TLG 3023 004 :: CONSTANTINUS VII PORPHYROGENITUS Imperator :: De sententiis CONSTANTINUS VII PORPHYROGENITUS Imperator Hist., Filius Leonis VI Imperatoris
Imperator De sententiis Citation: Page — (line) | ||
1(t) | Excerpta e Xenophonte | |
1 | 1. ....... εἴτε ἄρα καὶ χρήσιμόν τι νομίζων αὐτὸν εἶναι εἴτε καὶ ἀσφαλέστερον οὕτως ἡγούμενος. 2. Ὅτι ἧκεν ὁ Κροῖσος γεγραμμένα ἔχων ἀκριβῶς ὅσα ἐν ἑκάστῃ ἦν τῇ ἁμάξῃ· καὶ διδοὺς τῷ Κύρῳ τὰ γράμματα εἶπεν „ταῦτα“, | |
---|---|---|
5 | ἔφη, „ἔχων, ὦ Κῦρε, ἴσθι τόν τέ σοι ὀρθῶς ἀποδιδόντα ἃ ἄγει καὶ τὸν μή.“ καὶ ὁ Κῦρος ἔλεξεν „ἀλλὰ σὺ μὲν καλῶς ἐποίεις, ὦ Κροῖσε, προνοῶν· ἔμοιγε μέντοι ἄξουσι τὰ χρήματα, οἵπερ καὶ ἔχειν αὐτὰ ἄξιοί εἰσιν· ὥστε ἤν τι καὶ κλέψωσι, τῶν ἑαυτῶν κλέ‐ ψονται.“ καὶ ἅμα ταῦτα λέγων ἔδωκε τὰ γράμματα τοῖς φίλοις | |
10 | καὶ τοῖς ἄρχουσιν, ὅπως εἰδεῖεν τῶν ἐπιτρόπων οἵ τε σῶα αὐτοῖς ἀποδιδοῖεν, οἵ τε μή. 3. Ὅτι οὐ γάρ τοι τὸ ἀγαθοὺς ἄνδρας γενέσθαι τοῦτο ἀρκεῖ ὥστε καὶ διατελεῖν, ἢν μή τις αὐτοῦ διὰ τέλους ἐπιμελῆται· ἀλλὰ ὥσπερ καὶ αἱ ἄλλαι τέχναι ἀμεληθεῖσαι μείονος ἄξιαι γίνονται καὶ τὰ | |
15 | σώματά γε αὐτὰ εὖ ἔχοντα, ὁπόταν τις αὐτὰ ἀνῇ ἐπὶ ῥαδιουργίαν, πονήρως πάλιν ἔχει, οὕτω καὶ ἡ σωφροσύνη καὶ ἡ ἐγκράτεια καὶ ἡ ἀλκή, ὁπόταν τις αὐτῶν ἀνῇ τὴν ἄσκησιν, ἐκ τούτου εἰς τὴν πονηρίαν πάλιν τρέπεται. οὔκουν δεῖ μέλειν οὐδ’ ἐπὶ τὸ αὐτίκα ἡδὺ προϊέναι αὐτούς. μέγα μὲν γάρ, οἶμαι, ἔργον καὶ τὸ ἀρχὴν | |
20 | καταπρᾶξαι, πολὺ δ’ ἔτι μεῖζον τὸ λαβόντα διασώσασθαι. τὸ μὲν γὰρ λαβεῖν πολλάκις τῷ τόλμαν μόνον παρασχομένῳ ἐγένετο, τὸ δὲ λαβόντα κατέχειν οὐκέτι τοῦτο ἄνευ σωφροσύνης οὐδ’ ἄνευ ἐγ‐ κρατείας οὐδ’ ἄνευ πολλῆς ἐπιμελείας γίνεται. ἃ χρὴ γινώσκοντα | |
νῦν πολὺ μᾶλλον ἀσκεῖν τὴν ἀρετὴν ἢ πρὶν τάδε τἀγαθὰ κτήσα‐ | 1 | |
2 | σθαι, εὖ εἰδότας, ὅτι ὅταν πλεῖστά τις ἔχῃ, τότε πλεῖστοι καὶ φθονοῦσι καὶ ἐπιβουλεύουσι καὶ πολέμιοι γίνονται, ἄλλως τε 〈κἂν〉 παρ’ ἀκόντων τά τε κτήματα καὶ τὴν θεραπείαν ὥσπερ ἡμεῖς ἔχῃ. τοὺς μὲν θεοὺς οἴεσθαι χρὴ σὺν ἡμῖν ἔσεσθαι· οὐ γὰρ ἐπιβουλεύ‐ | |
5 | σαντες ἀδίκως ἔχομεν, ἀλλ’ ἐπιβουλευθέντες ἐτιμωρησάμεθα. θάλ‐ πους μὲν οὖν καὶ ψύχους καὶ σίτων καὶ ποτῶν καὶ πόνων καὶ ὕπνου ἀνάγκη καὶ τοῖς δούλοις μεταδιδόναι· μεταδιδόντας γε μέντοι πειρᾶσθαι δεῖ ἐν τούτοις πρῶτον βελτίονας αὐτῶν φαίνεσθαι. πολεμικῆς δ’ ἐπιστήμης καὶ μελέτης παντάπασιν οὐ μεταδοτέον | |
10 | τούτοις, οὕστινας ἐργάτας ἡμετέρους καὶ δασμοφόρους βουλόμεθα καταστήσασθαι, ἀλλ’ αὐτοὺς δεῖ τούτοις τοῖς ἀσκήμασι πλεονεκτεῖν, γινώσκοντας ὅτι ἐλευθερίας ταῦτα ὄργανα καὶ εὐδαιμονίας οἱ θεοὶ τοῖς ἀνθρώποις ἀπέδειξαν· καὶ ὥσπερ γε ἐκείνους τὰ ὅπλα ἀφῃρήμεθα, οὕτως ἡμᾶς αὐτοὺς δεῖ μήποτ’ ἐρήμους ὅπλων | |
15 | γίνεσθαι. 4. Ὅτι τοσούτῳ τἀγαθὰ μᾶλλον εὐφραίνει ὅσῳ ἂν μᾶλλον προ‐ πονήσας τις ἐπ’ αὐτὰ ἀπίοι· οἱ γὰρ πόνοι ὄψον τοῖς ἀγαθοῖς· ἄνευ δὲ τοῦ δεόμενον τυγχάνειν τινὸς οὐδὲν οὕτω πολυτελῶς παρα‐ σκευασθείη ἂν ὥσθ’ ἡδὺ εἶναι. εἰ δὲ ὧν μάλιστα ἄνθρωποι ἐπι‐ | |
20 | θυμοῦσιν ὁ δαίμων ἡμῖν ταῦτα συμπαρεσκεύακεν, ὡς δ’ ἂν ἥδιστα ταῦτα φαίνοιτο αὐτός τις αὐτῷ ταῦτα παρασκευάσει, ὁ τοιοῦτος ἀνὴρ τοσούτῳ πλεονεκτήσει τῶν ἐνδεεστέρων βίου, ὡς πεινήσας ἡδίστων σίτων τεύξεται καὶ διψήσας τῶν ἡδίστων ποτῶν ἀπολαύ‐ σεται καὶ δεηθεὶς ἀναπαύσεως ἥδιστον ἀναπαύσεται. ὧν ἕνεκά | |
25 | φησι χρῆναι νῦν ἐπιταθῆναι ἡμᾶς εἰς ἀνδραγαθίαν, ὅπως τε τῶν ἀγαθῶν ἄριστον καὶ ἥδιστον ἀπολαύσωμεν καὶ ὅπως τοῦ πάντων χαλεπωτάτου ἄπειροι γενώμεθα. οὐ γὰρ τὸ μὴ λαβεῖν τὰ ἀγαθὰ | |
οὕτω χαλεπόν, ὥσπερ τὸ λαβόντα στερηθῆναι λυπηρόν. | 2 | |
3 | 5. Ὅτι εὖ τε δεῖ εἰδέναι ὅτι οὐκ ἔστιν ἄλλη φυλακὴ τοιαύτη οἵα αὐτόν τινα καλὸν κἀγαθὸν ὑπάρχειν· τοῦτο γὰρ δεῖ συμπαρομαρ‐ τεῖν· τῷ δ’ ἀρετῆς ἐρήμῳ οὐδὲ ἄλλο καλῶς ἔχειν οὐδὲν προσήκει. 6. Ὅτι ἄρχων ἀγαθὸς οὐδὲν διαφέρει πατρὸς ἀγαθοῦ· οἵ τε | |
5 | γὰρ πατέρες προνοοῦσι τῶν παίδων, ὅπως μήποτε αὐτοὺς τὰ ἀγαθὰ ἐπιλείψῃ, Κῦρός τέ μοι δοκεῖ νῦν συμβουλεύειν ἡμῖν, ἀφ’ ὧν μά‐ λιστ’ ἂν εὐδαιμονοῦντες διατελοῖμεν. 7. Ὅτι ὅταν μὲν ὁ ἐπιστάτης βελτίων γένηται, καθαρώτερον τὰ νόμιμα πράττεται, ὅταν δὲ χείρων, φαυλότερον. | |
10 | 8. Ὅτι οὐχ οἷόν τε εἶναι μὴ αὐτόν τινα ὄντα οἷον δεῖ ἄλλους παρορμᾶν ἐπὶ τὰ καλὰ καὶ τὰ ἀγαθὰ ἔργα. 9. Ὅτι ἀδύνατον πολλὰ τεχνώμενον ἄνθρωπον πάντα καλῶς ποιεῖν. 10. Ὅτι οὐ ῥάδιόν ἐστι φιλεῖν τοὺς μισεῖν δοκοῦντας οὐδ’ εὐ‐ | |
15 | νοεῖν τοῖς κακονόοις, οὕτω καὶ τοὺς γνωσθέντας ὡς φιλοῦσι καὶ εὐνο‐ οῦσιν, οὐκ ἂν δύνασθαι μισεῖσθαι ὑπὸ τῶν φιλεῖσθαι ἡγουμένων. 11. Ὅτι καλέσας ὁ Φεραύλας τὸν Σάκαν τὸν ....... δόντα τὸν ἵππον ἐξένιζεν, καὶ τἄλλα παρεῖχεν ἔκπλεω καὶ ἐπεὶ ἐδεδειπνήκε‐ σαν, τὰ ἐκπώματα αὐτῷ, ἃ ἔλαβε παρὰ Κύρου, ἐμπιπλὰς προὔπινε | |
20 | καὶ ἐδωρεῖτο. καὶ ὁ Σάκας ὁρῶν πολλὴν μὲν καὶ καλὴν στρωμνήν, πολλὴν δὲ καὶ καλὴν κατασκευήν, καὶ οἰκέτας δὲ πολλούς „εἰπέ μοι“ ἔφη „ὦ Φεραύλα, ἦ καὶ οἴκοι τῶν πλουσίων ἦσθα;“ καὶ ὁ Φεραύλας εἶπε „ποίων πλουσίων; τῶν μὲν οὖν σαφῶς ἀποχειρο‐ βιώτων. ἐμὲ γάρ τοι ὁ πατὴρ τὴν μὲν τῶν παίδων παιδείαν | |
25 | γλίσχρως αὐτὸς ἐργαζόμενος καὶ τρέφων ἐπαίδευεν· ἐπεὶ δὲ μει‐ ράκιον ἐγενόμην, οὐ δυνάμενος τρέφειν ἀργόν, εἰς ἀγρὸν ἀπαγαγὼν ἐκέλευσεν ἐργάζεσθαι. ἔνθα δὴ ἐγὼ ἀντέτρεφον ἐκεῖνον, ἕως ἔζη, | |
αὐτὸς σκάπτων καὶ σπείρων καὶ μάλα μικρὸν γήδιον, οὐ μέντοι | 3 | |
4 | πονηρόν γε, ἀλλὰ πάντων δικαιότατον· ὅ τι γὰρ ἂν λάβοι σπέρμα, καλῶς καὶ δικαίως ἀπεδίδου αὐτό τε καὶ τόκον οὐδέν τι πολύν· ἤδη δέ ποτε ὑπὸ γενναιότητος καὶ διπλάσια ἀπέδωκεν ὧν ἔλαβεν. οἴκοι μὲν οὖν οὕτως ἔγωγε ἔζων· νῦν δὲ ταῦτα πάντα, ἃ ὁρᾷς, | |
5 | Κῦρός μοι ἔδωκε.“ καὶ ὁ Σάκας εἶπεν „ὦ μακάριε σὺ τά τε ἄλλα καὶ αὐτὸ τοῦτο ὅτι [γε] ἐκ πένητος πλούσιος γεγένησαι· πολὺ γὰρ οἴομαί σε καὶ διὰ τοῦτο ἥδιον πλουτεῖν ὅτι πεινήσας χρημάτων πεπλούτηκας.“ καὶ ὁ Φεραύλας εἶπεν „ἦ γὰρ οὕτως, ὦ Σάκα, ὄντως ὑπολαμβάνεις, ὡς ἐγὼ νῦν τοσούτῳ ἥδιον ζῶ, ὅσῳ πλείω κέκτημαι; | |
10 | οὐκ οἶσθα“ ἔφη „ὅτι ἐσθίω μὲν καὶ πίνω καὶ καθεύδω οὐδ’ ὁτιοῦν νῦν ἥδιον ἢ τότε, ὅτε πένης ἦν. ὅτι δὲ ταῦτα πολλά ἐστι, τοσοῦ‐ τον κερδαίνω, πλείω μὲν φυλάττειν δεῖ, πλείω δὲ ἄλλοις διανέ‐ μειν, πλείονα δὲ ἐπιμελούμενον πράγματα ἔχειν. νῦν γὰρ δὴ ἐμὲ πολλοὶ μὲν οἰκέται σῖτον αἰτοῦσι, πολλοὶ δὲ ἱμάτια· οἱ δὲ ἰατρῶν | |
15 | δέονται· ἥκει δέ τις ἢ τῶν προβάτων λελυκωμένα φέρων ἢ τῶν βοῶν κατακεκρημνισμένα ἢ νόσον φάσκων ἐμπεπτωκέναι τοῖς κτή‐ νεσιν· ὥστε μοι δοκῶ“ ἔφη ὁ Φεραύλας „νῦν διὰ τὸ πολλὰ ἔχειν πλείω λυπεῖσθαι ἢ πρόσθεν διὰ τὸ ὀλίγα ἔχειν.“ καὶ ὁ Σάκας „ἀλλὰ ναὶ μὰ Δί’“ ἔφη „ὅταν σῶα ᾖ, πολλὰ ὁρῶν πολλαπλάσια | |
20 | ἐμοῦ εὐφραίνῃ.“ καὶ ὁ Φεραύλας εἶπεν „οὔτοι, ὦ Σάκα, ἡδύ ἐστι τὸ ἔχειν χρήματα ὡς ἀνιαρὸν τὸ ἀποβάλλειν. γνώσῃ δὲ ὅτι ἐγὼ ἀληθῆ λέγω· τῶν μὲν γὰρ πλουτούντων οὐδεὶς ἀναγκάζεται ὑφ’ ἡδονῆς ἀγρυπνεῖν, τῶν δὲ ἀποβαλλόντων τι ὄψει οὐδένα δυνάμενον καθεύδειν ὑπὸ λύπης.“ „μὰ Δί’“ ἔφη ὁ Σάκας „οὐδέ τι τῶν λαμ‐ | |
25 | βανόντων τι νυστάζοντα οὐδένα ἂν ἴδοις ὑφ’ ἡδονῆς.“ „ἀληθῆ“ ἔφη „λέγεις· εἰ γάρ τοι τὸ ἔχειν οὕτως ὥσπερ τὸ λαμβάνειν ἡδὺ ἦν, πολὺ ἂν διέφερον εὐδαιμονίᾳ οἱ πλούσιοι τῶν πενήτων. καὶ ἀνάγκη δέ τοί ἐστιν, ὦ Σάκα“ ἔφη „τὸν πολλὰ ἔχοντα πολλὰ καὶ δαπανᾶν καὶ εἰς θεοὺς καὶ εἰς φίλους καὶ εἰς ξένους· ὅστις οὖν | |
30 | ἰσχυρῶς χρήμασιν ἥδεται, εὖ ἴσθι τοῦτον καὶ δαπανῶντα ἰσχυρῶς | |
ἀνιᾶσθαι.“ „μὰ Δί’“ ἔφη ὁ Σάκας· „ἀλλ’ οὐκ ἐγὼ τούτων εἰμί, | 4 | |
5 | ἀλλὰ εὐδαιμονίαν τοῦτο νομίζω τὸ πολλὰ ἔχοντα πολλὰ καὶ δα‐ πανᾶν.“ „τί οὖν“ ἔφη „πρὸς τῶν θεῶν“ ὁ Φεραύλας „οὐχὶ σύ γε αὐτίκα μάλα εὐδαιμονῶν ἐγένου καὶ ἐμὲ εὐδαίμονα ἐποίησας; λαβὼν γάρ“ ἔφη „ταῦτα πάντα κέκτησο, καὶ χρῶ τε ὅπως βούλει | |
5 | αὐτοῖς· ἐμὲ δὲ μηδὲν ἄλλο ἢ ὥσπερ ξένον τρέφε καὶ ἔτι εὐτελέ‐ στερον ἢ ξένον· ἀρκέσει γάρ μοι ὅ τι ἂν καὶ σὺ ἔχῃς τούτων μετέχειν.“ „παίζεισ“ ἔφη ὁ Σάκας. καὶ ὁ Φεραύλας ὀμόσας εἶ‐ πεν ᾖ μὴν σπουδῇ λέγειν. „καὶ ἄλλα γέ σοι, ὦ Σάκα, προσδια‐ πράξομαι παρὰ Κύρου, μήτε θύρας τὰς Κύρου θεραπεύειν μήτε | |
10 | στρατεύεσθαι· ἀλλὰ σὺ μὲν πλουτῶν οἴκοι μένε· ἐγὼ δὲ ταῦτα ποιήσω καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἐμοῦ. καὶ ἐάν τι ἀγαθὸν προσ‐ λαμβάνω διὰ τὴν Κύρου θεραπείαν ἢ καὶ ἀπὸ στρατείας τινός, οἴσω πρὸς σέ, ἵνα ἔτι πλειόνων ἄρχῃς· μόνον“ ἔφη „ἐμὲ ἀπόλυσον ταύτης τῆς ἐπιμελείας· ἢν γὰρ ἐγὼ σχολὴν ἄγω ἀπὸ τούτων, ἐμοί | |
15 | τέ σε οἴομαι πολλὰ καὶ Κύρῳ χρήσιμον ἔσεσθαι.“ τούτων οὕτω ῥηθέντων ταῦτα συνέθεντο καὶ ταῦτα ἐποίουν. καὶ ὁ μὲν ἡγεῖτο εὐδαιμονῶν γεγενῆσθαι, ὅτι πολλῶν ἦρχε χρημάτων· ὁ δ’ αὖ ἐνό‐ μιζε μακαριώτατος εἶναι, ὅτι ἐπίτροπον ἕξοι σχολὴν παρέχοντα πράττειν ὅ τι ἂν αὐτῷ ἡδὺ εἴη. | |
20 | 12. Ὅτι ὁ Γωβρύας εἶπε πρὸς τὸν Κῦρον „ἀλλ’ ἐγώ, ὦ Κῦρε, πρόσθεν μὲν ἡγούμην τούτῳ σε πλεῖστον διαφέρειν ἀνθρώπων τῷ στρατηγικώτατον εἶναι· τοὺς δὲ θεοὺς ὄμνυμι ἦ μὴν ἐμοὶ δοκεῖ πλέον σε διαφέρειν φιλανθρωπίᾳ ἢ στρατηγίᾳ.“ „νὴ Δί’“ ἔφη ὁ Κῦρος „καὶ μὲν δὴ καὶ ἐπιδείκνυμαι τὰ ἔργα πολὺ ἥδιον φιλαν‐ | |
25 | θρωπίας ἢ στρατηγίας. πῶς ........... „ναὶ μὰ Δί’“ ἔφη ὁ Κῦρος „τῶν μὲν γὰρ μεστῶν γρυπὴ ἡ γαστὴρ γίνεται, τῶν δὲ ἀδείπνων σιμή.“ καὶ ὁ Χρυσάντας ἔφη „ψυχρῷ δ’ ἂν, πρὸς τῶν θεῶν, βασιλεῖ ἔχοις ἂν εἰπεῖν ποία τις συνοίσει;“ ἐνταῦθα μὲν δὴ ὅ τε Κῦρος ἐξεγέλασε καὶ οἱ ἄλλοι ὁμοίως. γελώντων δὲ ἅμα | |
30 | εἶπεν ὁ Ὑστάσπης „πολύ γε“ ἔφη „μάλιστα τούτου σε, ὦ Κῦρε, | |
ζηλῶ ἐν τῇ βασιλείᾳ.“ „τίνος;“ ἔφη ὁ Κῦρος. „ὅτι δύνασαι καὶ | 5 | |
6 | ψυχρὸς ὢν γέλωτα παρέχειν.“ καὶ ὁ Κῦρος εἶπεν „ἐπεὶ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτα εἰρῆσθαι, καὶ ἀπαγγελθῆναι παρ’ ᾗ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ;“ καὶ ταῦτα μὲν δὴ οὕτω διεσκώπτετο. | |
5 | Μετὰ δὲ ταῦτα Τιγράνῃ μὲν ἐξήνεγκε γυναικεῖον κόσμον, καὶ ἐκέλευσε τῇ γυναικὶ δοῦναι, ὅτι ἀνδρείως συνεστρατεύετο τῷ ἀνδρί, Ἀρταβάζῳ δὲ χρυσοῦν ἔκπωμα· τῷ δ’ Ὑρκανίῳ ἵππον καὶ ἄλλα πολλὰ καὶ καλὰ ἐδωρήσατο. „σοὶ δέ“ ἔφη „ὦ Γωβρύα, δώσω ἄν‐ δρα τῇ θυγατρί.“ „οὐκοῦν ἐμέ“ ἔφη ὁ Ὑστάσπης „δώσεις, ἵνα καὶ | |
10 | τὰ συγγράμματα λάβω.“ „ἦ καὶ ἔστι σοι“ ἔφη ὁ Κῦρος „οὐσία ἀξία τῶν τῆς παιδός;“ „νὴ Δί’“ ἔφη „πολλαπλασίων μὲν οὖν χρημάτων.“ „καὶ ποῦ“ ἔφη ὁ Κῦρος „ἔστι σοι αὕτη ἡ οὐσία;“ „ἐνταῦθα“ ἔφη „ὅπουπερ καὶ σὺ κάθησαι φίλος ὢν ἐμοί.“ „ἀρ‐ κεῖ μοι“ ἔφη ὁ Γωβρύας καὶ εὐθὺς ἐκτείνας τὴν δεξιάν „δίδου“ | |
15 | ἔφη „ὦ Κῦρε· δέχομαι γάρ.“ καὶ ὁ Κῦρος λαβὼν τὴν τοῦ Ὑστά‐ σπου δεξιὰν ἔδωκε τῷ Γωβρύᾳ, ὁ δ’ ἐδέξατο. ἐκ δὲ τούτου πολλὰ καὶ καλὰ ἔδωκε δῶρα τῷ Ὑστάσπῃ, ὅπως τῇ παιδὶ πέμψειε· Χρυσάνταν δ’ ἐφίλησε προσαγαγόμενος. καὶ ὁ Ἀρτάβαζος εἶπε „μὰ Δί’“ ἔφη „ὦ Κῦρε, οὐχ ὁμοίου γε χρυσοῦ ἐμοί τε τὸ ἔκπωμα | |
20 | δέδωκας καὶ Χρυσάντᾳ τὸ δῶρον.“ „ἀλλὰ καὶ σοί“ ἔφη „δώσω.“ ἐπείρετο ἐκεῖνος „πότε;“ „εἰς τριακοστόν“ ἔφη „ἔτος.“ „ὡς ἀνα‐ μενοῦντοσ“ ἔφη „καὶ οὐκ ἀποθανουμένου οὕτω παρασκευάζου.“ καὶ τότε μὲν δὴ οὕτως ἔληξεν ἡ σκηνή. 13. Ὅτι ἐπεὶ εἰλήφεσαν παρὰ Κύρου τὰ δῶρα οἱ στρατιῶται | |
25 | καὶ οἱ ἄρχοντες οἱ μέν τινες ἔλεγον περὶ τοῦ Κύρου τοιάδε „ἦπου αὐτός γε πολλὰ ἔχει, ὅπου γε καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν.“ οἱ δέ τινες αὐτῶν ἔλεγον „ποῖα πολλὰ ἔχει; οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ὅλος χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος ἥδεται.“ | |
30 | 14. Ὅτι μετὰ τὸ κατακλιθῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐκάλεσε τοὺς | 6 |
7 | παῖδας ὁ Κῦρος καὶ ἔλεξεν ὧδε· ἐκάλεσε δὲ καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς· „παῖδες ἐμοὶ καὶ πάντες οἱ παρόντες φίλοι, ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστιν· ἐκ πολλῶν τοῦτο σαφῶς γινώσκω· ὑμᾶς δὲ χρή, ὅταν τελευτήσω, ὥσπερ εὐδαίμονος ἐμοῦ καὶ λέγειν | |
5 | καὶ ποιεῖν πάντα. ἐγὼ γὰρ παῖς τε ὢν τὰ ἐν παισὶ νομιζόμενα καλὰ δοκῶ κεκαρπῶσθαι, ἐπεί τε ἥβησα, τὰ ἐν νεανίσκοις, τέλειός τε ἀνὴρ γενόμενος τὰ ἐν ἀνδράσι· σὺν τῷ χρόνῳ τε προϊόντι ἀεὶ συναυξανομένην ἐδόκουν ἐπιγινώσκειν καὶ τὴν ἐμὴν δύναμιν, ὥστε καὶ τοὐμὸν γῆρας οὐδεπώποτε ᾐσθόμην τῆς ἐμῆς νεότητος ἀσθε‐ | |
10 | νέστερον γιγνόμενον, καὶ οὔτ’ ἐπιχειρήσας οὔτ’ ἐπιθυμήσας οἶδα ὅτου ἠτύχησα. καὶ τοὺς μὲν φίλους ἐπεῖδον δι’ ἐμοῦ εὐδαίμονας γενομένους, τοὺς δὲ πολεμίους ὑπ’ ἐμοῦ δουλωθέντας· καὶ τὴν πατρίδα πρόσθεν ἰδιωτεύουσαν ἐν τῇ Ἀσίᾳ νῦν προτετιμημένην καταλείπω· ὧν τ’ ἐκτησάμην οὐδὲν οἶδα ὅ τι οὐ διεσωσάμην. καὶ | |
15 | τὸν μὲν παρελθόντα χρόνον ἔπραττον οὕτως ὥσπερ εὐχόμην, φό‐ βος δέ μοι συμπαρομαρτῶν μή τι ἐν τῷ ἐπιόντι χρόνῳ ἢ ἴδοιμι ἢ ἀκούσαιμι ἢ πάθοιμι χαλεπόν, οὐκ εἴα τελέως με φρονεῖν οὐδ’ εὐφραίνεσθαι ἐκπεπταμένως. νῦν δ’ ἢν τελευτήσω, καταλείπω μὲν ὑμᾶς, ὦ παῖδες, ζῶντας οὕσπερ ἔδοσάν μοι οἱ θεοὶ γενέσθαι, | |
20 | καταλείπω δὲ πατρίδα καὶ φίλους εὐδαιμονοῦντας· ὥστε πῶς οὐκ ἂν ἐγὼ δικαίως μακαριζόμενος τὸν ἀεὶ χρόνον μνήμης τυγχάνοιμι; δεῖ δὲ καὶ τὴν βασιλείαν σαφηνίσαντα καταλιπεῖν, ὡς ἂν μὴ ἀμ‐ φίλογος γενομένη πράγματα ὑμῖν παράσχῃ. ἐγὼ δὲ νῦν φιλῶ μὲν ἀμφοτέρους ὑμᾶς ὁμοίως, ὦ παῖδες· τὸ δὲ προβουλεύειν καὶ τὸ | |
25 | ἡγεῖσθαι ἐφ’ ὅ τι ἂν καιρὸς δοκῇ εἶναι, τοῦτο προστάττω τῷ προ‐ τέρῳ γενομένῳ καὶ πλειόνων κατὰ τὸ εἰκὸς ἐμπείρῳ. ἐπαιδεύθην δὲ καὶ αὐτὸς οὕτως ὑπὸ τῆσδε τῆς ἐμῆς τε καὶ ὑμετέρας πατρί‐ δος, τοῖς πρεσβυτέροις οὐ μόνον ἀδελφοῖς, ἀλλὰ καὶ πολίταις καὶ ὁδῶν καὶ θάκων καὶ λόγων ὑπείκειν, καὶ ὑμᾶς δέ, ὦ παῖδες, οὕτως | |
30 | ἐξ ἀρχῆς ἐπαίδευον, τοὺς μὲν γεραιτέρους προτιμᾶν, τῶν δὲ νεω‐ τέρων προτετιμῆσθαι· ὡς οὖν παλαιὰ καὶ εἰθισμένα καὶ ἔννομα λέγοντος ἐμοῦ οὕτως ἀποδέχεσθε. καὶ σὺ μέν, ὦ Καμβύση, τὴν βασιλείαν ἔχε, θεῶν τε διδόντων καὶ ἐμοῦ ὅσον ἐν ἐμοί· σοὶ δέ, ὦ | |
Ταμβοξάρη, σατράπην εἶναι δίδωμι Μήδων τε καὶ Ἀρμενίων καὶ | 7 | |
8 | τρίτων Καδουσίων· ταῦτα δέ σοι διδοὺς νομίζω ἀρχὴν μὲν μείζω καὶ τοὔνομα τῆς βασιλείας τῷ πρεσβυτέρῳ καταλιπεῖν, εὐδαιμο‐ νίαν δὲ σοὶ ἀλυποτέραν. ὁποίας μὲν γὰρ ἀνθρωπίνης εὐφροσύνης ἐπιδεὴς ἔσῃ οὐχ ὁρῶ, ἀλλὰ πάντα σοι τὰ δοκοῦντα ἀνθρώπους | |
5 | εὐφραίνειν παρέσται. τὸ δὲ δυσκαταπρακτοτέρων τε ἐρᾶν καὶ τὸ πολλὰ μεριμνᾶν καὶ τὸ μὴ δύνασθαι ἡσυχίαν ἔχειν κεντριζόμενον ὑπὸ τῆς πρὸς τἀμὰ ἔργα φιλονεικίας καὶ τὸ ἐπιβουλεύειν καὶ τὸ ἐπιβουλεύεσθαι, ταῦτα τῷ βασιλεύοντι ἀνάγκη σοῦ μᾶλλον συμ‐ παρομαρτεῖν, ἃ σάφ’ ἴσθι τῷ εὐφραίνεσθαι πολλὰς ἀσχολίας | |
10 | παρέχειν. οἶσθα μὲν οὖν καὶ σύ, ὦ Καμβύση, ὅτι οὐ τόδε τὸ χρυσοῦν σκῆπτρον τὸ τὴν βασιλείαν διασῶζόν ἐστιν, ἀλλ’ οἱ πολλοὶ φίλοι σκῆπτρον βασιλεῦσιν ἀληθέστατον καὶ ἀσφαλέστατον. πι‐ στοὺς δὲ μὴ νόμιζε φύεσθαι ἀνθρώπους· πᾶσι γὰρ ἂν οἱ αὐτοὶ πιστοὶ φαίνοιντο, ὥσπερ καὶ τἄλλα πεφυκότα πᾶσι τὰ αὐτὰ φαί‐ | |
15 | νεσθαι· ἀλλὰ τοὺς πιστοὺς τίθεσθαι δεῖ ἕκαστον ἑαυτῷ· ἡ δὲ κτῆσις αὐτῶν ἔστιν οὐδαμῶς σὺν τῇ βίᾳ, ἀλλὰ μᾶλλον σὺν τῇ εὐεργεσίᾳ. εἰ οὖν καὶ ἄλλους τινὰς πειράσῃ συμφύλακας τῆς βασι‐ λείας ποιεῖσθαι, μηδαμόθεν πρότερον ἄρχου ἢ ἀπὸ τοῦ ὁμόθεν γενομένου. καὶ πολῖταί 〈τοι〉 ἄνθρωποι ἀλλοδαπῶν οἰκειότεροι | |
20 | καὶ σύσσιτοι ἀπὸ σκηνῶν· οἱ δὲ ἀπὸ τοῦ αὐτοῦ σπέρματος φύντες καὶ ὑπὸ τῆς αὐτῆς μητρὸς τραφέντες καὶ ἐν τῇ αὐτῇ οἰκίᾳ αὐξη‐ θέντες καὶ τῶν αὐτῶν γονέων ἀγαπώμενοι καὶ τὴν αὐτὴν μητέρα καὶ τὸν αὐτὸν πατέρα προσαγορεύοντες, πῶς οὐ πάντων οὗτοι οἰκειότατοι. μὴ οὖν ἃ οἱ θεοὶ ὑφήγηνται ἀγαθὰ εἰς οἰκειότητα | |
25 | ἀδελφοῖς μάταιά ποτε ποιήσητε, ἀλλ’ ἐπὶ ταῦτα εὐθὺς οἰκοδομεῖτε ἄλλα φιλικὰ ἔργα· καὶ οὕτως ἀεὶ ἀνυπέρβλητος ἀλλήλοις ἔσται ἡ ὑμετέρα φιλία. ἑαυτοῦ τοι κήδεται ὁ προνοῶν ἀδελφοῦ· τίνι γὰρ ἄλλῳ ἀδελφὸς μέγας ὢν οὕτω καλὸν ὡς ἀδελφῷ; τίς δ’ ἄλλος τιμήσεται δὴ ἄνδρα μέγα δυνάμενον οὕτως ὡς ἀδελφός· τίνα δὲ | |
30 | φοβήσεταί τις ἀδικεῖν ἀδελφοῦ μεγάλου ὄντος οὕτως ὡς τὸν ἀδελ‐ φόν; μήτε οὖν θᾶττον μηδεὶς τούτῳ ὑπακουέτω μήτε προθυμό‐ τερον παρέστω· οὐδενὶ γὰρ οἰκειότερα τὰ τούτου οὔτε ἀγαθὰ οὔτε | |
δεινὰ ἢ σοί. ἐννοεῖτε καὶ τάδε· τίνι χαρισάμενος ἐλπίσαις ἂν | 8 | |
9 | μειζόνων τυχεῖν ἢ τούτῳ; τίνι δ’ ἂν βοηθήσας ἰσχυρότερον σύμμα‐ χον ἀντιλάβοις; τίνα δ’ αἴσχιον μὴ φιλεῖν ἢ τὸν ἀδελφόν; τίνα δὲ ἁπάντων κάλλιον προτιμᾶν ἢ τὸν ἀδελφόν; μόνου τοι, ὦ Καμ‐ βύση, πρώτου ὄντος ἀδελφοῦ παρ’ ἀδελφῷ οὐδὲ φθόνος παρὰ τῶν | |
5 | ἄλλων ἀφικνεῖται. ἀλλὰ πρὸς θεῶν πατρώων, παῖδες, τιμᾶτε ἀλλήλους, εἴ τι καὶ τότε μοι χαρίζεσθαι μέλει ὑμῖν· οὐ γὰρ δήπου τοῦτό γε σαφῶς δοκεῖτε εἰδέναι, ὡς οὐδέν εἰμι ἐγὼ ἔτι, ἐπειδὰν τοῦ ἀνθρωπίνου βίου τελευτήσω· οὐδὲ γὰρ νῦν τοι τήν γ’ ἐμὴν ψυχὴν ἑωρᾶτε, ἀλλ’ οἷς διεπράττετο, τούτοις αὐτὴν ὡς οὖσαν κατ‐ | |
10 | εφωρᾶτε. τὰς δὲ τῶν ἄδικα παθόντων ψυχὰς οὔπω κατενοήσατε οἵους μὲν φόβους τοῖς μιαιφόνοις ἐμβάλλουσι; οἵους δὲ παλαμ‐ ναίους τοῖς ἀνοσίοις ἐπιπέμπουσι; τοῖς δὲ φθιμένοις τὰς τιμὰς διαμένειν ἔτι ἂν δοκεῖτε, εἰ μηδενὸς αὐτῶν αἱ ψυχαὶ κύριαι ἦσαν; οὔτοι ἔγωγε, ὦ παῖδες, οὐδὲ τοῦτο πώποτε ἐπείσθην ὡς ἡ ψυχὴ | |
15 | ἕως μὲν 〈ἂν〉 ἐν θνητῷ σώματι ᾖ, ζῇ, ὅταν δὲ τούτου ἀπαλλαγῇ, τέθνηκεν· ὁρῶ γὰρ ὅτι καὶ τὰ θνητὰ σώματα, ὅσον ἂν ἐν αὐτοῖς χρόνον ᾖ ἡ ψυχή, ζῶντα παρέχεται. οὐδέ γε ὅπως ἄφρων ἔσται ἡ ψυχή, ἐπειδὰν τοῦ ἄφρονος 〈σώματοσ〉 δίχα γένηται, οὐδὲ τοῦτο πέπεισμαι· ἀλλ’ ὅταν ἄκρατος καὶ καθαρὸς ὁ νοῦς ἐκκριθῇ, τότε | |
20 | καὶ φρονιμώτατον εἰκὸς αὐτὸν εἶναι. διαλυομένου δὲ ἀνθρώπου δῆλά ἐστιν ἕκαστα ἀπιόντα πρὸς τὸ ὁμόφυλον πλὴν τῆς ψυχῆς· αὕτη δὲ μόνη οὔτε παροῦσα οὔτε ἀπιοῦσα ὁρᾶται. ἐννοήσατε δέ, ἔφη, ὅτι ἐγγύτερον μὲν τῷ ἀνθρωπίνῳ θανάτῳ οὐδέν ἐστιν ὕπνου· ἡ δὲ τοῦ ἀνθρώπου ψυχὴ τότε δήπου θειοτάτη καταφαίνεται καὶ | |
25 | τότε τι τῶν μελλόντων προορᾷ· τότε γάρ, ὡς ἔοικε, μάλιστα ἐλευ‐ θεροῦται. εἰ μὲν οὖν οὕτως ἔχει ταῦτα ὥσπερ ἐγὼ οἴομαι καὶ ἡ ψυχὴ καταλείπει τὸ σῶμα, καὶ τὴν ἐμὴν ψυχὴν καταιδούμενοι | |
ποιεῖτε ἃ ...... | 9 | |
10(t) | Excerpta ex Agathia | |
1 | 1. ........ μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ μὲν γὰρ οἷά τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος κελεύει καὶ διατάττει ὁποίων τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὥσ‐ περ τῷ πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι | |
5 | πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικι‐ λίᾳ τῶν παραδειγμάτων καὶ παριστῶσα τῷ λόγῳ ἐν οἷς τε εὐδο‐ κίμησαν ἄνθρωποι εὐβουλίᾳ χρησάμενοι καὶ δικαιοσύνῃ καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος ἢ γνώμης τινὸς ἐναντίας ἢ τύχης ἡγη‐ σαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἀρετὰς εἰσοικίζουσα· τὸ | |
10 | γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. 2. Ὅτι ἡ ποίησις ἱερόν τι χρῆμα καὶ θεσπέσιον· ἐνθουσιῶσι γοῦν ἐν αὐτῇ αἱ ψυχαί, εἴποι ἂν ὁ σοφὸς 〈ὁ〉 Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται | |
15 | καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. 3. Ὅτι φησὶν Ἀγαθίας· οἶμαι οὐκ ἐπιλείψειν ποτὲ τὸν αἰῶνα ἡμῶν τοὺς πολέμους, μένειν δὲ ἐς ἀεὶ καὶ ἀκμάζειν, ἔστ’ ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, ἐπεὶ καὶ ἄνωθεν ἡμῖν, ὡς ἔπος εἰπεῖν, συνει‐ σῆλθε τῷ βίῳ. καὶ οὖν μεστὴ μὲν ἡ ποίησις, πλήρης δὲ ξύμπασα | |
20 | ἱστορία πολέμων τε καὶ παρατάξεων, καὶ οὐκ ἂν ἄλλο τι εὕροις ἐν τοῖσδε κατὰ τὸ μᾶλλον ἀναγεγραμμένον. αἴτιον δὲ οἶμαι τού‐ των οὐχ, ὅπερ οἱ πολλοί φασιν, ἀστέρων τε πορείας καὶ τὸ με‐ | |
μορμένον καί τινας παραλόγους ἀνάγκας· εἰ γὰρ τὰ τῆς πεπρω‐ | 10 | |
11 | μένης ἐν πᾶσι νικῴη, ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρε‐ τὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδα‐ σκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν, οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἱ τῶν ἄριστα βιούντων ἐλπίδες. οὐ μέντοι ἀλλ’ οὐδὲ | |
5 | τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γινώσκειν, φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ’ ἂν ἔγωγε φήσαιμι οὔτε εἰπόντι πιστεύ‐ σαιμι. ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολισθαίνουσαι πολέμων καὶ ταραχῶν ἅπαντα ἐμφο‐ | |
10 | ροῦσιν, ἐνθένδε ὄλεθροι ξυμβαίνουσι πολλοὶ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται καὶ μυρίαι ἄλλαι ὠδίνονται κῆρες. 4. Ὅτι δικαιοσύνη καὶ φιλότης οἷς ἂν ἐντραφείη, εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον καὶ ἥκιστα πολεμίοις ἁλώσιμον. 5. Ὅτι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόρροποί τε καὶ ἀμφήριστοι | |
15 | ἀναφανεῖεν, ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλο‐ τιμίαι τε, ὥσπερ εἰκός, ὠδίνονται καὶ φιλοπρωτεῖαι καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε καὶ στάσεων γονιμώτατα πάθη. εἰς δὲ Φράγγους, εἰ καὶ ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐ‐ δὲν ὅ τι τοιόνδε ξυμφέρεται. | |
20 | 6. Ὅτι οἱ Ἀλμανοὶ δένδρα τινὰ ἱλάσκονται καὶ ῥεῖθρα ποταμῶν καὶ λόφους καὶ φάραγγας. οἱ ἐλεεῖσθαι μᾶλλον ἢ χαλεπαίνεσθαι δίκαιοι ἂν εἶεν καὶ πλείστης μεταλαμβάνειν συγγνώμης ἅπαντες ὅσοι δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ δήπου ἑκόντες εἶναι ἀλῶνται καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες | |
25 | τῇ κρίσει τὸ λοιπὸν ἔχονται τῶν δοκηθέντων ἀπρίξ, ὁποῖα ἄττα | |
καὶ τύχοιεν ὄντα. τήν γε μὴν τῶν θυσιῶν ὠμότητα καὶ κακοδαι‐ | 11 | |
12 | μονίαν οὐκ οἶδα εἰ οἷόν τε λόγῳ ἀκέσασθαι, εἴτε ἄλσεσιν ἐπιτε‐ λοῖντο ὥσπερ ἀμέλει παρὰ βαρβάροις εἴτε τοῖς πάλαι νενομισ‐ μένοις θεοῖς, ὁποῖα αἱ τῶν Ἑλλήνων θέλουσιν ἁγιστεῖαι. ἐγὼ μὲν γὰρ ἡγοῦμαι μηδέν τι εἶναι τὸ ἡδόμενον βωμοῖς αἵματι μιαινομέ‐ | |
5 | νοις καὶ ζώων ὀλέθρῳ βιαιοτάτῳ· εἰ δέ γε ἄρα καὶ ὁτιοῦν τὰ τοιάδε προσίεσθαι πέφυκεν, ἀγαθὸν μὲν οὐκ ἂν εἴη οὐδὲ ἥμερον, ἄγριον δέ τι ἴσως καὶ μανιῶδες, ὁποῖον τὸν Δεῖμον ἀναπλάττουσι μάτην οἱ ποιηταὶ καὶ τὸν Φόβον, Ἐνυώ τέ τινα καὶ Ἄτην καὶ Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαιμάκετον· προστίθει δὲ τούτοις, | |
10 | εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμενον Ἀριμάνην καὶ τῶν ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα καὶ μιαιφόνα. ταῦτα μὲν οὖν εἰ καὶ ἴσως ἄν τῳ καὶ δοκοῖεν οὐ μάλα τῇ ἐπαγγελίᾳ προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν ἐφ’ ἃ ἰέναι ἡμῖν διεσπούδασται, ἀλλ’ ἔμοιγε καὶ λίαν ἀρέσκει ἅπαντα ἐς μέσον | |
15 | ἄγειν τὰ ἐγνωσμένα, καὶ τὰ μὲν χρηστὰ τῶν πραγμάτων ἐν ἐπαίνῳ ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν ἀναφανδὸν καὶ τὸ ἀσύμφορον διελέγχειν. εἰ γὰρ μὴ τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς ταύτῃ τε καὶ μᾶλλον χρήσιμοί τε εἶναι καὶ βιωφελέσταται, μόνη δὲ ἀφήγησις εἶεν τῶν γεγενημένων ἁπλῆ τε καὶ ἀνεξέταστος, κιν‐ | |
20 | δυνεύσοιεν ἴσως ἂν παρ’ ἐνίοις, εἰ μὴ λίαν δεινὸν εἰπεῖν, οὐ πολλῷ εἶναι ἀμείνους τῶν ἐν τῇ γυναικωνίτιδι παρὰ τὴν ταλασίαν ᾀδο‐ μένων μυθολογημάτων. 7. Ὅτι ὁ Ναρσῆς ὁ στρατηγὸς ὁμήρους ἔχων τῶν Λουκανῶν τού‐ τους ἄνευ λύτρων ἀπέλυσε. θαυμαζόντων δὲ ἐκείνων καὶ ὅτου δὴ | |
25 | ἕνεκα δράσειεν ἀμφιγνοούντων, „οὐ σύνηθες ἔμοιγε“ ἔφη „βωμο‐ λοχίαις τε καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι. οἶμαι γὰρ καὶ τούτων ἄνευ, εἰ μὴ ὡς τάχιστα ἑκόντες εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστήσονται.“ καὶ ἅμα λέγων ὑπέδεικνυ τὰ ξίφη. | |
8. Ὅτι ὁ Ναρσῆς καίπερ τομίας ὢν μεγαλουργὸς ἦν. οὕτως | 12 | |
13 | ἄρα ὅτῳ ἂν ἐν τῇ ψυχῇ φρόνημα ἐλευθέριόν τε καὶ γενναῖον ἐνῇ, τούτῳ οὖν οὐδέ τι κώλυμα γίγνεται μὴ οὐχὶ εἶναι ἀρίστῳ. 9. Ὅτι τὸ Ἀλμανικὸν ἅπαν ἕτερα τοῖς Φράγγοις ἐφρόνουν καὶ τοὺς νεὼς ἀφειδῶς ἀπηγλάιζον. πολλὰς μὲν γὰρ κάλπεις ἱεράς, | |
5 | πολλὰ δὲ περιρραντήρια πάγχρυσα, συχνὰ δὲ κύπελλα καὶ κανᾶ καὶ ὅσα ταῖς μυστικαῖς ἁγιστείαις ἀνεῖται, ταῦτα ἀφαιρούμενοι οἰκεῖα κτήματα ἐποιοῦντο. τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς τε ὀροφὰς τῶν ἱερῶν ἀνακτόρων κατέβαλλον καὶ τὰς κρηπῖδας ἀνεκίνουν· λύθρῳ τε τὰ τεμένη περιερρεῖτο καὶ τὰ λήια ἐμιαίνετο, | |
10 | πολλαχοῦ νεκρῶν ἀτάφων περιερριμμένων. ἀλλ’ οὐκ ἐς μακρὰν αὐτοὺς τὰ ἐνθένδε μετῆλθε μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ τι αὐτῶν νόσῳ διεφθάρη, καὶ οὐδεὶς ὅστις ἀπώνατο τῆς προτέρας ἐλπίδος· ἀδικία γὰρ καὶ θεοῦ ἀθεραπευσία φευκτὰ μὲν ἀεὶ καὶ ἀσύμφορα, μάλιστα δὲ ἐν τῷ προσπολεμεῖν καὶ παρατάττεσθαι. | |
15 | πατρίδι μὲν γὰρ ἐπαρήγειν καὶ νόμοις πατρίοις καὶ τοῖς ταῦτα λυμαινομένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει ἀμύνεσθαι, ὅσιόν τι ἂν εἴη καὶ μάλα γενναῖον· ὅσοι δὲ κέρδους ἕκατι καὶ δυσμενείας ἀλόγου μηδὲν ἐπίκλημα ἔνδικον ἔχοντες ἔπειτα φοιτῶ‐ σιν ἀνὰ τὴν ὀθνείαν τοὺς μηδὲν ἠδικηκότας σινόμενοι, οὗτοι δὲ | |
20 | ἀλαζόνες εἰσὶ καὶ ἀτάσθαλοι, οὔτε θέμιν εἰδότες οὔτε μέλον αὐ‐ τοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις. τοιγάρτοι ποιναί γε αὐτοῖς γεγόνασιν ἀκριβεῖς καὶ σφίσι ἐς ἀνηκέστους συμφορὰς τὰ πράγματα τελευτῶσιν, εἰ καὶ ἐπὶ βραχὺ εὐημερεῖν νομισθεῖεν. ὁποῖα καὶ τότε τοῖς βαρβάροις ξυνέβη. | |
25 | 10. Ὅτι κατὰ τὴν ἧτταν τῶν Φράγγων καὶ νίκην τῶν Ῥωμαίων φασὶν ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ ποταμοῦ ἱδρυμένην ὧδέ πως ἔχον ἐλεγεῖον· ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς | |
δέξατο Τυρσηνῆς ἠιόνος κροκάλη, | 13 | |
14 | ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, ὁπόσα δειλαίῳ πείθετο βουτιλίνῳ. ὄλβιον αὖ τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. | |
5 | τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχάρακται τῷ λίθῳ εἴτε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδέν, οἶμαι, τὸ κω‐ λῦον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημένων. 11. Ὅτι ἐγκεχάρακται βωμῷ τινι ἐς Τράλλεις ἐλεγεῖον ση‐ | |
10 | μαῖνον τὸ τοῦ Χαιρήμονος ὄνομα τοῦ ἐλθόντος πρὸς Καίσαρα Αὔγουστον ὄντι ἐν τῷ ὠκεανῷ καὶ ἀναδομησαμένου τὰς Τράλλεις κλασθείσας πάτρας σεισμῷ ποτε Κάνταβριν ἐς γᾶν Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος, Καίσαρι δ’ εἱλιχθεὶς περὶ γούνασι τὰν μεγάλαυχον | |
15 | ὤρθωσε Τράλλιν, τάν ποτε κεκλιμέναν. ἀνθ’ ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ’ ἐπὶ βωμῷ, οἷα δίκα κτίσταν, τάνδε φέροιτο χάριν. 12. Ὅτι τοῖς φιλοσόφοις κατὰ τὴν πορείαν ἐκ Περσίδος ἀνι‐ οῦσι κατ’ ὄναρ θάψασι τὸ νεοθανὲς σῶμα γέρων τις ἐπιφανεὶς | |
20 | εἶπε τόδε τὸ ἔπος· μὴ θάψῃς τὸν ἄθαπτον, ἔα κυσὶ κῦρμα γενέσθαι. γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετ’ ἄνδρα. 13. Ὅτι ὁ Χοσρόης τῶν φιλοσόφων ἐς πεῖραν ἐλθὼν ὅμως τὸν Οὐράνιον πλέον ἀγάμενος ἦν καὶ ἐπόθει. αἴτιον δὲ τούτου | |
25 | ὅπερ, οἶμαι, φύσει τῷ γένει πρόσεστι τῷ ἀνθρωπείῳ· πεφύκαμεν γὰρ ἅπαντες τὰ μὲν καθ’ αὑτοὺς καὶ παραπλήσια φίλα ἡγεῖσθαι καὶ κάλλιστα, ἀλεείνειν δὲ καὶ ἐκτρέπεσθαι τὸ ὑπερβάλλον. | |
14. Ὅτι ὁ Οὐράνιος τῷ πολλάκις ὑμνεῖν τὸν βάρβαρον καὶ δι’ | 14 | |
15 | ἐπαίνου ποιεῖσθαι, αὐτὸς δήπου κατὰ τὸ μᾶλλον ἔπεισε τοὺς πολλοὺς ὡς ........ 15. ........τάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου τε καὶ δυσμενείας ἄμφω τὼ βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς οὕτω | |
5 | δὴ ἐπὶ πλεῖστον τὴν ἀλλήλων ἔτι λυμαινομένους. εἰ δὴ οὖν νῦν γοῦν ἐστί σοι βουλομένῳ διαλλαγὴν ποιήσασθαι καὶ ξυνθήκας, ἄγε ὅπως αὐτὸς μὲν ἐς Τραπεζοῦντα τὴν πόλιν τὴν Ποντικὴν ἅμα τῷ στρατῷ μεταβήσῃ, ἐνθάδε δὲ ἡμεῖς μενοῦμεν οἱ Πέρσαι· οὕτω τε τὰ τῆς ἐκεχειρίας σχολαίτερον διαλεξόμεθα, πιστοῖς χρώμενοι | |
10 | ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν εἶναι ἀπάξεις ἐνθένδε τὸ στρά‐ τευμα, ἴσθι, ὦ γενναῖε, ὡς πρὸς ἀνάγκης ἀπελαθήσῃ. βεβαιότατα γὰρ ἐγὼ τὴν νίκην ἔχω, καὶ περιβέβλημαι οὐ χαλεπώτερον ἢ τόδε τὸ κτῆμα.“ καὶ ἅμα λέγων τὸν δακτύλιον ἐπεδείκνυεν ὃν ἐπεφέρετο. πρὸς ταῦτα δὲ ὑπολαβών „ἀλλ’ ἔμοιγε“ ὁ Μαρτῖνος „εὐκτὸν μὲν | |
15 | ἡ εἰρήνη δοκεῖ καὶ τιμιώτατον, καὶ συλλήψομαί σοι προσαγομένῳ τε αὐτὴν καὶ καθιστῶντι· ἄμεινον δέ, οἶμαι, ταῦτα δράσαιεν ἄν, εἴ γε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ δὲ ἐλεύ‐ σομαι ἐς Μουχιρῖσιν, οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα. τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ λόγῳ καὶ αὐθαδιάζε‐ | |
20 | σθαι καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων ἡγεῖσθαι κτημάτων· ἐγὼ δὲ καὶ τοῦτό φημι τῇ τοῦ κρείττονος ταλαντεύεσθαι γνώμῃ, καὶ οὐ παρὰ τοὺς μέγα βρενθυομένους 〈ἰέναι〉, ἀλλ’ ἐφ’ οὓς ἂν ὁ πάντων προαγωγὸς ἐπινεύσοι.“ οὕτω Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα ὁσίως ἀποκριναμένου καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος | |
25 | ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν ἀπ’ ἀλλήλων. 16. Ὅτι ὁ Ναχοραγᾶν πολλῷ ξὺν φρονήματι κατὰ τῶν Ῥω‐ μαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος ἦ μὴν | |
αὐθημερὸν τὴν πόλιν ἅπασαν ἐμπρῆσαι. ἐπελέληστο γάρ, ὡς | 15 | |
16 | ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος ὡς ἄρα ἐπὶ πόλεμον εἴη, πρᾶγμα οὕτω ἀφανές τε καὶ ἀδηλότατον καὶ πολλὰς ἐπιδεχόμενον ἐφ’ ἑκάτερα ῥοπὰς καὶ μεταβάσεις, μάλιστά τε πάντων θείας τινὸς καὶ ὑπερτέρας ἀνάγκης ἀπηρτημένον, ὅσῳ καὶ σμικρὸν ἐν | |
5 | αὐτῷ γίγνεται, ἀλλ’ ἔθνη τε ἀνθρώπων μυρία καὶ πόλεις συχναὶ καὶ πολιτεία ξύμπασα οὕτω παρασχὸν ἀνακινεῖται καὶ διαταράτ‐ τεται, καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. 17. Ὅτι τοσούτοις ἀνδράσιν ἐργοπόνοις καὶ τὰ πολέμια ἥκιστα μεμελετηκόσιν ἔς τε παράταξιν οὐπώποτε ἀφιγμένοις αὐτομάτου | |
10 | τινὸς καὶ παραλόγου ὀλέθρου ὁ Ναχοραγᾶν αἰτιώτατος γέγονεν, ἀνόητα παρασκευασάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον αὐ‐ τοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὓς ἂν ἐκείνοις ὑπηρ‐ ετεῖν συμβαίη καὶ πείθεσθαι. 18. Ὅτι πάλαι ἀποκεκριμένω τυγχάνετον ὠφελία καὶ παρα‐ | |
15 | νομία, ὠμότης τε καὶ δικαιοσύνη διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα. 19. Ὅτι τὸ ἀντίπαλον καὶ ἀλλότριον τοῖς ἔργοις γνωρίζεσθαι χρὴ οὐ τῷ πόρρω τετάχθαι. 20. Ὅτι ὁ Ἰουστῖνος ὁ στρατηγὸς κάκιστος ὢν μυρίους μετὰ | |
20 | ταῦτα διήνυσε πόνους καὶ μέγιστον ἤρατο κλέος ἀμφὶ τὸν Ἴστρον ποταμόν, τὰς τῶν βαρβάρων ἐπιδρομὰς ἀνακόπτων, ἀλλ’ οὐδὲν ἐνθένδε ἡ τοῦ κρείττονος ἐθωπεύετο δίκη οὐδὲ τούτοις ἐκεῖνα ἐκαλύπτετο. ἔμενε δέ, οἶμαι, ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. οὐ γὰρ ἅμα τῷ | |
25 | πλημμελεῖν καὶ τὰς τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν, μετὰ χρόνον δὲ ὡς τὰ πολλὰ καὶ ἴσως ἡνίκα τῶν προειργασμένων ἐπι‐ λελήσμεθα, καὶ ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ’ ἡμῶν γι‐ γνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καται‐ | |
τιώμεθα φθόνους ἀνθρωπίνους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τού‐ | 16 | |
17 | των οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάτ‐ τον ἐπίσταται τὸ πρέπον ἑκάστῳ καὶ ὀφειλόμενον, καὶ τρόπῳ ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν ἡμαρτημένα. | |
5 | 21. Ὅτι τῶν ἀγαθῶν ἔργων πρὸς ἀνάγκης ἀπογευόμεθα ἔστ’ ἂν τὸ δεδιέναι παρῇ. 22. Ὅτι τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν· ἐνθένδε τὰ κοινὰ | |
καταδεέστερα γίγνεται ...... | 17 | |
18(t) | Excerpta e Menandro | |
1 | 1. ...... λέξεως εὐγενεῖ ὅσον τῇ τῶν πραγμάτων ἀφη‐ γήσει καρποῦσθαι θαρρήσας· πῶς γὰρ οἷόν τε ἦν ἐμὲ ἐς τοσοῦ‐ τον ἀφῖχθαι παιδείας ὡς καὶ ἐς τὸ συγγράφειν ἰέναι; ἀπεριμέ‐ ριμνος γὰρ ἐσότι ἔμοιγε ὁ βίος καὶ ἐκδεδιῃτημένος ὑπῆρχεν. | |
5 | 2. Ὅτι ὁ πρὸς τοῦ κρατοῦντος ἠδικημένος χαλεπαίνει ὡς τὰ πολλὰ τῷ κοινῷ. 3. Ὅτι ὁ Σιλζίβουλος ὁ τῶν Τούρκων ἡγεμών, ἠκηκόει γὰρ ἤδη τῶν Ἀβάρων τῆς φυγῆς πέρι καὶ ὡς τὰ Τούρκων διαδηλησά‐ μενοι ᾤχοντο, οἷα φύσει φρονήματι ἕπεται βαρβάρῳ, ἀπαυθαδισά‐ | |
10 | μενος ἔφη ὡς „οὔτε ὄρνεις πεφύκασιν, ὅπως τῇ πτήσει ἀνὰ τὸν αἰθέρα διαφύγοιεν τῶν Τούρκων τὰ ξίφη, οὔτε μὴν ἰχθύες, ὡς ἂν ὑποβρύχιοι γενόμενοι ἐς τὰ κατώτατα τοῦ θαλαττίου ἀφανι‐ σθήσονται κλύδωνος, ἀλλ’ ὕπερθε περινοστοῦσι τῆς γῆς· καὶ ἡνίκα μοι ὁ κατὰ τῶν Ἐφθαλιτῶν διανυσθήσεται πόλεμος, ἐπιθήσομαι | |
15 | καὶ Ἀβάροις καὶ τὰς ἐμὰς ἥκιστα φευξοῦνται δυνάμεισ“. ταῦτα λέγεται ἐπικομπάσαντα τὸν Σιλζίβουλον ἔχεσθαι τῆς ἐπ’ Ἐφθα‐ λίτας ὁρμῆς. 4. Ὅτι ὁ Κάτουλφος κωλύων τὸν τῶν Ἐφθαλιτῶν ἡγεμόνα τῆς πρόσω πορείας ἐπεφθέγγετο βαρβαρικὸν μέν τι καὶ παροι‐ | |
20 | μιῶδες, ὅμως δὲ ἐχόμενον πειθοῦς, ἕνα κύνα ἐν τοῖς οἰκείοις ὀθνείων δέκα ῥωμαλεώτερον εἶναι. | |
5. Ὅτιπερ οὐδὲν οὕτω βέβαιον ὡς τὸ τῆς νίκης ἀβέβαιον. | 18 | |
19 | 6. Ὅτι ἐν τοῖς μεγίστοις κινδύνοις πολλάκις παραπέσῃ γε τῇ τόλμῃ τὸ σώζεσθαι. 7. Οὐ γὰρ ἔμοιγε τἀληθῆ σιγητέον, ἀλλ’ οὐδὲ πρὸς χάριν εἴποιμί τι τῶν μέγα δυναμένων. οἷς γὰρ οὐκ ἔνεστι τὸ εὐκλεές, | |
5 | τούτοις ἐγκώμια προσφέρων τις παρὰ τὴν πάντων δόξαν κατα‐ γέλαστον τίθησι τὸν ἐπαινούμενον, καὶ τὴν ἀλήθειαν ἐπισκιάζειν βουλόμενος κἀν τοῖς ὁμολογουμένοις ψεύδεσθαι δόξει. 8. Ὅτι ὀλισθηρότατόν τι χρῆμα ἡ νίκη καὶ διαδιδράσκειν οἵα τε οὖσα ῥᾳδίως. ταῦτά τοι καὶ Ὅμηρος αὐτήν φησιν ἐπαμείβε‐ | |
10 | σθαι τοὺς ἄνδρας. 9. Ὅτι ψυχὴ τυραννουμένη πρὸς φόβου τῶν δεόντων κατ’ οὐδὲν ὁτιοῦν προμηθεύσεται. 10. Πᾶν γὰρ ἀγαθόν τε καὶ κακὸν τῇ ἀνθρωπίνῃ ταλαντεύ‐ εται γνώμῃ καὶ τῷ βουλομένῳ προσδέχεται τὴν ῥοπήν. | |
15 | 11. Ὅτι φησὶν ὁ Μένανδρος ὁ ἱστορικὸς περὶ Πέτρου τοῦ πρέσβεως καὶ Χοσρόου· οἵδε μὲν οὖν οἱ λόγοι προῆλθον ἐξ ἀμφοῖν, καὶ οὐχ ἕτερα νοήματα ἐλέχθη Σουανίας πέρι, οὐδὲ μὴν ἀνθ’ ἑτέρων ἑτέραις λέξεσιν ἐχρησάμην, ἢ τὸ χθαμαλώτερόν πως ἔστιν ᾗ τῶν λόγων, καθ’ ὅσον οἷόν τέ μοι, μετέφρασα ἐς τὸ Ἀτ‐ | |
20 | τικώτερον. οὐ γὰρ ἔμοιγε θυμῆρες τὰ εἰρημένα κυρίως καὶ ἐς ἐμὲ ἥκοντα, ὡς οἶμαι, ἐς τὸ ἀκριβὲς μεταφέρειν ἐς ἑτερολογίαν, καὶ τῷ γλαφυρῷ τῶν ῥημάτων οὐχὶ τὰ ὅσα ἐρρέθη, ἀλλὰ γὰρ τὴν τῆς ῥητορικῆς ἐπιδείκνυσθαι δύναμιν, μάλιστα καὶ περὶ σπονδῶν οὕτω μεγίστοιν δυοῖν βασιλέοιν καὶ πολιτείαιν ποιουμένῳ μοι τὴν ἀπαγ‐ | |
25 | γελίαν. εἰ δέ γε ἄρα βούλεταί τις τὰ ὅσα Περσῶν βασιλεὺς καὶ Πέτρος τηνικαῦτα ἀκριβολογησαμένω ἤστην εἰδέναι, ἀναλεξάσθω ταῦτα ἐκ τῆς αὐτοῦ Πέτρου συναγωγῆς· ἅπαντα γὰρ αὐτῷ ἀνα‐ | |
γέγραπται ἐς τὸ ἀκριβὲς ὁπόσα Χοσρόης καὶ πρέσβεις Ῥωμαίων | 19 | |
20 | καὶ Περσῶν ἔλεξάν τε καὶ ἤκουσαν αὐτοῖς τοῖς λόγοις τῶν φθεγ‐ ξαμένων εἰρημένα, εἴτε κατὰ θωπείαν τινὰ ἐξ ἀμφοῖν τοῖν μεροῖν τυγχάνουσι λεγόμενα εἴτ’ οὖν κατασοβαρευόμενοι σφῶν ἔλεξαν ἄττα ἢ εἰρωνευόμενοι ἢ καὶ ἐπιτωθάζοντες ἢ καὶ ἀποφλαυρίζοντες· καὶ | |
5 | ἁπλῶς ὅσα ἐνῆν καὶ ὅπως περὶ τόσου πράγματος διαλεγομένους τοὺς ἀμφοτέρας πολιτείας ἄνδρας εἰπεῖν, ἐνθένδε ἀναλεκτέον. τεῦχος γὰρ μέγιστον ἐσότι τῶν τοιῶνδε πεπλήρωται, οἶμαι, ξὺν ἀληθείᾳ λόγων, εἰ μὴ Πέτρῳ κεκόμψευται τι τῆς αὐτοῦ χάριν εὐκλείας, ὡς ἂν τοῖς μετέπειτα δειχθείη ὡς μάλα ἐμβριθής τε ἦν | |
10 | καὶ ἀνάλωτος ἐν τῷ ῥητορεύειν τὸ καταμαλάξαι φρονήματα βαρ‐ βαρικὰ σκληρά τε καὶ ὀγκώδη. ἅπαντα δὴ οὖν ἐν τῇ περὶ τούτων βίβλῳ ἀναλεγόμενος ὁστισοῦν εὑρήσει· οὐ γὰρ ἔμοιγε ὑπῆρχεν ἀναγκαῖον οὐδὲ ἄλλως ἁρμόδιον ἐν ξυγγραφῇ περιττολογίᾳ χρῆ‐ σθαι καὶ ἐφ’ ἑνὶ κεφαλαίῳ ἐμφιλοχωρεῖν· ὡς, εἴ γε ἅπαντα ἀνε‐ | |
15 | γραψάμην τὰ ὅσα κατ’ ἐκείνην γε δήπου φέρεται τὴν διφθέραν, ἀπέχρησέ μοι ἂν ἡ τῶν σπονδῶν ῥαψῳδία ἐς μεγίστης ἱστορίας ὑπόθεσιν. ἐγὼ δὲ ἐκεῖθεν ἀρυσάμενος ὅ, τι χρειῶδες ἐν ὀλίγῳ ἔλεξα. 12. Ὅτι ἐν ταῖς εὐπραγίαις τῶν δυσμενῶν διπλασιάζεσθαι πέφυκε τὸ ἔχθος. | |
20 | 13. Ὅτι τὸ εὐτυχεῖν οὓς οὐκ ἐχρῆν ὑπόθεσις γίνεται τοῦ μὴ τὰ δέοντα φρονεῖν τοῖς μὴ λογισμῷ βεβηκότι χρωμένοις τῇ τύχῃ. 14. Ὅτι φιλοτάραχον χρῆμα ὁ δῆμος καὶ φύσις αὐτῷ ἡ προ‐ πέτεια. 15. Ὅτι χαλεπὸν ἀμελούμενόν τι χρῆμα καὶ δυσκαταγώνιστον | |
25 | ἐμφύλιος πόλεμος. 16. Ὅτι ἀνδρείας ἐπίδειξις προερχομένη κατὰ τῶν φύσει δυσ‐ μενῶν καὶ οὐ κατὰ τῶν ὁμοδιαίτων ἐνδοξότερον τίθησι τὸν ἐπι‐ δεικνύμενον. 17. Ὅτι οἱ Γότθοι παντελῶς ὑπὸ Ῥωμαίων ἡττήθησαν. καὶ | |
30 | ἔγωγε τὰ τοιάδε ἄγαμαι οὐδαμῶς· χρόνῳ γὰρ συμμεταμορφοῦσθαι | |
πέφυκε τὰ ἀνθρώπεια, εὕροις τε σχεδὸν ἅπασαν ἱστορίαν τῶν | 20 | |
21 | τοιῶνδε χαλεπῶν ἀνάπλεων, γένη τε μέγιστα καὶ πόλεις νῦν μὲν ἐς ἄγαν εὐημερήσαντα, νῦν δὲ ἐς τὸ μὴ εἶναι κατολισθήσαντα παν‐ τελῶς. ταῦτα μὲν οὖν καὶ τὰ τοιάδε ἡ περιφορὰ νεοχμοῦσα τοῦ χρόνου καὶ πρὸ τοῦ ἐπεδείξατο, καὶ μὲν οὖν ἐπιδείξεται αὖθις, | |
5 | καὶ ἐπιδεικνυμένη οὐ παύσεται, ἔστ’ ἂν ἄνθρωποί τε ὦσι καὶ μάχαι. 18. Ὅτι μέχρι τοσούτου δέον πονεῖν ἄχρι τῆς ἐκ τῶν πόνων ὠφελίας ἐν ἀπολαύσει καθεστάναι δύναιτό τις· ὁ γὰρ μὴ οὕτω βιοτεύων, εἰ καὶ πλέον ἔχει τῶν ἄλλων, ἧττον ἔχει τῶν ἀγαθῶν. | |
10 | 19. Ὅτι ὁ ξὺν τῇ δυνάμει τῶν πέλας νικήσας οὐδὲν ἧττον ὥσπερ νενικηκόσι τοῖς ἡσσημένοις παραχωρήσει μεγαλαυχεῖν τῷ πρὸς διττὴν αὐτοὺς ἀγωνίζεσθαι δύναμιν. 20. Ὅτι κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα. πολ‐ | |
15 | λάκις γὰρ καὶ τό γ’ ἀληθὲς ἐν ὑπονοίᾳ γενόμενον ἀσφαλές. 21. Ὅτι καὶ αὖθις ὁ τῶν Ἀβάρων ἡγούμενος ταῖς πρώην ἐχρήσατο ἀπειλαῖς. καὶ ἐπειδὴ κομπάζων καὶ μεγαλορήμων ἐσότι ὑπάρχων οἷός τε οὐκ ἐγένετο ἐκδειματῶσαι τοὺς Ῥωμαίους (οὗτοι γὰρ δὴ πρὸς οἷς οὐκ ὀρρωδία τις αὐτοῖς ἐνέσκηψε ........), | |
20 | ἀλλὰ γὰρ καὶ ἀπεφλαύριζον καὶ περιεφρόνουν τὸν βάρβαρον, οὐ μὴν ἀλλὰ καὶ κομπωδεστέραις ἐχρῶντο ταῖς ἀντιλογίαις. 22. Ὅτι μεμίσηται τυραννίς, κἂν ἀντίπαλος εἴη ὁ τυραννού‐ μενος. 23. Ὅτι τῇ κακηγορίᾳ ἔνεστιν ὡς τὰ πολλὰ ἐπιχαιρεκάκῳ | |
25 | οὔσῃ ἀόκνως περινοστεῖν τε καὶ ἀνευρύνεσθαι. τὸ ἑαυτῆς οὖν ἐπιτελοῦσα ἐφοίτα ψιθυρίζουσα κατὰ τούτου. ἐπεὶ δὲ ἐνεφώλευε τοῖς ὠσί, τὸ ἀστάθμητόν τε καὶ ἀλλόκοτον τούτου ἐκτραγωδοῦσα, | |
οἱ ταύτῃ οἰκήτορες (φύσει γὰρ τοῖς οὔπω παροῦσιν ........ | 21 | |
22 | ὑπήκοον) ἤχθοντο, καὶ περιέφερον ἐν στόματι τὸν ἡγεμόνα ἅτε ἀνοσιουργόν. 24. Ὅτι ὁ ἱστορικός φησι Μένανδρος περὶ Ἰσαοζίτου τοῦ ἐν Περσίδι σταυρωθέντος· ἐγὼ δὲ πυθόμενος καὶ τὸν ἄνδρα ἐσότι | |
5 | ἀγασθεὶς ἐν νῷ ἐβαλόμην ὡς καὶ ἄξιον τῷ τοῦ θεοῦ θεραπευτῇ τῷ βαρβάρῳ ἐν ἑξαμέτρῳ ἐπίγραμμα λέξαι. καὶ δὴ λέλεκταί μοι τὸ ἐπίγραμμα ὧδε· ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσαοζίτης εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας. | |
10 | εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι, ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων. κείνῳ δ’ ἐσβέσθη δύναμις φλογός, ἀλλὰ καὶ ἔμπης νικηθεὶς νίκην ἤνυσα θειοτέρην. 25. Ὅτι ὁ αὐτὸς Ἰσαοζίτης, παραινούντων αὐτὸν ἐσταυρω‐ | |
15 | μένον ὄντα ἐς τὰ πάτρια μεταθεῖναι νόμιμα καὶ σώζεσθαι, ἔφη μεταμελεῖσθαι οὐχ ὅτι ἐς τοῦτο ἔγνω σωτηρίας ἐλθεῖν, ἀλλ’ ὅτι ἔγνω ὀψέ. ταῦτα ἔλεγε γλιχόμενος κατὰ τὸ ἀπαραίτητόν τε καὶ καρτερὸν τῶν οὐρανίων ἐκ τῶν παλαιῶν στεφάνων τὰ ἀκήρατα ἀναδεῖσθαι νικητήρια, καὶ ἠξίου τὸ βραχὺ καὶ ἀνόνητον τοῦ βίου | |
20 | ἑκοντὶ ἀποτίθεσθαι ἐπὶ ῥητῷ μισθῷ τινι τοῦ διαβιῶναι ἐς ἀεί. 26. Ὅτι ἡ ἐς τὰ μέγιστα τῶν ἐγχειρημάτων ὁρμὴ πλέον πέ‐ φυκε τὸ ἀναχαιτίζον τοῦ παρορμῶντος ἔχειν, ἄλλως τε καὶ ἢν πλη‐ | |
θὺς ὦσιν οἱ ἐς προῦπτον κίνδυνον ἐθέλοντες ἀφιέναι. | 22 | |
23 | 27. Ὅτι περὶ Προκοπίου τοῦ ἱστορικοῦ καὶ δικηγόρου φησὶν ὁ Μένανδρος· οὐ γὰρ ἔμοιγε δυνατὸν οὐδέ γε ἄλλως πέφυκε θυ‐ μῆρες τοσαύτῃ λόγων ἀκτῖνι τὴν ἑαυτοῦ θρυαλλίδα ἀντανασχεῖν. ἀρκέσει δέ μοι ἐν μικροῖς ἐγκαλινδεῖσθαι τοῖς ἐμαυτοῦ καὶ τῷ | |
5 | Ἀσκραίῳ ἕπεσθαι ποιητῇ ἠλίθιόν τινα καὶ παράφρονα εἶναι φάσ‐ κοντι τὸν ἐς τοὺς κρείσσονας ἁμιλλώμενον. 28. Ὅτι μετὰ τὴν τῶν Ῥωμαίων ἧτταν λέγεται ὡς τηνικαῦτα ἀγγελίαις ἐχρήσατο ὁ τῶν Ἀβάρων στρατιάρχης ὡς Τιβέριον· καὶ ὁ σταλεὶς ἀγγελιαφόρος ἔλεξεν „τί δὴ τὴν ὀλιγοχειρίαν νοσοῦντες | |
10 | πρὸς Ἀβάρους φημὶ καὶ Σκύθας πόλεμον ἐξενεγκεῖν ἐτολμήσατε. ἢ οὐχ ὑμῖν γράμματά τε καὶ διφθέραι εἰσὶν, ὅθεν ἀναλεγόμενοι γνώσεσθε ὡς ἀκαταγώνιστά τε καὶ ἀμαχώτατα τὰ φῦλα τὰ Σκυ‐ θικά;“ Τιβέριον δὲ φάναι ἀμοιβαίῳ ... 29. ......... εἶναι ἐπιτήδειον. | |
15 | 30. Ὅτι ὀρθότατα διάνοια προσφερομένη πρὸς τὸν πέλας καὶ μὴ ἐκτραπεῖσα τοῦ πρέποντος οὐκ ἀγνωμονηθήσεται τῷ ἀδήλῳ τῆς ψυχῆς ἀνταλλάγματι. 31. Ὅτι ἐλπίδι τοῦ νικᾶν τοῦ πλείονος ὀρεγόμενος, τῆς ἀδή‐ λου ῥοπῆς ἀναλογισάμενος τὸ σφαλερὸν, ἕξει τὴν αὐτοῦ δόκησιν | |
20 | ἀβουλίας ὑπόθεσιν. 32. Ὅτι οἱ ἄνθρωποι οὐ καθ’ αὑτοὺς ἀδικοῦνται μόνον, ἀλλὰ συναδικοῦνται καὶ φίλων, ὡς εἰκός, ὑφ’ ἑτέρων πασχόντων κακῶς. 33. Ὅτι οὐχ ὅστις ἀντεπιβουλεύει τοῦ δικαίου κατόπιν ὀφθή‐ σεται, ἀλλ’ ὃς ἐπιβουλεύει τῶν χαλεπῶν ὑπόθεσις γίνεται. | |
25 | 34. Ὅτι ἀφιλοπρωτεία μόνη καὶ φθόνου κατάλυσις τὰ και‐ | |
ριώτατα συνιστᾷ. | 23 | |
24 | 35. Ὅτι τὸ εὔδαιμον οὐκ ἐξ αὐτομάτου τινὸς ἐπιρρεῖ, ἀλλ’ ὅτι τῆς ἀληθοῦς εὐτυχίας οἱ πόνοι γονεῖς· ὅθεν καὶ ἡδυτέρα τις ἡ ἐκ τῶν πόνων ἀπόλαυσις. 36. Ὅτι, ὡς ἔοικε, πρὶν ἢ Μαυρίκιον ἡγεμονεῦσαι τοῦ στρα‐ | |
5 | τοῦ, τὰ κατὰ τῶν δασμοφορούντων ἀδικήματα ἔσφηλε Ῥωμαίους. ταύτῃ τοι καὶ κατά τινα θεήλατον ὀργὴν τὰ δοκηθέντα οὐκ ἐτε‐ λέσθη, ἀλλὰ γὰρ καὶ ἐπέσκηψεν ἐς τοὐναντίον. φιλεῖ γάρ πως τὸ θεῖον τοῖς ἄδικα πεπραχόσιν οὔτι οἰομένοις τὰς ποινὰς ἐπιφέ‐ ρειν, ὡς ἂν τῷ παραλόγῳ τῶν ἀποβάντων σωφρονίζοιντο πλέον. | |
10 | 37. Συνεστηκότος γὰρ ἔτι τοῦ τῶν πολεμίων στρατοῦ καὶ τὸ πλῆθος τῆς Ῥωμαίων στρατιᾶς δεδιότος, καιροφυλακοῦντος δὲ εἴ πῃ διασπασθεῖεν καὶ δώσοιεν αὐτοὶ τῆς καθ’ ἑαυτῶν ἐφόδου και‐ ρὸν ἀσύμφορον, ἔδοξε δέ τισι τοὺς ἅμα πάντας ἀπροσμάχους νομιζομένους, τούτους κατὰ τὴν πολεμίαν διαιρεθέντας εὐεπιχει‐ | |
15 | ρήτους ποιῆσαι. 38. Ὅτι εἰπὼν περὶ τῶν ὀκτακοσίων λευκῶν ἵππων ὑπὸ Ἀζα‐ ρέφθου ἁλόντων καὶ ἐς θρίαμβον ἀχθέντων φησὶν ὁ ἱστορικὸς Μένανδρος· ταῦτά μοι ἡ ἀβουλία καὶ ἡ καταφρόνησις ἡλίκα ἐργά‐ ζονται κακὰ παραστῆσαι βουλομένῳ λέλεκται, καὶ ὡς ὁ θεός, ἡνίκα | |
20 | ἂν οὐ ξυνεπιλαμβάνηται, καὶ τὰ δοκοῦντα εὖ βεβουλεῦσθαι περι‐ άγεται ἐς τοὐναντίον, καὶ ὡς ἄγαν χαλεπὸν καὶ πολιτείαν δια‐ φθεῖραι δυνάμενον τὸ τῶν ὑπηκόων ἀνήκοον. Μαυρίκιος μὲν γὰρ ὁ τῶν Ῥωμαίων στρατηγὸς εὖ βεβουλεῦσθαι ἐδόκει, καὶ καθ’ ὅσον οἷόν τε ἦν ἀνθρώπῳ προέγνω τὰς ἀδήλους τῶν πράξεων ἀπο‐ | |
25 | βάσεις, τῇ δὲ τῶν ἄλλων στρατηγῶν ἀκοσμίᾳ τῷ μὴ φυλάξαι τὰ πρὸς αὐτοῦ εἰρημένα τε καὶ παρεγγυηθέντα ἐς ἔσχατον κινδύνου τὰ Ῥωμαίων ἤλασε πράγματα. καὶ οὐχ ἡ σταλεῖσα μὲν πρὸς τοῦ ἡγεμόνος κατά τε τὸ Δούβιον καὶ Ἰβηρίαν ταῦτα ἐδυστύχησε στρα‐ τιὰ μόνον, αὐτὸς δὲ ὁ Μαυρίκιος ἀπαθὴς κακῶν ἔμεινεν, ἀλλὰ | |
30 | κἀκεῖνος ἐς τελευταίας διωλίσθησεν ἐλπίδας, ὅμως διεσώθη μόλις. | 24 |
25 | 39. Ὅτι ἡ τῶν προσδοκηθέντων ἀναβολὴ τὸν προσδοκήσαντα ῥαθυμότερον διατίθησιν. 40. Ὅτι φήμη ἀεὶ χειροῦται τὰ πράγματα, καὶ τὰ δοκοῦντά πως ἄδηλα καθεστάναι προτίθησι ταῖς ἀκοαῖς, ὥσπερ ἐπ’ ἀγορᾶς | |
5 | ἐν φανερῷ τῷ βουλομένῳ πρίασθαι ὤνια. 41. Ὅτι ἠλλάξατο τοῦ πονεῖν βίον τινὰ ἀνειμένον προῃρη‐ μένος τοῦ ἐνδοξοτέρου τὸ ἄδοξον. 42. Ὅτι οὐκ ἐν ῥώμῃ σώματος, ἀλλ’ ἐν ἀνδρίᾳ ψυχῆς ἡ τοῦ πολέμου ῥοπὴ κινδυνεύεται. | |
10 | 43. Ὅτι οὐδὲν οὕτω ῥαστώνης τε καὶ τρυφῆς καὶ ἀναπαύλας ὡς κίνδυνοι καὶ πόνοι καθεστήκασιν αἴτιοι. πόνος μὲν γὰρ τῶν προκτηθέντων ἀπόλαυσις ὥσπερ ταμιεῖόν τι τῆς εὐκλείας καθ‐ έστηκε, τρυφὴ δὲ ἄνευ τοῦ προπαιδεύεσθαι πόνοις τοῦ κάκιστα ζῆν ἡγεμών· ἔστι δὲ καὶ αὐτοῦ τοῦ ζῆν μετὰ τῆς ἀδοξίας ἀπαλλαγή. | |
15 | 44. Ὅτι ὁ Ταγχοσδρὼ ἐβλήθη ὑπό τινος ὀλεθρίαν τινὰ πλη‐ γήν. καὶ ἔμοιγε οὐκ ἀπὸ τρόπου φαίνεται τὸ τοιόνδε γενέσθαι· ἐργάτις γὰρ τῶν τοιούτων ἡ τύχη. πολλοὶ γὰρ πολλάκις τῶν λίαν εὐδοκίμων ὑπὸ ἀδοκίμων ἐσφάλησαν, καὶ φύσει τινὶ τὰ παράδοξα τῷ ἀνθρωπείῳ συμπεριφέρεται γένει. | |
20 | 45. Ὅτι ὁ Μαυρίκιος ἡττηθεὶς ὑπὸ Περσῶν μεγίστῃ κατεί‐ χετο ἀνίᾳ· οἷς γὰρ παρ’ ἐλπίδα τι ἀποβαίνει, ἐν μὲν τῷ καιρῷ τῆς πράξεως ἀνθέλκονται τῇ τοῦ περιέσεσθαι ἀνάγκῃ, παραπτά‐ | |
σης δὲ τῆς ἀκμῆς τοῦ ἔργου ἐν ἡσυχίᾳ γενόμενοι τὸ λοιπὸν ἀθυ‐ | 25 | |
26 | μότατα διατελοῦσιν· ἀναλογιζόμενοί τε τὰ ξυμπεσόντα ὑπολοφύ‐ ρονται τὰς ξυμφορὰς καὶ τῇ ζώῃ ἀπεχθάνονται. καὶ Μαυρίκιος οὖν, ἐπειδὴ αὐτῷ ἐς τοὐναντίον ἤπερ ἤλπισεν ἐτελεύτησεν ὁ πόλε‐ μος καὶ τὰ προσδοκηθέντα ἀπέβη τηνάλλως, τότε ἐκδοὺς τὸ ὅλον | |
5 | ταῖς ψυχικαῖς ἀλγηδόσι καὶ ταῖς δυσθυμίαις ἑαυτὸν τῇ συνεχεῖ τῶν χαλεπῶν ὑπαντῇ ἄπορος ὑπῆρχε. 46. Ὅτι ..............α ὡς αὐτὸν Καλλίστρατος καὶ Ζαχαρίας καὶ ἐπαγώγοις χρησάμενοι ῥήμασιν ἐπειρῶντο ἀπάγειν τὸν ἄνδρα τῆς λύπης εω̣...σαν τ̣ε̣ κα̣ι̣ α̣υ̣τ̣ο̣κρατορα ...ασθαι | |
10 | αὐτόν. 47. Ὅτι ὁ Θεόγνις εὑρηκὼς Ῥωμαίους ἀτρέμα διάγοντας τῷ | |
τοὺς ἀρτιμαθεῖς τὰ πλεῖστα ...... | 26 | |
27(t) | Excerpta ex Theophylacto | |
1 | 1. ..... χάρις, ἅτε νῆσος, ἀπείριτος ἐστεφάνωται. τέλος τοῦ διαλόγου. 2. Δεῖ μὴ μόνον τοῖς ἐκ φύσεως ἀλλὰ καὶ οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. ἔνεστι γὰρ λόγος αὐτῷ, χρῆμά τι | |
5 | θεῖον καὶ ἀξιάγαστον. τούτῳ καὶ θεὸν αἰδεῖσθαι καὶ σέβειν με‐ μάθηκεν καὶ τὰ τῆς οἰκείας ἐνοπτρίζεσθαι φύσεως καὶ τῆς ἑαυ‐ τοῦ διαπλάσεως τὴν σύνταξιν οὐκ ἠγνόησε. τοιγάρτοι λόγῳ καὶ πρὸς ἑαυτοὺς συννεύουσιν ἄνθρωποι ἐκ τῆς ἔξω περιωπῆς ἐπ’ αὐτὸν τὸν νοῦν εἰσκυκλήσαντες, τά τε περὶ τῆς σφῶν αὐτῶν δημι‐ | |
10 | ουργίας ἀνελίττουσιν ὄργια. πολλὰ μὲν οὖν οὗτος ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται καὶ συνέριθός ἐστι τῆς φύσεως ἄριστος. ἃ γὰρ ἐκείνη διέλειπε λόγος τετελεσιούργηκε βέλτιστα, ἃ μὲν ἐς θέαν ἐγκαλλωπίσας, ἃ δὲ ἐς γεῦσιν ἡδύνας, ἔνια πρὸς ἁφὴν τονώ‐ σας ἢ μαλακίσας, ἄλλα πρὸς ἀκοὴν μουσουργήσας, τῇ τῆς ἀπη‐ | |
15 | χήσεως ἴυγγι κατακηλῶν τὴν ψυχὴν καὶ πρὸς τὸ ἄκουσμα μεθελ‐ κόμενος. ἢ οὐχὶ καὶ τεχνῶν οὗτος σοφιστὴς πιθανώτατος; ἐξ ἐρίου μὲν εὐήτριον ἱστουργήσας χιτώνιον, ἐκ δὲ ξύλων γεωργοῖς μὲν τεκταινόμενος ἐχέτλην, πλωτῆρσί τε κώπην, τῷ τε στρατιώτῃ πέλτην καὶ γέρρον κινδύνων πολεμικῶν ἀμυντήρια. ἀξιολογώτατόν | |
20 | τε πάντων, τὸ τῆς ἱστορίας διέθετο πολυπειρότατον ἀκοῇ μὲν ἥδυσμα, τῇ δὲ ψυχῇ παιδευτήριον· οὐδὲν γὰρ ταῖς φιλοπευθέσι | |
ψυχαῖς ἔνεστιν ἱστορίας ἐπαγωγότερον. ἱκανὸν δὲ τῷ τεκμηρι‐ | 27 | |
28 | ῶσαι Ὁμηρικῆς τι δέλτου διήγημα. ἐπὶ τὴν Ἀλκινόου τοῦ βασι‐ λέως αὐλὴν ὁ τοῦ Λαέρτου παῖς ἔναγχος ἐκ τοῦ θαλαττίου κλύ‐ δωνος ἐπὶ τὴν ἤπειρον ἐκβρασθεὶς ἐξενίζετο, καὶ πολλὴ ἀμφὶ τὸν Ὀδυσσέα φιλοφροσύνη περιεκέχυτο. πρόχειρον γὰρ ἦν γυμνῷ καὶ | |
5 | τετρυχωμένῳ τὸ σῶμα συμφορᾷ ναυαγίας ἐσθῆτα λαμπρὰν ἐμπορ‐ πήσασθαι, ὑπῆν δ’ αὐτῷ καὶ κοινὸν τῆς βασιλείου τραπέζης ἀξίωμα. καὶ οὖν τῷ ἐπήλυδι παρείχετο καὶ γλώττης ἐλευθερία καὶ διηγημάτων ἐκθέσεως ἄδεια. τοὺς δὲ Φαίακας οὕτω τὰ τῆς ἱστορίας ἐνεύφραινεν ὡς χαίρειν εἰπόντας τῷ πότῳ θέατρον εἶναι | |
10 | δοκεῖν τὸ συμπόσιον καὶ διανιστᾶν τὰ ὦτα καὶ κεχηνέναι θεωμέ‐ νους τὸν ἄνδρα καὶ τῷ μήκει μηδαμῶς τῆς διηγήσεως ἀποκναίεσθαι. καίτοι τὰ πολλὰ τῶν ἀφηγημάτων κατηφεῖς εἶχε τὰς ὄψεις· με‐ γίστων γὰρ κινδύνων περιέρρει τῇ συνουσίᾳ. λίχνον γὰρ [καὶ] ἀκοὴ καὶ ἀκόρεστον, ἑστιωμένη λόγον παράδοξον. ἔνθεν ἄρα καὶ | |
15 | τοὺς ποιητὰς ἐπὶ παιδείᾳ πρώτους ἐνευδοκιμήσαντας ἔστι θεάσα‐ σθαι· παραλαβόντες γὰρ οὗτοι τὰς τῶν ἀνθρώπων ψυχὰς φιλοΐ‐ στορας καὶ πρὸς μάθησιν ὀργώσας ἀεὶ καὶ ξένων διψώσας διηγη‐ μάτων, τεχνουργοῦσιν αὐταῖς μυθολόγημα, καὶ περιβάλλουσι φρά‐ σιν τῷ πλάσματι, ῥυθμῷ δὲ τὸ ψεῦδος στιβίζουσι, καὶ μέτροις | |
20 | οἷα κεστοῖς θελκτηρίοις τισὶ τὸ τεράτευμα καλλωπίζουσι. καὶ τοσαύτην εἶχεν ἡ ψυχαγωγία τὴν δύναμιν, ὡς καὶ θεολόγους εἶναι νομίζεσθαι, καὶ παρ’ ἐκείνους φοιτᾶν τοὺς θεούς, καὶ ταῖς ἐκεί‐ νων γλώτταις παραγυμνοῦν τοῖς ἀνθρώποις τὰ οἴκοι, καὶ εἴ τί ποτε τῷ σφῶν αὐτῶν βίῳ συνέτυχεν ἀνδραγάθημα ἢ δυστύχημα. | |
25 | οὐκοῦν εὑρήσειέ τις κοινὴν ἁπάντων ἀνθρώπων τὴν ἱστορίαν δι‐ δάσκαλον, εἰσηγουμένην οἷς τε ἐγχειρητέον καὶ ἃ παροπτέον ὡς μὴ συνοίσοντα. ἐμφρονεστάτους τε τοὺς στρατηγοὺς δι’ ἐκείνης ἔστιν ἰδεῖν· τάττειν γὰρ δυνάμεις ἐπίσταται, ὅπως τε λόγοις σοφί‐ ζεσθαι δεῖ τὸ πολέμιον. καὶ ταῖς μὲν τῶν ἄλλων συμφοραῖς | |
30 | προμηθεστέρους σφᾶς αὐτοὺς ἀπεργάζεται, τοῖς προσφαλεῖσιν ἑτέροις ἐκείνους ἰθύνουσα· ταῖς δ’ αὖ πάλιν εὐπραγίαις εὐδαι‐ μονεστέρους ἀπέδειξε μικραῖς ἀφορμαῖς μεγάλας ἀρετῶν κορυφὰς ἐπαυξάνουσα. καὶ τῷ μὲν πρεσβύτῃ χειραγωγός τίς ἐστι καὶ βακ‐ τηρία, τῷ δὲ νέῳ παιδαγωγὸς κάλλιστος καὶ συνετώτατος, τῇ | |
35 | πολυπειρίᾳ πολιοῦσά πως τὸ νεώτερον καὶ προφθάνουσα τοῦ χρόνου τὰ κατ’ ὀλίγον μαθήματα. πρὸς ἣν ἐπιδραμοῦμαι καὐτός, | |
εἰ καὶ μεῖζον ἢ κατ’ ἐμὲ τὸ ἐγχείρημα διὰ τὸ τῆς λέξεως ἀγεννὲς | 28 | |
29 | τῶν τε νοημάτων τὸ ἀδρανέστατον τῆς τε τοῦ λόγου συνθήκης τὸ ἀκαλλὲς τό τε τῆς οἰκονομίας ἀτεχνότατον. εἰ δέ τῳ εὔχαρί τι τῶν ἐκτεθησομένων φανείη, τύχῃ τινὶ προσαπτέτω· μὴ γὰρ ἐπι‐ στήμη τὸ αἴτιον. | |
5 | 3. Ὅτι οἷς ἀφθονία τῆς ἐξουσίας, τούτοις εἰκὸς καὶ τὰ σφάλ‐ ματα παρέπεσθαι πλείονα. 4. Ὅτι οὐ τὸ μόνον διατηρῆσαι κράτος ἐμπιστευθέν ἐστιν ἀγών, ἀλλὰ καὶ τὸ δεόντως ἑτέροις παραπέμψαι τὸν κλῆρον. 5. Ὅτι ἀνουθέτητον ἐξουσία καὶ παιδείας οὐκ ἀνεχόμενον. | |
10 | 6. Ὅτι φιλεῖ ἡ συμφορὰ καὶ τῷ θεατῇ μεταδιδόναι τοῦ πάθους. 7. Ὅτι εἴωθε δεινοπαθεῖν τὸ ὑπήκοον ἐπὶ ταῖς ἀώροις μετα‐ στάσεσι τῶν ἐπιβεβηκότων δυνάμεως, εἴγε πιθανῶς καὶ δημο‐ τικώτερον τῆς ἡγεμονίας ἀπάρξαιντο. | |
15 | 8. Ὅτι οὐχ οὕτω τοῖς ἀνθρώποις τῶν παρῳχημένων ἐστὶν ἀνάμνησις ὡς ἡ περὶ τὰ παρόντα μετὰ σπουδῆς ἐπιμέλεια. 9. Περὶ ὧν οὔ μοι σχολὴ ἐπεξεργαστικώτερον τοῖς μακροῖς Μενάνδρου λόγοις ἐπεξελθεῖν, αὖθις δ’ ἀριζήλως εἰρημένα μυθο‐ λογεύειν καὶ ποιητικοῖς ἐπιτρίβεσθαι μώμοις. | |
20 | 10. Ὅτι ἀφύλακτον εἰρήνη καὶ προμηθείας οὐκ ἀνεχόμενον. 11. Καδμείαν τε τὸ τοῦ λόγου, ἀποφέρεσθαι νίκην. ἐπὶ τῶν βλαβερῶς νικησάντων. 12. Ὅτι πρέπει τοὺς ἡγεμόνας σωφρονεστέρους τῶν ὑπηκόων καὶ εἶναι καὶ ὀνομάζεσθαι, ἵνα ὅσον τῷ κράτει ὑπερέχωσιν, τοσοῦ‐ | |
25 | τον καὶ τῇ ἀρετῇ διενέγκωσιν. 13. Ὅτι ἐπὶ τοῖς κατωρθωμένοις τὸ μέγα φρονεῖν ἴσως ἐπαι‐ νετόν· τὸ δὲ ἐπὶ κακίᾳ βρενθύεσθαι ἐν ὕβρεως μοίρᾳ οὐκ ἐν εὐ‐ | |
κλείᾳ προσήκει χαρακτηρίζεσθαι. | 29 | |
30 | 14. Ὅτι βασιλικὸν ἡ τῆς εἰρήνης ἀρέσκεια, ὡς καὶ τυράννων ἴδιον τὸ φιλόνεικον. πολλάκις γὰρ τὸν θάνατον ἱστορήσαμεν. ζώγραφος γὰρ τοῦ θανάτου ὁ πόλεμος. 15. Ὅτι οἷς τῆς ἁμαρτίας ἡ ἔναρξις, τούτοις καὶ τῆς ἐπανορ‐ | |
5 | θώσεως ὁ μετάμελός ἐστιν ἴδιος. 16. Ὅτι ὁ πόλεμος οὐκ ἐπίδηλα τὰ κινήματα κέκτηται, ἅτε φιλοποίκιλος ὢν καὶ πολύμορφος· φύσις γὰρ αὐτῷ ταῖς μεταβολαῖς ἐμβατεύειν μίαν πίστιν τὸ ἄπιστον ἔχοντι. τὸ δ’ ἐκ τύχης ἐντεῦ‐ θεν ἀπαίσιον τῆς ἐκ τῆς ἐπιτεύξεως εὐπραγίας ἐς τὸ ἀπειρο‐ | |
10 | πλάσιον ὑπερβέβηκεν. 17. Ὅτι τρίτην καὶ τετάρτην ἡμέραν ἐν τῷ βουνῷ ἦν ἀπό‐ σιτος ὁ Καρδαριγάν· ἐν τηλικούτῳ γὰρ δέει διέθετο τὸν τοῦ Περ‐ σικοῦ στρατίαρχον ὁ ἀδόκητος κίνδυνος. φοβεραὶ γὰρ αἱ μεταβολαὶ παρὰ τὰς ἐλπίδας συρρεύσασαι· μετὰ γὰρ τῶν πραγμάτων καὶ | |
15 | τὰς γνώμας ἀμείβουσιν. 18. Ὅτι ὁ Στέφανος μεγίστου ἐγκλήματος ἦν ὑπεύθυνος· ὁ δὲ ἡγεμονικωτάτῃ ἀπολογίᾳ τὰς μέμψεις διεκρούσατο φήσας „οἶδα καὶ μέτρα νίκης τιμᾶν καὶ τὴν ἀκρώρειαν δεδιέναι τῆς τύχης· μισοπόνηρον γὰρ ἔχει τὴν πλάστιγγα καὶ φέρειν οὐκ οἶδεν εὐπρα‐ | |
20 | γίαν βρενθυομένην πέρα τοῦ δέοντος.“ 19. Ὅτι αὐτοματίζουσι δύω ἀδελφοὶ τὸ γένος, ἀδελφοὶ τὴν | |
προαίρεσιν. ἐπεὶ δ’ ηὐτομόλησαν καὶ τῆς τοῦ στρατηγοῦ μεθ’ | 30 | |
31 | ἱλαρίας θέας ἠξίωντο, τὰ τῆς εὐνοίας λοιπὸν ἦν αὐτοῖς περισπού‐ δαστα. τοίνυν ἐπεὶ ἐν τοῖς πολλοῖς τῆς πράξεως ὁ λόγος ἐστὶ πρεσβύτερος, εὐγνώμοσι πρῶτόν τισιν ὁμιλήμασι τὸν στρατηγὸν ὥσπερ ὑπέσαινον, καὶ ταῦτα δὴ ἐκεῖνα τὰ τῆς εὐνοίας ῥήματα ἦν· | |
5 | „εἰ βούλοιο, στρατηγέ, Ῥωμαίους τὴν Ἀρζανηνὴν ἐπικτήσασθαι, χώ‐ ρους τινὰς ἡμεῖς ὑποδείξομεν οὐχ ἥκιστα ἀσύλους διὰ τὸ ἕρμα τοῦ ὀχυρώματος. δείμασθαι φρούρια ὁ τῆς εὐβουλίας ἐγκελεύεται τρόπος.“ 20. Καὶ κόμπος ἦν τις ἀληθείας χηρεύων, τῶν μὴ οὕτως ἐχόν‐ των πραγμάτων συσκίασμα, ὥσπερ ἐπὶ σκηνῆς φενάκῃ τινὶ συν‐ | |
10 | τεθὲν τερατούργημα. 21. Οὐκ ἐσιδηροφόρουν δὲ τῇ ἀμαθίᾳ τοῦ μέλλοντος. οὐ κράνος 〈τὴν〉 κεφαλὴν διεφύλαττεν, οὐ θώραξ τὸ περιστέρνιον, σιδήρῳ ἀντίμαχος σίδηρος, ἕρκος σωμάτων συμβαδιζόντων περι‐ φρουρουμένῳ καὶ συνεπόμενον. ἐξεθήλυνε γὰρ αὐτοὺς τὸ εὐδό‐ | |
15 | κιμον· οὐ γὰρ νίκη ἐπίσταται ἐπὶ τῆς αὐτῆς στερρότητος διαφυ‐ λάττειν τὸν ἀριστεύοντα. 22. Ὅτι ἀξιοπιστία αὐτοδυνατόν τι χρῆμα, καὶ τὴν ἰσχὺν οὐκ ἐπίκτητον ἔχει, ἀλλ’ οἷα πηδάλιον τὸ βούλημα κέκτηται, ὅποι καὶ θέλει τοὺς ἀκούοντας οἰακίζουσα. | |
20 | 23. Παρ’ ἐμοὶ γὰρ ἐπίπλαστος ἔπαινος ἀληθοῦς ἀτιμώτερος ψόγου, ἐπεὶ μηδὲ δουλεύει τοῖς ἐγκωμίοις τὰ πράγματα. 24. Ὅτι ἀπορεῖν εὐπραγίας ἀνάγκη τὸν μὴ μεταβάλλεσθαι τὰς δυσχερείας ἐλπίσαντα. 25. Τοῦ γὰρ ἡλίου τὰ νῶτα τῇ σκυθρωπῷ νυκτὶ παραδείξαν‐ | |
25 | τος, καὶ τῆς περικαλλοῦς καὶ φωσφόρου λαμπάδος τὸ φαιδρὸν περιστειλαμένης καὶ παραχωρούσης κράτει νυκτερινῷ ...... | |
26. Ὅτι οἱ Ἄβαροι τὸν Κάστον ἀπέδοντο χρηματισθέντες λίαν | 31 | |
32 | δαψιλῶς, ὡς ἐκ τῶν καθ’ ἡμᾶς πρεσβυτέρων ἔστι λαβεῖν, καὶ τὸ πιστεύειν ἀζήμιον. 27. Ὅτι φιλυπόστροφον ἡ τύχη καὶ ἄπιστον, νίκη δ’ ἐπα‐ μείβεται ἄνδρας, ἵνα καί τι τῆς Ὁμήρου δέλτου ἐπισπείρω τοῖς | |
5 | ἀφηγήμασιν. 28. Ὅτι τὸν Φιλιππικὸν τὰ πλήθη ἀπεδοκίμαζον καὶ ἀπο‐ στράτηγος ἦν· οὐ προσίετο γὰρ κηδεμόνα τὸν πρὸ μικροῦ περὶ τὸ Ἀρζαμὼν ἀνδραγαθήσαντα. εὐμετάγωγον γὰρ τὸ πλῆθος καὶ δυ‐ σάρεστον πέφυκε, καὶ φίλον αὐτῷ τὸ τῆς μεταβολῆς ἀεικίνητον. | |
10 | 29. Φέρε δή, φέρε τὰ περὶ Σουανίαν τοῖς Ῥωμαίοις πραχθέντα τοῖς τῆς ἱστορίας λειμῶσιν ἐπιφυτεύσωμεν· καὶ ζωγράφοι γὰρ τὰ μεγάλα καὶ περιφανῆ τῶν μελῶν ἐγχαράξαντες οὐ πρότερον τοῦ φιλοτεχνήματος ἀποπαύονται, πρὶν ἂν καὶ τὰ σμικρότατα μέλη τοῦ σύμπαντος τοῖς πίναξιν ἐγχαράξωσι. | |
15 | 30. Τοῦ πάντα δὲ χρόνου καινίζοντός τε καὶ παραχαράττοντος καὶ διαμορφοῦντος καὶ ἄλλοτε ἄλλως πλάττοντος καὶ μετατρέ‐ ποντος τῇ περιστροφῇ τῆς ἀεικινήτου δινήσεως, καὶ τῷ ἄξονι τῆς περιφορᾶς τῶν πραγμάτων τυραννοῦντος τὸ πάγιον, καὶ ἀεὶ πρὸς τὸ βέβαιον δυσαρεστοῦντός τε καὶ νοσηλευομένου, καὶ ὅποι στῆναι | |
20 | τῆς πλάνης οὐκ ἔχοντος, καὶ τῇ τῆς παλιρροίας ἀνωμάλῳ κινήσει τὸ ἀνίδρυτον κεκτημένου, συμβαίνει τὸ τηνικαῦτα καιροῦ τῇ Περ‐ σῶν βασιλείᾳ παράλογά πως παθήματα ἔκθεσίν τε ἀφηγημάτων κεκτημένα οὐκ ἄκομψον. 31. Ὅτι οἶδε χρημάτων ὁλκὴ οἰκονομουμένη μετὰ φρονήσεως καὶ | |
25 | τοῖς προσφαλεῖσι τὴν πρὸς τὸ κρεῖττον ἀνάζευξιν πραγματεύεσθαι. 32. Ὅτι οἱ Ῥωμαῖοι πυθόμενοι αὐτουργήσειν τὸν πόλεμον βασιλέα Περσῶν ἐδεδίεσαν· ἡ γὰρ βασιλικὴ ἐνδημία τὴν τῶν προϋ‐ παρξάντων κληρωσαμένη Πέρσαις ἐπίτευξιν πολλὴν τῆς ἀδρανίας | |
ῥοπὴν τοῖς Ῥωμαίοις παρείχετο. | 32 | |
33 | 33. Ὅτι ἐς ἀεὶ τὸ δυσμενές ἐστι φιλαίτιον, καὶ μικραῖς τισιν ἀφορμαῖς μεγάλας οἶδε κορυφὰς ἐγκλημάτων τεκταίνεσθαι. 34. Ὅτι οἶδε παράδοξον ἄκουσμα θολὸν ταῖς ψυχαῖς ἐξεργά‐ σασθαι καὶ τῇ ἀθρόᾳ ἐνδημίᾳ ταῖς ἀκοαῖς ἐνιέμενον ἅπασαν ἀνα‐ | |
5 | τροπὴν λογισμῶν ἐμπορεύεσθαι. 35. Μήτε τοσοῦτον ἐννοηθῆναι δυνάμενος, ὡς οὐ πέφυκεν ἐν συμβούλων μοίρᾳ γνωρίζεσθαι τοὺς μὴ τὰ περὶ αὑτῶν διαθεμέ‐ νους ἐπιδεξίως τοῖς πράγμασιν. 36. Ὅτι οὐκ ἀλαζονείας τρυφήν, ἀλλ’ ἀνεπονείδιστον οἰκονο‐ | |
10 | μίας ὑπεροχὴν ἡ τῆς βασιλείας ἀναγόρευσις ἐπαγγέλλεται. 37. Ὁ δὲ λίαν κενταυρικῶς ἐλοιδορεῖτο τοῖς διακονουμένοις αὐτῷ· ὠβέλιζε γὰρ εἰκότως οἰκτιρμὸν ἐπονείδιστον ἀποπομπού‐ μενος ὕβριν ὑποκρινομένην εὐσέβειαν. τοῦτό τοι καὶ ἀποτερμα‐ τίζει τῷ Ὁρμίσδᾳ τὸν θάνατον. | |
15 | 38. Ὅτι ὥσπερ λογισμῶν οὐκ ἔσονται φροντίδες ἀπόκοιτοι, οὕτως οὐδ’ αἱ μέγισται τῶν περὶ τὸν κόσμον ἡγεμονίαι ὀρφαναί που ἔσονται τοῦ κυβερνήσοντος. 39. Ὅτι οὐ πέφυκε γὰρ συμφύεσθαι τοῖς ἀσυμφώνοις ποτὲ τὸ ὁμόλογον. | |
20 | 40. Ἢ οὐχὶ τὸ κακὸν τοῖς πολλοῖς ἐστι περίζηλον, καὶ πρὸς τὰς τῶν χειρόνων ἐφέσεις ἡ τῶν ἀνθρώπων καθέστηκε φύσις δυσανάγωγον πρὸς τὸ κρεῖττον ὁρμὴν κεκτημένη; 41. Οὐ πέφυκε κακίας ὑπόθεσις φιλίας διασώζειν ὑπόσχεσιν. ἀφιλόσοφος ἔναρξις καὶ τὸ πέρας ἕξει πάντως ἀσύμφορον· τοῖς | |
25 | σπέρμασι γὰρ ἡ βλάστησις οὐκ ἐναντίαν ἔχει τὴν πρόοδον. δώροις ἀγκιστρεύειν τὸ μὴ δίκαιον ἴσως ὁ Βαρὰμ ἐγχειρήσειεν· ἀλλὰ κακῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ἤκουσά του λέγοντος τῶν παρ’ ὑμῖν ἐπὶ κομψείᾳ σοφῶν. οὐκ οἶδε παροινίας μισθὸς καρπίζε‐ σθαι τὴν ἀπόλαυσιν, οὐκ οἶδε κέρδος ἀδικίας φυόμενον αὔλαξιν | |
30 | ἀμεταμέλητον ἔχειν γεώργημα. πρὶν γὰρ ἡδῦναι, λυπεῖ, καὶ πρὶν | 33 |
34 | περιθέλξαι, πρὸς ἀνίαν ἐκκλίνει· ἐξεχώρησε γὰρ τῶν ἐραστῶν προσαφαιρούμενον καὶ ἃ μὴ κακῶς τις ἐκτήσατο. 42. Ὅτι κάλλιστον τὸ μέτρῳ φιλοσοφεῖν τὴν ὑπόσχεσιν, ἢ μεγάλαις ἐπαγγελίαις τὴν ἀκοὴν ἐκλιπάναντας τῷ ἀτελεσιουργήτῳ | |
5 | τοῦ συμπεράσματος ἀθάνατον τὴν διαβολὴν ἐπιφέρεσθαι, μεγάλας κακῶν ἀφορμὰς τῇ τῆς εἰρήνης ἐς ὕστερον εὐεξίᾳ κακῶς θησαυρί‐ σαντας. 43. Ὅτι πολλὰ ὑπὸ τῆς ἀγωνίας τὸν λογισμὸν ἀποδιδράσ‐ κειν φιλεῖ· οὐκ οἶδε γὰρ ἀνάγκη μελέτης ἀνέχεσθαι ἢ φροντίδος | |
10 | ἐπιβολαῖς πειθαρχεῖν ἀεί, διαπορθμευούσης τὸν νοῦν τῷ ταράχῳ τῆς συγκυρήσεως. 44. Ὅτι ἐπεὶ οὕτω που τὰ τῆς διαλαλιᾶς τῷ ἱερεῖ ἐπεφιλο‐ σόφητο λίαν ἐπαινετῶς, ἐκρότει τὸ ἄθροισμα τὸ μεγαλόνουν τῆς διαλέξεως, καὶ πολὺ τὸ δάκρυον τῇ χαρᾷ κεκραμένον ὑπὸ τῆς | |
15 | κατανύξεως τοῦ λόγου τῇ ἐκκλησίᾳ περιεκέχυτο, καὶ φιλόδακρυς ἦν ἡ πανήγυρις οὐκ ἔχουσα πάθους ὑπόθεσιν· οὕτω γὰρ ὁ καιρὸς παρεκάλει τὰ δάκρυα χηρεύων ἀλγηδόνων καὶ τοῦ λυπήσοντος. ὁ μὲν οὖν ἱερεὺς σφαγιάσας τὸν ἄρτον τόν τε οἶνον ἱερουργήσας τοῖς θεανδρικοῖς μυστηρίοις τὸ συνεληλυθὸς τῇ μεταλήψει ἡγίαζεν. | |
20 | καὶ οὕτω που ἡ πόλις ἡμέραις ἑπτὰ ταῖς θυμηδίαις καθεωρτάζετο. 45. Ὅτι οἶδε γλώττης ἀλκὴ καὶ φύσεως ἄρχειν καὶ κατὰ τῆς ἀνάγκης νομοθετεῖν καὶ μετοχετεύειν γνώμης κινήματα ἀμείβειν τε τύχας καὶ πάντα μεταμορφοῦν καὶ πλάττειν καὶ δημιουργῆσαι πειθήνιον. | |
25 | 46. Ὅτι πλῆθος ἀβέβαιον ὂν σταθμῶν οὐδαμῶς ἐπιβέβηκεν, ταῖς ἐκ τοῦ παρήκοντος ἐκφοραῖς μεταμορφούμενον εἰκῇ καὶ ὡς ἔτυχεν. 47. Ὅτι τῶν κακῶν ἐνάρξεων τὰ ἀποτελευτήματα χαλεπὰς τὰς ἐπιφανείας παρέχεται. 48. Ὅτι τῷ ὄντι οἶδε λόγος μὴ μέτροις οἰκονομούμενος μεγά‐ | |
30 | λας συμφορὰς τοῖς χρησαμένοις παρέχεσθαι. | 34 |
35 | 49. Ὅτι οὐδὲν ὠδίνει καλὸν τρόπος φιλάργυρος· ἀκρόπολις γὰρ τῶν κακῶν ἡ φιλαργυρία καθέστηκεν. 50. Ὅτι τὸν Μαυρίκιον εἰπεῖν φασι πρὸς Γερμανόν· „φείδου Γερμανέ, μηκύνειν τὸν λόγον· οὐδὲν ἡδύτερον τοῦ διὰ ξίφους | |
5 | τεθνάναι.“ 51. Ὅτι τῷ ὄντι τὸ πλῆθος ἀπαίδευτον καὶ πρὸς τὸ χεῖρον ταῖς τροπαῖς ἐμμανές, δυσνουθέτητόν τε καὶ τοῦ συνοίσοντος λίαν ἀμύητον. 52. Ὅτι τῆς ἀρθρίτιδος νόσου εὐθένεια καθέστηκε δυστυχὴς | |
10 | τοῖς τὸ βασίλειον ἄστυ κατοικοῦσι διὰ παντός· τὰς δὲ αἰτίας οὐ δίειμι, ἵνα μὴ τὴν ἱστορίαν παραμορφώσωμαι. 53. Ὅτι οὐκ οἶδε κοινοπραγία κακοῦ τὴν φιλίαν τῶν συμπε‐ φρονηκότων βεβαίαν ἱδρύσασθαι. οἱ γὰρ συνεργάται τῆς τυραννίδος ὑπὸ τοῦ Φωκᾶ διεφθάρησαν. | |
15 | τέλ(ος) τῆς ἱστορίας Θεοφυλάκτου. | 35 |
36(t) | Excerpta e Procopio | |
1 | 1. ....μένη πάντα καλύπτει τὰ τοῦ πολέμου πάθη. 2. Ὅτι τοῖς ἐπταικόσι τὸ μεταμελεῖσθαι ἀνόνητον, πρὸ δὲ τῶν δεινῶν τὸ μεταμανθάνειν ἀκίνδυνον. 3. Ὅτι τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον καθισταμένοις ὄνη‐ | |
5 | σιν μὲν τῷ παραινέσαντι οὐδεμίαν ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται. οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι ἐς τὴν ἰδίαν γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πραττόμενα, σφαλέν‐ τες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον. εἰρήσεται δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σωτηρίας βουλευομένους οὐχ | |
10 | ὅσιον. 4. Ὅτι τοὺς ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσ‐ κολον οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως ἄξιον. 5. Ὅτι ἀρχὴν πᾶσαν τῆς ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι. | |
15 | 6. Ὅτι τὰ ἀνθρώπεια πάντα κατειλημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν εἴωθεν. 7. Ὅτι ἁμάρτημα προρρηθὲν τὴν ἀπολογίαν ἐφ’ ἑαυτοῦ φέρει. | |
8. Ὅτι τὰ πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε. | 36 | |
37 | 9. Ὅτι φύσει πρόσεστι τοῖς ἀδικουμένοις ἡ πρὸς τοὺς βιαζο‐ μένους ἔχθρα. 10. Ὅτι φησὶν ὁ Προκόπιος· ἐμοὶ δὲ τά τε θεῖα καὶ τὰ ἀν‐ θρώπεια ἐν τῷ πόνῳ τούτῳ ἐπῆλθε θαυμάσαι, ὅπως ὁ μὲν | |
5 | θεὸς, πόρρωθεν ὁρῶν τὰ ἐσόμενα, ὑπογράφει ὅπη ποτὲ αὐτῷ τὰ πράγματα δοκεῖ ἀποβήσεσθαι, οἱ δὲ ἄνθρωποι ἢ σφαλλόμενοι ἢ τὰ δέοντα βουλευόμενοι οὐκ ἴσασιν ὅτι ἔπταισάν τι, ἂν οὕτω τύχοι, ἢ ὀρθῶς ἔδρασαν, ἵνα γένηται τῇ τύχῃ τρίβος, φέρουσα πάντως ἐπὶ τὰ πρότερον δεδογμένα. εἰ μὴ γὰρ Βελισάριος οὕτω | |
10 | διῳκήσατο τὴν παράταξιν, τοὺς μὲν ἀμφὶ τὸν Ἰωάννην προτερῆσαι κελεύσας, τοὺς δὲ Μασσαγέτας ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι, οὐκ ἄν ποτε διαφυγεῖν τοὺς Βανδήλους ἰσχύσαμεν. 11. Ὅτι ἡ τοῦ θεοῦ συμμαχία τοῖς τὰ δίκαια προτεινομένοις προσγίνεσθαι πέφυκε καὶ στρατιώτης τῷ κρατοῦντι δύσνους ἀνδρα‐ | |
15 | γαθίζεσθαι οὐκ ἐπίσταται. 12. Τίς οὐκ οἶδεν ὡς ἔργου παντὸς μελέτη μὲν ἐς ἐμπειρίαν, ἀργία δὲ ἐς ἀμαθίαν φέρει. 13. Ὅτι εἰς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει, ὃς, ἡνίκα τι ἀνθρώπῳ ξυμβῆναι βούλεται φλαῦρον, τῶν λογισ‐ | |
20 | μῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι. οὕτω δὴ τοῦ καιροῦ τὴν ἀκμὴν ἤμβλυνεν, ἧς γε οὐκέτι ἀντιλαβέ‐ σθαι ἐδύνατο. 14. Ὅτι τῇ προτεραίᾳ τῷ Γελίμερι γεγονὸς ἄριστον τετύχηκεν ἐν παρασκευῇ εἶναι. καὶ ταῖς βρώσεσιν αὐταῖς εἱστιάθημεν ἥ τε | |
25 | τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα | 37 |
38 | ὑπούργει. παρῆν τε ἰδεῖν ὡραϊζομένην τὴν τύχην καὶ ποιουμένην ἐπίδειξιν, ὡς ἅπαντά τε αὐτῆς εἴη καὶ οὐδὲν ἀνθρώπῳ ἴδιον γένοιτο. 15. Ὅτι ἔλεγόν τι καὶ λόγιον παλαιὸν ἐν Καρχηδόνι πρὸς τῶν | |
5 | παιδίων ἐν τοῖς ἄνω χρόνοις εἰρῆσθαι ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν αὐτὸ βῆτα διώξει τὸ γάμμα. καὶ τότε μὲν παί‐ ζουσιν αὐτὸ τοῖς παιδίοις εἰρῆσθαι καὶ ἀπολελεῖφθαι ἐν αἰνί‐ γματος ἀπορουμένου μοίρᾳ, νῦν δὲ ἅπασιν ἄντικρυς φανερὸν εἶναι. πρότερόν τε γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξε καὶ τανῦν Γελί‐ | |
10 | μερα Βελισάριος. τοῦτο μὲν οὖν, εἴτε φήμη τις ἦν εἴτε λόγιον, ταύτῃ ἐχώρησεν. 16. Ὅτι οἱ Βάνδηλοι λόγου παλαιοῦ ἀναμνησθέντες ἐθαύ‐ μαζον, ἐξεπιστάμενοι τὸ λοιπὸν ὡς ἀνθρώπῳ γε ὄντι οὐδ’ ἂν ἄπιστός τις ἐλπὶς οὐδὲ κτῆσις βέβαιος γένοιτο. ἡνίκα Βάνδηλοι | |
15 | κατ’ ἀρχὰς τῷ λιμῷ πιεζόμενοι ἐξ ἠθῶν τῶν πατρίων ἀνίστα‐ σθαι ἔμελλον, μοῖρά τις αὐτῶν ἀπελείπετο, οἷς δὴ ὀκνήσει ἐχο‐ μένοις Ἀρδιγίσκλῳ ἐπισπέσθαι οὐκ ἦν. προϊόντος δὲ τοῦ χρόνου τοῖς τε μείνασι τὰ ἐς τῶν ἐπιτηδείων τὴν ἀφθονίαν εὖ ἔχειν ἐδόκει καὶ Γιζέριχος ξὺν τοῖς ἀμφ’ αὐτὸν Λιβύην ἔσχεν. ὅπερ | |
20 | ἀκούσαντες οἱ Γωδιγίσκλῳ οὐκ ἐπισπόμενοι ἔχαιρον, τῆς χώρας λοιπὸν ἰσχυρότατα σφίσιν ἐς τὸ ἀποζῆν διαρκούσης. δείσαντες δὲ μὴ χρόνῳ τινὶ πολλῷ ὕστερον ἢ αὐτοί, ὅσοι Λιβύην ἔσχον, ἢ τούτων ἀπόγονοι ὅτῳ δὴ τρόπῳ Λιβύης ἐξελαυνόμενοι ἐπανήξουσιν ἐς τὰ πάτρια ἤθη (οὐ γάρ ποτε Ῥωμαίους αὐτὴν ἐς ἀεὶ περιόψε‐ | |
25 | σθαι ὑπετόπαζον), πρέσβεις [τε] ἔπεμψαν παρ’ αὐτούς. οἳ, ἐπεὶ | |
Γιζερίχῳ ἐς ὄψιν ἧκον, συνήδεσθαι μὲν τοῖς ὁμογενέσιν οὕτω δὴ | 38 | |
39 | εὐημερήσασιν ἔφασκον, φυλάσσειν δὲ περαιτέρω τὴν γῆν οὐχ οἷοί τε εἶναι, ἧσπερ αὐτοὶ ὠλιγωρηκότες ἐπὶ Λιβύης ἱδρύσαντο. ἐδέ‐ οντο οὖν, εἰ μὴ γῆς τῆς πατρῴας μεταποιοῦνται, κτήματι αὐτοὺς ἀνονήτῳ σφίσι δωρήσασθαι, ὅπως δὴ κύριοι τῆς χώρας ὡς ἀσφα‐ | |
5 | λέστατα γεγενημένοι, ἤν τις κακουργήσων ἐπ’ αὐτὴν ἴοι, ὡς ἥκι‐ στα ἀπαξιοῦν ὑπὲρ αὐτῆς θνήσκειν. Γιζερίχῳ μὲν οὖν καὶ τοῖς ἄλλοις εὖ τε καὶ τὰ δίκαια λέγειν ἔδοξαν, καὶ συνεχώρουν ἅπαντα, ὅσα οἱ πρέσβεις αὐτῶν ἔχρῃζον. γέρων δέ τις ἀνὴρ ἐν αὐτοῖς δόκιμος καὶ δόξαν ἐπὶ ξυνέσει τινὰ ἔχων τὸ τοιοῦτον ἐπιτρέψειν | |
10 | οὐδαμῆ ἔφη. τῶν γὰρ ἀνθρωπείων οὐδ’ ὁτιοῦν ἐπὶ τοῦ ἀσφαλοῦς ἵστασθαι, ἀλλ’ εἶναι αὐτοῖς ἐς τὸν πάντα αἰῶνα βέβαιον μὲν τῶν ὄντων οὐδέν, τῶν δὲ οὐκ ὄντων οὐδὲν ἀμήχανον. ταῦτα Γιζέριχος ἀκούσας ἐπῄνεσέ τε καὶ τοὺς πρέσβεις ἀποπέμπεσθαι ἀπράκτους ἔγνω. τότε μὲν οὖν αὐτός τε καὶ ὁ παραινέσας ἅτε τὰ ἀμήχανα | |
15 | προορώμενοι πρὸς πάντων Βανδήλων γέλωτα ὦφλον. ἐπεὶ δὲ ταῦτα, ἅπερ ἐρρέθη, ἐγένετο, μετέμαθόν τε τῶν ἀνθρωπείων πραγ‐ μάτων οἱ Βάνδηλοι τὴν φύσιν καὶ σοφοῦ τὸ ἔπος εἶναι ἀνδρὸς ἔγνωσαν. 17. Ὅτι οἷς ὑπὲρ τῶν κεφαλαίων ὁ κίνδυνος, τὰ ἄλλα ἀκρι‐ | |
20 | βολογεῖσθαι ἀξύμφορον. 18. Ἐνταῦθα συχνὰ ἐλέου πολλοῦ ἄξια Βανδήλοις ξυνέβη. οἶμαι γὰρ εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύ‐ χηκε, τάχα ἂν καὶ αὐτὸς Βανδήλους καὶ τὴν ἀνθρωπείαν φύσιν ᾠκτίσατο. ὅ τε γὰρ Γελίμερ καὶ ὁ Τζάζων ἐπειδὴ ἀλλήλοιν | |
25 | τῷ τραχήλῳ περιεβαλλέσθην, μεθίεσθαι τὸ λοιπὸν οὐδαμῆ εἶ‐ χον, οὐδὲν μέντοι ἐς ἀλλήλους ἐφθέγγοντο, ἀλλὰ τὼ χεῖρε σφίγ‐ | |
γοντες ἔκλαον, καὶ Βανδήλων τῶν ξὺν Γελίμερι ἕκαστος τῶν | 39 | |
40 | τινα ἐκ Σαρδοῦς ἥκοντα περιβαλὼν κατὰ ταῦτα ἐποίει. χρόνον τε συχνὸν ὥσπερ ἀλλήλοις ἐμπεφυκότες ἡδονῆς τῆς ἐνθένδε ἀπώ‐ ναντο, καὶ οὔτε οἱ ἀμφὶ Γελίμερα περί τε τῷ Γώδα (ἐπεὶ αὐτοὺς ἡ παροῦσα τύχη ἐκπλήξασα τὰ πρόσθε σφίσι σπουδαιότατα δό‐ | |
5 | ξαντα εἶναι τοῖς ἤδη ἐς ἄγαν ἀπημελημένοις ξυνέτασσεν) οὔτε οἱ ἐκ Σαρδοῦς ἥκοντες ἐρωτᾶν τι ἠξίουν ἀμφὶ τοῖς ἔν γε Λιβύῃ ξυνενεχθεῖσιν. ἱκανῶς γὰρ αὐτοῖς ὁ χῶρος τεκμηριῶσαι τὰ ξυμ‐ πεσόντα ἐγίγνετο. οὐ μὴν οὐδὲ γυναικῶν ἢ παίδων ἰδίων λόγον ἐποιοῦντό τινα, ἐξεπιστάμενοι ὡς, ἤν τις αὐτοῖς ἐνταῦθα οὐκ εἴη, | |
10 | δῆλον ὅτι ἢ ἐτελεύτα ἢ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε. 19. Ὅτι τῶν νενικηκότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι. 20. Ὅτι ἡδὺς ἀεὶ τοῖς ἀνθρώποις ἀπολήγων τε καὶ ἐς κατα‐ στροφὴν βαδίζων ὁ πόνος. | |
15 | 21. Ὅτι οὐκ ἀνθρώπων πλήθει οὐδὲ σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ ὁ πόλεμος διακρίνεσθαι. 22. Ὅτι πάντων ἐν ἀνθρώποις ἰσχυρότατον ἡ ἐπὶ τοῖς πρασ‐ σομένοις αἰδώς. αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ ὑπὸ σφῶν αὐτῶν ἡττᾶσθαι καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους ὀφθῆναι. τοὺς | |
20 | γὰρ πολεμίους εὖ οἶδ’ ὅτι ὀρρωδία τε καὶ κακῶν μνήμη περι‐ λαβοῦσαι ἀναγκάσουσι κακίους γενέσθαι, ἡ μὲν τοῖς φθάσασι δε‐ διττομένη, ἡ δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα. τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. | |
25 | 23. Ὅτι τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι | 40 |
41 | κουφότερον *** μὴ παραδραμόντα τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζη‐ σθε. ἀναβαλλομένη γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυκεν, ἄλλως 〈τε〉 ἢν καὶ γνώμῃ τῶν αὐτὸν διαφερόντων μηκύνηται. τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν | |
5 | προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. 24. Ὅτι θυμὸς ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ τῶν τιμιωτά‐ των φυόμενος τήν τε οὖσαν ἰσχὺν καθαιρεῖν εἴωθε καὶ τοῖς καθε‐ στῶσιν οὐκ ἐᾷ χρῆσθαι. 25. Ὅτι τῆς τύχης τὸ ῥεῦμα οὐκ ἀεὶ καταφέρεσθαι πέφυκεν, | |
10 | ἀλλ’ ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλὰ μεταπίπτειν φιλεῖ. 26. Ὅτι οἷς ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν· οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ μάχη, πάν‐ | |
15 | τως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. 27. Ὅτι φιλία μὲν αἰτίας πολλὰς καλύπτειν πέφυκεν, ἔχθρα δὲ οὐδὲ τῶν σμικροτάτων ἀδικημάτων ἀνέχεται. 28. Ὅτι οἱ μὲν φίλοι τὰ διάφορα ἐν τῇ διαίτῃ, οἱ δὲ πολέ‐ μιοι ἐν τῇ μάχῃ διακρίνειν πεφύκασι. καὶ ἡμεῖς Ἰουστινιανῷ βα‐ | |
20 | σιλεῖ περὶ τούτων διαιτᾶν ἐπιτρέψομεν. 29. Ἔνθα δὴ τοῖς ἀμφὶ Γελίμερι ἀδελφιδοῖς τε καὶ ἀνεψια‐ δοῖς καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι, ἣν | |
ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι. | 41 | |
42 | 30. Ὅτι ἀθυμία ἐκπλήξασα ἐς ἀβουλίαν τρέπεσθαι πέφυκεν. 31. Ὅτι φύσει οὐδένες τῶν πάντων ἀνθρώπων οἰκείως ἂν ἢ ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις ἑκάστων ἢ τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν συνάπτουσαι ἢ τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ | |
5 | δυσμενὲς διακρίνουσαι φίλους, ἂν οὕτω τύχοι, ἢ πολεμίους ἐς ἀλ‐ λήλους ποιοῦσιν. 32. Ὅτι ὅμιλος ἀνθρώπων οὐ νόμῳ ξυνιόντων, ἀλλ’ ἐκ τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζεσθαι δυναμένης, ἀλλὰ καὶ τῶν | |
10 | οὐχ ὁσίων ἀφισταμένης. 33. Ὅτι μετάμελος ἐν δέοντι τοῖς ἐπταικόσιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημένους ποιεῖν εἴωθεν, ὑπουργία τε εἰς καιρὸν ἐλθοῦσα τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ. 34. Ὅτι πᾶσα πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς | |
15 | καταστροφῆς ὀνομάζεσθαι· ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ’ ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς σιωπῆς ἐπι‐ τυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται. 35. Ὅτι οἱ ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπε‐ | |
20 | στέραν τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. 36. Ὅτι πᾶσα τῶν ἀνθρωπείων πραγμάτων ῥοπὴ ἐς τοῦ και‐ ροῦ τὴν ἀκμὴν περιίσταται· ἢν δέ τις ἐθελοκακήσας προδιδοίη τὴν τύχην, οὐκ ἂν αὐτὴν αἰτιῷτο δικαίως, αὐτὸς ἐφ’ ἑαυτῷ τὴν αἰτίαν πεποιημένος. | |
25 | 37. Ὅτι Σολόμων ὁ στρατηγὸς Ῥωμαίων δείσας τὸ τῶν βαρ‐ | 42 |
43 | βάρων πλῆθος τῶν Λευαθῶν ἔπεμψε παρ’ αὐτῶν τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδοι Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ’ αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίσι κρα‐ τύνασθαι, ὅρκους τε ὀμεῖσθαι τοὺς δεινοτάτους ὑπέσχετο, ἦ μὴν | |
5 | ἀμνηστίᾳ τῶν πεπραγμένων ἐς αὐτοὺς χρήσεσθαι. χλευάζοντες δὲ τὰ εἰρημένα οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλια νενομίκασιν. οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσας εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοις σφίσιν αὐτοῖς εἴη ἐς μάχην ἰοῦσι τούτων δὴ τῶν λογίων ἀπο‐ | |
10 | πειράσασθαι, ὁποίαν τινὰ πρὸς τοὺς ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιότατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκας καθιστῶνται. 38. Ὅτι ἀβέβαιοι οἱ Μαυρούσιοι ὄντες ὑπόπτως ἔχουσιν ἐς πάντας ἀνθρώπους. τοῦτό τε αὐτοῖς οὐκ ἄπο τοῦ εἰκότος γενέ‐ | |
15 | σθαι ξυμβαίνει. ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ’ ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὐτοῦ γνώμης τὸν τοῦ πέλας σταθμώμενος τρόπον. 39. Ὡς ἔγωγε ἥδιον ἂν ξὺν τῇ ἀπραγμοσύνῃ γεωργὸς εἴην ἢ | |
20 | ἐν μερίμναις βασιλικαῖς βιῴην, κινδύνοις ἐκ κινδύνων παραπεμ‐ πούσαις. 40. Ὅτι του προδότου τετυχηκὼς τῇ μὲν χάριτι ἐς τὸ παραυ‐ τίκα νικήσας ἥσθη, ὑποψίᾳ δὲ ὕστερον τῇ ἐκ τῶν πεπραγμένων μισεῖ καὶ φοβεῖται τὸν εὐεργέτην, αὐτὸς ἐφ’ ἑαυτῷ τὰ τῆς ἀπι‐ | |
25 | στίας γνωρίσματα ἔχων. 41. Ὅτι εὔνοια ἀποτυχοῦσα πρὸς οὐδενὸς ἀνθρώπου ὅτι μὴ καὶ ἀξυνέτου κολάζεται. | |
42. Ὅτι Ἀσκληπιόδοτος ὃς σὺν τῷ Πάστορι τὸν δῆμον τῶν | 43 | |
44 | Νεαπολιτῶν ἐνῆγεν ἐς ἀπόνοιαν ξὺν τῶν λογίμων τοῖς περιοῦσι παρὰ Βελισάριον ἦλθε. καὶ αὐτῷ Στέφανος ἐπιτωθάζων ἐλοιδορεῖτο „ὅρα, ὦ κάκιστε ἀνθρώπων ἁπάντων, οἷα κακὰ τὴν πατρίδα εἰργάσω, τῆς ἐς Γότθους εὐνοίας τὴν τῶν πολιτῶν ἀποδόμενος σωτηρίαν. | |
5 | εἶτα εἰ μὲν ὑπὸ τοῖς βαρβάροις ἐγεγόνει τὰ πράγματα, ἠξίωσας ἂν ἔμμισθός τε αὐτὸς πρὸς ἐκείνων εἶναι καὶ ἡμῶν ἕκαστον τῶν τὰ βελτίω βεβουλευμένων τῆς ἐς τοὺς Ῥωμαίους προδοσίας ὑπά‐ γειν. ἐπεὶ δὲ τὴν μὲν πόλιν βασιλεὺς εἷλε, σεσώσμεθα δὲ τοῦδε τοῦ ἀνδρὸς ἀρετῇ, οὕτω δὴ εἰσελθεῖν παρὰ τὸν στρατηγὸν ἀνε‐ | |
10 | πισκέπτως ἐτόλμησας ἅτε οὐδὲν δεινὸν οὔτε Νεαπολίτας οὔτε τὸ βασιλέως διαπεπραγμένος στρατόπεδον.“ Στέφανος μὲν περιώ‐ δυνος ὢν ἐς Ἀσκληπιόδοτον ταῦτα ἀπέρριψεν. ὁ δὲ αὐτὸν ἀμεί‐ βεται τοῖσδε „λέληθας σαυτὸν ἐγκωμιάζων ἡμᾶς, ὦ γενναῖε, οἷς δι’ εὔνοιαν τὴν ἐς τοὺς Γότθους ἡμῖν ὀνειδίζεις. εὔνους γάρ τις | |
15 | δεσπόταις κινδυνεύουσιν, εἰ μὴ ἐκ τοῦ βεβαίου τῆς γνώμης, 〈οὐκ ἄν〉 ποτε εἴη. ἐμὲ μὲν οἱ κρατοῦντες τοιοῦτον τῆς πολιτείας φύ‐ λακα ἕξουσιν οἷον ἀρτίως πολέμιον εὗρον, ἐπεὶ ὁ τῇ φύσει τὸ πιστὸν ἔχων οὐ ξυμμεταβάλλει τῇ τύχῃ τὴν γνώμην. σὺ δὲ τῶν πραγμάτων οὐχ ὁμοίως αὐτοῖς φερομένων ἑτοίμως ἂν τοὺς τῶν | |
20 | ἐπιόντων ἐνδέξαιο λόγους. ὁ γὰρ τὸ τῆς διανοίας νοσῶν ἄστατον ἅμα τε ἔδεισε καὶ τὴν ἐς τοὺς φιλτάτους ἠρνήσατο πίστιν.“ 43. Ὅτι τοὺς ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλήλοις ἐς εὔνοιάν τε καὶ συμμαχίαν συνάπτεσθαι ἡ τῶν πραγμάτων εἰσηγεῖται φύσις. 44. Ὅτι Οὐίττιγις θυμῷ ἐχόμενος ἐπὶ Βελισάριον ᾔει. καὶ | |
25 | οἱ ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἱερέων ἐκ Ῥώμης ἥκων 〈ἐν〉έτυχε. οὗ δὴ ξὺν θορύβῳ πολλῷ πυθέσθαι φασὶν Οὐίττιγιν εἰ Βελισά‐ ριος ἔτι ἐν τῇ Ῥώμῃ εἴη, ἅτε δείσαντα μὴ οὐχὶ αὐτὸν καταλαμ‐ | |
βάνειν οἷός τε ᾖ, ἀλλὰ φθάσει ἀποδρὰς ἐνθένδε· καὶ αὐτὸν εἰπεῖν | 44 | |
45 | ἥκιστά οἱ χρῆναι τοῦτο ἐν φροντίδι εἶναι. καὶ αὐτὸν γάρ οἱ ἀνα‐ δέχεσθαι μήποτε Βελισάριον δρασμῷ χρήσεσθαι, ἀλλ’ αὐτοῦ μενεῖν. καὶ τὸν ἔτι ἐπείγεσθαι μᾶλλον ἢ πρότερον, εὐξάμενον ἐκ τοῦ ἐμφανοῦς τὸ Ῥώμης θεάσασθαι τεῖχος πρότερον ἢ Βελισάριον | |
5 | ἐνθένδε ἀποδρᾶναι. 45. Ὅτι οἱ ἐξ ὑπογύου τισὶν ἐς εὔνοιαν καθιστάμενοι, οὐ κακοτυχοῦντες, ἀλλ’ εὖ πάσχοντες τὸ πιστὸν ἐς αὐτοὺς διασώζειν εἰώθασιν. 46. Ὅτι οἷς κατὰ νοῦν τὰ παρόντα χωρεῖ, ἐφ’ ἑτέρων μετα‐ | |
10 | βάλλεσθαι ἀξύμφορον οἶμαι. οἶδα ὡς τὸ πλεῖστον ἀεὶ τῆς ἐν τοῖς πολέμοις ῥοπῆς ἡ τῶν μαχομένων κεκλήρωται γνώμη καὶ τὰ πολλὰ τῇ τούτων προθυμίᾳ κατορθοῦσθαι φιλεῖ. 47. Ὅτι τῶν πολλάκις ἠτυχηκότων ἥκιστα ἀνδραγαθίζεσθαι φιλοῦσιν αἱ γνῶμαι. | |
15 | 48. Ὅτι εἰώθασιν οἱ ἀμαθεῖς ἄνθρωποι, ὧν μὲν ἂν δέοιντο, πρᾳότητι ἐς αὐτοὺς χρῆσθαι, κἂν πολλῷ τῷ διαλλάσσοντι κατα‐ δεέστεροι τύχωσιν ὄντες, ἐς δὲ τοὺς ἄλλους δυσπρόσοδοι εἶναι, ὧν τῆς ὑπουργίας οὐ χρῄζουσιν. 49. Ὅτι συμφορὰ ἰδίᾳ προσπίπτουσα μὴ συμφθειρομένου τοῦ | |
20 | γένους τοῖς γε οὐκ ἀνοήτοις παραψυχῆς οὐκ ἐστέρηται. 50. Ὅτι γαστὴρ οὐκ οἶδεν 〈ἀποροῦσα〉 τῶν ἀναγκαίων αἰσχύ‐ νεσθαι. πάντων γὰρ εἰκότως ἀνιαρώτατος εἶναι δοκεῖ μηκυνό‐ | |
μενος τοῖς οὐκ εὐφραινομένοις ὁ βίος. | 45 | |
46 | 51. Ὅτι οἷς μὲν ἐλπίδα ἡ μέλλησις φέρει, πολλὴ ἄνοια προ‐ τερήσασιν ἐς κίνδυνον τὸν ὑπὲρ τῶν ὅλων καθίστασθαι, οἷς δὲ τῇ βραδυτῆτι δυσκολώτερος ὁ ἀγὼν γίγνεται, τὸ καὶ πρὸς ὀλίγον ἀναβάλλεσθαι χρόνον τῆς παραυτίκα προπετείας μεμπτότερον. | |
5 | 52. Ὅτι πόλεμος οὐκ ἐξ ἀλογίστου βουλῆς κατορθοῦσθαι φιλεῖ, ἀλλ’ εὐβουλίᾳ τε καὶ προμηθείᾳ τὴν τῶν καιρῶν ἀεὶ σταθ‐ μουμένῃ ῥοπήν. 53. Οἶμαι δ’ ἔγωγε τόν τε βιασάμενον καὶ ὃς ἂν τὰ τοῦ πέλας μὴ ἀποδιδῷ ἐν ἴσῳ εἶναι. | |
10 | 54. Τῆς δὲ τύχης ὁ φθόνος ὤδινεν ἤδη ἐπὶ Ῥωμαίους, ἐπεὶ τὰ πράγματα εὖ τε καὶ καλῶς σφίσιν ἐπίπροσθε προϊόντα ἑώρα, κακῷ τε κεραννύναι τινὶ ταῦτα ἐθέλουσα, ἔριν ἐξ οὐδεμιᾶς αἰτίας λόγου ἀξίας ἐπενόει Βελισαρίῳ τε καὶ Κωνσταντίνῳ. 55. Ὅτι εὔκλειαν κτῶνται οὐχ οἱ τῶν καταδεεστέρων κρατή‐ | |
15 | σαντες, ἀλλ’ οἳ ἂν τῇ παρασκευῇ ἐλασσούμενοι τῷ τῆς ψυχῆς μεγέθει νικῷεν. οἷς δὲ τὸ φιλόψυχον ἐμπέφυκε μᾶλλον, τούτοις μάλιστα τὸ εὐτόλμοις εἶναι ξυμβαίνει, ἐπεὶ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον, οἷς τὰ πράγματα ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς, ὥσπερ ἡμῖν τανῦν, μόνῳ ἂν τῷ τῶν κινδύνων ὑπερφρονεῖν διασώζοιντο. | |
20 | 56. Ὅτι φιλοῦσιν οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι. 57. Ὅτι Βελισάριος πάντι τῷ στρατῷ ἦλθεν ἐς μέσην ἡμέραν. καὶ ἐπεὶ ὠχριῶντάς τε καὶ δεινῶς αὐχμῶντας Ἰωάννην τε καὶ τοὺς | |
ξὺν αὐτῷ εἶδε, τοῦ θράσους ὑπαινιττόμενος τὸ ἀλόγιστον χάριτας | 46 | |
47 | αὐτὸν ἔφασκεν Ἰλδίγερι ὀφείλειν. ὁ δὲ οὐκ Ἰλδίγερι, ἀλλὰ Ναρσῇ τῷ βασιλέως ταμίᾳ ὁμολογεῖν ἔφη, παραδηλῶν, οἶμαι, Βελισάριον οὐ σφόδρα ἐθελούσιον, ἀλλὰ Ναρσῇ ἀναπεισθέντα σφίσιν ἀμῦναι. καὶ τὸ λοιπὸν ἄμφω ὑποψίᾳ πολλῇ ἐς ἀλλήλους ἐχρῶντο. διὸ | |
5 | δὴ οὐδὲ Ναρσῆν εἴων οἱ ἐπιτήδειοι ξὺν Βελισαρίῳ στρατεύεσθαι, ἀλλ’ ἀνέπειθον, ὅσον αἰσχρὸν εἴη τῶν ἀπορρήτων βασιλεῖ κοινω‐ νοῦντι μὴ οὐχὶ αὐτοκράτορι τοῦ στρατοῦ εἶναι, ἀλλὰ στρατηγῷ ἀνδρὶ ἐπακούειν. οὐ γάρ ποτε Βελισάριον ἐπὶ τῇ ἴσῃ ἑκόντα εἶναι τῆς στρατιᾶς ξὺν αὐτῷ ἄρξειν ἀπεφαίνοντο, βουλομένῳ κατ’ αὐτὸν | |
10 | τῷ Ῥωμαίων στρατῷ ἐξηγεῖσθαι πλείους τε στρατιώτας καὶ πολλῷ ἀμείνους ξὺν τοῖς ἄρχουσιν ἕψεσθαι. οὐχ ἧσσον γὰρ ἢ μυρίους ἔφασκον εἶναι, ἀνδρείους τε ὄντας καὶ διαφερόντως ἀγαθοὺς τὰ πολέμια, βούλεσθαί τε τὴν Ἰταλίας ἐπικράτησιν οὐ Βελισαρίῳ λογίζεσθαι μόνον, ἀλλὰ τὸ μέρος καὶ Ναρσῆν φέρεσθαι. τὴν γὰρ | |
15 | βασιλέως αὐτὸν οἴεσθαι ὁμιλίαν ἀπολιπεῖν, οὐκ ἐφ’ ᾧ κινδύνοις ἰδίοις τὴν Βελισαρίου δόξαν κρατύνηται, ἀλλ’ ἐφ’ ᾧ ἔργα ξυνέ‐ σεως καὶ ἀνδρείας ἐπιδειξάμενος διαβόητος ἀνθρώποις ἅπασιν, ὡς τὸ εἰκός, εἴη. καίτοι οὐδὲ Βελισάριον ἔφασκον δυνήσεσθαί τι ἄνευ γε αὐτῶν τὸ λοιπὸν δρᾶσαι. στρατιᾶς γὰρ ἧς ἐκεῖνος | |
20 | ἄρχοι τὸ πλεῖστον ἤδη ἔν τε φρουρίοις καὶ πόλεσιν ἀπολελεῖ‐ φθαι· κατέλεγόν τε ἀπὸ Σικελίας ἀρξάμενοι ἄχρι ἐς Πικηνοὺς ἑξῆς ἅπαντα. Ναρσῆς τε ἐπεὶ τοῦτο ἤκουσεν, ἥσθη ἐς ἄγαν τῇ ὑποθήκῃ καὶ οὐδὲ κατέχειν τὴν διάνοιαν οὐδὲ μένειν ἐν τοῖς καθεστῶσιν | |
25 | ἔτι ἠδύνατο. πολλάκις οὖν Βελισαρίου ἄλλου του ἔργου ἔχεσθαι ἀξιοῦντος ἐς σκήψεις τινὰς ἄλλοτε ἄλλας ἀναχωρῶν τὴν παρα‐ | |
κέλευσιν ἀπεκρούετο. | 47 | |
48 | 58. Ὅτι ῥᾶον οἱ νενικηκέναι δοκοῦντες τοῖς πεπραγμένοις ἐπαιρόμενοι διαφθείρονται ἢ 〈οἱ〉 παρὰ δόξαν μὲν ἐπταικότες, ἐς δὲ τὸ λοιπὸν ἐν φροντίδι πολλῇ ἐς τοὺς ἐναντίους ἐχόμενοι. ῥαθυμία μὲν γὰρ τῶν εὖ καθεστώτων τινὰς ἔφθειρε, πόνος δὲ | |
5 | σὺν μερίμνῃ τῶν δεδυστυχηκότων πολλοὺς ὤρθωσεν. ἐπεὶ τῶν μὲν ὀλιγωρίᾳ εἰκόντων ἡ δύναμις ὡς τὰ πολλὰ ἐλασσοῦσθαι φιλεῖ, μελέτη δὲ ἰσχὺν ἐντιθέναι ἱκανῶς πέφυκεν. 59. Ὅτι προδόται καλεῖσθαι, οἶμαι, εἰσὶ δίκαιοι οὐχ οἳ ἂν τὰς πύλας τοῖς ἐναντίοις ἀνακλίνοιεν μόνον, ἀλλ’ οὐδέν τι ἧσσον, εἰ μὴ | |
10 | καὶ μᾶλλον, οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις ἀμύνειν, οἱ δὲ τὴν ἀκίνδυνον ὄκνησιν πρὸ τῆς ἀγωνίας ἑλόμενοι, τὴν ἐκεί‐ νων, ὡς τὸ εἰκός, ἐπικράτησιν τοῖς πολεμίοις δεδώκασι. 60. Ὅτι ἀνθρώπων ξυνέσει ἢ τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαί‐ νονται τὰ πρασσόμενα, ἔστι δέ τι δαιμόνιον, ὅπερ αὐτῶν ἀεὶ | |
15 | στρέφον τὰς διανοίας ἐνταῦθα ἄγει οὗ δὴ κωλύμη τις τοῖς πεπρω‐ μένοις οὐδεμία ἔσται. τοὺς γὰρ ἐναντίους οἱ Γότθοι πλήθει τε καὶ δυνάμει 〈παρὰ πολὺ ὑπεραίροντες καὶ οὔτε μάχῃ δια〉κριθέν‐ τες, οὔτε ἄλλῳ ὁτῳοῦν δεδουλωμένοι τὸ φρόνημα, δορυάλωτοί τε πρὸς τῶν ἐλασσόνων ἐγίνοντο καὶ τὸ τῆς δουλείας ὄνομα ἐν ὕβρει | |
20 | οὐδεμιᾷ ἦγον. 61. Ὅτι αἱ γυναῖκες τῶν Γότθων ἐτύγχανον παρὰ τῶν ἀνδρῶν | |
ἀκηκοέναι μεγάλους τε τὰ σώματα καὶ ἀριθμοῦ κρείσσους τοὺς | 48 | |
49 | πολεμίους εἶναι· ἐπειδὴ ἅπαντας ἐπὶ τῆς πύλης καθήμεναι εἶδον, ἔς τε τὰ πρόσωπα τῶν ἀνδρῶν πᾶσαι ἀπέπτυον, καὶ ταῖς χερσὶν ἐνδεικνύμεναι τοὺς νενικηκότας τὴν ἀνανδρίαν ὠνείδιζον. 62. Ὅτι ἐς τοὺς ξυγγενεῖς ἀεὶ τὰς ὁμοίας τύχας παραπέμ‐ | |
5 | πεσθαι οἴονται ἄνθρωποι. 63. Ὅτι ἐμπειρία λογισμὸν φέρουσα θρασύνεσθαι ἥκιστα εἴωθεν. 64. Ὅτι λήθη πολλοῖς τισιν ἐπιγενομένη τῶν ἤδη φθασάν‐ των ἐπῆρε μὲν αὐτῶν οὐκ ἐν δέοντι ὑπὸ ἀμαθίας τὰς γνώμας, ἐν | |
10 | δὲ τοῖς μεγίστοις ἱκανῶς ἔσφηλεν. 65. Ὅτι πολλοὶ δόξῃ οὐκ ἀληθῆ ἐξηπατημένοι σφᾶς αὐτοὺς ἔσφηλαν, καὶ καταφρόνημά τισιν οὐκ ἐν δέοντι ἐγγενόμενον τὴν ὑπάρχουσαν αὐτοῖς καταλῦσαι δύναμιν ἴσχυσεν. 66. Ὅτι τύχη ἐς ἀπόγνωσιν ἀγαθῶν ἐλπίδων ἐλθοῦσα ἐς εὐ‐ | |
15 | τολμίας ἀφορμὴν περιίσταται. 67. Ὅτι Τουτίλᾳ τῷ Γοτθῶν βασιλεῖ Ῥωμαῖός τις προσελθών, Καλαβρὸς γένος, ᾐτιᾶτο τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα τὴν παῖδα παρθένον οὖσαν οὔτι ἑκουσίαν βιάσασθαι. καὶ ὃς τὸν ἄνθρωπον οὐκ ἀπαρνηθέντα τὸ ἔγκλημα τίσασθαι τῆς ἁμαρτάδος ἐν σπουδῇ | |
20 | ἔχων ἐν δεσμωτηρίῳ καθεῖρξε. δείσαντες δὲ ἀμφ’ αὐτῷ τῶν βαρ‐ βάρων οἱ λογιμώτατοι (δραστήριος γάρ τις ὁ ἀνὴρ ἐτύγχανεν ὢν καὶ ἀγαθὸς τὰ πολέμια) ξυλλεγέντες εὐθὺς καὶ Τουτίλᾳ ἐς ὄψιν | |
ἐλθόντες ἐδέοντο τῷ ἀνθρώπῳ τὴν αἰτίαν ἀφεῖναι. ὁ δὲ πράως τε | 49 | |
50 | καὶ ταραχῇ οὐδεμιᾷ τῶν λεγομένων τὴν μάθησιν ποιησάμενος ἔλεξε τοιάδε „οὐκ ἀπανθρωπίας ὑπερβολῇ εἴκων οὐδὲ ξυγγενῶν ὑπερηδόμενος ξυμφοραῖς, ἀλλ’ ὡς ἔνι μάλιστα δεδιὼς μή τι Γότ‐ θοις ξυμβήσεται φλαῦρον, ἐς λόγους τούσδε, ὦ ξυστρατιῶται, κα‐ | |
5 | θίσταμαι. ἐγὼ μὲν οὖν τοῦτο οἶδα, ὡς τῶν ἀνθρώπων ὁ πολὺς ὅμιλος τὰ τῶν πραγμάτων ὀνόματα μεταβάλλουσιν ἐς πᾶν τοὐναν‐ τίον. φιλανθρωπίαν μὲν γὰρ καλεῖν τὴν παρανομίαν εἰώθασιν, ἐξ ἧς διεφθάρθαι τε τὰ χρηστὰ πάντα καὶ ξυντεταράχθαι ξυμ‐ βαίνει, σκαιὸν δὲ καὶ ἀτεχνῶς δύσκολον, ὃς ἂν τὰ νόμιμα περι‐ | |
10 | στέλλειν ἐς τὸ ἀκριβὲς βούληται, ὅπως δὴ τοῖς ὀνόμασι τούτοις παραπετάσμασιν ἐς τὴν ἀσέλγειαν χρώμενοι ἀδεέστερον ἐξαμαρ‐ τάνειν τε ἱκανοὶ εἶεν καὶ τὴν μοχθηρίαν ἐνδείκνυσθαι. ὑμῖν δὲ παραινῶ μὴ τῆς ὑμῶν αὐτῶν σωτηρίας ἁμαρτάδα ἑνὸς ἀνδρὸς ἀνταλλάξασθαι, μηδὲ τοῦ μιάσματος τοῦδε αὐτοὶ τὸ μέρος οὐδὲν | |
15 | ἀδικοῦντες μεταλαχεῖν. τό τε ἐξαμαρτεῖν καὶ τὸ διακωλύειν τὴν ἐς τοὺς ἐξημαρτηκότας τιμωρίαν, οἶμαι, ἐν ἴσῳ ἐστί. βούλομαι τοίνυν οὑτωσὶ σκοπουμένους ὑμᾶς ποιήσασθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν, ὡς νῦν αἵρεσις ὑμῖν δυεῖν πρόκειται, ἢ τὸν ἄνδρα τοῦτον ὧν ἠδίκηκε μὴ δοῦναι τὴν δίκην, ἢ τῷ Γότθων γένει | |
20 | σεσῶσθαί τε καὶ τὸ τοῦ πολέμου κεκτῆσθαι κράτος. σκέψασθε γάρ· 〈ἦν〉 ἡμῖν κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου στρατιωτῶν μὲν πλῆθος δόξῃ τε καὶ τῇ ἐς τοὺς κινδύνους ἐμπειρίᾳ λαμπρόν, χρή‐ ματα δὲ ξυνελόντα εἰπεῖν ἀριθμοῦ κρείσσω, ἵππων δὲ καὶ ὅπλων περιουσίας ὑπερβολή τις, καὶ πάντα ὅσα ἔν γε Ἰταλιώταις ὀχυρώ‐ | |
25 | ματά ἐστιν, εἴ τῳ καὶ ταῦτα οὐκ ἀχρεῖα παντάπασιν εἶναι δοκεῖ τοῖς ἐς πόλεμον καθισταμένοις ἐφόδια. ἐπεὶ δὲ ὑπὸ Θευδάτῳ ταττόμενοι, ἀνδρὶ τὸ δίκαιον περὶ ἐλάσσονος τῆς ἐς τὸ πλουτεῖν ἐπιθυμίας πεποιημένῳ, ἵλεων ἡμῖν αὐτοῖς τὸν θεὸν παρανομίᾳ τῇ ἐς τὴν δίαιταν ὡς ἥκιστα κατεστήσαμεν, ὅπη ποτὲ κεχώρηκεν | |
30 | ἡμῖν ἡ τύχη ἐπίστασθε δή που, ὑφ’ οἵων τε καὶ ὁπόσων ἡσση‐ μένοις ἀνδρῶν. νῦν δὲ τὴν δίκην παρ’ ἡμῶν ὁ θεὸς ὧν ἐξημάρ‐ τομεν ἱκανῶς ἔχων αὖθις ἡμῖν κατὰ τὸ βούλημα ῥυθμίζει τὸν | |
βίον καὶ τὸ ξύμπαν εἰπεῖν ἄμεινον ἡμῖν ἢ κατ’ ἐλπίδας τὰ πράγ‐ | 50 | |
51 | ματα ἄγει, οἷς γε ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν νενικηκέναι τοὺς πολεμίους τετύχηκεν· περιστέλλειν οὖν τὴν τῆς νίκης πρόφασιν, τὸ τὰ δίκαια πράσσειν, ξυνοίσει μᾶλλον ἢ ἀπ’ ἐναντίας αὐτῇ ἰόντας φθονεροὺς ἡμᾶς ἐφ’ ἡμῖν αὐτοῖς γεγενῆσθαι δοκεῖν. οὐ | |
5 | γὰρ ἔστιν, οὐκ ἔστιν, τὸν ἀδικοῦντα καὶ βιαζόμενον ἐν τοῖς ἀγῶ‐ σιν εὐδοκιμεῖν, ἀλλὰ πρὸς τὸν βίον ἑκάστου ἡ τοῦ πολέμου πρυ‐ τανεύεται τύχη.“ Τουτίλας μὲν τοσαῦτα εἶπεν. ἐπαινέσαντες δὲ τὰ εἰρημένα οἱ Γότθων λόγιμοι τὸν δορυφόρον οὐκέτι ἐξῃτοῦντο, ἀλλ’ εἴων ὅπως ποτὲ αὐτῷ πράσσειν δοκοίη. καὶ ὃς τὸν μὲν | |
10 | ἄνθρωπον διεχρήσατο, τὰ δὲ χρήματα, ὅσα δὴ αὐτῷ ἐτύγχανεν ὄντα, τῇ βιασθείσῃ παρείχετο. 68. Ὅτι Βελισάριος περί τε τῆς Ῥώμης καὶ τοῖς ὅλοις πράγ‐ μασι δείσας, ἐπεὶ ἐκ Ῥαβέννης ἀμύνειν ἄλλως τε καὶ στρατῷ ὀλίγῳ ἀδύνατα ἦν, ἀπανίστασθαι ἐνθένδε καὶ τὰ ἐπὶ Ῥώμης χωρία | |
15 | καταλαβεῖν ἔγνω, ὅπως δὴ ἀγχοῦ γενόμενος τοῖς ταύτῃ κάμνουσιν ἐπιβοηθεῖν οἷός τε εἴη. καὶ οἱ τότε μετέμελεν, τοῦτο γὰρ ἔδρασεν οὐκ ἐπὶ τῷ τῶν βασιλέως πραγμάτων ξυμφόρῳ, ἐπεὶ ἐνταῦθα καθείρξας αὑτὸν ἐδεδώκει τοῖς πολεμίοις κατ’ ἐξουσίαν τὴν τοῦ πολέμου διοικεῖσθαι ῥοπήν. καί μοι ἔδοξεν ἢ Βελισάριον ἑλέσθαι | |
20 | τὰ χείρω, ἐπεὶ χρῆν τότε Ῥωμαίοις γενέσθαι κακῶς, ἢ βεβουλεῦ‐ σθαι μὲν αὐτὸν τὰ βελτίω, ἐμπόδιον δὲ οὐδ’ ὣς τῷ θεῷ γεγο‐ νέναι, Τουτίλᾳ τε καὶ Γότθοις ἐπικουρεῖν ἐν νῷ ἔχοντι, 〈καὶ ἀπ’ αὐτοῦ〉 τῶν βουλευμάτων τὰ βέλτιστα ἐς πᾶν τοὐναντίον Βελισαρίῳ ἀποκεκρίσθαι. οἷς μὲν γὰρ ἐπιπνεῖ ἐξ οὐρίας τὸ πνεῦμα τῆς | |
25 | τύχης καὶ τὰ χείριστα βουλευομένοις ὑπαντιάσει οὐδὲν δύσκολον, ἀντιπεριάγοντος αὐτὰ τοῦ δαιμονίου ἐς πᾶν ξύμφορον· ἀνδρὶ δὲ κακοτυχοῦντι εὐβουλία μὲν οὐδαμῆ πάρεστι, παραιρουμένου αὐτὸν | |
ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν τοῦ χρῆναι παθεῖν, ἢν δέ τι καὶ | 51 | |
52 | βουλεύσηταί ποτε τῶν δεόντων, ἀλλὰ πνέουσα τῷ βουλεύσαντι ἀπ’ ἐναντίας εὐθὺς ἡ τύχη ἀντιστρέφει αὐτοῦ τὴν εὐβουλίαν ἐπὶ τὰ πονηρότατα τῶν ἀποβάσεων. ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε ἐκείνῃ ἔχει οὐκ ἔχω εἰπεῖν. | |
5 | 69. Ὅτι τοὺς ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὖθις ἐκπεπτω‐ κέναι κακοπραγίαν οὐ προϊδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συν‐ ειθισμένην αὐτοῖς συμφορὰν οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ’ ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκὸς, περιτίθεσθαι. 70. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν τῶν ξυγκειμένων ἐς τοὺς | |
10 | ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν γνώμην ἐνδείκνυσθαι, ἀλλ’ ὥσπερ τῆς φύσεως ἄλλο τι γνώ‐ ρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περι‐ φέρειν φιλεῖ. 71. Ὅτι τῆς Ῥώμης ἁλούσης καὶ φυγόντων ἄλλων τε καὶ Βέσσα | |
15 | πολλοὶ τῷ Τουτίλᾳ νύκτωρ ἤγγελλον ὅτι δὴ Βέσσας τε καὶ οἱ πολέμιοι φεύγουσιν. ὁ δὲ χαρίεντα τὸν λόγον αὐτοὺς εἰρηκέναι εἰπὼν οὐκ εἴα διώκειν. τί γὰρ ἂν ἥδιον ἀνθρώπῳ γένοιτο, ἔφη, πολεμίων φευγόντων; 72. Ὅτι ἐπεὶ ὁ Τουτίλας μετὰ τὴν ἅλωσιν Ῥώμης ἀφίκετο | |
20 | ἐς τὸν τοῦ Πέτρου τοῦ ἀποστόλου νεὼν εὐξόμενος, Πελάγιος αὐτῷ ἐς ὄψιν ἦλθε τὰ Χριστιανῶν λόγια ἐν χερσὶ φέρων, ταύτῃ τε τὴν ἱκετείαν προτεινόμενος „φείδου τῶν σῶν, ὦ δέσποτα“ εἶπεν. καὶ ὃς ἐπιτωθάζων τε καὶ ἐνδιαθρυπτόμενος ἔφη „νῦν με, ὦ Πελάγιε, ἱκετεύσων ἐλήλυθας.“ „ὅτε με“ ὁ Πελάγιος ἀπεκρίνατο „δοῦλον | |
25 | σὸν ὁ θεὸς εἶναι πεποίηκεν. ἀλλὰ δούλων τῶν σῶν, ὦ δέσποτα, | 52 |
53 | τὸ λοιπὸν φείδου.“ ταύτην ὁ Τουτίλας τὴν ἱκετείαν δεξάμενος ἀπεῖπε Γότθοις μηδένα τὸ λοιπὸν ἀποκτιννύναι τῶν Ῥωμαίων πάντων, ἀλλὰ τῶν χρημάτων αὐτῷ μὲν τὰ τιμιώτατα ἐξελεῖν, τὰ δὲ ἄλλα σφίσιν αὐτοῖς κατ’ ἐξουσίαν ληΐζεσθαι. | |
5 | 73. Ὅτι τῆς Ῥώμης αὖθις καταληφθείσης ὑπὸ Βελισαρίου καὶ κτιζομένης ὅσοι ἐν Γότθοις λόγιμοι ἦσαν Τουτίλᾳ προσελ‐ θόντες ἐλοιδοροῦντό τε καὶ ἀναίδην αὐτῷ τὴν ἀβουλίαν ὠνείδιζον, ὅτι δὴ Ῥώμην ἑλὼν οὔτε ξύμπασαν ἐς ἔδαφος καθεῖλεν, ὅπως μηκέτι τοῖς πολεμίοις καταληπτὴ εἴη, οὔτε αὐτὸς ἔσχεν, ἀλλ’ ὅπερ | |
10 | πόνῳ τε καὶ χρόνῳ πολλῷ αὐτοῖς ἐργασθὲν ἔτυχε, τοῦτο λόγῳ αὐτὸς οὐδενὶ διαφθείρειεν. οὕτω τοῖς ἀνθρώποις ἐμπέφυκε πρὸς τῶν πραγμάτων τὰς ἀποβάσεις ἀεὶ τὴν γνώμην ῥυθμίζειν καὶ τὴν διάνοιαν τῷ τῆς τύχης ῥεύματι προσχωρεῖν, ἀγχιστρόφους τε ἀπ’ αὐτοῦ τὰς μεταστάσεις ποιεῖσθαι τῆς δόξης. διὸ δὴ καὶ Γότθοι | |
15 | εὐημεροῦντα μὲν τοῖς ἐγχειρήμασι Τουτίλαν ἐτεθήπεσαν ἴσα θεῷ, ἄμαχόν τινα καὶ ἀήττητον ἀποκαλοῦντες, ἡνίκα πόλεων τῶν ἁλισκο‐ μένων ἐκ μοίρας τινὸς τὰ τείχη διαφθείρειν εἴα, σφαλέντι δὲ λοιδορεῖσθαι οὐκ ἀπηξίουν τῶν ἔναγχος σφίσιν ἀμφ’ αὐτῷ εἰρη‐ μένων ἀμνημονοῦντες, ἀπ’ ἐναντίας τε αὐτῶν οὐδεμιᾷ ὀκνήσει | |
20 | ἰόντες. ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα οὐχ οἷόν τέ ἐστι μὴ οὐχὶ τοῖς ἀνθρώποις ἐς ἀεὶ ἁμαρτάνεσθαι, ἐπεὶ καὶ φύσει γίνεσθαι εἴωθεν. 74. Ὅτι φύσει ἄνθρωποι οὐδέν τι μέγα διαφέρειν ἀλλήλων δοκοῦσι, ἡ δὲ πεῖρά τισι γιγνομένη διδάσκαλος κρείσσω τὸν ἐκμα‐ | |
25 | θόντα τῶν οὐ τετυχηκότων τῆς διδασκαλίας τῷ παντὶ τίθησιν. 75. Ὅτι ῥᾶον οἱ θρασεῖς εὔτολμοι κέκληνται ἢ 〈οἱ〉 προμη‐ | |
θεῖς ἀσφαλεῖς. ὁ μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας εὐημε‐ | 53 | |
54 | ρῶν τε τὴν ἀπὸ τοῦ ἔργου δόξαν φέρεται ξύμπασαν καὶ σφαλεὶς ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, ὁ δὲ προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμα‐ | |
5 | θέσιν ἐργάσασθαι δοκεῖ. 76. Ὅτι τὸ ἐν οὐδενὶ σφάλλεσθαι θεοῦ 〈ἂν〉 μόνου ἴδιον γένοιτο. 77. Ὅτι τὸ ξυμπεσὸν οὐδ’ ἂν ὁ πᾶς αἰὼν ἀποίητον δύναιτο τίθεσθαι, εὐτυχημάτων δὲ ἄλλων ἐπιγινομένων τοῖς ἐπταικόσι | |
10 | λελωφηκέναι ξυμβαίνει τὴν τῶν κακῶν μνήμην. 78. Ὅτι πλῆθος ἄναρχον ἄλλως τε καὶ τῶν ἀναγκαίων ὑπο‐ | |
σπανίζον ἀνδραγαθίζεσθαι ἥκιστα 〈πέφυκεν〉. | 54 | |
55(t) | Excerpta ex Arriano | |
1 | 1. ......έναι, Ἀλέξανδρόν τε ἀγασθέντες οὔτε δέει οὔτε κατ’ ὠφέλειαν πρεσβεῦσαι παρ’ αὐτόν. καὶ τούτους φίλους τε ὀνομάσας καὶ ξυμμάχους ποιησάμενος ὀπίσω ἀπέπεμψε, τοσοῦτον ὑπειπὼν ὅτι ἀλαζόνες Κελτοί εἰσιν. | |
5 | 2. Ὅτι Ἀλέξανδρος ἐλθὼν ἐς Ἴλιον εὐδαιμόνισεν Ἀχιλλέα, ὅτι Ὁμήρου κήρυκος ἐς τὴν ἔπειτα μνήμην ἔτυχε. καὶ μέντοι καὶ ἦν Ἀλεξάνδρῳ οὐχ ἥκιστα τούτου ἕνεκα εὐδαιμονιστέος Ἀχιλλεύς, ὅτι αὐτῷ γε Ἀλεξάνδρῳ, οὐ κατὰ τὴν ἄλλην ἐπιτυχίαν, τὸ χωρίον τοῦτο ἐκλιπὲς ξυνέβη οὐδὲ ἐξηνέχθη ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου | |
10 | ἔργα ἐπαξίως, οὔτ’ οὖν καταλογάδην οὔτε τις ἐν μέτρῳ ἐποίησεν· ἀλλ’ οὐδὲ ἐν μέλει ᾔσθη Ἀλέξανδρος, ἐν ὅτῳ Ἱέρων τε καὶ Γέλων καὶ Θήρων καὶ πολλοὶ ἄλλοι οὐδέν τι Ἀλεξάνδρῳ ἐπεοικότες, ὥστε πολὺ μεῖον γιγνώσκεται τὰ Ἀλεξάνδρου ἢ τὰ φαυλότατα τῶν πάλαι ἔργων· ὁπότε καὶ ἡ τῶν μυρίων ξὺν Κύρῳ ἄνοδος ἐπὶ βασιλέα | |
15 | Ἀρταξέρξην καὶ τὰ Κλεάρχου τε καὶ τῶν ἅμα αὐτῷ ἁλόντων παθή‐ ματα καὶ ἡ κατάβασις αὐτῶν ἐκείνων, ἣν Ξενοφῶν αὐτοὺς κατή‐ γαγε, πολύ τι ἐπιφανέστερα ἐς ἀνθρώπους Ξενοφῶντος ἕνεκά ἐστιν ἢ Ἀλέξανδρός τε καὶ τὰ Ἀλεξάνδρου ἔργα. καίτοι Ἀλέξαν‐ δρος οὔτε ξὺν ἄλλῳ ἐστράτευσεν, οὔτε φεύγων μέγαν βασιλέα τοὺς | |
20 | τῇ καθόδῳ τῇ ἐπὶ θάλασσαν ἐμποδὼν γιγνομένους ἐκράτησεν· ἀλλ’ οὐκ ἔστιν ὅστις ἄλλος εἷς ἀνὴρ τοσαῦτα ἢ τηλικαῦτα ἔργα | |
κατὰ πλῆθος ἢ μέγεθος ἐν Ἕλλησιν ἢ βαρβάροις ἐπεδείξατο. | 55 | |
56 | ἔνθεν καὶ αὐτὸς ὁρμηθῆναί φημι ἐς τήνδε τὴν ξυγγραφήν, οὐκ ἀπαξιώσας ἐμαυτὸν φανερὰ καταστήσειν ἐς ἀνθρώπους τὰ Ἀλε‐ ξάνδρου ἔργα. ὅστις δὲ ὢν ταῦτα ὑπὲρ ἐμαυτοῦ γινώσκω, τὸ μὲν ὄνομα οὐδὲν δέομαι ἀναγράψαι, οὐδὲ γὰρ οὐδὲ ἄγνωστον ἐς ἀνθρώ‐ | |
5 | πους ἐστίν, οὐδὲ πατρίδα ἥτις μοί ἐστιν οὐδὲ γένος τὸ ἐμόν, οὐδὲ εἰ δή τινα ἀρχὴν ἐν τῇ ἐμαυτοῦ ἦρξα· ἀλλὰ ἐκεῖνο ἀναγράφω, ὅτι ἐμοὶ πατρίς τε καὶ γένος καὶ ἀρχαὶ οἵδε οἱ λόγοι εἰσί τε καὶ ἀπὸ νέου ἔτι ἐγένοντο. καὶ ἐπὶ τῷδε οὐκ ἀπαξιῶ ἐμαυτὸν τῶν πρώ‐ των ἐν τῇ φωνῇ τῇ Ἑλλάδι, εἴπερ οὖν καὶ Ἀλέξανδρος τῶν ἐν | |
10 | τοῖς ὅπλοις. 3. Ὅτι ἔτι ἐν τῇ πολιορκίᾳ τῆς Τύρου ξυνεχομένου Ἀλεξάν‐ δρου ἀφίκοντο παρὰ Δαρείου πρέσβεις ὡς αὐτόν, ἀγγέλλοντες μύρια μὲν τάλαντα ὑπὲρ τῆς μητρός τε καὶ τῆς γυναικὸς καὶ τῶν παίδων δοῦναι ἐθέλειν Ἀλεξάνδρῳ Δαρεῖον· τὴν δὲ χώραν πᾶσαν | |
15 | τὴν ἐντὸς Εὐφράτου ποταμοῦ ἔστε ἐπὶ θάλασσαν τὴν Ἑλληνικὴν Ἀλεξάνδρου εἶναι· γήμαντα δὲ τὴν Δαρείου παῖδα Ἀλέξανδρον φίλον τε εἶναι Δαρείῳ καὶ ξύμμαχον. καὶ τούτων ἐν τῷ ξυλλόγῳ τῶν ἑταίρων ἐπαγγελθέντων Παρμενίωνα μὲν λέγουσιν Ἀλεξάνδρῳ εἰπεῖν ὅτι αὐτὸς 〈ἂν〉 Ἀλέξανδρος ὢν ἐπὶ τούτοις ἠγάπησε κατα‐ | |
20 | λύσας τὸν πόλεμον μηκέτι τὸ πρόσω κινδυνεύειν· Ἀλέξανδρον δὲ Παρμενίωνι ἀποκρίνασθαι ὅτι καὶ αὐτὸς ἂν, εἰ Παρμενίων ἦν, οὕτως ἔπραξεν, ἐπεὶ δὲ Ἀλέξανδρός ἐστιν, ἀποκρινεῖσθαι Δαρείῳ ἅπερ δὴ καὶ ἀπεκρίνατο. ἔφη γὰρ οὔτε χρημάτων δεῖσθαι παρὰ Δαρείου οὔτε τῆς χώρας λαβεῖν ἀντὶ τῆς πάσης τὸ μέρος· εἶναι | |
25 | γὰρ τά τε χρήματα καὶ τὴν χώραν αὑτοῦ πᾶσαν· γῆμαί τε εἰ ἐθέλοι τὴν Δαρείου παῖδα, γῆμαι ἂν καὶ οὐ διδόντος Δαρείου· ἐκέλευε δὲ αὐτὸν ἥκειν, εἴ τι εὑρέσθαι θέλει φιλάνθρωπον παρ’ αὑτοῦ. ταῦτα ὡς ἤκουσε Δαρεῖος, τὰς μὲν ξυμβάσεις ἀπέγνω τὰς πρὸς Ἀλέξανδρον, ἐν παρασκευῇ 〈δὲ〉 τοῦ πολέμου αὖθις ἦν. | |
30 | 4. Ὅτι ἐν νυκτὶ τοῖς τε ἀποχρώντως καὶ τοῖς ἐνδεῶς πρὸς | |
τὰς μάχας παρεσκευασμένοις πολλὰ ἐκ τοῦ παραλόγου ξυμβάντα | 56 | |
57 | τοὺς μὲν ἔσφηλε, τοὺς κρείσσονας, τοῖς χείροσι δὲ παρὰ τὰ ἐξ ἀμφοῖν ἐλπισθέντα τὴν νίκην παρέδωκεν. 5. Ὅτι ἐνέπρησεν Ἀλέξανδρος τὰ Περσῶν βασίλεια, Παρ‐ μενίωνος σώζειν ξυμβουλεύοντος, τά τε ἄλλα καὶ ὅτι οὐ καλὸν | |
5 | ἑαυτοῦ κτῆμα ἀπολλύναι καὶ ὅτι οὐχ ὡσαύτως προσέξουσιν αὐτῷ οἱ κατὰ τὴν Ἀσίαν ἄνθρωποι, ὡς οὐδὲ αὐτῷ ἐγνωκότι κατέχειν τῆς Ἀσίας τὴν ἀρχήν, ἀλλ’ ἀπελθεῖν μόνον νικῶντα. ὁ δὲ τιμω‐ ρήσασθαι ἐθέλειν Πέρσας ἔφασκεν ἀνθ’ ὧν ἐπὶ τὴν Ἑλλάδα ἐλά‐ σαντες τάς τε Ἀθήνας κατέσκαψαν καὶ τὰ ἱερὰ ἐνέπρησαν, καὶ | |
10 | ὅσα ἄλλα κακὰ τοὺς Ἕλληνας εἰργάσαντο, ὑπὲρ τούτων δίκας λαβεῖν. 6. Ὅτι ἐπεὶ ὁ Ἀλέξανδρος ἐσθῆτα τὴν Μηδικὴν ἀντὶ τῆς Μακεδονικῆς τε καὶ πατρίου Ἡρακλείδης ὢν μετέλαβεν, οὐδαμῆ ἐπαινῶ, καὶ τὴν κίταριν τὴν Περσικὴν τῶν νενικημένων ἀντὶ ὧν | |
15 | αὐτὸς ὁ νικῶν πάλαι ἐφόρει ἀμεῖψαι οὐκ ᾐδέσθη, οὐδὲν τούτων ἐπαινῶ, ἀλλὰ εἴπερ τι ἄλλο, καὶ τὰ Ἀλεξάνδρου μεγάλα πράγματα ἐς τεκμηρίωσιν τίθεμαι ὡς οὔτε τὸ σῶμα ὅτῳ εἴη καρτερόν, οὔτε ὅστις γένει ἐπιφανής, οὔτε κατὰ πόλεμον εἰ δή τις διευτυχοίη ἔτι μᾶλλον ἢ Ἀλέξανδρος, οὐδὲ εἰ τὴν Λιβύην τις πρὸς τῇ Ἀσίᾳ, | |
20 | καθάπερ οὖν ἐπενόει ἐκεῖνος, ἐκπεριπλεύσας κατάσχοι, οὐδὲ εἰ τὴν Εὐρώπην ἐπὶ τῇ Ἀσίᾳ τε καὶ Λιβύῃ τρίτην, τούτων πάντων οὐδὲν ὄφελος ἐς εὐδαιμονίαν ἀνθρώπου, εἰ μὴ σωφρονεῖν ἐν ταὐτῷ ὑπάρχοι τούτῳ τῷ ἀνθρώπῳ τῷ τὰ μεγάλα, ὡς δοκεῖ, πράγματα πράξαντι. | |
25 | 7. Ἀλλὰ τὸν φθόνον γὰρ ἐμποδὼν ἵστασθαι τοῖς ζῶσι, τὸ μὴ οὐ τὰς δικαίας τιμὰς αὐτοῖς ἐκ τῶν ξυνόντων γίγνεσθαι. 8. Ταῦτα μεγάλως τε ἐπαινῶ Ἀλεξάνδρου, τὸ μήτε ἀπαυθα‐ διάσασθαι ἐπὶ κακῷ, μήτε προστάτην τε καὶ ξυνήγορον κακίονα ἔτι γενέσθαι τοῦ ἁμαρτηθέντος, ἀλλὰ ξυμφῆσαι γὰρ ἐπταικέναι | |
30 | ἄνθρωπον ὄντα. | 57 |
58 | 9. Ὅτι εἰσὶν οἳ λέγουσιν Ἀνάξαρχον τὸν σοφιστὴν ἐλθεῖν μὲν παρὰ Ἀλέξανδρον κληθέντα, ὡς παραμυθησόμενον· εὑρόντα δὲ κείμενον καὶ ἐπιστένοντα ἀγνοεῖν, φάναι, ἐπιγελάσαντα, διότι ἐπὶ τῷδε οἱ πάλαι σοφοὶ ἄνδρες τὴν Δίκην πάρεδρον τῷ Διῒ ἐποίησαν | |
5 | ὡς ὅ τι ἂν πρὸς τοῦ Διὸς κυρωθῇ, τοῦτο ξὺν δίκῃ πεπραγμένον· καὶ οὖν καὶ τὰ ἐκ βασιλέως μεγάλου γιγνόμενα δίκαια χρῆναι νομί‐ ζεσθαι, πρῶτα μὲν πρὸς αὐτοῦ βασιλέως, ἔπειτα πρὸς τῶν ἄλλων ἀνθρώπων. ταῦτα εἰπόντα παραμυθήσασθαι μὲν Ἀλέξανδρον ἐν τῷ τότε· κακὸν δὲ μέγα, ὡς ἐγώ φημι, ἐξεργάσασθαι Ἀλεξάνδρῳ | |
10 | καὶ μεῖζον ἔτι ἢ ὅτῳ τότε ξυνείχετο· εἴπερ οὖν σοφοῦ ἀνδρὸς τήνδε ἔγνω τὴν δόξαν, ὡς οὐ τὰ δίκαια ἄρα χρὴ σπουδῇ ἐπιλεγό‐ μενον πράττειν τὸν βασιλέα, ἀλλὰ ὅ τι ἂν καὶ ὅπως οὖν ἐκ βασι‐ λέως πραχθῇ, τοῦτο δίκαιον νομίζειν. ἐπεὶ καὶ προσκυνεῖσθαι ἐθέλειν Ἀλέξανδρον λόγος κατέχει, ὑπούσης 〈μὲν〉 αὐτῷ καὶ τῆς | |
15 | ἀμφὶ τοῦ Ἄμμωνος πατρὸς μᾶλλόν τι ἢ Φιλίππου δόξης, θαυμά‐ ζοντα δὲ ἤδη τὰ Περσῶν καὶ Μήδων τῆς τε ἐσθῆτος τῇ ἀμείψει καὶ τῆς ἄλλης θεραπείας τῇ μετακοσμήσει. οὐκ ἐνδεῆσαι δὲ οὐδὲ πρὸς τοῦτο αὐτῷ τοὺς κολακείᾳ ἐς αὐτὸ ἐνδιδόντας, ἄλλους τέ τινας καὶ δὴ καὶ τῶν σοφιστῶν τῶν ἀμφ’ αὐτὸν Ἀνάξαρχόν τε | |
20 | καὶ Ἄγιν Ἀργεῖον, ἐποποιόν. Καλλισθένην τε τὸν Ὀλύνθιον Ἀριστοτέλους τε τῶν λόγων διακηκοότα καὶ τὸν τρόπον ὄντα ὑπαγροικότερον οὐκ ἐπαινεῖν ταῦτα. τούτου μὲν δὴ ἕνεκα καὶ αὐτὸς Καλλισθένει ξυμφέρομαι· ἐκεῖνα δὲ οὐκέτι ἐπιεικῆ δοκῶ τοῦ Καλλισθένους, εἴπερ ἀληθῆ | |
25 | ξυγγέγραπται, ὅτι ὑφ’ αὑτῷ εἶναι ἀπέφαινε καὶ τῇ αὑτοῦ ξυγ‐ γραφῇ Ἀλέξανδρόν τε καὶ τὰ Ἀλεξάνδρου ἔργα. οὔκουν αὐτὸς ἀφῖχθαι ἐξ Ἀλεξάνδρου δόξαν κτησόμενος, ἀλλὰ ἐκεῖνον εὐκλεᾶ ἐς ἀνθρώπους ποιήσων. καὶ οὖν 〈καὶ〉 τοῦ θείου τὴν μετουσίαν Ἀλε‐ ξάνδρῳ οὐκ ἐξ ὧν Ὀλυμπιὰς ὑπὲρ τῆς γενέσεως αὐτοῦ ψεύδεται | |
30 | ἀνηρτῆσθαι, ἀλλ’ ἐξ ὧν ἂν αὐτὸς ὑπὲρ Ἀλεξάνδρου ξυγγράψας ἐξενέγκῃ ἐς ἀνθρώπους. εἰσὶ δὲ οἳ καὶ τάδε ἀνέγραψαν, ὡς ἄρα εἴρετο αὐτόν ποτε Φιλώτας ὅντινα οἴοιτο μάλιστα τιμηθῆναι πρὸς | |
τῆς Ἀθηναίων πόλεως· τὸν δὲ ὑποκρίνασθαι Ἁρμόδιον καὶ Ἀριστο‐ | 58 | |
59 | γείτονα, ὅτι τὸν ἕτερον τοῖν τυράννοιν ἔκτειναν καὶ τυραννίδα ὅτι κατέλυσαν. ἐρέσθαι δὲ αὖθις τὸν Φιλώταν εἰ τῷ τύραννον κτεί‐ ναντι ὑπάρχει παρ’ οὕστινας ἐθέλει τῶν Ἑλλήνων 〈φυγόντα〉 σώ‐ ζεσθαι· καὶ ἀποκρίνασθαι αὖθις Καλλισθένην, εἰ καὶ μὴ παρ’ | |
5 | ἄλλους, παρά γε Ἀθηναίους ὅτι φυγόντι ὑπάρχει σώζεσθαι. τού‐ τους γὰρ καὶ πρὸς Εὐρυσθέα πολεμῆσαι ὑπὲρ τῶν παίδων τῶν Ἡρακλέους, τυραννοῦντα ἐν τῷ τότε τῆς Ἑλλάδος. 10. Ὅτι ὑπὲρ τῆς προσκυνήσεως ὅπως ἠναντιώθη Ἀλεξάνδρῳ, καὶ τοῖόσδε κατέχει λόγος. ξυγκεῖσθαι μὲν γὰρ τῷ Ἀλεξάνδρῳ | |
10 | πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἀμφ’ αὐτὸν Περσῶν καὶ Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότῳ ἐμβαλεῖν· ἄρξαι δὲ τοῦ λόγου Ἀνάξαρχον, ὡς πολὺ δικαιότερον ἂν θεὸν νομιζόμενον [μὲν] Ἀλέξανδρον Διονύσου τε καὶ Ἡρακλέους, μὴ ὅτι τῶν ἔργων ἕνεκα ὅσα καὶ ἡλίκα πέπρακται Ἀλεξάνδρῳ, ἀλλὰ καὶ | |
15 | ὅτι Διόνυσος μὲν Θηβαῖος ἦν, οὐδέν τι προσήκων Μακεδόσι, καὶ Ἡρακλῆς Ἀργεῖος, οὐδὲ οὗτος προσήκων, ὅτι μὴ κατὰ γένος τὸ Ἀλεξάνδρου· Ἡρακλείδην γὰρ εἶναι Ἀλέξανδρον· Μακεδόνας δὲ ἂν τὸν σφῶν βασιλέα δικαιότερον θείαις τιμαῖς κοσμοῦντας. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἶναι ἀμφίλογον ὅτι ἀπελθόντα γε ἐξ ἀνθρώπων ὡς | |
20 | θεὸν τιμήσουσι· πόσῳ δὴ δικαιότερον ζῶντα γεραίρειν ἤπερ τελευ‐ τήσαντα ἐς οὐδὲν ὄφελος τῷ τιμωμένῳ. Λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς Ἀναξάρχου τοὺς μὲν μετεσχηκότας τῆς βουλῆς ἐπαινεῖν τὸν λόγον καὶ δὴ ἐθέ‐ λειν ἄρχεσθαι τῆς προσκυνήσεως· τοὺς Μακεδόνας δὲ τοὺς πολ‐ | |
25 | λοὺς μαχομένους τῷ λόγῳ σιγῇ ἔχειν. Καλλισθένην δὲ ὑπολα‐ βόντα, Ἀλέξανδρον μὲν, εἰπεῖν, ὦ Ἀνάξαρχε, οὐδεμιᾶς ἀνάξιον ἀποφαίνω τιμῆς ὅσαι ξύμμετροι ἀνθρώπῳ· ἀλλὰ διακεκρίσθαι γὰρ τοῖς ἀνθρώποις ὅσαι τε ἀνθρώπιναι τιμαὶ καὶ ὅσαι θεῖαι πολλοῖς μὲν καὶ ἄλλοις, καθάπερ ναῶν τε οἰκοδομήσει καὶ ἀγαλ‐ | |
30 | μάτων ἀναστάσει καὶ τεμένη ὅτι τοῖς θεοῖς ἐξαιρεῖται καὶ θύεται ἐκείνοις καὶ σπένδεται, καὶ ὕμνοι μὲν ἐς τοὺς θεοὺς ποιοῦνται, | |
ἔπαινοι δὲ ἐς ἀνθρώπους· ἀτὰρ οὐχ ἥκιστα τῷ τῆς προσκυνήσεως | 59 | |
60 | νόμῳ. τοὺς μὲν γὰρ ἀνθρώπους φιλεῖσθαι πρὸς τῶν ἀσπαζο‐ μένων· τὸ θεῖον δέ, ὅτι ἄνω που ἱδρυμένον καὶ οὐδὲ ψαῦσαι αὐ‐ τοῦ θέμις, ἐπὶ τῷδε ἄρα τῇ προσκυνήσει γεραίρεται, καὶ χοροὶ τοῖς θεοῖς ἵστανται καὶ παιᾶνες ἐπὶ τοῖς θεοῖς ᾄδονται. καὶ | |
5 | οὐδὲν θαυμαστόν, ὁπότε γε καὶ αὐτῶν τῶν θεῶν ἄλλοις ἄλλαι τιμαὶ πρόσκεινται, καὶ ναὶ μὰ Δία ἥρωσιν ἄλλαι, καὶ αὗται ἀπο‐ κεκριμέναι τοῦ θείου. οὔκουν εἰκὸς ξύμπαντα ταῦτα ἀναταράσ‐ σοντας τοὺς μὲν ἀνθρώπους ἐς σχῆμα ὑπέρογκον καθιστάναι τῶν τιμῶν ταῖς ὑπερβολαῖς, τοὺς θεοὺς δὲ τόγε ἐπὶ σφίσιν ἐς ταπει‐ | |
10 | νότητα οὐ πρέπουσαν καταβάλλειν τὰ ἴσα ἀνθρώποις τιμῶντας. οὔκουν οὐδὲ Ἀλέξανδρον ἀνασχέσθαι ἄν, εἰ τῶν ἰδιωτῶν τις εἰσ‐ ποιεῖτο ταῖς βασιλικαῖς τιμαῖς χειροτονίᾳ ἢ ψήφῳ οὐ δικαίᾳ. πολὺ ἂν οὖν δικαιότερον τοὺς θεοὺς δυσχεραίνειν ὅσοι ἄνθρωποι ἐς τὰς θείας τιμὰς σφᾶς εἰσποιοῦσιν ἢ πρὸς ἄλλων εἰσποιούμενοι | |
15 | ἀνέχονται. Ἀλέξανδρον δὲ πόρρω τοῦ ἱκανοῦ ἀνδρῶν ἀγαθῶν τὸν ἄριστον εἶναί τε καὶ δοκεῖν, καὶ βασιλέων τὸν βασιλικώτατον καὶ στρατηγῶν τὸν ἀξιοστρατηγικώτατον. καὶ σέ, εἴπερ τινὰ ἄλλον, 〈ὦ〉 Ἀνάξαρχε, εἰσηγητήν τε τούτων τῶν λόγων ἐχρῆν γίγνεσθαι καὶ κωλυτὴν τῶν ἐναντίων, ἐπὶ σοφίᾳ τε καὶ παιδεύσει Ἀλεξάνδρῳ | |
20 | ξυνόντα. οὔκουν ἄρχειν γε τοῦδε τοῦ λόγου πρέπον ἦν, ἀλλὰ μεμ‐ νῆσθαι γὰρ οὐ Καμβύσῃ οὐδὲ Ξέρξῃ ξυνόντα ἢ ξυμβουλεύοντα, ἀλλὰ Φιλίππου μὲν παιδί, Ἡρακλείδῃ δὲ ἀπὸ γένους καὶ Αἰακίδῃ, ὅτου οἱ πρόγονοι ἐξ Ἄργους ἐς Μακεδονίαν ἦλθον, καὶ οὐ βίᾳ, ἀλλὰ νόμῳ Μακεδόνων ἄρχοντες διετέλεσαν. οὐκοῦν οὐδὲ αὐτῷ | |
25 | τῷ Ἡρακλεῖ ζῶντι ἔτι θεῖαι τιμαὶ παρ’ Ἑλλήνων ἐγένοντο, ἀλλ’ οὐδὲ τελευτήσαντι πρόσθεν ἢ πρὸς τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἐπι‐ θεσπισθῆναι ὡς θεὸν τιμᾶν Ἡρακλέα. εἰ δέ, ὅτι ἐν τῇ βαρβάρῳ γῇ οἱ λόγοι γίγνονται, βαρβαρικὰ ἔχειν χρὴ τὰ φρονήματα, καὶ ἐγὼ τῆς Ἑλλάδος μεμνῆσθαί σε ἀξιῶ, ὦ Ἀλέξανδρε, ἧς ἕνεκα ὁ | |
30 | πᾶς στόλος σοι ἐγένετο, προσθεῖναι τὴν Ἀσίαν τῇ Ἑλλάδι. καὶ οὖν ἐνθυμήθητι, ἐκεῖσε ἐπανελθὼν ἆρά γε καὶ τοὺς Ἕλληνας τοὺς ἐλευθερωτάτους προσαναγκάσεις ἐς τὴν προσκύνησιν, ἢ Ἑλλήνων μὲν ἀφέξῃ, Μακεδόσι δὲ προσθήσεις τήνδε τὴν ἀτιμίαν, ἢ δια‐ | |
κεκριμένα ἔσται σοι αὐτῷ τὰ τῶν τιμῶν ἐς ἅπαν ὡς πρὸς Ἑλλή‐ | 60 | |
61 | νων μὲν καὶ Μακεδόνων ἀνθρωπίνως σε καὶ Ἑλληνικῶς τιμᾶσθαι, πρὸς δὲ τῶν βαρβάρων μόνων βαρβαρικῶς. εἰ δὲ ὑπὲρ Κύρου τοῦ Καμβύσου λέγεται πρῶτον προσκυνηθῆναι ἀνθρώπων Κῦρον καὶ ἐπὶ τῷδε ἐμμεῖναι Πέρσαις τε καὶ Μήδοις τήνδε τὴν ταπει‐ | |
5 | νότητα, χρὴ ἐνθυμεῖσθαι ὅτι τὸν Κῦρον ἐκεῖνον Σκύθαι ἐσωφρό‐ νισαν, πένητες ἄνδρες καὶ αὐτόνομοι, καὶ Δαρεῖον ἄλλοι αὖ Σκύ‐ θαι, καὶ Ξέρξην Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ Ἀρταξέρξην Κλέαρχος καὶ Ξενοφῶν καὶ οἱ ξὺν τούτοις μύριοι, καὶ Δαρεῖον τοῦτον Ἀλέξανδρος μὴ προσκυνούμενος. | |
10 | Ταῦτα δὴ καὶ τὰ τοιαῦτα εἰπόντα Καλλισθένην ἀνιᾶσαι μὲν μεγαλωστὶ Ἀλέξανδρον πέμψαντα κωλῦσαι μεμνῆσθαι ἔτι τῆς προσ‐ κυνήσεως. ἀλλὰ σιγῆς γὰρ γενομένης ἐπὶ τοῖς λόγοις ἀναστάντας Περσῶν τοὺς πρεσβυτάτους ἐφεξῆς προσκυνεῖν. Λεοννάτον δέ, ἕνα τῶν ἑταίρων, ἐπειδή τις ἐδόκει τῶν Περσῶν αὐτῷ οὐκ ἐν | |
15 | κόσμῳ προσκυνῆσαι, τὸν δὲ ἐπιγελάσαι τῷ σχήματι τοῦ Περσοῦ, ὡς ταπεινόν· καὶ τούτῳ χαλεπήναντα τότε Ἀλέξανδρον ξυναλλα‐ γῆναι αὖθις. ἀναγέγραπται δὲ δὴ καὶ τοῖόσδε λόγος. προπίνειν φιάλην χρυσῆν ἐν κύκλῳ Ἀλέξανδρον πρώτοις μὲν τούτοις πρὸς οὕστινας ξυνέκειντο αὐτῷ τὰ τῆς προσκυνήσεως· τὸν δὲ πρῶτον | |
20 | ἐκπιόντα τὴν φιάλην προσκυνῆσαί τε ἀναστάντα καὶ φιληθῆναι πρὸς αὐτοῦ, καὶ τοῦτο ἐφεξῆς διὰ πάντων χωρῆσαι. ὡς δὲ ἐς Καλλισθένην ἧκεν ἡ πρόποσις, ἀναστῆναι μὲν Καλλισθένην καὶ ἐκπιεῖν τὴν φιάλην, καὶ προσελθόντα ἐθέλειν φιλῆσαι οὐ προσ‐ κυνήσαντα. τὸν δὲ τυχεῖν μὲν τότε διαλεγόμενον Ἡφαιστίωνι· | |
25 | οὔκουν προσέχειν τὸν νοῦν, εἰ καὶ τὰ τῆς προσκυνήσεως ἐπιτελῆ τῷ Καλλισθένει ἐγένετο. ἀλλὰ Δημήτριον γὰρ τὸν Πυθώνακτος, ἕνα τῶν ἑταίρων, ὡς προσῄει αὐτῷ ὁ Καλλισθένης φιλήσων, φάναι ὅτι οὐ προσκυνήσας πρόσεισι· καὶ τὸν Ἀλέξανδρον οὐ παρασχεῖν φιλῆσαι ἑαυτόν· τὸν δὲ Καλλισθένην, φιλήματι, φάναι, | |
30 | ἔλαττον ἔχων ἄπειμι. Καὶ τούτων ἐγὼ ὅσα ἐς ὕβριν τε τὴν Ἀλεξάνδρου τὴν ἐν τῷ παραυτίκα καὶ ἐς σκαιότητα τὴν Καλλισθένους φέροντα, οὐδὲν | |
οὐδαμῆ ἐπαινῶ· ἀλλὰ τὸ καθ’ αὑτὸν γὰρ κοσμίως τίθεσθαι ἐξαρ‐ | 61 | |
62 | κεῖν φημί, αὔξοντα ὡς ἀνυστὸν τὰ βασιλέως πράγματα ὅτῳ τις ξυνεῖναι οὐκ ἀπηξίωσεν. οὔκουν ἀπεικότως δι’ ἀπεχθείας γενέ‐ σθαι Ἀλεξάνδρῳ Καλλισθένην τίθεμαι ἐπὶ τῇ ἀκαίρῳ τε παρρησίᾳ καὶ ὑπερόγκῳ ἀβελτηρίᾳ. ἐφ’ ὅτῳ τεκμαίρομαι μὴ χαλεπῶς πι‐ | |
5 | στευθῆναι τοὺς κατειπόντας Καλλισθένους ὅτι μετέσχε τῆς ἐπι‐ βουλῆς τῆς γενομένης Ἀλεξάνδρῳ ἐκ τῶν παίδων. 11. Ὅτι οἱ δὲ καὶ τάδε ἀνέγραψαν, εἰ δή τῳ πιστὰ καὶ ταῦτα, πολλοὺς τῶν ἀμφ’ αὐτὸν τῶν οὐκ ἠμελημένων Μακεδόνων τῷ τε κισσῷ στεφανωσαμένους καὶ ὑπὸ τῇ κατακλήσει τοῦ θεοῦ κατα‐ | |
10 | σχεθῆναί τε πρὸς τοῦ Διονύσου καὶ ἀνευάσαι τὸν θεὸν καὶ βακ‐ χεῦσαι. Καὶ ταῦτα ὅπως τις ἐθέλει ὑπολαβὼν ἀπιστείτω ἢ πιστευέτω. οὐ γὰρ ἔγωγε Ἐρατοσθένει τῷ Κυρηναίῳ πάντη ξυμφέρομαι, ὃς λέγει πάντα ὅσα ἐς τὸ θεῖον ἀναφέρεται ἐκ Μακεδόνων πρὸς χάριν | |
15 | τὴν Ἀλεξάνδρου ἐς τὸ ὑπέρογκον ἐπευφημηθῆναι. καὶ γὰρ σπή‐ λαιον λέγει ἰδόντας ἐν Παραπαμισάδαις τοὺς Μακεδόνας καί τινα μῦθον ἐπιχώριον ἀκούσαντας ἢ καὶ αὐτοὺς ξυνθέντας φημίσαι ὅτι τοῦτο ἄρα ἦν τοῦ Προμηθέως τὸ ἄντρον, ἵνα ἐδέδετο, καὶ ὁ ἀετὸς ὅτι ἐκεῖσε ἐφοίτα δαισόμενος τῶν σπλάγχνων τοῦ Προμη‐ | |
20 | θέως, καὶ ὁ Ἡρακλῆς ὅτι ἐκεῖσε ἀφικόμενος τόν τε ἀετὸν ἀπέ‐ κτεινε καὶ τὸν Προμηθέα τῶν δεσμῶν ἀπέλυσε. τὸν δὲ Καύκασον τὸ ὄρος ἐκ τοῦ Πόντου ἐς τὰ πρὸς ἕω μέρη τῆς γῆς καὶ τὴν Παραπαμισαδῶν χώραν ὡς ἐπὶ Ἰνδοὺς μετάγειν τῷ λόγῳ τοὺς Μακεδόνας, Παραπάμισον ὄντα τὸ ὄρος αὐτοὺς καλοῦντας Καύ‐ | |
25 | κασον τῆς Ἀλεξάνδρου ἕνεκα δόξης, ὡς ὑπὲρ τὸν Καύκασον ἄρα ἐλθόντα Ἀλέξανδρον. ἔν τε αὐτῇ τῇ Ἰνδῶν γῇ βοὺς ἰδόντας ἐγκε‐ καυμένας ῥόπαλον τεκμηριοῦσθαι ἐπὶ τῷδε ὅτι Ἡρακλῆς ἐς Ἰνδοὺς ἀφίκετο. ὅμοια δὲ καὶ ὑπὲρ Διονύσου τῆς πλάνης ἀπιστεῖ Ἐρα‐ τοσθένης· ἐμοὶ δὲ ἐν μέσῳ κείσθωσαν οἱ ὑπὲρ τούτων λόγοι. | |
30 | 12. Ὅτι ὡς ἐπύθετο Ἀλέξανδρος μετὰ τὸ τρωθῆναι τὸν Πῶ‐ ρον προσάγοντα, προσιππεύσας πρὸ τῆς τάξεως ξὺν ὀλίγοις τῶν | |
ἑταίρων ἀπαντᾷ τῷ Πώρῳ· καὶ ἐπιστήσας τὸν ἵππον τό τε μέ‐ | 62 | |
63 | γεθος ἐθαύμαζεν, ὑπὲρ πέντε πήχεις μάλιστα ξυμβαῖνον, καὶ τὸ κάλλος τοῦ Πώρου καὶ ὅτι οὐ δεδουλωμένος τῇ γνώμῃ ἐφαίνετο, ἀλλ’ ὥσπερ ἀνὴρ ἀγαθὸς ἀνδρὶ ἀγαθῷ προσέλθοι ὑπὲρ βασιλείας τῆς αὑτοῦ πρὸς βασιλέα ἄλλον καλῶς ἠγωνισμένος. ἔνθα δὴ Ἀλέ‐ | |
5 | ξανδρος πρῶτος προσειπὼν αὐτὸν λέγειν ἐκέλευσεν ὅ τι οἱ γενέ‐ σθαι ἐθέλοι. Πῶρον δὲ ἀποκρίνασθαι λόγος, ὅτι „βασιλικῶς μοι χρῆσαι, ὦ Ἀλέξανδρε.“ καὶ Ἀλέξανδρος ἡσθεὶς τῷ λόγῳ „τοῦτο μὲν ἔσται σοι, ὦ Πῶρε, ἐμοῦ ἕνεκα· σὺ δὲ σαυτοῦ ἕνεκα ὅ τι σοὶ φίλον ἀξίου.“ ὁ δὲ πάντα ἔφη ἐν τούτῳ ἐνεῖναι. καὶ Ἀλέξανδρος | |
10 | τούτῳ ἔτι μᾶλλον τῷ λόγῳ ἡσθεὶς τήν τε ἀρχὴν τῷ Πώρῳ τῶν τε αὐτῶν Ἰνδῶν ἔδωκε καὶ ἄλλην ἔτι χώραν πρὸς τῇ πάλαι οὔσῃ πλείονα τῆς πρόσθεν προσέθηκεν. καὶ οὕτως αὐτός τε βασιλικῶς κεχρημένος ἦν ἀνδρὶ ἀγαθῷ καὶ ἐκείνῳ ἐκ τούτου ἐς ἅπαντα πιστῷ ἐχρήσατο. | |
15 | 13. Ὅτι πονούντων καὶ κινδυνευόντων τὰ καλὰ ἔργα, καὶ ζῆν τε ξὺν ἀρετῇ ἡδὺ καὶ ἀποθνήσκειν κλέος ἀθάνατον ὑπολει‐ πομένους. 14. Ὅτι καλὸν εἴπερ τι ἄλλο καὶ ἡ ἐν τῷ εὐτυχεῖν σωφροσύνη. 15. Ταῦτά μοι ἐν ἐκβολῇ τοῦ λόγου εἰρήσθω, ὡς μὴ ἀταλαί‐ | |
20 | πωρον γίγνεσθαι τοῖς ἔπειτα ἀνθρώποις τὴν ὑπὲρ τῶν τηλικού‐ των ἔργων τε καὶ παθημάτων ἀφήγησιν. 16. Ὅτι τρωθέντος τοῦ Ἀλεξάνδρου καὶ λειποψυχήσαντος καὶ φερομένου ἐπ’ ἀσπίδος ἄλλοι ἄλλα αὐτῷ ἔλεγον ὀνειδίζοντες, ἄν‐ θρωπον δέ τινα πρεσβύτερον Βοιώτιον, ἀχθόμενον πρὸς τὰς ἐπι‐ | |
25 | τιμήσεις τῶν φίλων καταμαθεῖν Ἀλέξανδρον ἐσκυθρωπακότα, καὶ προσελθόντα τοῦτον βοιωτιάζοντα ἅμα τῇ φωνῇ, ταῦτα, φάναι, ὦ Ἀλέξανδρε, ἀνδρῶν τὰ ἔργα· καί τι καὶ ἰαμβεῖον ὑπειπεῖν, τὸν δὲ νοῦν εἶναι τοῦ ἰαμβείου ὅτι τῷ τι δρῶντι καὶ παθεῖν ἐστιν ὀφειλόμενον. καὶ τοῦτον ἔν τε τῷ παραυτίκα εὐδοκιμῆσαι καὶ | |
30 | ἐπιτηδειότερον ἐς τὸ ἔπειτα Ἀλεξάνδρῳ γενέσθαι. | 63 |
64 | 17. Καὶ ὅσοι μάλιστα τῷ λιμῷ ἐπιέζοντο τούτοις τοῦ σίτου μετέδωκαν, τῆς σφραγῖδος ὀλίγα φροντίσαντες. ἐς τοσόνδε γὰρ πρὸς τοῦ κακοῦ ἐνικῶντο, ὡς τὸν πρόδηλον καὶ παρόντα ἤδη ὄλε‐ θρον τοῦ ἀφανοῦς τε καὶ πρόσω ἔτι ὄντος ἐκ τοῦ βασιλικοῦ κιν‐ | |
5 | δύνου ξὺν λογισμῷ ἔδοξέ σφισιν ἔμπροσθεν ποιήσασθαι. καὶ Ἀλέξανδρος καταμαθὼν τὴν ἀνάγκην ξυνέγνων τοῖς πράξασιν. 18. Ὅτι φησὶν ὁ Ἀρριανός· ἐπὶ τῷδε ἐπαινῶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν, ὧν λέγουσί τινας συλληφθέντας ὑπ’ Ἀλεξάνδρου ὑπαι‐ θρίους ἐν λειμῶνι, ἵναπερ αὐτοῖς διατριβαὶ ἦσαν, ἄλλο μὲν οὐδὲν | |
10 | ποιῆσαι πρὸς τὴν ὄψιν αὐτοῦ τε καὶ τῆς στρατιᾶς, κρούειν δὲ τοῖς ποσὶ τὴν γῆν ἐφ’ ἧς βεβηκότες ἦσαν. ὡς δὲ εἴρετο Ἀλέξαν‐ δρος δι’ ἑρμηνέων ὅ τι νοοῖ αὐτοῖς τὸ ἔργον, τοὺς δὲ ὑποκρίνα‐ σθαι ὧδε· βασιλεῦ Ἀλέξανδρε, ἄνθρωπος μὲν ἕκαστος τοσόνδε τῆς γῆς κατέχει ὅσονπερ τοῦτό ἐστιν ἐφ’ ᾧ βεβήκαμεν· σὺ δὲ ἄνθρω‐ | |
15 | πος ὢν παραπλήσιος τοῖς ἄλλοις, πλήν γε δὴ ὅτι πολυπράγμων καὶ ἀτάσθαλος, ἀπὸ τῆς οἰκείας τοσαύτην γῆν ἐπεξέρχῃ πράγματα ἔχων τε καὶ παρέχων ἄλλοις. καὶ οὖν καὶ ὀλίγον ὕστερον ἀπο‐ | |
θανὼν τοσοῦτο .... | 64 | |
65(t) | Excerpta ex Appiano | |
1 | 1. ......μαίων καταπεπληγμένων καὶ ἐνδοιαζόντων ἔφη, τοῖς παισὶν αὐτὸν ἄγειν κελεύσας εἰς τὸ βουλευτήριον, „ἠχθόμην ὅτι μὴ βλέπω· νῦν δ’ ὅτι ἀκούω. τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύ‐ ματα ἠξίουν μήθ’ ὁρᾶν μήτε ἀκούειν, οἳ δι’ ἓν ἀτύχημα ἀθρόως | |
5 | οὕτως ἑαυτῶν ἐκλέλησθε.“ 2. Ὅτι Πύρρον φασὶν ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων μετὰ τὴν νίκην πολὺ τῆς προτέρας πλείονα εἰπεῖν ὅτι „πρὸς ὕδραν ἡμῖν ἐστιν ὁ πόλεμοσ“. 3. Ὅτι πυνθανομένῳ περὶ τῆς Ῥώμης Κινέαν εἰπεῖν ὅτι πό‐ | |
10 | λις ἐστὶ στρατηγῶν ὅλη, καὶ τοῦ Πύρρου θαυμάσαντος μεταλαβὼν φάναι „βασιλέων μᾶλλον ἢ στρατηγῶν.“ 4. Ὅτι ὁ Πύρρος Φαβρίκιον τὸν ἡγούμενον τῶν Ῥωμαίων πρέσβεων ἀκηκοὼς μέγα δύνασθαι ἐν τῇ πόλει καὶ δεινῶς πένε‐ σθαι καθωμίλει, λέγων, εἰ πράξειεν αὐτῷ τὰς διαλύσεις, ὑποστρά‐ | |
15 | τηγον καὶ κοινωνὸν τῶν παρόντων ἀγαθῶν ἀπάξειν ἐς Ἤπειρον. χρήματά τε αὐτὸν λαβεῖν ἐντεῦθεν ἤδη παρεκάλει, πρόφασιν ὡς | |
δώσοντα τοῖς τὴν εἰρήνην ἐργασομένοις ἐπιγελάσας δ’ ὁ Φα‐ | 65 | |
66 | βρίκιος περὶ μὲν τῶν κοινῶν οὐδ’ ἀπεκρίνατο, „τὴν δ’ ἐμὴν“ ἔφη „παρρησίαν οὔτε τῶν σῶν φίλων οὐδεὶς οὔτε αὐτὸς οἴσεις σύ, ὦ βασιλεῦ· καὶ τὴν πενίαν τὴν ἐμαυτοῦ μακαρίζω μᾶλλον ἢ τὸν τῶν τυράννων πλοῦτον ὁμοῦ καὶ φόβον.“ οἱ δὲ οὕτως φασὶν αὐτὸν | |
5 | εἰπεῖν ὅτι „μου τῆς φύσεως Ἠπειρῶται μεταλαβόντες ἐμὲ σοῦ προ‐ θήσουσιν.“ ὁποτέρως δ’ οὖν ἀπεκρίνατο, ἐθαύμασεν αὐτὸν ὁ Πύρρος. 5. Ὅτι ὁ Πύρρος ὁ τῆς Ἠπείρου βασιλεὺς συλῶν τὰ ἱερὰ ἐπέσκωπτε λέγων τὴν ἄκαιρον εὐσέβειαν εἶναι δεισιδαιμονίαν, τὸ δὲ συλλέξαι πλοῦτον ἄπονον εὐβουλίαν. | |
10 | 6. Ὅτι ὁ Βριτόρης διέφθειρεν Αἰδούους Ῥωμαίων ἀποστῆναι· καὶ τοῦ Καίσαρος ὀνειδίσαντος αὐτοῖς φιλίαν παλαίαν ἔφασαν ἐφθακέναι. 7. Ὅτι Καρχηδονίων πρεσβευομένων πρὸς Πτολεμαῖον περὶ συμμαχίας καὶ δισχιλία τάλαντα κιχρωμένων, τῷ δ’ ἦν ἔς τε Ῥω‐ | |
15 | μαίους καὶ Καρχηδονίους φιλία, καὶ συναλλάξαι σφᾶς ἐπεχείρησεν ἀλλήλοις. οὐ δυνηθεὶς δ’ ἔφη χρῆναι φίλοις κατ’ ἐχθρῶν συμ‐ μαχεῖν, οὐ κατὰ φίλων. 8. Ὅτι παρὰ τὸν Σύφακα πρεσβευομένου τοῦ Σκιπίωνος καὶ Ἀσρούβαν, λέγεται ἐν Σύφακος ἑστιώμενος συγκατακλιθῆναι τῷ | |
20 | Ἀσρούβᾳ, καὶ αὐτὸν ὁ Ἀσρούβας περὶ πολλῶν ἐρόμενος καταπλα‐ γῆναι τῆς σεμνότητος, καὶ πρὸς τοὺς φίλους εἰπεῖν ὅτι μὴ μόνον πολεμῶν οὗτος ὁ ἀνὴρ ἀλλὰ καὶ ἑστιώμενος φοβερὸς εἴη. | |
9. Ὅτι Σύφακος ζωγρηθέντος καὶ παρὰ Σκιπίωνος ἐρωτω‐ | 66 | |
67 | μένου „τίς σε δαίμων ἔβλαψε, φίλον ὄντα μοι καὶ αὐτὸν ἐπὶ Λι‐ βύην ἐλθεῖν προτρέψαντα, ψεύσασθαι μὲν θεοὺς οὓς ὤμοσας, ψεύσασθαι δὲ μετὰ τῶν θεῶν Ῥωμαίους καὶ μετὰ Καρχηδονίων ἀντὶ Ῥωμαίων ἑλέσθαι πολεμεῖν, τῶν ἐπὶ Καρχηδονίους οὐ πρὸ | |
5 | πολλοῦ σοι βεβοηθηκότων;“ ὁ δ’ εἶπε „Σοφωνίβα Ἀσρούβου θυ‐ γάτηρ, ἧς ἐγὼ ἤρων ἐπ’ ἐμῷ κακῷ. φιλόπατρις δ’ ἐστὶν ἰσχυρῶς, καὶ ἱκανὴ ἅπαντά τινα πεῖσαι πρὸς ἃ βούλεται. αὕτη με καὶ ἐκ τῆς ὑμετέρας φιλίας ἐς τὴν ἑαυτῆς μετέθηκε πατρίδος, καὶ ἐς τόδε συμφορᾶς ἐκ τοσῆσδε εὐδαιμονίας κατέβαλε. σοὶ δὲ παραινῶ | |
10 | (χρὴ γάρ, ὑμέτερον γενόμενον καὶ Σοφωνίβας ἀπηλλαγμένον, νῦν γε ὑμῖν εἶναι βέβαιον)· φύλασσε Σοφωνίβαν, μὴ Μασσανάσσην ἐς ἃ βούλεται μεταγάγῃ. οὐ γὰρ δή, μὴ τὸ γύναιόν ποτε ἕληται τὰ Ῥωμαίων, ἐλπίζειν ἄξιον· οὕτως ἐστὶν ἰσχυρῶς φιλόπολις.“ ταῦθ’ ὁ μὲν ἔλεγεν, εἴτ’ ἀληθεύων εἴτε ζηλοτυπούμενος καὶ Μασσανάσ‐ | |
15 | σην ἐς τὰ μέγιστα βλάπτων· ὁ δὲ Σκιπίων Σύφακα μέν, συνετόν τε φαινόμενον καὶ τῆς χώρας ἔμπειρον, ἐπὶ τὰ κοινὰ ἐπήγετο, καὶ γνώμης καὶ συμβουλῆς μετεδίδου, οἷόν τι καὶ Κροίσῳ τῷ Λυδῷ Κῦρος ἐχρῆτο, Λαιλίου δ’ ἀφικομένου, καὶ ταῦτα περὶ τῆς Σοφω‐ νίβας πυθέσθαι παρὰ πολλῶν λέγοντος, ἐκέλευσε τὸν Μασσανάσ‐ | |
20 | σην τὴν Σύφακος γυναῖκα παραδοῦναι. παραιτουμένου δ’ ἐκείνου, καὶ τὰ περὶ αὐτὴν ἄνωθεν ὡς ἐγένετο διηγουμένου, τραχύτερον ὁ Σκιπίων ἐκέλευεν αὐτὸν μηδὲν ἀφαιρεῖσθαι βίᾳ τῶν Ῥωμαϊκῶν λαφύρων, ἀλλ’ ἐς τὸ μέσον καταθέντα αἰτεῖν, καὶ πείθειν εἰ δύναιτο. ᾤχετο οὖν ὁ Μασσανάσσης μετὰ τινῶν Ῥωμαίων παρα‐ | |
25 | δώσων αὐτοῖς τὴν Σοφωνίβαν. 10. Ὅτι ἔστι τῶν μὲν οὐδὲν ἁμαρτόντων δικαιολογία, τῶν δ’ ἁμαρτόντων παράκλησις. ἐφ’ ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούν‐ των ἔλεος, τὰ ἀνθρώπεια ὑφορωμένων, ὅταν αἴσθωνται 〈διὰ〉 τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυνα‐ | |
30 | μένους. 11. Ὅτι ὁ λιμὸς κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας | |
ἐξαιρεῖν δύναται λογισμούς. | 67 | |
68 | 12. Ὅτι κράτιστοι, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέ‐ τερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. 13. Ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἡ ἀνάγκη. | |
5 | 14. Ὅτι πάθος ἐστὶν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης, ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη. 15. Ὅτι Μασσανάσσης ἤχθετο Ῥωμαίοις, καὶ ἔφερε βαρέως ὅτι τὴν Καρχηδονίων δύναμιν αὐτὸς ἐς γόνυ βαλὼν ἄλλους ὁρῴη | |
10 | τῷ ἐπιγράμματι αὐτῆς ἐπιτρέχοντάς τε καὶ οὐ κοινώσαντας αὐτῷ πρὶν ἐπελθεῖν, ὡς ἐν τοῖς πάλαι πολέμοις ἐποίουν. ὅμως δ’ αὐτοῦ τῶν ὑπάτων ἀποπειρωμένων καὶ καλούντων ἐπὶ συμμαχίαν, ἔφη τὴν συμμαχίαν πέμψειν, ὅταν αἴσθηται δεομένων. καὶ μετ’ οὐ πολὺ πέμψας εἴρετο εἴ τινος ἤδη δέονται. οἱ δὲ οὐ φέροντες | |
15 | αὐτοῦ τὸ σοβαρόν, ἤδη δέ τι καὶ ἀπιστοῦντες ὡς δυσμεναίνοντι, ἀπεκρίναντο προσπέμψειν ὅτε δεηθεῖεν. 16. Ὅτι ἔν τινι χειμασίᾳ Σκιπίων καὶ Φαμέας ἀντιπαρώδευον ἀλλήλοις, μέσην ἔχοντες ἄβατον χαράδραν, καὶ οὐδὲν ἐς ἀλλήλους δυνάμενοι. δεδιὼς δ’ ὁ Σκιπίων μή τις ἐνέδρα κατὰ τὸ πρόσθεν εἴη, | |
20 | προϊὼν κατεσκέπτετο σὺν τρισὶ φίλοις. καὶ αὐτὸν ὁ Φαμέας ἰδὼν ἀντιπροῄει μεθ’ ἑνὸς φίλου. ἐλπίσας δ’ αὐτὸν ὁ Σκιπίων εἰπεῖν τι θέλειν, ἐξίππευσε μεθ’ ἑνὸς καὶ ὅδε φίλου. καὶ ὡς ἤδη κατα‐ κούειν ἐδύναντο ἀλλήλων, πρότερος εἶπεν ὁ Σκιπίων „ὁρᾷς ὦ Φα‐ μέα τὰ Καρχηδονίων οἷ προελήλυθε· τί δὴ τῆς ἰδίας σωτηρίας | |
25 | οὐ προνοεῖς, εἰ μὴ τῆς κοινῆς δύνασαι;“ ὁ δέ „τίς ἐστιν“ ἔφη „μοι σωτηρία, Καρχηδονίων μὲν οὕτως ἐχόντων, Ῥωμαίων δ’ ὑπ’ ἐμοῦ πολλὰ κακὰ παθόντων;“ καὶ ὁ Σκιπίων „ἐγγυῶμαί σοι“ φησιν „εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως, καὶ σωτηρίαν καὶ συγγνώμην | |
παρὰ Ῥωμαίων καὶ χάριν ἔσεσθαι.“ ὁ δ’ ἐπῄνεσε μὲν ὡς ἀξιο‐ | 68 | |
69 | πιστότατον ἐκ πάντων, „κρίνω“ δ’ ἔφη· „κἂν δυνατὸν ἡγῶμαι φανερὸν ἔσται σοι.“ καὶ οἱ μὲν ἐπὶ τούτοις διεκρίθησαν. 17. Ὅτι Φαμέας ὡς ἧκεν ἐπὶ τὸ συγκείμενον, περὶ μὲν τῆς σωτηρίας ἔφη πιστεύειν δεξιουμένῳ Σκιπίωνι, τὰς δὲ χάριτας | |
5 | Ῥωμαίοις ἐπιτρέπειν. ταῦτα δ’ εἰπὼν ἐξέτασσε τῆς ἐπιούσης ἐς μάχην, καὶ προπηδήσας ἐς τὸ μεσαίχμιον ὡς ἐπί τινα σκέψιν ἑτέραν, εἶπεν „εἰ μὲν ἔστιν ἔτι τῇ πατρίδι βοηθεῖν, ἕτοιμός εἰμι μεθ’ ὑμῶν· εἰ δ’ ἔχει τὰ ἐκείνης ὡς ἔχει, ἐμοὶ μὲν δοκεῖ τῆς ἰδίας σωτηρίας προνοεῖν, καὶ πίστιν ἔλαβον ἐπί τε ἐμαυτῷ καὶ | |
10 | ὅσους πείσαιμι ὑμῶν, καιρὸς δὲ καὶ ὑμᾶς ἐπιλέγεσθαι τὰ συνοίσοντα.“ 18. Ὅτι οἱ Λακεδαιμόνιοι λύοντες ἐν χρείᾳ τὴν ἀτιμίαν τῶν ἁλόντων περὶ Πύλον ἔφασαν „κοιμάσθων οἱ νόμοι τήμερον.“ 19. Ὅτι τὴν γυναῖκα τὴν Ἀσρούβα λέγουσιν ἁπτομένου τοῦ πυρὸς μετὰ τὴν ἅλωσιν ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην εἰπεῖν | |
15 | ἐς ἐπήκοον τοῦ Σκιπίωνος „σοὶ οὐ νέμεσις, ὦ Ῥωμαῖε· ἐπὶ γὰρ πολεμίαν ἐστρατεύσας· Ἀσρούβαν δὲ τόνδε πατρίδος τε καὶ ἱερῶν καὶ ἐμοῦ καὶ τέκνων προδότην γενόμενον οἵ τε Καρχηδόνος δαί‐ μονες ἀμύναιντο, καὶ σὺ μετὰ τῶν δαιμόνων.“ εἶτα ἐς τὸν Ἀσ‐ ρούβαν ἐπιστρέψασα εἶπεν „ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε | |
20 | ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει· σὺ δὲ τίνα κοσμήσεις θρίαμβον ὁ τῆς μεγάλης Καρχηδόνος ἡγεμών; τίνα δ’ οὐ δώσεις δίκην τῷδε ᾧ παρακαθέζῃ;“ 20. Ὅτι Σκιπίων πόλιν ὁρῶν ἑπτακοσίοις ἔτεσιν ἀνθήσασαν ἀπὸ τοῦ συνοικισμοῦ κατασκαπτομένην λέγεται δακρῦσαι καὶ φανε‐ | |
25 | ρὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων, ἐπὶ πολὺ δ’ ἔννους ἐφ’ | |
ἑαυτοῦ γενόμενος καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς | 69 | |
70 | ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπου δαίμονα εἰπεῖν ἐς Πο‐ λύβιον τὸν λογοποιὸν ἀποβλέψαντα, εἴτε ἑκὼν εἴτε προφυγόντος 〈αὐτὸν〉 τοῦδε τοῦ ἔπους, „ἔσσεται ἦμαρ ὅταν ποτ’ ὀλώλῃ Ἴλιος.“ Πολυβίου δ’ αὐτὸν ἐρομένου σὺν παρρησίᾳ (καὶ γὰρ ἦν αὐτοῦ καὶ | |
5 | διδάσκαλος) ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνο‐ μάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα, ἐς τὰ ἀνθρώπεια ἀφο‐ ρῶν, ἐδεδίει. 21. Ὅτι Βομίλχαρ κατηγορούμενος ἔφυγε πρὸ δίκης, καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδο‐ | |
10 | κοῦντας εἰπὼν, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα εἴ τις ὠνητὴς .... εὑρεθείη. 22. Ὅτι ἐνῆγε τοὺς Ῥωμαίους τὰ Σιβύλλεια ἐς τὸν Φιλίππου πόλεμον· ἔστι δὲ ταῦτα αὐχοῦντες βασιλεῦσι Μακεδόνες Ἀργιάδεσσιν | |
15 | ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος. ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσι τ’ ἄνακτας θήσει, ὁ δ’ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς δ’ ἑσπερίοισι μετ’ ἀνδράσιν ἐνθάδ’ ὀλεῖται. 23. Ὅτι ὁ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς τῷ Φλαμινίῳ ἐς | |
20 | λόγους ᾔει, συναγόντων αὐτοὺς Ἠπειρωτῶν πρέσβεων εἰς σύμβασιν· ὡς δὲ ὁ Φλαμίνιος Φίλιππον ἐκέλευεν ἐκστῆναι τῆς Ἑλλάδος οὐ Ῥωμαίοις ἀλλὰ ταῖς πόλεσιν αὐταῖς, καὶ τὰς βλάβας τοῖς παρε‐ | |
σπονδημένοις ἀποδοῦναι, ὁ Φίλιππος τὰ μὲν ..... | 70 | |
71(t1) | [Excerpta e Prisco] | |
t2 | Excerpta ex Eunapio | |
1t | ἘΚ ΤΗ͂Σ ἹΣΤΟΡΊΑΣ Ε᾿ΥΝΑΠΊΟΥ ΣΑΡΔΙΑΝΟΥ͂ ΤΗ͂Σ ΜΕΤᾺ | |
2t | ΔΈΞΙΠΠΟΝ ΝΈΑΣ ἘΚΔΌΣΕΩΣ. | |
3 | Οὐκ ἀγνοίᾳ τῶν τῆς ἱστορίας χρόνων δεύτερον Εὐνάπιον τόνδε κατετάξαμεν Πρίσκου· ἀνόητον γὰρ καὶ παρεξηυλημένων ἀν‐ | |
5 | θρώπων ἔργον τοῦτο· ἀπορίᾳ δὲ τῇ ἀπὸ φθόνου τῶν εὐπο‐ ρούντων διαγενόμενοι οὕτως, οἳ βούλοιντ’ ἂν ἔχειν ἄχθος ἐτώ‐ σιον ἀρούρης τὰς βίβλους καὶ παρ’ ἑαυτοῖς διακατέχειν ἢ τοῖς χρῄζουσιν ἐπ’ ὠφελίᾳ μεταδιδόναι· καὶ κινδυνεύει οὕτω γε προϊοῦσι τὴν παροιμίαν ἀνασοβεῖν τῆς ἐπὶ τῇ φάτνῃ κυνός, ἣ | |
10 | μήτ’ αὐτὴ τῶν τῇ φάτνῃ ἀποκειμένων ἐπαπολαύει, καὶ τῶν βουλομένων καὶ δυναμένων ἀκόσμως καθυλακτεῖ. 1. Δεξίππῳ τῷ Ἀθηναίῳ κατὰ τοὺς Ἀθήνησιν ἄρχοντας, ἀφ’ οὗ παρὰ Ἀθηναίοις ἄρχοντες, ἱστορία συγγέγραπται, προσαριθμου‐ μένων καὶ τῶν Ῥωμαϊκῶν ὑπάτων, καὶ πρό γε αὐτῶν τῶν ὑπά‐ | |
15 | των τε καὶ ἀρχόντων ἀρξαμένης τῆς γραφῆς. τὸ δὲ ἓν κεφάλαιον τῆς ἱστορίας τὰ μὲν ἀνωτέρω καὶ ὅσα τὸ ποιητικὸν νέμεται γένος ἐφεῖναι καὶ ἐπιτρέψαι τῷ πιθανῷ καὶ μᾶλλον ἀναπείθοντι τὸν ἐντυγχάνοντα, τὰ δὲ προϊόντα καὶ ἐπὶ πλέον μαρτυρούμενα συνε‐ | |
νεγκεῖν καὶ κατακλεῖσαι πρὸς ἱστορικὴν ἀκρίβειαν καὶ κρίσιν ἀλη‐ | 71 | |
72 | θεστέραν. βιάζεται γοῦν καὶ συναριθμεῖται τὸν χρόνον ἔς τε τὰς ὀλυμπιάδας περιγράφων καὶ τοὺς ἐντὸς ἑκάστης ὀλυμπιάδος ἄρ‐ χοντας. πρόθυρα δὲ κάλλους ἀνάμεστα προθεὶς τῆς συγγραφῆς καὶ προϊὼν τά τε ἔνδον ἐπιδείξας σεμνότερα, τὸ μὲν μυθῶδες | |
5 | καὶ λίαν ἀρχαῖον ἀφαιρεῖ καὶ ἀφίησιν ὥσπερ φάρμακον παλαιὸν καὶ ἀδόκιμον ἐς τοὺς συντεθεικότας· Αἰγυπτίους δὲ χρόνους ἀνα‐ λεγόμενος καὶ συνωθούμενος ἐπὶ τὰ πρῶτα καὶ τελεώτερα τῶν παρ’ ἑκάστοις ἀρχῶν, τοὺς ἡγεμόνας καὶ πατέρας τῆς ἱστορίας ἐκτίθησιν, ἔνδηλος ὢν καὶ σχεδόν τι μαρτυρόμενος ὅτι τῶν ἀπι‐ | |
10 | στουμένων ἕκαστον ἕτερος προλαβὼν εἴρηκεν. καὶ περιφέρει γε τὴν ἱστορίαν ἐκ πολλῶν καὶ παντοδαπῶν τῶν ταῦτα εἰρηκότων ὥσπερ ῥῶπόν τινα ποικίλον καὶ χρήσιμον εἰς ἓν μυροπώλιον τὴν ἰδίαν ἐξήγησιν κατακεκλειμένην καὶ συνηγμένην. πάντα δέ, ὅσα πρός τε τὸ κοινὸν ἁπάντων ἀνθρώπων ἀξιόλογα καὶ κατ’ ἄνδρα | |
15 | δι’ ἀρετὴν περιττοῦ τινος ὀνόματος τετυχηκότα, λάβρως ἐπιδρα‐ μὼν καὶ διαθέμενος τῷ λόγῳ, τελευτῶν ἐς Κλαύδιον καταλύει τὴν συγγραφήν, καὶ Κλαυδίου τῆς βασιλείας ἔτος τὸ πρῶτον, ἐς ὃ δὴ καὶ τῆς βασιλείας ἤρχετο καὶ ἐτελεύτα, ἐνιαυτὸν ἄρξας Ῥω‐ μαίοις ἕνα· οἱ δὲ καὶ ἕτερον αὐτῷ χαρίζονται. εἶτα ὀλυμπιάδας | |
20 | καταλογίζεται τόσας καὶ τόσας καὶ ὑπάτους καὶ ἄρχοντας ἐπὶ ταύ‐ ταις, τὴν χιλιάδα τῶν ἐτῶν ὑποβάλλων, ὥσπερ ἀγωνιῶν, εἰ μὴ πολλῶν λίαν ἐτῶν ἀποδοίη λόγον τοῖς ἐντυγχάνουσιν. ἐγὼ δὲ ὁ τοῦτο τὸ ἔργον εἰς νοῦν βαλόμενος, ὑπ’ αὐτοῦ Δεξίππου ταῦτα ἔχων ἐκδιδάσκεσθαι καὶ συλλαμβάνειν ὅσος καὶ ἡλίκος ὁ κίνδυνος | |
25 | κατὰ τὸν ἐνιαυτὸν ἕκαστον ἱστορίαν γράφειν, καὶ πρὸς τοὺς ἐν‐ τυγχάνοντας ὁμολογεῖν ὅτι ταῦτα οὐκ ἔστιν ἀληθῆ κατὰ τοὺς χρό‐ νους, ἀλλὰ τῷ μὲν οὕτως, τῷ δὲ ἑτέρως ἔδοξε, καὶ περιφανῶς ἑαυτοῦ κατηγορεῖν, ὥσπερ ἐκεῖνος, ὅτι χρονικὴν ἱστορίαν γράφων πλανωμένην τινὰ καὶ μεστὴν τῶν ἀντιλεγόντων, ὥσπερ ἀπρόεδρον | |
30 | ἐκκλησίαν, ἐκτίθησι τὴν γραφήν, ὀξέως δὲ καὶ τῆς Βοιωτίας ἀκούων παροιμίας, ὅτι οὕτως αὐλεῖν οὐ πρέπει, κἀκεῖνα προσε‐ λογιζόμην ὅτι τέλος ἱστορίας καὶ σκοπὸς ἄριστος τὰ πραχθέντα ὅτι μάλιστα δίχα τινὸς πάθους ἐς τὸ ἀληθὲς ἀναφέροντα γράφειν, οἱ δὲ ἀκριβεῖς λογισμοὶ τῶν χρόνων, ὥσπερ ἄκλητοι μάρτυρες, | |
35 | αὐτομάτως ἐπεισιόντες ἐς ταῦτα ὠφελοῦσιν οὐδέν. τί γὰρ Σω‐ | |
κράτει πρὸς σοφίαν καὶ Θεμιστοκλεῖ πρὸς δεινότητα συντελεῖται | 72 | |
73 | παρὰ τῶν χρόνων; ποῦ δὲ ἐκεῖνοι καλοὶ κἀγαθοὶ διὰ θέρος ἦσαν; ποῦ δὲ τὰς ἀρετὰς ἐφ’ ἑαυτῶν, καθάπερ τὰ φύλλα, πρὸς τὴν ὥραν τοῦ ἔτους αὐξανομένας καὶ ἀπορρεούσας παρείχοντο; ἀλλ’ ἴσως ἕκαστος αὐτῶν τὸ γοῦν ἐς φύσιν καὶ δύναμιν ἀγαθὸν διαρ‐ | |
5 | κῶς καὶ συνεχῶς ἐν ταῖς ἐνεργείαις ἀπεδίδου καὶ διέσωζεν. τίς οὖν λόγος πρὸς ἱστορίας τέλος εἰδέναι καὶ γινώσκειν ὅτι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐνίκων οἱ Ἕλληνες κυνὸς ἐπιτέλλοντος; τί δ’ ὄφελος ἦν τοῖς ἐντυγχάνουσιν εἰς ὠφέλειαν ἱστορικῆς χρείας, εἰ κατὰ ταύτην ἐτέχθη τὴν ἡμέραν ὁ δεῖνα, καὶ μελοποιὸς ἀνέσχεν | |
10 | ἢ τραγωδὸς ἄριστος; εἰ γὰρ ἔσχατος ὅρος τῶν περὶ τὴν ἱστορίαν καλῶν τὸ πολλῶν καὶ ἀπείρων πραγμάτων ἐν ὀλίγῳ χρόνῳ καὶ διὰ βραχείας ἀναγνώσεως πεῖραν λαβεῖν καὶ γενέσθαι γέροντας ἔτι νέους ὄντας δι’ ἐπιστήμην τῶν προγεγονότων, ὥστε τίνα μὲν φευκτέον, τίνα δὲ αἱρετέον, εἰδέναι, τοὐναντίον ἔμοιγε δοκοῦσι | |
15 | ποιεῖν οἱ περιττοῖς καὶ ἀπηρτημένοις ἐπεισοδίοις ὥσπερ ξενικοῖς ἡδύσμασι τὸ τῆς ἱστορίας ἐδώδιμον καὶ χρήσιμον ἀνατρέποντες καὶ διαφθείροντες ἁλμυρῷ λόγῳ πότιμον ἀκοήν. κωλύει μὲν γὰρ ἴσως οὐδὲν καὶ περιττόν τι μαθεῖν, βλαβερὸν δὲ ὁμολογουμένως περιττοῦ τινος ἕνεκεν τὸ χρήσιμον μὴ μαθεῖν, ἄλλως τε, ὥς φησιν | |
20 | αὐτὸς Δέξιππος, τῶν μὲν χρονικῶν ἢ πάντων ἢ τῶν πλείστων διαπεφωνημένων, τῶν 〈δὲ〉 ὑπερόρων καὶ φανερῶν πράξεων συμ‐ πεφωνημένων καὶ ὡμολογημένων. τίς γὰρ οὕτω περιβόητος ἅπα‐ σιν ὅσοι λόγων ἥψαντο καὶ κατέλιπον λόγους ὡς Λυκοῦργος ὁ Λακεδαιμόνιος; ἐς ὃν καὶ ἡ τοῦ θεοῦ μαρτυρία διὰ στόματος | |
25 | ἅπασι θεὸν ἄντικρυς ἀνακαλοῦντος ἐπὶ τῷ θεῖναι τοὺς νόμους. τίς δὲ τῶν ταῦτα εἰρηκότων ἑτέρῳ συμφέρεται περὶ τῶν ἡνίκα ἐτίθει τοὺς νόμους χρόνων; ἀλλὰ πάντες, ὥσπερ οἰκίαν ἢ στῦλον δοκιμάζοντες ἤ τι τῶν ὁμοίων, ὅτι μὲν ἔστι καὶ γέγονε συντίθεν‐ ται καὶ κατανεύουσι, περὶ δὲ τοῦ πότε παντοδαπῇ ἀπορίᾳ ἐμπε‐ | |
30 | πλήκασι τὰ βιβλία. ὁπότε καὶ Θουκυδίδης ὁ πάντων ἀκριβέστα‐ τος τὸν μέγαν καὶ πολυύμνητον ἐκεῖνον πόλεμον ἀρχήν τινα καὶ προφάσεις φησὶ λαβεῖν πρὸς δευτέραν κίνησιν ἐκ διαφορᾶς ἡμερῶν, | |
ἣ περὶ πόλεων ἁλώσεως αὐτοῖς ἐγένετο, καὶ οὐδὲ αὐτὸς ἔχει διαι‐ | 73 | |
74 | τᾶν σαφῶς καὶ ἀκριβῶς τίνες ἐπεκάλουν δικαιότερον, ἀλλ’ ἐπὶ τὰς ἡμέρας ἐλθὼν ὑποδηλοῖ καὶ παραδείκνυσιν ὅτι κενή τις σπουδὴ καὶ ἀχρεῖος ἡ περὶ τοὺς χρόνους διατριβὴ καὶ σχολή. Τοιαῦτά τινα καὶ πλείω ἕτερα πρὸς ἐμαυτὸν ἐκκλησιάσας καὶ | |
5 | βουλευσάμενος, καὶ τοῖς ἐς τὰ χρονικὰ σπεύδουσιν καὶ ἀνεστηκόσιν ὅμοιά τινα παρεγγυῶν, ὡς ἡ περὶ τὰς ὥρας καὶ ἡμέρας ἀκρίβεια πλουσίων οἰκονόμοις τισὶ καὶ λογισταῖς πρέπει, καὶ νὴ Δία γε τοῖς ἐς τὰ οὐράνια κεχηνόσι, καὶ ὅσοι πρὸς ἀριθμῷ φανερῶς κά‐ θηνται, αὐτὸς δὲ προαγορεύων πόρρωθεν τοῖς ἐντυγχάνουσιν ὅτι | |
10 | πιστεύσας ἐμαυτῷ δύνασθαι γράφειν γεγονότα τε καὶ γινόμενα πρὸς τόδε τὸ ἔργον ὥρμησα, τὸ μὲν κατ’ ἐνιαυτὸν καὶ καθ’ ἡμέ‐ ραν ὥσπερ ἀπροσδιόνυσόν τινα ῥῆσιν παραιτησάμενος, τὸ δὲ κατὰ χρόνους, οἳ τοῖς βασιλεῦσι περιγράφονται, κρίνας ἀληθέστερον. ἀναγνώσεται γοῦν τις ὅτι ταῦτα ἐπὶ τοῦδε τοῦ βασιλέως ἢ τοῦδε | |
15 | ἐπράττετο· καθ’ ὃν δὲ ἐνιαυτὸν καὶ ἡμέραν, ἕτερος ἐς τὴν ἀπά‐ την χορευέτω τις· ἐγὼ δὲ καὶ τὸ πιστεύειν ἐμαυτῷ γράφω, ἀν‐ δράσιν ἑπόμενος, οἳ τοῦ καθ’ ἡμᾶς βίου μακρῷ προεῖχον κατὰ παιδείαν καὶ διατεταμένως ἐνῆγον μὴ σιωπᾶν τὰ κοινὰ τῶν ἔργων καὶ ὅσα ὁ καθ’ ἡμᾶς ἔφερε χρόνος καὶ τὰ πρὸ ἡμῶν μετὰ τὴν | |
20 | Δεξίππου γραφὴν οὔπω λόγου τε καὶ ἱστορίας ἐμφανοῦς τετυχη‐ κότα. ἐγίνετο δὲ ἐκείνοις τε κἀμοὶ κοινὸν τὸ ἔργον τόδε, καὶ πάντα γε ἐς τὸν Ἰουλιανὸν ἀναφέρειν ἐδόκει, ὃς ἐβασίλευσε μὲν ἐφ’ ἡμῶν, τὸ δὲ ἀνθρώπινον αὐτὸν ὥσπερ τινὰ θεὸν προσεκύνουν ἅπαντες. λόγου δὲ ἦν ἄξιον 〈καὶ〉 καλῶς ἔχειν ἐδόκει, καθάπερ | |
25 | τοῖς ἕνεκεν ἐρωμένης ἀργ̣α̣λε̣ον ..................νοῦσι | 74 |
75 | ποιηταῖς γενομένοις ἀρίστοις, οὕτω καὶ ἡμῖν ἀρχήν τινα καὶ γένε‐ σιν προθεμένοις τὸν θεὸν ........................ ....... παρόντα κατὰ τ..αρ....... αἰσχρον ... καὶ ...ρη..........των πρὸς τῆς ............... | |
5 | ........................ ἐδόκει .......... .............................γραφην· ὁ .... ........................................ κοντων χρόνων ............................... .......μενον καὶ ἀν......................... | |
10 | ............... ψυχῆς ἀναφέρουσι ............. ...................... τὸ εἴδωλον ........... ..............................δειν αν..... εν.ε................................... γμας..................................... | |
15 | .........τι α̣π̣αρρ......................... ...................η.ον................. ............................ ἐν ἀλλοτρίοις ... .............. 2. Ὅτι ἐξουσία ἐστὶ .... πονηρας ............... | |
20 | ............................ ὑπὸ λόγου ..... ........................................ ........................................ ...........τινα.......................... ........................................ | |
25 | ............................... χρόνον .... ........................................ ........................................ ........................................ ....... | |
30 | 3. ........................ ἀλλ’ ἡ μὲν παροι‐ | 75 |
76 | μία φησὶ τὸ θέρος ἐπὶ τῇ καλάμῃ φαίνεσθαι· τότε δὲ ὁ Κων‐ στάντιος ἐδείκνυ τοῦ πατρὸς ὤν. 4. Ὅτι κατὰ τὸν Ἰουλιανὸν τὸν Καίσαρα δοκούντων τῷ Κων‐ σταντίῳ βεβουλεῦσθαι καλῶς ὁ χρόνος τὴν πεῖραν ἐς τὸ ἐναντίον | |
5 | ἔστρεφε, ταῖς τοῦ Καίσαρος ἀρεταῖς συνενθουσιώσης ἤδη τῆς τύχης, καὶ σχεδὸν ἑκάστης ἡμέρας ξένα καὶ ποικίλα φερούσης τῷ βασιλεῖ διηγήματα· ἐφ’ οἷς ὁ Κωνστάντιος δακνόμενος ἤδη καὶ δυσφορῶν ὑπὸ φθόνου, τοὺς ἡγουμένους τῶν φύσει πολεμίων ἐπε‐ τείχιζε τῷ Καίσαρι, καὶ τὴν ἑαυτοῦ προσετίθει τοῖς ἐχθροῖς δύνα‐ | |
10 | μιν, μόνα ὁρῶν τὰ ἡδέα, καὶ τὸ οἰκεῖον ξένον ὑπολαμβάνων, εἰ σὺν τῷ Καίσαρι σώζοιτο, καὶ τὸ ξένον οἰκεῖον, εἰ καταλύοι μεθ’ ἑαυτοῦ τὸν Καίσαρα· ὥστε ὁ πόλεμος εἰς τὸ ὕπουλον μεταβαλὼν καὶ τὸ φύσει πολέμιον ἐποίει σύμμαχον. 5. Τὰ μὲν οὖν ἀπὸ τῆς Δεξίππου συγγραφῆς ἐς τοὺς Ἰου‐ | |
15 | λιανοῦ καθήκοντα 〈καιροὺσ〉 ὡς ἐνῆν μάλιστα διὰ τῶν ἀναγκαίων ἐπιτρέχουσιν ἱκανῶς ἐν τοῖς ἔμπροσθεν δεδήλωται· φέρεται δὲ ἐντεῦθεν ὁ λόγος ἐφ’ ὅνπερ ἐφέρετο ἐξ ἀρχῆς, καὶ ἀναγκάζει γε τοῖς ἔργοις ἐνδιατρίβειν ὥσπερ τι πρὸς αὐτὸν ἐρωτικὸν πεπον‐ θότας, οὔτι μὰ Δία τεθεαμένους ἢ πεπειραμένους· κομιδῇ γὰρ | |
20 | ἦν ὁ γράφων τάδε παῖς, ἡνίκα ἐβασίλευσεν· ἀλλὰ δεινόν τι χρῆμα καὶ ἀπαραίτητον εἰς ἔρωτα τὸ κοινὸν ἀνθρώπων ἁπάντων πάθος καὶ τὸ τῆς ἐφ’ αὑτῷ δόξης ἀστασίαστον. πῶς γὰρ ἦν σιωπᾶν ὑπὲρ ὧν οὐδεὶς ἔφερε σιωπᾶν, πῶς δὲ μὴ λέγειν ὅσα καὶ οἱ μὴ δυνάμενοι λέγειν ἀπὸ στόματος ἔφραζον, ἐς γλυκεῖάν τινα καὶ | |
25 | χρυσῆν διατριβὴν τὴν ἐκείνου μνήμην ἀναφέροντες; καὶ ὁ μὲν πολὺς ἄνθρωπος ταῦτα πάσχοντες ὅμως ἔλαττον ἐς τὸ γράφειν ἐξεβιάζοντο· τὸ δὲ ἐξαίρετον καὶ ὅ τιπερ ἦν ἐν παιδείᾳ γνωριμώ‐ τατον, οὐδὲ ἀφιέντα ἠφίεσαν, ἀλλ’ ἐνέκειντο παραθαρσύνοντες ὡς | |
ἐπιληψόμενοι τοῦ πόνου. ὁ δὲ ἐς τὰ μάλιστα γεγονὼς αὐτῷ γνώ‐ | 76 | |
77 | ριμος, ὁ Περγαμηνὸς ἀνὴρ Ὀριβάσιος, ἐκ φυσικῆς φιλοσοφίας ἰατρικὴν ἐπιτάττειν ἄριστος καὶ δρᾶν ἔτι θειότερος, καὶ ἀσεβήσειν ἐβόα περιφανῶς, εἰ μὴ συγγράφοιμι· καὶ τῶν γε πράξεων (πάσας δὲ ἠπίστατο παρὼν ἁπάσαις) μάλα ἀκριβῶς ὑπόμνημα συνετέλει | |
5 | πρὸς τὴν γραφήν· ὥστε οὐκ ἦν ἀναβολὴ καὶ βουλομένῳ ῥαθυμεῖν. 6. Τοῦτο ἐγένετο τὸ εὐτύχημα, καὶ πάντα ὥσπερ ὀστράκου μεταπεσόντος ἐπὶ τὸ βέλτιον ἐχώρησε Ῥωμαίοις. 7. Ὅτι φησὶν ὁ Εὐνάπιος περὶ τοῦ παραβάτου Ἰουλιανοῦ· τῆς δὲ στρατείας ταύτης σφοδροτάτης τε ἅμα καὶ κλεινοτάτης | |
10 | τῶν πρὸ αὐτῆς γενομένων τὴν διήγησιν ἐς τήνδε τὴν γραφὴν ἐν‐ τείνοντες οὐ πεισόμεθα ταὐτὸν τοῖς ἐν ἡμέρᾳ δᾷδας ἀνασχοῦσιν, ἵνα τι κρυπτόμενον ἀνεύρωσιν, οὐδὲ ὑπὲρ ὧν ἱκανῶς ἅμα καὶ συν‐ ενθουσιῶν τοῖς ἑαυτοῦ καλοῖς βιβλίδιον ὅλον τῇδε ἀναθεὶς τῇ μάχῃ διῆλθεν ὁ βασιλικώτατος καὶ ἐν λόγοις Ἰουλιανός, αὐτοὶ | |
15 | παραβαλούμεθα καὶ συνεκθήσομεν ἑτέραν γραφὴν τὰ αὐτὰ σημαί‐ νουσαν, ἀλλὰ τοῖς μὲν βουλομένοις τὸ μέγεθος τῶν ἐκείνου λόγων τε καὶ ἔργων ἀνασκοπεῖν τὸ περὶ τούτων βιβλίον 〈ἀναγινώσκειν〉 ἐπιτάξομεν, καὶ πρὸς ἐκείνην φέρεσθαι τὴν ἀκτῖνα τῆς συγγραφῆς, ἐκ τῆς ἐνεργείας τῶν τότε ὑπ’ αὐτοῦ πραχθέντων ἐπὶ τὴν τοῦ | |
20 | λόγου δύναμιν ἀπορρυεῖσαν καὶ διαλάμψασαν· αὐτοὶ δὲ ὅσον οὐ πρὸς ἅμιλλαν μειρακιώδη καὶ σοφιστικήν, ἀλλ’ εἰς ἱστορικὴν ἀκρί‐ βειαν ἀναστῆσαι καὶ διαπλάσαι τὸν λόγον, ἐπιδραμούμεθα τὰ γεγενημένα, συνάπτοντες τοῖς εἰρημένοις τὰ ἐχόμενα. 8. Ὅτι Ἰουλιανὸς τοὺς ἀρχομένους καὶ τοὺς πολεμίους ἐδί‐ | |
25 | δασκεν ἅμα τίσι δοκεῖ τὸν ὄντως βασιλέα κρατεῖν, καὶ ὡς ἀνδρεία μὲν καὶ ῥώμη καὶ χειρῶν κράτος πρὸς τοὺς ἀνθεστηκότας μόνον τῶν πολεμίων χρήσιμα, δικαιοσύνη δὲ μετ’ ἐξουσίας ὥσπερ πηγή τις οὖσα τῶν ἀρετῶν καὶ τοὺς μὴ παρόντας χειροήθεις ἐμποιεῖ καὶ δουλοῦσθαι πέφυκε. τοιαύτας ὑποτείνων ἀρετὰς καὶ σπέρ‐ | |
30 | ματα φιλοσοφίας ἐς τοὺς ὑπηκόους ἅπαντας ἀπὸ βήματος ἐπέ‐ | |
ταττε Ῥωμαίοις μηδένα Σαλίων ἀδικεῖν μηδὲ δῃοῦν ἢ σίνεσθαι | 77 | |
78 | τὴν ἰδίαν χώραν. ἰδίαν δ’ ἀπέφαινε πᾶσαν αὐτοὺς δεῖν ὑπολαμ‐ βάνειν, ἣν ἄνευ μάχης καὶ πόνων ἔχουσιν· ὡς ἀναγκαῖον εἶναι πολεμίαν τὴν τῶν πολεμούντων ἡγεῖσθαι καὶ νομίζειν, οἰκείαν δὲ τὴν τῶν παρακεχωρηκότων. | |
5 | 9. Ὅτι εἰώθει Ἰουλιανὸς ἀρχὴν νίκης, οὐ πολέμου τίθεσθαι. 10. Τοῦτον δεξάμενος ἑταῖρον ἐφ’ ἑαυτῷ συνιστάμενον εἶχεν· εἶτ’ ἄλλος προσῄει, καὶ πλῆθος ἦν· καὶ καθάπερ οἱ Πυθαγόριοί φασι, μονάδος ἐπὶ δυάδα κινηθείσης οὐκέτι τὴν τῶν ἀριθμῶν ἠρεμεῖν φύσιν, ἀλλὰ διαχεῖσθαι καὶ ῥεῖν ἐς πολύ, οὕτω Χαριέττο‐ | |
10 | νος Κερκίωνα προσλαβόντος αἵ τε πράξεις ἐπὶ πολὺ προῄεσαν καὶ ὁ τῶν συνισταμένων ὄχλος ἀνὰ λόγον ἠκολούθει ταῖς πράξεσιν. 11. Ὅτι φησὶν ὁ Εὐνάπιος περὶ Ἰουλιανοῦ· ἐνταῦθα δὲ γενο‐ μένους μεμνῆσθαι προσήκει ὡς νῦν ἡ γραφὴ περιέχει τὰ τοῦ Καί‐ σαρος ἔργα, ταῦτα δὲ ἐγίνετο Κωνσταντίου βασιλέως βασιλεύοντος· | |
15 | ὥσπερ οὖν ἐν τοῖς κατὰ Κωνστάντιον ἀμφοτέρων μεμνημένη τὰ τοῦ προκειμένου Κωνσταντίου μᾶλλον εἷλκεν καὶ παρῆγεν εἰς τὸν λόγον, οὕτως ἐπειδὴ τὸν λόγον ἐκ τῆς γενέσεως εἰς Ἰουλιανὸν ἐλ‐ θόντα τὸν Καίσαρα νῦν ἀναγράφει, ἐπιμνήσεται πάλιν, ἐς ὅσον ἂν ἐγχωρῇ, τῶν κατὰ τοὺς παραπίπτοντας καιροὺς εἰς τὸν Καί‐ | |
20 | σαρα Κωνσταντίῳ συντεθειμένων τε καὶ μεμηχανημένων. 12. Ὁ μὲν γὰρ Ῥωμαῖος Μάριος τὸν ἀντίπαλον Σύλλαν δι‐ πλοῦν θηρίον ἀποκαλῶν, ἀλώπεκα καὶ λέοντα, μᾶλλον ἔφασκε φο‐ βεῖσθαι τὴν ἀλώπεκα· Κωνσταντίῳ δὲ λέων μὲν οὐδεὶς παρῆν πολλαὶ δὲ ἀλώπεκες κύκλῳ περιτρέχουσαι διεθορύβουν τὸν Καίσαρα. | |
25 | 13. Πᾶσα δὴ βία τὴν γραφὴν κατὰ μικρὰ καὶ ἐπὶ Κωνστάν‐ τιον φέρεσθαι καὶ τῶν ὑπ’ ἐκείνου πραττομένων ἕκαστον ἀναγα‐ γεῖν ἐπὶ τοὺς καιροὺς καθ’ οὓς ἐγίνετο καὶ συνέπιπτεν. Τότε δὴ ὁ Κωνστάντιος ἐφ’ οἷς ἔδει δυσφορῶν καὶ ὅσα | |
ἔπραττεν Ἰουλιανὸς ἔλεγχον τῆς ἰδίας βασιλείας ὑπολαμβάνων, τάς | 78 | |
79 | τε δηλουμένας ἐπινικίους ἑορτὰς εἰς πένθος καὶ συμφορὰν μετέ‐ βαλλε καὶ διοιστρούμενος ὑπὸ φθόνου καὶ λύσσης πρὸς τὸν ἐμ‐ φύλιον ἐξώγκωτο πόλεμον. 14. Ἔοικε μὲν οὖν καὶ ἄλλως ὁ χρόνος ἐν ταῖς μακραῖς περιό‐ | |
5 | δοις καὶ κινήσεσι πολλάκις ἐπὶ τὰ αὐτὰ καταφέρεσθαι συμπτώ‐ ματα, καθάπερ οἵ τε Δαρείῳ συστάντες ἐπὶ τοὺς μάγους ἦσαν ἑπτὰ καὶ οἱ πολλοῖς ὕστερον χρόνοις Ἀρσάκῃ κατὰ Μακεδόνων συνεγερθέντες ἴσοι τὸν ἀριθμὸν ἔτυχον. 15. Συνορῶσι δὲ ὅτι θερμότητος μὲν [καὶ] δεῖται καὶ ὁρμῆς | |
10 | τὸ ἀσφαλές· τὸ γὰρ τῆς ἀνάγκης παρὰ πόδας 〈ἑστὸσ〉 ἐπίσκεψιν ἥκιστα ἐνδεχόμενον προχειρότερον ἀπαιτεῖ τὸν κίνδυνον. 16. Ὅτι περὶ τῆς στρατείας τῆς κατὰ Ναρδινῶν πολυτρό‐ που γενομένης ἐκτίθησι μὲν αὐτὸς Ἰουλιανός, ἄλλα δὲ ἀλλαχοῦ καὶ πρὸς πολλοὺς ἀναφράζων ἐν ἐπιστολαῖς. πρός τινα γοῦν Κυλ‐ | |
15 | λήνιον καὶ ταῦτα ἐξηγούμενον τὰ μὲν ἐπιτιμῶν ὡς διαμαρτάνοντα τῆς ἀληθείας φαίνεται, καὶ παρεκτίθησί γε τὰ πραχθέντα ὅπως γέγονε· φάσκων δὲ μὴ δεῖσθαι τοῦ τὰ ἔργα λέγοντος (οὐδὲ γὰρ Παλαμήδην Ὁμήρου προσδεηθῆναί φησιν εἰς δόξαν), καὶ τὰς ἀλ‐ λοτρίας συγγραφὰς τῶν ἰδίων ἔργων ὑπὸ μεγαλοψυχίας παραιτού‐ | |
20 | μενος, αὐτὸς ὅμως διὰ μέγεθος τῶν πεπραγμένων πρὸς τὸ λέγειν αὐτὰ κατασειόμενος, οὐδὲ συγγραφὴν ἁπλῆν, ἀλλ’ ἔπαινον νεανικόν τινα καὶ λαμπρὸν ἑαυτοῦ διέξεισιν αὐτοκέλευστος, καὶ πρὸς πολ‐ λοὺς αὐτὰ διὰ τῶν ἐπιστολῶν ὑμνῶν. 17. Ὅτι κρατεῖν ὡς ἐπίπαν εἴωθεν ἐν μὲν τοῖς ἀπείροις τὸ | |
25 | πλέον, ἐν δὲ τοῖς ἐπιστήμοσι τὸ γεγυμνασμένον· οὐ γὰρ ἐν τοῖς μετὰ τέχνης ἀπαντᾷ τὸ παράλογον τῆς τύχης, ἀλλ’ ἐν τοῖς ἀτέχ‐ νοις χώραν ἔχει τὸ αὐτόματον, ὥσπερ κἀν ταῖς ἄλλαις ἐπιστήμαις ὁρῶμεν τὸ προτεθὲν οὐχ ὑπὸ τῶν ἀπείρων, ἀλλ’ ὑπὸ τῶν μελε‐ τησάντων ἐκτελούμενον. | |
30 | 18. Ὅτι πᾶν ἔργον κρεῖττον ἀπορρήτως στρατηγούμενον· ὅστις | 79 |
80 | δὲ ἐν πολέμῳ κρύπτει τὰ πλείονα, κρείττων ἐστὶν ἢ ὁ μετ’ ἔργων θρασύτητος φανερῶς ἐπιών. 19. Ὅτι κυνικὸς Ἡράκλειτος ἀκροασόμενον ἐκάλει τὸν Ἰου‐ λιανὸν ὡς ἐς τὴν βασιλείαν ὠφελήσων αὐτόν. ὁ δὲ θαυμάσας τὸ | |
5 | τῆς ὑποσχέσεως ὕψος ἑτοίμως ὑπήκουσεν. ἐπεὶ δὲ παρὰ δόξαν ἀπήντησεν, ὁ Ἰουλιανὸς ἀντιγράψας λόγον τὴν ἑαυτοῦ δύναμιν ἐξέφηνε καὶ τὸ τῆς φύσεως ἀνυπέρβλητον. οἱ δὲ ἀκούσαντες κατα‐ πλαγέντες τὴν δύναμιν τοῦ λόγου καθάπερ θεοῦ προσεκύνησαν τὴν φιλανθρωπίαν, ὅτι τὸν βασιλικὸν θυμὸν διέλυσε λογικῇ φιλο‐ | |
10 | τιμίᾳ. ὁ δὲ καὶ ἑτέρῳ λόγῳ τὸν αὐτὸν κυνικὸν ἐτίμησεν. 20. Ὅτι τῷ Ἰουλιανῷ ἤκμαζεν ὁ πρὸς Πέρσας πόλεμος, τάς τε Σκυθικὰς κινήσεις ὥσπερ ἐν κωφῷ κρυπτομένας ἔτι κύματι συνετίθει πόρρωθεν ἢ θεοκλυτῶν ἢ λογιζόμενος. λέγει οὖν ἐπι‐ στέλλων, „Σκύθαι δὲ νῦν μὲν ἀτρεμοῦσιν, ἴσως δὲ οὐκ ἀτρεμήσου‐ | |
15 | σιν.“ ἐς τοσόνδε ἐξικνεῖτο χρόνον ἡ τῶν μελλόντων αὐτῷ πρόνοια ὥσθ’ ὅτι τὸν ἐπ’ αὐτοῦ μόνον καιρὸν ἡσυχάσουσι προγινώσκειν. 21. Ὅτι 〈τὸ〉 πρὸ Κτησιφῶντος πεδίον ὀρχήστραν πολέμου πρότερον ἀποδείξας, ὡς ἔλεγεν Ἐπαμινώνδας, Διονύσου σκηνὴν ἐπεδείκνυ Ἰουλιανός, ἀνέσεις τινὰς τοῖς στρατιώταις καὶ ἡδονὰς | |
20 | ποριζόμενος. 22. Ὅτι τοσαύτη ἐν τοῖς προαστείοις Κτησιφῶντος ἀφθονία τῶν ἐπιτηδείων ἦν ὥστε τὴν περιουσίαν κίνδυνον τοῖς στρατιώ‐ ταις φέρειν μήποτε ὑπὸ τρυφῆς διαφθαρῶσιν. 23. Ὅτι ἔοικε τὸ ἀνθρώπινον καὶ ἄλλως ἐπίφορον εἶναι καὶ | |
25 | κάταντες πρὸς τὸ βάσκανον. καὶ οἱ στρατιῶται οὐκ ἔχοντες ὅπως ἐπαινῶσιν ἀξίως τὰ πραττόμενα, „τοὺς Ἀχαιούσ“ φασίν „ἔκρινον ἀπὸ τοῦ πύργου“, στρατηγικός τις καὶ περιττὸς εἰς φρόνησιν ἕκα‐ στος εἶναι βουλόμενοι. καὶ τοῖς μὲν ὕλη τις ὑπῆν φλυαρίας· ὁ δὲ τῶν ἐξ ἀρχῆς ἐχόμενος λογισμῶν ἐπὶ τὴν οἰκείαν ἀνέστρεφεν. | |
30 | 24. Ὥσπερ δὲ ἐν πολέμῳ καὶ τοσούτων ἐπικειμένων ἄρχοντος δεόμενον τὸ στρατόπεδον τὴν αἵρεσιν περιεσκόπει. καὶ καθάπερ | |
〈οἱ〉 ἰατρικοί φασι κατὰ ταὐτὸν γενομένων δυεῖν ἀλγημάτων τὸ | 80 | |
81 | ἔλαττον ὑπὸ τοῦ σφοδροτέρου λύεσθαι, οὕτω καὶ τότε θεωρεῖν ἐξῆν ὡς τὴν ὑπεροχὴν τοῦ κατὰ τὸν βασιλέα πάθους ὁ τοῦ πολέ‐ μου φόβος παρὰ πόδας ἑστὼς καταμαραίνων ἀπήμβλυνεν. τὸ μὲν γὰρ γεγενημένον ἦν φανερόν, τὸ δὲ ὅπως εἴκαζε μὲν ἄλλος ἄλλως, | |
5 | ἠπίστατο δὲ οὐδὲ εἷς. πλὴν ἓν τοῦτό γε ᾔδεσαν ὡς αἱρεῖσθαι προσῆκέν σφισιν ἄρχοντας. εἰ δὲ καὶ πλῆθος ἦσαν, τοῦτο γοῦν ἠπίσταντο σαφῶς ὅτι ἄρχοντος μὲν εὐπορήσουσι, τοιοῦτον δέ, οὐδὲ εἰ πλάττοι θεός, εὑρήσουσιν, ὅς γε διὰ φύσεως ἐξουσίαν καὶ τὸ ἰσομέγεθες τῷ θείῳ ἀγωγῆς τε ἀνάγκην ἐξεβιάσατο πρὸς τὸ χεῖ‐ | |
10 | ρον ἕλκουσαν, καὶ ἐκ τοσούτων ἀνενεγκὼν κυμάτων οὐρανόν τε εἶδε καὶ ἐπέγνω τὰ ἐν αὐτῷ καλά, τοῖς τε ἀσωμάτοις ὡμίλησε σῶμα ἔχων ἔτι, καὶ βασιλείας τε ἔτυχεν οὐχ ὅτι καὶ ἤρα βασιλείας, ἀλλ’ ὅτι τὸ ἀνθρώπειον ἑώρα δεομένους βασιλεύεσθαι, φιλοστρατιώτης τε ἦν διαφερόντως, οὐχ ὅτι ἐβούλετο δημαγωγεῖν, ἀλλ’ ὅτι τοῦτο | |
15 | ἠπίστατο τοῖς κοινοῖς συμφέρειν. Τί ταῦτα ληρεῖν ἀνέχῃ, ἐμβρόντητε τῷ ὄντι καὶ ἀνεπιγνώμων τῶν πεφλυαρημένων; τίς γάρ, τῶν ἐγγενῶν Ἕλλησι δογμάτων, οὐρα‐ νίων μεμύηται μυστηρίων θεατὴν ὑπάρξαι τὸν ἀπαλλαττόμενον τῆς ἐντεῦθεν βιοτῆς ἢ συνόμιλον ἀσωμάτων γενέσθαι; καὶ τίνες | |
20 | οἱ ἀσώματοι οὗτοι, εἰ μή που Γαννυμήδης καὶ Ζεὺς ὁ Γαννυμή‐ δους ἐκ Τρώων ἐραστής, δι’ οὗ καὶ Ἥρα παραγκωνίζεται ἡ ἀδελφὴ καὶ γαμετὴ τῷ Φρυγὶ μειρακίῳ; ἀλλὰ τὰ μὲν κλέψας ἔχεις τῶν Χριστιανικῶν ὀργίων, τὰς ἀσωμάτους φημὶ φατρίας· ἐπεὶ τῶν γε σῶν δογμάτων μὴ οὐχὶ καὶ ἐμπαθέστερον τῶν κατὰ τὸν φθαρτὸν | |
25 | τοῦτον βίον ἀκρατεστάτων οἱ κατ’ οὐρανόν σοι ἁλῷεν μάκαρες βιοῦντες; οἷς Ἥβη μὲν οἰνοχοεῖ, 〈οἱ δὲ〉 πολλῷ τῷ νέκταρι μεθυσ‐ κόμενοι τὰ ἀπαίσια διεξίασι Τρώων πόλιν εἰσορόωντες. πρὸς τίνα δὲ καὶ τῶν καθ’ Ἕλληνας ἑαυτὸν ἀναφέρων φιλοσόφων ἤρα βασιλείας; πρὸς Ἀντισθένη; πρὸς Διογένη; ἀλλὰ τούτοις μὲν ἴσμεν | |
30 | οὕτως ἀπραγμοσύνης μέλον ὡς τὴν κυνῶν ἐζηλωκότας ζωὴν καὶ τῇ τούτων ἐγκαλλωπίζεσθαι κλήσει. οὔκουν ἐπανορθῶν τὸν ἀνθρώ‐ πινον βίον εἵλετο βασιλεύειν, ὅτι μηδ’ ἐπανώρθωσέ τι, εἰ μὴ πρῶ‐ τον μὲν φιλοδοξίας κακῷ λυσσήματι ἀχάριστος περὶ τὸν εὐεργέτην | |
διαγινόμενος, ἔπειτα καὶ ὅπως τοῖς ἄγουσιν αὐτὸν δαίμοσι τὸ | 81 | |
82 | ὀλέθριον ἀφοσιούμενος σέβας λάθοι πρὸς τῶν ὑπ’ αὐτοῦ σπουδα‐ ζομένων δαιμόνων τοιούτου καὶ τέλους κυρῆσαι, ἀξίου καὶ τῆς ἐκείνων ἀπάτης καὶ τῆς ἑαυτοῦ ἐμπληξίας. 25. Ὅτι πρὸς τὸν Ὀριβάσιον εἰπόντα ὡς οὐ χρὴ τὸν θυμόν, κἂν | |
5 | ἐπεισπέσῃ, διὰ τῶν ὀμμάτων καὶ τῆς φωνῆς ἐκφορεῖσθαι, „ὅρα τοί‐ νυν“ εἶπεν „ἐπειδὴ καλῶς λέγεις, εἰ τοῦτο ἐγκαλέσεις ἔτι δεύτερον.“ 26. Ὅτι φασὶν Ἀλεξάνδρου θειάζοντος ἑαυτὸν ἐκ Διὸς Ὀλυμ‐ πιάδα θρυπτομένην φάσκειν, „οὐ παύσεται τὸ μειράκιον διαβάλ‐ λον με πρὸς τὴν Ἥραν;“ | |
10 | 27. Ὅτι προσαγορεύων ὁ θεὸς τὸν Ἰουλιανόν φησιν, ὦ τέκος ἁρμελάταο θεοῦ, μεδέοντος ἁπάντων. 28. Ὅτι ὁ Ἰουλιανὸς ἐν ταῖς ἐπιστολαῖς ἴδιον 〈πατέρα〉 ἀνα‐ καλεῖ τὸν ἥλιον, οὐχ ὥσπερ Ἀλέξανδρος διαβάλλεσθαι φάσκων πρὸς τὴν Ἥραν ὅτι Ὀλυμπιὰς αὐτὸν ἐκ Διὸς ἀνελομένη τοῦτο οὐκ | |
15 | ἀπεκρύπτετο, ἀλλ’ οὗτός γε ἐπὶ ταῖς τοῦ θεοῦ μαρτυρίαις αἰωρού‐ μενος ἐς τὸν Πλάτωνα ὑποφέρεται, ὥσπερ ὁ ἐκείνου Σωκράτης φησί „μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι μετ’ ἄλλου τοῦ θεῶν,“ ταύτην καὶ αὐτὸς εἰς τὴν ἡλιακὴν βασιλείαν τινὰ καὶ χρυσῆν σειρὰν ἀνα‐ φέρων καὶ συναπτόμενος. | |
20 | 29. Ἀλλ’ ὁπότε σκήπτροισι τεοῖς Περσήιον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σὲ πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα ἀμφὶ θυελλείῃσι κυκώμενον ἐν στροφάλιγξι, λυσάμενον βροτέων ῥεθέων πολύτλητον ἀνίην. | |
25 | ἥξεις δ’ αἰθερίου φάεος πατρώιον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήιον ἐς δέμας ἦλθες. τούτοις ἀρθέντα τοῖς ἔπεσιν αὐτὸν καὶ λογίοις μάλα ἡδέως φησὶν ἀπολιπεῖν τὸ θνητὸν καὶ ἐπίκηρον. πρόκεινται δὲ τῶν λο‐ | |
γίων ἄλλαι τινὲς εὐχαί τε καὶ θυσίαι περὶ τοὺς θεούς, ἃς ἐκείνῳ | 82 | |
83 | μὲν δρᾶν ἀναγκαῖον ἦν ἴσως, ἐς δὲ ἱστορικὸν τύπον καὶ βάρος φέρειν οὐκ ἦν εὔλογον· τὸ γὰρ καθ’ ἕκαστα 〈γράφειν〉 οὐκ ἦν ἀλή‐ θειαν τιμῶντος, ἀλλὰ διὰ πολυπραγμοσύνην εἰς λῆρον ἀποφερο‐ μένου καὶ παρολισθάνοντος. | |
5 | 30. Ὅτι φησὶν ὁ Εὐνάπιος· περὶ μὲν οὖν τῶν παλαιοτέρων καὶ ὅσα πρὸ ἡμῶν ἀνάγκη συγχωρεῖν τοῖς γράψασιν ἢ τοῖς πρὸ ἐκείνων λόγοις εἰς ἡμᾶς κατὰ μνήμην ἄγραφον εἰς διαδοχὴν περι‐ φερομένοις καὶ καθήκουσιν· ὅσα δὲ ἐφ’ ἡμῶν αὐτῶν γέγονεν, ἀλήθειαν τιμῶντι, καθά φησιν ὁ Πλάτων, παραδοτέον τοῖς ἐντυγχάνουσιν. | |
10 | 31. Ὅτι Φίλιππος ὁ Μακεδὼν τὸ μέτρον ἰδὼν τοῦ σφετέρου σώματος (ἐν παλαίστρᾳ γὰρ ἐπεπτώκει), διαναστὰς ἀπὸ τοῦ πτώ‐ ματος σώφρονα ἀφῆκε λόγον ὡς ὀλίγην κατασχήσων γῆν εἶτα ἐπι‐ θυμοίη τῆς ἁπάσης. 32. Ὅτι τὸν Θησέα φασὶν οἱ παλαιοὶ ζηλωτὴν Ἡρακλέους | |
15 | γενόμενον μικρὰ τῆς μιμήσεως ἐκείνης ἀποκερδᾶναι. 33. Ὅτι τοῦ Προκοπίου τοῦ συγγενοῦς Ἰουλιανοῦ στασιάσαν‐ τος καὶ τυραννίδι ἐπιθεμένου Ἡράκλειος ὁ κυνικὸς προσελθὼν αὐτῷ καὶ κατακροτήσας εὖ μάλα τῇ βακτηρίᾳ τοὔδαφος, „ἄλκιμος ἔσσο“ φησίν „ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.“ | |
20 | 34. Ὥσπερ οὖν οἱ φυσικοί φασι πάσης κινήσεως εἶναι τέλος ἀκινησίαν, ἣ ταῖς ἄλλαις κινήσεσι τὸ κινεῖσθαι δίδωσιν αὐτὴ μέ‐ νουσα, οὕτως ἄν τις ὑπέλαβε καὶ τότε τὸν πρεσβύτην Ἀρβιτίονα παρατυχόντα τὴν τοῦ βασιλέως ἄτακτον καὶ κυματώδη φορὰν εἰς ὁμαλὸν καὶ λεῖον καταστορέσαι τοῦ λογισμοῦ πάθος· μικροῦ γὰρ | |
25 | ἐξέστη διὰ δειλίαν τῶν κοινῶν πραγμάτων. 35. Μεγαλόψυχον γὰρ καὶ λίαν θεοειδὲς τὸ καὶ τῶν αἰτίων φείσασθαι, οὐκ ἔξω δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ μὴ καὶ τῶν ἀναιτίων. τὸ μὲν γὰρ ξένον τῆς τιμωρίας λόγῳ γίνεται τῆς ἀρχῆς, ἵνα φόβῳ συνέχηται τὸ ἀρχόμενον· τὸ δὲ ὑπεροπτικὸν τῆς κολά‐ | |
30 | σεως δι’ ἀρετῆς ὑπεροχὴν γίνεται, ὡς τῆς βασιλικῆς ἀρχῆς διὰ μέγεθος καὶ ὄγκον ἀρκούσης ἑαυτῇ καὶ ἄνευ τιμωρίας. ἀλλὰ ταῦτα | |
μέν, ὅπῃ γνώμης ἔχει τις καὶ κρίνει, οὕτως ἐχέτω. | 83 | |
84 | 36. Ὅτι ὁ Ποσειδόνιος ἔλεγεν ἀπελθόντος Ἀλεξάνδρου τὸ στρατόπεδον ἐοικέναι τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι. 37. Ὁ δὲ Θεόδωρος ὁ κατειλεγμένος τοῖς νοταρίοις ἐν δίκῃ ἐτιμᾶτο παρὰ τοῦ βασιλέως· τό τε γὰρ εὖ γεγονέναι προσῆν αὐτῷ | |
5 | καὶ τὸ εὖ πεφυκέναι πρὸς ἀρετὴν ἅπασαν, τό τε σῶμα συνήνθει ταῖς ἀρεταῖς, καὶ τὸ ἐπαφρόδιτον ἐν ταῖς συνουσίαις κόσμος ἐδόκει τῶν ἀρετῶν ἐμμελής τις εἶναι καὶ παναρμόνιος. ἀλλ’ ἔλαθεν, ᾗ φησιν Ὅμηρος, ὑπὸ τῶν ἰδίων διαφθαρεὶς καλῶν. τὸ γὰρ ἀνθρώ‐ πινον, καὶ ὅσοι περὶ στρατείας ἐπὶ τὰ κέρδη καὶ τὰς κοινὰς τύχας | |
10 | ἐπτοημένοι καὶ κεχηνότες, τὴν ἡμερότητα καταμαθόντες αὐτοῦ καὶ τὸ πρὸς τὰς ὁμιλίας εὐκρατὲς καὶ πρόχειρον, ταχὺ μάλα τὴν ἄμα‐ χον καὶ φοβερὰν καὶ τοῖς νοῦν ἔχουσι κολακείαν ὑποδύντες καὶ προβαλόμενοι καθάπερ ἑλέπολίν τινα καὶ μηχανὴν ἄφυκτον, ἐξέ‐ ωσαν τῶν ἀσφαλῶν καὶ σωτηρίων λογισμῶν τὸν νεανίσκον καὶ | |
15 | κατέσεισαν εἰς τὸν μανιώδη καὶ σφαλερὸν τῆς βασιλείας ἔρωτα. 38. Ὅτι φιλοχρηματίαν φασὶ πηγήν τινα πάσης κακίας τυγ‐ χάνειν, οὐδὲ τῇ κακίᾳ πότιμόν τε καὶ χρήσιμον· ἐξ ἐκείνης γὰρ τῆς ἀρχῆς καὶ ἀπὸ τῆς τῶν χρημάτων περιττῆς ἐπιθυμίας τὸ τῆς ψυχῆς ἄλογον ἀρδόμενον ἔριν τ’ ἀνέφυσεν ἀνθρώποις καὶ μάχην· | |
20 | ἔρις δὲ αὐξηθεῖσα πολέμους ἀνεβλάστησε καὶ φόνους· φόνων δὲ ὁ φυόμενος καρπὸς φθορὰ τοῦ γένους καὶ ὄλεθρος· ἃ δὴ καὶ ἐπὶ Οὐάλεντος συνεπράττετο. 39. Τὰ μὲν οὖν πρῶτα τῆς συγγραφῆς, οὐδενὸς οὐδὲν σαφὲς λέγειν ἔχοντος ὅθεν τε ὄντες οἱ Οὖννοι ὅπῃ τε κείμενοι τὴν Εὐρώ‐ | |
25 | πην πᾶσαν ἐπέδραμον καὶ τὸ Σκυθικὸν ἔτριψαν γένος, ἐκ τῶν πα‐ λαιῶν συντιθέντι κατὰ τοὺς εἰκότας λογισμοὺς εἴρηται, τὰ δὲ ἐκ τῶν ἀπαγγελλομένων δοξάζοντι πρὸς τὸ ἀκριβές, ὡς ἂν μὴ .... τοῦ πιθανοῦ τὴν γραφὴν ἀπαρτήσαιμεν μηδὲ παραφέροι ... τὴν ἀλήθειαν ὁ λόγος. ἡμεῖς δὲ οὐ ταὐτὸν πάσχοντες τοῖς ἐκ | |
30 | παίδων οἰκίαν μικρὰν καὶ φαύλην οἰκήσασιν, εἶτα διὰ τύχης εὔ‐ | 84 |
85 | ροιαν μεγάλων καὶ λαμπρῶν ἐπιλαβομένοις οἰκοδομημάτων ὅμως διὰ συνήθειαν τὰ ἀρχαῖα θαυμάζουσι καὶ περιστέλλουσιν, οὕ‐ τως αὐτοὶ τὰ προειρημένα γεγράφθαι συγχωρήσαντες ἑτέρων ἁψόμεθα πάλιν, ἀλλὰ μᾶλλον ὥσπερ οἱ κατά τινα θεραπείαν | |
5 | σώματος τὰ πρῶτα χρησάμενοί τινι φαρμάκῳ δι’ ὠφελείας ἐλπίδα, κᾆτα τὸ κρεῖττον πείρᾳ δοκιμάσαντες ἐπ’ ἐκεῖνο μεθίστανται καὶ ῥέπουσιν, οὐ τῷ δευτέρῳ τὸ πρότερον ἀναιροῦντες, ἀλλὰ τῷ δεδο‐ ξασμένῳ κακῶς τὸ ἀληθὲς ἐπεισάγοντες, καὶ καθάπερ φῶς ἀπὸ λαμπάδος διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀφανίζοντες καὶ ἀμβλύνοντες, | |
10 | ὁμοίως ἐπιθήσομεν τοῖς εἰρημένοις τὰ ἀληθέστερα, κἀκεῖνα διὰ τὴν ἱστορικὴν δόξαν συγχωρήσαντες μένειν καὶ ταῦτα διὰ τὴν ἀλή‐ θειαν ἐφελκυσάμενοι καὶ παραζεύξαντες. 40. Ὅτι Μαρκιανὸς ἀνὴρ ἐς ἀρετὴν ἅπασαν ὥσπερ τις κανὼν ἠκριβωμένος. | |
15 | 41. Φιλόκαλος γὰρ ὢν καὶ φιλάγαθος ὁ Μουσώνιος τοὺς πανταχόθεν καθεῖλκεν παρ’ ἑαυτόν, ὥσπερ ἡ μαγνῆτις λίθος τὸν σίδηρον. οὐκ ἦν δὲ βασανίζειν ὁποῖός τις ὁ δεῖνα, ἀλλὰ Μου‐ σωνίου φίλον ἀκούσαντα ὅτι καλὸς ἦν εἰδέναι. 42. Ὅτι συνῃρῆσθαι τοῦ πολέμου δοκοῦντος Μουσώνιος ἵπ‐ | |
20 | πον ἐπιβὰς ἐξῄει τῶν Σάρδεων. καὶ ὁ Θεόδωρος τὸν συγγραφέα μεταπεμψάμενος ἐδάκρυσε τὴν ἔξοδον, καὶ ἀνδρὶ τἄλλα γε ἀτερά‐ μονι καὶ ἀτέγκτῳ δάκρυα κατεχεῖτο τῶν παρειῶν ἀκρατέστερον. 43. Ὅτι τὸ ἐπὶ Μουσώνιον ἐπίγραμμα τὸ παρὰ Θεοδώρου τοιοῦτόν ἐστιν· | |
25 | ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ’ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος, ἔνθα δ’ ἐπὶ τρισσοῖσι πανείκελος ἡρώεσσι ψυχὴν καὶ βιότοιο τέλος Μουσώνιος ἥρως. 44. Ὅτι οἱ Ῥωμαῖοι κατεκόπησαν παρὰ Ἰσαύρων, καὶ τούτῳ | |
30 | ὥσπερ δράματι μεγάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον | 85 |
86 | οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκεν. ἐνταῦθά που τῆς συγγραφῆς ἀφώρισται τὸ πραχθέν, ὅτι τοῖς χρόνοις παρέτεινε καὶ συγκατέ‐ στρεψεν ἐπὶ τὰ προειρημένα, ὥστε τοῖς καιροῖς μὴ πολὺ παραλ‐ λάττειν ἐς τὸ τέλος τὴν γραφήν. | |
5 | 45. Ὅτι ὁ βασιλεὺς Οὐάλης κατὰ τὸν καιρὸν ἡνίκα οἱ Σκύθαι τὴν Μακεδονίαν ἐπέτρεχον παρελθὼν εἰς τὴν πόλιν τὰς παντα‐ χόθεν δυνάμεις συνήγειρεν, ὡς μέγα τι καὶ παράδοξον ἐργασόμενος. ὅσον δὲ παιδεία ἀναγνώσεως ἰσχύει πρὸς τοὺς πολέμους καὶ ἡ διὰ τῆς ἱστορίας ἀκριβὴς θεωρία πρὸς ἄμαχόν τινα καὶ γραμμικὴν | |
10 | ἔκβασιν τελευτῶσι καὶ συνηναγκασμένην καὶ τότε ὁ χρόνος ἀπέ‐ δειξεν. πολλῶν γὰρ ἐπὶ πολλοῖς μαρτυρούντων, καὶ τῆς πείρας πόρρωθεν βοώσης ὅτι οὔτε πολλοῖς οὔτε ὀλίγοις μάχεσθαι προσ‐ ῆκεν ἀπεγνωκόσιν ἑαυτῶν καὶ πρὸς κίνδυνον ἑτοίμως ἔχουσιν, ἀλλ’ ὅτι τοιαῦτα στρατόπεδα καταλύειν συμφέρει χρόνῳ τρίβοντα | |
15 | τὸν πόλεμον καὶ περικόπτοντα τὰς ἀφορμὰς τῶν ἐπιτηδείων, ὅπως ὑφ’ ἑαυτῶν πολεμοῖντο δι’ ἔνδειαν πολλοὶ τυγχάνοντες, καὶ μὴ πρὸς τύχην ἀποκινδυνεύωσιν, ἀλλ’ ἐν ἀπόρῳ καὶ τὸ κινδυνεύειν ἔχωσιν, ἐπὶ τοῖς ἐναντίοις οὔσης τῆς ἐπιχειρήσεως. .... 46. Ὡς δὲ ἦν τοιούτων ἀρετῶν κτῆσις .......... σπα‐ | |
20 | νιώτερον δὲ οὐδὲν ἀρετῆς ἐν βίοις διεφθαρμένοις καὶ ἀγωγαῖς ἐπὶ τὸ χεῖρον προκατειλημμέναις. 47. Ὅτι Σεβαστιανὸς τὴν ἡγεμονίαν παρὰ τοῦ βασιλέως Οὐά‐ λεντος εἰληφὼς παρὰ τὴν πάντων ὑπόνοιαν δισχιλίους ᾔτησεν ὁπλίτας. τὴν δὲ ἐξουσίαν τῆς αἱρέσεως αὐτὸς ἐπιτραπείς, τοῦ | |
25 | βασιλέως καὶ χάριν προσομολογήσαντος, ὅτι κινδυνεύσει περὶ δισ‐ χιλίους, εἶτα ἐρομένου τὴν αἰτίαν, δι’ ἣν ὀλίγους αἰτοίη, τὰ λοιπὰ ὁ Σεβαστιανὸς ἔφη τὸν πόλεμον εὑρήσειν· τοῖς γὰρ εὖ πράττουσι πολλοὺς προσθήσεσθαι· πλῆθος δὲ μετακαλεῖν ἐξ ἀναγωγίας δύσ‐ κολον· ὀλίγων δὲ ἀρχομένων ἐς τὸ καλὸν μεταπλασθέντων, καὶ | |
30 | τῆς ἀγωγῆς ἐπιτυγχανούσης, τοὺς κατὰ μικρὸν προσιόντας ῥάδιον | |
ἐπὶ τὸ κρεῖττον ἐνταθήσεσθαι. | 86 | |
87 | 48. Ὁ δὲ βασιλεὺς Θεοδόσιος, παραλαβὼν τοσαύτην ἀρχὴν καὶ βασιλείαν, συνεμαρτύρησε τοῖς παλαιοῖς ἡλίκον ἐστὶ κακὸν ἐξουσία καὶ ὅτι πρὸς τὰ πάντα στεγανόν τι καὶ μόνιμον πλὴν εὐτυχίας ἄνθρωπος. οὐ γὰρ ἔφθασε παρελθὼν ἐπὶ τὴν ἀρχήν, καὶ | |
5 | καθάπερ μειράκιον νεόπλουτον πατρὸς ἐπὶ πολλῷ χρόνῳ πολλὰ χρήματα σεσωρευκότος διὰ σωφροσύνην καὶ φειδώ, ἀθρόως κυρι‐ εῦσαν τῶν πραγμάτων σφοδρόν τινα καὶ παντοῖον ὄλεθρον κατὰ τῶν εὑρεθέντων μαίνεται, οὕτω καὶ τότε ἦν ὁρῶντα ἐπισκοπεῖν ὥσπερ ἐκ περιωπῆς, τόν γε ἔμφρονα, μηδένα τρόπον ἀμελούμενον | |
10 | κακίας καὶ ἀκολασίας ἐς τὴν κοινὴν τῶν πραγμάτων διαφθοράν. 49. Ἀπορία γὰρ πρὸς εἰσφορὰς ἀκίνδυνον. 50. Οἱ δὲ Νικοπολῖται τῶν ἄλλων Θρακῶν κατεγέλασαν, οἳ τῷ φόβῳ τῆς βασιλείας τὰ δεινὰ ἔπασχον, τὸ μὲν βοηθῆσον ἀεὶ δι’ ἐλπίδος λεπτῆς εἰκάζοντες, τὸ δὲ τῶν κινδύνων ἐνεστηκὸς | |
15 | πείρᾳ καὶ ὄψει διὰ μαλακίαν ὑπομένοντες. οὔτε γοῦν αὐτοὶ φρου‐ ράν τινα στρατιωτικὴν πεμφθήσεσθαι προσεδόκησαν οὔτε ἐν ἑτέ‐ ροις ἔθεντο τὴν σωτηρίαν, ἀλλὰ τῶν μὴ δυναμένων ἑαυτοῖς ἀμύ‐ νειν περιφρονήσαντες ἐς ἐλευθερίαν ἐπικίνδυνον ἀπέστησαν. 51. Ὅτι ἐπὶ Θεοδοσίου οἱ βάρβαροι τὴν Θράκην ἐδῄωσαν | |
20 | κατὰ μικρόν. 52. Τοιοῦτον δέ τι ἱστόρηται γενέσθαι κατὰ τὴν Νέρωνος βασιλείαν, ἀλλὰ περὶ μίαν πόλιν. φασὶ γὰρ τραγωδόν τινα διὰ τὴν Νέρωνος εἰς ταῦτα φιλοτιμίαν ἐκπεσόντα τῆς Ῥώμης εἶτα πλανᾶσθαι, δόξαν αὐτῷ καὶ τὸ τῆς φωνῆς πλεονέκτημα πρὸς ἀν‐ | |
25 | θρώπους ἡμιβαρβάρους ἐπιδεικνύναι, καὶ παρελθεῖν εἰς τοιαύτην μεγάλην πόλιν καὶ πολυάνθρωπον, συναγεῖραί τε αὐτοὺς εἰς θέ‐ ατρον. καὶ συνελθόντων τὴν μὲν πρώτην ἡμέραν σφαλῆναι τῆς ἐπιδείξεως· οὐδὲ γὰρ τὴν ὄψιν ὑπομείναντας τοὺς θεατάς, ἅτε ἄρτι καὶ πρῶτον ἑωρακότας, φεύγειν θλιβομένους περὶ ἀλλήλοις | |
30 | καὶ πατουμένους. ὡς δὲ ὁ τραγωδὸς ἰδίᾳ τοὺς πρώτους αὐτῶν | |
ἀπολαβὼν τήν τε τοῦ προσωπείου φύσιν ἐδείκνυ καὶ τοὺς ὀκρί‐ | 87 | |
88 | βαντας, ὑφ’ ὧν τὸ μέγεθος εἰς ὕψος παρατείνεται, καὶ συνέπειθεν οὕτως ἀνασχέσθαι καὶ τλῆναι τὴν ὄψιν, τότε παρελθὼν εἰς ἀνθρώ‐ πους καὶ ὣς μόλις ὑφισταμένους τὴν θέαν, τὸ μὲν πρῶτον ἐπι‐ εικῶς καὶ μετρίως τῆς φωνῆς αὐτοὺς διέγευσε καὶ τοῦ μέλους | |
5 | (Εὐριπίδου δὲ τὴν Ἀνδρομέδαν ὑπεκρίνετο), προϊὼν δὲ σφοδρό‐ τερόν τε ἤχησε καὶ ὑφῆκεν αὖθις, εἶτα ἐπήγαγεν ἁρμονίαν σύντονον, ἐπὶ ταύτῃ δὲ πάλιν εἰς τὴν γλυκεῖαν περιήνεγκεν. ὥρα δὲ ἦν θέρους ὅ τιπερ ἀκμαιότατον καὶ τὸ θέατρον κατείχετο. καὶ ὁ τρα‐ γωδὸς ἀναπαυσαμένους ἠξίου σφᾶς φοιτᾶν ἐπὶ τὴν ἀκρόασιν περὶ | |
10 | λήγουσαν καὶ ἀποψύχουσαν ἡμέραν· οἱ δὲ πρὸ τῶν ποδῶν πεσόν‐ τες καὶ καλινδούμενοι πάσας ἀφίεσαν φωνὰς μήποτε αὐτοὺς ἀπο‐ στερῆσαι τοιαύτης μακαριότητος καὶ ἡδονῆς. ἐνταῦθα ὁ τραγωδὸς ἀφεὶς ἑαυτὸν ἐπὶ τὴν σκηνὴν καὶ τὸ πάθος, —καίτοι γε τὰ πλεῖ‐ στα περιῄρητο τῆς τραγωδίας πρὸς ἀνθρώπους ἀξυνέτους, ὄγκος | |
15 | τε καὶ βαρύτης λέξεων καὶ τὸ περὶ ταῦτα εἶδος καὶ ἡ τοῦ μέτρου χάρις τό τε τῶν ἠθῶν ἐναργές, ὀξύτατόν τε καὶ ἐπιφορώτατον εἰς ἀκοῆς κίνησιν, καὶ πρὸς τούτοις τὸ γινώσκεσθαι τὴν ὑπόθεσιν, — ἀλλ’ ὅμως τούτων ἁπάντων γεγυμνωμένος ἐς τοσόνδε τῇ τε εὐ‐ φωνίᾳ καὶ τῷ μέλει μόνῳ κατεκράτησεν ὥστε οἱ μὲν ἀνεχώρουν | |
20 | προσκυνοῦντες ὡς θεὸν καὶ τὰ ἐξαίρετα τῶν παρὰ σφίσιν αὐτοῖς δῶρα ἐκόμιζον, καὶ τὸν πλοῦτον ὁ τραγωδὸς ἐβαρύνετο. μετὰ δὲ τὴν ἑβδόμην τῆς ἐπιδείξεως ἡμέραν νόσημα κατέσκηψεν εἰς τὴν πόλιν, καὶ πάντες οὐ τὰς λέξεις σαφῶς, ἀλλὰ τὸ μέλος, ὡς ἕκα‐ στος εἶχε δυνάμεως καὶ φύσεως, ἐκβοῶντες, καὶ διαρροίας ἀκρα‐ | |
25 | τοῦς ἅμα ἐπιπιπτούσης ἐν τοῖς στενωποῖς παρεθέντες ἔκειντο, κακῶς ὑπὸ τῆς Ἀνδρομέδας ἐπιτριβόμενοι, καὶ ἐχηρώθη τε ἀνδρῶν καὶ γυναικῶν ἡ πόλις, ὥστε ἐκ τῶν προσοίκων ἐποικισθῆναι. ἀλλ’ ἐπ’ ἐκείνων μὲν εὐφωνίαν τε ἦν αἰτιάσασθαι καὶ ἀέρος ὑπερβάλ‐ λουσαν θερμότητα, ἣ τὸ μέλος διὰ τῆς ἀκοῆς ἐπὶ τὰ κύρια τῶν | |
30 | ψυχικῶν ὀργάνων συνέτηξε καὶ διέκαυσεν· ἐπὶ δὲ τῶν καθ’ ἡμᾶς | |
ἀνθρώπων αἱ μὲν αἰτίαι τοῦ πάθους εὐθεώρητοι· περὶ τὰ ἔντερα | 88 | |
89 | γὰρ ἦσαν ἅπασαι καὶ ὑπὸ γαστέρα· τὸ δὲ καί τινας τῶν οὐκ ἀνο‐ ήτων πρὸς τοῦτο ὠλισθηκέναι οὐκ εἰς φυσικὴν ἄν τις εἰκότως, ἀλλ’ εἰς θειοτέραν ἀνενέγκοι κίνησιν, ὡς ποινηλατεῖσθαι σαφῶς τὸ ἀνθρώπινον. | |
5 | 53. Φυλαὶ μὲν γὰρ τῶν πολεμίων τὴν ἀρχὴν διεβεβήκεσαν ἄπειροι, καὶ πλείους ἐπιδιέβαινον, οὐδενὸς κωλύοντος· ἀλλ’ ἐν τοσούτοις κακοῖς κέρδος αὐτοῖς ἐδόκει γνήσιον τὸ δωροδοκεῖσθαι παρὰ τῶν πολεμίων. εἶχε δὲ ἑκάστη φυλὴ ἱερά τε οἴκοθεν τὰ πάτρια συνεφελκομένη καὶ ἱερέας τούτων καὶ ἱερείας· ἀλλὰ στε‐ | |
10 | γανή τις ἦν λίαν καὶ ἀδαμάντινος ἡ περὶ ταῦτα σιωπὴ καὶ τῶν ἀπορρήτων ἐχεμυθία, ἡ δὲ εἰς τὸ φανερὸν προσποίησις καὶ πλάσις εἰς τὴν τῶν πολεμίων ἀπάτην διηρτυμένη καὶ συντεθειμένη, Χρι‐ στιανοί τε εἶναι πάντες ἔλεγον καί τινας ὡς ἐπισκόπους αὐτῶν ἐς τὸ θαυμαζόμενον σχῆμα καταστολίσαντες καὶ περικρύψαντες, | |
15 | καὶ πολλῆς αὐτοῖς τῆς ἀλώπεκος ἐπιχέαντες, εἰς τὸ μέσον προ‐ ηφίεσαν, πανταχοῦ τὸ ἀφύλακτον διὰ τῶν καταφρονουμένων ὅρκων παρ’ ἐκείνοις, παρὰ δὲ τοῖς βασιλεῦσι σφόδρα φυλαττομένων, ὑποτρέχοντες καὶ κατασκευάζοντες. ἦν δέ τι καὶ τῶν καλουμένων μοναχῶν παρ’ αὐτοῖς γένος, κατὰ μίμησιν τῶν παρὰ τοῖς πολε‐ | |
20 | μίοις ἐπιτετηδευμένον, οὐδὲν ἐχούσης τῆς μιμήσεως πραγματῶδες καὶ δύσκολον, ἀλλὰ ἐξήρκει φαιὰ ἱμάτια σύρουσι καὶ χιτώνια πο‐ νηροῖς τε εἶναι καὶ πιστεύεσθαι. καὶ τοῦτο ὀξέως συνεῖδον οἱ βάρβαροι τὸ θαυμαζόμενον παρὰ Ῥωμαίοις ῥαδίως ἐς παραγωγὴν ἐπιτηδεύσαντες· ἐπεὶ τά γε ἄλλα μετὰ βαθύτητος καὶ σκέπης ὅτι | |
25 | μάλιστα στεγανωτάτης τῶν ἀπορρήτων τὰ παρὰ σφίσιν ἱερὰ γεν‐ νικῶς τε καὶ ἀδόλως φυλάττοντες. οὕτω δὲ ἐχόντων τούτων, ὅμως ἐς τοσαύτην ἄνοιαν ἐξεπεπτώκεσαν ὥστε συμπεπεῖσθαι σαφῶς καὶ ἀμάχως τοὺς δοκοῦντας νοῦν ἔχειν ὅτι Χριστιανοί τέ εἰσι καὶ πάσαις ταῖς τελεταῖς ἀνέχοντες. | |
30 | 54. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἐς τοῦτο ἤδη συνέπεσεν ἅπαντα καὶ περιηνέχθη κατά τινα βίαν ἀπαραίτητον καὶ ἀνάγκην | |
ἀνυπόστατον καὶ θεήλατον ὡς καὶ τὸ τῶν ὄνων γένος, μὴ ὅτι τῶν | 89 | |
90 | ἵππων, ἀλλὰ καὶ τῶν ἐλεφάντων γενέσθαι τιμιώτερον. ὁ μὲν οὖν Μακεδὼν Φίλιππος καταζευγνύναι μέλλων περὶ ἑσπέραν ἤδη, εἶτα πυθόμενος ὡς οὐ δυνατόν, εἰπόντων τῶν κωλυόντων χιλὸν οὐχ ὑπάρχειν ἱκανὸν τοῖς ὑποζυγίοις, ἀνέζευξε τοῦτ’ ἐπειπών, ὡς οὐδὲν | |
5 | βασιλέως ἀτυχέστερον, ὃς καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ζῆν ἀναγ‐ κάζεται. ὁ δὲ καθ’ ἡμᾶς χρόνος ἐκινδύνευσεν ὅλος ἐπὶ τοῖς ὄνοις σαλεύειν. 55. Τοῦ βασιλέως δὲ Γρατιανοῦ τὰ μὲν καθ’ ἕκαστον καὶ οἷός τις ἦν οὔτε δυνατὸν ἦν περιεργάζεσθαι (τὰ γὰρ ἐν τοῖς βασιλείοις | |
10 | ἐπικρύπτεται καὶ μάλα στεγανῶς) οὔτε πολυπραγμονοῦντι συμ‐ μαθεῖν· τὰ γὰρ ἀπαγγελλόμενα παρ’ ἑκάστου, πολλὰς καὶ πολυ‐ μόρφους τὰς διαφορὰς ἔχοντα, μόνην τὴν ἀλήθειαν ὥσπερ τινὰ θησαυρὸν ἀπόρρητον οὐ διεγύμνου καὶ ἀπεκάλυπτεν. ὥσπερ οὖν τοῖς γράφουσι τὰς εἰκόνας καὶ τὸ δοθὲν παράδειγμα χαρακτηρί‐ | |
15 | ζουσιν ἐπιτείνει τὴν περὶ τὸ πρόσωπον ὁμοιότητα μικρά τινα τῶν ὑποκειμένων συμβόλων, καὶ ἢ ῥυτὶς ἐπὶ τοῦ μετώπου διακεχαραγ‐ μένη ἤ τις ἴονθος παρανατέλλων παρὰ τὸ γένειον ἢ τοιοῦτό τι μικρὸν καὶ παρημελημένον τῶν κατὰ τὴν ὄψιν, ὃ παροφθὲν μὲν οὐχ ὑπογράφει τὸ εἶδος, ἀκριβωθὲν δὲ μόνον αἴτιον τῆς ὁμοιότη‐ | |
20 | τος γίνεται, οὕτως ἔξεστι καὶ ἐπὶ τοῦδε τοῦ βασιλέως συλλαμ‐ βάνειν οἷός τις ἦν, νέος τε ὢν καὶ ἐν ἐξουσίᾳ βασιλικῇ τραφεὶς ἐκ παιδὸς καὶ μὴ μεμαθηκὼς οἷον τὸ ἄρχον καὶ οἷον τὸ ἀρχόμενον· τοῦτο γὰρ μάλιστα διαφαίνει τὸ τῆς φύσεως μέγεθος, ὅταν τὴν προτεθεῖσαν ἀγωγὴν καὶ συνήθειαν ἡ φύσις ἐπὶ τὸ κρεῖττον | |
25 | ἐξώσῃ καὶ βιάσηται. ἔξεστι δὲ λαβεῖν ἐκ τῶν ὑποκειμένων παρα‐ δειγμάτων, εἰς ἃ συνωμολόγουν ἅπαντες καὶ ἀντέλεγεν οὐδὲ εἷς τῶν ληρεῖν συνειθισμένων καὶ τὸν κοινὸν φλήναφον ἠσκηκότων. 56. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ Μαξίμου στασιάσαντος καὶ βαρ‐ βάρων κατὰ Ῥωμαίων ἐκστρατευσάντων φήμη κατέσχε τοῖς βαρ‐ | |
30 | βάροις ὡς οἱ Ῥωμαῖοι στρατὸν ὅτι πλεῖστον συλλέγουσι. καὶ συλλογισάμενοι τὸ δεινὸν οἱ βάρβαροι ἐπὶ τὸ σύνηθες ἀνέδραμον | |
σόφισμα, καὶ κατέδυσαν ἐπὶ τὰς Μακεδονικὰς λίμνας. καὶ συμ‐ | 90 | |
91 | φανές γε ἅπασι κατέστη ὡς ἡ Ῥωμαίων βασιλεία, τρυφὴν μὲν ἀρνουμένη, πόλεμον δὲ αἱρουμένη, οὐδὲν ἀφίησι τῆς γῆς τὸ ἀνή‐ κοον καὶ ἀδούλωτον. ἀλλὰ δεινόν γέ τι χρῆμα ταῖς τῶν ἀνθρώ‐ πων φύσεσιν ὁ θεὸς ἐγκατέμιξεν, ὥσπερ τοῖς ὀστακοῖς τὴν ἐπι‐ | |
5 | κίνδυνον χολὴν καὶ τοῖς ῥόδοις ἀκάνθας, οὕτω ταῖς ἐξουσίαις συγ‐ κατασπείρας τὴν ἡδονὴν καὶ ῥαθυμίαν, δι’ ἥν, πάντα ἐξὸν εἰς μίαν μεταστῆσαι πολιτείαν καὶ συναρμόσαι τὸ ἀνθρώπινον, αἱ βασιλεῖαι τὸ θνητὸν σκοποῦσαι πρὸς τὸ ἡδὺ καταφέρονται, τὸ τῆς δόξης ἀθάνατον οὐκ ἐξετάζουσαι καὶ παρεκλέγουσαι. | |
10 | 57. Ὅτι ὀλισθηρόν, ὡς ἔοικε, καὶ σφαλερώτερον ἄνθρωπος πρὸς τιμὴν ἢ συμφοράν. θεραπεύσαντες γὰρ τὸν Τατιανὸν οἱ περὶ τὸν βασιλέα Θεοδόσιον, τιμάς τε ὑπερφυεῖς ἐκ τοῦ βασιλέως καὶ μεταγνώσεις ἐπὶ τοῖς γεγενημένοις ἐνσπόνδους ποιησάμενοι, καὶ περὶ τῶν μελλόντων οὐρανομήκεις ἐλπίδας ὑποσπείραντες, | |
15 | τοῦτον παρέπεισαν ἀγαγεῖν τὸν υἱὸν αὐτοῦ Πρόκλον τοὔνομα· ὃν εἰς τὸ δεσμωτήριον συνέκλεισαν, καὶ τὸν Τατιανὸν ἐπὶ Λυκίας ἀπέπεμψαν τοῦ παιδὸς χηρώσαντες. 58. Συμποσίου δὲ προτεθέντος αὐτοῖς παρὰ τοῦ βασιλέως ἁδροτέρου καὶ πολυτελεστέρου, τὴν παροιμίαν ἀπέδειξαν ἀληθινὴν | |
20 | 〈τὴν〉 λέγουσαν· „οἶνος καὶ ἀλήθεια τοῦ Διονύσου.“ διὸ καὶ τὸν θεὸν εἰκότως Λυαῖον καλοῦσιν, ὡς οὐ μόνον διαλύοντα τὰς λύπας, ἀλλὰ καὶ τὸ στεγανὸν τῶν· ἀπορρήτων διαχέοντα καὶ διακαλύπτοντα. καὶ τότε ῥήξαντος αὐτοῖς παρὰ πότον τὴν βουλήν, διαλύεται τὸ συμπόσιον ἀτάκτως. | |
25 | 59. Ὅτι οἱ παῖδες Θεοδοσίου ἐπὶ τῆς βασιλείας αὐτοῦ ἔστη‐ σαν. εἰ δὲ τὸ ἀληθέστερον, ὅπερ ἐστὶ σκοπὸς ἱστορίας, προστι‐ θέναι δεῖ τοῖς γεγενημένοις, τὸ μὲν ὄνομα ἦν τῶν βασιλέων, τὸ δὲ ἔργον τῶν μὲν κατὰ τὴν ἑώαν Ῥουφίνου, τὰ δὲ ἑσπέρια Στελί‐ | |
χωνος εἰς ἅπασαν ἐξουσίαν· οὕτω γοῦν οἱ μὲν βασιλεῖς ἐπετάτ‐ | 91 | |
92 | τοντο παρὰ τῶν ἐπιτροπευόντων τὰς ἀρχάς, οἱ δὲ ἐπιτροπεύοντες ἀεὶ πρὸς ἀλλήλους ἐπολέμουν ὥσπερ βασιλεύοντες, φανερῶς μὲν οὐκ ἐναντίας χεῖρας καὶ ὅπλα ἀράμενοι, κρύφα δὲ ἀπάτης καὶ δό‐ λου μηδὲν ὑπολείποντες· διὰ γὰρ μαλακίαν καὶ ἀσθένειαν ψυχῆς | |
5 | τὸ διέρπον καὶ ὕπουλον τῶν μηχανημάτων αὐτοῖς ὡς ἀνδρεῖον ... 60. ....μασε καθάπερ ἐξ οὐρανοῦ πρὸς τὴν γῆν διενεχθὲν καὶ καταπέσον ἐς τὰ ἀνθρώπινα. 61. Ὁ μὲν οὖν Βάργος τὴν ἀρχὴν πιστευθεὶς παρὰ τοῦ εὐ‐ νούχου ἐξῄει μάλα φαιδρὸς καὶ γεγηθὼς ἐπὶ τὴν ἀρχήν, ὡς ἂν | |
10 | ἀρχὰς ὑποθησόμενος ἑαυτῷ τινας πάλιν, καὶ μετὰ πολλῶν καὶ διεφθαρμένων στρατιωτῶν, πρὸς τὸ πολεμεῖν τοῖς εὐεργέταις· τῷ γὰρ περιόντι τῆς τόλμης καὶ τῷ μεγέθει τῶν ἐγχειρουμένων πολ‐ λοὺς ἤδη περιπεφευγὼς κινδύνους, ἐς τὸ ἀκίνδυνον ἤδη πρὸς ἅπαντας καὶ λίαν εὐτυχὲς τὴν τόλμαν ἐξεβιάζετο. συνετώτερος δ’ | |
15 | ὢν κατὰ πόδας ᾔει πρὸς τὴν ἐπιβουλήν. καὶ δῆτα γυνὴ συνῴκει τῷ Βάργῳ· ταύτην διὰ καθειμένων ἀνθρώπων πάλαι πρὸς τὸν ἄνδρα τὸν λεγόμενον ἀλλοτρίως ἔχουσαν διά τινος ἠρτυμένης καὶ συνεσκιασμένης ἐπιβουλῆς, ἐπὶ τὸν ἄνδρα ὥσπερ ἔχιδναν νωθρὰν καὶ ὑπὸ κρύους κατεψυγμένην ταῖς ὑποκειμέναις ἐπαγγελίαις ἀνέ‐ | |
20 | στησαν καὶ ὤρθωσαν. καὶ τέλος φυγὼν καὶ συλληφθεὶς τὴν τῶν ἀχαρίστων ὑπέσχε δίκην. καὶ ὁ μὲν ἑαυτὸν μανικώτατον καὶ τὸν εὐνοῦχον φρονιμώτατον 〈ἀποδείξασ〉 ἔκειτο μαρτυρῶν ἡλίκον ἐστὶ τὸ τῆς ἀχαριστίας παρὰ θεῷ ἔγκλημα. 62. Ὅτι ὁ εὐνοῦχος τοῦτον τοσοῦτον ὄντα καὶ τηλικοῦτον ἐκ‐ | |
25 | βαλὼν τοῦ βίου, εὐνοῦχος ἄνδρα καὶ [ὁ] δοῦλος ὕπατον καὶ θαλα‐ μηπόλος τὸν ἐπὶ τοῖς στρατοπέδοις γεγενημένον, μέγα δή τι καὶ ὑπὲρ ἄνδρας ἐφρόνει· καὶ μή τίς γε τὸ Ἀβουνδαντίου πάθος, | |
κἀκείνου τελέσαντος ἐς ὑπάτους ... | 92 | |
93 | 63. Ἀπίθανον μὲν γὰρ τὸ γραφόμενον· πλὴν εἴ τις ἕτερος αὐτὰ γράφειν ἱκανός ἐστι, θαυμάζω αὐτὸν ἔγωγε τῆς ἀνδρείας, καὶ ἀνδρεῖος ἀποφαινέσθω μοι τῆς ἀνεξικακίας χάριν. ἀλλ’ εἰκὸς μὲν τοὺς τὰ ἀκριβέστερα γράψαντας κατὰ χρόνους καὶ κατὰ ἄνδρας | |
5 | καὶ προσποιουμένους ἀσφαλῶς τι λέγειν, ἔς τε χάριν καὶ ἀπέχ‐ θειαν ἀναφέρειν τὴν συγγραφήν· τῷ δὲ ταῦτα γράφοντι οὐ πρὸς ταῦτα ἔφερεν ἡ ὁδός, ἀλλ’ ὡς ὅτι μάλιστα ἀνατρέχοι καὶ στηρί‐ ζοιτο πρὸς ἀλήθειαν. ἐπεὶ καὶ κατὰ τούσδε τοὺς χρόνους ἤκουον καὶ συνεπυνθανόμην ὡς ὁ δεῖνα καὶ ὁ δεῖνα γράφουσιν ἱστορίαν· | |
10 | οὓς ἐγὼ οὔτι νεμεσητὸν λέγω, ἀλλὰ ἐπίσταμαί γε σαφῶς ἄνδρας ἀγερώχους τε καὶ σκιρτῶντας καὶ ἀληθείας τοσοῦτον ἀφεστηκότας ὅσον ἐντὸς εἶναι ἀναγωγίας. καὶ οὐκ ἐκείνοις μέμφομαι, τῆς δὲ ἀνθρωπίνης κρίσεως τὸ λίαν ἀκρατὲς καὶ ὀλισθηρὸν καταμέμφο‐ μαι, ὅτι θελγόμενοι καὶ καταγοητευόμενοι τὸ καθ’ ἕκαστον, ἂν | |
15 | ὀνόματος μνησθῇ τις περιττοῦ καὶ τοῖς πολλοῖς γνωρίμου, καί τι τῶν περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ἀκριβέστερον ὑπορύξαντες ἐξε‐ νέγκωσιν εἰς τοὺς πολλούς, τόν τε κροτοθόρυβον ἔχουσιν, ὡς ἀληθῆ λέγοντες καὶ πάντα εἰδότες, καὶ πολὺς περὶ αὐτοὺς ὁ συνθέων ὅμιλος, μαρτυροῦντες ῥαδίως ὅτι ταῦτα οὕτως ἔχει, καὶ τὴν ἀρε‐ | |
20 | τὴν τὴν τῆς συγγραφῆς εἰς τόδε συμβιασάμενοι καὶ κατατείναντες, ὡς ἄρα τοῦτό ἐστιν αἰθέριον καὶ οὐρανόμηκες, ὅπερ αὐτοὶ διὰ βίου τινὰ χλιδὴν ἴδωσι καὶ ἁπλότητα χαυνότερον ἐπαινοῦντες ἐς τὸ πιστευόμενον καὶ δημῶδες συνάγουσι καὶ καταβιάζονται. ἀλλ’ ὅμως εἰ καὶ ἀπίθανόν πως εἴρηται, πολλά τε αὐτοῦ τερατωδέ‐ | |
25 | στερα καὶ μυθωδέστερα προτέθειται καὶ ἅπαντα ἦν τῆς ἡλιακῆς κινήσεως ἀληθέστερα· μαρτυρεῖ δὲ αὐτοῖς ὁ ἥλιος τοῖς εἰρημένοις. καὶ ῥηθήσεταί γε ἴσως ἕτερα τούτων πολυπλανέστερα καὶ βαθυ‐ πλοκώτερα πρὸς ἀπιστίαν· ἀλλὰ ἐξαγγέλλει γε αὐτὰ ἡ συγγραφὴ μετριώτερον, καὶ ταῦτα ὑπὲρ τῶν λεγομένων καὶ ὅτι γε φίλος θεὸς | |
30 | καὶ φίλη ἀλήθεια. ἀλλ’ οὐκ οἶδα ὅστις γίνομαι ταῦτα γράφων· πολὺ γὰρ τὸ φροντίζειν ἀληθείας· ἀλλ’ ὅ γε τοῖς γεγραμμένοις | |
ἀκολουθῶν καὶ πειθόμενος ἀκρίβειάν τε προσκυνήσει καὶ ἀλήθειαν. | 93 | |
94 | 64. Ὅτι κατὰ τοὺς χρόνους Εὐτροπίου τοῦ εὐνούχου τῶν μὲν περὶ τὴν ἑσπέραν οὐδὲν ἀκριβῶς γράφειν 〈ἦν〉 εἰς ἐξήγησιν. τό τε γὰρ διάστημα τοῦ πλοῦ καὶ μῆκος μακρὰς ἐποίει τὰς ἀγγελίας καὶ διεφθαρμένας ὑπὸ χρόνου, καθάπερ ἐς χρόνιον καὶ παρέλ‐ | |
5 | κουσάν τινα νόσον καταβεβλημένας· οἵ τε πλανώμενοι καὶ στρα‐ τευόμενοι εἰ μέν τινες ἦσαν τῶν περὶ τὰ κοινὰ καὶ δυναμένων εἰδέναι, πρὸς χάριν καὶ ἀπέχθειαν καὶ τὰ καθ’ ἡδονὴν ἕκαστος κατὰ βούλησιν ἀπέφηνεν· εἰ γοῦν τις αὐτῶν συνήγαγε τρεῖς ἢ τέσ‐ σαρας τἀναντία λέγοντας ὥσπερ μάρτυρας, πολὺ τὸ παγκράτιον | |
10 | ἦν τῶν λόγων καὶ ὁ πόλεμος ἐν χερσίν, ἀρχὰς λαβὼν ἀπὸ ῥημα‐ τίων καὶ ὑποθέρμων καὶ συγκεκαυμένων. ταῦτα δὲ ἦν· „Σὺ πό‐ θεν ταῦτα οἶδας;“ „ποῦ δέ σε ὁ Στελίχων εἶδε;“ „σὺ δὲ τὸν εὐ‐ νοῦχον εἶδες ἄν;“ ὥστε ἔργον ἦν διαλύειν τὰς συμπλοκάς. τῶν δὲ ἐμπόρων οὐδεὶς λόγος πλείονα ψευδομένων ἢ ὅσα κερδαίνειν | |
15 | βούλονται. ἀλλ’ ὅσα τῷ σοφωτάτῳ μαρτυρει κατὰ Πίνδαρον χρόνῳ τὴν ἀκριβεστέραν κατάληψιν ...... ἐπὶ τὰς Ἀσιανὰς συμφορὰς στρέψω τὴν συγγραφήν· τοιοῦτο γὰρ ὁ μακρὸς αἰὼν οὐδὲν ἤνεγκεν, οὐδέ τις περὶ τὸν βίον τὸν ἀνθρώπινον ἐνεοχμώθη τοιαύτη φορὰ καὶ κίνησις. ἀλλ’ ὅμως οὕτως εἶχε, καὶ τὸ ἀληθὲς ἀσιώπητον, ὡς | |
20 | ἀδικοίη γε ἄν τις, εἰ διὰ τὸ ἀπίθανον τἀληθῆ μὴ γράφοιτο. καὶ τοῦτό γε οὐδὲν διαφέρειν δοκεῖ μοι τοῦ πιεῖν τι τῶν δριμέων καὶ πικρῶν ἐπὶ σωτηρίᾳ· ἀλλ’ ὥσπερ ἐκεῖνα κατακερασθέντα τοῖς | |
σώμασιν ἀηδῶς τέλος ἔχει τὴν ὕγειαν καὶ σωτηρίαν, οὕτω καὶ τὰ | 94 | |
95 | τερατευθέντα πρὸς τὸ παράλογον οὐ τῆς γραφῆς ἐστιν ἀηδὲς ἁμάρ‐ τημα, ἀλλὰ γλυκύ τι καὶ πότιμον διὰ τὴν ἀλήθειαν τοῖς ἀκριβῶς ἐξετάζειν βουλομένοις γίνεται. 65. Καὶ οὗτος μὲν ἐσώζετο καλῶς πονηρὸς ὤν· ὅμως δέ (τὸν | |
5 | σπλῆνα γὰρ ἐνόσει) διετέθη καλῶς ὑπὸ τῆς συνεχοῦς ἱππασίας, κατεπράϋνέ τε καὶ τὸ λιθῶδες ὑπεμάλαξε. καὶ ὁ μὲν ἀπῄει τῷ τε σφετέρῳ σώματι πολεμῶν ἢ πολεμήσων καὶ τοῖς περὶ τὴν αὐλὴν ἐπαγγέλλων ἀληθέστερον πόλεμον. 66. Ἡ δὲ Λυδία πλησιόχωρος οὖσα τὰ δεύτερα ἔμελλε τοῦ | |
10 | ὀλέθρου φέρεσθαι. 67. Πλὴν ὅσα γε τούτοις ἐν ἐλπίσιν ἦν τὸ σώζεσθαι· ἐλπὶς γὰρ ἐν ἀπορρήτοις ἔτι ζῶσι παραμύθιον. 68. Ἐπὶ τά γε ἐν τοῖς ἔργοις ξίφη καὶ βάρβαροι, οὐ κατὰ τὴν ἔννομον ἀπαίτησιν (καὶ γὰρ ἐκείνη τὸ διπλάσιον ὑπερέβαλεν) ἀλλὰ | |
15 | κατὰ τὴν βαρβαρικὴν καὶ ἄμετρον πλεονεξίαν, ἀκινδύνως εἶχε πρὸς ἕτερον. 69. Ὅτι δι’ ὑπεροχὴν κακῶν εἰς Ἰουλιανοῦ καιροὺς καὶ χρό‐ νους τὸν εὐνοῦχον ἀνέθεσάν τινες Εὐτρόπιον. ὥσπερ οὖν τῶν ἰατρῶν ἐστιν ἀκούειν ὅτι τοῖς φιλοζώοις βέλτιόν ἐστι σπλῆνα | |
20 | νοσεῖν ἢ κάμνειν ἧπαρ, καὶ ὅσον ὑπὲρ ἥπατος διὰ πνεύμονος ἐπὶ καρδίαν συμπερατοῦται καὶ διέσφικται, οὕτω καὶ τότε συνέβαινεν, ὡς ἐν αἱρέσει τῶν αἰσχίστων, εὐδοκιμεῖν εὐνοῦχον μανέντα πρὸς παράθεσιν τῶν ἐπιλαβουσῶν συμφορῶν. 70. Ὅμως ὁ Γαινᾶς διαφθείρας τὸν πολέμιον (ἐπολέμει γὰρ | |
25 | εὐνούχῳ μάλα ἐντεταμένως· οὕτω σφόδρα γενναῖός τις ἦν) ἐξ ὧν | 95 |
96 | ἐδόκει κατορθωκέναι, διὰ τούτων ἥττητο. ὑγρότερος γὰρ ὑπὸ τοῦ κατορθώματος καὶ μαλακώτερος γενόμενος, ὡς ἂν ἤδη τὴν Ῥωμαϊ‐ κὴν ἀρχὴν συνῃρηκὼς καὶ τοῖς ποσὶν ἐπεμβαίνων αὐτῆς, μαλακώ‐ τερος ἦν ἀμφαφάασθαι· καὶ πρὸς τὸν Ἀργίβιλδον ἐπρεσβεύετο, | |
5 | ὡς τὸ σπουδαζόμενον αὐτοῖς ἔχει τέλος. 71. Ὅτι Γαινᾶς καὶ Ταργίβιλδος ἀπὸ ................. ὁ μὲν ἡγούμενος ὁ δὲ ἐφεπόμενος ........................ ......αρρω ετον ε̣α̣ν καὶ ........................εν... γη.......θει η παροδος ......ειναι.................δη | |
10 | τισεν........ογε ουδε...την................ρευομενον ουδεν........αιον....ον αργυριον .................... .........................αλλων λαφυρ..καταληφθε... ........τεραν τινα τω μη...........δενα αριστεραν αφι‐ σταντο την συμφοραν· ἡ μεν γαρ των...ων αφαιρεσις δια τον... | |
15 | ον ενην.............σρια π̣α̣ν̣τ̣ω̣ν δε αρ..εια καὶ γυναικων ....νων τῳ παρα...ρα...ενοψεσι....φθειραι..... ησαν ωστε ει τι..μη εν...ρες......ε..ς..... γινόμενα οὐδὲ αὐτὸς ἕτερον ἐπένθει· σφαγεὶς δὲ ἔκειτο μηδὲ τὸν θάψοντα ἔχων καὶ κατορύξοντα. | |
20 | 72. Ὅτι Πέρσης ἦν ἐν Ῥώμῃ ἔπαρχος πρὸς χλευασίαν καὶ γέλωτα τὴν Ῥωμαϊκὴν παραφέρων εὐτυχίαν· σανίδας δὴ πολλὰς μικρὰς πρὸς ἥμισυ σταδίου συγκομισάμενος, καὶ εἰκόνα τινὰ τῶν ἔργων ὑπογράψαι βουλόμενος, πάντα ἐνετίθει γελοῖα ταῖς γραφαῖς, καὶ ἀπορρήτως τὰ γραφόμενα κατεχλεύαζε διὰ τῆς εἰ‐ | |
25 | κόνος. ἀνδρείαν μὲν γὰρ βασιλέως ἢ ῥώμην στρατιωτῶν ἢ πό‐ λεμον ἐμφανῆ καὶ νόμιμον οὐδαμοῦ τὰ γραφέντα παρεδήλου καὶ συνῃνίττετο· χειρὸς δέ τινος ὡς ἂν ἐκ νεφῶν προτεινομένης ἐπί‐ γραμμα ἦν τῇ χειρί· „θεοῦ χεὶρ ἐλαύνουσα τοὺς βαρβάρουσ“· αἰσ‐ | |
χρὸν τοῦτο καταγράφειν, ἀλλ’ ἀναγκαῖον. καὶ πάλιν ἑτέρωθι· | 96 | |
97 | „βάρβαροι τὸν θεὸν φεύγοντες,“ καὶ τούτων ἕτερα παχύτερα καὶ δημωδέστερα, κωθωνιζομένων γραφέων φλήναφος. 73. Οὗ καὶ πρότερον ἡ συγγραφὴ μέμνηται τῆς ἀκμαζούσης ἀρετῆς, ἐνόσει τὸ σῶμα ὁ Φράβιθος τῆς ψυχῆς ὑγιαινούσης πλέον· | |
5 | καὶ τό γε σῶμα διαλυόμενον ἤδη καὶ ἀποκολλώμενον εἰς τὴν λύσιν συνεγόμφου καὶ διέπλεκεν εἰς πῆξίν τινα καὶ ἁρμονίαν, ὅπως ἂν ἀρκέσειεν τῷ κάλῳ. 74. Ὅτι Φράβιθος ὁ στρατηγὸς Ῥωμαίων νικήσας Γαινᾶν περὶ τὴν Χερρόνησον διαμένοντα καὶ τοῦτον μὴ διώξας (ἀσφαλὴς γὰρ | |
10 | ἦν ἐπὶ τῇ νίκῃ κερδαίνων τὸ ἔργον καὶ Λακωνικός τις ἦν ἐς τὸ τύχην εἰδέναι καὶ μὴ πέραν τοῦ μετρίου ποιεῖσθαι τὴν δίωξιν). καὶ οὗτος μὲν ἀσφαλέστερον βουλευόμενος ἡλίκον ἐστὶ τοῖς ἄλλοις τὸ καλῶς στρατηγεῖν ἔδειξεν· οἱ δὲ πολλοὶ καὶ ὅσον ἠλίθιον καὶ πηλοῦ παχύτερον, στρατηγικοί τινες εἶναι βουλόμενοι καὶ τὸ γε‐ | |
15 | γονὸς ὑποσημαίνοντες διελήρουν καὶ παρεφλυάρουν, τὰς ὀφρῦς ἀνασπῶντες καὶ διαφλεγόμενοι τῷ φθόνῳ πρὸς ἀπίθανόν τινα καὶ μυθώδη καταστροφήν, ἀπὸ μιᾶς γλώσσης καὶ πάθους ἑνός, ὁμόφωνοι κατὰ δόξαν ὑπὸ δειλίας γεγονότες καὶ τῷ παραλόγῳ | |
πληγέντες, τὸν Φράβιθον ἐπεφήμιζον νικᾶν μὲν εἰδέναι, νίκῃ δὲ | 97 | |
98 | οὐκ εἰδέναι χρῆσθαι. ὁ γὰρ .............. ἐπὶ τὴν Χερ‐ ρόνησον· ἐγκατέλαβεν .......................... ....... αἰχμάλωτον ὀπίσω σω............................ .... θέαμα τῆς νίκης ἄξιον. καὶ οὗτοι μὲν .................. | |
5 | καὶ ὑπέσπειρον εἰς τὰ βασίλεια τῷ λόγῳ ποικίλλοντές τε καὶ περι‐ γράφοντες ὡς βάρβαρος βαρβάρῳ καὶ μύστης μύστῃ παρέχων δια‐ φυγὴν καὶ σωτηρίαν· ὁ δὲ Φράβιθος μάλα φαιδρῶς καὶ λαμπρῶς ἐπανῄει ἐπὶ τὴν Κωνσταντίνου πόλιν οὕτω τῆς φήμης ........ ............ καὶ σκοτεινὸν ὑφέρπον προσον.............. | |
10 | ......... παρελθὼν εἰς τὰ βασίλεια φαιδρὸς καὶ γεγηθὼς ἁπάντων ἐκπεπληγμένων πρὸς τὸ παράλογον τῆς τύχης καὶ θεὸν ὁρᾶν ὑπολαμβανόντων μᾶλλον ἢ ἄνθρωπον (οὕτω τί ἐστι τὸ νικᾶν καὶ χεῖρας ἔχειν οὐκ ᾔδεσαν), πρὸς τὸν βασιλέα μετὰ ἐλευθερίας .................μη διατεινάμενος ἐξεβόησεν ........... | |
15 | ...των καταφρυαττομένων φθόνων καὶ νηστείαις καθαρματα .. | |
δειται το............. πόσον ὁ θεὸς δύναται ..μεν | 98 | |
99 | οτε....ς γε οταν.ω δυνα...................... τηλικοῦ‐ τον ον............................................ ...........................................ειας ἔρ‐ γον οἶσθα βασι................................. τοῦτο | |
5 | δὲ τὸ ἔργον ....ς......ρη................... ῥωμαϊκῆς ἀρχῆς· τοῦ δὲ μ.λ̣. ἐπινεύοντος τὸ πρόσωπον δ̣ι̣ὰ̣ γ̣ὰ̣ρ̣ ἁπλότητα πολλὴν συμπαθ̣ή̣σ̣α̣ς̣ πρὸς τὰ λεγόμενα .......... ὑ̣π̣ὸ̣ τῶν εὐ‐ νούχων εἶπ̣ε̣ν ὅτι προσῆκόν ἐστιν ἐπινεύειν .......... τοῦ δὲ βασιλέως τοῦτο εἰπόντος ὡς αἰτεῖν ἀνάγκη δωρεάν, ὁ Φράβιθος | |
10 | ᾔτησεν ἐπιτραπῆναι κατὰ τὸν πάτριον νόμον θεραπεύειν θεόν. ὁ δὲ βασιλεὺς δι’ ὑπεροχὴν βασιλικῆς ἀρετῆς καὶ τὴν ὑπατείαν ἐπέτρεψεν· ὁ δ’ ἐδέξατο. 75. Ὅτι Φαμέας ὁ Μίλκων ἐπικαλούμενος μυρία παρέχων κακὰ Ῥωμαίοις, εἶτα Σκιπίωνος στρατηγοῦντος οὐ δυνάμενος, τὴν | |
15 | δὲ αἰτίαν ἐρωτώμενος ἐξεῖπεν, τὰ μὲν πρόβατα εἶναι ταὐτά, τὸν δὲ ποιμένα σφοδρότερον καὶ τοῦ Ἄργου μᾶλλον πολυωπέστερον. 76. Ἱέραξ ἦν, ὄνομα δὲ τοῦτο ἀνθρώπου κύριον, ὃν εἶδεν ὁ συγγραφεὺς καὶ διελέχθη πρὸς αὐτόν, καὶ τὴν ψυχήν τε ἀνεμάξατο διὰ τῶν λόγων καὶ συνελόντι γε εἰπεῖν Ἀλεξανδρεὺς ἦν κορακώδης | |
20 | μὲν κατὰ τὸ ἄπληστον ἐς τροφήν· προσῆν δὲ αὐτῷ καὶ τρυφή· πρὸς δὲ ἡδονὰς ἀλεκτρυονώδης, καὶ οἷός τις ἂν Ἀλεξανδρεὺς ἀσελ‐ γέστατος γένοιτο καὶ εἴ γέ τι Ἀλεξανδρέως ἀσελγέστερον. ἀλλ’ ὅμως ὁ συγγραφεὺς αἰδεσθῆναι τὴν τοσαύτην ἀναίδειαν καὶ ἰτα‐ | |
μότητα συμπείσας ἐφ’ οἷς ἦν λόγοις ᾤχετο ἀπιών, τεθηπότων | 99 | |
100 | τῶν παρόντων, ὅτι ἄνθρωπος ἐξ Ἀλεξανδρείας γλῶσσάν τε ἐπέσχε καὶ φλυαρίαν ἐπέστησε καὶ τὸ πρόσωπον κατέβαψεν ἐρυθήματι. 77. Ὁ δὲ πρὸς τὸν Ἰωάννην ἐπιστρέψας τὸν λόγον, „ἀλλὰ σύγε“ εἶπε „πάντων εἶ τῶν κακῶν αἴτιος, τούς τε βασιλέας δια‐ | |
5 | τέμνων ἐκ τῆς σφῶν αὐτῶν κολλήσεως καὶ τὸ θεοπρεπέστατον ἔργον καὶ οὐρανόμηκες ὑπορύττων καὶ κατασείων ταῖς σαῖς μη‐ χαναῖς ἐς διάλυσιν καὶ φθοράν. ἔστι δὲ πανόλβιόν τι χρῆμα καὶ τεῖχος ἄρρηκτον καὶ ἀδαμάντινον τοὺς βασιλέας ἐν δύω σώμασι μίαν βασιλείαν ἔχοντας φαίνεσθαι.“ καὶ οἱ παρόντες τούτων λε‐ | |
10 | γομένων τὰς μὲν κεφαλὰς ἐπέσειον ἡσυχῇ καὶ δεδοικότες· ἐδόκει γὰρ αὐτοῖς ἄριστα λέγεσθαι· τὸν δὲ Ἰωάννην τρέμοντες καὶ πρὸς τὰ σφέτερα κέρδη κεχηνότες (ἡ γὰρ διχοστασία καὶ τοῖς πονηροῖς, ᾗπερ εἴρηται, τιμὴν ἐχαρίζετο) τῆς κοινῆς σωτηρίας ἀμελήσαντες, καὶ προστησάμενοι σφῶν αὐτῶν τὸν Ἰωάννην, τεχνικὸν δή τινα | |
15 | ἱερακοτρόφον, τὸν Φράβιθον ἀφείλοντο τῆς ψυχῆς. 78. Παμφυλία γοῦν ὑπὸ τῶν Ἰσαυρικῶν πολέμων πορθουμένη χρυσὸν ἐνόμισε τὰς Ἰσαυρικὰς συμφοράς· καὶ καθάπερ ἐν ταῖς διοσημείαις ἀστραπῆς κεραυνὸς φοβερώτερος (ἡ μὲν γὰρ ἐφόβησε μόνον, ὁ δὲ διέφθειρεν), οὕτω καὶ τοὺς Ἰσαυροὺς φρικωδεστάτους | |
20 | ὄντας ἀκοῦσαί τε καὶ ἰδεῖν ἄνθος ἀπέδειξε καὶ τρυφερώτατόν τι καὶ χλοερὸν ἔαρ ὁ βέλτιστος ἐξ Ἀλεξανδρείας Ἱέραξ, οὕτω πάντα διερευνησάμενος καὶ συναρπάσας ἀθρόως ἐπὶ τῷ Φραβίθου φόνῳ. καὶ παραλαβὼν ὑπὸ μάλης ἐπειρᾶτο διαφεύγειν ἀετοῦ ῥύμην καὶ φοράν. ἀλλ’ οὐκ εἶχεν ἄλλο σκοπεῖν ὁ Λύκιος Ἑρεννιανὸς βικά‐ | |
25 | ριος ὤν· ἀετὸς δὲ γενόμενος αὐτὸν συνήρπασε τὸν Ἱέρακα, καὶ μόλις ἀφῆκεν, εἰ μὴ τετρακισχιλίους ἐκεῖνος αὐτῷ χρυσοῦς ἀπέτισεν. 79. Ὅτι ἐπὶ Πουλχερίας τῆς βασιλίσσης ἐξέκειτο δημοσίᾳ πιπρασκόμενα τὰ ἔθνη τοῖς βουλομένοις ὠνεῖσθαι τὰς ἀρχάς· πᾶσι δὲ ἐπιπράσκοντο μεγάλα τε καὶ μικρὰ φανερῶς ἐπὶ τῶν | |
30 | δημοσίων τραπεζῶν, ὥσπερ ἄλλο τι τῶν ἐπ’ ἀγορᾶς ὠνίων. καὶ | |
ὁ βουλόμενος Ἑλλήσποντον ἀδικεῖν εἶχεν Ἑλλήσποντον πριάμενος, | 100 | |
101 | καὶ ἄλλος Μακεδονίαν ἢ Θράκην, καὶ ὅπως ἕκαστος ἐνόσει πρὸς τὸ ἄδικον ἢ ἐχθροὺς ἔχων. ἐξῆν δὲ καὶ καθ’ ἕκαστον ἔθνος τὴν μοχθηρίαν ὠνεῖσθαι τὴν ἑαυτοῦ πρὸς τὸ βλάπτειν τοὺς ὑπηκόους καὶ πολλὰ συλλαμβάνειν ἔθνη· τοῦτο γὰρ ὁ βικάριος ἐδύνατο καὶ | |
5 | ἡ ἀνθύπατος ἀρχή. καὶ δέος ἦν οὐδὲν τῶν ἀθλίων γραμμάτων τοῖς νόμοις ἐντεθνηκότων ὡς δεῖ τὸν ἐπὶ χρήμασι δικάζοντα κολά‐ ζεσθαι· ἀλλ’ οἱ μὲν νόμοι κατὰ τὸν Σκύθην Ἀνάχαρσιν οὐκ ἀρα‐ χνίων ἦσαν ἀσθενέστεροι καὶ λεπτότεροι μόνον, ἀλλὰ καὶ κονιορ‐ τοῦ παντὸς πρὸς τὸ ῥεῖν εὐκόλως καὶ διανεμοῦσθαι παραφορώ‐ | |
10 | τεροι. ὁ δὲ τὸ ἔθνος ἢ τὰ ἔθνη παραλαβών, δύω τινὰς ἢ τρεῖς θεραπόντας συνεφελκόμενος κατὰ τὴν πλαγίαν εἰσιόντας θύραν, μὴ βουλόμενος μανθάνειν ὅτι τοῦτο πράττουσιν, ἀλλ’ ἐπιδεικνύ‐ μενος ὅτι ..., διὰ τούτων τῶν σιωπώντων κηρύκων, εἰ δὴ κή‐ ρυγμα σιωπώμενον γίνεται, πρὸς πάντας περιήγγελλεν, ὥς φησιν | |
15 | Ὅμηρος· „κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον μηδὲ βοᾶν, αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο·“ καὶ ὁ ἄρχων διὰ τῶν ἀφθόγ‐ γων τούτων κηρύκων πρὸς τὸ οὖς ἑκάστῳ περιήγγελλεν ὡς πριά‐ μενος εἴη τοὺς ὑπηκόους τόσου καὶ τόσου χρυσίου, καὶ πᾶσά γε ἀνάγκη τοῦτο καταβάλλειν ἢ πράγματα ἔχοντας ἐπιτρέπεσθαι θα‐ | |
20 | νάτοις καὶ δημεύσεσιν. οἱ μὲν οὖν ἔχοντες καὶ συντελεῖν ἐκ προϋ‐ παρχούσης οὐσίας κατετίθεσαν οἰμώζοντες τὸ ἀργύριον· οἱ δὲ ἀπο‐ ροῦντες δημοσίᾳ κατεδαπανῶντο ταῖς μάστιξι τὰ σώματα· πρό‐ φασις δὲ ἦν ἑτέρα τις. εὑρέθη γὰρ γένος ἀνθρώπων δι’ ἀπορίαν καὶ ἀπόνοιαν ὀξυθάνατον καὶ φιλοκίνδυνον, οἳ τὰς ὕβρεις οὐκ | |
25 | ἐνεγκόντες ἐπὶ κατηγορίᾳ τῆς λῃστείας ὥρμησαν ἐπὶ τὸν τῆς αὐλῆς ἔπαρχον. κἀκεῖνος ἂν ἐπὶ τὸ πρᾶγμα διεσχηματισμένος πάλαι καὶ αὐτὸς ἕτερα τοιαῦτα πάσων τόν τε κατηγορηθέντα συνήρπασε καὶ τοὺς κατηγορήσαντας ὡς παρρησίαν ἔχοντας ἐπῄνεσεν ὁπω‐ ς...οῦν τοιαῦτα γένοιτο· καὶ πρὸς τὸν ἀγῶνα τῆς κρίσεως ἐλθούσης, | |
30 | ἔφρασεν ἂν διὰ τοῦ πιστοτάτου τῶν εὐνούχων· „ἄπιτε, ὦ βέλτι‐ | 101 |
102 | στοι, πάνυ θαυμάζοντες ὅτι μετὰ τῶν κεφαλῶν ἄπιτε· κατηγορεῖν γὰρ ἀρχομένοις οὐκ ἔξεστιν.“ καὶ οἱ μὲν ἀπῄεσαν ψηλαφῶντες τὰς κεφαλὰς ἐπὶ τοῖς λόγοις καὶ ἀγαπῶντες, ὅτι ἔχουσι συνηρμοσ‐ μένας· ὁ δὲ νικήσας τὴν Καδμείαν μακρῷ πλέον ἦν ἀθλιώτερος | |
5 | καὶ τὴν ἀρχὴν πριάμενος ὅλης τῆς ὑπαρχούσης οὐσίας καὶ τὸ κέρ‐ δος τῆς ἀρχῆς προσκαταβαλὼν ταῖς τοσαύταις ἐνέδραις καὶ λόχοις. πᾶσαι γοῦν οἰκίαι πρὸς τοῦτον ἐκενώθησαν ἂν τὸν δόλον· καὶ ῥᾶστα ἦν ὁρᾶν τοὺς ἄρξαντας δεδημευμένους, ὥσπερ που καὶ ὁ κωμικός φησιν· „ἄρξαντος ἀνδρὸς δημόσια τὰ χρήματα.“ ὁ δὲ | |
10 | ἀγνοῶν τίς κωμικός, οὐδὲ ἀναγινώσκειν ἄξιος τὴν συγγραφήν. οὕτω γοῦν καὶ ὁ Ἑρεννιανὸς τότε τὸν Ἱέρακα τῷ πολλὰ μὲν ὑφε‐ λέσθαι, πλείονα δὲ καταβαλεῖν συλλαβὼν ἀπέδειξε δικαίας ἀπο‐ τίνοντα τιμωρίας τοῦ κατὰ Θράβιθον φόνου. ὁ δὲ Ἱέραξ καλού‐ μενος ὑπὸ τοῦ πλείονα καταθέντος ὥσπερ ἀετοῦ συνειλημμένος | |
15 | ἀηδὼν ἦν Ἡσιόδειος οὐ δυναμένη πρὸς κρείττονα ἀντιφερίζειν. καὶ αὐτὸς δὲ ὁ ἀετὸς οὐδὲν διέφερεν ἀηδόνος, πλὴν ὅσα καὶ εἰς τὸν τοῦ μύθου κολοιὸν ἐτέλει, τῶν ἰδίων πτερῶν ὥσπερ ἀλλοτρίων ἐστερημένος. 80. Ὅτι ἐπὶ τῆς αὐτῆς βασιλίδος οὐκ ἦν τινα παρὰ τὴν Κων‐ | |
20 | σταντίνου πόλιν μὴ τοῦτο ἀκοῦσαι· „τί δὲ σύ, πάντων ἀνδρῶν θαυμασιώτατε, πόλεων οὐκ ἄρχεις καὶ ἐθνῶν;“ καὶ ὁ λόγος ἦν τοῦ κατὰ 〈τὸν〉 μῦθον ἰοῦ τῶν διψάδων δυνατώτερος. 81. Ὁ δὲ Στελίχων οὐκ ἐφόνευσε τοὺς ἀνθρώπους, ἀλλὰ ζῆν αἰσχρῶς ἠνάγκαζε, πάντα ἀφαιρούμενος, καὶ πρὸς τὸ βαρύτατον, | |
25 | ὥς φησι Μένανδρος, τὴν πενίαν θηρίον καὶ ..........ων καὶ | |
συστέλλων. | 102 | |
103 | 82. Ὅτι ὕπατον ὅμως διὰ φιλαρχίαν ᾑροῦντο αὐτὸν συνάπαν‐ τες οἱ χρήματα ἔχοντες ζῆν μᾶλλον ἢ τοὺς ............. δεῖν πυρὶ καὶ φόνῳ καὶ σιδήρῳ πάντα δαπανήσασθαι ..........της ......χης ἐν τῷ διαφαίνεσθαι ὅτι μόνος Στελίχων ὑπὲρ ἀνθρω‐ | |
5 | πίνην εν..... | 103 |
104(t) | Excerpta e Polybio | |
1 | 1. .... τῆς τύχης μεταβολὰς γενναίως ὑποφέρειν τὴν τῶν ἀλ‐ λοτρίων περιπετειῶν ὑπόμνησιν, δῆλον ὡς οὐδενὶ μὲν 〈ἂν〉 δόξαι καθήκειν περὶ τῶν καλῶς καὶ πολλοῖς εἰρημένων ταυτολογεῖν, ἥκιστα δ’ ἡμῖν. αὐτὸ γὰρ τὸ παράδοξον τῶν πράξεων, ὑπὲρ ὧν | |
5 | προῃρήμεθα γράφειν, ἱκανόν ἐστι προκαλέσασθαι καὶ παρορμῆσαι πάντα καὶ νέον καὶ πρεσβύτερον πρὸς τὴν ἔντευξιν τῆς πραγμα‐ τείας. τίς γὰρ οὕτως ὑπάρχει φαῦλος ἢ ῥάθυμος ἀνθρώπων, ὃς οὐκ ἂν βούλοιτο γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατη‐ θέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην οὐχ ὅλοις πεντή‐ | |
10 | κοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων; ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. τίς δὲ πάλιν οὕτως ἐκπαθὴς πρός τι τῶν ἄλλων θεαμάτων ἢ μαθημάτων, ὃς προυργιαίτερον ἄν τι ποιήσαιτο τῆσδε τῆς ἐμπειρίας; Ὡς δ’ ἔστιν παράδοξον καὶ μέγα τι περὶ τὴν ἡμετέραν | |
15 | ὑπόθεσιν θεώρημα, γένοιτ’ ἂν οὕτως μάλιστα ἐμφανές, εἰ τὰς ἐλ‐ λογιμωτάτας τῶν προγεγενημένων δυναστειῶν, περὶ ἃς οἱ συγγρα‐ φεῖς τοὺς πλείστους διατέθεινται λόγους, παραβάλοιμεν καὶ συγ‐ κρίναιμεν πρὸς τὴν Ῥωμαίων ὑπεροχήν. εἰσὶ δ’ αἱ τῆς παραβολῆς ἄξιαι καὶ συγκρίσεως αὗται. | |
20 | 2. Εἰρήσεται δὲ πόσα καὶ πηλίκα συμβάλλεσθαι πέφυκε τοῖς φιλομαθοῦσιν ὁ τῆς ἱστορικῆς πραγματείας τρόπος. ἄρξει δὲ τῆς πραγματείας ἡμῖν τῶν μὲν χρόνων ὀλυμπιὰς ἑκατοστή τε καὶ τετ‐ | |
ταρακοστή, τῶν δὲ πράξεων παρὰ μὲν τοῖς Ἕλλησιν ὁ προσαγο‐ | 104 | |
105 | ρευθεὶς συμμαχικὸς πόλεμος, ὃν πρῶτον ἐξήνεγκε μετ’ Ἀχαιῶν πρὸς Αἰτωλοὺς Φίλιππος Δημητρίου μὲν υἱὸς πατὴρ δὲ Περσέως, παρὰ δὲ τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ὁ περὶ Κοίλης Συρίας, ὃν Ἀν‐ τίοχος καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐπολέμησαν πρὸς ἀλλήλους, | |
5 | ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην τόποις ὁ συστὰς Ῥω‐ μαίοις καὶ Καρχηδονίοις, ὃν οἱ πλεῖστοι προσαγορεύουσιν Ἀννιβια‐ κόν. ταῦτα δ’ ἐστὶ συνεχῆ τοῖς τελευταίοις τῆς παρὰ τοῦ Σικυω‐ νίου συντάξεως. ἐν μὲν οὖν τοῖς πρὸ τούτων χρόνοις ὡσανεὶ σποράδας συνέβαινεν τὰς τῆς οἰκουμένης εἶναι πράξεις καὶ τὰς | |
10 | ἐπιβολὰς αὐτῶν καὶ τὰς συντελείας. ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱονεὶ σωματοειδῆ συμβαίνει γίνεσθαι τὴν ἱστορίαν, συμπλέκεσθαί τε τὰς Ἰταλικὰς καὶ Λιβυκὰς πράξεις ταῖς τε κατὰ τὴν Ἀσίαν καὶ ταῖς Ἑλληνικαῖς, καὶ πρὸς ἓν γίνεσθαι τέλος τὴν ἀναφορὰν ἁπάντων. διὸ καὶ τὴν ἀρχὴν τῆς αὐτῶν πραγματείας ἀπὸ τούτων | |
15 | πεποιήμεθα τῶν καιρῶν. τῷ γὰρ προειρημένῳ πολέμῳ κρατή‐ σαντες Ῥωμαῖοι Καρχηδονίων, καὶ νομίσαντες τὸ κυριώτατον καὶ μέγιστον μέρος αὐτοῖς ἠνύσθαι πρὸς τὴν τῶν ὅλων ἐπιβολήν, οὕτω καὶ τότε πρῶτον ἐθάρσησαν ἐπὶ τὰ λοιπὰ τὰ χεῖρας ἐκτείνειν καὶ περαιοῦσθαι μετὰ δυνάμεως εἴς τε τὴν Ἑλλάδα καὶ τοὺς κατὰ | |
20 | τὴν Ἀσίαν τόπους. Εἰ μὲν οὖν ἡμῖν συνήθη καὶ γνώριμα ἦν τὰ πολιτεύματα τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀμφισβητήσαντα, ἴσως οὐδὲν ἂν ἡμᾶς ἔδει περὶ τῶν πρὸ τοῦ γράφειν, ἀπὸ ποίας προθέσεως ἢ δυνά‐ μεως ὁρμηθέντες ἐνεχείρησαν τοῖς τοιούτοις καὶ τηλικούτοις ἔρ‐ | |
25 | γοις. ἐπεὶ δ’ οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Καρχηδονίων πολιτεύ‐ ματος πρόχειρός ἐστι τοῖς πολλοῖς τῶν Ἑλλήνων ἡ προγεγενημένη δύναμις οὐδ’ αἱ πράξεις αὐτῶν, ἀναγκαῖον ὑπέλαβον εἶναι συντά‐ ξασθαι ταύτην καὶ τὴν ἑξῆς βίβλον πρὸ τῆς ἱστορίας, ἵνα μηδείς, 〈ἐπιστὰσ〉 ἐπ’ αὐτὴν 〈τὴν〉 τῶν πραγμάτων ἐξήγησιν, τότε διαπορῇ | |
30 | καὶ ζητῇ ποίοις διαβουλίοις ἢ ποίαις δυνάμεσι καὶ χορηγίαις χρη‐ | |
σάμενοι Ῥωμαῖοι πρὸς ταύτας ὥρμησαν τὰς ἐπιβολάς, δι’ ὧν καὶ | 105 | |
106 | τῆς γῆς καὶ τῆς θαλάσσης τῆς καθ’ ἡμᾶς ἐγένοντο ἐγκρατεῖς· ἀλλ’ ἐκ τούτων τῶν βύβλων καὶ τῆς ἐν ταύταις προκατασκευῆς δῆλον ᾖ τοῖς ἐντυγχάνουσιν, ὅτι καὶ λίαν εὐλόγοις ἀφορμαῖς χρη‐ σάμενοι πρός τε τὴν ἐπίνοιαν ὥρμησαν καὶ [τῆς] πρὸς τὴν συντέ‐ | |
5 | λειαν ἐξίκοντο τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας. τὸ γὰρ τῆς ἡμετέρας πραγματείας ἴδιον καὶ τὸ θαυμάσιον τῶν καθ’ ἡμᾶς και‐ ρῶν τοῦτό ἐστιν ὅτι, καθάπερ ἡ τύχη σχεδὸν ἅπαντα τὰ τῆς οἰκου‐ μένης πράγματα πρὸς ἓν ἔκλινε μέρος καὶ πάντα νεύειν ἠνάγκασε πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπόν, οὕτω καὶ διὰ τῆς ἱστορίας ὑπὸ | |
10 | μίαν σύνοψιν ἀγαγεῖν τοῖς ἐντυγχάνουσι τὸν χειρισμὸν τῆς τύχης, ᾧ κέχρηται πρὸς τὴν τῶν ὅλων πραγμάτων συντέλειαν. καὶ γὰρ τὸ προκαλεσάμενον ἡμᾶς καὶ παρορμῆσαν πρὸς τὴν ἐπιβολὴν τῆς ἱστορίας μάλιστα τοῦτο γέγονε, σὺν δὲ τούτῳ καὶ τὸ μηδένα τῶν καθ’ ἡμᾶς ἐπιβεβλῆσθαι τῇ τῶν καθόλου πραγμάτων συντάξει· | |
15 | πολὺ γὰρ ἂν ἧττον ἔγωγε πρὸς τοῦτο τὸ μέρος ἐφιλοτιμήθην. 3. ... αὐτοῖς τῆς Μεσσήνης ἔμελλον ἐν ὀλίγῳ χρόνῳ τὰς Συ‐ ρακούσας ἐπανελέσθαι διὰ τὸ πάσης σχεδὸν δεσπόζειν τῆς ἄλλης Σικελίας. ὃ προορώμενοι Ῥωμαῖοι, καὶ νομίζοντες ἀναγκαῖον εἶναι σφίσι τὸ μὴ προέσθαι τὴν Μεσσήνην μηδ’ ἐᾶσαι Καρχηδονίους | |
20 | οἱονεὶ γεφυρῶσαι τὴν εἰς Ἰταλίαν αὐτοῖς διάβασιν, πολὺν μὲν χρόνον ἐβουλεύσαντο. καὶ τὸ μὲν συνέδριον οὐδ’ εἰς τέλος ἐκύ‐ ρωσε τὴν γνώμην (ἐδόκει γὰρ τὰ περὶ τὴν ἀλογίαν τῆς τοῖς Μα‐ μερτίνοις ἐπικουρίας ἰσορροπεῖν τοῖς ἐκ τῆς βοηθείας συμφέρου‐ σιν), οἱ δὲ πολλοί, τετρυμμένοι ὑπὸ τῶν προγεγονότων πολέμων | |
25 | καὶ προσδεόμενοι παντοδαπῆς ἐπανορθώσεως, ἅμα τοῖς ῥηθεῖσι περὶ τοῦ κοινῇ συμφέρειν τὸν πόλεμον καὶ κατ’ ἰδίαν ἑκάστοις ὠφελείας προδήλους καὶ μεγάλας ὑποδεικνυόντων τῶν στρατηγῶν, ἔκριναν βοηθεῖν. | |
4. Ἡ μὲν οὖν πρώτη Ῥωμαίων ἐκ τῆς Ἰταλίας διάβασις μετὰ | 106 | |
107 | δυνάμεως ἥδε καὶ διὰ ταῦτα κατὰ τούτους ἐγένετο τοὺς καιρούς· ἣν οἰκειοτάτην κρίναντες ἀρχὴν εἶναι τῆς ὅλης προθέσεως, ἀπὸ ταύτης ἐποιησάμεθα τὴν ἐπίστασιν, ἀναδραμόντες ἔτι τοῖς χρόνοις τοῦ μηδὲν ἀπόρημα καταλιπεῖν ὑπὲρ τῶν κατὰ τὰς αἰτίας ἀπο‐ | |
5 | δείξεων. τὸ γὰρ πῶς καὶ πότε πταίσαντες αὐτῇ 〈τῇ〉 πατρίδι Ῥωμαῖοι τῆς ἐπὶ τὸ βέλτιον ἤρξαντο προκοπῆς, καὶ πότε πάλιν καὶ πῶς κρατήσαντες τῶν κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐπιχειρεῖν ἐπεβάλοντο πράγμασιν, ἀναγκαῖον ὑπελάβομεν εἶναι παρακολου‐ θῆσαι τοῖς μέλλουσι καὶ τὸ κεφάλαιον αὐτῶν τῆς νῦν ὑπεροχῆς | |
10 | δεόντως συνόψεσθαι. διόπερ οὐ χρὴ θαυμάζειν οὐδ’ ἐν τοῖς ἑξῆς, ἐάν που προσανατρέχωμεν τοῖς χρόνοις περὶ τῶν ἐπιφανεστάτων πολιτευμάτων· τοῦτο γὰρ ποιήσομεν χάριν τοῦ λαμβάνειν ἀρχὰς τοιαύτας, ἐξ ὧν ἔσται σαφῶς κατανοεῖν ἐκ τίνων ἕκαστοι καὶ πότε καὶ πῶς ὁρμηθέντες εἰς ταύτας παρεγένοντο τὰς διαθέσεις, ἐν | |
15 | αἷς ὑπάρχουσι νῦν. ὃ δὴ καὶ περὶ Ῥωμαίων ἄρτι πεποιήκαμεν. Ἀφεμένους δὲ τούτων λέγειν ὥρα περὶ τῶν προκειμένων, ἐπὶ βραχὺ 〈καὶ〉 κεφαλαιωδῶς προεκθεμένους τὰς ἐν τῇ προκατασκευῇ πράξεις, ὧν εἰσι πρῶται κατὰ τὴν τάξιν αἱ γενόμεναι Ῥωμαῖοις καὶ Καρχηδονίοις ἐν τῷ περὶ Σικελίας πολέμῳ. ταύταις συνεχὴς | |
20 | ὁ Λιβυκὸς πόλεμος, ᾧ συνάπτει τὰ κατ’ Ἰβηρίαν Ἀμίλκᾳ μετὰ δὲ τοῦτον Ἀσδρούβᾳ τὰ πραχθέντα καὶ Καρχηδονίοις. ἐν οἷς ἐγένετο κατὰ τὸν αὐτὸν καιρὸν ἡ πρώτη Ῥωμαίων διάβασις εἰς τὴν Ἰλλυ‐ ρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης· ἐπὶ δὲ τοῖς προειρημένοις οἱ πρὸς τοὺς ἐν Ἰταλίᾳ Κελτοὺς ἀγῶνες. τούτοις δὲ κατὰ τὸν | |
25 | αὐτὸν καιρὸν παρὰ τοῖς Ἕλλησιν ὁ Κλεομενικὸς καλούμενος ἐνηρ‐ γεῖτο πόλεμος, εἰς ὃν καὶ τὴν καταστροφὴν ἐποιησάμεθα τῆς ὅλης κατασκευῆς καὶ τῆς δευτέρας βίβλου. Τὸ μὲν οὖν ἐξαριθμεῖσθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν προειρη‐ μένων πράξεων οὐδὲν οὔθ’ ἡμῖν ἀναγκαῖον, οὔτε τοῖς ἀκούουσι | |
30 | χρήσιμον· οὐ γὰρ ἱστορεῖν ὑπὲρ αὐτῶν προτιθέμεθα, μνησθῆναι δὲ κεφαλαιωδῶς προαιρούμεθα χάριν τῆς προκατασκευῆς τῶν μελ‐ λουσῶν ὑφ’ ἡμῶν ἱστορεῖσθαι πράξεων. διόπερ ἐπὶ κεφαλαίων ψαύοντες κατὰ τὸ συνεχὲς τῶν προειρημένων, πειρασόμεθα συνά‐ ψαι τὴν τελευτὴν τῆς προκατασκευῆς τῇ τῆς ἡμετέρας ἱστορίας | |
35 | ἀρχῇ καὶ προθέσει· τοῦτον γὰρ τὸν τρόπον συνεχοῦς γινομένης | 107 |
108 | τῆς διηγήσεως ἡμεῖς τε δόξομεν εὐλόγως ἐφάπτεσθαι τῶν ἤδη προϊστορημένων ἑτέροις, τοῖς τε φιλομαθοῦσιν ἐκ τῆς τοιαύτης οἰκονομίας εὐμαθῆ καὶ ῥᾳδίαν ἐπὶ τὰ μέλλοντα ῥηθήσεσθαι παρα‐ σκευάσομεν τὴν ἔφοδον. βραχὺ δ’ ἐπιμελέστερον πειρασόμεθα | |
5 | διελθεῖν ὑπὲρ τοῦ πρώτου συστάντος πολέμου Ῥωμαίοις καὶ Καρ‐ χηδονίοις περὶ Σικελίας· οὔτε γὰρ πολυχρονιώτερον τούτου πόλε‐ μον εὑρεῖν ῥᾴδιον, οὔτε παρασκευὰς ὁλοσχερεστέρας οὔτε συνεχε‐ στέρας πράξεις οὔτε πλείους ἀγῶνας οὔτε περιπετείας μείζους τῶν ἐν τῷ προειρημένῳ πολέμῳ συμβάντων ἑκατέροις. αὐτά τε τὰ | |
10 | πολιτεύματα κατ’ ἐκείνους τοὺς καιροὺς ἀκμὴν ἀκέραια μὲν ἦν τοῖς ἐθισμοῖς, μέτρια δὲ ταῖς τύχαις, πάρισα δὲ ταῖς δυνάμεσι· διὸ καὶ τοῖς βουλομένοις συνθεάσασθαι τὴν ἑκατέρου τοῦ πολι‐ τεύματος ἰδιότητα καὶ δύναμιν οὐχ οὕτως ἐκ τῶν ἐπιγενομένων πολέμων ὡς ἐκ τούτου ποιητέον τὴν σύγκρισιν. | |
15 | Οὐχ ἧττον δὲ τῶν προειρημένων παρωξύνθην ἐπιστῆσαι τού‐ τῳ τῷ πολέμῳ καὶ διὰ τὸ τοὺς ἐμπειρότατα δοκοῦντας γράφειν ὑπὲρ αὐτοῦ, Φιλῖνον καὶ Φάβιον, μὴ δεόντως ἡμῖν ἀπηγγελκέναι· τὴν ἀλήθειαν. ἑκόντας μὲν οὖν ἐψεῦσθαι τοὺς ἄνδρας οὐχ ὑπο‐ λαμβάνω, στοχαζόμενος ἐκ τοῦ βίου καὶ τῆς αἱρέσεως αὐτῶν· δο‐ | |
20 | κοῦσι δέ μοι πεπονθέναι τι παραπλήσιον τοῖς ἐρῶσι. διὰ γὰρ τὴν αἵρεσιν καὶ τὴν ὅλην εὔνοιαν Φιλίνῳ μὲν πάντα δοκοῦσιν οἱ Καρχηδόνιοι πεπρᾶχθαι φρονίμως καλῶς ἀνδρωδῶς, οἱ δὲ Ῥω‐ μαῖοι τἀναντία, Φαβίῳ δὲ τοὔμπαλιν τούτων. ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην ἐπιείκειαν ἴσως οὐκ ἄν τις ἐκβάλλοι· καὶ | |
25 | 〈γὰρ〉 φιλόφιλον δεῖ εἶναι τὸν ἀγαθὸν ἄνδρα καὶ φιλόπατριν, καὶ συμμισεῖν τοῖς φίλοις τοὺς ἐχθροὺς καὶ συναγαπᾶν τοὺς φίλους· ὅταν δὲ τὸ τῆς ἱστορίας ἦθος ἀναλαμβάνῃ τις, ἐπιλαθέσθαι χρὴ πάντων τῶν τοιούτων καὶ πολλάκις μὲν εὐλογεῖν καὶ κοσμεῖν τοῖς μεγίστοις ἐπαίνοις τοὺς ἐχθρούς, ὅταν αἱ πράξεις ἀπαιτῶσι τοῦτο, | |
30 | πολλάκις δὲ ἐλέγχειν καὶ ψέγειν ἐπονειδίστως τοὺς ἀναγκαιοτάτους, ὅταν αἱ τῶν ἐπιτηδευμάτων ἁμαρτίαι τοῦθ’ ὑποδεικνύωσιν. ὥσ‐ περ γὰρ ζώου τῶν ὄψεων ἀφαιρεθεισῶν ἀχρειοῦται τὸ ὅλον, οὕ‐ τως ἐξ ἱστορίας ἀναιρεθείσης τῆς ἀληθείας τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνεται διήγημα. διόπερ οὔτε τῶν φίλων κατη‐ | |
35 | γορεῖν οὔτε τοὺς ἐχθροὺς ἐπαινεῖν ὀκνητέον, οὔτε δὲ τοὺς αὐτοὺς | 108 |
109 | ψέγειν, ποτὲ δὲ ἐγκωμιάζειν 〈εὐλαβητέον〉 ἐπειδὴ τοὺς ἐν πράγ‐ μασιν ἀναστρεφομένους οὔτ’ εὐστοχεῖν ἀεὶ δυνατόν, οὔθ’ ἁμαρτά‐ νειν συνεχῶς εἰκός. ἀποστάντες οὖν τῶν πραττόντων αὐτοῖς τοῖς πραττομένοις ἐφαρμοστέον τὰς πρεπούσας ἀποφάσεις καὶ διαλή‐ | |
5 | ψεις ἐν τοῖς ὑπομνήμασιν. ὡς δ’ ἔστιν ἀληθῆ τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα, σκοπεῖν ἐκ τούτων πάρεστιν. ὁ γὰρ Φιλῖνος ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευτέρας βύβλου φησὶ προσκαθῆσθαι τῇ Μεσσήνῃ πολεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρα‐ κουσίους, παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ θάλατταν εἰς | |
10 | τὴν πόλιν εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακουσίους. 5. Ὅτι τῶν Ῥωμαίων ἡττηθέντων ὑπὸ Καρχηδονίων ἐπὶ Μάρ‐ κου τοῦ στρατηγοῦ φησὶν ὁ Πολύβιος· ἐν ᾧ καιρῷ πολλά τις ἂν ὀρθῶς ἐπισημαινόμενος εὕροι πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώ‐ πων βίου συντελεσθέντα. καὶ γὰρ τὸ διαπιστεῖν τῇ τύχῃ, καὶ | |
15 | μάλιστα κατὰ τὰς εὐπραγίας, ἐναργέστατον ἐφάνη τότε πᾶσι διὰ τῶν Μάρκου συμπτωμάτων· ὁ γὰρ μικρῷ πρότερον οὐ διδοὺς ἔλεον οὐδὲ συγγνώμην τοῖς πταίουσι παρὰ πόδας αὐτὸς ἤγετο δεησό‐ μενος τούτων περὶ τῆς ἑαυτοῦ σωτηρίας. καὶ μὴν καὶ τὸ παρ’ Εὐριπίδῃ πάλαι καλῶς εἰρῆσθαι δοκοῦν, ὡς ἓν σοφὸν βούλευμα | |
20 | τὰς πολλὰς χεῖρας νικᾷ, τότε δι’ αὐτῶν τῶν ἔργων ἔλαβε τὴν πίστιν· εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τὰ μὲν ἀήττητα πλήθη καὶ πραγματικὰ δοκοῦντα εἶναι καθεῖλε, τὸ δὲ προφανῶς πεπτω‐ κὸς ἄρδην πολίτευμα καὶ τὰς ἀπηλγηκυίας ψυχὰς τῶν δυνάμεων ἐπὶ τὸ κρεῖττον ἤγαγεν. ἐγὼ δὲ τούτων ἐπεμνήσθην χάριν τῆς | |
25 | τῶν ἐντυγχανόντων τοῖς ὑπομνήμασι διορθώσεως. δυεῖν γὰρ ὄν‐ των τρόπων πᾶσιν ἀνθρώποις τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως, τοῦ τε διὰ τῶν ἰδίων συμπτωμάτων καὶ 〈τοῦ〉 διὰ τῶν ἀλλοτρίων, ἐναργέστερον μὲν εἶναι συμβαίνει τὸν διὰ τῶν οἰκείων περιπετειῶν, ἀβλαβέστερον δὲ τὸν διὰ τῶν ἀλλοτρίων. διὸ τὸν μὲν οὐδέποθ’ | |
30 | ἑκουσίως αἱρετέον, ἐπεὶ μετὰ μεγάλων πόνων καὶ κινδύνων ποιεῖ τὴν διόρθωσιν, τὸν δὲ ἀεὶ θηρευτέον, ἐπεὶ χωρὶς βλάβης ἐστὶ | |
συνιδεῖν ἐν αὐτῷ τὸ βέλτιον. ἐξ ὧν συνιδόντι καλλίστην παιδείαν | 109 | |
110 | ἡγητέον πρὸς ἀληθινὸν βίον τὴν ἐκ τῆς πραγματικῆς ἱστορίας περιγινομένην ἐμπειρίαν· μόνη γὰρ αὕτη χωρὶς βλάβης παντὸς καιροῦ καὶ περιστάσεως κριτὰς ἀληθινοὺς ἀποτελεῖ τοῦ βελτίονος. Ξάνθιππος δὲ τηλικαύτην ἐπίδοσιν καὶ ῥοπὴν ποιήσας τοῖς Καρ‐ | |
5 | χηδονίων πράγμασι, μετ’ οὐ πολὺν χρόνον ἀπέπλευσε πάλιν, φρο‐ νίμως καὶ συνετῶς βουλευσάμενος· αἱ γὰρ ἐπιφανεῖς καὶ παρά‐ δοξοι πράξεις βαρεῖς μὲν τοὺς φθόνους ὀξείας δὲ τὰς διαβολὰς γεννῶσιν, ἃς οἱ μὲν ἐγχώριοι διά τε τὰς συγγενείας καὶ τὸ τῶν φίλων πλῆθος οἷοί τ’ ἂν ἀναφέρειν, οἱ δὲ ξένοι ταχέως ἐφ’ ἑκα‐ | |
10 | τέρων τούτων ἡττῶνται καὶ κινδυνεύουσιν. 6. Ὅτι φησὶν ὁ Πολύβιος περί τινων ὑποθέσεων τῶν Ἀμίλ‐ κου τοῦ Βάρκα· περὶ ὧν οὐχ οἷόν τε διὰ τῆς γραφῆς τὸν κατὰ μέρος ἀποδοῦναι λόγον· καθάπερ γὰρ ἐπὶ τῶν διαφερόντων πυκ‐ τῶν καὶ ταῖς γενναιότησι καὶ ταῖς εὐεξίαις, ὅταν εἰς τὸν ὑπὲρ αὐ‐ | |
15 | τοῦ τοῦ στεφάνου συγκαταστάντες καιρὸν διαμάχωνται πληγὴν ἐπὶ πληγῇ τιθέντες ἀδιαπαύστως, λόγον μὲν ἢ πρόνοιαν ἔχειν ὑπὲρ ἑκάστης ἐπιβολῆς καὶ πληγῆς οὔτε τοῖς ἀγωνιζομένοις οὔτε τοῖς θεωρουμένοις ἐστὶ δυνατόν, ἐκ δὲ τῆς καθόλου τῶν ἀνδρῶν ἐνερ‐ γείας καὶ τῆς ἑκατέρου φιλοτιμίας, ἔτι καὶ τῆς ἐμπειρίας αὐτῶν | |
20 | καὶ τῆς δυνάμεως, πρὸς δὲ καὶ τῆς εὐψυχίας ἱκανὴν ἔννοιαν λα‐ βεῖν· οὕτω δὲ καὶ περὶ τῶν νῦν λεγομένων στρατηγῶν. τὰς μὲν γὰρ αἰτίας ἢ τοὺς τρόπους δι’ ὧν ἀνὰ ἑκάστην ἡμέραν ἐποιοῦντο κατ’ ἀλλήλων ἐνέδρας ἀντενέδρας ἐπιθέσεις προσβολάς, οὔτ’ ἂν ὁ γράφων ἐξαριθμούμενος ἐφίκοιτο, τοῖς τ’ ἀκούουσιν ἀπέραντος | |
25 | ἅμα δ’ ἀνωφελὴς ἂν ἐκ τῆς ἀναγνώσεως κρίνοιτο χρεία· ἐκ δὲ τῆς καθολικῆς ἀποφάσεως περὶ αὐτῶν καὶ τοῦ τέλους τῆς φιλοτιμίας μᾶλλον ἄν τις εἰς ἔννοιαν ἔλθοι τῶν προειρημένων. οὔτε γὰρ τῶν ἐξ ἱστορίας στρατηγημάτων οὔτε τῶν ἐκ τοῦ καιροῦ καὶ τῆς ὑποκειμένης περιστάσεως ἐπινοημάτων οὔτε τῶν εἰς παράβολον | |
30 | καὶ βίαιον ἀνηκόντων τόλμαν οὐδὲν παρελείφθη· κρίσιν γε μὴν | |
ὁλοσχερῆ γενέσθαι διὰ πλείους αἰτίας οὐχ οἷόν τε ἦν· αἵ τε γὰρ | 110 | |
111 | δυνάμεις ἀμφοτέρων ἦσαν ἐφάμιλλοι, τά τε κατὰ τοὺς χάρακας ὁμοίως ἀπρόσιτα διὰ τὴν ὀχυρότητα, τό τε διάστημα τῶν στρατο‐ πέδων βραχὺ παντελῶς. ὅπερ αἴτιον ἦν μάλιστα τοῦ τὰς μὲν κατὰ μέρος συμπτώσεις ἀπαύστους γίνεσθαι καθ’ ἡμέραν, ὁλο‐ | |
5 | σχερὲς δὲ συντελεῖσθαι μηδέν. τούτους γὰρ αὐτοὺς ἀεὶ συνέβαινε διαφθείρεσθαι κατὰ τὰς συμπλοκάς, τοὺς ἐν χειρῶν νόμῳ περι‐ πεσόντας· οἱ δ’ ἅπαξ ἐγκλίναντες εὐθέως ἐκτὸς τοῦ δεινοῦ πάντες ἦσαν ὑπὸ ταῖς αὑτῶν ἀσφαλείαις, καὶ πάλιν ἐκ μεταβολῆς ἐκιν‐ δύνευον. | |
10 | Οὐ μὴν ἀλλ’ ὥσπερ ἀγαθὸς βραβευτὴς ἡ τύχη μεταβιβάσασα παραβόλως αὐτοὺς ἐκ τοῦ προειρημένου τόπου καὶ τοῦ προϋπάρ‐ χοντος ἀθλήματος εἰς παραβολώτερον ἀγώνισμα καὶ τόπον ἐλάττω συνέκλεισεν. 7. Ὅτι τοῦ αὐτοῦ νομιστέον εἶναι ἡγεμόνος τὸ δύνασθαι βλέ‐ | |
15 | πειν τόν τε τοῦ νικᾶν, ὁμοίως δὲ καὶ τὸν τοῦ λείπεσθαι καιρόν. 8. Ὅτι οὐδέποτε δεῖ πρὸς τὸ παρὸν μόνον, ἔτι δὲ μᾶλλον πρὸς τὸ μέλλον ἀποβλέπειν δεῖ τοὺς ὀρθῶς βουλευομένους. 9. Ὅτι οἱ μισθοφόροι ἀπεχθῶς διακείμενοι πρὸς Καρχηδο‐ νίους ἐδογματοποίησαν, ὃν μὲν ἂν λάβωσι Καρχηδονίων, τιμωρη‐ | |
20 | σαμένους ἀποκτείνειν, ὃν δ’ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀπο‐ κόψαντα τὰς χεῖρας αὖθις εἰς Καρχηδόνα ἀποπέμπειν. διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνήσειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμάτων ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα | |
25 | γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς. ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείας τοῖς τοιούτοις προσάγῃ τις, ὑπ’ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶττον ποιεῖται τὴν νομήν, ἐὰν δὲ πάλιν | |
ἀφῇ, κατὰ τὴν ἐξ αὐτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει | 111 | |
112 | παῦλαν, ἕως ἂν ἀφανίσῃ τὸ ὑποκείμενον· ταῖς τε ψυχαῖς παρα‐ πλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδ’ ὠμότερον ἀποτελεῖσθαι τῶν ζώων. οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλανθρω‐ | |
5 | πίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπι‐ στότεροι καὶ δυσμενέστεροι γίνονται πρὸς τοὺς φιλανθρωποῦντας· ἐὰν δὲ ἀντιτιμωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν· τέλος δ’ ἀποθηριωθέντες ἐξέστησαν τῆς | |
10 | ἀνθρωπίνης φύσεως. τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ στροφὴν ἐκ παίδων κακήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συνεργῶν τὰς ἀεὶ τῶν προ‐ εστώτων ὕβρεις καὶ πλεονεξίας. ἃ δὴ τότε συνέβαινε καὶ περὶ τὸ σύστημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐ‐ | |
15 | τῶν ὑπάρχειν. 10. Ὅτι Ἱέρων ὁ Συρακουσίων βασιλεὺς Καρχηδονίοις κατὰ τὸν πόλεμον τῶν μισθοφόρων ἐβοήθει πάνυ φρονίμως καὶ νουνεχῶς λογιζόμενος· οὐδέποτε γὰρ χρὴ τὰ τοιαῦτα παρορᾶν, οὐδὲ τηλι‐ καύτην οὐδενὶ συγκατασκευάζειν δυναστείαν πρὸς ἣν οὐδὲ περὶ τῶν | |
20 | ὁμολογουμένων ἐξέσται δικαίων ἀμφισβητεῖν. 11. Πάλιν ἡττήθη νικήσας Ἀννίβας ὑπὸ τῶν μισθοφόρων, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐκ παραθέσεως ἀμφοτέροις ἐναλλὰξ διδούσης ἀφορμὴν εἰς ὑπερβολὴν τῆς κατ’ ἀλλήλων τιμωρίας. 12. Ὅτι πᾶσαι αἱ πόλεις τῆς Λιβύης μετὰ τὴν μάχην εὐθέως | |
25 | ὑπήκουσαν τοῖς Καρχηδονίοις· ἡ δὲ τῶν Ἱππακριτῶν καὶ Ἰτυκαίων πόλις ἔμενον, οὐδεμίαν ἀφορμὴν ἔχουσαι πρὸς διάλυσιν διὰ τὸ μὴ καταλείπεσθαι σφίσι τόπον ἐλέους μηδὲ συγγνώμης κατὰ τὰς πρώτας ἐπιβολάς. οὕτω καὶ κατὰ ταύτας τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ἀνήκεστον ἐπιτηδεύειν | |
30 | ἑκουσίως. | 112 |
113 | 13. Ὅτι ἐν τῇ πρώτῃ βίβλῳ, φησὶ Πολύβιος, διεσαφήσαμεν πότε Ῥωμαῖοι συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐγ‐ χειρεῖν ἤρξαντο πράγμασιν, ἐπὶ δὲ τούτοις πῶς εἰς Σικελίαν διέ‐ βησαν καὶ δι’ ἃς αἰτίας τὸν περὶ τῆς προειρημένης νήσου συν‐ | |
5 | εστήσαντο πόλεμον πρὸς Καρχηδονίους, .... 14. .... καὶ ταῖς τούτων διαφοραῖς. 15. Ὅτι ἀεί ποθ’ ἡ τύχη τὰ μέγιστα τῶν πραγμάτων παρὰ λόγον εἴωθε κρίνειν· καὶ γὰρ τότε Κλεομένης, εἰς τὰ κατὰ τὸν κίν‐ δυνον παρείλκυσε τελέως ὀλίγας ἡμέρας, εἶτ’ ἀναχωρήσας ἀπὸ τῆς | |
10 | μάχης εἰς τὴν πόλιν εἰ βραχὺ τῶν καιρῶν ἀντεποιήσατο, διακα‐ τέσχεν ἂν τὴν ἀρχήν. 16. Εἰ μὲν οὖν ἐξ αὐτῶν τῶν κατορθωμάτων ἢ καὶ τῶν ἐλατ‐ τωμάτων ἱκανὴν ἐνεδέχετο ποιήσασθαι τὴν διάληψιν ὑπὲρ τῶν ψεκτῶν ἢ τοὐναντίον ἐπαινετῶν ἀνδρῶν καὶ πολιτευμάτων, ἐνθάδε | |
15 | που λήγειν ἂν ἡμᾶς δεῖ καὶ καταστρέφειν ἅμα τὴν διήγησιν καὶ τὴν πραγματείαν ἐπὶ τὰς τελευταίας ῥηθείσας πράξεις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. ὅ τε γὰρ χρόνος ὁ πεντηκοντακαιτριετὴς εἰς ταῦτα ἔληγεν, ἥ τε αὔξησις καὶ προκοπὴ τῆς Ῥωμαίων δυναστείας ἐτετελείωτο· πρὸς δὲ τούτοις ὁμολογούμενον ἐδόκει τοῦτ’ εἶναι 〈καὶ〉 | |
20 | κατηναγκασμένον ἅπασιν, ὅτι λοιπόν ἐστι Ῥωμαίων ἀκούειν καὶ τούτοις πειθαρχεῖν ὑπὲρ τῶν παραγγελλομένων. ἐπεὶ δ’ οὐκ αὐτο‐ τελεῖς εἰσιν οὔτε περὶ τῶν κρατησάντων ἐλαττωμάτων αἱ ψιλῶς ἐξ αὐτῶν τῶν ἀγωνισμάτων διαλήψεις διὰ τὸ πολλοῖς μὲν τὰ μέ‐ γιστα δοκοῦντα εἶναι τῶν κατορθωμάτων, ὅταν μὴ δεόντως αὐτοῖς | |
25 | χρήσωνται, τὰς μεγίστας ἐπενηνοχέναι συμφοράς, οὐκ ὀλίγοις δὲ τὰς ἐκπληκτικωτάτας περιπετείας, ὅταν εὐγενῶς αὐτὰς ἀναδέξων‐ ται, πολλάκις εἰς τὴν τοῦ συμφέροντος περιπεπτωκέναι μερίδα, προσθετέον ἂν εἴη ταῖς προειρημέναις πράξεσι τήν τε τῶν κρα‐ τούντων αἵρεσιν, ποία τις ἦν μετὰ ταῦτα καὶ πῶς προεστάτει τῶν | |
30 | ὅλων, τάς τε τῶν ἄλλων ἀποδοχὰς καὶ διαλήψεις, πόσαι καὶ τίνες | 113 |
114 | ὑπῆρχον περὶ τῶν ἡγουμένων· πρὸς δὲ τούτοις τὰς ὁρμὰς καὶ τοὺς ζήλους ἐξηγητέον, τίνες παρ’ ἑκάστοις ἐπεκράτουν καὶ κατίσχυον περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας. δῆλον γὰρ ὡς ἐκ τούτων φανερὸν ἔσται τοῖς μὲν νῦν οὖσι πότερα φευκ‐ | |
5 | τὴν ἢ τοὐναντίον αἱρετὴν εἶναι συμβαίνει τὴν Ῥωμαίων δυναστείαν, τοῖς δὲ ἐπιγενομένοις πότερα ἐπαινετὴν καὶ ζηλωτὴν ἢ ψεκτὴν γεγονέναι νομιστέον τὴν ἀρχὴν αὐτῶν. τὸ γὰρ ὠφέλιμον τῆς ἡμε‐ τέρας ἱστορίας πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον ἐν τούτῳ πλεῖστον κείσεται τῷ μέρει. οὐ γὰρ δήπου τινὰς τέλος ὑπολη‐ | |
10 | πτέον ἐν πράγμασιν οὔτε τοῖς ἡγουμένοις οὔτε τοῖς ἀποφαινομένοις ὑπὲρ τούτων, τὸ νικῆσαι καὶ ποιήσασθαι πάντας ὑφ’ ἑαυτούς. οὔτε γὰρ πολεμεῖ τοὺς πέλας οὐδεὶς νοῦν ἔχων ἕνεκεν αὐτοῦ τοῦ καταγωνίσασθαι τοὺς ἀντιταττομένους, οὔτε πλεῖστα πελάγη χάριν τοῦ περαιωθῆναι μόνον, καὶ μὴν οὐδὲ τὰς ἐμπειρίας καὶ τέχνας | |
15 | αὐτῆς ἕνεκα τῆς ἐπιστήμης ἀναλαμβάνει· πάντες δὲ πράττουσι πάντα χάριν τῶν ἐπιγινομένων τοῖς ἔργοις ἡδέων ἢ καλῶν ἢ συμ‐ φερόντων. διὸ καὶ τῆς πραγματείας ταύτης τοῦτ’ ἔσται τελεσιούρ‐ γημα, τὸ γνῶναι τὴν κατάστασιν παρ’ ἑκάστοις, ποία τις ἦν μετὰ τὸ καταγωνισθῆναι τὰ ὅλα καὶ πεσεῖν εἰς τὴν τῶν Ῥωμαίων ἐξου‐ | |
20 | σίαν ἕως τῆς μετὰ ταῦτα πάλιν ἐπιγενομένης ταραχῆς καὶ κινή‐ σεως, ὑπὲρ ἧς διὰ τὸ μέγεθος τῶν ἐν αὐτῇ πράξεων καὶ τὸ παρά‐ δοξον τῶν συμβαινόντων, τὸ δὲ μέγιστον διὰ τὸ τῶν πλείστων μὴ μόνον αὐτόπτης, ἀλλ’ ὧν μὲν συνεργός, ὧν δὲ καὶ χειριστὴς γε‐ γονέναι, προήχθην οἷον ἀρχὴν ποιησάμενος ἄλλην γράφειν. ἐν ἤδη | |
25 | προειρημένη κίνησις. Τὰ μὲν οὖν τῆς ἐπιβολῆς ἡμῶν τοιαῦτα, προσδεῖ δὲ τὰ τῆς τύχης, ἵνα συνδράμῃ τὰ τοῦ βίου πρὸς τὸ τὴν πρόθεσιν ἐπὶ τέλος ἀναγαγεῖν· πέπεισμαι μὲν γάρ, κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώ‐ πινον, οὐκ ἀργήσειν τὴν ὑπόθεσιν, οὐδ’ ἀπορήσειν ἀνδρῶν ἀξιο‐ | |
30 | χρέων διὰ τὸ κάλλος πολλοὺς κατεγγυηθήσεσθαι καὶ σπουδάσειν | |
ἐπὶ τέλος ἀγαγεῖν αὐτήν. ἐπεὶ δὲ τὰς ἐπιφανεστάτας τῶν πρά‐ | 114 | |
115 | ξεων ἐπὶ κεφαλαίου διεληλύθαμεν, βουλόμενοι καὶ καθόλου καὶ κατὰ μέρος εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης ἱστορίας τοὺς ἐντυγχά‐ νοντας, ὥρα μνημονεύοντας τῆς προθέσεως ἐπαναγαγεῖν 〈ἐπὶ〉 τὴν ἀρχὴν τῆς αὐτῆς ὑποθέσεως. | |
5 | Ἔνιοι δὲ τῶν συγγεγραφότων τὰς κατ’ Ἀννίβαν πράξεις, βου‐ λόμενοι τὰς αἰτίας ὑποδεικνύναι ἡμῖν δι’ ἃς Ῥωμαίοις καὶ Καρ‐ χηδονίοις ὁ προειρημένος ὑπέστη πόλεμος, πρώτην μὲν ἀποφαί‐ νουσι τὴν Ζακάνθης πολιορκίαν ὑπὸ Καρχηδονίων, δευτέραν δὲ τὴν διάβασιν αὐτῶν παρὰ τὰς συνθήκας τοῦ προσαγορευομένου | |
10 | παρὰ τοῖς ἐγχωρίοις Ἴβηρος ποταμοῦ. ἐγὼ δὲ ταύτας ἀρχὰς μὲν εἶναι τοῦ πολέμου φήσαιμ’ ἄν, αἰτίας γε μὴν οὐδαμῶς ἂν συγχω‐ ρήσαιμι. πολλοῦ γὰρ δεῖ, εἰ μὴ καὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν αἰτίαν εἶναί τις φήσει τοῦ πρὸς τοὺς Πέρσας πολέμου καὶ τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα τοῦ πρὸς Ῥωμαίους· | |
15 | ὧν οὔτ’ εἰκὸς οὔτ’ ἀληθές ἐστιν οὐδέτερον. τίς γὰρ ἂν νομίσειε ταύτας αἰτίας ὑπάρχειν, ὧν πολλὰ μὲν Ἀλέξανδρος πρότερον, οὐκ ὀλίγα δὲ Φίλιππος ἔτι ζῶν ἐνήργησε καὶ παρεσκευάσατο πρὸς τὸν κατὰ τῶν Περσῶν πόλεμον, ὁμοίως δὲ πάλιν Αἰτωλοὶ πρὸ τῆς Ἀντιόχου παρουσίας πρὸς τὴν κατὰ Ῥωμαίων. ἀλλ’ ἔστιν | |
20 | ἀνθρώπων τὰ τοιαῦτα μὴ διειληφότων, ἀρχὴ τί διαφέρει καὶ πό‐ σον διέστηκεν αἰτίας καὶ προφάσεως, καὶ διότι τὸ μέν ἐστι πρῶ‐ τον ἁπάντων, ἡ δ’ ἀρχὴ τελευταῖον τῶν εἰρημένων. ἐγὼ δὲ παν‐ τὸς ἀρχὰς μὲν εἶναί φημι τὰς πρώτας ἐπιβολὰς καὶ πράξεις τῶν ἤδη κεκριμένων, αἰτίας δὲ τὰς προκαθηγουμένας τῶν κρίσεων καὶ | |
25 | διαλήψεων· λέγω δ’ ἐπινοίας καὶ διαθέσεις καὶ τοὺς περὶ ταῦτα συλλογισμούς, καὶ δι’ ὧν ἐπὶ τὸ κρῖναί τι καὶ προθέσθαι παρα‐ γινόμεθα. δῆλον δ’ οἷον τὸ προειρημένον ἐκ τῶν ἐπιφερομένων. τίνες γὰρ ἀληθῶς ἦσαν αἰτίαι, καὶ πόθεν φῦναι συνέβη τὸν πρὸς τοὺς Πέρσας πόλεμον, εὐμαρὲς καὶ τῷ τυχόντι συνιδεῖν. ἦν δὲ | |
30 | πρώτη μὲν ἡ τῶν μετὰ Ξενοφῶντος Ἑλλήνων ἐκ τῶν ἄνω σατρα‐ πιῶν ἐπάνοδος, ἐν ᾗ πᾶσαν τὴν Ἀσίαν διαπορευομένων αὐτῶν | |
πολεμίαν ὑπάρχουσαν οὐδεὶς ἐτόλμα μένειν κατὰ πρόσωπον τῶν | 115 | |
116 | βαρβάρων, δευτέραν δὲ τοῦ Λακεδαιμονίων βασιλέως Ἀγησιλάου διάβασις εἰς τὴν Ἀσίαν, ἐν ᾗ ἐκεῖνος οὐδὲ ἀξιόχρεων οὐδ’ ἀντί‐ παλον εὑρὼν ταῖς σφετέραις ἐπιβολαῖς ἄπρακτος ἠναγκάσθη μεταξὺ διὰ τὰς περὶ τὴν Ἑλλάδα ταραχὰς ἐπανελθεῖν. ἐξ ὧν Φίλιππος | |
5 | κατανοήσας καὶ συλλογισάμενος τὴν Περσῶν ἀνανδρίαν καὶ ῥαθυ‐ μίαν καὶ τὴν αὐτοῦ καὶ Μακεδόνων εὐεξίαν ἐν τοῖς πολεμικοῖς, ἔτι δὲ καὶ τὸ μέγεθος καὶ τὸ κάλλος τῶν ἐσομένων ἄθλων ἐκ τοῦ πολέμου πρὸ ὀφθαλμῶν θέμενος, ἅμα τῷ περιποιήσασθαι τὴν ἐκ τῶν Ἑλλήνων εὔνοιαν ὁμολογουμένην, εὐθέως προφάσει χρώμενος, | |
10 | 〈ὅτι〉 σπεύδει μετελθεῖν τὴν Περσῶν παρανομίαν εἰς τοὺς Ἕλλη‐ νας, ὁρμὴν ἔσχε καὶ προέθετο πολεμεῖν, καὶ πάντα πρὸς τοῦτο τὸ μέρος ἡτοίμαζεν. διόπερ αἰτίας μὲν τὰς πρώτας ῥηθείσας ἡγη‐ τέον τοῦ πρὸς τοὺς Πέρσας πολέμου, πρόφασιν δὲ τὴν δευτέραν, ἀρχὴν δὲ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν. καὶ μὴν τοῦ | |
15 | κατ’ Ἀντίοχον καὶ Ῥωμαίους δῆλον ὡς αἰτίαν μὲν τὴν Αἰτωλῶν ὀργὴν θετέον· ἐκεῖνοι γὰρ δόξαντες ὑπὸ Ῥωμαίων ὠλιγωρῆσθαι κατὰ πολλὰ περὶ τὴν ἔκβασιν τὴν ἐκ τοῦ Φιλίππου πολέμου οὐ μόνον Ἀντίοχον ἐπεσπάσαντο, πᾶν δὲ καὶ πρᾶξαι καὶ παθεῖν ὑπέ‐ στησαν διὰ τὴν ἐπιγινομένην ὀργὴν ἐκ τῶν προειρημένων καιρῶν. | |
20 | πρόφασιν δὲ ἡγητέον τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν, ἣν ἐκεῖνοι, περιπορευόμενοι μετ’ Ἀντιόχου τὰς πόλεις, ἀλόγως καὶ ψευδῶς κατήγγελλον, ἀρχὴν δὲ τοῦ πολέμου τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα. Ἐγὼ δὲ τὴν ἐπὶ πλεῖον διαστολὴν πεποίημαι περὶ τούτων | |
25 | οὐχ ἕνεκα τῆς τῶν συγγραφέων ἐπιτιμήσεως, χάριν δὲ τῆς τῶν φιλο‐ μαθούντων ἐπανορθώσεως. τί γὰρ ὄφελος ἰατροῦ κάμνουσιν ἀγνοοῦντος τὰς αἰτίας τῶν περὶ τὰ σώματα διαθέσεων; τί δ’ ἀν‐ δρὸς πραγματικοῦ μὴ δυναμένου συλλογίζεσθαι πῶς καὶ διὰ τί καὶ πόθεν ἕκαστα τῶν πραγμάτων τὰς ἀφορμὰς εἴληφεν; οὔτε γὰρ | |
30 | ἐκεῖνον εἰκὸς οὐδέποτε δεόντως συστήσασθαι τὰς τῶν σωμάτων θεραπείας, οὔτε τὸν πραγματικὸν οὐδὲν οἷόν τε κατὰ τρόπον χει‐ ρίσαι τῶν προσπιπτόντων ἄνευ τῆς τῶν προειρημένων ἐπιγνώ‐ σεως. διόπερ οὐδὲν οὕτω φυλακτέον καὶ ζητητέον ὡς τὰς αἰτίας | |
ἑκάστου τῶν συμβαινόντων, ἐπειδὴ φύεται μὲν ἐκ τῶν τυχόντων | 116 | |
117 | πολλάκις τὰ μέγιστα τῶν πραγμάτων, ἰᾶσθαι δὲ ῥᾷστόν ἐστι παν‐ τὸς τὰς πρώτας ἐπιβολὰς καὶ διαλήψεις. 17. Ὅτι φησὶν ὁ Πολύβιος περὶ Φαβίου τοῦ συγγραφέως, κατατρέχων αὐτόν· τίνος χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπ’ | |
5 | ἐκείνου γεγραμμένων; οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων, ἀγωνιῶν μὴ πιστευθῇ παρά τισιν (ἡ μὲν γὰρ παρὰ τούτων ἀλογία καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως αὐτὴ δι’ αὐτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν), ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βίβλους ὑπομνήσεως, ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν ἀλλὰ | |
10 | πρὸς τὰ πράγματα βλέπωσιν. ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συν‐ επιστήσαντες ἀλλ’ ἐπ’ αὐτὸν τὸν λέγοντα, καὶ λαβόντες ἐν νῷ διότι κατὰ τοὺς καιροὺς ὁ γράφων γέγονε καὶ τοῦ συνεδρίου με‐ τεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λεγόμενον ὑπὸ τού‐ του πιστόν. ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐκ ἐν μικρῷ προσλαμβάνεσθαι | |
15 | τὴν τοῦ συγγραφέως πίστιν, οὐκ αὐτοτελῆ δὲ κρίνειν, τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων ποιεῖσθαι τοὺς ἀναγινώσκοντας τὰς δοκιμασίας. 18. Ὅτι Ἀσδρούβας ἐχθρὸς ἦν Ῥωμαίων, ὃς προαποθανὼν οὐ πᾶσιν ἔκδηλον ἐποίησε τὴν αὑτοῦ πρόθεσιν· Ἀννίβᾳ δὲ παρέδω‐ | |
20 | καν οἱ καιροὶ καὶ λίαν ἐναποδείξασθαι τὴν πατρώαν ἔχθραν εἰς Ῥωμαίους. διὸ καὶ τοὺς ἐπὶ πραγμάτων ταττομένους χρὴ τῶν τοιούτων οὐδενὸς μᾶλλον φροντίζειν, ὥστε μὴ λανθάνειν τὰς προ‐ αιρέσεις τῶν διαλυομένων τὰς ἔχθρας ἢ συντιθεμένων τὰς φιλίας, ποτὲ τοῖς καιροῖς εἴκοντες καί ποτε ταῖς ψυχαῖς ἡττώμενοι ποι‐ | |
25 | οῦνται τὰς συνθήκας, ἵνα τοὺς μὲν ἐφέδρους νομίζοντας εἶναι τῶν καιρῶν ἀεὶ φυλάττωνται, τοῖς δὲ πιστεύοντες ὡς ὑπηκόοις ἢ φί‐ λοις ἀληθινοῖς πᾶν τὸ παραπίπτον ἐξ ἑτοίμου παραγγέλλωσιν. 19. Ὅτι φησὶν ὁ Πολύβιος, ὡς Ῥωμαῖοι προσπεπτωκυίας αὐ‐ τοῖς ἤδη τῆς τῶν Ζακανθαίων ἁλώσεως οὐ μὰ Δία περὶ τοῦ πο‐ | |
30 | λέμου τότε διαβούλιον ἦγον, καθάπερ ἔνιοι τῶν συγγραφέων φασί, | |
προσκατατάττοντες ἔτι καὶ τοὺς εἰς ἑκάτερα ῥηθέντας λόγους, | 117 | |
118 | πάντων ἀτοπώτατον πρᾶγμα ποιοῦντες. πῶς γὰρ οἷόν τε ἦν Ῥω‐ μαίους τοὺς ἐνιαυτῷ πρότερον ἐπηγγελκότας πόλεμον Καρχηδονίοις, ἐὰν ἐπιβαίνωσι τῆς Ζακανθαίων χώρας, τούτους κατὰ κράτος ἑαλωκυίας αὐτῆς τῆς πόλεως τότε βουλεύεσθαι συνελθόντας πό‐ | |
5 | τερα πολεμητέον ἢ τοὐναντίον; πῶς δὲ καὶ τίνα τρόπον ἅμα μὲν τὴν στυγνότητα τοῦ συνεδρίου παρεισάγουσι θαυμάσιον, ἅμα δὲ τοὺς υἱοὺς ἀπὸ δώδεκα ἐτῶν ἄγειν φασὶ τοὺς πατέρας εἰς τὸ συν‐ έδριον, οὓς μετέχοντας τῶν διαβουλίων οὐδὲ τῶν ἀναγκαίων οὐδενὶ προσίεσθαι τῶν ἀπορρήτων οὐδένων, οὔτ’ εἰκὸς οὔτε ἀληθές ἐστι | |
10 | τὸ παράπαν οὐδέν, εἰ μὴ νὴ Δία πρὸς τοῖς ἄλλοις ἡ τύχη καὶ τοῦτο προσένειμε Ῥωμαίοις, τὸ φρονεῖν αὐτοὺς εὐθέως ἐκ γενετῆς. πρὸς μὲν οὖν τὰ τοιαῦτα τῶν συγγραμμάτων, οἷα γράφει Χαιρέας καὶ Σωσύλος, οὐδὲν ἂν δέῃ πλέον λέγειν· οὐ γὰρ ἱστορίας, ἀλλὰ κουρεακῆς καὶ πανδήμου λαλιᾶς ἐμοί γε δοκοῦσι τάξιν ἔχειν καὶ | |
15 | δύναμιν. 20. Ὅτι ..... περὶ τῶν συνθηκῶν Καρχηδονίων πρὸς Ῥω‐ μαίους καὶ περὶ τῆς παρασπονδήσεως ὁ Πολύβιός φησιν· ἔνιοι δὲ τῶν ἀκρίτως τὰ τοιαῦτα θεωμένων τάχ’ ἂν φήσαιεν ἡμᾶς οὐκ ἀναγκαίως ἐπὶ πλεῖον ἐξακριβοῦν τοὺς ὑπὲρ τῶν τοιούτων λόγους. | |
20 | ἐγὼ δ’, εἰ μέν τις ὑπείληφε πρὸς πᾶσαν περίστασιν αὐτάρκης ὑπάρχειν, καλὴν μέν, οὐκ ἀναγκαίαν δ’ ἴσως φήσαιμ’ ἂν εἶναι τὴν τῶν προγεγονότων ἐπιστήμην. εἰ δὲ μηδεὶς ἂν μήτε περὶ τῶν κατ’ ἰδίαν μήτε περὶ τῶν κοινῶν τολμῆσαι τοῦτο εἰπεῖν ἄνθρω‐ πος ὢν, διὰ τοῦ, κἂν κατὰ τὸ παρὸν εὐτυχῇ, τήν γε περὶ τοῦ μέλ‐ | |
25 | λοντος ἐλπίδα τῶν νῦν ποτ’ ἂν εὐλόγως βεβαιώσασθαι μηδένα τῶν νοῦν ἐχόντων, οὐ μόνον καλήν, ἔτι δὲ μᾶλλον ἀναγκαίαν εἶναί φημι διὰ ταῦτα 〈τὴν〉 τῶν παρεληλυθότων ἐπίγνωσιν. πῶς γὰρ ἂν εἴτε αὐτὸς ἀδικούμενός τις ἢ τῆς πατρίδος ἀδικουμένης βοη‐ | |
θοὺς εὕροι καὶ συμμάχους, εἴτε κτήσασθαί τι καὶ προκατάρξασθαι | 118 | |
119 | σπουδάζων τοὺς συνεργήσοντας αὐτῷ πρὸς τὰς ἐπιβολάς; πῶς δ’ ἂν εὐδοκούμενος τοῖς ὑποκειμένοις τοὺς βεβαιώσοντας τὴν αὐτοῦ προαίρεσιν καὶ διαφυλάξοντας τὴν κατάστασιν παροξύναι δικαίως, εἰ μηδὲν εἰδείη τῆς τῶν προγεγονότων περὶ ἑκάστους ὑπομνήσεως; | |
5 | πρὸς μὲν γὰρ τὸ παρὸν ἀεί πως ἁρμοζόμενοι καὶ συνυποκρινό‐ μενοι τοιαῦτα καὶ λέγουσι καὶ πράττουσι πάντες ὥστε δυσθεώ‐ ρητον εἶναι τὴν ἑκάστου προαίρεσιν καὶ λίαν ἐν πολλοῖς ἐπισκο‐ τεῖσθαι τὴν ἀλήθειαν· τὰ δὲ παρεληλυθότα τῶν ἔργων, ἐξ αὐτῶν τῶν πραγμάτων λαμβάνοντα τὴν δοκιμασίαν, ἀληθινῶς ἐμφαίνει | |
10 | τὰς ἑκάστων αἱρέσεις καὶ διαλήψεις, καὶ δηλοῖ παρ’ οἷς μὲν χά‐ ριν εὐεργεσίαν βοήθειαν ἡμῖν ὑπάρχουσαν, παρ’ οἷς δὲ τἀναντία τούτων. ἐξ ὧν καὶ τὸν ἐλεήσοντα καὶ τὸν συνοργιζόμενον, ἔτι δὲ τὸν δικαιώσοντα, πολλάκις καὶ ἐπὶ πολλῶν εὑρεῖν ἔστιν· ἅπερ ἔχει μεγίστας ἐπικουρίας καὶ κοινῇ καὶ ἰδίᾳ πρὸς τὸν ἀνθρώπινον | |
15 | βίον. διόπερ οὐχ οὕτως ἐστὶ φροντιστέον τῆς αὐτῶν 〈τῶν〉 πρά‐ ξεων ἐξηγήσεως, οὔτε τοῖς γράφουσιν οὔτε τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας, ὡς τῶν πρότερον καὶ τῶν ἅμα 〈καὶ〉 τῶν ἐπιγινομένων τοῖς ἔργοις. ἱστορίας γὰρ ἐὰν ἀφέλῃ τις τὸ διὰ τί καὶ πῶς καὶ τίνος χάριν ἐπράχθη καὶ τὸ πραχθὲν πότερα εὔλογον ἔσχε τὸ τέλος, | |
20 | τὸ καταλειπόμενον αὐτῆς ἀγώνισμα μὲν μάθημα δὲ οὐ γίνεται, καὶ παραυτίκα μὲν τέρπει, πρὸς δὲ τὸ μέλλον οὐδὲν ὠφελεῖ τὸ παράπαν. Ἢ καὶ τοὺς ὑπολαμβάνοντας δύσκτητον εἶναι καὶ δύσγνωστον τὴν ἡμετέραν πραγματείαν διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν | |
25 | βίβλων ἀγνοεῖν νομιστέον. πόσῳ γὰρ ῥᾶόν ἐστι καὶ κτήσασθαι καὶ διαγνῶναι βίβλους τεσσαράκοντα καθάπερ ἂν εἰ κατάμικτον ἐξυφασμένας, καὶ παρακολουθῆσαι σαφῶς ταῖς μὲν κατὰ τὴν Ἰτα‐ λίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεσιν ἀπὸ τῶν κατὰ Πύρρον καὶ | |
Τίμαιον συγγραφέων καὶ καιρῶν ἐξηγήσεως εἰς τὴν Καρχηδόνος | 119 | |
120 | ἅλωσιν, ταῖς δὲ κατὰ τὴν ἄλλην οἰκουμένην ἀπὸ τῆς Κλεομένους τοῦ Σπαρτιάτου φυγῆς κατὰ τὸ συνεχὲς μέχρι τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν παρατάξεως, ἢ τὰς τῶν κατὰ μέρος γραφόντων συντάξεις ἀναγινώσκειν ἢ κτᾶσθαι; χωρὶς γὰρ τοῦ | |
5 | πολλαπλασίους αὐτὰς ὑπάρχειν τῶν ἡμετέρων ὑπομνημάτων, οὐδὲ καταλαβεῖν ἐξ αὐτῶν βεβαίως οὐδὲν οἷόν τε τοὺς ἀναγινώσκοντας. πρῶτον μὲν διὰ τὸ τοὺς πλείστους μὴ ταὐτὰ περὶ τῶν αὐτῶν γράφειν, εἶτα διὰ τὸ τὰς καταλλήλους τῶν πράξεων παραλειπεῖν, ὧν ἐκ παραθέσεως συνθεωρουμένων καὶ συγκρινομένων ἀλλοιοτέρας | |
10 | ἕκαστα τυγχάνει δοκιμασίας τῆς κατὰ μέρος διαλήψεως, τῶν δὲ κυριωτάτων μηδὲ ψαύειν αὐτοὺς δύνασθαι τὸ παράπαν. ἀκμὴν γάρ φαμεν ἀναγκαιότατα μέρη τῆς ἱστορίας εἶναι τά τ’ ἐπιγινω‐ σκόμενα τοῖς ἔργοις καὶ τὰ παρεπόμενα καὶ μάλιστα περὶ τὰς αἰ‐ τίας, θεωροῦμεν δὲ τὸν μὲν Ἀντιοχικὸν πόλεμον ἐκ τοῦ Φιλιππι‐ | |
15 | κοῦ τὰς ἀφορμὰς εἰληφότα, τὸν δὲ Φιλιππικὸν ἐκ τοῦ κατ’ Ἀννί‐ βαν, τὸν δ’ Ἀννιβιακὸν ἐκ τοῦ περὶ Σικελίαν, τὰ δὲ μεταξὺ τού‐ των πολλὰς καὶ ποικίλας ἐσχηκότα διαθέσεις, πάσας δὲ συννευού‐ σας πρὸς τὴν αὐτὴν ὑπόθεσιν. ταῦτα δὴ πάντα διὰ μὲν τῶν γραφόντων καθόλου δυνατὸν ἐπιγνῶναι καὶ μαθεῖν, διὰ δὲ τῶν | |
20 | τοὺς πολέμους αὐτούς, οἷον Περσικὸν ἢ Φιλιππικόν, ἀδύνατον, εἰ μὴ καὶ τὰς παρατάξεις τις ἀναγινώσκων αὐτὰς ἐξ ὧν ἐκεῖνοι γρά‐ φουσιν, ὑπολαμβάνοι σαφῶς ἐπεγνωκέναι καὶ τὴν τοῦ πολέμου τοῦ σύμπαντος οἰκονομίαν καὶ διάθεσιν. ἀλλ’ οὐκ ἔστι τούτων οὐδέν, ἀλλ’ ὅσῳ διαφέρει τὸ μαθεῖν τοῦ μόνον ἀκοῦσαι, τοσούτῳ καὶ | |
25 | τὴν ἡμετέραν ἱστορίαν ὑπολαμβάνω διαφέρειν τῶν ἐπὶ μέρος συν‐ τάξεων. 21. Ὅτι πάσης ἱστορίας ἀλλοτριώτατα ψευδολογεῖν καὶ μα‐ | |
χόμενα γράφειν. | 120 | |
121 | 22. Ὅτι τοῖς τραγωδιογράφοις πᾶσιν αἱ καταστροφαὶ τῶν δραμάτων προσδέονται θεοῦ καὶ μηχανῆς διὰ τὸ τὰς πρώτας ὑπο‐ θέσεις ψευδεῖς καὶ παραλόγους λαμβάνειν, τούς τε συγγραφέας ἀνάγκη τὸ παραπλήσιον πάσχειν καὶ ποιεῖν ἥρωάς τε καὶ θεοὺς | |
5 | ἐπιφαινομένους, ἐπειδὰν τὰς ἀρχὰς ἀπιθάνους καὶ ψευδεῖς ὑπο‐ στήσωνται· πῶς γὰρ οἷόν τε παραλόγοις ἀρχαῖς εὔλογον ἐπιθεῖ‐ ναι τέλος; 23. Ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ τρίτῳ λόγῳ· βραχέα δὲ βουλόμεθα περὶ τῶν ἁρμοζόντων τῇ πραγματείᾳ διεξελθεῖν. ἴσως | |
10 | γὰρ δή τινες ἐπιζητοῦσι πῶς, πεποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατ’ Ἰβηρίαν τόπων, οὔτε περὶ τοῦ καθ’ Ἡρακλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκαμεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύταις συμβαινόντων ἰδιω‐ μάτων, οὐδὲ μὴν περὶ τῶν Βρεττανικῶν νήσων καὶ τῆς τοῦ κατ‐ | |
15 | τιτέρου κατασκευῆς, ἔτι δὲ τῶν ἀργυρίων καὶ χρυσίων τῶν κατὰ τὴν Ἰβηρίαν, ὑπὲρ ὧν οἱ συγγραφεῖς ἀμφισβητοῦντες πρὸς ἀλλή‐ λους τὸν πλεῖστον διατίθενται λόγον. ἡμεῖς δ’ οὐχὶ νομίζοντες ἀλλότριον εἶναι τοῦτο τὸ μέρος τῆς ἱστορίας, διὰ τοῦτο παρελεί‐ πομεν, ἀλλὰ πρῶτον μὲν οὐ βουλόμενοι παρ’ ἕκαστα διασπᾶν τὴν | |
20 | διήγησιν οὐδ’ ἀποπλανᾶν ἀπὸ τῆς πραγματικῆς ὑποθέσεως τοὺς φιληκοοῦντας, δεύτερον δὲ κρίνοντες οὐ διερριμμένην οὐδ’ ἐν παρ‐ έργῳ ποιήσασθαι τὴν περὶ αὐτῶν γνώμην, ἀλλὰ κατ’ ἰδίαν καὶ τόπον καὶ καιρὸν ἀπονείμαντες τῷ μέρει τούτῳ, καθόσον οἷοί τε ἐσμέν, τὴν ἀλήθειαν περὶ αὐτῶν ἐξηγήσασθαι. διόπερ οὐ χρὴ | |
25 | θαυμάζειν οὐδ’ ἐν τοῖς ἑξῆς, ἐὰν ἐπί τινας τόπους ἐρχόμενοι τοι‐ ούτους παραλείπωμεν τοῦτο τὸ μέρος διὰ τὰς προειρημένας αἰτίας. εἰ δέ τινες πάντως ἐπιζητοῦσι κατὰ τόπον καὶ κατὰ μέρος τῶν τοιούτων ἀκούειν, ἴσως ἀγνοοῦσι παραπλήσιόν τι πάσχοντες τοῖς λίχνοις τῶν δειπνητῶν. καὶ γὰρ ἐκεῖνοι πάντων ἀπογευόμενοι | |
30 | τῶν παρακειμένων, οὔτε κατὰ τὸ παρὸν οὐδενὸς ἀληθινῶς ἀπο‐ | |
λαύουσι τῶν βρωμάτων οὔτ’ εἰς τὸ μέλλον ὠφέλιμον ἐξ αὐτῶν τὴν | 121 | |
122 | ἀνάδοσιν καὶ τροφὴν κομίζονται, πᾶν δὲ τοὐναντίον. οἵ τε περὶ τὴν ἀνάγνωσιν τὸ παραπλήσιον ποιοῦντες οὔτε τῆς παραυτίκα διαγωγῆς ἀληθινῶς οὔτε τῆς εἰς τὸ μέλλον ὠφελείας στοχάζονται δεόντως. | |
5 | Διότι μὲν οὖν, εἰ καί τι τῶν τῆς ἱστορίας μερῶν ἄλλο, καὶ τοῦτο προσδεῖ λόγου καὶ διορθώσεως ἀληθινωτέρας, προφανὲς ἐκ πολλῶν, μάλιστα δ’ ἐκ τούτων. σχεδὸν γὰρ πάντων, εἰ δὲ μή γε τῶν πλείστων συγγραφέων πεπειραμένων μὲν ἐξηγεῖσθαι τὰς ἰδιό‐ τητας καὶ θέσεις τῶν περὶ τὰς ἐσχατιὰς τόπων τῆς καθ’ ἡμᾶς | |
10 | οἰκουμένης, ἐν πολλοῖς δὲ τῶν πλείστων διημαρτηκότων, παρα‐ λείπειν μὲν οὐδαμῶς καθήκει, ῥητέον δέ τι πρὸς αὐτοὺς οὐκ ἐκ παρέργου καὶ διερριμμένως ἀλλ’ ἐξ ἐπιστάσεως, καὶ ῥητέον οὐκ ἐπιτιμῶντας οὐδ’ ἐπιπλήττοντας, ἐπαινοῦντας δὲ μᾶλλον καὶ διορ‐ θουμένους τὴν ἄγνοιαν αὐτῶν, γινώσκοντας ὅτι κἀκεῖνοι τῶν νῦν | |
15 | καιρῶν ἐπιλαβόμενοι πολλὰ τῶν αὐτοῖς εἰρημένων εἰς διόρθωσιν ἂν καὶ μετάθεσιν ἤγαγον. ἐν μὲν γὰρ τῷ προγεγονότι χρόνῳ σπανίους ἂν εὕροι τις τῶν Ἑλλήνων τοὺς ἐπιβεβλημένους πολυ‐ πραγμονεῖν τὰ κατὰ τὰς ἐσχατιὰς διὰ τὸ τῆς ἐπιβολῆς ἀδύνατον· πολλοὶ μὲν γὰρ ἦσαν οἱ κατὰ θάλατταν κίνδυνοι τότε καὶ δυσεξ‐ | |
20 | αρίθμητοι, πολλαπλάσιοι δὲ τούτων οἱ κατὰ γῆν. ἀλλ’ εἰ καί τις ἢ κατ’ ἀνάγκην ἢ κατὰ προαίρεσιν ἐξίκοιτο πρὸς τὰ πέρατα τῆς οἰκουμένης, οὐδ’ οὕτως ἥνυε τὸ προκείμενον· δυσχερὲς μὲν γὰρ ἐπὶ πλέον τινῶν αὐτόπτην γενέσθαι διὰ τὸ τοὺς μὲν ἐκβεβαρβα‐ ρῶσθαι τοὺς δ’ ἐρήμους εἶναι τόπους, ἔτι δὲ χαλεπώτερον τὸ | |
25 | περὶ τῶν ὁραθέντων διὰ λόγου τι γνῶναι καὶ μαθεῖν διὰ τὸ τῆς φωνῆς ἐξηλλαγμένον· ἐὰν δὲ καὶ γνοίη τις, ἔτι τῶν πρὸ τοῦ δυσ‐ χερέστερον τὸ τῶν ἑωρακότων τινὰ μετρίῳ χρῆσθαι τρόπῳ, καὶ καταφρονήσαντα τῆς παραδοξολογίας καὶ τερατείας ἑαυτοῦ χάριν προτιμῆσαι τὴν ἀλήθειαν καὶ μηδὲν τῶν πάρεξ ὄντων ἡμῖν ἀπαγ‐ | |
30 | γεῖλαι [τὴν ἀλήθειαν]. διόπερ οὐ δυσχεροῦς ἀλλὰ δυνάτου σχε‐ δὸν ὑπαρχούσης κατά γε τοὺς προγεγονότας καιροὺς τῆς ἀληθοῦς | |
ἱστορίας ὑπὲρ τῶν προειρημένων, οὐκ εἴ τι παρέλειπον οἱ συγ‐ | 122 | |
123 | γραφεῖς ἢ διήμαρτον, ἐπιτιμᾶν αὐτοῖς ἄξιον, ἀλλ’ ἐφ’ ὅσον ἔγνω‐ σάν τι καὶ προσεβίβασαν τὴν ἐμπειρίαν τὴν περὶ τούτων ἐν τοι‐ ούτοις καιροῖς, ἐπαινεῖν καὶ θαυμάζειν αὐτοὺς δίκαιον. ἐν δὲ τοῖς καθ’ ἡμᾶς τῶν μὲν κατὴν Ἀσίαν διὰ τὴν Ἀλεξάνδρου δυνα‐ | |
5 | στείαν τῶν δὲ λοιπῶν τόπων διὰ τὴν Ῥωμαίων ὑπεροχὴν σχεδὸν ἁπάντων πλωτῶν καὶ πορευτῶν γεγονότων, ἀπολελυμένων δὲ καὶ τῶν πρακτικῶν ἀνδρῶν τῆς περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις καὶ φιλοτιμίας, ἐκ δὲ τούτων τὰς μεγάλας ἀφορμὰς εἰλη‐ φότων εἰς τὸ πολυπραγμονεῖν καὶ φιλομαθεῖν περὶ τῶν προειρη‐ | |
10 | μένων, δέον ἂν εἴη καὶ βέλτιον καὶ γινώσκειν ἀληθινώτερον ὑπὲρ τῶν πρότερον ἀγνοουμένων. ὅπερ ἡμεῖς αὐτοί τε πειρασόμεθα ποιεῖν, λαβόντες ἁρμόζοντα τόπον ἐν τῇ πραγματείᾳ τῷ μέρει τούτῳ, τούς τε φιλοπευστοῦντας ὁλοσχερέστερον βουλησόμεθα συν‐ επιστῆσαι περὶ τῶν προειρημένων, ἐπειδὴ καὶ τὸ πλεῖον τούτου | |
15 | χάριν ὑπεδεξάμεθα τοὺς κινδύνους καὶ τὰς κακοπαθείας τοὺς συμ‐ βάντας ἡμῖν ἐν πλάνῃ τῇ κατὰ Λιβύην καὶ κατ’ Ἰβηρίαν ἔτι δὲ Γαλατίαν καὶ τὴν ἔξωθεν ταύταις ταῖς χώραις συγκυροῦσαν θά‐ λατταν, ἵνα διορθωσάμενοι τὴν τῶν προγεγονότων ἄγνοιαν ἐν τού‐ τοις γνώριμα ποιήσωμεν τοῖς Ἕλλησι καὶ ταῦτα τὰ μέρη τῆς οἰ‐ | |
20 | κουμένης. 24. Ὡς εἴ τις οἴεται κυριώτερόν τι μέρος εἶναι στρατηγίας τοῦ γνῶναι τὴν προαίρεσιν καὶ φύσιν τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἀγνοεῖ καὶ τετύφωται. καθάπερ γὰρ ἐπὶ τῶν κατ’ ἄνδρα καὶ ζυ‐ γὸν ἀγωνισμάτων δεῖ τὸν μέλλοντα νικᾶν συνθεωρεῖν πῶς δυνατὸν | |
25 | ἐφικέσθαι τοῦ σκοποῦ καὶ τί γυμνὸν ἢ ποῖον ἔξοπλον μέρος φαί‐ νεται τῶν ἀνταγωνιστῶν, οὕτω χρὴ καὶ τοὺς ὑπὲρ τῶν ὅλων προ‐ εστῶτας σκοπεῖν οὐχ ὅπου τι τοῦ σώματος γυμνὸν ἀλλὰ ποῦ τῆς ψυχῆς εὐχείρωτόν τι παραφαίνεται τοῦ τῶν ἐναντίων ἡγεμόνος, ἐπειδὴ πολλοὶ μὲν διὰ ῥαθυμίαν καὶ τὴν σύμπασαν ἀργίαν οὐ | |
30 | μόνον τὰς κοινὰς πράξεις ἀλλὰ καὶ τοὺς ἰδίους καταπροΐενται | 123 |
124 | βίους ἄρδην, πολλοὶ δὲ διὰ τὴν πρὸς τὸν οἶνον ἐπιθυμίαν οὐδ’ ὑπνῶσαι δύνανται χωρὶς ἀλλοιώσεως καὶ μέθης, ἔνιοι δὲ διὰ τὰς τῶν ἀφροδισίων ὁρμὰς οὐ μόνον πόλεις καὶ βίους ἀναστάτους πεποιήκασιν, ἀλλὰ καὶ τὸ ζῆν αὐτῶν ἀφῄρηνται μετ’ αἰσχύνης. | |
5 | καὶ μὴν δειλία καὶ βλακεία κατ’ ἰδίαν μὲν αὐτοῖς ὄνειδος ἐπιφέρει τοῖς ἔχουσι, περὶ δὲ τὸν τῶν ὅλων ἡγεμόνα γενομένη κοινόν ἐστι καὶ μέγιστον συμπτωμάτων· οὐ γὰρ μόνον ἀπράκτους ποιεῖ τοὺς ὑποταττομένους, πολλάκις δὲ καὶ κινδύνους ἐπιφέρει τοὺς μεγί‐ στους τοῖς πεπιστευκόσι. προπέτειά γε μὴν καὶ θρασύτης καὶ | |
10 | θυμὸς ἄλογος, ἔτι δὲ κενοδοξία καὶ τῦφος εὐχείρωτα μὲν τοῖς ἐχθροῖς, ἐπισφαλέστατα δὲ τοῖς φίλοις· πρὸς γὰρ πᾶσαν ἐπιβου‐ λὴν ἐνέδραν ἀπάτην ἕτοιμος ὅ γε τοιοῦτος. διόπερ εἴ τις δύναιτο συννοεῖν τὰ περὶ τοὺς πέλας ἁμαρτήματα καὶ τῇδέ που προϊέναι τοῖς ὑπεναντίοις ᾗ μάλιστα καὶ δι’ ὧν εὐχείρωτος ἔστι ὁ προ‐ | |
15 | εστὼς τῶν [δὲ] πολεμίων, τάχιστ’ ἂν τῶν ὅλων κρατοίη. καθάπερ γὰρ νεὼς ἐὰν ἀφέλῃ τις τὸν κυβερνήτην, τὸ ὅλον αὐτανδρεὶ σκά‐ φος ὑποχείριον γίνεται τοῖς ἐχθροῖς, τὸν αὐτὸν τρόπον ἐὰν τὸν προεστῶτα πόλεμον δυνάμεως χειρώσηταί τις κατὰ τὰς ἐπιβολὰς καὶ συλλογισμούς, αὐτανδρεὶ γίνεται πολλάκις κρατεῖν τῶν ἀντι‐ | |
20 | ταττομένων. ἃ δὴ καὶ Ἀννίβας προϊδόμενος καὶ συλλογισάμενος περὶ τοῦ τῶν ἐναντίων ἡγεμόνος οὐ διεσφάλη τῆς ἐπιβολῆς. 25. .... πόλεις ἐλευθέρας καὶ αὐτονόμους κατὰ τὴν ἐπὶ Ἀν‐ ταλκίδου γενομένην εἰρήνην, τοὺς δ’ ἁρμοστὰς οὐκ ἐξῆγον ἐκ τῶν πόλεων. Μαντινεῖς φίλους ὄντας καὶ συμμάχους ἀναστάτους ποιή‐ | |
25 | σαντες οὐκ ἔφασαν ἀδικεῖν, ἐκ μιᾶς πόλεως εἰς πλείους αὐτοὺς | |
διοικήσαντες, ἀνοίᾳ μετὰ κακίας τὸ δοκεῖν, ἐάν τις αὐτὸς ἐπιμύῃ, | 124 | |
125 | μηδὲ τοὺς πέλας ὁρᾶν. ἀμφοτέροις τοίνυν ὁ ζῆλος οὗτος τῆς πο‐ λιτείας αἴτιος κατέστη τῶν μεγίστων συμπτωμάτων· ὃν οὐδαμῶς οὐδαμῇ ζηλωτέον, οὔτε κατ’ ἰδίαν οὔτε κοινῇ, τοὺς ὀρθῶς βου‐ λομένους. | |
5 | 26. Ταῦτα δ’ ἐπράττετο κατὰ τοὺς καιροὺς καθ’ οὓς Ἀννί‐ βας, γεγονὼς κύριος τῶν ἐντὸς Ἴβηρος ποταμοῦ πάντων, ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὴν Ζακανθαίων πόλιν. εἰ μὲν οὖν τὰς πρώτας ἐπιβολὰς τὰς Ἀννίβου ταῖς Ἑλληνικαῖς πράξεσιν ἀπ’ ἀρχῆς εὐ‐ θέως ἐπιπεπλέχθαι συνέβαινε, δῆλον ὡς ἐν τῇ προτέρᾳ βίβλῳ | |
10 | περὶ τούτων ἂν ἡμᾶς ἐναλλὰξ ἔδει καὶ κατὰ περίθεσιν τοῖς Ἰβη‐ ρικοῖς πεποιῆσθαι τὴν ἐξήγησιν, ἀκολουθοῦντας τοῖς καιροῖς· ἐπεὶ δὲ τά τε κατὰ τὴν Ἰταλίαν καὶ κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὴν Ἀσίαν τὰς μὲν ἀρχὰς τῶν πολέμων τούτων ἰδίας εἰλήφει, τὰς δὲ συντελείας κοινάς, καὶ τὴν ἐξήγησιν περὶ αὐτῶν ἐκρίναμεν ποιήσα‐ | |
15 | σθαι κατ’ ἰδίαν, ἕως ἂν ἐπὶ τὸν καιρὸν ἔλθωμεν τοῦτον ἐν ᾧ συνεπλάκησαν αἱ πράξεις ἀλλήλαις καὶ πρὸς ἓν τέλος ἤρξαντο τὴν ἀναφορὰν ἔχειν (οὕτω γὰρ ἥ τε περὶ τὰς ἀρχὰς ἑκάστων ἔσται διή‐ γησις σαφὴς ἥ τε συμπλοκὴ καταφανής, περὶ ἧς ἐν ἀρχαῖς ἐνεδει‐ ξάμεθα, παραδείξαντες πότε καὶ πῶς καὶ δι’ ἃς αἰτίας γέγονεν), | |
20 | λοιπὸν ἤδη κοινὴν ποιήσασθαι περὶ πάντων τὴν ἱστορίαν. 27. Μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατ’ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ’ ἰδίαν τὸ τῶν ῥαδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μά‐ λιστα τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια. | |
25 | 28. Ὅτι τοῖς Ἀκαρνᾶσιν, εἰ καί τισιν ἑτέροις, δίκαιον ἦν συγγνώμην ἔχειν ὑπερτιθεμένοις καὶ καταμέλλουσι καὶ καθόλου δεδιόσι τὸν ἀπὸ τῶν ἀστυγειτόνων πόλεμον, καὶ μὴ τοῖς Αἰτωλοῖς πολεμεῖν. ἀλλά μοι δοκοῦσιν οἱ γνήσιοι τῶν ἀνδρῶν καὶ κοινῇ καὶ | |
κατ’ ἰδίαν οὐδέποτε περὶ πλείονος οὐδὲν ποιεῖσθαι τοῦ καθήκον‐ | 125 | |
126 | τος· ὅπερ Ἀκαρνᾶνες ἐν τοῖς πλείστοις καιροῖς οὐδενὸς τῶν Ἑλ‐ λήνων ἧττον εὑρίσκονται διατετηρηκότες, καίπερ ἀπὸ μικρᾶς ὁρμώ‐ μενοι δυνάμεως. οἷς οὐκ ὀκνητέον κατὰ τὰς περιστάσεις κοινωνεῖν πραγμάτων, σπευστέον δὲ μᾶλλον, εἰ καί τισιν ἑτέροις τῶν Ἑλλή‐ | |
5 | νων· καὶ γὰρ ἰδίᾳ καὶ κοινῇ στάσιμον ἔχουσί τι καὶ φιλελεύθερον. 29. Ἐγὼ μὲν γὰρ φοβερὸν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον· ἐπεὶ τί καὶ θρασύνομεν τὴν ἰσηγορίαν καὶ παρρησίαν καὶ τὸ τῆς ἐλευθερίας ὄνομα πάντες, εἰ μηδὲν ἔσται προυργιαί‐ | |
10 | τερον τῆς εἰρήνης; οὐδὲ γὰρ Θηβαίους ἐπαινοῦμεν κατὰ τὰ Μη‐ δικά, διότι τῶν ὑπὲρ τῆς Ἑλλάδος ἀποστάντες κινδύνων τὰ Περ‐ σῶν εἵλοντο διὰ τὸν φόβον, οὐδὲ Πίνδαρον τὸν συναποφηνάμενον αὐτοῖς ἄγειν τὴν ἡσυχίαν διὰ [δὲ] τῶνδε τῶν ποιημάτων· τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς | |
15 | ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος. δόξας γὰρ παραυτίκα πιθανῶς εἰρηκέναι, μετ’ οὐ πολὺ πάν‐ των αἰσχίστην εὑρέθη καὶ βλαβερωτάτην πεποιημένος ἀπόφασιν· εἰρήνη γὰρ μετὰ 〈μὲν〉 τοῦ δικαίου καὶ πρέποντος κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας ἢ δειλίας ἐπονειδίστου | |
20 | πάντων αἴσχιστον καὶ βλαβερώτατον. Οἱ δὲ τῶν Μεσσηνίων προεστῶτες, ὀλιγαρχικοὶ καὶ στοχα‐ ζόμενοι τοῦ παραυτίκα κατ’ ἰδίαν λυσιτελοῦς, φιλοτιμότερον τοῦ δέοντος ἀεὶ διέκειντο πρὸς τὴν εἰρήνην. διὸ πολλὰς μὲν περι‐ στάσεις καὶ καιροὺς ἔχοντες, ἐνίοτε δὲ καὶ φόβους καὶ κινδύνους | |
25 | διωλίσθανον· ἠθροίζετο δὲ κατὰ τὴν πρόθεσιν ταύτην ἀεὶ τὸ κε‐ φάλαιον αὐτοῖς, καὶ μεγίσταις ἐποίουν παλαίειν τὴν πατρίδα συμ‐ φοραῖς. δοκῶ δ’ ἔγωγε τὴν αἰτίαν εἶναι ταύτην, ὅτι δυσὶ γειτνι‐ ῶντες ἔθνεσι τοῖς μεγίστοις τῶν κατὰ Πελοπόννησον, μᾶλλον δὲ καὶ σχεδὸν τῶν Ἑλληνικῶν, λέγω δὲ τῶν τε Ἀρκάδων καὶ Λακώ‐ | |
30 | νων, καὶ τοῦ μὲν ἐχθρῶς καὶ ἀκαταλλάκτως ἀεί ποτε πρὸς αὐτοὺς | 126 |
127 | ἔχοντος, ἐξ οὗ καὶ κατέσχον τὴν χώραν, τοῦ δὲ φιλικῶς καὶ κηδε‐ μονικῶς, οὔτε τὴν πρὸς Λακεδαιμονίους ἔχθραν εὐγενῶς ἀνελάμ‐ βανον οὔτε τὴν πρὸς Ἀρκάδας φιλίαν. λοιπὸν ὅταν μὲν οὗτοι πρὸς ἀλλήλους ἢ πρὸς ἑτέρους πολεμοῦντες ἐν περισπασμοῖς ἦσαν, | |
5 | ἐγένετο τὸ δέον αὐτοῖς· ἦγον γὰρ τὴν εἰρήνην ἀεὶ παρευδιαζόμενοι διὰ τὴν τοῦ τόπου παράπτωσιν· ὅταν δ’ εὔσχολοι καὶ περίσπα‐ στοι Λακεδαιμόνιοι γενηθέντες ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐ‐ τούς, οὔτ’ αὐτοὶ δι’ αὐτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τῶν Λακεδαιμονίων, οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀλη‐ | |
10 | θινῶς αὐτοῖς πάντα συνυποστησομένους ἢ δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες ἢ φεύγοντες τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λείποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν. 30. Ὅτι ἐάν ποτε κίνησιν καὶ στάσιν σχῇ ἡ τῶν Μεσσηνίων χώρα, μίαν ὁρῶ Μεσσηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύ‐ | |
15 | νασθαι νέμεσθαι τὴν αὐτῶν χώραν, ἐὰν συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην, παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοι‐ νωνεῖν ἀλλήλοις ἀληθινῶς. Ὁ δὲ λόγος οὗτος ἔχει καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν. οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς | |
20 | τοῦ Λυκίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατ’ Ἀριστομένην και‐ ροῖς, ὡς Καλλισθένης φησί, γράψαντες τὸ γράμμα τοῦτο· πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, εὗρε δὲ Μεσσήνης σὺν Διῒ τὸν προδότην ῥηϊδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ’ ἐπίορκον. | |
25 | χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίην. ἐπεὶ γὰρ τῆς αὐτῶν ἐστερήθησαν, οἱονεὶ περὶ δευτέρας πατρίδος, ὥς γ’ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχόμενοι σώζειν τὴν Ἀρκαδίαν, τοῦτ’ | |
ἀνέθεσαν τὸ γράμμα. καὶ τοῦτο εἰκότως. ταῦτα δ’ εἴρηται, ἵνα | 127 | |
128 | μνημονεύοντες τῶν συμβεβηκότων αὐτοῖς παρὰ τὰς πατρίδας ἀτυ‐ χημάτων ὑπὸ Λακεδαιμονίων ἀληθινῶς ἀντέχωνται τῆς πρὸς αὐ‐ τοὺς εὐνοίας καὶ πίστεως, καὶ μήτε φόβον ὑφορώμενοι μήτ’ εἰ‐ ρήνης ἐπιθυμοῦντες ἐγκαταλείπωσιν ἀλλήλους ἐν ταῖς ὁλοσχερέσι | |
5 | περιστάσεσι. καί μοι δοκεῖ τοῦτ’ ἀληθὲς εἶναι, διότι πολλάκις τὸ τολμᾶν περιττὸν εἰς ἄνοιαν καὶ τὸ μηδὲν καταντᾶν εἴωθεν· οἱ γὰρ Λακεδαιμόνιοι τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρί‐ τους ἀπέστειλαν. 31. Ὅτι οἱ δυνάμενοι τῶν ἀνθρώπων ἐπιδεξίως ὁμιλεῖν τοῖς | |
10 | συμπεριφερομένοις οὐ μόνον παρόντες ἀλλὰ καὶ μακρὰν ἀφεστῶτες ἐγκαταλείπουσί τινα καὶ λίαν ἰσχυρὰ τῆς πρὸς αὐτοὺς εὐνοίας αἰ‐ θύγματα, ὥσπερ οἱ Λακεδαιμόνιοι· οἵ γε χωρὶς τῶν ἄλλων, καὶ τότε, πολιτευόμενοι κατὰ τὰ πάτρια σχεδὸν ἤδη τρεῖς ἐνιαυτοὺς μετὰ τὴν Κλεομένους ἔκπτωσιν, οὐδ’ ἐπενόησαν οὐδέποτε βασιλεῖς | |
15 | καταστῆσαι τῆς Σπάρτης· ἅμα δὲ τῷ τὴν φήμην ἀφικέσθαι περὶ τῆς Κλεομένους τελευτῆς ὥρμησαν ἐπὶ τὸ βασιλεῖς καθιστάναι. 32. Ὅτι τὸ μὴ ἐπακοῦσαι τὸν στρατηγὸν Ἄρατον καὶ δοῦναι Δυμαίοις βοήθειαν, καὶ τούτους ἰδίᾳ μὲν συστήσασθαι μισθοφό‐ ρους καταμέλλοντος τοῦ τῶν Ἀχαιῶν ἡγεμόνος, τὴν αἰτίαν ἐπὶ τὸν | |
20 | στρατηγὸν ἄν τις ἀναφέροι δικαίως τὸν ὀλιγωροῦντα καὶ κατα‐ μέλλοντα καὶ προϊέμενον ἀεὶ τοὺς δεομένους. πᾶς γὰρ ὁ κινδυ‐ νεύων, ἕως μὲν ἄν τινος ἐλπίδος ἀντέχηται παρὰ τῶν οἰκείων καὶ συμμάχων, προσανέχειν φιλεῖ ταύταις, ὅταν δὲ δυσχρηστῶν ἀπο‐ γνῷ, τότ’ ἤδη βοηθεῖν ἀναγκάζεται αὑτῷ κατὰ δύναμιν. | |
25 | 33. Ὅτι τυράννου μὲν ἔργον ἐστὶ τὸ κακῶς ποιοῦντα τῷ φόβῳ | 128 |
129 | δεσπόζειν ἀκουσίως, μισούμενον καὶ μισοῦντα τοὺς ὑποταττομένους· βασιλέως δὲ τὸ πάντας εὖ ποιοῦντα, διὰ τὴν εὐεργεσίαν καὶ φιλαν‐ θρωπίαν ἀγαπώμενον, ἑκόντων ἡγεῖσθαι καὶ προστατεῖν. 34. Βραχεῖς γὰρ δὴ πάνυ καιροὶ πάντας μὲν ἀνθρώπους ὡς | |
5 | ἐπίπαν ὑψοῦσι καὶ πάλιν ταπεινοῦσι, μάλιστα δὲ τοὺς ἐν ταῖς βασιλείαις. ὄντως γάρ εἰσιν οὗτοι παραπλήσιοι ταῖς ἐπὶ τῶν ἀβακίων ψήφοις· ἐκεῖναί τε γὰρ κατὰ τὴν τοῦ ψηφίζοντος βού‐ λησιν ἄρτι χαλκοῦν καὶ παραυτίκα τάλαντον ἴσχουσιν, οἵ τε περὶ τὰς αὐλὰς κατὰ τὸ τοῦ βασιλέως νεῦμα μακάριοι καὶ παρὰ πόδας | |
10 | ἐλεεινοὶ γίνονται. 35. Ὅτι φησὶν ὁ Πολύβιος· ἡμεῖς δὲ ἐπειδὴ κατά τε τὴν τῶν χρόνων διαίρεσιν καὶ κατὰ τὴν τῶν πράξεων περιγραφὴν ἁρμό‐ ζοντα τόπον εἰλήφαμεν, μεταβάντες ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πρά‐ ξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα τοῖς προειρημένοις ἐπιτελε‐ | |
15 | σθείσας, αὖθις ὑπὲρ ἐκείνων ποιησόμεθα τὴν ἐξήγησιν, καὶ πρῶ‐ τον ἐπιχειρήσομεν δηλοῦν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸν ὑπὲρ Κοίλης Συρίας Ἀντιόχῳ καὶ Πτολεμαίῳ συστάντα πόλεμον, σαφῶς μὲν γινώσκοντες ὅτι κατὰ τὸν καιρὸν τοῦτον, εἰς ὃν ἐλήξαμεν τῶν Ἑλληνικῶν, ὅσον οὔπω κρίνεσθαι συνέβαινε καὶ πέρας λαμβάνειν | |
20 | αὐτόν, αἱρούμενοι δὲ τὴν τοιαύτην ἐπίστασιν καὶ διαίρεσιν τῆς ἐνεστώσης διηγήσεως. τοῦ μὲν γὰρ .... 36. ....τιόν ἐστιν ὅτι τὰς τῶν πρότερον ἐπταικότων ἐν ἑκά‐ στοις περιπετείας οὐ ποιούμεθα προχείρους, ἀλλὰ σίτου μὲν καὶ χρημάτων πλῆθος ἔτι δὲ τειχῶν καὶ βελῶν κατασκευὰς μετὰ πολ‐ | |
25 | λῆς ταλαιπωρίας καὶ δαπάνης ἑτοιμαζόμεθα πρὸς τὰ παράδοξα τῶν συμβαινόντων, ὃ δ’ ἐστὶ ῥᾷστον μὲν τῶν ὄντων, μεγίστας δὲ παρέχεται χρείας ἐν τοῖς ἐπισφαλέσι καιροῖς, τούτου πάντες κατο‐ λιγωροῦμεν, καὶ ταῦτα δυνάμενοι μετ’ εὐσχήμονος ἀναπαύσεως ἅμα καὶ διαγωγῆς ἐκ τῆς ἱστορίας καὶ πολυπραγμοσύνης περιποιεῖσθαι | |
30 | τὴν τοιαύτην ἐμπειρίαν. τοῦτ’ εἴρηται περὶ τοῦ Λογβάσεως τοῦ | |
προδότου τῆς πατρίδος, εἰς Γαρσύηριν προδιδόντος τοὺς Σελγεῖς. | 129 | |
130 | 37. Ὅτι τοῦ Ῥοδίων κολοσσοῦ πεσόντος ἐκ τοῦ σεισμοῦ οὗτοι παρὰ τὸν χειρισμὸν τὸ μὲν σύμπτωμα ποιοῦντες μέγα καὶ δεινόν, αὐτοὶ δὲ σεμνῶς καὶ προστατικῶς κατὰ τὰς πρεσβείας χρώμενοι ταῖς ἐντεύξεσι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις, εἰς μέγα ἀνῆλθον | |
5 | εὐτυχίας. τοιοῦτον ἄγνοια καὶ ῥαθυμία διαφέρει παρ’ ἀνθρώποις ἐπιμελείας καὶ φρονήσεως περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας, ὥστε τοῖς μὲν καὶ τὰς ἐπιτυχίας βλάβην ἐπι‐ φέρειν, τοῖς δὲ καὶ τὰς περιπετείας ἐπανορθώσεως γίνεσθαι πα‐ ραιτίας. τάς γε μὴν πόλεις τὰς συνεπιλαμβανομένας αὐτοῖς τότε | |
10 | κατὰ δύναμιν οὐδ’ ἂν ἐξαριθμήσαιτο ῥαδίως οὐδείς. ὥσθ’ ὅταν μέν τις εἰς τὸν χρόνον ἐμβλέψῃ καὶ τὴν ἀρχὴν ἀφ’ οὗ συμβαίνει τὴν πόλιν αὐτῶν συνῳκίσθαι, καὶ λίαν θαυμάζειν ὡς βραχεῖ χρόνῳ μεγάλην ἐπίδοσιν εἴληφεν περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως· ὅταν δ’ εἰς τὴν εὐκαιρίαν τοῦ τόπου καὶ τὴν | |
15 | ἔξωθεν ἐπιφορὰν καὶ συμπλήρωσιν τῆς εὐδαιμονίας, μηκέτι θαυ‐ μάζειν, μικροῦ δ’ ἐλλείπειν δοκεῖν τοῦ καθήκοντος. Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν πρῶτον μὲν τῆς Ῥοδίων περὶ τὰ κοινὰ προστασίας (ἐπαίνου γάρ εἰσιν ἄξιοι καὶ ζήλου), δεύτερον δὲ τῆς τῶν νῦν βασιλέων μικροδοσίας καὶ τῆς τῶν ἐθνῶν καὶ πό‐ | |
20 | λεων μικροληψίας, ἵνα μήθ’ οἱ βασιλεῖς τέτταρα καὶ πέντε προϊέ‐ μενοι τάλαντα δοκῶσί τι ποιεῖν μέγα καὶ ζητῶσι τὴν αὐτὴν εὔνοιαν ὑπάρχειν αὐτοῖς καὶ τιμὴν παρὰ τῶν Ἑλλήνων, ἣν οἱ πρὸ τοῦ βασιλεῖς εἶχον, αἵ τε πόλεις λαμβάνουσαι πρὸ ὀφθαλμῶν τὸ μέ‐ γεθος τῶν πρότερον δωρεῶν μὴ λανθάνωσιν ἐπὶ μικροῖς καὶ τοῖς | |
25 | τυχοῦσι νῦν τὰς μεγίστας καὶ καλλίστας προϊέναι τιμάς, ἀλλὰ πει‐ | 130 |
131 | ρῶνται τὸ κατ’ ἀξίαν ἑκάστοις τηρεῖν, ὡς πλεῖστον διαφέρουσιν Ἕλληνες τῶν ἄλλων ἀνθρώπων. 38. Οὐκ ἀγνοῶ μὲν οὖν διότι τινὲς διαπορήσουσι πῶς ἀφέ‐ μενοι τοῦ συνάπτειν καὶ προστιθέναι τὸ συνεχὲς τῆς διηγήσεως, | |
5 | εἰς τοῦτον ἀπεθέμεθα τὸν καιρὸν τὸν ὑπὲρ τῆς προειρημένης πο‐ λιτείας ἀπολογισμόν· ἐμοὶ δὲ ὅτι μὲν ἦν ἐξ ἀρχῆς ἕν τι τῶν ἀναγ‐ καίων καὶ τοῦτο τὸ μέρος τῆς ὅλης προθέσεως, ἐν πολλοῖς οἶμαι δῆλον αὐτὸ πεποιηκέναι, μάλιστα δ’ ἐν τῇ καταβολῇ καὶ προεκ‐ θέσει τῆς ἱστορίας, ἐν ᾗ τοῦτο κάλλιστον ἔφαμεν ἅμα δ’ ὠφελι‐ | |
10 | μώτατον εἶναι τῆς ἡμετέρας ἐπιβολῆς τοῖς ἐντυγχάνουσι τῇ πραγ‐ ματείᾳ, τὸ γνῶναι καὶ μαθεῖν πῶς καὶ τίνι γένει πολιτείας ἐπι‐ κρατηθέντα σχεδὸν πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν οὐδ’ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν τὴν Ῥωμαίων ἔπεσεν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. κεκριμένου δὲ τούτου καιρὸν | |
15 | οὐχ ἑώρων ἐπιτηδειότερον εἰς ἐπίστασιν καὶ δοκιμασίαν τῶν λέγε‐ σθαι μελλόντων ὑπὲρ τῆς πολιτείας τοῦ νῦν ἐνεστῶτος. καθάπερ 〈γάρ〉 οἱ κατ’ ἰδίαν ὑπὲρ τῶν φαύλων ἢ τῶν σπουδαίων ἀνδρῶν ποιούμενοι τὰς διαλήψεις, ἐπειδὰν ἀληθῶς προθῶνται δοκιμάζειν, οὐκ ἐκ τῆς ἀπεριστάτου ῥᾳστώνης κατὰ τὸν βίον ποιοῦνται τὰς | |
20 | ἐπισκέψεις, ἀλλ’ ἐκ τῶν ἐν ταῖς ἀτυχίαις περιπετειῶν καὶ τῶν ἐν ταῖς ἐπιτυχίαις κατορθωμάτων, μόνον νομίζοντες εἶναι ταύτην ἀν‐ δρὸς τελείου βάσανον, τὸ τὰς ὁλοσχερεῖς μεταβολὰς τῆς τύχης μεγαλοψύχως δύνασθαι καὶ γενναίως ὑποφέρειν, τὸν αὐτὸν τρόπον χρὴ θεωρεῖν καὶ πολιτείαν. διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυ‐ | |
25 | τέραν ἢ μείζονα λάβοι μεταβολὴν τῶν καθ’ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προει‐ κημένων ἀπολογισμόν. γνοίη δ’ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τούτων. ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ. 39. Ὅτι τὸ ψυχαγωγοῦν ἅμα καὶ τὴν ὠφέλειαν ἐπιφέρον τοῖς | |
30 | φιλομαθοῦσι τοῦτ’ ἐστιν ἡ τῶν αἰτιῶν θεωρία καὶ τοῦ βελτίονος | 131 |
132 | ἐν ἑκάστοις αἵρεσις· μεγίστην δ’ αἰτίαν ἡγητέον ἐν παντὶ πράγ‐ ματι καὶ πρὸς ἐπιτυχίαν καὶ τοὐναντίον τὴν τῆς πολιτείας σύ‐ στασιν· ἐκ γὰρ ταύτης ᾗπερ ἐκ πηγῆς οὐ μόνον ἀναφέρεσθαι συμ‐ βαίνει πάσας τὰς ἐπινοίας καὶ τὰς ἐπιβολὰς τῶν ἔργων, ἀλλὰ καὶ | |
5 | συντέλειαν λαμβάνειν. 40. Ὅτι ἐν τοῖς πλείστοις τῶν ἀνθρωπείων ἔργων οἱ μὲν κτησάμενοι πρὸς τὴν τήρησιν, οἱ δ’ ἕτοιμα παραλαβόντες πρὸς τὴν ἀπώλειαν εὐφυεῖς εἰσιν. 41. Ὅτι ἀπὸ τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα τριά‐ | |
10 | κοντα ἔτεσιν ὕστερον ἀπὸ τούτων τῶν καιρῶν ἀεὶ τῶν κατὰ μέρος προδιευκρινουμένων ἦν καὶ κάλλιστον καὶ τέλειον ἐν τοῖς Ἀννι‐ βιακοῖς καιροῖς, ἀφ’ ὧν ἡμεῖς εἰς ταῦτα τὴν ἐκτροπὴν ἐποιησά‐ μεθα. διὸ καὶ τὸν ὑπὲρ τῆς συστάσεως αὐτοῦ λόγον ἀποδεδωκό‐ τες πειρασόμεθα νῦν ἤδη διασαφεῖν ὁποῖόν τι κατ’ ἐκείνους | |
15 | ὑπῆρχε τοὺς καιρούς, ἐν οἷς λειφθέντες τῇ περὶ Κάνναν μάχῃ τοῖς ὅλοις ἔπταισαν πράγμασιν. οὐκ ἀγνοῶ δὲ διότι τοῖς ἐξ αὐ‐ τῆς 〈τῆσ〉 πολιτείας ὁρμωμένοις ἐλλειπεστέραν φανησόμεθα ποι‐ εῖσθαι τὴν ἐξήγησιν, ἔνια παραλιπόντες τῶν κατὰ μέρος· πᾶν γὰρ ἐπιγινώσκοντες καὶ παντὸς πεῖραν εἰληφότες διὰ τὴν ἐκ παίδων | |
20 | τοῖς ἔθεσι καὶ νομίμοις συντροφίαν οὐ τὸ λεγόμενον θαυμάσουσιν ἀλλὰ τὸ παραλειπόμενον ἐπιζητήσουσιν, οὐδὲ κατὰ πρόθεσιν ὑπο‐ λήψονται τὸν γράφοντα παραλιπεῖν τὰς μικρὰς διαφοράς, ἀλλὰ κατ’ ἄγνοιαν παρασιωπᾶν τὰς ἀρχὰς καὶ τὰ συνέχοντα τῶν πραγ‐ μάτων. ἃ ῥηθέντα μὲν οὐκ ἂν ἐθαύμαζον ὡς ὄντα μικρὰ καὶ πάρ‐ | |
25 | εργα, παραλειπόμενα δ’ ἐπιζητοῦσιν ὡς ἀναγκαῖα, βουλόμενοι δο‐ κεῖν αὐτοὶ πλέον εἰδέναι τῶν συγγραφέων. δεῖ δὲ τὸν ἀγαθὸν κριτὴν οὐκ ἐκ τῶν παραλειπομένων δοκιμάζειν τοὺς γράφοντας ἀλλ’ ἐκ τῶν λεγομένων, κἂν μὲν ἐν τούτοις τι λαμβάνῃ ψεῦδος, | |
εἰδέναι διότι κἀκεῖνα παραλείπεται δι’ ἄγνοιαν, ἐὰν δὲ πᾶν τὸ | 132 | |
133 | λεγόμενον ἀληθὲς ᾖ, συγχωρεῖν διότι κἀκεῖνα παρασιωπᾶται κατὰ κρίσιν, οὐκ ἄγνοιαν. Ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς φιλοδοξότερον ἢ δι‐ καιότερον ἐπιτιμῶντας τοῖς συγγραφεῦσιν. | |
5 | 42. Ὅτι πᾶν πρᾶγμα σὺν καιρῷ θεωρούμενον ὑγιεῖς λαμβάνει καὶ τὰς συγκαταθέσεις καὶ τὰς ἐπιτιμήσεις· μεταπεσόντος δὲ τού‐ του καὶ πρὸς τὰς ἄλλας περιστάσεις συγκρινόμενον οὐχ οἷον αἱρε‐ τὸν ἀλλ’ οὐδ’ ἀνεκτὸν ἂν φανείη τὸ κράτιστα καὶ ἀληθινώτατα πολλάκις ὑπὸ τῶν συγγραφέων εἰρημένον. | |
10 | 43. Ὅτι Φιλίππου τοῦ βασιλέως Μακεδόνων τὴν τῶν Μεσ‐ σηνίων ἀκρόπολιν κατασχεῖν βουλομένου καὶ φήσαντος πρὸς τοὺς προεστῶτας τῆς πόλεως βούλεσθαι θεάσασθαι τὴν ἀκρόπολιν καὶ θῦσαι τῷ Διί, ἀναβάντος μετὰ τῆς θεραπείας καὶ θύοντος, μετὰ ταῦτα ἐκ τῶν τυθέντων ἱερείων προσενεχθέντων αὐτῷ τῶν σπλάγ‐ | |
15 | χνων, δεξάμενος εἰς τὰς χεῖρας καὶ βραχὺ διακλίνας ἤρετο προ‐ τείνων τοῖς περὶ τὸν Ἄρατον, τί δοκεῖ τὰ ἱερὰ σημαίνειν, πότερον ἐκχωρεῖν τῆς ἄκρας ἢ κρατεῖν αὐτῆς. ὁ δὲ Δημήτριος αὐτόθεν ἐκ τοῦ προβεβηκότος „εἰ μὲν μάντεως φρένας ἔχεισ“ ἔφη, „ἐκχωρεῖν τὴν ταχίστην, εἰ δὲ βασιλέως πραγματικοῦ, τηρεῖν αὐτήν, ἵνα μὴ | |
20 | νῦν ἀφεὶς ζητῇς ἕτερον ἐπιτηδειότερον καιρόν· οὕτω γὰρ ἑκατέρων τῶν κεράτων κρατῶν μόνος ἂν ὑποχείριον ἔχοις τὸν βοῦν“, αἰνιτ‐ τόμενος τὰ μὲν κέρατα τὸν Ἰθωμάτην καὶ τὸν Ἀκροκόρινθον, τὴν δὲ Πελοπόννησον τὸν βοῦν. ὁ δὲ Φίλιππος ἐπιστρέψας πρὸς τὸν Ἄρτον „σὺ δὲ ταῦτα συμβουλεύεις;“ ἔφη. τοῦ δ’ ἐπισχόντος, | |
25 | αὐτὸν λέγειν ἠξίου τὸ φαινόμενον. ὁ δὲ διαπορήσας „εἰ μὲν χω‐ ρίσ“ ἔφη „τοῦ παρασπονδῆσαι Μεσσηνίους δύνῃ κρατεῖν τοῦ τό‐ που τούτου, συμβουλεύω κρατεῖν· εἰ δὲ τοῦτον καταλαβὼν φρουρᾷ πάσας ἀπολλύναι μέλλεις τὰς ἀκροπόλεις καὶ τὴν φρουράν, ἣν | |
παρέλαβες παρὰ Ἀντιγόνου, φρουρούμενος τοὺς συμμάχουσ“ (λέγων | 133 | |
134 | τὴν πίστιν), „σκόπει μὴ καὶ νῦν κρεῖττον ᾖ τοὺς ἄνδρας ἐξαγα‐ γόντα τὴν πίστιν αὐτοῦ καταλιπεῖν, καὶ ταύτῃ φρουρεῖν Μεσ‐ σηνίους.“ 44. Ὅτι μεγάλην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς | |
5 | ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις, ὑπὲρ ἧς οἱ πλείους οὐκ οἶδ’ ὅπως ῥα‐ θυμοῦντες οὐδὲ τὴν ἐλαχίστην ποιοῦνται πρόνοιαν. 45. Λοιπὸν ταῖς ἀδήλοις ἐλπίσι προσανέχων διὰ τὸ πρόδη‐ λον τῆς τιμωρίας πᾶν ἔκρινεν ὑπομένειν. | |
10 | 46. Ὅτι Τιβέριος ὁ Ῥωμαίων στρατηγὸς δόλῳ ἐνεδρευθεὶς καὶ γενναίως ὑποστὰς σὺν τοῖς περὶ αὐτὸν τὸν βίον κατέστρεψεν. περὶ δὲ τῶν τοιούτων περιπετειῶν πότερα χρὴ τοῖς πάσχουσιν ἐπιτιμᾶν ἢ συγγνώμην ἔχειν, κα.... 47. .... πιστεύειν ῥαδίως, καθ’ ἕτερον δὲ πρὸς τὸ μὴ μεγα‐ | |
15 | λαυχεῖν ἐν ταῖς εὐπραγίαις, πᾶν δὲ προσδοκᾶν ἀνθρώπους ὄντας. 48. Ὅτι οἱ Ταραντῖνοι διὰ τὸ τῆς εὐδαιμονίας ὑπερήφανον ἐπεκαλέσαντο Πύρρον τὸν Ἠπειρώτην· πᾶσα γὰρ ἐλευθερία μετ’ ἐξουσίας πολυχρονίου φύσιν ἔχει κόρον λαμβάνειν τῶν ὑποκειμέ‐ νων, κἄπειτα ζητεῖ δεσπότην· τυχοῦσά γε μὴν τούτου ταχὺ πάλιν | |
20 | μισεῖ διὰ τὸ μεγάλην φαίνεσθαι τὴν πρὸς τὸ χεῖρον μεταβολήν. ὃ καὶ τότε συνέβαινε τοῖς Ταραντίνοις. 49. Ὅτι πᾶν τὸ μέλλον κρεῖττον φαίνεται τοῦ παρόντος ὑπάρχειν. 50. Ὅτι τοῦ τετραετοῦς διαστήματος τὴν πάροδον ὀλυμπιάδα | |
25 | φαμὲν εἶναι. | |
51. Οὐκ ἀγνοῶ δὲ διότι συμβαίνει τὴν πραγματείαν ἡμῶν ἔχειν | 134 | |
135 | αὐστηρόν τι καὶ πρὸς ἓν γένος ἀκροατῶν οἰκειοῦσθαι καὶ κρίνε‐ σθαι διὰ τὸ μονοειδὲς τῆς συντάξεως. οἱ μὲν γὰρ ἄλλοι συγγρα‐ φεῖς σχεδὸν ἅπαντες, εἰ δὲ μή γ’, οἱ πλείους, πᾶσι τοῖς τῆς ἱστορίας μέρεσι χρώμενοι πολλοῖς ἐφέλκονται πρὸς ἔντευξιν τῶν | |
5 | ὑπομνημάτων. τὸ μὲν γὰρ φιλήκοον ὁ γενεαλογικὸς τρόπος ἐπί‐ σταται, τὸν δὲ πολυπράγμονα καὶ περιττὸν ὁ περὶ τὰς ἀποικίας καὶ κτήσεις καὶ συγγενείας, καθά που καὶ παρ’ Ἐφόρῳ λέγεται, τὸν δὲ πολιτικὸν ὁ περὶ τὰς πράξεις τῶν ἐθνῶν καὶ πόλεων καὶ δυναστῶν. ἐφ’ ὧν ἡμεῖς ψιλῶς κατηντηκότες, καὶ περὶ τοῦτον | |
10 | πεποιημένοι τὴν ὅλην τάξιν, πρὸς ἓν μέν τι γένος οἰκείως ἡρμόσ‐ μεθα, τῷ δὲ πλείονι μέρει τῶν ἀκροατῶν ἀψυχαγώγητον παρε‐ σκευάκαμεν τὴν ἀνάγνωσιν. τίνος δὲ χάριν τἄλλα μέρη τῆς ἱστο‐ ρίας ἀποδοκιμάσαντες αὐτὰ τὰ κατὰ τὰς πράξεις προειλόμεθα γράφειν, ἐν ἑτέροις ἡμῖν εἴρηται διὰ πλειόνων, κεφαλαιωδῶς γε | |
15 | μὴν οὐδὲν ἐπέχει καὶ νῦν ἐμφάσεως χάριν ὑπομνῆσαι τοὺς ἀκού‐ οντας. Πολλῶν γὰρ καὶ πολλαχῶς ἐξηριθμημένων τά τε περὶ τὰς γενεαλογίας καὶ μύθους καὶ περὶ τὰς ἀποικίας, ἔτι δὲ συγγενείας καὶ κτήσεις, λοιπὸν ἢ τὰ ἀλλότρια δεῖ λέγειν ὡς ἴδια τὸν νῦν | |
20 | περὶ τούτων πραγματευόμενον, ὃ πάντων ἐστὶν αἴσχιστον, ἢ τοῦτο μὴ βουλόμενον προδήλως ματαιοπονεῖν, ὑπὲρ τοιούτων ὁμολο‐ γοῦντα συντάττεσθαι καὶ φροντίζειν ἃ διὰ τῶν προγενεστέρων ἱκα‐ νῶς δεδήλωται καὶ παραδέδοται τοῖς ἐπιγινομένοις. ταῦτα μὲν οὖν παρελείφθη τούτων ἕνεκα καὶ πλειόνων ἑτέρων. ὁ δὲ πραγ‐ | |
25 | ματικὸς τρόπος ἐνεκρίθη πρῶτον μὲν διὰ τὸ καινοποιεῖσθαι συν‐ εχῶς καὶ καινῆς ἐξηγήσεως δεῖσθαι τὸ μὴ συμβατὸν εἶναι ταῖς ἀρχαῖς εἰς τὸ τὰς ἐπιγινομένας πράξεις ἡμῖν ἐξαγγεῖλαι, δεύτερον δὲ καὶ διὰ τὸ πάντων ὠφελιμώτατον αὐτὸν καὶ πρὸ τοῦ μέν, μά‐ λιστα δὲ νῦν ὑπάρχειν, τῷ τὰς ἐμπειρίας καὶ τέχνας ἐπὶ τοσοῦτο | |
30 | προκοπὴν εἰληφέναι καθ’ ἡμᾶς ὥστε πᾶν τὸ παραπίπτον ἐκ τῶν | |
καιρῶν ὡσανεὶ μεθοδικῶς δύνασθαι χειρίζειν τοὺς φιλομαθοῦντας. | 135 | |
136 | διόπερ ἡμεῖς οὐχ οὕτω τῆς τέρψεως στοχαζόμενοι τῶν ἀναγνωσο‐ μένων ὡς τῆς ὠφελείας τῶν προσχόντων, τἄλλα παρέντες ἐπὶ τοῦτο τὸ μέρος κατηνέχθημεν. περὶ μὲν οὖν τούτων οἱ συνεφι‐ στάνοντες ἐπιμελῶς ἡμῶν τοῖς ὑπομνήμασι βεβαιότατα μαρτυρή‐ | |
5 | σουσι τοῖς νῦν λεγομένοις. 52. Ὅτι ἐκρίθη τοῖς Ῥωμαίοις τὰ τῶν Συρακουσσῶν πολυ‐ τελέστατα κατασκευάσματα πάντα μετὰ τὴν ἅλωσιν μετακομίζειν εἰς τὴν ἑαυτῶν πατρίδα· πότερα δ’ ὀρθῶς τοῦτο καὶ συμφερόν‐ τως αὑτοῖς ἔπραξαν ἢ τἀναντία, πολὺς ἂν εἴη λόγος, πλεῖόν γε | |
10 | μὴν εἰς τὸ μὴ δεόντως σφίσι πεπρᾶχθαι μηδ’ ἀκμὴν νῦν πράτ‐ τεσθαι τοῦτο τοὖργον. εἰ μὲν γὰρ ἐκ τοιούτων ὁρμηθέντες προε‐ βίβασαν τὴν πατρίδα, δῆλον ὡς εἰκότως ταῦτα μετέφερον εἰς τὴν οἰκείαν, δι’ ὧν ηὐξήθησαν· εἰ δ’ ἁπλουστάτοις χρώμενοι βίοις, καὶ πορρωτάτω τῆς ἐν τούτοις περιττότητος καὶ πολυτελείας ἀφε‐ | |
15 | στῶτες, ὅμως ἐπεκράτουν τούτων ἀεὶ παρ’ οἷς ὑπῆρχε πλεῖστα καὶ κάλλιστα τὰ τοιαῦτα, πῶς οὐ νομιστέον εἶναι τὸ γινόμενον ὑπ’ αὐτῶν ἡμάρτημα; τὸ γὰρ ἀπολιπόντας τὰ τῶν νικώντων ἔθη τὸν τῶν ἡττωμένων ζῆλον ἀναλαμβάνειν, προσεπιδραττομένους ἅμα καὶ τὸν ἐξακολουθοῦντα τοῖς τοιούτοις φθόνον, ὃ πάντων | |
20 | ἐστὶ φοβερώτατον ταῖς ὑπεροχαῖς, ὁμολογούμενον ἂν εἴποι τις εἶ‐ ναι τῶν πραττόντων παράπτωμα. ὁ γὰρ οὕτως ὁρμώμενος οὐδέ‐ ποτε μακαρίζει τοὺς τἀλλότρια κεκτημένους, οἷς φθονεῖ ἅμα καί τις ἔλεος αὐτὸν ὑποτρέχει τῶν ἐξ ἀρχῆς ἀποβαλόντων. ἐπὰν δὲ καὶ προβαίνῃ τὰ τῆς εὐκαιρίας καὶ πάντα συνάγῃ πρὸς αὐτὸν τὰ | |
25 | τῶν ἄλλων, καὶ ταῦτα συγκαλῇ τρόπον τινὰ τοὺς ἐστερημένους ἐπὶ θέαν, διπλάσιον γίνεται τὸ κακόν. οὐ γὰρ ἔτι τοὺς πέλας ἐλεεῖν συμβαίνει τοὺς θεωμένους, ἀλλὰ σφᾶς αὐτούς, ἀναμιμνησκομένους | |
τῶν οἰκείων συμπτωμάτων. ἐξ ὧν οὐ μόνον φθόνος, ἀλλ’ οἷον | 136 | |
137 | ὀργή τις ἐκκαίεται πρὸς τοὺς εὐτυχοῦντας· ἡ γὰρ τῶν ἰδίων περι‐ πετειῶν ἀνάμνησις ὡσανεὶ προτροπή τίς ἐστι πρὸς τὸ κατὰ τῶν πραξάντων μῖσος. τὸ μὲν οὖν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀθροί‐ ζειν πρὸς αὐτοὺς ἴσως ἔχει τινὰ λόγον· οὐ γὰρ οἷόν τε τῶν κα‐ | |
5 | θόλου πραγμάτων ἀντιποιήσασθαι μὴ οὐ τοῖς μὲν ἄλλοις ἀδυνα‐ μίαν ἐνεργασαμένους, σφίσι δὲ τὴν τοιαύτην δύναμιν ἑτοιμάσαντας. τὰ δ’ ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις ἀλλὰ σεμνότητι | |
10 | καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰ‐ ρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυ‐ τῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς· Ῥωμαῖοι δὲ μετακομίσαν‐ τες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν | |
15 | ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως. 53. Ὅτι τοὺς μὴ μετ’ εὐνοίας καὶ προθυμίας ἐμβαίνοντας οὔτ’ ἐπ’ αὐτῶν εἰκός ἐστι τῶν ἔργων ἀληθεῖς εἶναι συμμάχους. 54. Ὅτι τοιαύτης διαθέσεως ὑπαρχούσης περί τε τοὺς Ῥω‐ μαίους καὶ Καρχηδονίους, καὶ παλιντρόπων ἑκατέροις ἐκ τῶν ὑπὸ | |
20 | τῆς τύχης ἀπαντωμένων ἐναλλὰξ προσπιπτόντων, κατὰ τὸν ποι‐ ητὴν ἅμα λύπην καὶ χαρὰν ὑποτρέχειν δείκνυσι τὰς ἑκάστων ψυχάς. 55. Καί ἐστιν ἀληθὲς τὸ πολλάκις ὑφ’ ἡμῶν εἰρημένον, ὡς οὐχ οἷόν τε περιλαβεῖν οὐδὲ συνθεάσασθαι τῇ ψυχῇ τὸ κάλλιστον | |
25 | θέαμα τῶν γεγονότων, λέγω δὲ τὴν τῶν ὅλων οἰκονομίαν, ἐκ τῶν τὰς κατὰ μέρος πράξεις γραφόντων. 56. Ὅτι μέγα τι χρῆμα φύεται καὶ θαυμάσιον ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν πρὸς ὅ τι ἂν | |
ὁρμήσῃ τῶν ἀνθρωπίνων ἔργων. | 137 | |
138 | 57. Ὅτι οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν. 58. Ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης οἱ Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὲν διεκλάπησαν, ἐδέοντο | |
5 | τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς πόλεις περὶ λύτρων· ὁ δὲ Πόπλιος τὸ μὲν πρῶτον αὐ‐ τοῖς πικρῶς ἀντέφη, φάσκων, ὅτε ἦσαν αὑτῶν κύριοι, τότε 〈δεῖν〉 διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους περὶ σωτηρίας, μὴ νῦν δού‐ λους γεγονότας· τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μηδὲ λόγου κατα‐ | |
10 | ξιώσαντας τοὺς παρ’ αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγονό‐ τας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς οὐκ εὔηθες εἶναι; καὶ τότε μὲν ἀπέτρεψε τοὺς ἐντυγχάνοντας ταῦτ’ εἰπών· τῇ δὲ ἐπαύριον συγκαλέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ λοιπῶν Ἑλλήνων ἕνεκα | |
15 | συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρ’ αὐ‐ τοῖς ἔθος ἐστίν. 59. Ὅτι οἱ πολλοὶ μὴ δυνάμενοι τοὺς καιροὺς μηδὲ τὰς αἰ‐ τίας καὶ διαθέσεις ἑκάστων ἀκριβῶς συνθεωρεῖν, ἢ διὰ φαυλότητα φύσεως ἢ δι’ ἀπειρίαν καὶ ῥαθυμίαν, εἰς θεοὺς καὶ τύχας ἀνα‐ | |
20 | φέρουσι τὰς αἰτίας τῶν δι’ ἀγχίνοιαν ἐκ λογισμοῦ προνοίας ἐπι‐ τελουμένων. 60. Ὅτι ἐκ τῶν αἰχμαλωτίδων τῆς Μανδονίου γυναικός, ὃς ἦν ἀδελφὸς Ἀνδοβάλου, τοῦ τῶν Λεγχητῶν βασιλέως, προσπεσού‐ σης αὐτῷ καὶ δεομένης κατὰ τὴν ἅλωσιν τῆς ἐν Ἰβηρίᾳ Καρχη‐ | |
25 | δόνος μετὰ δακρύων ἐπιστροφὴν ποιήσασθαι τῆς αὐτῶν εὐσχημο‐ | |
σύνης ἀμείνω Καρχηδονίων, συμπαθὴς γενόμενος εἴρετο, τί λείπει | 138 | |
139 | τῶν ἐπιτηδείων αὐτοῖς· τῆς δὲ κατασιωπώσης ἐκάλει τοὺς πρὸς τὴν ἐπιμέλειαν αὐτῶν ἀποτεταγμένους, ὧν παραγενομένων καὶ δια‐ σαφούντων ὅτι πάντα τὰ δέοντα δαψιλῶς αὐταῖς παρασκευάζοιεν, πάλιν ὁμοίως ἁψαμένης αὐτοῦ τῶν γονάτων τῆς γυναικὸς καὶ τὸν | |
5 | αὐτὸν εἰπούσης λόγον, μᾶλλον ἔτι διαπορήσας ὁ Πόπλιος, καί τινα λαβὼν ἔννοιαν ὡς ὀλιγωρούντων καὶ ψευδῶς πρὸς τὸ παρὸν ἀποφαινομένων τῶν πρὸς τὴν ἐπιμέλειαν ἀποτεταγμένων, θαρρεῖν ἐκέλευε τὰς γυναῖκας· αὐτὸς γὰρ ἑτέρους ἐπιστήσειν τοὺς φρον‐ τιοῦντας ἵνα μηδὲν αὐτὰς ἐλλείπῃ τῶν ἐπιτηδείων. ἡ δ’ ἐπισχοῦσα | |
10 | μικρὸν „οὐκ ὀρθῶσ“ ἔφη „στρατηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λό‐ γους, εἰ νομίζεις ἡμᾶς ὑπὲρ τῆς γαστρὸς δεῖσθαί σου νῦν.“ καὶ τότε λαβὼν ὁ Πόπλιος ἐν νῷ τὸ βούλημα τῆς γυναικὸς ἠναγκάσθη δακρῦσαι, τῆς γυναικὸς ἐν ὀλίγῳ τὴν τῆς περιστάσεως ἔμφασιν ὑποδεικνυούσης. καὶ συνεὶς τὸ ῥηθὲν καὶ λαβόμενος τῆς δεξιᾶς | |
15 | θαρρεῖν αὐτήν τε ταύτην ἐκέλευε καὶ τὰς ἄλλας ὁμοίως· ποιήσε‐ σθαι πρόνοιαν ὡς ἰδίων ἀδελφῶν καὶ τέκνων. 61. Ὅτι νεανίσκοι τινὲς Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ κατὰ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν, καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον, ἧκον αὐτὴν ἄγοντες, | |
20 | καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην. ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἥδιον ἂν ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δ’ ὑπάρχων οὐδ’ ὁποίαν ἧττον, ὡς μὲν ἐμοὶ δοκεῖ, τοῦτ’ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥαθυμίας | |
25 | ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται | |
καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται | 139 | |
140 | καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἐμπόδια τοῖς χρωμένοις. τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτ’ ἂν προαιρῆται τῶν πολιτῶν. δι’ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ | |
5 | τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν ἐνειργάζετο τοῖς ὑποταττομένοις. 62. Ὅτι οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλι‐ γωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν | |
10 | τιμωρίας. 63. Ὅτι μεγάλου ὄντος τοῦ κατορθοῦν ἐν πράγμασι καὶ περι‐ γίνεσθαι τῶν ἐχθρῶν ἐν ταῖς ἐπιβολαῖς, πολλῷ μείζονος ἐμπει‐ ρίας προσδεῖται καὶ φυλακῆς τὸ καλῶς χρήσασθαι τοῖς κατορθώ‐ μασι· διὸ καὶ πολλαπλασίους ἂν εὕροι τις τοὺς ἐπὶ προτερημά‐ | |
15 | των γεγονότας τῶν καλῶς τοῖς προτερήμασι κεχρημένων. ὃ καὶ περὶ τοὺς Καρχηδονίους συνέβη γενέσθαι. μετὰ γὰρ τὸ νικῆσαι μὲν τὰς Ῥωμαίων δυνάμεις, ἀποκτεῖναι δὲ τοὺς στρατηγούς, Πό‐ πλιον καὶ Γναῖον, ὑπολαβόντες ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν Ἰβη‐ ρίαν, ὑπερηφάνως ἐχρῶντο τοῖς κατὰ τὴν χώραν. τοιγαροῦν ἀντὶ | |
20 | συμμάχων καὶ φίλων πολεμίους ἔσχον τοὺς ὑποταττομένους. καὶ τοῦτ’ εἰκότως ἔπαθον· ἄλλως μὲν ὑπέλαβον δεῖν κτᾶσθαι τὰς ἀρχάς, ἄλλως δὲ τηρεῖν, οὐκ ἔμαθον διότι κάλλιστα φυλάττουσι τὰς ὑπεροχὰς οἱ κάλλιστα διαμείναντες ἐπὶ τῶν αὐτῶν προαιρέ‐ σεων, αἷς ἐξ ἀρχῆς κατεστήσαντο τὰς δυναστείας, καίτοι γε προ‐ | |
25 | φανοῦς ὄντος καὶ ἐπὶ πολλῶν ἤδη τεθεωρημένου διότι κτῶνται μὲν ἄνθρωποι τὰς εὐκαιρίας εὖ ποιοῦντες καὶ προτεινόμενοι τὴν | |
ἀγαθὴν ἐλπίδα τοῖς πέλας, ἐπειδὰν δὲ τῶν ἐπιθυμουμένων τυχόν‐ | 140 | |
141 | τες κακῶς ποιῶσι καὶ δεσποτικῶς ἄρχωσι τῶν ὑποταττομένων, εἰκότως ἅμα ταῖς τῶν προεστώτων μεταβολαῖς συμπίπτουσι καὶ τῶν ὑποταττομένων αἱ προαιρέσεις. ὃ καὶ τότε συνέβη τοῖς Καρ‐ χηδονίοις, καὶ πολλοὶ τούτων ἀπέστησαν. | |
5 | 64. Ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐ προγραφὰς ἐν ταύτῃ τῇ βίβλῳ, καθάπερ οἱ πρὸ ἡμῶν, ἀλλὰ καὶ προεκθέσεις καθ’ ἑκάστην ὀλυμπιάδα πεποιήκαμεν τῶν πράξεων. ἐγὼ δὲ κρίνω χρήσιμον μὲν εἶναι καὶ τὸ τῶν προγραφῶν γένος· καὶ γὰρ εἰς ἐπίστασιν ἄγει τοὺς ἀναγινώσκειν θέλοντας καὶ συνεκκαλεῖται | |
10 | καὶ παρορμᾷ πρὸς τὴν ἀνάγνωσιν τοὺς ἐντυγχάνοντας, πρὸς δὲ τούτοις πᾶν τὸ ζητούμενον ἑτοίμως ἔνεστιν εὑρεῖν διὰ τούτων. θεωρῶν δὲ διὰ πολλὰς αἰτίας καὶ τὰς τυχούσας ὀλιγωρούμενον καὶ φθειρόμενον τὸ τῶν προγραφῶν γένος, οὕτως καὶ διὰ ταῦτα πρὸς τοῦτο τὸ μέρος κατηνέχθην· τῆς γὰρ προεκθέσεως οὐ μόνον | |
15 | ἰσοδυναμούσης τῇ προγραφῇ, ἀλλὰ καὶ πλεῖόν τι δυναμένης, ἅμα δὲ καὶ χώραν ἐχούσης ἀσφαλεστέραν διὰ τὸ συμπεπλέχθαι τῇ πραγματείᾳ, τούτῳ μᾶλλον ἐδοκιμάσαμεν χρῆσθαι τῷ μέρει παρ’ ὅλην τὴν σύνταξιν πλὴν εʹ τῶν πρώτων βιβλίων· ἐν ἐκείνοις προ‐ γραφὰς ἐποιησάμεθα διὰ τὸ μὴ λίαν ἐναρμόζειν ἐν αὐταῖς τὸ τῶν | |
20 | προεκθέσεων γένος. 65. Ὁ δὲ φαντασίαν μὲν ἔχειν ἔφη τοὺς εἰρημένους λόγους, τὴν δ’ ἀλήθειαν οὐ τοιαύτην εἶναι, τὸ δ’ ἐναντίον. 66. Ὅτι πολλῷ ἐστιν ἄμεινον ὀνειδισθέντας ἐν καιρῷ σωθῆ‐ ναι μᾶλλον, ἢ πρὸς χάριν ἀκούσαντας μετ’ ὀλίγον ἀπολέσθαι μὲν | |
25 | αὐτούς, ἀπολέσθαι δὲ καὶ τοὺς λοιποὺς Ἕλληνας. | |
67. Τὰ δ’ ἕτερα διελωβήσατο, κακῶς μὲν πρὸ τοῦ κακῶς δὲ | 141 | |
142 | τότε χρώμενος τῷ θυμῷ· τῷ γὰρ τοῖς ἀνθρώποις ὀργιζόμενον εἰς τὸ θεῖον ἀσεβεῖν πάσης ἀλογίας ἐστὶ σημεῖον. 68. Ὅτι εἷς λόγος εὐκαίρως ῥηθεὶς ὑπ’ ἀνδρὸς ἀξιοπίστου πολλάκις οὐ μόνον ἀποτρέπει τῶν χειρίστων, ἀλλὰ καὶ παρορμᾷ | |
5 | πρὸς τὰ κάλλιστα τοὺς ἀνθρώπους. ὅταν δὲ καὶ τὸν ἴδιον βίον ἀκόλουθον εἰσφέρηται τοῖς εἰρημένοις ὁ παρακαλῶν, ἀνάγκη λαμ‐ βάνειν τὴν πρώτην πίστιν τὴν παραίνεσιν. 69. Ὅτι φησὶν ὁ Πολύβιος· τί γὰρ ὄφελός ἐστι τοῖς ἀναγι‐ νώσκουσι διεξιέναι πολέμους καὶ μάχας καὶ πόλεων ἐξανδραπο‐ | |
10 | δισμοὺς καὶ πολιορκίας, εἰ μὴ τὰς αἰτίας ἐπιγνώσονται, παρ’ ἃς ἐν ἑκάστοις οἱ μὲν καθώρθωσαν οἱ δὲ ἐσφάλησαν; τὰ γὰρ τέλη τῶν πράξεων ψυγαγωγεῖ μόνον τοὺς ἀκούοντας, αἱ δὲ πρόσθεν διαλήψεις τῶν ἐπιβαλλομένων ἐξεταζόμεναι δεόντως ὠφελοῦσι τοὺς φιλομαθοῦντας. μάλιστα δὲ πάντων ὁ κατὰ μέρος χειρισμὸς | |
15 | ἑκάστων ἐπιδεικνύμενος ἐπανορθοῖ τοὺς συνεφιστάνοντας. 70. Ὅτι πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον μετὰ τὸ τοὺς Καρχηδονίους ἐξελάσαι τῆς Ἰβηρίας, καὶ παρακαλούντων ἀναπαύ‐ εσθαι καὶ ῥαθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρί‐ ζειν αὐτοὺς ἔφη διότι τοιαύτας ἔχουσι τὰς ἐλπίδας, αὐτὸς δὲ νῦν | |
20 | καὶ μάλιστα βουλεύεσθαι τίνα τρόπον ἄρξηται τοῦ πρὸς Καρχη‐ δονίους πολέμου· τὸν μὲν γὰρ πρὸ τούτου χρόνον Καρχηδονίους Ῥωμαίοις πεπολεμηκέναι, νυνὶ δὲ τὴν τύχην παραδεδωκέναι καιρὸν εἰς τὸ Ῥωμαίους Καρχηδονίοις ἐξενεγκεῖν πόλεμον. 71. Ὅτι ὁ Πόπλιος διαλεχθεὶς τῷ Σόφακι, ἅτε δὴ πρὸς τοῦτο | |
25 | τὸ μέρος εὐφυὴς ὑπάρχων, οὕτω φιλανθρώπως ὡμίλησε καὶ ἐπι‐ δεξίως ὥστε τὸν Ἀσδρούβαν εἰπεῖν ταῖς ὕστερον ἡμέραις πρὸς τὸν Σόφακα διότι φοβερώτερος αὐτῷ Πόπλιος πέφηνε κατὰ τὴν ὁμιλίαν ἤπερ ἐν τοῖς ὅπλοις. | |
72. Ὅτι στάσεως γενομένης τινῶν ἐν τῷ στρατοπέδῳ τῷ Ῥω‐ | 142 | |
143 | μαϊκῷ, ὁ Πόπλιος οὐδέποτε μᾶλλον εἰς ἀπορίαν ἧκε καὶ δυσχρη‐ στίαν. καὶ τοῦτ’ ἔπασχε κατὰ λόγον· καθάπερ ἐπὶ τῶν σωμάτων τὰς μὲν ἐκτὸς αἰτίας τοῦ βλάπτειν, λέγω δ’ οἷον ψύχους καύματος κόπου τραυμάτων, καὶ πρὶν γίνεσθαι φυλάξασθαι δυνατὸν καὶ | |
5 | γενομέναις εὐμαρὲς βοηθῆσαι, τὰ δ’ ἐξ αὐτῶν τῶν σωμάτων γινό‐ μενα φύματα καὶ νόσους δυσχερὲς μὲν προϊδέσθαι, δυσχερὲς δὲ γενομένοις βοηθεῖν, τὸν αὐτὸν τρόπον καὶ περὶ πολιτείας καὶ περὶ στρατοπέδων διαληπτέον. πρὸς μὲν γὰρ τὰς ἔξωθεν ἐπι‐ βουλὰς καὶ πολέμους πρόχειρος ὁ τρόπος τῆς παρασκευῆς καὶ | |
10 | βοηθείας τοῖς ἐφιστάνουσι, πρὸς δὲ τὰς ἐν αὐτοῖς γενομένας ἀν‐ τιπολιτείας καὶ στάσεις καὶ ταραχὰς δύσχρηστος ἡ βοήθεια καὶ μεγάλης ἐπιδεξιότητος καὶ διαφερούσης ἀγχινοίας δεομένη· πλὴν ἑνὸς παραγγέλματος ἅπασιν ἁρμόσει καὶ στρατοπέδοις καὶ πόλεσι καὶ σώμασιν, ὡς ἐμὴ δόξα. τοῦτο δ’ ἐστὶ τὸ μηδέποτε ἐᾶν ἐπὶ | |
15 | πολὺ ῥαθυμεῖν καὶ σχολάζειν περὶ μηδὲν τῶν προειρημένων, ἥκι‐ στα δ’ ἐν ταῖς εὐροίαις τῶν πραγμάτων καὶ ἐν ταῖς δαψιλείαις τῶν ἐπιτηδείων. 73. Ὅτι διασύρας ὁ Πολύβιος τὸν Τίμαιον ἐν πολλοῖς αὖθις φησί· τίς ἂν ἔτι δοίη συγγνώμην τοῖς τοιούτοις ἁμαρτήμασιν | |
20 | ἄλλως τε καὶ Τιμαίῳ τῷ προσφυομένῳ τοῖς ἄλλοις πρὸς τὰς τοι‐ αύτας παρωνυχίας; ἐν αἷς Θεοπόμπου μὲν κατηγορεῖ διότι Διο‐ νυσίου ποιησαμένου τὴν ἀνακομιδὴν ἐκ Σικελίας εἰς Κόρινθον ἐν μακρᾷ νηί, Θεόπομπός φησιν ἐν στρογγύλῃ παραγενέσθαι τὸν Διονύσιον, Ἐφόρου δὲ πάλιν ὅταν καταψεύδηται, φάσκων λέγειν | |
25 | αὐτὸν ὅτι Διονύσιος ὁ πρεσβύτερος παρελάμβανεν τὴν ἀρχὴν ἐτῶν εἴκοσι τριῶν ὑπάρχων, δυναστεύσαι δὲ τετταράκοντα καὶ δύο, μεταλλάξαι δὲ τὸν βίον προσλαβὼν τοῖς ἑξήκοντα τρία· τοῦτο γὰρ | |
οὐδεὶς ἂν εἴπειεν δή που τοῦ συγγραφέως εἶναι τὸ διατύπωμα, | 143 | |
144 | τοῦ δὲ γραφέως ὁμολογουμένως· ἢ γὰρ δεῖ τὸν Ἔφορον ὑπερβεβη‐ κέναι τῇ μωρίᾳ καὶ τὸν Κόρυβον καὶ τὸν Μαργίτην, εἰ μὴ δυνατὸς ἦν συλλογίζεσθαι διότι τὰ τετταράκοντα καὶ δύο προστεθέντα τοῖς εἴκοσι καὶ τρισὶν ἑξήκοντα γίνεται καὶ πέντε· ἢ τούτου μηδαμῶς | |
5 | ἂν πιστευθέντος ὑπὲρ Ἐφόρου φανερὸν ὅτι τὸ μὲν ἁμάρτημα φα‐ νερόν ἐστι τοῦ γραφέως, τὸ δὲ Τιμαίου φιλότιμον καὶ φιλέγκλη‐ μον οὐ δέξαιτο οὐδ’ ἀποδέξαιτο. Καὶ μὴν ἐν τοῖς περὶ Πύρρου πάλιν φησὶ τοὺς Ῥωμαίους ἔτι νῦν ὑπόμνημα ποιουμένους τῆς κατὰ τὸ Ἴλιον ἀπωλείας ἐν ἡμέρᾳ | |
10 | τινὶ κατακοντίζειν ἵππον πολεμιστὴν πρὸ τῆς πόλεως ἐν τῷ Κάμ‐ πῳ καλουμένῳ, διὰ τὸ τῆς Τροίας τὴν ἅλωσιν διὰ τὸν ἵππον γενέσθαι τὸν δούριον προσαγορευόμενον, πρᾶγμα πάντων παιδα‐ ριωδέστατον· οὕτω μὲν γὰρ δεήσει πάντας τοὺς βαρβάρους λέγειν Τρώων ἀπογόνους ὑπάρχειν· σχεδὸν γὰρ πάντες, εἰ δὲ μή γε, οἱ | |
15 | πλείους, ὅταν ἢ πολεμεῖν μέλλωσιν ἐξ ἀρχῆς ἢ διακινδυνεύειν πρός τινας ὁλοσχερῶς, ἵππῳ προθύονται καὶ σφαγιάζονται, σημειού‐ μενοι τὸ μέλλον ἐκ τῆς τοῦ ζώου πτώσεως. ὁ δὲ Τίμαιος περὶ τοῦτο τὸ μέρος τῆς ἀλογίας οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν, ὅς γε, διότι θύουσιν | |
20 | ἵππον, εὐθέως ὑπέλαβε τοῦτο ποιεῖν αὐτοὺς διὰ τὸ τὴν Τροίαν ἀπὸ ἵππου δοκεῖν ἑαλωκέναι. Πλὴν ὅτι γε κακῶς ἱστόρηκε καὶ τὰ περὶ τὴν Λιβύην καὶ τὰ περὶ τὴν Σαρδόνα καὶ μάλιστα τὰ κατὰ τὴν Ἰταλίαν, ἐκ τούτων ἐστὶ συμφανές, καὶ καθόλου διότι τὸ περὶ τὰς ἀνακρίσεις μέρος | |
25 | ἐπισέσυρται παρ’ αὐτῷ τελέως· ὅπερ ἐστὶ κυριώτατον τῆς ἱστο‐ ρίας. ἐπειδὴ γὰρ αἱ μὲν πράξεις ἅμα πολλαχῇ συντελοῦνται, παρεῖναι δὲ τὸν αὐτὸν ἐν πλείοσι τόποις κατὰ τὸν αὐτὸν καιρὸν ἀδύνατον, ὁμοίως γε μὴν οὐδ’ αὐτόπτην γενέσθαι πάντων τῶν κατὰ τὴν οἰκουμένην τόπων καὶ τῶν ἐν τοῖς τόποις ἰδιωμάτων | |
30 | τὸν ἕνα δυνατόν, καταλείπεται πυνθάνεσθαι μὲν ὡς παρὰ πλεί‐ στων, πιστεύειν δὲ τοῖς ἀξίοις πίστεως, κριτὴν δ’ εἶναι τῶν προσ‐ πιπτόντων μὴ κακόν. | |
Ἐν ᾧ γένει μεγίστην ἐπίφασιν ἕλκων Τίμαιος πλεῖστον ἀπο‐ | 144 | |
145 | λείπεσθαί μοι δοκεῖ τῆς ἀληθείας· τοσοῦτο γὰρ ἀπέχει τοῦ δι’ ἑτέρων ἀκριβῶς τὴν ἀλήθειαν ἐξαρτίζειν, ὡς οὐδὲ τούτων ὧν αὐ‐ τόπτης γέγονεν καὶ ἐφ’ οὓς αὐτὸς ἥκει τόπους, οὐδὲ περὶ τούτων οὐδὲν ὑγιὲς ἡμῖν ἐξηγεῖται. τοῦτο δ’ ἔσται δῆλον, ἐὰν ἐν τοῖς | |
5 | κατὰ τὴν Σικελίαν δείξωμεν αὐτὸν ἀγνοοῦντα περὶ ὧν ἀποφαίνε‐ ται· σχεδὸν γὰρ οὐ πολλῶν ἔτι προσδεήσει λόγων ὑπέρ γε τῆς ψευδολογίας, ἐὰν ἐν οἷς ἔφυ καὶ ἐτράφη τόποις, καὶ τούτων ἐν τοῖς ἐπιφανεστάτοις, ἐν τούτοις ἀγνοῶν εὑρεθῇ καὶ παραπαίων τῆς ἀληθείας. φησὶ τοιγαροῦν τὴν Ἀρέθουσαν κρήνην τὴν ἐν ταῖς | |
10 | Συρακούσσαις ἔχειν τὰς πηγὰς ἐκ τοῦ κατὰ Πελοπόννησον διά τε τῆς Ἀρκαδίας καὶ διὰ τῆς Ὀλυμπίας ῥέοντος ποταμοῦ Ἀλφειοῦ· ἐκεῖνον γὰρ δύντα κατὰ γῆς 〈καὶ〉 τετρακισχιλίους σταδίους ὑπὸ τὸ Σικελικὸν ἐνεχθέντα πέλαγος ἀναδύειν ἐν ταῖς Συρακούσσαις· γενέσθαι δὲ τοῦτο δῆλον ἐκ τοῦ κατά τινα χρόνον οὐρανίων ὄμ‐ | |
15 | βρων ῥαγέντων κατὰ τὸν τῶν Ὀλυμπίων καιρὸν καὶ τοῦ ποταμοῦ τοὺς κατὰ τὸ τέμενος ἐπικλύσαντος τόπους, ὄνθου τε πλῆθος ἀναβλύζειν τὴν Ἀρέθουσαν ἐκ τῶν κατὰ τὴν πανήγυριν θυομένων βοῶν καὶ φιάλην χρυσῆν ἀναβαλεῖν, ἣν ἐπιγνόντες εἶναι τῆς ἑορτῆς ἀνείλοντο. | |
20 | 74. Ἐκ τούτων ἄν τις συλλογιζόμενος Ἀριστοτέλει πρόσχοι μᾶλλον ἢ Τιμαίῳ· καὶ μὴν τὸ συνεχὲς τούτῳ τελέως ἄτοπον· τὸ γὰρ ὑπολαμβάνειν, καθάπερ ἐκεῖνος ὑποδείκνυσιν, ὡς οὐκ εἰκὸς ἦν τοὺς οἰκέτας τῶν Λακεδαιμονίοις συμμαχησάντων τὴν τῶν κυρίων εὔνοιαν ἀναφέρειν πρὸς τοὺς ἐκείνων φίλους εὔηθες· οὐ γὰρ μόνον | |
25 | τὰς εὐνοίας ἀλλὰ καὶ τὰς ξενίας καὶ τὰς συγγενείας τῶν δεσπο‐ τῶν οἱ δουλεύσαντες, ὅταν εὐτυχήσωσι παραδόξως καὶ χρόνος ἐπι‐ γένηται, πειρῶνται προσποιεῖσθαι καὶ συνανανεοῦσθαι τῶν κατὰ φύσιν ἀναγκαίων μᾶλλον, αὐτὸ τοῦτο σπουδάζοντες, τὴν προγε‐ γενημένην περὶ αὐτοὺς ἐλάττωσιν καὶ τὴν ἀδοξίαν ἐξαλείφειν, τῷ | |
30 | βουλεύεσθαι τῶν δεσποτῶν ἀπόγονοι μᾶλλον ἐπιφαίνειν ἤπερ | 145 |
146 | ἀπελεύθεροι. τοῦτο δὲ μάλιστα περὶ τοὺς Λοκροὺς εἰκός ἐστι γεγονέναι· πολλοὶ γὰρ ἐκτοπίσαντες ἐκ τῶν συνειδότων καὶ προσ‐ λαβόντες συνεργὸν τὸν χρόνον, οὐχ οὕτως ἄφρονες 〈ἦσαν〉 ὥστε ταῦτ’ ἐπιτηδεύειν, δι’ ὧν ἔμελλον ἀνανέωσιν ποιεῖσθαι τῶν ἰδίων | |
5 | ἐλαττωμάτων, ἀλλὰ μὴ τἀναντία δι’ ὧν ἐπικαλύψειν ταῦτα. διὸ καὶ τὴν ὀνομασίαν τῇ πόλει τὴν ἀπὸ τῶν γυναικῶν εἰκότως ἐπέ‐ θεσαν καὶ τὴν οἰκειότητα τὴν κατὰ τὰς γυναῖκας προσεποιήθησαν, ἔτι δὲ τὰς φιλίας καὶ τὰς συμμαχίας τὰς προγονικὰς τὰς ἀπὸ τῶν γυναικῶν ἀνενεοῦντο. ᾗ καὶ τὸ τοὺς Ἀθηναίους πορθῆσαι τὴν | |
10 | χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλην· εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰ‐ κέται, τοῦ προσπεποιῆσθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, εὔ‐ λογος γίνεται καὶ ἡ τῶν Ἀθηναίων ἀλλοτριότης πρὸς ..... τοὺς | |
15 | προειρημένους, οὐκ ἐξεταζόντων τὸ γεγονός, ὡς τὴν προαίρεσιν. νὴ Δία ἀλλὰ πῶς αὐτοὶ μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν; ἕκαστα δὲ τούτων οὐ μόνον κατὰ τὸ πιθανὸν ἀλλὰ καὶ κατὰ τὴν ἀλήθειαν μεγάλην ἔχει δια‐ | |
20 | φοράν· οὔτε γὰρ κωλύειν τοὺς Λοκροὺς ἔμελλον, αὐτοὶ τὸ ὅμοιον ποιοῦντες (ἄτοπον γάρ), οὐδὲ μὴν κελευόντων αὐτῶν οἱ Λοκροὶ πάντως ποιήσειν ἐκείνοις τὸ παραπλήσιον. παρὰ μὲν γὰρ τοῖς Λακεδαιμονίοις καὶ πάτριον ἦν καὶ σύνηθες τρεῖς ἄνδρας ἔχειν τὴν γυναῖκα καὶ τέτταρας, τοτὲ δὲ καὶ πλείους ἀδελφοὺς ὄντας, | |
25 | καὶ τέκνα τούτων εἶναι κοινά, καὶ γεννήσαντα παῖδας ἱκανοὺς ἐκ‐ δόσθαι γυναῖκά τινι τῶν φίλων καλὸν καὶ σύνηθες. διόπερ οἱ Λοκροὶ μήτε ταῖς ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις 〈οἷσ〉 ὤμο‐ σαν οἱ Λακεδαιμόνιοι μὴ πρότερον εἰς τὴν οἰκείαν ἐπανήξειν πρὶν ἢ τὴν Μεσσήνην κατὰ κράτος ἑλεῖν, τῆς μὲν κατὰ τὸ κοινὸν ἐξα‐ | |
30 | ποστολῆς εὐκόλως οὐ μετέσχον, κατὰ δὲ μέρος τὰς ἐπανόδους | |
ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς | 146 | |
147 | οἰκέτας γενέσθαι συνήθειαν ἢ πρὸς τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλλον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν. 75. Ὅτι μὲν οὖν ἀμφότεροι κατὰ τὸν εἰκότα λόγον πεποίην‐ ται τὴν ἐπιχείρησιν, καὶ διότι πλείους εἰσὶ πιθανότητες ἐν τῇ | |
5 | κατ’ Ἀριστοτέλην ἱστορίᾳ, δοκῶ, πᾶς ἄν τις ἐκ τῶν εἰρημένων ὁμολογήσειεν· ἀληθὲς μέντοι γε καὶ καθάπαξ διαστῆναι περί τινος οὐδὲν ἔστιν ἐν τούτοις. οὐ μὴν ἀλλ’ ἔστω τὸν Τίμαιον εἰκότα λέγειν μᾶλλον. διὰ ταύτην οὖν τὴν αἰτίαν δεήσει πᾶν ῥῆμα καὶ πᾶσαν φωνὴν ἀκούειν καὶ μόνον οὐ θανάτου κρίσιν ὑπέχειν τοὺς | |
10 | ἐν ταῖς ἱστορίαις ἧττον εἰκότα λέγοντας; οὐ δή που. τοῖς μὲν γὰρ κατ’ ἄγνοιαν ψευδογραφοῦσιν ἔφαμεν δεῖν διόρθωσιν εὐμενικὴν καὶ συγγνώμην ἐξακολουθεῖν, τοὺς δὲ κατὰ προαίρεσιν ἀπαραίτη‐ τον κατηγορίαν. Ἢ δεικτέον οὖν τὸν Ἀριστοτέλην κατὰ τὸν ἄρτι λόγον τὰ περὶ | |
15 | Λοκρῶν εἰρηκότα χάριτος ἢ κέρδους ἢ διαφορᾶς ἕνεκεν, ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν ὁμολογητέον ἀγνοεῖν καὶ παραπαίειν τοὺς τοιαύτῃ χρωμένους ἀπεχθείᾳ καὶ πικρίᾳ κατὰ τῶν πέλας οἵᾳ κέ‐ χρηται Τίμαιος κατὰ Ἀριστοτέλους. 76. Ὅτι Τίμαιός φησι μέγιστον ἁμάρτημα περὶ τὴν ἱστορίαν | |
20 | εἶναι τὸ ψεῦδος· διὸ καὶ παρεῖναι τούτοις, οὓς ἂν ἐξελέγξῃ διε‐ ψευσμένους ἐν τοῖς συγγράμμασιν, ἕτερόν τι ζητεῖν ὄνομα τοῖς βιβλίοις, πάντα δὲ μᾶλλον ἢ καλεῖν ἱστορίαν. καθάπερ γὰρ ἐπὶ τῶν κανόνων, κἂν ἐλάττων ᾖ τῷ μήκει κἂν τῷ πλάτει ταπεινό‐ τερος, μετέχει δὲ τῆς τοῦ κανόνος ἰδιότητος, κανόνα φησὶ δεῖν | |
25 | προσαγορεύειν οὕτως, ὅταν τῆς εὐθείας καὶ τῆς πρὸ ταύτης οἰ‐ κειότητος ἐγγίζῃ, πάντα μᾶλλον δεῖν ἢ κανόνα καλεῖν, τὸν αὐτὸν τρόπον καὶ τῶν συγγραμμάτων ὅσα μὲν ἂν ἢ κατὰ τὴν λέξιν ἢ κατὰ τὸν χειρισμὸν ἢ κατ’ ἄλλο τι διαμαρτάνηται τῶν ἰδίων με‐ | |
ρῶν, ἀντέχηται δὲ τῆς ἀληθείας, προσίεσθαί φησι τὸ τῆς ἱστορίας | 147 | |
148 | ὄνομα τὰς βίβλους, ὅταν δὲ ταύτης παραπέσῃ, μηκέτι καλεῖσθαι δεῖν ἱστορίαν. ἐγὼ δὲ διότι μὲν ἡγεῖσθαι δεῖ τῶν τοιούτων συγ‐ γραμμάτων τὴν ἀλήθειαν ὁμολογῶ, καὶ κατὰ τὴν πραγματείαν αὐ‐ τός που κέχρημαι λέγων οὕτως, ὅτι, καθάπερ ἐμψύχου σώματος | |
5 | τῶν ὄψεων ἐξαιρεθεισῶν ἀχρειοῦται τὸ ὅλον, οὕτως ἐξ ἱστορίας ἐὰν ἄρῃς τὴν ἀλήθειαν, τὸ καταλειπόμενον αὐτῆς ἀνωφελὲς γίνε‐ ται διήγημα. 77. Τούτων δ’ ἡμῖν ὁμολογουμένων, αὐτοῦ τούτου τοῦ ψεύ‐ δους μεγάλην ὑπολαμβάνω διαφορὰν εἶναι τοῦ κατ’ ἄγνοιαν γινο‐ | |
10 | μένου καὶ τοῦ κατὰ προαίρεσιν, καὶ τὸ μὲν ἐπιδέχεσθαι συγγνώμην καὶ διόρθωσιν εὐμενικήν, τὸ δ’ ἀπαραιτήτου δικαίως ἂν τυγχάνειν κατηγορίας· ᾧ γένει μάλιστα ἂν εὕροι τις ἔνοχον αὐτὸν ὄντα τὸν Τίμαιον· διότι δ’ ἐστὶ τοιοῦτος σκοπεῖν ἤδη πάρεστιν. 78. Ἐπὶ τῶν ἀθετούντων τὰς ὁμολογίας προφερόμεθα ταύτην | |
15 | τὴν παροιμίαν „Λοκροὶ τὰς συνθήκασ“. τοῦτο δέ τις ἐξιστόρη‐ κεν, ὅτι καὶ παρὰ τοῖς συγγραφεῦσι καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώ‐ ποις ὁμολογούμενόν ἐστι, διότι κατὰ τὴν τῶν Ἡρακλειδῶν ἔφοδον συνθεμένων τῶν Λοκρῶν τοῖς Πελοποννησίοις πολεμίους πυρσοὺς αἴρειν, ἐὰν συμβῇ τοὺς Ἡρακλείδας μὴ κατὰ τὸν ἰσθμόν, ἀλλὰ | |
20 | κατὰ τὸ Ῥίον ποιεῖσθαι τὴν διάβασιν, χάριν τοῦ προαισθομένους φυλάξασθαι τὴν ἔφοδον αὐτῶν, οὐ ποιησάντων δὲ τῶν Λοκρῶν τοῦτο, πᾶν δὲ τοὐναντίον φιλίους ἀράντων πυρσούς, ὅτε παρῆσαν, τοὺς μὲν Ἡρακλείδας συνέβη μετ’ ἀσφαλείας χρῆσθαι τῇ διαβάσει, τοὺς δὲ Πελοποννησίους κατολιγωρήσαντας μαθεῖν παραδεξαμέ‐ | |
25 | νους εἰς τὴν οἰκείαν τοὺς ὑπεναντίους παρασπονδηθέντας ὑπὸ τῶν Λοκρῶν. 79. ............................. κατηγορεῖν καὶ .. | |
........ τῶν ὀνειρωττόντων καὶ δαιμονώντων ἐν τοῖς ὑπομνήμα‐ | 148 | |
149 | σιν· ὅσοι γε μὴν αὐτοὶ πολλὴν τῆς τοιαύτης ἐμπεποίηνται φλυα‐ ρίας, τοὺς τοιούτους ἀγαπᾶν ἂν δέοι μὴ τυγχάνοντας κατηγορίας, μηδ’ ἔτι καὶ τῶν ἄλλων αὐτοὺς κατατρέχειν, ὃ συμβέβηκε περὶ Τί‐ μαιον. ἐκεῖνος γὰρ κόλακα μὲν εἶναί φησι τὸν Καλλισθένην τοι‐ | |
5 | αῦτα γράφοντα, καὶ πλεῖστον ἀπέχειν φιλοσοφίας, κόραξι δὲ προσ‐ έχοντα καὶ κορυβαντιώσαις γυναιξί, δικαίως δ’ αὐτὸν ὑπ’ Ἀλεξάν‐ δρου τετευχέναι τιμωρίας διεφθαρκότα τὴν ἐκείνου ψυχὴν καθόσον οἷός τ’ ἦν· καὶ Δημοσθένην μὲν καὶ τοὺς ἄλλους ῥήτορας τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν ἀκμάσαντας ἐπαινεῖ καί φησι τῆς Ἑλλάδος ἀξίους | |
10 | γεγονέναι, διότι ταῖς Ἀλεξάνδρου τιμαῖς ταῖς ἰσοθέοις ἀντέλεγον, τὸν δὲ φιλόσοφον αἰγίδα καὶ κεραυνὸν τιθέντα θνητῇ φύσει δι‐ καίως αὐτὸν ὑπὸ τοῦ δαιμονίου τετευχέναι τούτων ὧν ἔτυχεν. 80. Ὅτι περὶ Τιμαίου φησὶν ὁ Πολύβιος ὁ Μεγαλοπολίτης· καθάπερ γὰρ ἐκ τῶν παροιμιῶν ἱκανὸν εἶναί φασι σταλαγμὸν ἕνα | |
15 | τοῦ μεγίστου τεύχους εἰς τὸ γνῶναι τὸ πᾶν ἔγχυμα, τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ὑποκειμένων χρὴ διαλαμβάνειν· ἐπειδὰν γὰρ ἓν ἢ δεύτερον εὑρεθῇ ψεῦδος ἐν τοῖς συγγράμμασι, καὶ τοῦτο γεγονὸς ᾖ κατὰ προαίρεσιν, δῆλον ὡς οὐδὲν ἂν ἔτι βέβαιον οὐδ’ ἀσφαλὲς γένοιτο τῶν ὑπὸ τοῦ τοιούτου συγγραφέως λεγομένων. | |
20 | ἵνα δὲ καὶ τοὺς φιλοτιμότερον διακειμένους μεταπείσωμεν, ῥητέον ἂν εἴη περὶ τῆς αἱρέσεως αὐτοῦ καὶ μᾶλλον τῆς κατὰ τὰς δημη‐ γορίας καὶ τὰς παρακλήσεις, ἔτι δὲ τοὺς πρεσβευτικοὺς λόγους, καὶ συλλήβδην πᾶν τοιοῦτο γένος, ἃ σχεδὸν ὡσεὶ κεφάλαια τῶν πράξεων ἐστὶ καὶ συνέχει τὴν ὅλην ἱστορίαν· διότι γὰρ ταῦτα | |
25 | πάντα ....... ἐν τοῖς ὑπομνήμασι κατατέταχε Τίμαιος, καὶ τοῦτο πεποίηκε κατὰ πρόθεσιν, τίς οὐ παρακολουθεῖ τῶν ἀνεγνω‐ κότων; οὐ γὰρ τὰ ῥηθέντα γέγραφεν, οὐδ’ ὡς ἐῤῥήθη κατ’ ἀλή‐ | |
θειαν, ἀλλὰ προθέμενος ὡς δεῖ ῥηθῆναι. πάντας ἐξαριθμεῖται | 149 | |
150 | τοὺς ῥηθέντας λόγους καὶ τὰ παρεπόμενα τοῖς πράγμασιν οὕτως ὡσανεί τις ἐν διατριβῇ πρὸς ὑπόθεσιν ἐπιχειροίη, ὥσπερ ἀπό‐ δειξιν τῆς ἑαυτοῦ δυνάμεως ποιούμενος, ἀλλ’ οὐκ ἐξήγησιν τῶν κατὰ ἀλήθειαν εἰρημένων. | |
5 | 81. Ὅτι τῆς ἱστορίας ἰδίωμα τοῦτ’ ἐστὶ τὸ πρῶτον μὲν αὐ‐ τοὺς τοὺς κατὰ ἀλήθειαν εἰρημένους, οἷοί ποτ’ ἂν ὦσι, γνῶναι λόγους, δεύτερον τὴν αἰτίαν πυνθάνεσθαι, παρ’ ἣν ἢ διέπεσεν ἢ κατωρθώθη τὸ πραχθὲν ἢ ῥηθέν, ἐπεὶ ψιλῶς λεγόμενον αὐτὸ τὸ γεγονὸς ψυχαγωγεῖ μὲν ὠφελεῖ δ’ οὐδέν, προστεθείσης δὲ τῆς αἰτίας | |
10 | ἔγκαρπος ἡ τῆς ἱστορίας γίνεται χρῆσις. εἰ γὰρ τῶν ὁμοίων ἐπὶ τοὺς οἰκείους μεταφέρομεν καιροὺς ἀφορμαὶ γίνονται καὶ προλή‐ ψεις εἰς τὸ προϊδέσθαι τὸ μέλλον, καὶ ποτὲ μὲν εὐλαβηθῆναι, ποτὲ δὲ μιμούμενον τὰ προγεγονότα θαρραλεώτερον ἐγχειρεῖν τοῖς ἐπιφερομένοις· ὁ δὲ καὶ τοὺς ῥηθέντας λόγους καὶ τὴν αἰτίαν | |
15 | παρασιωπῶν, ψευδῆ δ’ ἀντὶ τούτων ἐπιχειρήματα καὶ διεξοδικοὺς λέγων λόγους, ἀναιρεῖ τὸ τῆς ἱστορίας ἴδιον· ὃ μάλιστα ποιεῖ Τίμαιος· καὶ διότι τούτου τοῦ γένους ἐστὶ πλήρη τὰ βιβλία παρ’ αὐτῷ, πάντες γινώσκομεν. Ἴσως δ’ οὖν ἄν τις ἐναπορήσειε πῶς τοιοῦτος ὢν οἷον ἡμεῖς | |
20 | νῦν ὑποδείκνυμεν τοιαύτης παρ’ ἐνίοις ἀποδοχῆς τέτευχε καὶ πί‐ στεως. τούτου δ’ ἐστὶν αἴτιον διότι πλεοναζούσης αὐτῷ κατὰ τὴν πραγματείαν τῆς κατὰ τῶν ἄλλων ἐπιτιμήσεως καὶ λοιδορίας οὐκ ἐκ τῆς αὑτοῦ θεωρεῖται πραγματείας οὐδ’ ἐκ τῶν ἰδίων ἀποφά‐ σεων, ἀλλ’ ἐκ τῆς τῶν πέλας κατηγορίας, πρὸς ὃ γένος καὶ πολυ‐ | |
25 | πραγμοσύνην δοκεῖ μοι καὶ φύσιν προσενέγκασθαι διαφέρουσαν. παραπλήσιον γὰρ δή τι τούτῳ συμβέβηκε καὶ Στράτωνι τῷ φυσι‐ κῷ· καὶ γὰρ ἐκεῖνος ὅταν ἐγχειρήσῃ τὰς τῶν ἄλλων δόξας διαστέλ‐ λεσθαι καὶ ψευδοποιεῖν, θαυμάσιός ἐστιν, ὅταν δ’ ἐξ αὑτοῦ τι | |
προφέρηται καὶ τῶν ἰδίων ἐπινοημάτων ἐξηγῆται, παρὰ πολὺ | 150 | |
151 | φαίνεται τοῖς ἐπιστήμοσιν εὐηθέστερος αὐτοῦ καὶ νωθρότερος. καί μοι δοκεῖ παντάπασιν ὅμοιόν τι γίνεσθαι περὶ τοὺς γράφον‐ τας τῷ περὶ τὸν ὅλον ἡμῶν βίον συμβαίνοντι· καὶ γὰρ ἐν τούτῳ τὸ μὲν ἐπιτιμῆσαι τοῖς πέλας ἐστὶ ῥάδιον, τὸ δ’ αὐτὸν ἀναμάρ‐ | |
5 | τητον παρασχέσθαι χαλεπόν, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν ἴδοι τις ἂν τοὺς προχειρότατα τοῖς πέλας ἐπιτιμῶντας πλεῖστα περὶ τὸν ἴδιον βίον ἁμαρτάνοντας. Τῷ δὲ Τιμαίῳ καὶ ἕτερόν τι χωρὶς τῶν προγεγραμμένων συμ‐ βέβηκεν· ἀποκαθίσας γὰρ Ἀθήνησι σχεδὸν ἔτη πεντήκοντα καὶ | |
10 | πρὸς τοῖς τῶν προγεγονότων ὑπομνήμασι γενόμενος ὑπέλαβε τὰς μεγίστας ἀφορμὰς ἔχειν πρὸς τὴν ἱστορίαν, ἀγνοῶν, ὥς γ’ ἐμοὶ δοκεῖ. ἐχούσης γάρ τι παραπλήσιον τῆς ἱστορίας καὶ τῆς ἰατρικῆς διὰ τὸ κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς ἑκατέραν αὐτῶν ὑπάρχειν τριμερῆ, παραπλησίους εἶναι συμβαίνει καὶ τὰς τῶν ἐπιβαλλομέ‐ | |
15 | νων ἐπ’ αὐτὰς διαθέσεις. οἷον εὐθέως τῆς ἰατρικῆς, ἑνὸς μὲν μέρους αὐτῆς ὑπάρχοντος λογικοῦ, τοῦ δ’ ἑξῆς διαιτητικοῦ, τοῦ δὲ τρίτου χειρουργικοῦ καὶ φαρμακευτικοῦ γένους, ὁλοσχερῶς καὶ τολμᾷ καὶ καταψεύδεσθαι τοῦ ἐπιτηδεύματος. τὸ δὲ λογικόν, ὃ δὴ πλεῖστον ἀπὸ τῆς Ἀλεξανδρείας ἄρχεται παρὰ τῶν Ἡροφιλίων | |
20 | καὶ Καλλιμαχίων ἐκεῖ προσαγορευομένων, τοῦτο μέρος μέν τι κατ‐ έχει τῆς ἰατρικῆς, κατὰ δὲ τὴν ἐπίφασιν καὶ τὴν ἐπαγγελίαν τοι‐ αύτην ἐφέλκεται φαντασίαν ὥστε δοκεῖν μηδένα τῶν ἄλλων κρα‐ τεῖν τοῦ πράγματος· οὓς ὅταν ἐπὶ τὴν ἀλήθειαν ἀπαγαγὼν ἄρρω‐ στον ἐγχειρίσῃς, τοσοῦτον ἀπέχοντες εὑρίσκονται τῆς χρείας ὅσον | |
25 | καὶ οἱ μηδὲν ἐγνωκότες ἁπλῶς ἰατρικὸν ὑπόμνημα· οἷς ἤδη τινὲς τῶν ἀρρώστων ἐπιτρέψαντες αὑτοὺς διὰ τὴν ἐν λόγῳ δύναμιν οὐδὲν ἔχοντες δεινὸν τοῖς ὅλοις πολλάκις ἐκινδύνευσαν. εἰσὶ γὰρ ἀληθῶς ὅμοιοι ἐκ βύβλου κυβερνῶσιν· ἀλλ’ ὅμως οὗτοι μετὰ φαν‐ | |
τασίας ἐπιπορευόμενοι τὰς πόλεις, ἐπειδὰν ἀθροίσωσι τοὺς λό‐ | 151 | |
152 | γους, ἐπ’ ὀνόματος τοὺς ἐπ’ αὐτῶν τῶν ἔργων ἀληθινὴν πεῖραν δεδωκότας αὑτῶν εἰς τὴν ἐσχάτην ἄγουσιν ἀπορίαν καὶ καταφρό‐ νησιν παρὰ τοῖς ἀκούουσι, τῆς τοῦ λόγου πιθανότητος καταγωνι‐ ζομένης πολλάκις τὴν ἐπ’ αὐτῶν τῶν ἔργων δοκιμασίαν. τὸ δὲ | |
5 | τρίτον, τὸ τὴν ἀληθινὴν προσφερόμενον ἕξιν ἐν ἑκάστοις τῶν ἐπι‐ τηδευμάτων, οὐ μόνον ὑπάρχει σπάνιον, ἀλλὰ καὶ πολλάκις ὑπὸ τῆς στωμυλίας καὶ τόλμης ἐπισκοτεῖται διὰ τὴν τῶν πολλῶν ἀκρι‐ σίαν. τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς πραγματικῆς ἱστορίας ὑπαρ‐ χούσης τριμεροῦς, τῶν δὲ μερῶν αὐτῆς ἑνὸς μὲν ὄντος τοῦ περὶ | |
10 | τὴν ἐν τοῖς ὑπομνήμασι πολυπραγμοσύνην καὶ τὴν παράθεσιν τῆς ἐκ τούτων ὕλης, ἑτέρου δὲ τοῦ περὶ τὴν θέαν τῶν πόλεων καὶ τῶν τόπων περί τε ποταμῶν καὶ λιμένων καὶ καθόλου τῶν κατὰ γῆν καὶ κατὰ θάλασσαν ἰδιωμάτων καὶ διαστημάτων, τρίτου δὲ τοῦ περὶ τὰς πράξεις τὰς πολιτικάς, παραπλησίως [δ’] ἐφίενται | |
15 | μὲν ταύτης πολλοὶ διὰ τὴν προγεγενημένην περὶ αὐτῆς δόξαν, προσφέρονται δὲ πρὸς τὴν ἐπιβολὴν οἱ μὲν πλεῖστοι τῶν γραφόν‐ των ἁπλῶς δίκαιον οὐδὲν πλὴν εὐχέρειαν καὶ τόλμαν καὶ ῥαδιουρ‐ γίαν, παραπλήσιον τοῖς φαρμακοπώλαις δοξοκοποῦντες καὶ πρὸς χάριν βλέποντες ἀεὶ τὰ πρὸς τοὺς καιροὺς ἕνεκα τοῦ πορίζειν τὸν | |
20 | βίον διὰ τούτων· περὶ ὧν οὐκ ἄξιον πλείω ποιεῖσθαι λόγον. ἔνιοι δὲ τῶν δοκούντων εὐλόγως προσάγειν πρὸς τὴν ἱστορίαν, καθά‐ περ οἱ λογικοὶ τῶν ἰατρῶν, ἐνδιατρίψαντες ταῖς βιβλιοθήκαις καὶ καθόλου τὴν ἐκ τῶν ὑπομνημάτων περιποιησάμενοι πολυπειρίαν, πείθουσιν αὑτοὺς ὡς ὄντες ἱκανοὶ πρὸς τὴν ἐπιβολὴν καὶ τοῖς | |
25 | ἐκτὸς αρκουν δοκοῦσι προσφέρεσθαι, ...................... | |
........ μέρος, ὡς ἐμοὶ δοκεῖ, πρὸς τὴν πραγματικὴν ἱστορίαν· | 152 | |
153 | τὸ γὰρ ὑποπτεῦσαι τὰ προγε............................ ... τὰς τῶν ἀρχαίων διαλήψεις καὶ τὰς ἐννοίας ἃς ... εἶχον ὑπὲρ ἐνίων τόπων ἐθνῶν πολιτειῶν πράξεων, ἔτι δὲ πρὸς τὸ ... .... τὰς ἑκάστων περιστάσεις καὶ τύχας, αἷς κέχρηνται κατὰ τοὺς | |
5 | ἀνωτέρω χρόνους, εὔχρηστόν ἐστι· συνεφίστησι γὰρ τὰ προγεγο‐ νότα πρὸς τὸ μέλλον ἡμᾶς οἰκείως, ἐάν τις ὑπὲρ ἑκάστων ἀλη‐ θινῶς ἱστορῇ τὰ παρεληλυθότα· τό γε μὴν ἀπ’ αὐτῆς ταύτης τῆς δυνάμεως ὁρμηθέντα πεπεῖσθαι γράφειν τὰς ἐπιγινομένας πράξεις καλῶς, ὃ πέπεισται Τίμαιος, τελέως εὔηθες καὶ παραπλήσιον ὡς | |
10 | ἂν εἴ τις τὰ τῶν ἀρχαίων ζωγράφων ἔργα θεασάμενος ἱκανὸς οἴοιτο ζωγράφος εἶναι καὶ προστάτης τῆς τέχνης. Δῆλον ἔσται τὸ λεγόμενον ἔτι μᾶλλον ἐκ τῶν ἐπιφερομένων, οἷον εὐθέως ἐκ τῶν συμβεβηκότων Ἐφόρῳ κατὰ τόπους τινὰς τῆς ἱστορίας. ἐκεῖνος γὰρ ἐν τοῖς πολεμικοῖς τῶν μὲν κατὰ θάλατταν | |
15 | ἔργων ἐπὶ ποσὸν ὑπόνοιαν ἐσχηκέναι μοι δοκεῖ, τῶν δὲ κατὰ γῆν ἀγώνων ἄπειρος εἶναι τελέως. τοιγαροῦν ὅταν μὲν πρὸς τὰς περὶ Κύπρον ναυμαχίας καὶ τὰς περὶ Κνίδον ἀτενίσῃ τις, αἷς ἐχρήσαντο οἱ βασιλέως στρατηγοὶ πρὸς Εὐαγόραν τὸν Σαλαμίνιον καὶ πάλιν πρὸς Λακεδαιμονίους, θαυμάζειν τὸν συγγραφέα καὶ κατὰ τὴν | |
20 | δύναμιν καὶ κατὰ τὴν ἐμπειρίαν καὶ πολλὰ τῶν χρησίμων ἀπενέγ‐ κασθαι πρὸς τὰς ὁμοίας περιστάσεις· ὅταν δὲ τὴν περὶ Λεῦκτρα μάχην ἐξηγῆται Θηβαίων καὶ Λακεδαιμονίων ἢ τὴν ἐν Μαντινείᾳ πάλιν τῶν αὐτῶν τούτων, ἐν ᾗ καὶ μετήλλαξε τὸν βίον Ἐπαμι‐ νώνδας, ἐν τούτοις ἐὰν ἐπὶ τὰ κατὰ μέρος ἐπιστήσας τις θεωρῇ | |
25 | τὰς ἐκτάξεις καὶ μετατάξεις τὰς κατ’ αὐτοὺς τοὺς κινδύνους, γελοῖος | |
φαίνεται καὶ παντελῶς ἄπειρος καὶ ἀόρατος τῶν τοιούτων ὤν. | 153 | |
154 | ὁ μὲν οὖν ἐν τοῖς Λεύκτροις κίνδυνος ἁπλοῦς γεγονὼς καὶ καθ’ ἕν τι μέρος τῆς δυνάμεως οὐ λίαν ἐκφανῆ ποιεῖται τὴν τοῦ συγ‐ γραφέως ἀπειρίαν· ὁ δὲ περὶ τὴν Μαντίνειαν τὴν μὲν ἔμφασιν ἔχει ποικίλην καὶ στρατηγικήν, ἔστι δ’ ἀνυπόστατος καὶ τελέως | |
5 | ἀδιανόητος τῷ συγγραφεῖ. τοῦτο δ’ ἔσται δῆλον, ἐάν τις τοὺς τόπους ὑποθέμενος ἀληθινῶς ἐπιμετρῇ τὰς κινήσεις τὰς ὑπ’ αὐ‐ τοῦ δηλουμένας. τὸ δ’ αὐτὸ συμβαίνει καὶ Θεοπόμπῳ καὶ μάλι‐ στα Τιμαίῳ, περὶ οὗ νῦν ὁ λόγος· οὗ μὲν γὰρ ἂν ὑπὲρ τῶν τοι‐ ούτων κεφαλαιώδη ποιήσωνται τὴν ὑπόθεσιν, διαλανθάνουσιν, οὗ | |
10 | δ’ ἂν βουληθῶσι διαθέσθαι καὶ συνυποδεῖξαί τι τῶν κατὰ μέρος, τοιοῦτοι φαίνονται καὶ πάντες οἷος Ἔφορος. 82. Ὅτι οὔτε περὶ τῶν κατὰ πόλεμον συμβαινόντων δυνατόν ἐστι γράψαι καλῶς τὸν μηδεμίαν ἐμπειρίαν ἔχοντα τῶν πολεμικῶν ἔργων, οὔτε περὶ τῶν ἐν ταῖς πολιτείαις τὸν μὴ πεπειραμένον | |
15 | τῶν τοιούτων πράξεων καὶ περιστάσεων. λοιπὸν οὔτε ἐμπείρως ὑπὸ τῶν βιβλιακῶν οὔτ’ ἐμφαντικῶς οὐδενὸς γραφομένου συμβαί‐ νει τὴν πραγματείαν ἄπρακτον γίνεσθαι τοῖς ἐντυγχάνουσιν. ὅταν γὰρ ἐκ τῆς ἱστορίας ἐξέλῃ τις τὸ δυνάμενον ὠφελεῖν ἡμᾶς, τὸ λοι‐ πὸν αὐτῆς ἄζηλον καὶ ἀνωφελὲς γίνεται παντελῶς. ἔτι δὲ περὶ | |
20 | τῶν πόλεων καὶ τόπων ὅταν ἐπιβάλωνται γράφειν τὰ κατὰ μέρος, ὄντες ἀτριβεῖς τῆς τοιαύτης ἐμπειρίας, δῆλον ὡς ἀνάγκη συμβαί‐ νειν τὸ παραπλήσιον, καὶ πολλὰ μὲν ἀξιόλογα παραλιπεῖν, περὶ πολλῶν δὲ ποιεῖσθαι πολὺν λόγον οὐκ ἀξίων ὄντων· ὃ δὴ συμ‐ βαίνει μάλιστα Τιμαίῳ διὰ τὴν ἀορασίαν. | |
25 | 83. Ὅτι Τίμαιός φησιν ἐν τῇ τριακοστῇ καὶ τετάρτῃ βίβλῳ· „πεντήκοντα συνεχῶς ἔτη διατρίψας Ἀθήνησι ξενιτεύων ἁπάσης ὁμολογουμένως ἄπειρος ἐγένετο πολεμικῆς χρείας, ἔτι δὲ καὶ τῆς τῶν τόπων θέας.“ λοιπὸν ὅταν εἴς τι τῶν μερῶν τούτων ἐμπέσῃ κατὰ τὴν ἱστορίαν, πολλὰ μὲν ἀγνοεῖ καὶ ψεύδεται, κἄν ποτε δὲ | |
30 | τῆς ἀληθείας ἐπιψαύσῃ, παραπλήσιός ἐστι τοῖς ζωγράφοις τοῖς | |
ἀπὸ τῶν ἀνασεσαγμένων θυλάκων ποιουμένοις τὰς ἀπογραφάς· | 154 | |
155 | καὶ γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ἐκτὸς ἐνίοτε γραμμὴ σώζεται, τὸ δὲ τῆς ἐμφάσεως καὶ τῆς ἐναργείας τῶν ἀλκίμων ζώων ἄπεστιν, ὅπερ ἴδιον ὑπάρχει τῆς ζωγραφικῆς τέχνης. τὸ δ’ αὐτὸ συμβαίνει καὶ περὶ Τίμαιον καὶ καθόλου τοὺς ἀπ’ αὐτῆς τῆς βιβλιακῆς ἕξεως | |
5 | ὁρμωμένους· ἡ γὰρ ἔμφασις τῶν πραγμάτων αὐτοῖς ἄπεστιν διὰ τὸ μόνον ἐκ τῆς αὐτοπαθείας τοῦτο γίνεσθαι τῆς τῶν συγγραφέων· ὅθεν οὐκ ἐντίκτουσιν ἀληθινοὺς ζήλους τοῖς ἀκούουσιν οἱ μὴ δι’ αὐτῶν πεπορευμένοι τῶν πραγμάτων. ᾗ καὶ τοιαύτας ᾤοντο δεῖν ἐν τοῖς ὑπομνήμασιν ὑπάρχειν ἐμφάσεις οἱ πρὸ ἡμῶν ὥσθ’, ὅτε | |
10 | μὲν ὑπὲρ πολιτικῶν ὁ λόγος εἴη πραγμάτων, ἐπιφθέγγεσθαι διότι κατ’ ἀνάγκην ὁ γράφων πεπολίτευται καὶ πεῖραν ἔσχηκε τῶν ἐν τούτῳ τῷ μέρει συμβαινόντων, ὅτε δὲ περὶ πολεμικῶν, ὅτι πάλιν ἐστράτευκε καὶ κεκινδύνευκε, καὶ μὴν ὅτε περὶ βιωτικῶν, ὅτι τέ‐ τραφε τέκνα καὶ μετὰ γυναικὸς ἔζηκε. τὸ δὲ παραπλήσιον καὶ | |
15 | τῶν ἄλλων τοῦ βίου μερῶν· ὃ παρὰ μόνοις εἰκὸς εὑρίσκεσθαι τῶν συγγραφέων τοῖς δι’ αὐτῶν πεπορευμένοις τῶν πραγμάτων καὶ τοῦτο τὸ μέρος περιπεποιημένοις τῆς ἱστορίας. πάντων μὲν οὖν οἷον αὐτουργὸν γενέσθαι καὶ δράστην δυσχερὲς ἴσως, τῶν μέντοι μεγίστων καὶ κοινοτάτων ἀναγκαῖον. ὅτι δὲ τὸ λεγόμενον οὐκ ἀδύ‐ | |
20 | νατον, ἱκανὸν ὑπόδειγμα πρὸς πίστιν ὁ ποιητής, παρ’ ᾧ πολὺ τὸ τῆς τοιαύτης ἐμφάσεως ἴδοι τις ἂν ὑπάρχον. ἐξ ὧν πᾶς ἂν εἰκότως συγκαταλάβοι τὸ τρίτον εἶναι μέρος τῆς ἱστορίας καὶ τρί‐ την ἔχειν τάξιν τὴν ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνην. ὡς δ’ ἀληθές ἐστι τὸ νυνὶ λεγόμενον ἐκφανέστατον γένοιτ’ ἂν ἐπί τε | |
25 | τῶν συμβουλευτικῶν καὶ παρακλητικῶν ἔτι δὲ πρεσβευτικῶν λόγων, οἷς κέχρηται Τίμαιος. ὀλίγοι μὲν γὰρ καιροὶ πάντας ἐπιδέχονται διαθέσθαι τοὺς ἐνόντας λόγους, οἱ δὲ πλεῖστοι βραχεῖς καί τινας τῶν ὑπόντων, καὶ τούτων ἄλλους μὲν οἱ νῦν, ἄλλους δὲ οἱ προ‐ | |
γεγονότες· καὶ τινὰς μὲν Αἰτωλοὶ προσίενται, τινὰς δὲ Πελοπον‐ | 155 | |
156 | νήσιοι, τινὰς δὲ Ἀθηναῖοι, ..περ Ἀθηναῖοι· καιρῷ καὶ πρὸς πάντας διεξιέναι τοὺς ἐνόντας λόγους, ὃ ποιεῖ Τίμαιος πρὸς πᾶ‐ σαν ὑπόθεσιν εὑρεσιλογῶν, τελέως ἀνάληθες καὶ μειρακιῶδες καὶ διατριβικὸν φαίνεται, καὶ πολλοῖς ἀποτυχίας αἴτιον ἤδη τοῦτο | |
5 | γέγονεν καὶ καταφρονήσεως· τὸ δὲ τοὺς ἁρμόζοντας καὶ καιρίους ἀεὶ λαμβάνειν, τοῦτ’ ἀναγκαῖον. ἀστάτου δὲ τῆς χρείας οὔσης καὶ πόσοις καὶ ποίοις τῶν ἐνόντων χρηστέον, ἀλλοιοτέρου τινὸς δεῖ ζήλου καὶ παραγγέλματος, εἰ μέλλομεν μὴ βλάπτειν ἀλλ’ ὠφελεῖν τοὺς ἀναγινώσκοντας. ἔστι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι δυσπαράγ‐ | |
10 | γελτος, οὐ μὴν ἀδύνατος εἰς ὑπόνοιαν ἀναχθῆναι διὰ τῶν ἐκ τῆς αὐτοπαθείας καὶ τριβῆς θεωρημάτων· ἐπὶ δὲ τοῦ παρόντος μά‐ λιστ’ ἂν ὑπονοηθείη τὸ λεγόμενον ἐκ τούτων. εἰ γὰρ οἱ συγγρα‐ φεῖς ὑποδείξαντες τοὺς καιροὺς καὶ τὰς ὁρμὰς καὶ διαθέσεις τῶν βουλευομένων, κἄπειτα τοὺς κατ’ ἀλήθειαν ῥηθέντας λόγους ἐκ‐ | |
15 | θέντες διασαφήσαιεν ἡμῖν τὰς αἰτίας, δι’ ἃς ἢ κατευστοχῆσαι συνέβη τοὺς εἰπόντας ἢ διαπεσεῖν, γένοιτ’ ἄν τις ἔννοια τοῦ πράγ‐ ματος ἀληθινή, καὶ δυναίμεθ’ ἂν ἅμα μὲν διακρίνοντες ἅμα δὲ μεταφέροντες ἐπὶ τὰ παραπλήσια κατευστοχεῖν ἀεὶ τῶν προκει‐ μένων. ἀλλ’ ἔστιν, οἶμαι, τὸ μὲν αἰτιολογεῖν δυσχερές, τὸ δὲ ῥησι‐ | |
20 | κοπεῖν ἐν τοῖς βιβλίοις ῥάδιον, καὶ τὸ μὲν ὀλίγα καιρίως εἰπεῖν καὶ τούτου παραγγελίαν εὑρεῖν ὀλίγοις ἐφικτόν, τὸ δὲ πολλὰ δια‐ θέσθαι καὶ ματαίως τῶν ἐν μέσῳ κειμένων καὶ κοινόν. Ἵνα δὲ καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπόφασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου | |
25 | ψευδογραφίας, βραχέα προοισόμεθα τῶν ὁμολογουμένων αὐτοῦ λόγων ἐπ’ ὀνόματος. 84. Ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίᾳ μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην Τι‐ | |
μολέοντα Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστ’ ἂν δέοι περιάπτειν | 156 | |
157 | μειρακιώδεις καὶ διατριβικοὺς λόγους. ὁ δέ φησιν ἐν τῇ μιᾷ καὶ εἰκοστῇ βίβλῳ, καθ’ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακουσίων πό‐ λεμον, τότε τοὺς Γελῴους κάμνοντας τῷ πολέμῳ διαπέμψασθαι | |
5 | πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν· τῶν δὲ προθύμως δεξα‐ μένων μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμ‐ μάχους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελ‐ θόντες εἰς Γέλαν βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῇ συμφερόντων. παραγενομένων δὲ τῶν συνέδρων καὶ τοῦ διαβου‐ | |
10 | λίου προτεθέντος τοιούτοις τισὶ χρώμενον εἰσάγει λόγοις τὸν Ἑρ‐ μοκράτην. ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελῴους καὶ τοὺς Καμαριναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι τοὺς περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθε‐ στήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ πλήθη | |
15 | περὶ τῶν διαλύσεων, ἀλλὰ τοὺς προεστῶτας τῶν πολιτευμάτων καὶ σαφῶς εἰδότας τίνα διαφορὰν ἔχει ὁ πόλεμος τῆς εἰρήνης, μετὰ δὲ ταῦτα δύο ἢ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοι‐ πὸν οἴεται αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην ὁ πόλεμος δια‐ φορὰν ἔχει τῆς εἰρήνης, μικρῷ πρότερον εἰρηκὼς ὅτι κατ’ αὐτὸ | |
20 | τοῦτο χάριν ἔχει τοῖς Γελῴοις τὸ μὴ γίνεσθαι τοὺς λόγους ἐν .......... ἐν συνεδρίῳ καλῶς γινώσκοντι τὰς τοιαύτας παρα ...γας. ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν | |
ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπι.. | 157 | |
158 | ...................· πάντες γὰρ δήπουθεν οἴονται δεῖν τὰς ἀποδείξεις φέρειν τῶν ἀγνοουμένων καὶ τῶν ἀπιστουμένων παρὰ τοῖς ἀκροαταῖς, περὶ δὲ τῶν ἤδη γινωσκομένων ματαιότατον εἶναι ........ παιδαριωδέστατον τὸ καθευρεσιλογεῖν ............ | |
5 | μενον ἢ τὸ γινωσκόμενον. ὁ δὲ χωρὶς τῆς ὅλης παραπτώσεως τοῦ διατεθεῖσθαι τὸ πλεῖστον μέρος τοῦ λόγου πρὸς τὰ καθάπαξ μὴ προσδεόμενα λόγου καὶ λήμμασι κέχρηται τοιούτοις, οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρίᾳ δὲ | |
10 | χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλ’ οὐδὲ μειράκιον τὸ τυχόν; ὅς γε πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους, διότι κοιμωμένους τὸν ὄρθρον ἐν μὲν τῷ πολέμῳ διεγείρουσι σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες. μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων | |
15 | ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὐτοῦ προ‐ αιρέσεως, ὅσοις δ’ ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατ’ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον κακῶν οὐ‐ δενὶ γεγονέναι τῶν ἀνθρώπων. ἑξῆς δὲ τούτοις παρὰ μὲν τῷ ποιητῇ τὸν Δία παρεισάγεσθαι δυσαρεστούμενον τῷ Ἄρει καὶ | |
20 | λέγοντα· ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. ὁμοίως δὲ καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν· ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος | |
25 | ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. ὁμογνωμονεῖν δὲ τῷ ποιητῇ καὶ τὸν Εὐριπίδην, ἐν οἷς φησιν· εἰρήνα βαθύπλουτε, καλλίστα μακάρων θεῶν, ζῆλός μοι σέθεν, ὡς χρονίζεις. | |
30 | δέδοικα δὲ μὴ πρὶν ὑπερβάλῃ με γῆρας, | 158 |
159 | πρὶν ἂν χαρίεσσαν προσιδεῖν ὥραν καὶ καλλιχόρους ἀοιδὰς φιλοστεφάνους τε κώμους. ἔτι δὲ πρὸς τούτοις ὁμοιότατον εἶναί φησι τὸν μὲν πόλεμον τῇ | |
5 | νόσῳ, τὴν δ’ εἰρήνην τῇ ὑγιείᾳ· τὴν μὲν γὰρ καὶ τοὺς κάμνοντας ἀναλαμβάνειν, ἐν ᾧ δὲ καὶ τοὺς ὑγιαίνοντας ἀπόλλυσθαι. καὶ κατὰ μὲν τὴν εἰρήνην τοὺς πρεσβυτέρους ὑπὸ τῶν νέων θάπτε‐ σθαι κατὰ φύσιν, ἐν δὲ τῷ πολέμῳ τἀναντία, τὸ δὲ μέγιστον ἐν μὲν τῷ πολέμῳ μηδ’ ἄχρι τῶν τειχῶν εἶναι τὴν ἀσφάλειαν, κατὰ | |
10 | δὲ τὴν εἰρήνην μέχρι τῶν τῆς χώρας ὅρων, καὶ τούτοις ἕτερα παραπλήσια. θαυμάζω δὴ τίσι ποτ’ ἂν ἄλλοις ἐχρήσατο λόγοις ἢ προφοραῖς μειράκιον ἄρτι γενόμενον 〈περὶ〉 διατριβὰς καὶ τὰς ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνας καὶ βουλόμενον παραγγελ‐ ματικῶς ἐκ τῶν παρεπομένων τοῖς προσώποις ποιεῖσθαι τὴν ἐπι‐ | |
15 | χείρησιν· δοκεῖ ............... τούτοις οἷς ὁ Τίμαιος Ἑρμο‐ κράτην κεχρῆσθαί φησι. Τί δὲ πάλιν ὅταν ὁ Τιμολέων ἐν τῇ αὐτῇ βίβλῳ, παρακαλῶν τοὺς Ἕλληνας πρὸς τὸν ἐπὶ τοὺς Καρχηδονίους κίνδυνον, καὶ μόνον οὐκ ἤδη μελλόντων συνάγειν εἰς τὰς χεῖρας τοῖς ἐχθροῖς πολλα‐ | |
20 | πλασίοις οὖσι, πρῶτον μὲν ἀξιοῖ μὴ βλέπειν αὐτοὺς πρὸς τὸ πλῆθος τῶν ὑπεναντίων ἀλλὰ πρὸς τὴν ἀνανδρίαν; καὶ γὰρ τῆς Λιβύης ἁπάσης συνεχῶς οἰκουμένης καὶ πληθυούσης ἀνθρώπων, ὅμως ἐν ταῖς παροιμίαις, ὅταν περὶ ἐρημίας ἔμφασιν βουλώμεθα ποιῆσαι, λέγειν ἡμᾶς ἐρημότερα τῆς Λιβύης, οὐκ ἐπὶ τὴν ἐρημίαν | |
25 | φέροντας τὸν λόγον, ἀλλ’ ἐπὶ τὴν ἀνανδρίαν τῶν κατοικούντων. | 159 |
160 | καθόλου δέ, φησί, τίς ἂν φοβηθείη τοὺς ἄνδρας, οἵτινες τῆς φύ‐ σεως τοῦτο τοῖς ἀνθρώποις δεδωκυίας ἴδιον παρὰ τὰ λοιπὰ τῶν ζώων, λέγω δὲ τὰς χεῖρας, ταύτας παρ’ ὅλον τὸν βίον ἐντὸς τῶν χιτώνων ἔχοντες ἀπράκτους περιφέρουσι; τὸ δὲ μέγιστον οἵ γε καὶ | |
5 | ὑπὸ τοῖς χιωνίσκοις, φησί, περιζώματα φοροῦσι, ἵνα μηδ’ ὅταν ἀποθάνωσιν ἐν ταῖς μάχαις φανεροὶ γένωνται τοῖς ὑπεναντίοις. 85. Ὅτι Γέλωνος ἐπαγγελλομένου τοῖς Ἕλλησι δισμυρίοις πε‐ ζοῖς διακοσίαις δὲ ναυσὶ καταφράκτοις βοηθήσειν, ἐὰν αὐτῷ τῆς ἡγεμονίας [ἢ τῆς ἡγεμονίας] ἢ τῆς κατὰ γῆν ἢ τῆς κατὰ θάλατταν | |
10 | παραχωρήσωσι, φασὶ τοὺς προκαθημένους ἐν Κορίνθῳ τῶν Ἑλλή‐ νων πραγματικώτατον ἀπόκριμα δοῦναι τοῖς παρὰ τοῦ Γέλωνος πρεσβευταῖς· ἐκέλευον γὰρ ὡς ἐπίκουρον ἔρχεσθαι τὸν Γέλωνα μετὰ τῶν δυνάμεων, τὴν δ’ ἡγεμονίαν ἀνάγκῃ τὰ πράγματα περι‐ θήσειν τοῖς ἀρίστοις τῶν ἀνδρῶν· τοῦτο δ’ ἐστὶ τῶν καταφευ‐ | |
15 | γόντων ἐπὶ τὰς Συρακουσίων ἐλπίδας, ἀλλὰ πιστευόντων αὑτοῖς καὶ προκαλουμένων τὸν βουλόμενον εἰς τὸν τῆς ἀνδρείας ἀγῶνα καὶ τὸν περὶ τῆς ἀρετῆς στέφανον. ἀλλ’ ὅμως Τίμαιος εἰς ἕκα‐ στα τῶν προειρημένων τοσούτους ἐντείνει λόγους καὶ τοιαύτην ποιεῖται σπουδὴν περὶ τοῦ τὴν μὲν Σικελίαν μεγαλομερεστέραν | |
20 | ποιῆσαι τῆς συμπάσης Ἑλλάδος, τὰς δὲ ἐν αὐτῇ πράξεις ἐπιφανε‐ στέρας καὶ καλλίους τῶν κατὰ τὴν ἄλλην οἰκουμένην, τῶν δ’ ἀν‐ δρῶν τῶν μὲν σοφίᾳ διενηνοχότων σοφωτάτους τοὺς ἐν Σικελίᾳ, τῶν δὲ πραγματικῶν ἡγεμονικωτάτους καὶ θειοτάτους τοὺς ἐκ Συρα‐ κουσσῶν, ὥστε μὴ καταλιπεῖν ὑπερβολὴν τοῖς μειρακίοις τοῖς ἐν | |
25 | ταῖς διατριβαῖς καὶ τοῖς τόποις πρὸς τὰς παραδόξους ἐπιχειρή‐ σεις, ὅταν ἢ Θερσίτου λέγειν ἐγκώμιον ἢ Πηνελόπης προθῶνται ψόγον ἤ τινος ἑτέρου τῶν τοιούτων. Λοιπὸν ἐκ τούτων διὰ τὴν ὑπερβολὴν τῆς παραδοξολογίας οὐκ εἰς σύγκρισιν, ἀλλ’ εἰς καταμώκησιν ἄγει καὶ τοὺς ἄνδρας καὶ | |
30 | τὰς πράξεις ὧν βούλεται προΐστασθαι· καὶ σχεδὸν εἰς τὸ παρα‐ | 160 |
161 | πλήσιον ἐμπίπτει τοῖς περὶ τοὺς ἐν Ἀκαδημίᾳ λόγους τὸν προ‐ χειριστότατον λόγον ἠσκηκόσιν. καὶ γὰρ ἐκείνων τινὲς βουλόμενοι περί τε τῶν προφανῶς καταληπτῶν εἶναι δοκούντων καὶ περὶ τῶν ἀκαταλήπτων εἰς ἀπορίαν ἄγειν τοὺς προσδιαλεγομένους τοι‐ | |
5 | αύταις χρῶνται παραδοξολογίαις καὶ τοιαύτας εὐποροῦσι πιθανό‐ τητας ὥστε διαπορεῖν εἰ δυνατόν ἐστι τοὺς ἐν Ἀθήναις ὄντας ὀσφραίνεσθαι τῶν ἑψομένων ὠῶν ἐν Ἐφέσῳ καὶ διστάζειν μή πως, καθ’ ὃν καιρὸν ἐν Ἀκαδημίᾳ διαλέγονται περὶ τούτων, οὐχ ὑπὲρ ἄλλων ἄρ’ ἐν οἴκῳ κατακείμενοι τούτους διατίθενται τοὺς λόγους. | |
10 | ἐξ ὧν διὰ τὴν ὑπερβολὴν τῆς παραδοξολογίας εἰς διαβολὴν ἤχασι τὴν ὅλην αἵρεσιν, ὥστε καὶ τὰ καλῶς ἀπορούμενα παρὰ τοῖς ἀν‐ θρώποις εἰς ἀπιστίαν ἦχθαι. καὶ χωρὶς τῆς ἰδίας ἀστοχίας καὶ τοῖς νέοις τοιοῦτον ἐκτετόκασι ζῆλον εἰς τὸ τῶν μὲν ἠθικῶν καὶ πραγματικῶν λόγων μηδὲ τὴν τυχοῦσαν ἐπίνοιαν ποιεῖσθαι, δι’ | |
15 | ὧν ὄνησις τοῖς φιλοσοφοῦσι, περὶ δὲ τὰς ἀνωφελεῖς καὶ παρα‐ δόξους εὑρεσιλογίας κενοδοξοῦντες κατατρίβουσι τοὺς βίους. Τὸ δ’ αὐτὸ καὶ Τιμαίῳ συμβέβηκε περὶ τὴν ἱστορίαν καὶ τοῖς τούτου ζηλωταῖς· παραδοξολόγος γὰρ ὢν καὶ φιλόνεικος περὶ τὸ προτεθὲν τοὺς μὲν πολλοὺς καταπέπληκται ἀλόγως, ἠνάγκακε δ’ | |
20 | αὐτῷ διὰ τὴν ἐπίφασιν τῆς ἀληθινολογίας, τινὰς δὲ καὶ προσκέ‐ κληται καὶ μετ’ ἀποδείξεως δοκεῖ πείσειν. καὶ μάλιστα ταύτην ἐνείργασται τὴν δόξαν ἐκ τῶν περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας ἀποφάσεων· ἐν γὰρ τούτοις τηλικαύτην ἐπίφασιν ποιεῖ διὰ τῆς ἀκριβολογίας καὶ τῆς πικρίας τῆς ἐπὶ τῶν ἐλέγχων, οἷς | |
25 | χρῆται κατὰ τῶν πέλας, ὥστε δοκεῖν κατὰ τοὺς ἄλλους συγγραφέας ἅπαντας συγκεκοιμῆσθαι τοῖς πράγμασι καὶ κατεσχεδιακέναι τῆς οἰκουμένης, αὐτὸν δὲ μόνον ἐξητακέναι τὴν ἀκρίβειαν καὶ διευκρι‐ νηκέναι τὰς ἐν ἑκάστοις ἱστορίας, ἐν οἷς πολλὰ μὲν ὑγιῶς λέγεται, | |
πολλὰ δὲ καὶ ψευδῶς. οὐ μὴν ἀλλ’ οἱ πλείω χρόνον συντραφέν‐ | 161 | |
162 | τες αὐτοῦ τοῖς πρώτοις ὑπομνήμασιν, ἐν οἷς αἱ περὶ τῶν προει‐ ρημένων εἰσὶ συντάξεις, ὅταν ἅπασαν συνταξαμένῳ τὴν ὑπερβολὴν τῆς ἐπαγγελίας ἀποπιστεύσωσι, κἄπειτά τις αὐτοῖς ἀποδεικνύῃ τὸν Τίμαιον, ἐν οἷς πικρότατός ἐστι κατὰ τῶν πέλας, αὐτὸν ἔνο‐ | |
5 | χον ὄντα, καθάπερ ἡμεῖς ἀρτίως ἐπὶ τῶν Λοκρῶν καὶ τῶν ἑξῆς παραπαίοντα συνεστήσαμεν, δυσέριδες γίνονται καὶ φιλόνεικοι καὶ δυσμετάθετοι, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν οἱ φιλοπονώτατα προσε‐ δρεύσαντες τοῖς ὑπομνήμασιν αὐτοῦ τοῦτ’ ἀποφέρονται τὸ λυσι‐ τελὲς ἐκ τῆς ἀναγνώσεως· οἵ γε μὴν ταῖς δημηγορίαις προσχόντες | |
10 | αὐτοῦ καὶ καθόλου τοῖς διεξοδικοῖς λόγοις μειρακιώδεις καὶ δια‐ τριβικοὶ καὶ τελέως ἀναλήθεις γίνονται διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας. Λοιπὸν δὲ τὸ πραγματικὸν αὐτῷ μέρος τῆς ἱστορίας ἐκ πάν‐ των σύγκειται τῶν ἁμαρτημάτων, ὧν τὰ πλεῖστα διεληλύθαμεν· τὴν δ’ αἰτίαν τῆς ἁμαρτίας νῦν ἐροῦμεν, ἥτις οὐκ ἔνδοξος μὲν | |
15 | φαίνεται τοῖς πλείστοις, ἀληθινωτάτη δ’ εὑρεθήσεται τῶν Τιμαίου κατηγορημάτων· δοκεῖ μὲν γὰρ καὶ τὴν ἐμπειρικὴν περὶ ἕκαστα δύναμιν καὶ τὴν ἐπὶ τῆς πολυπραγμοσύνης ἕξιν παρεσκευάσθαι καὶ συλλήβδην φιλοπόνως προσεληλυθέναι πρὸς τὸ γράφειν τὴν ἱστορίαν, ἐν ἐνίοις δ’ οὐδεὶς οὔτ’ ἀπειρότερος οὔτ’ ἀφιλοπονώ‐ | |
20 | τερος φαίνεται γεγονέναι τῶν ἐπ’ ὀνόματος συγγραφέων. δῆλον δ’ ἔσται τὸ λεγόμενον ἐκ τούτων. δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡσανεί τινων ὀργάνων ἡμῖν, οἷς πάντα πυνθανόμεθα καὶ πολυ‐ πραγμονοῦμεν, ἀκοῆς καὶ ὁράσεως, ἀληθινωτέρας δ’ οὔσης οὐ μι‐ κρῷ τῆς ὁράσεως κατὰ τὸν Ἡράκλειτον (ὀφθαλμοὶ γὰρ τῶν ὤτων | |
25 | ἀκριβέστεροι μάρτυρες), τούτων Τίμαιος τὴν ἡδίω μὲν ἥττω δὲ τῶν ὅλων ὥρμησε πρὸς τὸ πολυπραγμονεῖν. τῶν μὲν γὰρ διὰ τῆς ὁράσεως εἰς τέλος ἀπέστη, τῶν δὲ διὰ τῆς ἀκοῆς ἀντεποιήσατο. | |
καὶ ταύτης ................. διὰ τῶν ὑπομνημάτων, τοῦ δὲ | 162 | |
163 | περὶ τὰς ἀνακρίσεις ῥαθύμως ἀπεστράφη. δι’ ἣν δ’ αἰτίαν ταύ‐ την ἔσχε τὴν αἵρεσιν εὐχερὲς καταμαθεῖν, ὅτι τὰ μὲν ἐκ τῶν βι‐ βλίων δύναται πολυπραγμονεῖσθαι χωρὶς κινδύνου καὶ κακοπα‐ θείας, ἐάν τις αὐτὸ τοῦτο προνοηθῇ μόνον ὥστε λαβεῖν ἢ πόλιν | |
5 | ἔχουσαν ὑπομνημάτων πλῆθος ἢ βιβλιοθήκην που γειτνιῶσαν. λοιπὸν κατακείμενον ἐρευνᾶν δεῖ τὸ ζητούμενον καὶ συγκρίνειν τὰς τῶν προγεγονότων συγγραφέων ἀγνοίας ἄνευ πάσης κακοπαθείας. ἡ δὲ πολυπραγμοσύνη πολλῆς μὲν προσδεῖται ταλαιπωρίας καὶ δαπάνης, μέγα δέ τι συμβάλλεται καὶ μέγιστόν ἐστι μέρος τῆς | |
10 | ἱστορίας. δῆλον δὲ τοῦτ’ ἐστὶν ἐξ αὐτῶν τῶν τὰς συντάξεις πραγ‐ ματευομένων. ὁ μὲν γὰρ Ἔφορός φησιν, εἰ δυνατὸν ἦν αὐτοὺς παρεῖναι πᾶσι τοῖς πράγμασι, ταύτην δὴ διαφέρειν πολὺ τῶν ἐμ‐ πειριῶν· ὁ δὲ Θεόπομπος τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς, τὸν πλείστοις κινδύνοις παρατετευχότα, τοῦτον δὲ δυνατώτατον | |
15 | ἐν λόγῳ, τὸν πλείστων μετεσχηκότα πολιτικῶν ἀγώνων. τὸν αὐ‐ τὸν δὲ τρόπον συμβαίνει ἐπὶ ἰατρικῆς καὶ κυβερνητικῆς. ἔτι δὲ τούτων ἐμφαντικώτερον ὁ ποιητὴς εἴρηκε περὶ τούτου τοῦ μέρους. ἐκεῖνος γὰρ βουλόμενος ὑποδεικνύειν ἡμῖν οἷον δεῖ τὸν ἄνδρα τὸν πραγματικὸν εἶναι, προθέμενος τὸ τοῦ Ὀδυσσέως πρόσωπον λέγει | |
20 | ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη, καὶ προβάς, πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ τὰ ἑξῆς. | |
25 | Δοκεῖ δέ μοι καὶ τὸ τῆς ἱστορίας πρόσχημα τοιοῦτον ἄνδρα ζητεῖν. ὁ μὲν οὖν Πλάτων φησὶ τότε τἀνθρώπεια καλῶς ἕξειν, ὅταν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσι· κἀγὼ | |
δ’ ἂν εἴποιμι διότι τὰ τῆς ἱστορίας ἕξει τότε καλῶς, ὅταν ἢ οἱ | 163 | |
164 | πραγματικοὶ τῶν ἀνδρῶν γράφειν ἐπιχειρήσωσι τὰς ἱστορίας, μὴ καθάπερ νῦν παρέργως, νομίσαντες δὲ καὶ τοῦτ’ εἶναι σφίσι τῶν ἀναγκαιοτάτων καὶ καλλίστων, ἀπερισπάστως παράσχωνται πρὸς τοῦτο τὸ μέρος κατὰ τὸν βίον, ἢ οἱ γράφειν ἐπιβαλλόμενοι τὴν | |
5 | ἐξ αὐτῶν τῶν πραγμάτων ἕξιν ἀναγκαίαν ἡγήσονται πρὸς τὴν ἱστορίαν. πρότερον δ’ οὐκ ἔσται πολλὰ τῆς τῶν ἱστοριογράφων ἀγνοίας. ὧν Τίμαιος οὐδὲ τὴν ἐλαχίστην πρόνοιαν θέμενος, ἀλλὰ καταβιώσας ἐν ἑνὶ τόπῳ ξενιτεύων, καὶ σχεδὸν ὡς οἱ κατὰ πρό‐ θεσιν ἀπειπάμενος καὶ τὴν ἐνεργητικὴν τῆς περὶ τὰς πολεμικὰς καὶ | |
10 | πολιτικὰς πράξεις καὶ τὴν ἐκ τῆς πλάνης καὶ θέας αὐτοπάθειαν, οὐκ οἶδ’ ὅπως ἐκφέρεται δόξαν ὡς ἕλκων τὴν τοῦ συγγραφέως προ‐ στασίαν. καὶ διότι τοιοῦτός ἐστιν, αὐτὸν ἀνθομολογούμενον εὐχερὲς παραστῆσαι τὸν Τίμαιον. κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βίβλου φησί τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως καὶ | |
15 | φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας· ταύτας δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρῳ φησὶ προσπεσεῖν, οὐ δυνηθέντος δ’ ἱκανῶς ἐκείνου πρὸς ταῦτα λέγον‐ τος ἀπαντῆσαι, πειρᾶται συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστο‐ ρίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, πρᾶγμα ποιῶν πάντων ἀτοπώτα‐ | |
20 | τον. πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγραφέως. ὁ γὰρ Ἔφορος παρ’ ὅλην τὴν πραγματείαν θαυμάσιος ὢν καὶ κατὰ τὴν φράσιν καὶ κατὰ τὸν χειρισμὸν καὶ κατὰ τὴν ἐπίνοιαν τῶν λημ‐ μάτων, δεινότατός ἐστιν ἐν ταῖς παρεκβάσεσι καὶ ταῖς ἀφ’ αὑτοῦ γνωμολογίαις, καὶ συλλήβδην ὅταν που τὸν ἐπιμετροῦντα λόγον | |
25 | διατίθηται, κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώ‐ τατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριογράφων καὶ λο‐ | |
γογράφων. ὁ δ’ ἵνα μὴ δόξῃ ταὐτὰ λέγειν Ἐφόρῳ, πρὸς τῷ κατε‐ | 164 | |
165 | ψεῦσθαι ἐκείνου καὶ τῶν λοιπῶν .ν κατέγνωκε γὰρ ...π’ ἄλλων δεόντως κεχειρισμένα μακρῶς κἀσαφῶς καὶ τῷ παντὶ χεῖρον ἐξη‐ γούμενος οὐδένα τῶν ζώντων ὑπέλαβε τοῦτο παρατηρήσειν. οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν ἱστορίαν πρῶτον μὲν τηλικαύτην | |
5 | εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατ’ ἀλήθειαν ᾠκοδομημένα καὶ κατεσκευασμένα τῶν ἐν ταῖς σκηνογραφίαις φαινομένων τόπων καὶ διαθέσεων· δεύτερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς | |
10 | ἐπιδεικτικοὺς λόγους· αὐτὸς γοῦν τηλικαύτην ὑπομεμένηκε δαπά‐ νην καὶ κακοπάθειαν τοῦ συναγαγεῖν τὰ παρὰ Τυρίων ὑπομνή‐ ματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη καὶ Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μηδ’ ἂν αὐτὸς ἐλπίσαι μήτ’ ἂν ἑτέροις ἐξη‐ γούμενος πιστευθῆναι περὶ τούτων. ἡδέως δέ τις ἂν ἔροιτο τὸν | |
15 | συγγραφέα πότερον ὑπολαμβάνει μείζονος δεῖσθαι δαπάνης καὶ κακοπαθείας τὸ καθήμενον ἐν ἄστει συνάγειν ὑπομνήματα καὶ πολυπραγμονεῖν τὰ Λιγύων ἔθη καὶ Κελτῶν, ἢ τὸ πειραθῆναι τῶν πλείστων ἐθνῶν καὶ τοῦτον αὐτόπτην γενέσθαι. τί δ’ αὖ τὸ πυνθάνεσθαι τὰς παρατάξεις καὶ πολιορκίας, ἔτι δὲ ναυμα‐ | |
20 | χίας, τῶν παρατετυχηκότων τοῖς κινδύνοις, ἢ τὸ πεῖραν λαβεῖν τῶν δεινῶν καὶ τῶν ἅμα τούτοις συμβαινόντων ἐπ’ αὐτῶν τῶν ἔργων; ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τηλικαύτην διαφορὰν ἔχειν τὰ κατ’ ἀλήθειαν οἰκοδομήματα τῶν ἐν ταῖς σκηνογραφίαις τόπων, οὐδὲ τὴν ἱστορίαν τῶν ἐπιδεικτικῶν λόγων, ἡλίκην ἐπὶ πασῶν τῶν συν‐ | |
25 | τάξεων τὴν ἐξ αὐτουργίας καὶ τὴν ἐξ αὐτοπαθείας ἀπόφασιν τῶν ἐξ ἀκοῆς καὶ διηγήματος γραφομένων· ἣν εἰς τέλος ἄπειρος ὢν εἰκότως ὑπελάβετο πάντων ἐλάχιστον καὶ ῥᾷστον εἶναι τοῖς πραγ‐ ματευομένοις τὴν ἱστορίαν, λέγω δὲ τὸ συνάγειν ὑπομνήματα καὶ | |
πυνθάνεσθαι παρὰ τῶν εἰδότων ἕκαστα τῶν πραγμάτων. καίτοι | 165 | |
166 | γε περὶ τοῦτο τὸ μέρος ἀνάγκη μεγάλα διαψεύδεσθαι τοὺς ἀπεί‐ ρους· πῶς γὰρ οἷόν τε καλῶς ἀνακρῖναι περὶ παρατάξεως ἢ πο‐ λιορκίας ἢ ναυμαχίας, πῶς δὲ συνεῖναι τῶν ἐξηγουμένων τὰ κατὰ μέρος ἀνεννόητον ὄντα τῶν προειρημένων; οὐ γὰρ ἔλαττον ὁ πυν‐ | |
5 | θανόμενος τῶν ἀπαγγελμάτων συμβάλλεται πρὸς τὴν ἐξήγησιν· ἡ γὰρ τῶν παρεπομένων τοῖς πράγμασιν ὑπόμνησις αὐτὴ χειραγωγεῖ τὸν ἐξηγούμενον ἐφ’ ἕκαστα τῶν συμβεβηκότων· ὑπὲρ ὧν ὁ μὲν ἔμπειρος οὔτε ἀνακρῖναι τοὺς παραγεγονότας ἱκανός ἐστιν οὔτε συμπαρὼν γνῶναι τὸ γενόμενον, ἀλλὰ κἂν παρῇ, τρόπον τινὰ | |
10 | παρὼν ..... 86. Ὅτι Ἀλέξανδρος ὁ Αἰτωλὸς νομοθετοῦντος Δωριμάχου καὶ Σκόπα ἀντέλεγε τοῖς γραφομένοις, ἐκ πολλῶν ἐνδεικνύμενος ὅτι παρ’ οἷς ἔφυ τὸ φυτὸν τοῦτο, οὐδέποτε κατέληξε πρότερον ἢ μεγάλοις κακοῖς περιβαλεῖν τοὺς ἅπαξ αὐτῷ χρησαμένους· διόπερ | |
15 | ἠξίου μὴ μόνον πρὸς τὸ παρὸν ἀποβλέπειν, εἰ κουφισθήσονται τῶν ἐνεστώτων συναλλαγμάτων, ἀλλὰ καὶ πρὸς τὸ μέλλον· ἄτοπον γὰρ εἶναι πολεμοῦντας μὲν καὶ τὸ πνεῦμα προΐεσθαι χάριν τῆς τῶν τέκνων ἀσφαλείας, βουλευομένους δὲ μηδένα ποιεῖσθαι λόγον τοῦ μετὰ ταῦτα χρόνου. | |
20 | 87. Ὅτι Σκόπας ὁ Αἰτωλῶν νομογράφος ἀποτυχὼν τῆς ἀρ‐ χῆς, ἧς χάριν τοὺς νόμους ἔγραφε, μετέωρος ἦν εἰς τὴν Ἀλεξάν‐ δρειαν, ταῖς ἐκεῖθεν ἐλπίσιν ἀναπληρώσων τὰ λείποντα τοῦ βίου καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, οὐκ εἰδὼς ὅτι, κα‐ θάπερ ἐπὶ τῶν ὑδρωπικῶν οὐδέποτε ποιεῖ παῦλαν οὐδὲ κόρον τῆς | |
25 | ἐπιθυμίας ἡ τῶν ἔξωθεν ὑγρῶν παράθεσις, ἐὰν μὴ τὴν ἐν αὐτῷ τῷ σώματι διάθεσιν ὑγιάσῃ τις, τὸν αὐτὸν τρόπον οὐδὲ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν οἷόν τε κορέσαι μὴ οὐ τὴν ἐν τῇ ψυχῇ κα‐ κίαν λόγῳ τινὶ διορθωσάμενον. ἐμφανέστατον δὲ τοῦτο συνέβη | |
γενέσθαι περὶ τὸν ἄνδρα τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος. | 166 | |
167 | 88. Ὅτι μεγίστην θεὸν τοῖς ἀνθρώποις ἡ φύσις ἀπέδειξε τὴν ἀλήθειαν καὶ μεγίστην αὐτῇ προσέθηκε δύναμιν. πάντων γοῦν αὐτὴν καταγωνιζομένων ἐνίοτε καὶ πασῶν τῶν πιθανοτήτων μετὰ τοῦ ψεύδους ταττομένων, οὐκ οἶδ’ ὅπως αὐτὴ δι’ αὑτῆς εἰς τὰς | |
5 | ψυχὰς εἰσδύεται τῶν ἀνθρώπων, καὶ ποτὲ μὲν παραχρῆμα δείκνυσι τὴν αὑτῆς δύναμιν, ποτὲ δὲ καὶ πολὺν χρόνον ἐπισκοτισθεῖσα τέ‐ λος αὐτὴ δι’ ἑαυτῆς ἐπικρατεῖ καὶ καταγωνίζεται τὸ ψεῦδος· ὡς συνέβη γενέσθαι περὶ τὸν Ἡρακλείδην τὸν 〈παρὰ〉 τοῦ Φιλίππου τοῦ βασιλέως εἰς Ῥόδον ἀφικόμενον. | |
10 | 89. Ὅτι φησὶν ὁ Πολύβιος περὶ ἑαυτοῦ καὶ περὶ τῆς τῶν βίβλων ὑποθετικῆς ἐξηγήσεως· Ἴσως μὲν οὖν ἐν πάσαις ταῖς ὀλυμ‐ πιάσιν αἱ προεκθέσεις τῶν πράξεων εἰς ἐπίστασιν ἄγουσι τοὺς ἐν‐ τυγχάνοντας καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν γεγονό‐ των, ὡς ἂν ὑπὸ μίαν σύνοψιν ἀγομένων τῶν ἐξ ὅλης τῆς οἰκου‐ | |
15 | μένης ἔργων· οὐ μὴν 〈ἀλλὰ〉 τὰ κατὰ ταύτην τὴν ὀλυμπιάδα μάλιστα νομίζω συνεπιστήσειν τοὺς ἀναγινώσκοντας διὰ τὸ πρῶ‐ τον μὲν τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πολέμους ἐν τούτοις τοῖς χρόνοις εἰληφέναι τὴν συντέλειαν, ὑπὲρ ὧν τίς οὐκ ἂν ἱστο‐ ρῆσαι βουληθείη ποία τις ἡ καταστροφὴ καὶ τί τὸ τέλος αὐτῶν | |
20 | ἐγένετο; φύσει γὰρ πάντες ἄνθρωποι, κἂν ὁλοσχερῶς παραδέχων‐ ται τὰ κατὰ μέρος ἔργα καὶ λόγους, ὅμως ἑκάστων τὸ τέλος ἱμεί‐ ρουσι μαθεῖν· πρὸς δὲ τούτοις συμβαίνει καὶ τὰς προαιρέσεις τῶν βασιλέων ἐκφανεστάτας γεγονέναι κατὰ τοὺς αὐτοὺς χρόνους· ἃ γὰρ πρότερον ἐγένετο περὶ αὐτῶν, τότε σαφῶς ἐπεγνώσθη πάντα | |
25 | παρὰ πᾶσι καὶ τοῖς μήδ’ ὅλως ἐθέλουσι πολυπραγμονεῖν. διὸ | 167 |
168 | καὶ βουλόμενοι κατ’ ἀξίαν τῶν ἔργων ποιήσασθαι τὴν ἐξήγησιν, οὐ τὰς ἐν κτῶν δυεῖν ἐτῶν πράξεις κατατετάχαμεν εἰς μίαν βί‐ βλον, καθάπερ ἐν τοῖς πρὸ τούτων ἀποδεδώκαμεν. 90. Ὅτι Ἀννίβας ὁ Καρχηδονίων στρατηγὸς ὥρμησεν εἰς τὸ | |
5 | συνελθεῖν εἰς λόγους Ποπλίῳ τῷ τῶν Ῥωμαίων στρατηγῷ, καὶ καταστρατοπεδεύσαντες ἐκ συμφωνοῦ ἐγγὺς ἀλλήλων προῆλθον ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀμφότεροι μετ’ ὀλίγων ἱππέων, κἄ‐ πειτα χωρισθέντες ἀπὸ τούτων αὐτοὶ συνῆλθον εἰς τὸ μέσον, ἔχοντες ἑρμηνέα μεθ’ ἑαυτῶν. δεξιωσάμενος δὲ πρῶτος Ἀννίβας | |
10 | ἤρξατο λέγειν ὡς ἐβούλετο μὲν ἂν μήτε Ῥωμαίους ἐπιθυμῆσαι μηδέποτε μηδενὸς τῶν ἐκτὸς τῆς Ἰταλίας μήτε Καρχηδονίους τῶν τῆς Λιβύης· ἀμφοτέροις γὰρ εἶναι ταύτας καὶ καλλίστας δυνα‐ στείας καὶ συλλήβδην ὡσανεὶ περιωρισμένας ὑπὸ τῆς φύσεως. „ἐπεὶ δὲ πρῶτον μὲν ὑπὲρ τῶν κατὰ Σικελίαν ἀμφισβητήσαντες | |
15 | ἐξεπολεμώσαμεν ἀλλήλους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατ’ Ἰβηρίαν, τὸ δὲ τέλος ὑπὸ τῆς τύχης ἀπονουθετούμενοι μέχρι τού‐ του προβεβήκαμεν ὥστε καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους ἡμᾶς κεκινδυνευκέναι, τοὺς δ’ ἀκμὴν ἔτι καὶ νῦν κινδυνεύειν, λοιπόν ἐστιν, εἴ πως δυναίμεθα δι’ αὐτῶν παραιτησάμενοι τοὺς θεοὺς | |
20 | διαλύσασθαι τὴν ἐνεστῶσαν φιλοτιμίαν. ἐγὼ μὲν οὖν ἕτοιμός εἰμι τῷ πεῖραν εἰληφέναι δι’ αὐτῶν τῶν πραγμάτων ὡς μετάθετός ἐστιν ἡ τύχη καὶ παρὰ μικρὸν εἰς ἑκάτερα ποιεῖ μεγάλας ῥοπάς, καθάπερ νηπίοις παισὶ χρωμένη· σὲ δ’ ἀγωνιῶ, Πόπλιε“ ἔφη „καὶ διὰ τὸ νέον εἶναι κομιδῇ καὶ διὰ τὸ πάντα σοι κατὰ λόγον κεχω‐ | |
25 | ρηκέναι καὶ τὰ κατὰ τὴν Ἰβηρίαν καὶ τὰ κατὰ τὴν Λιβύην καὶ μηδέπω μέχρι γε τοῦ νῦν εἰς τὴν τῆς τύχης ἐμπεπτωκέναι πάλιν ῥύμην, μή ποτε οὐ πεισθῇς διὰ ταῦτα τοῖς ἐμοῖς λόγοις, καίπερ οὖσι πιστοῖς. σκόπει δὲ ἀφ’ ἑνὸς τῶν λόγων τὰ πράγματα, μὴ τὰ | |
τῶν προγεγονότων, ἀλλὰ τὰ καθ’ ἡμᾶς αὐτούς. εἰμὶ τοιγαροῦν | 168 | |
169 | Ἀννίβας ἐκεῖνος, ὃς μετὰ τὴν ἐν Κάνναις μάχην σχεδὸν ἁπάσης Ἰταλίας ἐγκρατὴς γενόμενος μετά τινα χρόνον ἧκον πρὸς αὐτὴν τὴν Ῥώμην, καὶ στρατοπεδεύσας ἐν τεσσαράκοντα σταδίοις ἐβουλευόμην ὑπὲρ ὑμῶν καὶ τοῦ τῆς ὑμετέρας πατρίδος ἐδάφους πῶς ἐστί μοι | |
5 | χρηστέον· ὡς νῦν ἐν Λιβύῃ πάρειμι πρὸς σὲ Ῥωμαῖον ὄντα περὶ τῆς ἐμαυτοῦ καὶ τῶν Καρχηδονίων σωτηρίας κοινολογησόμενος. εἰς ἃ βλέποντα παρακαλῶ σε μὴ μέγα φρονεῖν, ἀλλ’ ἀνθρωπίνως βουλεύεσθαι περὶ τῶν ἐνεστώτων· τοῦτο δ’ ἐστὶ τῶν μὲν ἀγα‐ θῶν ἀεὶ τὸ μέγιστον, τῶν δὲ κακῶν τὸ ἐλάχιστον αἱρεῖσθαι. τίς | |
10 | οὖν ἂν ἕλοιτο νοῦν ἔχων πρὸς τοιοῦτον ὁρμᾶν κίνδυνον οἷος σοὶ νῦν ἐνέστηκεν; ἐν ᾧ νικήσας μὲν οὔτε τῇ σαυτοῦ δόξῃ μέγα τι προσθήσεις οὔτε τῇ τῆς πατρίδος, ἡττηθεὶς δὲ πάντα τὰ πρὸ τού‐ του σεμνὰ καὶ καλὰ δι’ αὑτὸν ἄρδην ἀναιρήσεις. τί οὖν ἐστιν ὃ προτίθεμαι τέλος τῶν νυνὶ λεγομένων; πάντα περὶ ὧν πρότερον | |
15 | ἠμφισβητήσαμεν, Ῥωμαίων ὑπάρχειν (ταῦτα δ’ ἦν Σικελία, Σαρδώ, τὰ κατὰ τὴν Ἰβηρίαν) καὶ μηδέποτε Καρχηδονίους Ῥωμαίοις ὑπὲρ τούτων ἀντᾶραι πόλεμον· ὁμοίως δὲ καὶ τὰς ἄλλας νήσους, ὅσαι μεταξὺ κεῖνται τῆς Ἰταλίας καὶ Λιβύης, Ῥωμαίων ὑπάρχειν. ταύ‐ τας γὰρ πέπεισμαι τὰς συνθήκας καὶ πρὸς τὸ μέλλον ἀσφαλεστάτας | |
20 | μὲν εἶναι Καρχηδονίοις, ἐνδοξοτάτας δὲ σοὶ καὶ πᾶσι Ῥωμαίοις.“ Ἀννίβας μὲν οὖν ταῦτα εἶπεν, ὁ δὲ Πόλιος ὑπολαβὼν οὔτε τοῦ περὶ Σικελίας ἔφη πολέμου Ῥωμαίους οὔτε τοὺς περὶ τῆς Ἰβηρίας αἰτίους γεγονέναι, Καρχηδονίους δὲ προφανῶς· ὑπὲρ ὧν κάλλιστα γινώσκειν αὐτὸν τὸν Ἀννίβαν. μάρτυρας δὲ καὶ τοὺς | |
25 | θεοὺς γεγονέναι τούτων, περιθέντας τὸ κράτος οὐ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἀλλὰ τοῖς ἀμυνομένοις. βλέπειν δὲ καὶ τὰ τῆς τύχης οὐδενὸς ἧττον καὶ τῶν ἀνθρώπων στοχάζεσθαι κατὰ δύνα‐ μιν. „ἀλλ’ εἰ μὲν πρώτους Ῥωμαίους διαβαίνειν εἰς Λιβύην αὐτὸς ἐξ Ἰταλίας ἐκχωρήσας προὔτεινες τὰς διαλύσεις ταύτας, οὐκ ἂν | |
30 | οἴομαί σε διαψευσθῆναι τῆς ἐλπίδος. ἐπεὶ δὲ σὺ μὲν ἄκων ἐκ τῆς Ἰταλίας ἀπηλλάγης, ἡμεῖς δὲ διαβάντες εἰς τὴν Λιβύην τῶν ὑπαίθρων ἐκρατήσαμεν, δῆλον ὡς μεγάλην εἴληφε τὰ πράγματα παραλλαγήν. τὸ δὲ δὴ μέγιστον, ἤλθομεν ἐπὶ τί μέρος; ἡττηθέν‐ | |
των καὶ δεηθέντων τῶν παρὰ σοῦ πολιτῶν ἐθέμεθα συνθήκας | 169 | |
170 | ἐγγράπτους, ἐν αἷς ἦν πρὸς τοῖς ὑπὸ σοῦ νῦν προτεινομένοις τοὺς αἰχμαλώτους ἀποδοῦναι χωρὶς λύτρων Καρχηδονίους, τῶν πλοίων παραχωρῆσαι τῶν καταφράκτων, πεντακισχίλια τάλαντα προσενεγ‐ κεῖν, ὅμηρα δοῦναι περὶ τούτων. ταῦτα ἦν ἃ συνεθέμεθα πρὸς | |
5 | ἀλλήλους· ὑπὲρ τούτων ἐπρεσβεύσαμεν ἀμφότεροι πρός τε τὴν σύγκλητον τὴν ἡμετέραν καὶ πρὸς τὸν δῆμον, ἡμεῖς μὲν ὁμολο‐ γοῦντες εὐδοκεῖν τοῖς γεγραμμένοις, Καρχηδόνιοι δὲ δεόμενοι τού‐ των τυχεῖν. ἐπείσθη τὸ συνέδριον τούτοις, ὁ δὲ δῆμος συγκατῄ‐ νεσε. τυχόντες ὧν ἠξίουν ἠθέτησαν ταῦτα Καρχηδόνιοι, παρα‐ | |
10 | σπονδήσαντες ἡμᾶς. τί λείπεται ποιεῖν; σὺ τὴν ἐμὴν χώραν μετα‐ λαβὼν εἶπον. ἀφελεῖν τὰ βαρύτατα τῶν ἐπιταγμάτων; ἵνα μὴ λαβόντες ἆθλα τῆς παρανομίας διδαχθῶσι τοὺς εὐποιοῦντας εἰς τὸ λοιπὸν παρασπονδεῖν. ἀλλ’ ἵνα τυχόντες ὧν ἀξιοῦσι χάριν ὀφείλωσιν ἡμῖν; ἀλλὰ νῦν μεθ’ ἱκετηρίας τυχόντες ὧν παρεκάλουν, | |
15 | ὅτι βραχείας ἐλπίδος ἐπελάβοντο τῆς κατὰ σέ, παρὰ πόδας ὡς ἐχθροῖς ἡμῖν κέχρηνται καὶ πολεμίοις. ἐν οἷς βαρυτέρου μέν τινος προσεπιταχθέντος δυνατὸν ἀνενεγκεῖν τῷ δήμῳ περὶ διαλύσεως, ὑφαίρεσιν δὲ ποιουμένοις τῶν ὑποκειμένων οὐδὲ ἀναφορὰν ἔχει τὸ διαβούλιον. Τί πέρας οὖν πάλιν τῶν ἡμετέρων λόγων; ἢ τὴν ἐπι‐ | |
20 | τροπὴν ὑμᾶς διδόναι περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἢ μα‐ χομένους νικᾶν.“ Ταῦτα μὲν οὖν διαλεχθέντες ἑαυτοῖς Ἀννίβας καὶ Πόπλιος ἐχωρίσθησαν, ἀξύμβατον ποιησάμενοι τὴν κοινολογίαν. 91. Ὅτι εἰς πολλὰς καὶ μεγάλας ἀτυχίας προφανῶς οὐκ οἶδ’ | |
25 | ὅπως ἐμπίπτουσι πάντες ἄνθρωποι καὶ οὐ δύνανται λῆξαι τῆς ἐννοίας, ἀλλ’ οὐδὲ βραχὺ διαπιστῆσαι ῥάδιον, καθάπερ ἔνια τῶν ἀλόγων ζώων. ἐκεῖνα γὰρ οὐ μόνον ἐὰν αὐτὰ πολὺ δυσχρηστήσῃ περὶ τὰ δελέατα καὶ τὰς ἄρκυς, ἀλλὰ κἂν ἕτερον ἴδῃ κινδυνεῦον, οὐκ ἂν ἔτι ῥᾳδίως αὐτὰ προσαγάγοις πρὸς οὐδὲν τῶν τοιούτων, | |
30 | ἀλλὰ καὶ τὸν τόπον ὑποπτεύει καὶ παντὶ τῷ φαινομένῳ διαπιστεῖ. | 170 |
171 | οἱ δὲ ἄνθρωποι τὰς μὲν ἀκούοντες ἀπολλυμένας πόλεις ἄρδην τρόπῳ τινί, τὰς δὲ ἀκμὴν ὁρῶντες, ὅμως, ὅταν τις χρησάμενος τῷ πρὸς χάριν λόγῳ προτείνῃ τὴν ἐλπίδα τῆς ἐξ ἀλλήλων ἐπανορ‐ θώσεως, πρόεισι πρὸς τὸ δέλεαρ ἀνεπιστάτως, σαφῶς εἰδότες ὅτι | |
5 | τῶν τὰ τοιαῦτα δελέατα καταπιόντων οὐδεὶς οὐδέποτε σέσωσται, πᾶσι δ’ ὁμολογουμένως ὄλεθρον ἐπήνεγκαν αἱ τοιαῦται πολιτεῖαι. 92. Ἴσως μὲν γὰρ πάντες οἱ βασιλεῖς κατὰ τὰς πρώτας ἀρ‐ χὰς τοῖς προτείνουσι τὸ τῆς ἐλευθερίας ὄνομα καὶ φίλους προσ‐ αγορεύουσι καὶ συμμάχους κοινωνήσαντας σφίσι τῶν αὐτῶν ἐλπί‐ | |
10 | δων, καθικόμενοι δὲ τῶν πράξεων παρὰ πόδας οὐ συμμαχικῶς, ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι· διὸ καὶ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παρ’ αὐτοῖς συμφέροντος ὡς ἐπίπαν οὐκ ἐπιτυγχάνουσι· τὸ δ’ ἐπιβαλλόμενον τοῖς μεγίστοις καὶ περιλαμ‐ βάνοντα ταῖς ἐλπίσι τὴν οἰκουμένην καὶ πάσας ἀκμὴν ἀκεραίους | |
15 | ἔχοντα τὰς ἐπιβολὰς εὐθέως ἐν τοῖς ἐλαχίστοις καὶ πρώτοις τῶν ὑποπιπτόντων ἐπικηρύττειν ἅπασι τὴν ἀθεσίαν αὑτοῦ καὶ τὴν ἀβεβαιότητα πῶς οὐκ ἂν δόξειεν ἀλόγιστον εἶναι καὶ μανικόν; 93. Ὅτι ἐπεὶ πάσας καθ’ ἕκαστον ἔτος τὰς κατάλληλα πρά‐ ξεις γενομένας κατὰ τὴν οἰκουμένην ἐξηγούμεθα, δῆλον ὡς ἀναγ‐ | |
20 | καῖόν ἐστι τὸ τέλος ἐπ’ ἐνίων πρότερον ἐκφέρειν τῆς ἀρχῆς, ἐπει‐ δὰν πρότερος ὁ τόπος ὑποπέσῃ κατὰ τὸν τῆς ὅλης ὑποθέσεως μερισμὸν καὶ κατὰ τὴν τῆς διηγήσεως ἔφοδον ὁ τὴν συντέλειαν τῆς πράξεως ἔχων τοῦ τὴν ἀρχὴν καὶ τὴν ἐπιβολὴν περιέχοντος. 94. Ὅτι Δείνωνα τὸν Δείνωνος ἐπανείλετο Ἀγαθοκλῆς, καὶ | |
25 | τοῦτο ἔπραξε τῶν ἀδίκων ἔργων, ὡς ἡ παροιμία φησί, δικαιότατα· καθ’ ὃν μὲν γὰρ καιρόν, τῶν γραμμάτων αὐτῷ προσπεσόντων ὑπὲρ τῆς ἀναιρέσεως τῆς Ἀρσινόης, ἐξουσίαν ἔσχε μηνῦσαι τὴν πρᾶξιν καὶ σῶσαι τὰ κατὰ τὴν βασιλείαν, τότε δὲ συνεργήσας τοῖς | |
περὶ τὸν Φιλάμμωνα πάντων ἐγένετο τῶν ἐπιγενομένων κακῶν | 171 | |
172 | αἴτιος, μετὰ δὲ τὸ συντελεσθῆναι τὸν φόνον ἀνανεούμενος καὶ πρὸς πολλοὺς οἰκτιζόμενος καὶ μεταμελόμενος ἐπὶ τῷ τοιοῦτον καιρὸν καταλιπεῖν δῆλος ἐγένετο τοῖς περὶ τὸν Ἀγαθοκλέα· διὸ καὶ παραυτίκα τυχὼν τῆς ἁρμοζούσης τιμωρίας μετήλλαξε τὸν βίον. | |
5 | 95. Ὅτι περὶ Ἀγαθοκλέους τοῦ ψευδεπιτρόπου Πτολεμαίου φησὶν ὁ Πολύβιος· ἐγὼ δ’ οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ δια‐ σκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκουόντων ἔνιοι τῶν γεγραφότων τὰς πράξεις ταύτας, πλείω τὸν ἐπιμετροῦντα λόγον διατιθέμενοι τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου, τινὲς μὲν | |
10 | ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα, καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πιθανότητας ὑποτάττειν. οὐ μὴν ἔγωγε προεθέμην τούτῳ χρήσασθαι τῷ χειρισμῷ περὶ τῶν προειρημένων διὰ τὸ | |
15 | μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι περὶ τὸν Ἀγαθοκλέα μήτε χειρισμὸν πραγμάτων ἐπιτυχῆ καὶ ζηλωτὸν μήτε τὸ τελευταῖον τὴν αὐλικὴν ἀγχίνοιαν καὶ κακοπραγμοσύνην διαφέ‐ ρουσαν, ἐν ᾗ Σωσίβιος καὶ πλείους ἕτεροι κατεβίωσαν, βασιλεῖς ἐκ βασιλέων μεταχειριζόμενοι, τὰ δ’ ἐναντία τούτοις συμβεβηκέναι | |
20 | περὶ τὸν προειρημένον ἄνδρα. προαγωγῆς μὲν γὰρ ἔτυχε παρα‐ δόξου διὰ τὴν τοῦ Φιλοπάτορος ἀδυναμίαν τοῦ βασιλεύειν· τυχὼν δὲ ταύτης, καὶ παραλαβὼν εὐφυέστατον καιρὸν μετὰ τὸν ἐκείνου θάνατον πρὸς τὸ συντηρῆσαι τὴν ἐξουσίαν, ἅμα τὰ πράγματα καὶ τὸ ζῆν ἀπέβαλε διὰ τὴν ἰδίαν ἀνανδρίαν καὶ ῥαθυμίαν, ἐν πάνυ | |
25 | βραχεῖ χρόνῳ καταγνωσθείς. διόπερ οὐ χρὴ τοῖς τοιούτοις προσ‐ άπτειν τὸν ἐπιμετροῦντα λόγον, καθάπερ, εἴποι τις, Ἀγαθοκλεῖ καὶ Διονυσίῳ τοῖς Σικελιώταις καί τισιν ἑτέροις τῶν ἐν πράγ‐ μασιν ἐπ’ ὀνόματος γεγονότων. ἐκείνων γὰρ ὁ μὲν ἕτερος ἐκ δη‐ μωτικῆς καὶ ταπεινῆς ὑποθέσεως ὁρμηθείς, ὁ δὲ Ἀγαθοκλῆς, ὡς | |
30 | ὁ Τίμαιος ἐπισκόπτων φησί, κεραμεὺς ὑπάρχων καὶ καταλιπὼν | 172 |
173 | τὸν τροχόπηλον καὶ τὸν καπνόν, ἧκε νέος ὢν εἰς τὰς Συρακούσσας. καὶ τὸ μὲν πρῶτον ἐγενήθησαν ἀμφότεροι κατὰ τοὺς ἰδίους και‐ ροὺς τύραννοι Συρακουσσῶν, πόλεως τῆς μέγιστον ἀξίωμα τότε καὶ μέγιστον πλοῦτον περιποιησαμένης, μετὰ δὲ ταῦτα βασιλεῖς | |
5 | ἁπάσης Σικελίας νομισθέντες καί τινων καὶ τῆς Ἰταλίας μερῶν κυριεύσαντες. Ἀγαθοκλῆς δ’ οὐ μόνον καὶ τῶν τῆς Λιβύης ἐνε‐ πείρασεν, ἀλλὰ καὶ τέλος ἐναπέθανε ταῖς ὑπεροχαῖς ταύταις. διὸ καὶ Πόπλιον Σκιπίωνά φασι τὸν πρῶτον καταπολεμήσαντα Καρ‐ χηδονίους ἐρωτηθέντα τίνας ὑπολαμβάνει πραγματικωτάτους ἄν‐ | |
10 | δρας γεγονέναι καὶ σὺν νῷ τολμηροτάτους, εἰπεῖν τοὺς περὶ Ἀγα‐ θοκλέα καὶ Διονύσιον τοὺς Σικελιώτας. καὶ περὶ μὲν τῶν τοιού‐ των ἀνδρῶν εἰς ἐπίστασιν ἄγειν τοὺς ἀναγινώσκοντας, καί που καὶ τῆς τύχης ποιήσασθαι μνήμην, ἔτι δὲ τῶν ἀνθρωπείων πραγμά‐ των, καὶ καθόλου προστιθέναι τὸν ἐπεκδιδάσκοντα λόγον, ἐπὶ δὲ | |
15 | τῶν προειρημένων ἀνδρῶν οὐδαμῶς ἁρμόζειν. Διὰ δὴ ταύτας τὰς αἰτίας τὸν μετ’ αὐξήσεως λόγον ἀπεδο‐ κιμάσαμεν ὑπὲρ Ἀγαθοκλέους, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πάσας τὰς ἐκπληκτικὰς περιπετείας μίαν ἔχειν φαντασίαν τὴν πρώτην ἀξίαν ἐπιστάσεως, τὸ δὲ λεῖπον οὐ μόνον ἀνωφελῆ γίνεσθαι τὴν | |
20 | μάκρωσιν καὶ θέαν αὐτῶν, ἀλλὰ καὶ μετά τινος ὀχλήσεως ἐπιτε‐ λεῖσθαι τὴν ἐνέργειαν αὐτῶν. δυεῖν ὑπαρχόντων τελῶν, ὠφελείας καὶ τέρψεως, πρὸς ἃ δεῖ τὴν ἀναφορὰν ποιεῖσθαι τοὺς διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς ὁράσεως βουλομένους τι πολυπραγμονεῖν, καὶ μάλιστα τῷ τῆς ἱστορίας γένει τούτου καθήκοντος, ἀμφοτέρων | |
25 | τούτων ὁ πλεονασμὸς ὑπὲρ τῶν ἐκπληκτικῶν συμπτωμάτων ἐκτὸς πίπτειν. ζηλοῦν μὲν γὰρ τίς ἂν βουληθείη τὰς παραλόγους περι‐ πετείας; οὐδὲ μὴν θεώμενος οὐδ’ ἀκούων ἥδεται συνεχῶς οὐδεὶς τῶν παρὰ φύσιν γινομένων πραγμάτων καὶ παρὰ τὴν κοινὴν ἔν‐ νοιαν τῶν ἀνθρώπων. ἀλλ’ εἰσάπαξ μὲν καὶ πρῶτον σπουδάζο‐ | |
30 | μεν ἃ μὲν ἰδεῖν ἃ δὲ ἀκοῦσαι χάριν τοῦ γνῶναι τὸ μὴ δοκοῦν δυ‐ | 173 |
174 | νατὸν εἶναι διότι δυνατόν ἐστιν· ὅταν δὲ πιστεύωμεν, οὐδεὶς τοῖς παρὰ φύσιν ἐγχρονίζων εὐδοκεῖ· τῷ δ’ αὐτῷ πλεονάκις ἐγκυρεῖν οὐκ ἂν βουληθείη. διόπερ ἢ ζηλωτὸν εἶναι δεῖ τὸ λεγόμενον ἢ τερπνόν· ὁ δὲ τῆς ἐκτὸς τούτων συμφορᾶς πλεονασμὸς οἰκειότερός | |
5 | ἐστι τραγῳδίας ἤπερ ἱστορίας. ἀλλ’ ἴσως ἀναγκαῖόν ἐστι συγγνώ‐ μην ἔχειν τοῖς μὲν συνεφιστάνουσι μήτ’ ἐπὶ τὰ τῆς φύσεως μήτ’ ἐπὶ τὰ καθόλου καὶ τὰ τῆς οἰκουμένης πράγματα· δοκεῖ γὰρ αὐ‐ τοῖς ταῦτ’ εἶναι μέγιστα καὶ θαυμαστότατα τῶν προγεγονότων οἷς ἂν αὐτοὶ παρατυχόντες ἐγκυρήσωσιν, ἢ πυθόμενοι παρά τινων | |
10 | πρὸς αὐτὰ ταῦτα προσέχωσι τὸν νοῦν. διὸ καὶ λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον ὑπὲρ τῶν μήτε καινῶν ὄντων διὰ τὸ καὶ ἑτέροις πρότερον εἰρῆσθαι μήτ’ ὠφελεῖν μήτε τέρπειν δυναμένων. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. 96. Ὅτι μετὰ τὸ συντελεσθῆναι τὴν περὶ τὴν Λάδην ναυμα‐ | |
15 | χίαν καὶ τοὺς μὲν Ῥοδίους ἐκποδὼν γενέσθαι τὸν δὲ Ἄτταλον μηδέπω συμμεμιχέναι, δῆλον ὡς ἐξῆν γε τελεῖν τῷ Φιλίππῳ τὸν εἰς τὴν Ἀλεξάνδρειαν πλοῦν· ἐξ οὗ δὴ καὶ μάλιστά τις καταμάθοι τὸ μανιώδη γενόμενον Φίλιππον τοῦτο πρᾶξαι. Τί οὖν ἦν τὸ τῆς ὁρμῆς ἐπιλαβόμενον; οὐδὲν ἕτερον ἀλλ’ ἡ | |
20 | φύσις τῶν πραγμάτων. ἐκ πολλοῦ μὲν γὰρ ἐνίοτε πολλοὶ τῶν ἀδυνάτων ἐφίενται διὰ τὸ μέγεθος τῶν προφαινομένων ἐλπίδων, κρατούσης τῆς ἐπιθυμίας τῶν ...... 97. ...... ἐξ αὐτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν· ἀλλ’ ὥσπερ ἐπὶ τῶν πλείστων ἐργολάβους πολλοὶ προσφέρουσι | |
25 | τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ συ‐ | |
στάσεως, οὕτως ἐπὶ Φιλοποίμενος ὁ προσοίσων ταύτην τὴν χάριν | 174 | |
175 | ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν, ἕως ἂν ἐξαπορήσαντες ψήφῳ προεχείρισαν Τιμόλαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνή‐ θης ἐπὶ πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδη‐ μήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξασθαι περὶ τούτων | |
5 | οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς. τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ φιλανθρώπως, ὁ μὲν Τιμόλαος περιχαρὴς ἦν, ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, ὁ δὲ Φιλοποίμην ἥξειν ἔφη μετ’ ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα· θέλειν γὰρ | |
10 | εὐχαριστῆσαι πᾶσι τοῖς ἄρχουσι περὶ τούτων. ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κληθεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὐτὸν εὔνοιαν, μάλιστα δ’ ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης τιμῆς. τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχεσθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖ‐ | |
15 | σθαι· δεῖν γὰρ οὐ τοῖς φίλοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους, ἐξ ὧν ὁ περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνί‐ ψηται, πολὺ δὲ μᾶλλον τοῖς ἐχθροῖς, ἵνα οἱ μὲν φίλοι τηροῦντες τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς, ἐπὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δὲ ἐχθροὶ καταλιπόντες τὸ δέλεαρ ἢ συνη‐ | |
20 | γορεῖν αὐτοῖς ἀναγκάζωνται ἢ σιωπῶντες μηδὲν δύνωνται βλάπτειν. 98. Ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων διαλαμ‐ βάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις ἡ κατὰ τὴν ἐνέργειαν πίστις. 99. Ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως εἴωθε συντρέ‐ | |
25 | χειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰσιν οἱ δυνάμενοι ταῦτα συνάγειν καὶ συναρμόζειν πρὸς ἄλληλα. κατὰ μὲν γὰρ τὸ πολὺ πάντες ἴσμεν διότι τό τε καλὸν φεύγει τὴν τοῦ παραυτίκα λυσιτελοῦς | |
φύσιν καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ. πλὴν ὁ Φιλοποίμην προέ‐ | 175 | |
176 | θετο ταῦτα καὶ καθίκετο τῆς ἐπιβολῆς· καλὸν μὲν γὰρ τὸ κατά‐ γειν τοὺς αἰχμαλώτους φυγάδας εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι τὴν τῶν Λακεδαιμονίων πόλιν .........α τοὺς δεδορυφορηκότας τῇ τῶν τυράννων ...... θεωρῶν δ’ ὅτι πάσης | |
5 | βασιλείας .............. τὰ χρήματα ......τε φύσει νουνεχὴς ὢν καὶ στρατηγικὸς περιεβ................., γένοιτο κομιδὴ τῶν ἔξω ....μένων χρημάτων. 100. Ἐν............. της πράξεως τῆς περὶ τὸν Ἀριαρά‐ θην εἰς τὴν παροιμίαν· ἔχοντες γὰρ ...δι.........οι τοῖς πο‐ | |
10 | λεμίοις ἐγένοντο. 101. Ὅτι τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ τῶν Θρακῶν πολλὰ δεινὰ ....................... Ῥωμαίων στρα‐ τιω................................. οὐκ | |
ἂν φήσειε κακῶς ............................ | 176 | |
177 | εὐμαρὲς φυλακὴν ... ἅμα ...... δυσχερὲς ... γὰρ μόνον ἐφ’ ἃς ἂν περὶ τοὺς ἰδιωτικοὺς ἀνθρώπους τοῦτο συμβαῖνον .. αἷς πολλαπλασίους ἔστιν εὑρεῖν τοὺς ..ησαμένους .... ἐὰν τῶν φ.................. κ̣α̣ὶ̣ τ̣ὰ̣ς̣ πράξεις ......... | |
5 | ....................................... ....................................... ..................................... εὐ‐ λογίαις ................................ .................. | |
10 | 102. .................................. ....................................... ....................................... ....................................... βασιλέα καὶ ........ τοῦτον λέγοντες καταχ..μενοι τεύξε‐ | |
15 | σθαί τινος ἐλέους καὶ συγγνώμης ἐπὶ τ................... ......σασθαι τὸν βασιλέα ............................ ........ων γε μὴν καὶ βασιλικώτερος ................ .......ονων ων ἀθετηθῆναι γὰρ ὑφ’ ἑτέρων κρεῖττον ἦν ἢ πρότερον αὐτὸν ἀθετεῖν τὰς πίστεις, καὶ μὴν ἀδικεῖσθαι μᾶλλον | |
20 | ἢ προ................................... .......................... καὶ ἀνθρώπους φασὶ συμπάσχειν τοῖς ἀδίκοις ......................... | |
...... ἔγγιστα τῆς θείας φύσεως εἶναι ............. | 177 | |
178 | .............νους τυγχάνειν τιμῶν, ἢ ........... .........· θεὸς γὰρ οὐδεὶς πρότερος κακῶς ποιεῖ τοὺς ἀν‐ θρώπους, ................................ του προς.............. καὶ θαυμάζουσι μὲν πάντες Φί‐ | |
5 | λιππον διὰ τὴν ὁρμὴν καὶ μεγαλοψυχίαν, ὅτι κακῶς οὐ μόνον ἀκούων ἀλλὰ καὶ πάσχων ὑπ’ Ἀθηναίων, νικήσας αὐτοὺς τὴν περὶ Χερώνειαν μάχην τοσοῦτον ἐπέσχε τοῦ χρήσασθαι τῷ καιρῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν βλάβην ὅς γε τοὺς μὲν τεθνεῶτας τῶν Ἀθηναίων κελεύσας θάψαι, τοὺς δ’ αἰχμαλώτους χωρὶς λύτρων | |
10 | προσαμφιέσας ἐξαπέστειλε τοῖς ἀναγκαίοις, μιμοῦνται δ’ ἥκιστα τὴν τοιαύτην προαίρεσιν, ἁμιλλῶνται δὲ τοῖς θυμοῖς καὶ ταῖς τιμωρίαις πρὸς τούτους, οὓς πολεμοῦσι τούτων αὐτῶν ἕνεκα. πλὴν ὅ γε Πτολεμαῖος δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. | |
15 | 103. Ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ εἰκοστῷ δευτέρῳ· περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή. καίτοι γε οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ Ῥωμαίοις πολέμου πρὸς Περ‐ σέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶ‐ | |
20 | τον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόριος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ παρὰ τὸ Πάγγαιον μέ‐ ταλλα μετὰ τὸν Φιλίππου θάνατον· Περσεὺς δὲ παραβοηθήσας | |
καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προειρημένον ἐκ τῆς ἰδίας | 178 | |
179 | ἀρχῆς· ἑξῆς δὲ ταύτῃ τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελ‐ φοὺς παρουσίαν Περσέως, ἔτι δὲ τὴν περὶ Εὐμενοῦς τοῦ βασιλέως ἐπιβουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας πρεσ‐ βευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι Περσεῖ τὸν πρὸς Ῥω‐ | |
5 | μαίους πόλεμον. ἐγὼ δέ φημι κυριώτατον μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα γεννᾶται καὶ φύεται τῶν πραγμάτων· συγκέχυται δὲ ταῦτα παρὰ τοῖς πλείστοις τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖ‐ σθαι, τίνι διαφέρει πρόφασις αἰτίας καὶ πάλιν προφάσεως ἀρχὴ | |
10 | πολέμου. καὶ νῦν δὲ τῶν πραγμάτων αὐτῶν προσυπομιμνησκόν‐ των ἠνάγκασμαι πάλιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον. τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα περὶ τὴν τοῦ βασιλέως Εὐμενοῦς ἐπιβουλὴν καὶ τὰ περὶ τῶν πρεσβευτῶν ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν | |
15 | κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάν‐ τος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μα‐ κεδόνων ἀρχήν· αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία. δῆλον δὲ τοῦτ’ ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων. καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν | |
20 | πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ τοῖς ὑπ’ ἐκείνου κεκρι‐ μένοις χρῆσθαι τῶν πράξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμους πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δ’ ἐκχωρήσαντος Περσέα γενέ‐ | |
25 | σθαι χειριστὴν τῶν πράξεων· εἰ δὲ τοῦτ’ ἀληθές, καὶ ἐκεῖνο σα‐ φές· οὐ γὰρ οἷόν τε ταύτας ὕστερον γενέσθαι τῆς τελευτῆς τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· ὃ συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις· πάντα γάρ ἐστι τὰ λεγόμενα παρ’ | |
αὐτοῖς ὕστερα τῆς Φιλίππου τελευτῆς. | 179 | |
180 | 104. Ὅτι Φιλοποίμην πρὸς Ἄρχωνα τὸν στρατηγὸν λόγοις τισὶ διεφέρετο. ὁ μὲν οὖν Φιλοποίμην εὐδοκήσας ἐκ τοῦ καιροῦ τοῖς λεγομένοις καὶ μεταγνοὺς ἐπῄνει τὸν Ἄρχωνα φιλοφρόνως ὡς ἐντρεχῶς καὶ πανούργως τῷ καιρῷ κεχρημένον· ἐμοί γε μήν, φησὶν | |
5 | ὁ Πολύβιος, οὔτε τότε παρόντι τὸ ῥηθὲν εὐηρέστησεν ὥστ’ ἐπαι‐ νοῦντά τινα κακῶς ἅμα ποιεῖν, οὔτε μετὰ ταῦτα τῆς ἡλικίας προ‐ βαινούσης. πολὺ γὰρ δή τί μοι δοκεῖ κεχωρίσθαι κατὰ τὴν αἵρε‐ σιν ὁ πραγματικὸς ἀνὴρ τοῦ κακοπράγμονος, καὶ παραπλησίαν ἔχειν διαφορὰν τῷ κακεντρεχεῖ πρὸς τὸν ἐντρεχῆ· ἃ μὲν γάρ ἐστι | |
10 | κάλλιστα τῶν ὄντων ὡς ἔπος εἰπεῖν, ἃ δὲ τοὐναντίον· ἀλλὰ διὰ τὴν νῦν ἐπιπολάζουσαν ἀκρισίαν βραχείας ἔχοντα κοινότητας τὰ προειρημένα τῆς αὐτῆς ἐπισημασίας καὶ ζήλου τυγχάνει παρὰ τοῖς ἀνθρώποις. 105. Οἱ συνόντες τῷ Φιλίππῳ τοιαύτας ἔλαβον παρ’ αὐτοῦ | |
15 | τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλειπεν, ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροιμίαν ἐστὶ Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας. 106. Ὅτι Φίλιππος ὁ Μακεδόνων βασιλεὺς πολλοὺς τῶν Μα‐ κεδόνων ἀνελών, καὶ τοὺς υἱοὺς αὐτῶν ἐπανεῖλεν, ὥς φασι, τὸν | |
20 | στίχον τοῦτον εἰπών· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης αὐτοῦ, καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς προειρημένοις ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης [ὥσπερ] ἐπὶ σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τού‐ | |
25 | των συμφοράς. 107. Ὅτι „δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγωδίας καὶ τοὺς | |
μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ συνεφιστάνειν | 180 | |
181 | ἐπὶ τοῦτο τὸ μέρος. ἐν οἷς ἅπασιν ἔστιν εὑρεῖν, ὡς ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους ὀργὴν καὶ φιλονεικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν, ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπο‐ λωλεκότας ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστρα‐ | |
5 | φότας, ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὐτοὺς καὶ φέρειν τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας ὧν ἀρ‐ τίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης βεβιωκότας. καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασιλεῖς πολλάκις ὑμᾶς ἐπέ‐ στησα, λέγων ὅτι τοσοῦτον χρόνον διατηρησασῶν τῇ πατρίδι τὴν | |
10 | τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμβασιλεύοντες ἀλλήλοις. ὅτε δὲ φονεύσαντες εἰς μοναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα τῶν κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην· τὸ δὲ τελευταῖον ὡσανεὶ κατ’ ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς ἐναργῶς ὑπὸ τὴν ὄψιν | |
15 | διετέλουν τούτους τοὺς περὶ τὸν Εὐμενῆ καὶ τὸν Ἄτταλον, ὅτι παραλαβόντες οὗτοι μικρὰν ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύ‐ την ὥστε μηδεμιᾶς εἶναι καταδεεστέραν, δι’ οὐθὲν ἕτερον ἢ διὰ τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν καὶ τὸ δύνασθαι κατα‐ ξίαν ἐν ἀλλήλοις διαφυλάττειν. ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς | |
20 | νοῦν ἐλαμβάνετε, τὸ δ’ ἐναντίον ἠκονᾶτε, ἐμοὶ δοκεῖ, τοὺς κατ’ ἀλλήλων θυμούς.“ 108. Ὅτι Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς συλληφθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, ἀνὴρ γενόμενος οὐδενὸς τῶν πρὸ αὐτοῦ κατ’ ἀρετὴν δεύτερος, τῆς τύχης μέντοι γ’ ἥττων, καί‐ | |
25 | τοι δόξας ἐν παντὶ τῷ πρὸ τοῦ βίῳ σύνεργον ἐσχηκέναι ταύτην. ἀλλά μοι δοκεῖ κατὰ τὴν κοινὴν παροιμίαν εὐτυχῆσαι μὲν ἄνθρω‐ | |
πον ὄντα δυνατόν, διευτυχῆσαί γε μὴν ἀδύνατον· διὸ καὶ μακαρι‐ | 181 | |
182 | στέον τῶν προγεγονότων οὐχ ὡς διευτυχηκότας τινάς (τίς γὰρ ἀνάγκη ψευδεῖ λόγῳ χρωμένοις ματαίως προσκυνεῖν τὴν τύχην;) ἀλλὰ τοὺς ὡς πλεῖστον χρόνον ἐν τῷ ζῆν ἵλεω ἔχοντας ταύτην, κἄν ποτε μετανοῇ, μετρίως περιπεσόντας συμφοραῖς. | |
5 | 109. Ὅτι Πόπλιος ἐν τῷ συνεδρίῳ χρείας ποτὲ χρημάτων οὔσης εἴς τινα κατεπείγουσαν οἰκονομίαν, τοῦ δὲ ταμίου διά τινα νόμον οὐ φάσκοντος ἀνοίξειν τὸ ταμεῖον κατ’ ἐκείνην τὴν ἡμέραν, αὐτὸς ἔφη λαβὼν τὰς κλεῖς ἀνοίξειν· αὐτὸς γὰρ αἴτιος γεγονέναι καὶ τοῦ κλείεσθαι τὸ ταμεῖον. πάλιν δέ ποτε λόγον ἀπαιτοῦντός | |
10 | τινος ἐν τῷ συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε παρ’ Ἀντιόχου πρὸ τῶν συνθηκῶν 〈εἰσ〉 τὴν τοῦ στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν ἔφη τὸν λόγον, οὐ δεῖν δ’ αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον· τοῦ δ’ ἐπικειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελφὸν ἐνεγκεῖν, κομισθέντος δὲ τοῦ βιβλίου, προτείνας αὐτὸ καὶ κατασπαράξας | |
15 | πάντων ὁρώντων τὸν μὲν ἀπαιτοῦντα τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε, τοὺς δ’ ἄλλους εἴρετο πῶς τῶν μὲν τρισχιλίων ταλάν‐ των τὸν λόγον ἐπιζητοῦσι πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου καὶ πεντακισχιλίων, ὧν παρ’ Ἀντιόχου λαμβά‐ νουσιν, οὐκέτι ζητοῦσι πῶς εἰσπορεύεται καὶ διὰ τίνων, οὐδὲ πῶς | |
20 | τῆς Ἀσίας καὶ τῆς Λιβύης, ἔτι δὲ τῆς Ἰβηρίας κεκυριεύκασιν. ὥστε μὴ μόνον καταπλαγῆναι πάντας, ἀλλὰ καὶ τὸν ζητήσαντα τὸν λόγον ἀποσιωπῆσαι. Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω τῆς τε τῶν μετηλλαχότων ἀνδρῶν εὐκλείας ἕνεκεν καὶ τῆς τῶν ἐπιγινομένων παρορμήσεως πρὸς τὰ | |
25 | καλὰ τῶν ἔρχων. 110. Ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν ὑπεναν‐ | |
τίων· φησὶ γὰρ ὁ Πολύβιος· οὐδέποτε δὲ ἐγὼ συντίθεμαι τὴν | 182 | |
183 | γνώμην τοῖς ἐπὶ τοσοῦτον διατιθεμένοις τὴν ὀργὴν εἰς τοὺς ὁμο‐ φύλους ὥστε μὴ μόνον τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν πολεμίων, ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατασκευάσματα διαφθείρειν, μηδὲ μεταμελείας καταλιπόντας τόπον· ἀλλά μοι δοκοῦσι μεγα‐ | |
5 | λείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες· καθ’ ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους λυμαινόμενοι τὴν χώραν καὶ παραιτούμενοι πάσας οὐ μόνον τὰς κατὰ τὸ παρὸν ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦ‐ τον ἀποθηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι τὴν πρὸς | |
10 | αὐτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων. 111. Κατὰ δὲ τὴν Κρήτην ἀρχὴ πραγμάτων ἐκινεῖτο μεγάλων, εἰ χρὴ λέγειν ἀρχὴν πραγμάτων ἐν Κρήτῃ· διὰ γὰρ τὴν συνέχειαν τῶν ἐμφυλίων πολέμων καὶ τὴν ὑπερβολὴν τῆς εἰς ἀλλήλους ὠμό‐ τητος ταὐτὸν ἀρχὴ καὶ τέλος ἐστὶν ἐν Κρήτῃ, καὶ τὸ δοκοῦν παρα‐ | |
15 | δόξως τισὶν εἰρῆσθαι τοῦτο ἐκεῖ θεωρεῖται συνεχῶς [τὸ] γινό‐ μενον. 112. Ὅτι τοιούτοις ἀπολογισμοῖς Ἀρίσταινος ἐχρῆτο πρὸς τοὺς Ἀχαιοὺς περὶ τῆς ἰδίας αἱρέσεως· ἔφη γὰρ οὐκ εἶναι δυνα‐ τὸν καὶ 〈τὸ〉 δόρυ καὶ τὸ κηρύκιον ἅμα προτεινομένους συνέχειν | |
20 | τὴν πρὸς Ῥωμαίους φιλίαν· „ἀλλ’ εἰ μὲν οἷοί τε ἐσμὲν ἀντοφθαλ‐ μεῖν καὶ δυνάμεθα τοῦτο ποιεῖν .......................... .......... ὁ Φιλοποίμην εἰπεῖν τοῦτο τολμᾷ, ............. .......... καιροῖς ἕνα Ῥωμαίοις, διὰ τί ἀδυνάτων ὀρεγόμενοι τὰ δυνατὰ παρίεμεν;“ δύο γὰρ ἔφη σκοποὺς εἶναι πάσης πολι‐ | |
25 | τείας, τό τε καλὸν καὶ τὸ συμφέρον. οἷς μὲν οὖν ἐφικτός ἐστιν ἡ τοῦ καλοῦ κτῆσις, ταύτης ἀντέχεσθαι δεῖν τοὺς ὀρθῶς πολι‐ τευομένους, οἷς δ’ ἀδύνατος, ἐπὶ τὴν τοῦ συμφέροντος μερίδα κατα‐ | |
φεύγειν· τὸ δ’ ἑκατέρων ἀποτυγχάνειν μέγιστον εἶναι τεκμήριον | 183 | |
184 | ἀβουλίας. πάσχειν δὲ τοῦτο προφανῶς τοὺς ἀχαρίστως ὁμιλοῦν‐ τας μὲν πᾶν τὸ παραγγελλόμενον, ἀκουσίως δὲ τοῦτο πράττοντας καὶ μετὰ προσκοπῆς· διόπερ ἢ τοῦτ’ εἶναι δεικτέον, ὡς ἐσμὲν ἱκανοὶ πρὸς τὸ μὴ πειθαρχεῖν, μηδὲ λέγειν μὴ τοῦτο τολμῶντας | |
5 | ἐπακουστέον ἑτοίμους εἶναι πᾶσι τοῖς παραγγελλομένοις. Ὁ δὲ Φιλοποίμην οὐκέτι τοσοῦτον ἔφη δεῖν ἀμαθίαν αὐτοῦ γινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν διαφορὰν τοῦ πολι‐ τεύματος τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν μήτε τὴν ὑπερβολὴν τῆς δυνάμεως, „ἀλλὰ πάσης ὑπεροχῆς φύσιν ἐχούσης ἀεὶ βαρύτερον | |
10 | χρῆσθαι τοῖς ὑποταττομένοις, πότερον“ ἔφη „συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵν’ ὡς τάχιστα πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων ἢ τοὐναν‐ τίον, καθ’ ὅσον οἷοί τ’ ἐσμέν, συμπαλαίοντας προσαντέχειν ἐπὶ το‐ σοῦτον ἐφ’ ὅσον μέλλομεν τελέως .......... κἂν ἐπιτάττωσιν .... | |
15 | .... καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρακαθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συν‐ θήκας καὶ τὴν πρὸς τοὺς συμμάχους πίστιν. ἐὰν δ’ αὐτοὶ κατα‐ | |
20 | γνόντες τῶν ἰδίων δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς παρασκευάζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιωτῶν καὶ τυανῶν τῶν ὁμο‐ λογουμένως καὶ πάλαι δουλευόντων;“ διόπερ ἔφη δεῖν ἢ τοῦτο συγχωρεῖν ὡς οὐδὲν ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις ἢ μηδὲ τολ‐ | |
25 | μῶντας τοῦτο λέγειν χρῆσθαι τοῖς δικαίοις καὶ μὴ προΐεσθαι σφᾶς, ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς πρὸς Ῥω‐ μαίους. ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν ὁ καιρὸς οὗτος, ἐν ᾧ δεήσει ποιεῖν κατ’ ἀνάγκην πᾶν τὸ παραγγελλόμενον, σαφῶς | |
ἔφη γινώσκειν· „ἀλλὰ πότερα τοῦτον ὡς τάχιστά τις ἂν ἰδεῖν | 184 | |
185 | βουληθείη ἢ τοὐναντίον ὡς βραδύτατα; δοκῶ μὲν γὰρ ὡς βραδύ‐ τατα.“ διὸ καὶ τούτῳ διαφέρειν ἔφη τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ· ἐκεῖνον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γενόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν, αὐτὸς δὲ πρὸς τοῦτ’ | |
5 | ἀντερείδειν καὶ διωθεῖσθαι καθ’ ὅσον ἐστὶ δυνατός. Οὐ μὴν ἀλλ’ ἐκ τῶν προειρημένων δῆλον ὡς συνέβαινε γίνε‐ σθαι τοῦ μὲν καλὴν τοῦ δ’ εὐσχήμονα τὴν πολιτείαν, ἀμφοτέρας γε μὴν ἀσφαλεῖς· τοιγαροῦν μεγίστων καιρῶν τότε περιστάντων καὶ Ῥωμαίους καὶ τοὺς Ἕλληνας τῶν τε κατὰ Φίλιππον καὶ κατ’ | |
10 | Ἀντίοχον, ὅμως ἀμφότεροι διετήρησαν ἀκέραια τὰ δίκαια τοῖς Ἀχαιοῖς πρὸς Ῥωμαίους· φήμη δέ τις ἐνέτρεχεν ὡς Ἀρισταίνου Ῥωμαίοις εὐνουστέρου μᾶλλον ἢ Φιλοποίμενος ὑπάρχοντος. 113. Ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθα‐ | |
15 | περεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τού‐ του χρόνον ἐπικρυπτομένων τῶν πλείστων. ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις· παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας· καὶ γὰρ 〈ἐν〉 ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγκα‐ | |
20 | ταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς· ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον τῆς πληγῆς, παραυ‐ τίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς γίνεται· ποτὲ δὲ καὶ χλευάζειν | |
25 | ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει προσ‐ μερίζοντες τὴν ἑαυτῶν εὔνοιαν· οὓς ἐὰν ἐπιστήσῃ τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας ἐπιλαμβάνονται τῆς ἑαυτῶν | |
ἀγνοίας. ὅ φασι ποιῆσαι Κλειτόμαχον· ἐκείνου γὰρ ἀνυποστάτου | 185 | |
186 | δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολα‐ ζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευά‐ σαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαπο‐ | |
5 | στεῖλαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην τὴν χρείαν· παραγενομένου δὲ εἰς τὴν Ἑλλάδα τοῦ προειρημένου καὶ συγκατα‐ στάντος Ὀλυμπίασι πρὸς τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαίρον‐ τες ἐπὶ τῷ ....... τετολμηκέναι τινὰ συγκαταστῆναι πρὸς τὸν | |
10 | Κλειτόμαχον· ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρακαλοῦντες τὸν Ἀριστόνικον. ἐν ᾧ καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυν‐ | |
15 | θάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συνα‐ γωνίζονται ἐκείνῳ καθ’ ὅσον εἰσὶ δυνατοί. πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτο ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως· πότερον ἂν | |
20 | οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, ἢ Θηβαῖον καὶ Βοιώτιον κη‐ ρύττεσθαι νικῶντα τῇ πυγμῇ τοὺς ἄνδρας. ταῦτα δ’ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολ‐ λῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ἀπὸ τοῦ πλήθους ἢ τοῦ | |
25 | Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον. Τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα συμβαῖ‐ νον περὶ τοὺς ὄχλους· εἰ γάρ τις ἐπιστήσας αὐτοὺς εἴρετο μετὰ παρρησίας, εἰ βούλοιντ’ ἂν εἰς ἕνα πεσεῖν τὴν τηλικαύτην ὑπερο‐ χὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ | |
30 | πάντα τρόπον, ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω ............. | 186 |
187 | παλινῳδίαν ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον· εἰ δὲ καὶ βρα‐ χέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν ὑπὸ πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι· πλὴν | |
5 | τότε γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκφανὴς ἦν ἡ τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλομένοις, ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου πέφηνέ τις ἱκανὸς ἀνταγωνιστὴς Ῥω‐ μαίοις. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχαριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε διά‐ | |
10 | θεσιν, ἀγνοῶν τὰ φύσει παρεπόμενα τοῖς ἀνθρώποις. 114. Ἴσως μὲν οὖν ἐν πᾶσι τοῖς ἀνθρωπείοις τῷ καιρῷ δεῖ μετρεῖν ἕκαστα τῶν ἐνεργουμένων· μεγίστην γὰρ οὗτος ἔχει δύνα‐ μιν· μάλιστα δ’ ἐν τοῖς πολεμικοῖς· ὀξύταται γὰρ περὶ τούτων εἰς ἑκάτερα τὰ μέρη γίνονται ῥοπαί· τὸ δ’ ἀστοχεῖν τούτων μέ‐ | |
15 | γιστόν ἐστι τῶν ἁμαρτημάτων. 115. Ὅτι δοκοῦσι πολλοὶ μὲν τῶν ἀνθρώπων ἐπιθυμεῖν τῶν καλῶν, ὀλίγοι δὲ τολμᾶν ἐγχειρεῖν αὐτοῖς· σπάνιοι δὲ τῶν ἐγχει‐ ρησάντων ἐπὶ τέλος ἀγαγεῖν τὰ πρὸς τὸ καθῆκον ἐν ἑκάστοις ποιεῖν. | |
20 | 116. Ὅτι ὁ Περσεὺς ἐπταικὼς τοῖς ὅλοις ἐπὶ τῷ εἰσελθεῖν Ῥωμαίους εἰς Μακεδονίαν τῷ Ἱππίᾳ ἐπετίμα. ἀλλά μοι δοκεῖ τὸ μὲν ἐπιτιμῆσαι τοῖς ἄλλοις εἶναι ῥᾴδιον καὶ συνιδεῖν τὰς τῶν πέλας ἁμαρτίας, τὸ δ’ αὐτὸν πράττειν τὰ δυνατὰ καὶ γνῶναι τὰ καθ’ αὑτὸν πάντων δυσχερέστατον· ὃ καὶ περὶ τὸν Περσέα συνέβη | |
25 | γενέσθαι. 117. Ὅτι ὁ Πολύβιος πρεσβευτὴς ἀποσταλεὶς πρὸς τὸν Ἄπ‐ | |
πιον παρὰ τῶν Ἀχαιῶν, μετὰ δὲ τοῦτο ἀναχωρήσας εἰς τὴν Πελο‐ | 187 | |
188 | πόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπείρου προσπεπτωκότων καὶ οὐ μετ’ οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες ἐνέπεσε. τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾔτει στρατιωτῶν .... | |
5 | 118. Ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον, ἀναλαβόντα τὰ χρήματα, τὴν βασιλείαν προϊέμενον τοῖς ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθράκην· ἐφ’ ἃ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν, ὅτι μέ‐ γιστα κακὰ ποιοῦσιν αἱ κακαὶ συντροφίαι τοὺς ἀνθρώπους; τὸ γὰρ μηδ’, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀπο‐ | |
10 | στάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλ’ εὐθέως αὐτόθεν ἀκονητὶ παραχωρῆ‐ σαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσ‐ | |
15 | χερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν, τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς αἰτίαν ἐπιφέρειν· ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὐτῆς ἀπε‐ λογήθη, δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε | |
20 | περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμο‐ θράκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. 119. Ἔφη γὰρ αὐτοὺς μίαν ἔχειν διατριβὴν καὶ παρὰ τὰς συνουσίας καὶ παρὰ τὰς ἐν τοῖς περιπάτοις ὁμιλίας, διοικεῖν αὐ‐ | |
25 | τοὺς ἐν Ῥώμῃ καθημένους τὸν ἐν Μακεδονίᾳ πόλεμον, ποτὲ μὲν ἐπιτιμῶντας τοῖς ὑπὸ τῶν στρατηγῶν πραττομένοις, ποτὲ δὲ τὰ παραλειπόμενα διεξιόντας. ἐξ ὧν ὄνησιν μὲν οὐδέποτε γίνεσθαι τοῖς κοινοῖς πράγμασι, βλάβην δὲ πολλάκις καὶ ἐπὶ πολλῶν γεγο‐ | |
νέναι· καὶ ποτὲ δὲ τοὺς ἄρχοντας μεγάλα βλάπτεσθαι διὰ τὰς | 188 | |
189 | ἀκαίρους εὑρησιλογίας· πάσης γὰρ διαβολῆς ἐχούσης ὀξύ τι καὶ κινητικόν, ὅταν προκαταληφθῇ τὸ πλῆθος ἐκ τῆς συνεχοῦς λαλιᾶς εὐκαταφρόνητος γίνεσθαι τοῖς ἐχθροῖς. 120. Ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν· τό τε γὰρ γρά‐ | |
5 | φειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον ἃ δι’ ἀπορρή‐ των πρὸς αὐτοὺς οἱ βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετό μοι καὶ τελέως ἐπισφαλές, τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ δι’ οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, | |
10 | τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον εἶναι καὶ τῆς πάσης ἀτολ‐ μίας· οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ δι’ ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ μᾶλλον ἑτέρου ἐκπληττόμενος ἕκαστα τῶν γενομένων. | |
15 | 121. Ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρ’ Εὐμενεῖ καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, ἑνὶ τῶν σὺν Περσεῖ στρατευομένων, .. ... καὶ πάλιν πρὸς Δημητριάδα συνεγγίσας τῷ τείχει ἐκοινολο‐ γεῖτο τὸ μὲν πρῶτον Μενεκράτει τὸ δὲ δεύτερον Ἀντιμάχῳ, εἴρη‐ | |
20 | ται· καὶ μὴν ὅτι δὶς Ἡροφῶν ἐπρέσβευσε πρὸς Εὐμενῆ παρὰ Περ‐ σέως καὶ διὰ τοῦτο Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον 〈οὐκ〉 | |
ἀπίθανον περὶ τοῦ βασιλέως Εὐμενοῦς, δῆλον ἐκ τῶν περὶ Ἀττά‐ | 189 | |
190 | λου συμβάντων· τῷ μὲν γὰρ συνεχώρησαν καὶ παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεντεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέ‐ στειλαν, πρότερον οὔτε κατὰ τὸν Περσέα πόλεμον ἀξιόλογον αὐ‐ | |
5 | τοῖς συνηργηκότι· Εὐμενῆ δὲ τὰς μεγίστας χρείας σφίσι παρε‐ σχημένον καὶ πλεῖστα συνηργηκότα ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας. ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιβολὴ | |
10 | τῷ Περσεῖ πρὸς τὸν Εὐμενῆ, δι’ ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων· τίς δ’ αὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι μὲν οὖν Εὐμενὴς οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ καὶ γενέσθαι κύ‐ ριον τῶν ὅλων, εὐχερὲς καταμαθεῖν· χωρὶς γὰρ τῆς πατρικῆς ἀλλο‐ | |
15 | τριότητος καὶ δυσμενείας ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρ‐ χῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς· λοιπὸν ἦν ἐξα‐ πατᾶν καὶ στρατηγεῖν ἀλλήλους δι’ ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι. θεωρῶν Εὐμενὴς δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν | |
20 | Περσέα πανταχόθεν καὶ πάλιν ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλε‐ μον ἀπολύσασθαι, καὶ διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθ’ ἕκαστον ἔτος, τοὺς δὲ Ῥωμαίους ὅλως δυσχρη‐ στουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Ἰταλίαν | |
25 | μετεώρους ὑπάρχειν, ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκατα‐ βῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν· πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὐτὸν ἐπιτηδειότα‐ τον εἶναι. ταῦτα δὲ συλλογισάμενος ἀφ’ ἑαυτοῦ κατεπείραζε τοῦ | |
Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτ’ ἂν | 190 | |
191 | ὠνήσασθαι τὴν ἐλπίδα ταύτην. ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλ‐ λήλους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι. δυεῖν δὲ συγ‐ κρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαρ‐ γυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν. ὁ | |
5 | μὲν γὰρ Εὐμενὴς πᾶσαν ἐλπίδα προὔτεινε καὶ πᾶν γένος δελέατος ὑπερῆπτε, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις· ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετί‐ θετο, καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τ’ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προθέσθαι τι τῶν αὐτοῦ. τὸ δὲ γένος τῶν παλαισμά‐ | |
10 | των ἦν τοιοῦτον. ὁ μὲν γὰρ Εὐμενὴς ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ ταῦθ’ ὑπισχνεῖτο καὶ πίστεις· ὁ δὲ Περσεὺς ἔλεγε τὸ περὶ τῶν | |
15 | ὁμήρων, καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις· περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ | |
20 | Πολεμοκράτην εἰς Σαμοθράκην κἀκεῖ μεσιτεύεσθαι. τῆς δὲ Σαμο‐ θράκης αὐτὸς ἦν κύριος. ὁ δ’ Εὐμενὴς σπουδάζων, καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθόν, τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφε‐ τέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν. καὶ δὴ τῷ τοιούτῳ | |
25 | τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθη‐ σαν ἐπ’ ἴσης, καθάπερ ἀγαθοὶ παλαισταί. τούτων δ’ ἔνια μὲν ἐρρύη παρ’ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετ’ ὀλίγον εἰς τοὺς παρα‐ κειμένους τῷ Περσεῖ φίλους, παρ’ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ παττάλειόν ἐστιν ἡ φιλαργυρία. | |
30 | Προστίθημι δ’ ἔτι παρ’ ἐμαυτοῦ τοιοῦτον, μὴ καὶ μωροποι‐ εῖσθαι συμβαίνει τὴν φιλαργυρίαν. τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο | |
τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμενοῦς μέν, κατὰ τίνα | 191 | |
192 | λόγον ἤλπισε τηλικαύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσε‐ σθαι καὶ προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς κομιδῆς τούτων, ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις; πῶς δὲ λαβὼν τοσοῦτο | |
5 | πλῆθος χρημάτων ὑπέλαβε λήσειν Ῥωμαίους; εἰ γὰρ καὶ κατὰ τὸ παρόν, οὐκ ἂν ἔν γε τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε. λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλλάξασθαι τὴν πρὸς Ῥω‐ μαίους διαφοράν, δι’ ἣν ἔμελλε καὶ τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ καὶ τοῦ βίου στερήσεσθαι, πολέμιος | |
10 | φανεὶς Ῥωμαίοις. εἰ γὰρ καὶ νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μό‐ νον, εἰς τοὺς μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ προσῆκε, ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πράξεως; τοῦ δὲ Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε πῶς ἄλλο τι συμφορώτερον ἢ προυργιαίτερον ἐνόμισε τοῦ δοῦναι τὰ χρήματα καὶ καταπιεῖν | |
15 | ἐᾶσαι Εὐμενῆ τὸ δέλεαρ; εἰ μὲν γὰρ συνήργησέ τι τῶν κατὰ τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν πόλεμον, εἰς καλὸν ἡ δόσις· εἰ δὲ ταύ‐ της διεψεύσθη τῆς ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐ...εῖν ταῦτα κύριος ὑπῆρχεν αὐτός· πόσου δὲ τοῦτ’ ἄξιον Περσεῖ καὶ | |
20 | κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥάδιον συλλογίσασθαι· πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνόμιζεν Εὐμενῆ γεγο‐ νέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατ’ οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσασθαι Ῥωμαίοις. τίς οὖν αἰτία τῆς οὕτως ἐκ‐ φανοῦς ἀλογιστίας; φιλαργυρία· τί γὰρ ἂν ἄλλο τις εἴποιεν; ὁ | |
25 | μὲν γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρεώρα τἄλλα καὶ πάντα ἐδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν. ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ | |
τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον ..... | 192 | |
193 | 122. ..... πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέμου· τού‐ του δ’ αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται διὰ πλειόνων. ὅταν γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόντες ὑποθέσεις βούλωνται μὴ τοῖς πράγ‐ μασιν ἀλλὰ τῷ πλήθει τῶν βίβλων ἱστοριογράφοι νομίζεσθαι καὶ | |
5 | τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν, ἀναγκαῖόν ἐστι τὰ μὲν μικρὰ μεγάλα ποιεῖν, τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογο‐ ποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλον‐ τας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ 〈δὲ〉 μικρῷ πλείους, | |
10 | ἱππεῖς δὲ τούτων ἐλάττους. πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφ’ ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν τῶν πραγμάτων. περὶ δὲ τοὺς τὰ καθόλου γράφοντας ἐναντίος ἐστὶν ὁ τρόπος· διόπερ οὐ χρὴ καταγινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν τὰ παρ’ | |
15 | ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς ἡμεῖς ποτὲ μὲν παρα‐ λείπωμεν, ποτὲ δὲ βραχέως ἐξαγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον ἑκάστοις ἀποδίδομεν. ἐκεῖνοι μὲν γὰρ ὅταν ἐν τῇ συμπάσῃ πραγματείᾳ λόγου χάριν Φανωτίας καὶ Κορωνίας καὶ ..ε...οῦ πολιορκίαν γράφωσιν, ἀναγκάζονται πάσας τὰς τῆς | |
20 | πολιορκίας ἐπινοίας καὶ τόλμας καὶ διαθέσεις ἐκτίθεσθαι, πρὸς δὲ τούτοις Τάραντος κατάληψιν, Κορίνθου πολιορκίαν, Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι Καρχηδόνος πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρ’ αὐτῶν, ἀλλ’ οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψι‐ | |
λῶς περὶ τῶν τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν | 193 | |
194 | λόγον. ἡ δ’ αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω καὶ δημηγοριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν ἄλλων μερῶν τῆς ἱστορίας· ἐν οἷς ἅπασι πολλῆς ἂν δικαίως τυγχάνοιμεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ τῶν λέγεσθαι μελλόντων· οἷον εἴ τῳ φανείημεν ἢ | |
5 | λήμμασι χρώμενοι τοῖς αὐτοῖς ἢ χειρισμῷ πραγμάτων ἢ τοῖς τῆς λέξεως ῥήμασι· πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν ὀνομα‐ σίαις ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι· τὸ γὰρ μέγεθος τῆς πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι· πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδο‐ | |
10 | γραφοῦντες· τοῦτο γὰρ οὐ παραιτούμεθα, καθάπερ ἤδη καὶ πλεο‐ νάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα. 123. Ὅτι πολλὰ τῶν ἐπινοημάτων κατὰ μὲν τὸν λόγον φαί‐ νεται πιθανὰ καὶ δυνατά, παραγενόμενα δὲ εἰς τὴν χρείαν, καθά‐ περ τὰ κίβδηλα τῶν νομισμάτων εἰς τὸ πῦρ, οὐκέτι ποιεῖ τὸ ἀκο‐ | |
15 | λουθοῦν ταῖς πρώταις ἐπινοίαις. 124. Ὁ δὲ μεταλαβὼν τὴν Ῥωμαϊκὴν διάλεκτον παρεκάλει τοὺς ἐν τῷ συνεδρίῳ βλέποντας εἰς τὰ παρόντα, δεικνὺς ὑπὸ τὴν ὄψιν τὸν Περσέα, μήτε μεγαλαυχεῖν ἐπὶ τοῖς κατορθώμασι παρὰ τὸ δέον μήτε βουλεύεσθαι μηδὲν ὑπερήφανον μηδ’ ἀνήκεστον περὶ | |
20 | μηδενός, μήτε καθόλου πιστεύειν μηδέποτε ταῖς παρούσαις τύχαις· ἀλλ’ ὅτε μάλιστά τις κατορθοίη κατὰ τὸν ἴδιον βίον καὶ κατὰ τὰς κοινὰς πράξεις, τότε μάλιστα παρεκάλει τῆς ἐναντίας τύχης ἔν‐ νοιαν λαμβάνειν· καὶ γὰρ οὕτω μόλις ἂν ἐν ταῖς εὐκαιρίαις ἄν‐ θρωπον μέτριον ὄντα φανῆναι. τοῦτο γὰρ διαφέρειν ἔφη τοὺς | |
25 | ἀνοήτους τῶν νοῦν ἐχόντων, διότι συμβαίνει τοὺς μὲν ἐν ταῖς ἰδίαις ἀτυχίαις παιδεύεσθαι, τοὺς δὲ ἐν ταῖς τῶν πέλας. 125. Ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημητρίου τοῦ Φαληρέως φωνῆς. ἐκεῖνος γὰρ ἐν τῷ περὶ τῆς τύχης ὑπομνήματι | |
βουλόμενος ἐναργῶς ὑποδεικνύναι τοῖς ἀνθρώποις τὸ ταύτης εὐ‐ | 194 | |
195 | μετάβολον, ἐπιστὰς ἐπὶ τοὺς κατ’ Ἀλέξανδρον καιρούς, ὅτε κατέ‐ λυσε τὴν Περσῶν ἀρχήν, λέγει ταῦτα· „εἰ γὰρ λάβοι τις μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλὰς ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ 〈τὰ〉 πρὸ ἡμῶν, γνοίητ’ ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα. | |
5 | πεντηκοστὸν γὰρ ἔτος οἴεσθ’ ἂν ἢ Πέρσας ἢ βασιλέας τῶν Περ‐ σῶν ἢ Μακεδόνας ἢ βασιλέας τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προὔλεγε τὸ μέλλον, πιστεῦσαί ποτ’ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν οὐδ’ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης τῆς οἰ‐ κουμένης ἐδέσποζον, Μακεδόνες δὲ πάσης κρατοῦσιν, ὧν οὐδ’ | |
10 | ὄνομα πρότερον ἦν. ἀλλά πως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος τύχη καὶ πάντα παρὰ λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικνυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δείκνυσι πᾶσιν ἀνθρώποις, Μακεδόνας εἰς τὴν Περ‐ σῶν· εὐδαιμονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα τἀγαθὰ | |
15 | κέχρηκεν, ἕως ἄλλο τι βουλεύσηται περὶ αὐτῶν.“ ὃ νῦν γέγονε κατὰ Περσέα. ταῦτα μὲν οὖν Δημήτριος ὡσανεὶ θείῳ τινὶ στό‐ ματι περὶ τοῦ μέλλοντος ἀποπεφοίβακεν· ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπιστὰς τοῖς καιροῖς καθ’ οὓς συνέβη καταλυθῆναι τὴν Μακεδό‐ νων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν ἅτε γεγονὼς | |
20 | αὐτόπτης τῆς πράξεως, ἀλλ’ αὐτός τε τὸν πρέποντα λόγον ἐπι‐ φθέγξασθαι καὶ Δημητρίου μνησθῆναι· δοκεῖ γάρ μοι θειοτέραν ἢ κατ’ ἄνθρωπον τὴν ἀπόφασιν ποιήσασθαι· σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων. | |
25 | 126. Ὅτι Εὐμενὴς ὁ βασιλεὺς τῆς Περσέως καὶ Ῥωμαίων μάχης συντετελεσμένης εἰς παράλογον ἐνέπεσε διάθεσιν, ὡς οἱ | |
πολλοί φασιν, ὡς δὲ τὰ ἀνθρώπινα πράγματα φύσιν ἔχει γίνε‐ | 195 | |
196 | σθαι κατὰ τὸ πλεῖστον, εἴς τι τῶν εἰωθότων συμβαίνειν· ἱκανὴ γὰρ ἡ τύχη τοῖς παρὰ λόγον τὰ κατὰ λόγον ἐπιτρέψαι, κἄν τινι συνεργήσῃ καὶ προσθῆται τὴν αὐτῆς ῥοπήν, αὖθις οἷον ἐκ μετα‐ μελείας ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορθώματα παρὰ πόδας. | |
5 | ὃ καὶ τότε περὶ τὸν Εὐμενῆ γενέσθαι συνέπεσε. δόξας γὰρ μά‐ λιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπι‐ φέρειν ῥᾳστώνην τὸν ἑξῆς χρόνον ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως | |
10 | συνεξαναστάντων τοῖς καιροῖς. 127. Ἐπιλαθόμενος δὲ τῶν γεγραμμένων ὑπ’ αὐτοῦ Ἀντίοχος καὶ τῶν εἰρημένων ἐξήρτυε πόλεμον κατὰ Πτολεμαίου, ὥστε καὶ λίαν ἀληθὲς φαίνεσθαι τὸ ῥηθὲν ὑπὸ Σιμωνίδου „χαλεπὸν ἐσθλὸν ἔμμεναι.“ ἔχειν μὲν γὰρ ὁρμὰς ἐπὶ τὰ καλὰ καὶ μέχρι τινὸς ἀντι‐ | |
15 | ποιήσασθαι τούτων εὐμαρές, ὁμαλίσαι δὲ καὶ κατὰ πᾶσαν περί‐ στασιν ἐπίμονον γενέσθαι τῇ γνώμῃ, μηδὲν τοῦ καλοῦ καὶ τοῦ δικαίου προυργιαίτερον τιθέμενον, δυσχερές. 128. Ὅτι τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον ἢ πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαι‐ | |
20 | νοῦμεν. ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ μηδὲν τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς συμ‐ φορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας ἀγαθοὺς νομί‐ ζομεν. ὁ δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρ‐ τήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσιν, καὶ καινοποιήσας | |
25 | ὑπὲρ ὧν ὁ χρόνος 〈εἰσ〉 λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς | |
οὐκ ἔμελλε δυσαρεστήσειν τοῖς ἱστορήσασιν; | 196 | |
197 | 129. Ὅτι ἀεὶ τὰ μείζω τῶν προσδοκωμένων κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων. 130. Ἐξ ὧν μάλιστα κατίδοι τις ἂν ἅμα τὴν ὀξύτητα καὶ τὴν ἀβεβαιότητα τῆς τύχης, ὅταν 〈ἃ〉 μάλιστ’ ἄν τις αὐτοῦ χάριν | |
5 | οἴηται διαπονεῖν, ταῦτα παρὰ πόδας εὑρίσκηται τοῖς ἐχθροῖς κατασκευάζων· κίονας γὰρ κατεσκεύαζε Περσεύς, καὶ ταύτας κατα‐ λιπὼν ἀτελεῖς, Λεύκιος Αἰμίλιος ἐτελείωσε καὶ τὰς αὐτοῦ εἰκόνας ἐπέστησεν. 131. Ὅτι τῆς αὐτῆς ψυχῆς ἐστιν ἀγῶνάς τε διατίθεσθαι κα‐ | |
10 | λῶς καὶ παρασκευὴν καὶ πότον μεγαλομερῆ χειρίσαι δεόντως καὶ παρατάξασθαι τοῖς πολεμίοις στρατηγικῶς. 132. Καὶ τὴν μὲν Λῆμνον καὶ τὴν Δῆλον κατὰ τὴν παροι‐ μίαν τὸν λύκον τῶν ὤτων ἔλαβον· πολλὰ γὰρ ὑπέμειναν δυσχερή‐ ματα συμπλεκόμενοι τοῖς Δηλίοις· ἐκ δὲ τῆς τῶν Ἁλιαρτίων χώ‐ | |
15 | ρας ὄνειδος αὐτοῖς μᾶλλον ἢ καρπός τις συνεξηκολούθησεν. 133. Ὅμοιοι γὰρ ἦσαν οἱ τὴν Περαίαν κατοικοῦντες τοῖς οἰ‐ κέταις τοῖς ἐκ τῶν δεσμῶν ἀνελπίστως λελυμένοις, οἵτινες ἀπι‐ στοῦντες τοῖς παροῦσι μείζω μὲν διαβαίνουσι τῆς κατὰ φύσιν κι‐ νήσεως, οὐ δοκοῦσι δὲ γινώσκεσθαι παρὰ τοῖς ἀπαντῶσιν οὐδὲ | |
20 | συνορᾶσθαι διότι λέλυνται σαφῶς, ἐὰν μή τι παράλογον ποιῶσι καὶ τῶν ἄλλων ἐξηλλαγμένον. 134. Ὅτι καθ’ ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ Εὐ‐ μενεῖ προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσ‐ οικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν | |
25 | προσνεμόντων. | 197 |
198 | 135. Ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελεῖν ....., παραινέσεσι δὲ Ἀριαράθου τοῦτ’ οὐκ ἔπραξεν ἀλλ’ ἐντιμότερον ἦγεν αὐτὸν ἢ πρότερον. οὕτως ἥ τε τοῦ δικαίου φύσις ἔχει μεγάλην δύναμιν, αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ παραινέσεις, ὥστε μὴ μόνον | |
5 | τοὺς φίλους ἀλλὰ καὶ τοὺς ἐχθροὺς πολλάκις σώζειν καὶ μετατι‐ θέναι τὰς φύσεις αὐτῶν πρὸς τὸ βέλτιον. 136. Ὅτι παντὸς ἐπιστολίου τὸ κάλλος ἐστὶ συστατικώτερον. 137. Ὅτι τοσαύτη τις ἀκρασία καὶ τηλικαύτη ἐνεπεπτώκει ἐκτοπωτάτων ἔργων τοῖς νέοις ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγο‐ | |
10 | ρακέναι ταλάντου, πολλοὺς δὲ ταρίχου Ποντικοῦ κεράμιον τριακο‐ σίων δραχμῶν. ἐφ’ οἷς καὶ Μάρκος Πόρκιος εἶπέ ποτε πρὸς τὸν δῆμον ὅτι μάλιστ’ ἂν κατίδοιεν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν τῆς πολιτείας ἐκ τούτων, ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν εὐπρεπεῖς παῖδες τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν | |
15 | ζευγηλατῶν. 138. Ὅτι Ῥόδιοι τἄλλα συζῶντες τῇ τοῦ πολιτεύματος προ‐ στασίᾳ βραχὺ παρώλισθον ἐν τούτοις τοῖς καιροῖς, ὡς ἐμὴ δόξα· ἐπεδέξαντο γὰρ μυριάδας σίτου ὀκτὼ καὶ εἴκοσι παρ’ Εὐμενοῦς χάριν τοῦ τὸ λογευθὲν ἐκ τούτων δανείζεσθαι, τὸν δὲ τόκον εἰς | |
20 | τοὺς μισθοὺς ὑπάρχειν τοῖς παιδευταῖς καὶ διδασκάλοις τῶν υἱῶν. τοῦτο δὲ στενοχωρίας μὲν ὑπαρχούσης καθάπερ ἐπὶ τῶν κατ’ ἰδίαν βίων, ἴσως ἂν ἐπιδέξαιτό τις παρὰ τῶν φίλων ἕνεκα τοῦ μὴ περιιδεῖν ἀπαίδευτα γενόμενα τὰ τέκνα διὰ τὴν ἀπορίαν· εὐκαι‐ | |
ρῶν δὲ τῷ βίῳ πᾶν ἄν τις ὑπομείναι μᾶλλον ἢ τὸν διδόμενον τοῖς | 198 | |
199 | διδασκάλοις μισθὸν ἐρανίζεσθαι παρὰ τῶν φίλων· ὅσῳ δὲ μεῖζον δεῖ πολίτην ἰδιώτου φρονεῖν, τοσῷδε καὶ τὸ πρέπον ἐπὶ τῶν πολ‐ λῶν μᾶλλον ἢ τῶν ἰδίων τηρητέον, Ῥοδίοις δὲ καὶ τελέως διά τε τὴν εὐκαιρίαν τὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ἐπίφασιν τῆς σεμνότητος. | |
5 | 139. Εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειε διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ. ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης ὡς ἀνθρώπου πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου, τά τε κατὰ τὴν διάνοιαν ἐκ | |
10 | τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο 〈τὴν〉 φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῶον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον. 140. Ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταραχώδους ὄντος καὶ θορυ‐ βώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν | |
15 | καὶ ὡμονόησαν, ἑνὸς ἀνθρώπου παραχωρήσαντος. τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης δι’ ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν ποτὲ δὲ τῶν μεγίστων | |
20 | ἀγαθῶν πεῖραν λαμβάνειν. 141. Ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι 〈τὸ〉 τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον, τὴν εὐθανασίαν, τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν. | |
25 | 142. Ὅτι οὐκ ὀλίγοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρήμασιν, οἷς Ὁλο‐ | |
φέρνης ὁ τῆς Καππαδοκίας βασιλεὺς κατάληπτος γενόμενος ἀπώ‐ | 199 | |
200 | λετο καὶ τῆς βασιλείας ἐξέπεσεν. ἡμεῖς δὲ συγκεφαλαιωσάμενοι τὴν τούτου κάθοδον ἐπανάξομεν τὴν διήγησιν ἐπὶ τὴν εἰθισμένην τάξιν, ᾗ χρώμεθα παρ’ ὅλην τὴν πραγματείαν· καὶ γὰρ νῦν ὑπερ‐ βάντες τὰ κατὰ τὴν Ἑλλάδα προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν | |
5 | ταῦτα κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλογον ἔχειν διαί‐ ρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν ἐπὶ τὰ πράγματα κάθοδον τοῦ Ἀριαράθου. διόπερ ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ τοὺς αὐτοὺς καιρούς. ἐν οἷς ἴδιον καὶ παράλογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρωπίων πόλιν· | |
10 | ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐχ ὅλως ἐπιφανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν. ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ | |
15 | μέρος ἐκ διαστήματος λεγομένοις συμπράξει τις τῶν φιλομα‐ θούντων; 143. Ὅτι κατὰ τὸ πλεῖστον ταῖς ἐπιτυχίαις ὡς ἐπίπαν ἄνθρω‐ ποι συμφρονοῦσιν, κατὰ δὲ τὰς ἀποτυχίας ἀσχάλλοντες τοῖς πράγ‐ μασιν ἑλκώδεις καὶ δύσκολοι γίνονται πρὸς τοὺς φίλους· ὃ καὶ | |
20 | περὶ τὸν Ὀλοφέρνην συνέβη γενέσθαι τῶν πραγμάτων αὐτῷ ἀντι‐ πιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις. 144. Ὅτι οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν εἰς παρα‐ λόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευάς, καὶ εἰς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυχρονίοις ἀρρωστίαις δυσποτ‐ | |
25 | μοῦσι. καὶ γὰρ ἐκεῖνοι πολλάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῇ θεραπείᾳ καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι τοῖς συμ‐ βαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης ἐπῳδῆς καὶ παντὸς περιάμμα‐ | |
30 | τος πεῖραν λαμβάνειν. ὃ καὶ περὶ τοὺς Ῥοδίους συνέβαινε· πάν‐ | 200 |
201 | των γὰρ αὐτοῖς παρὰ δόξαν ἀπαντωμένων, ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ προσ‐ δέχεσθαι. καὶ τοῦτ’ ἐδόκουν πάσχειν εἰκότως· ὅταν γὰρ μηδὲν ἀνύηται κατὰ λόγον, δέῃ δὲ κατ’ ἀνάγκην ἐνεργεῖσθαι τὸ συνεχές, | |
5 | ἀνάγκη πεῖραν λαμβάνειν καὶ τῶν παρὰ λόγον· διὸ καὶ Ῥόδιοι ἐμπεσόντες εἰς τοιαύτην διάθεσιν ἐποίησάν τι τῶν γινομένων, καὶ ὃν ἀπεδοκίμασαν ἄρχοντα, τοῦτον πάλιν εἵλοντο ἄρχοντα, καὶ ἄλλα τινὰ παράλογα. 145. Ὅτι ὅταν ἅπαξ οἱ πολλοὶ σχῶσιν ὁρμὴν πρὸς τὸ φιλεῖν | |
10 | ἢ μισεῖν τινας ὑπερβαλλόντως, πᾶσα πρόφασις ἱκανὴ γίνεται πρὸς τὸ συντελεῖν τὰς αὐτῶν προθέσεις. 146. Ἀλλὰ γὰρ ὀκνῶ μή ποτε εἰς τὸ περιφερόμενον ἐμπεσὼν λάθω, πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερος ἢ ὁ τὸ κόσ‐ κινον ὑπέχων· δοκῶ γὰρ μὴ κἀγὼ πρὸς ὁμολογουμένην ψευδολογίαν | |
15 | ἀκριβολογούμενος καὶ τὸν ἐπιμετροῦντα λόγον εἰσφέρων παραπλή‐ σιόν τι ποιεῖν, διὸ καὶ μάτην τελέως περὶ τούτων λέγειν, εἰ μή τις καὶ γράφειν ἐνύπνια βούλεται καὶ θεωρεῖν ἐγρηγορότος ἐνύπνια. 147. Ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν ἀγωνίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ μέρος λόγους, τοιαύτης ὑπο‐ | |
20 | θέσεως ἐπειλημμένοι καὶ τηλικαύτης πράξεως· ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν συγγραφέων, εἰς ἀμφότερα τὰ μέρη διατιθέμενοι τοὺς ἐνόντας λόγους. ἐγὼ δὲ διότι μὲν οὐκ ἀποδοκιμάζω τοῦτο τὸ μέ‐ ρος, ἐν πλείοσι τόποις τῆς ἱστορίας δῆλον πεποίημαι, πολλάκις ἀπηγγελκὼς δημηγορίας καὶ συντάξεις ἀνδρῶν πολιτικῶν· ὅτι δ’ | |
25 | οὐκ ἐκ παντὸς τρόπου τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται συμφανές· οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν ῥάδιον, | |
οὔτε ὕλην πλείω καὶ παράθεσιν. καὶ μὴν οὐδὲ προχειρότερον | 201 | |
202 | ἕτερον ἐμοὶ τῆς τοιαύτης παρασκευῆς. ἀλλ’ οὔτε τοῖς πολιτικοῖς ἀνδράσιν οἶμαι πρέπειν πρὸς πᾶν τὸ προτεθὲν διαβούλιον εὑρη‐ σιλογεῖν καὶ διεξοδικοῖς χρῆσθαι λόγοις, ἀλλ’ ἀεὶ τοῖς ἁρμόζουσι πρὸς τὸν ὑποκείμενον καιρόν, οὔτε τοῖς ἱστοριογράφοις ἐμμελετᾶν | |
5 | τοῖς ἀκούουσιν οὐδ’ ἐναποδείκνυσθαι τὴν αὐτῶν δύναμιν, ἀλλὰ 〈τὰ〉 κατ’ ἀλήθειαν ῥηθέντα ὅσον οἷόν τε πολυπραγμονήσαντας διασαφεῖν, καὶ τούτων τὰ καιριώτατα καὶ πραγματικώτατα. 148. Πάλαι δὲ τούτου κεκυρωμένου βεβαίως ἐς ταῖς ἑκάστων γνώμαις καιρὸν ἐζήτουν ἐπιτήδειον καὶ πρόφασιν εὐσχήμονα πρὸς | |
10 | τοὺς ἐκτός. πολὺ γὰρ δὴ τούτου τοῦ μέρους ἐφρόντιζον Ῥωμαῖοι καλῶς φρονοῦντες· ἔνστασις γὰρ πολέμου κατὰ τὸν Δημήτριον δικαία μὲν δοκοῦσα εἶναι καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφαλεστέρας, ἀσχήμων δὲ καὶ φαύλη τἀναντία ἀπερ‐ γάζεται. διὸ καὶ τότε περὶ τῆς τῶν ἐκτὸς διαλήψεως πρὸς ἀλλή‐ | |
15 | λους διαφερόμενοι παρ’ ὀλίγον ἀπέστησαν τοῦ πολέμου. 149. Ὅτι περὶ Καρχηδονίων, ὡς κατεπολέμησαν. αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς μὲν ἀρχὰς ὑπὲρ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατὰ τὸν Ψευ‐ | |
20 | δοφίλιππον. τὰ μὲν οὖν περὶ Καρχηδονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς διαλήψεις· ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φάσκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύ‐ σασθαι περὶ τὰς δυναστείας. τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐτοὺς πόλιν ὑπὲρ | |
25 | τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυναμένην ἀμφισβητῆσαι σὺν καιρῷ, ταύτην ἐπανελομένους βεβαιῶσαι τῇ σφετέρᾳ πατρίδι τὴν ἀρχὴν νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων ἀνθρώπων. ἔνιοι δὲ | |
τούτοις ἀντέλεγον φάσκοντες οὐ τῆς ........... τοὺς τὴν | 202 | |
203 | προαίρεσιν κατεκτήσαντο τὴν ἡγεμονίαν, καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακεδαιμονίων ἐκτρέπεσθαι φιλαρχίαν, καὶ βρα‐ δύτερον μὲν ἐκείνων ὁρμᾶν, ἥξειν δ’ ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προ‐ φαινομένων· πρότερον μὲν γὰρ πᾶσι πεπολεμηκέναι μέχρι τοῦ | |
5 | κρατῆσαι καὶ συγχωρῆσαι τοὺς ἀντιταξαμένους ὅτι δεῖ πείθεσθαι σφίσι καὶ ποιεῖν τὸ παραγγελλόμενον· νῦν δὲ προοίμιον μὲν ἐκτε‐ θεῖσθαι τῆς ἰδίας προαιρέσεως τὰ κατὰ Περσέα, βαστάσαντας ἐκ ῥιζῶν τὴν Μακεδόνων βασιλείαν, τετελειωκέναι δὲ κατὰ τὸ παρὸν διὰ τῆς περὶ Καρχηδονίων διαλήψεως· μηδενὸς γὰρ ἀνηκέστου | |
10 | γεγονότος ἐξ ἐκείνων ἀνηκέστως καὶ βαρέως βεβουλεῦσθαι περὶ αὐτῶν, πᾶν ἀναδεχομένων καὶ πᾶν ὑπομενόντων ποιήσειν τὸ προσ‐ ταττόμενον. ἕτεροι δὲ καθόλου τε πολιτικὸν εἶναι τὸ Ῥωμαϊκὸν ἔθνος ἔφασαν, καὶ τοῦτο ἴδιον εἶναι καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι τοὺς Ῥωμαίους, ἐπὶ τῷ καὶ τοὺς πολεμίους ἁπλῶς καὶ γενναίως | |
15 | πολεμεῖν, μὴ νυκτεριναῖς ἐπιθέσεσι χρωμένους μήτ’ ἐνέδραις, πᾶν δὲ τὸ δι’ ἀπάτης καὶ δόλου γινόμενον ἀποδοκιμάζοντας, μόνους δὲ τοὺς ἐκ προδήλου καὶ κατὰ πρόσωπον κινδύνους ὑπολαμβάνον‐ τας αὐτοῖς καθήκειν· νῦν δὲ πάντα περὶ τοὺς Καρχηδονίους δι’ ἀπάτης καὶ δόλου κεχειρικέναι, κατὰ βραχὺ τὸ μὲν προτείνοντας, | |
20 | τὸ δ’ ἐπικρυπτομένους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας τοῦ βοηθεῖν αὐτοῖς τοὺς συμμάχους. τοῦτο δὲ μοναρχικῆς πραγ‐ ματοποιΐας οἰκεῖον εἶναι μᾶλλον ἢ πολιτικῆς καὶ Ῥωμαϊκῆς αἱρέ‐ σεως καὶ προσεοικὸς ἀθετήματι καὶ παρασπονδήματι κατὰ τὸν ὀρθὸν λόγον. ἦσαν δέ τινες οἱ καὶ τούτοις ἀντιλέγοντες. εἰ μὲν | |
25 | γὰρ πρὶν ἢ δοῦναι τοὺς Καρχηδονίους τὴν ἐπιτροπὴν αὑτῶν οὕτως ἐχείριζον τὰ πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνοντες τὰ δὲ παραγυμνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους φαίνεσθαι τοῖς ἐγκα‐ λουμένοις· εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους ὅ τι ποτὲ φαίνοιτο περὶ αὐτῶν, οὕτω | |
30 | κατὰ τὴν ἐξουσίαν, ὥς ποτε δοκοῖ σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ | |
παρήγγελλον, οὐκέτι τὸ γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι | 203 | |
204 | καὶ μὴν οὐδὲ παρασπονδήματι· μικροῦ ................ ..... οὐκ ἀδικήματι τὸ παράπαν· τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταντᾶν, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων· ἀσέβημα μὲν γὰρ εἶναι τὸ εἰς | |
5 | τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τεθνεῶτας ἁμαρτάνειν, παρα‐ σπόνδημα δὲ τὸ παρὰ τὰς ἐνόρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον· ὧν οὐδὲν κατὰ τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους· οὐ γὰρ εἰς τοὺς θεοὺς οὐδ’ εἰς τοὺς γονεῖς οὐδ’ εἰς τοὺς τεθνεῶ‐ | |
10 | τας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρκους οὐδὲ συνθήκας παραβαίνειν, τὸ δ’ ἐναντίον αὐτοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις ὅτι παραβεβή‐ κασι. καὶ μὴν οὐδὲ νόμους οὐδ’ ἐθισμοὺς οὐδὲ τὴν κατ’ ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν ἐπιτροπὴν παρ’ ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πειθαρχούντων τοῖς παραγγελλομένοις, | |
15 | οὕτως αὐτοῖς προσάγειν τὴν ἀνάγκην. Περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων ταῦτ’ ἐλέγετο· περὶ δὲ τοῦ Ψευδοφιλίππου τὸ μὲν πρῶτον οὐδ’ ἀνεκτὸς ὁ λό‐ γος ἐφαίνετο· πάρεστί τις ἐπὶ τὴν Μακεδόνων ἀεροπετὴς Φίλιπ‐ πος, καταφρονήσας οὐ μόνον Μακεδόνων ἀλλὰ καὶ Ῥωμαίων, οὐ‐ | |
20 | δεμίαν ἀφορμὴν εὔλογον ἔχων πρὸς τὴν ἐπιβολήν, ἅτε γινωσκο‐ μένου τοῦ κατ’ ἀλήθειαν Φιλίππου, διότι σχεδὸν ὀκτωκαίδεκα | |
γεγονὼς ἐτῶν μετήλλαξε τὸν βίον ἐν Ἄλβᾳ τῆς Ἰταλίας δυσὶν | 204 | |
205 | ὕστερον ἔτεσιν αὐτοῦ τοῦ Περσέως. μετὰ δὲ μῆνας τρεῖς ἢ τέτ‐ ταρας προσπεσούσης φήμης διότι νενίκηκε μάχῃ τοὺς Μακεδόνας πέραν τοῦ Στρυμόνος 〈κατὰ〉 τὴν Ὀδομαντικήν, τινὲς μὲν ἀπεδέ‐ χοντο τὸν λόγον, οἱ δὲ πλείους ἀκμὴν ἠπίστουν. μετ’ οὐ πολὺ | |
5 | δὲ πάλιν ἅμα τοῦ λόγου προσπίπτοντος ὅτι νικᾷ μάχῃ τοὺς Μα‐ κεδόνας ἐπὶ τάδε τοῦ Στρυμόνος καὶ πάσης Μακεδονίας κρατεῖ, καὶ Θετταλῶν γράμματα καὶ πρεσβευτὰς πεμψάντων πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλούντων βοηθεῖν ὡς καὶ περὶ αὐτοὺς ὑπάρ‐ χοντος κινδύνου, θαυμαστὸν ἐφάνη καὶ παράδοξον τὸ γεγονός· | |
10 | οὐδεμία γὰρ οὔτε πιθανότης οὔτ’ εὐλογία προυφαίνετο περὶ τοῦ συμβεβηκότος. Τοιαῦται μὲν οὖν περὶ τούτων ἦσαν διαθέσεις. 150. Ὅτι προσπεσόντων εἰς τὴν Πελοπόννησον γραμμάτων τοῖς Ἀχαιοῖς παρὰ τοῦ Μανιλίου διότι καλῶς ποιήσουσι Πολύ‐ | |
15 | βιον τὸν Μεγαλοπολίτην ἐκπέμψοντες μετὰ σπουδῆς εἰς Λιλύβαιον ὡς χρείας οὔσης αὐτοῦ δημοσίων ἕκεκεν πραγμάτων, ἔδοξε τοῖς Ἀχαιοῖς ἐκπέμπειν ἀκολούθως τοῖς ὑπὸ τοῦ ὑπάτου γεγραμμένοις. ἡμεῖς δὲ νομίζοντες ἑαυτοῖς καθήκειν κατὰ πολλοὺς τρόπους τὸ πειθαρχεῖν Ῥωμαίοις, πάντα τἄλλα πάρεργα θέμενοι θερείας ἀρ‐ | |
20 | χομένης ἐξεπλεύσαμεν. ἀφικόμενοι δ’ εἰς Κέρκυραν καὶ καταλαβόν‐ τες αὐτοῦ γράμματα παρὰ τῶν ὑπάτων προσπεπτωκότα τοῖς Κερ‐ κυραίοις, ἐν οἷς διεσάφουν ὅτι τοὺς μὲν ὁμήρους ἤδη παραδεδώ‐ κασιν αὐτοῖς οἱ Καρχηδόνιοι, πάντως ἕτοιμοι δ’ εἰσὶν αὐτοῖς πειθαρχεῖν, νομίσαντες διαλελύσθαι τὸν πόλεμον καὶ μηκέτι χρείαν | |
25 | ἡμῶν εἶναι μηδεμίαν, αὖθις ἀπεπλεύσαμεν εἰς τὴν Πελοπόννησον. | 205 |
206 | 151. Οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνω‐ μεν αὐτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἷον οὕτως „ἐμοῦ δὲ ταῦτ’ εἰπόντοσ“ καὶ πάλιν „ἡμῶν δὲ συγκαταθεμένων.“ ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα μελλούσας | |
5 | ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μεταλαμβάνειν τὰς περὶ αὐ‐ τῶν σημασίας, ἵνα μήτε τοὔνομα συνεχῶς προφερόμενοι προσκόπ‐ τωμεν ταυτολογοῦντες, μήτε πάλιν „ἐμοῦ“ καὶ „δι’ ἐμὲ“ παρ’ ἕκαστον λέγοντες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες, ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ | |
10 | καιρῷ πρέπον ἐφ’ ὅσον οἷόν τε διαφεύγωμεν τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὐτῶν λαλιᾶς, ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν ὁ τοι‐ οῦτος λόγος, ἀναγκαῖος δ’ ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως ᾖ δηλῶσαι τὸ προκείμενον. γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷα ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν | |
15 | καθ’ ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι. 152. Ὅτι κατά τι σύμπτωμα τῶν μὲν τοῦ Καλλικράτους εἰ‐ κόνων εἰσφερομένων κατὰ τὸ σκότος, τῶν δὲ τοῦ Λυκόρτα κατὰ τὴν ἡμέραν ἐκφερομένων εἰς τὸ φῶς κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν, | |
20 | πάντας ἠνάγκαζε τὸ γινόμενον ἐπιφθέγγεσθαι διότι δεῖ μηδέποτε τοῖς καιροῖς ὑπερηφάνως χρῆσθαι κατὰ τῶν πέλας, εἰδότα διότι καὶ λίαν τοῦτ’ ἐστὶν ἴδιον ἐπιτήδευμα τῆς τύχης, τὸ τοῖς αὐτῶν ἐπινοήμασι καὶ νομοθετήμασιν ἐξ ὑποστροφῆς αὐτοὺς ὑποβάλλειν τοὺς νομοθετήσαντας. | |
25 | 153. Ὅτι αὐτὸ τὸ φύσει φιλόκαινον τῶν ἀνθρώπων ἱκανόν ἐστι πρὸς πᾶσαν μεταβολήν. 154. Ὅτι Ῥωμαῖοι ἔπεμψαν πρεσβευτὰς τοὺς ἐπιληψομένους τῆς ὁρμῆς τῆς τοῦ Νικομήδους καὶ κωλύσοντας τὸν Ἄτταλον πο‐ λεμεῖν τῷ Προυσίᾳ, καὶ κατεστάθησαν Μάρκος Λικίννιος, ἄνθρω‐ | |
30 | πος ποδαγρικὸς καὶ τελέως ἀδύνατος τοῖς ποσί, καὶ μετὰ τοῦτον | 206 |
207 | Αὖλος Μακίνιος, ὃς κεραμίδος εἰς τὴν κεφαλὴν ἐμπεσούσης αὐτῷ τηλικαύτας καὶ τοσαύτας οὐλὰς εἶχε διὰ τῆς κεφαλῆς ὥστε θαυ‐ μαστὸν εἶναι πῶς ἐσώθη, καὶ Λεύκιος Μαλλιολέων, ὃς πάντων ἐδόκει Ῥωμαίων ἀναισθητότατος ὑπάρχειν. τῆς δὲ πράξεως προσ‐ | |
5 | δεομένης τάχους καὶ τόλμης ἐδόκουν ἀφυέστατοι πρὸς τὴν χρείαν εἶναι ταύτην οἱ καθεσταμένοι· διὸ καί φασι Μάρκον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγκλήτῳ, διότι συμβήσεται μὴ μόνον ἀπολειπόμενον φθάσαι τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικομήδην γηράσαντα ἐν τῇ βασιλείᾳ· πῶς γὰρ οἷόν τε καταταχῆσαι, | |
10 | πῶς δὲ καταταχήσαντας ἁνύσασθαί τι τὴν πρεσβείαν, μήτε πό‐ δας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν; 155. Ἐγὼ δέ, φησὶν ὁ Πολύβιος ἐπιτιμῶν τοῖς τὴν τύχην καὶ τὴν εἱμαρμένην ἐπιγράφουσιν ἐπί τε τὰς κοινὰς πράξεις καὶ τὰς κατ’ ἰδίαν περιπετείας, νῦν βούλομαι περὶ τούτου τοῦ μέρους δι‐ | |
15 | αστείλασθαι καθ’ ὅσον ὁ τῆς πραγματικῆς ἱστορίας ἐπιδέχεται τρόπος. ὧν μὲν ἡμῖν ἀδύνατον ἢ δυσχερὲς τὰς αἰτίας καταλαβεῖν ἄνθρωπον ὄντα, περὶ τούτων ἴσως ἄν τις ἀπορῶν ἐπὶ τὸν θεὸν τὴν ἀναφορὰν ποιοῖτο καὶ τὴν τύχην, οἷον ὄμβρων καὶ ὑετῶν δε‐ ξιῶν ἐπιφορὰ συνεχής, ἢ τἀναντία πάλιν αὐχμῶν καὶ πάγων, καὶ | |
20 | διὰ ταῦτα φθορὰ καρπῶν, ὁμοίως λοιμικαὶ διαθέσεις συνεχεῖς, ἄλλα παραπλήσια τούτοις, ὧν οὐκ εὐμαρὲς τὴν αἰτίαν εὑρεῖν. διόπερ εἰκότως περὶ τῶν τοιούτων ἀκολουθοῦντες ταῖς τῶν πολ‐ λῶν δόξαις διὰ τὴν ἀπορίαν, ἱκετεύοντες καὶ θύοντες ἐξιλασκόμενοι τὸ θεῖον, πέμπομεν ἐρησόμενοι τοὺς θεοὺς ὅτι ταῦτα λέγουσιν ἢ | |
25 | πράττουσιν ἡμῖν ἄμεινον εἴη καὶ γένοιτο παῦλα τῶν ἐνεστώτων | |
κακῶν. ὧν δὲ δυνατόν ἐστι τὴν αἰτίαν εὑρεῖν, ἐξ ἧς καὶ δι’ ἣν | 207 | |
208 | ἐγένετο τὸ συμβαῖνον, οὔ μοι δοκεῖ τῶν τοιούτων δεῖν ἐπὶ τὸ θεῖον ποιεῖσθαι τὴν ἀναφοράν. λέγω δὲ οἷον οὕτως· ἐπέσχεν ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγανθρωπία, δι’ ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφορίαν | |
5 | εἶναι συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν ἐσχηκότων ἡμᾶς οὔτε λοιμικῶν περιστάσεων. εἴ τις οὖν περὶ τούτου συνεβούλευσεν εἰς θεοὺς πέμπειν ἐρησομένους τί ποτ’ ἂν ἢ λέγοντες ἢ πράττον‐ τες πλείονες γινοίμεθα καὶ κάλλιον οἰκοίημεν τὰς πόλεις, ἆρ’ οὐ μάταιος ἂν ἐφαίνετο τῆς αἰτίας προφανοῦς ὑπαρχούσης καὶ τῆς | |
10 | διορθώσεως ἐν ἡμῖν κειμένης; τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ φιλοχρημοσύνην, ἔτι δὲ ῥαθυμίαν ἐκτετραμμένων καὶ μὴ βου‐ λομένων μήτε γαμεῖν μήτ’, ἐὰν γήμωσι, τὰ γεινόμενα τέκνα τρέ‐ φειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύω χάριν τοῦ πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας θρέψαι, ταχέως ἔλαθε τὸ | |
15 | κακὸν αὐξηθέν. ὁ γὰρ ἑνὸς ὄντος ἢ δυεῖν, τοῦτον τὸν μὲν πόλε‐ μος ἢ νόσος ἐνστᾶσα παρείλετο, δῆλον ὡς ἀνάγκη καταλείπεσθαι τὰς οἰκήσεις ἐρήμους, καὶ καθάπερ ἐπὶ τῶν μελιττῶν τὰ σμήνη, τὸν αὐτὸν τρόπον κατὰ βραχὺ καὶ τὰς πόλεις ἀπορουμένας ἀδυνα‐ τεῖν. ὑπὲρ ὧν οὐδὲ χρεία παρὰ τῶν θεῶν πυνθάνεσθαι πῶς ἂν | |
20 | ἀπολυθείημεν τῆς τοιαύτης βλάβης· ὁ γὰρ τυχὼν τῶν ἀνθρώπων ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ δι’ αὑτῶν, μεταθέμενοι τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες ἵνα τρέφηται τὰ γεινόμενα. περὶ τούτων οὔτε μάντεων οὔτε τερατιῶν χρεία. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ μέρος. ἀλλ’ ἐπ’ ἐκείνων ἐφ’ ὧν ἀλήπτους ἢ δυσ‐ | |
25 | λήπτους εἶναι τὰς αἰτίας συμβαίνει, ..........· ὧν ἓν ἦν | |
καὶ τὸ περὶ Μακεδόνας γεγενημένον. Μακεδόνες μὲν γὰρ ὑπὸ | 208 | |
209 | Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν, κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων καὶ φόρων καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν ......... ἐκλυθέντες ἐκ μεγάλων καὶ ...... φόνων | |
5 | ἐμφυλίων διὰ τῆς Ῥωμαίων ........ φιλοτιμίας· .... δυσ‐ μενείας ... ἢ βλάβης τῆς ....................... .. Ῥωμαί.......................................... ...λεως· ὑπὸ δὲ τοῦ Ψευδοφιλίππου πρῶτον μὲν .......... ................. πολλοὺς μὲν ....................... | |
10 | .... πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευ‐ θέντας καὶ στρεβλωθέντας καὶ φονευθέντας ... τῶν ἐν τοῖς πρότερον καιροῖς ὑπὸ τῶν κατ’ ἀλήθειαν βασιλέων ........ .. ἤδη τοῦτο γέ..... ἀπαντ................... ....................... τῶν ἐξ ἀρχῆς βασιλέων, ὡς | |
15 | ........................................ | |
....................................... | 209 | |
210 | ....................................... ....................................... ........................................ ........... Ῥωμαίων στρατοπεδεια ἐξαυτῆς μετα..... | |
5 | .................ται παρὰ τοῦ Ψευδοφιλίππου τῶν εἰς αὐτοὺς παρανομημάτων· ......................... ........................... μὲν τοῦ Δημητρίου καὶ πάλιν μετὰ Περσέως μαχόμενοι πρὸς Ῥωμαίους ἡττήθησαν, ἀνδρὶ στυγνῷ συναγωνιζόμενοι καὶ περὶ τῆς τούτου βασιλείας ἀν‐ | |
10 | δραγαθήσαντες ἐνίκησαν Ῥωμαίους. ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορή‐ σειεν ἐπὶ τῷ συμβάντι; τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων δυσχερές. διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων δαιμονοβλάβειαν εἴπειε τὸ γεγονός, καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπηντῆσθαι. δῆλον δ’ ἔσται ἐκ τῶν λέγεσθαι μελλόντων. [ΖΗΤΕΙ ΕΝ 〈ΤΩ〉 | |
15 | ΠΕΡΙ ΗΤΤΗΣ.] 156. Ὅτι ἡ ὀγδόη καὶ τριακοστὴ βίβλος περιέχει τὴν συντέ‐ λειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας. καίπερ γὰρ τῆς Ἑλλάδος καὶ καθόλου καὶ κατὰ μέρος πλεονάκις ἐπταικυίας, ὅμως οὐδ’ ὁποίοις ἄν τις τῶν προτέρων ἐλαττωμάτων οἰκειότερον ἐφαρμόσαι τὸ τῆς | |
20 | ἀτυχίας ὄνομα καὶ τὴν ἔννοιαν ταύτην ὡς τοῖς καθ’ ἡμᾶς γε‐ | |
γονόσιν. οὐ γὰρ μόνον ἀφ’ ὧν ἔπαθον ἐλεήσαι τις ἂν τοὺς Ἕλλη‐ | 210 | |
211 | νας, ἔτι δὲ μᾶλλον ἐφ’ οἷς ἔπραξαν ἠτυχηκέναι νομίσειε, πυθό‐ μενος περὶ ἑκάστων τὰς ἀληθείας. δοκοῦντος γοῦν μεγίστου πά‐ θους γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους, οὐκ ἔλαττον ἄν τις ἡγήσαιτο, κατὰ δέ τι μεῖζον, τὸ περὶ τὴν Ἑλλάδα τότε συμβάν. | |
5 | οἱ μὲν γὰρ τὸ πᾶν ἔσχατον ἀπολογίαν τε πρὸς τοὺς ἐπιγινομένους περὶ σφῶν ἀπέλειπον, οὗτοι δ’ οὐδ’ ἀφορμὴν οὐδὲ λόγον ἔδοσαν τοῖς βουλομένοις σφίσι βοηθεῖν ὑπὲρ τῶν ἡμαρτημένων. καὶ Καρχηδόνιοι μὲν ἅμα ταῖς περιπετείαις ἄρδην ἀφανισθέντες ἀν‐ επαίσθητοι τῶν σφετέρων εἰς τὸ μέλλον ἐγένοντο συμπτωμάτων, | |
10 | οἱ δ’ Ἕλληνες ἐφορῶντες τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων παρα‐ δόσιμον ἐποίησαν τὴν ἀκληρίαν. ὥστε καθ’ ὅσον τοὺς ζῶντας μετὰ τιμωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐτοῖς τοῖς δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ τὰς τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον τῶν συμβάντων Καρχηδο‐ | |
15 | νίοις, ἐὰν μή τις ἀφροντίστως τοῦ καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ τὸ συμφέρον ἀποβλέπων, ποιῆται τὴν ἀπόφασιν. ὅτι δ’ ἐστὶ τὸ νῦν εἰρημένον ὑφ’ ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ παραθεὶς τὰς δοκούσας μεγίστας συμφορὰς γε‐ γονέναι κατὰ τὴν Ἑλλάδα πρὸς τὰ νῦν ὑφ’ ἡμῶν λεγόμενα. | |
20 | Μέγιστον ἡ τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς Ἕλλησι κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην· τότε γὰρ ἐκινδύνευσαν μὲν πάντες, ἔπταισαν δὲ τελέως ὀλίγιστοι, μάλιστα δὲ τούτων Ἀθηναῖοι· προϊδόμενοι γὰρ ἐμφρόνως τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα μετὰ τέκνων καὶ γυναικῶν. βλάβην μὲν οὖν ὁ καιρὸς | |
25 | αὐτοῖς ἐπήνεγκε· κύριοι γὰρ γενηθέντες οἱ βάρβαροι πικρῶς διέφ‐ θειραν τὰς Ἀθήνας· οὐ μὴν ὄνειδος οὐδ’ αἰσχύνην, τὸ δ’ ἐναν‐ τίον εὔκλειαν παρὰ πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπηνέγ‐ καντο, ὅτι πάντα ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο | |
κοινωνεῖν τοῖς ἄλλοις Ἕλλησι. τοιγαροῦν καλῇ χρησάμενοι προ‐ | 211 | |
212 | αιρέσει παρὰ πόδας οὐ μόνον ἀνεκτήσαντο τὴν πατρίδα καὶ τὴν ἑαυτῶν χώραν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἡγεμονίας μετ’ ὀλίγον ἠμφισβήτουν πρὸς Λακεδαιμονίους. μετὰ δὲ ταῦτα πάλιν ὑπὸ Σπαρτιατῶν καταπολεμηθέντες εἰς τοῦτ’ ἀνάγκης ἦλθον ὥστε | |
5 | καθελεῖν τὰ τείχη τῆς αὐτῶν πατρίδος. ἀλλὰ καὶ τοῦτο Λακε‐ δαιμονίων, οὐκ Ἀθηναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα, διότι βαρύτερον ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς τύχης ἐξουσίᾳ. Σπαρτιᾶται ἡττηθέντες ὑπὸ Θηβαίων πάλιν ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, καὶ μετὰ ταῦτα τῆς τῶν ἐκτὸς ἀρχῆς ἀπο‐ | |
10 | στάντες συνεκλείσθησαν εἰς τοὺς τῆς Λακωνικῆς ὅρους. καὶ τί δὴ τοῦτ’ αἰσχρόν, εἰ περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον ἔπταισαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι δυ‐ ναστείαν; διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν εἶναι φατέον, ἀτυχήματα δ’ οὐδαμῶς ῥητέον. Μαντινεῖς ἠναγκάσθησαν ἐκλι‐ | |
15 | πεῖν τὴν πατρίδα ἀναστάντες ὑπὸ Λακεδαιμονίων καὶ διασπα‐ σθέντες οἰκῆσαι κατὰ κώμας· ἀλλὰ πάντες ἐπὶ τούτοις οὐ τὴν τῶν Μαντινέων ἀβουλίαν ἀλλὰ τὴν Λακεδαιμονίων ὠνείδιζον. Θηβαῖοι μετά τινα χρόνον ἄρδην ἐπεῖδον τὴν αὑτῶν πατρίδα γενομένην ἀνάστατον, ὅτε προθέμενος Ἀλέξανδρος εἰς τὴν Ἀσίαν | |
20 | διαβαίνειν ὑπέλαβε διὰ τῆς εἰς Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν τοὺς Ἕλληνας κατὰ τοὺς ἰδίους περισπασμούς· ἀλλὰ τότε πάντες ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ πε‐ πονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς Ἀλεξάνδρου. τοιγαροῦν βραχεῖ χρόνῳ τυχόντες ἐπικουρίας τινὸς αὖθις ᾤκουν τὴν | |
25 | πατρίδα μετ’ ἀσφαλείας. ὁ γὰρ παρὰ τῶν ἐκτὸς ἔλεος οὐ μικρὸν δῶρόν ἐστι τοῖς ἀδίκως ἀκληροῦσιν, εἰ καὶ πολλάκις ἰδεῖν ἔστιν ἅμα ταῖς τῶν πολλῶν ὁρμαῖς καὶ τὴν τύχην μεταβαλλομένην καὶ | |
τοὺς κρατοῦντας αὐτοὺς μεταμελομένους καὶ διορθουμένους τὰς τῶν | 212 | |
213 | παραλόγως ἠτυχηκότων περιπετείας. πάλιν ἐπέθεντο κατά τινας καιροὺς Χαλκιδεῖς καὶ Κορίνθιοι καί τινες ἕτεραι πόλεις διὰ τὴν τῶν τόπων εὐφυΐαν τοῖς ἐν Μακεδονίᾳ βασιλεῦσι καὶ φρουρὰς εἶχον· ἀλλὰ τοὺς μὲν δουλεύοντας πάντας ἐσπούδαζον κατὰ δύ‐ | |
5 | ναμιν ἐλευθεροῦν, τοὺς δὲ καταδουλωσαμένους ἐμίσουν καὶ πολε‐ μίους ἡγοῦντο διὰ τέλους. καθόλου δὲ κατὰ πόλεις ἔπταιον καὶ κατὰ πόλιν ἐσφάλλοντο τὸν πρὸ τοῦ χρόνον ὡς ἐπίπαν, οἱ μὲν ὑπὲρ ἡγεμονίας καὶ πραγμάτων ἀμφισβητοῦντες, οἱ δὲ ὑπὸ μο‐ νάρχων καὶ βασιλέων παρασπονδούμενοι. διὸ καὶ ........... | |
10 | ὄνειδος ἠκολούθει τῶν ἀκληρούντων .............. ὄνομα..... ...... ἀκληρεῖν μὲν γὰρ ἅπαντας ἡγητέον καὶ κοινῇ καὶ κατ’ ἰδίαν τοὺς παραλόγοις συμφοραῖς περιπίπτοντας, ἀτυχεῖν δὲ μό‐ νους τούτους οἷς διὰ τὴν ἰδίαν ἀβουλίαν ὄνειδος αἱ πράξεις ἐπι‐ φέρουσι. κατὰ τοὺς ὑποκειμένους καιροὺς ἠτύχησαν ἅμα Πελο‐ | |
15 | ποννήσιοι, Βοιωτοὶ, Φωκεῖς, ....εῖς, ....οί, τινὲς τῶν τὸν Ἰόνιον κατοικούντων κόλπον, μετὰ δὲ τούτους ἔτι Μακεδόνες· .... μὴ μόνον κατὰ τὸ πλῆθος ὑπερέχειν .................... | |
τῶν πρότερον, ἀλλὰ καὶ κατὰ τὸ γένος ............ οὐκ ἠκλή‐ | 213 | |
214 | ρησαν, ἀλλ’ ἠτύχησαν ἀτυχίαν αἰσχρὰν ......... καὶ ἐπονεί‐ διστον· ἅμα μὲν γὰρ ἀπιστίας, ἅμα δ’ ἀνανδρίας δόξαν αἱ πρά‐ ξεις αὐτοῖς ἐπήνεγκαν διὰ τὴν ............. τοιγαροῦν στερηθέντες πάντων τῶν ..λων, οἱ μὲν ................... | |
5 | ..... εἰς τὰς πόλεις τότε παρεδέξαντο ῥάβδους καὶ πελέκεις ἐθελοντήν· ἐν μεγάλῳ γὰρ φόβῳ διὰ τὴν ὑπερβολὴν τῶν ἰδίων ἁμαρτημάτων ἦσαν, εἰ χρὴ λέγειν ἰδίων· ἐγὼ γὰρ ἠγνοηκέναι μὲν φαίην ἂν τοὺς πολλοὺς καὶ παραπεπαικέναι τοῦ καθηκόντος, ἡμαρτηκέναι δὲ τοὺς αἰτίους γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας. | |
10 | Ὑπὲρ ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαίνοντες τὸ τῆς ἱστο‐ ρικῆς διηγήσεως ἦθος ἀποδεικτικωτέραν καὶ φιλοτιμοτέραν φαινώ‐ μεθα ποιούμενοι περὶ αὐτῶν τὴν ἀπαγγελίαν. καίτοι τινὲς ἴσως ἐπιτιμήσουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποιουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων περιστέλλειν τὰς τῶν Ἑλλήνων ἁμαρ‐ | |
15 | τίας. ἐγὼ δὲ οὔτε φίλον οὐδέποτ’ ἂν ὑπολαμβάνω γνήσιον νο‐ μισθῆναι παρὰ τοῖς ὀρθῶς φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον | |
τοὺς μετὰ παρρησίας λόγους, καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν τὸν | 214 | |
215 | ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπ’ ἐνίων προσ‐ κοπὴν παρ’ αὐτὸν τὸν καιρόν. συγγραφέα δὲ κοινῶν πράξεων οὐδ’ ὅλως ἀποδεκτέον τὸν ἄλλο τι περὶ πλείονος ποιούμενον τῆς ἀληθείας. ὅσῳ γὰρ εἰς πλείους διατείνει καὶ ἐπὶ πλείω χρόνον | |
5 | ἡ τῶν ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων, το‐ σούτῳ χρὴ μᾶλλον καὶ τὸν γράφοντα περὶ πλείστου ποιεῖσθαι τὴν ἀλήθειαν καὶ τοὺς ἀκούοντας ἀποδέχεσθαι τὴν τοιαύτην αἵ‐ ρεσιν. κατὰ μὲν γὰρ τοὺς τῶν περιστάσεων καιροὺς καθήκει βοη‐ θεῖν τοὺς Ἕλληνας ὄντας τοῖς Ἕλλησι κατὰ πάντα τρόπον, τὰ μὲν | |
10 | ἀμύνοντας, τὰ δὲ περιστέλλοντας, τὰ δὲ παραιτουμένους τὴν τῶν κρατούντων ὀργήν (ὅπερ ἡμεῖς ἐπ’ αὐτῶν τῶν πραγμάτων ἐποιή‐ σαμεν ἀληθινῶς), τὴν 〈δ’〉 ὑπὲρ τῶν γεγονότων τοῖς ἐπιγινομέ‐ νοις διὰ τῶν ὑπομνημάτων παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ | |
15 | παρὸν τοὺς ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι πρὸς τὸ μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι. Καὶ περὶ τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. 157. Οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλήψονται τῆς πραγματείας, φάσκοντες ἀτελῆ καὶ διε...γμένην ἡμᾶς πεποιῆσθαι τὴν ἐξήγη‐ | |
20 | σιν τῶν πραγμάτων· ἐπιβαλλόμενοι λόγου χάριν διεξιέναι τὴν Καρχηδόνος πολιορκίαν, κἄπειτα μεταξὺ ταύτην ἀπολιπόντες καὶ μεσολαβήσαντες σφᾶς αὐτοὺς μεταβαίνομεν ἐπὶ τὰς Ἑλληνικὰς κἀντεῦθεν ἐπὶ τὰς Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πρά‐ ξεις· ζητεῖν δὲ τοὺς φιλομαθοῦντας τὸ συνεχὲς καὶ τὸ τέλος ἱμεί‐ | |
25 | ρειν ἀκοῦσαι τῆς προθέσεως· καὶ γὰρ τὴν ψυχαγωγίαν καὶ τὴν ὠφέλειαν οὕτω μᾶλλον συνεκτρέχειν τοῖς προσέχουσιν. ἐμοὶ δ’ οὐχ οὕτως δοκεῖ, τὸ δ’ ἐναντίον. μάρτυρα δὲ τούτων ἐπικαλεσαί‐ μην ἂν αὐτὴν τὴν φύσιν, ἥτις κατ’ οὐδ’ ὁποίαν τῶν αἰσθήσεων | |
εὐδοκεῖ τοῖς αὐτοῖς ἐπιμένειν κατὰ τὸ συνεχές, ἀλλ’ ἀεὶ μεταβο‐ | 215 | |
216 | λῆς ἐστιν οἰκεία, τοῖς δ’ αὐτοῖς ἐγκυρεῖν ἐκ διαστήματος βούλεται καὶ διαφορᾶς. εἴη δ’ ἂν τὸ λεγόμενον ἐναργὲς πρῶτον μὲν [γὰρ] ἐκ τῆς ἀκοῆς. ἥτις οὔτε κατὰ τὰς μελωδίας οὔτε κατὰ τὰς λεκτι‐ κὰς ὑποκρίσεις εὐδοκεῖ συνεχῶς ταῖς αὐταῖς ἐπιμένειν στάσεσιν· | |
5 | ὁ δὲ μεταβολικὸς τρόπος καὶ καθόλου πᾶν τὸ διερριμμένον καὶ μεγίστας ἔχον ἀλλαγὰς καὶ πυκνοτάτας αὐτὴν κινεῖ. παραπλη‐ σίως καὶ τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ τοῖς πολυτελεστάτοις βρώμασιν ἐπιμένειν δυναμένην ἀλλὰ σικχαίνουσαν καὶ χαίρουσαν ταῖς μεταβολαῖς, καὶ προσηνεστέρως ἀποδεχομένην πολλάκις καὶ | |
10 | τὰ λιτὰ τῶν ἐδεσμάτων ἢ τὰ πολυτελῆ διὰ τὸν ξενισμόν. τὸ δ’ αὐτὸ καὶ περὶ τὴν ὅρασιν ἴδοι τις ἂν γινόμενον· ἥκιστα γὰρ δύ‐ ναται πρὸς ἓν μένειν ἀτενίζουσα, κινεῖ δ’ αὐτὴν ἡ ποικιλία καὶ μεταβολὴ τῶν ὁρωμένων. μάλιστα δὲ περὶ τὴν ψυχὴν τοῦτό τις ἂν ἴδοι συμβαῖνον· αἱ γὰρ μεταλήψεις τῶν ἀτενισμῶν καὶ τῶν | |
15 | ἐπιστάσεων οἷον ἀναπαύσεις εἰσὶ τοῖς φιλοπόνοις τῶν ἀνδρῶν. διὸ καὶ τῶν ἀρχαίων συγγραφέων οἱ λογιώτατοι δοκοῦσί μοι προσαναπεπαῦσθαι τῷ τρόπῳ τούτῳ, τινὲς μὲν μυθικαῖς καὶ διηγηματικαῖς κεχρημένοι παρεκβάσεσι, τινὲς δὲ καὶ πραγματι‐ καῖς, ὥστε μὴ μόνον ἐν αὐτοῖς τοῖς κατὰ τὴν Ἑλλάδα τόποις | |
20 | ποιεῖσθαι τὰς μεταβάσεις, ἀλλὰ καὶ τῶν ἐκτὸς περιλαμβάνειν. λέγω δ’ οἷον ἐπειδὰν τὰ κατὰ τὴν Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ Φεραίου πράξεις μεταξὺ τὰς κατὰ Πελο‐ πόννησον Λακεδαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς ἀπ’ Ἀθηναίων, ἔτι δὲ τὰς κατὰ Μακεδονίαν ἢ τὴν Ἰλλυρίδα, κἄπειτα | |
25 | διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴγυπτον στρατείαν καὶ τὰ Κλεάρχῳ πραχθέντα παρανομήματα κατὰ τὸν Πόντον. ἐξ ὧν κεχρημένους μὲν ἅπαντας εὕροι τις ἂν τῷ τοιούτῳ χειρισμῷ, κεχρημένους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βράδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ | |
30 | Κερσοβλέπτης ὁ τῶν Θρακῶν κατεκτήσαντο τὰς δυναστείας, οὐ‐ κέτι προστιθέασι τὸ συνεχές, οὐδ’ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον | |
ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν | 216 | |
217 | ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις· ἡμεῖς δὲ πάντας διῃ‐ ρημένοι τοὺς ἐπιφανεστάτους τόπους τῆς οἰκουμένης καὶ τὰ ἐν τούτοις πράξεις, καὶ μίαν καὶ τὴν αὐτὴν ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν τῆς διαλήψεως, ἔτι δὲ καθ’ ἕκαστον ἔτος ὡρισ‐ | |
5 | μένως ἐξηγούμενοι τὰς καταλλήλους πράξεις ἐνεστηκυίας, ἀπολεί‐ πομεν πρόδηλον τοῖς φιλομαθοῦσι τὴν ἐπαγωγὴν ἐπὶ τὸν συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πράξεων, ὥστε μηδὲν ἀτε‐ λὲς μηδ’ ἐλλιπὲς γίνεσθαι τοῖς φιληκόοις τῶν προειρημένων. Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. | |
10 | 158. Ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρχηδονίων στρατηγοῦ ἱκέτου παραγενομένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, ὁ στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας „Ὁρᾶτ’“ ἔφη „τὴν τύχην, ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλογίστους τῶν ἀνθρώπων. οὗτός ἐστιν Ἀσδρούβας ὁ νεωστὶ πολλῶν αὐτῷ καὶ φιλανθρώπων | |
15 | προτεινομένων ὑφ’ ἡμῶν ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ, νῦν πάρεστι μετὰ στεμμά‐ των δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ πάσας τὰς ἐλπίδας ἔχων ἐν ἡμῖν. ἃ τίς οὐκ ἂν ὑπὸ τὴν ὄψιν θεασάμενος ἐν νῷ λάβοι διότι δεῖ μηδέποτε λέγειν μηδὲ πράττειν μηδὲν ὑπερήφανον ἄν‐ | |
20 | θρωπον ὄντα;“ καὶ προσελθόντες τινὲς τῶν αὐτομόλων ἐπὶ τὸ πέρας τοῦ τέγους παρῃτοῦντο τοὺς προμαχομένους ἀνασχεῖν μι‐ κρόν. τοῦ δὲ στρατηγοῦ κελεύσαντος ἐπισχεῖν ἤρξαντο τὸν Ἀσδρού‐ βαν λοιδορεῖν οἱ μὲν εἰς ἐπιορκίαν, φάσκοντες αὐτὸν πολλάκις ἐπὶ τῶν ἱερῶν ὀμωμοκέναι μὴ προλείψειν αὐτούς, οἱ δὲ εἰς ἀναν‐ | |
25 | δρίαν καὶ καθόλου τὴν τῆς ψυχῆς ἀγεννίαν. καὶ ταῦτ’ ἐποίουν μετὰ χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευ‐ θερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις | |
30 | ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ τῶν ἰδίων | 217 |
218 | ἐνδυμάτων. καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρού‐ βαν, τοῦ δ’ ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν τὰς μὲν ἀρ‐ χὰς τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ....... τὰς χάριτας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον ἀλλὰ καὶ | |
5 | τὰ τέκνα σώζεται. βραχὺ δ’ ἐπισχοῦσα τὸν Ἀσδρούβαν εἴρετο πῶς αὐτῇ μὲν ....... κατ’ ἰδίαν παρὰ τοῦ στρατηγοῦ πορί‐ ζοιτο τὴν σωτηρίαν αὐτο............... ἀναισχύντως ἐγ‐ καταλιπὼν τὰ πράγματα ........ τοὺς αὐτῷ πιστεύοντας ὑπέλ‐ θοι πρὸς τοὺς πολεμίους, πῶς δὲ παρὰ τούτους τολμᾷ καθῆσθαι | |
10 | νῦν θαλλοὺς ἔχων, πρὸς οὓς ..... πολλάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμβήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρπολουμένην· οὐ μὴν ἀλλ’ ..................................... σὺ πεποίη‐ | |
κας αἰσχρῶς ... ἐπονειδίστως ............................. | 218 | |
219 | .................... τὰ τέκνα πράξομεν ................ ................εισαυτην...... ἐπ’ ωλενων............. ..........................τειλασα τοὺς ................ ..........................τε πάντας ................ | |
5 | ..... συμπαθεις γενομένους τῇ περιπετείᾳ καὶ ..........ας τῆς τύχης ............ν....δοξαι διαμ̣............... κα̣ι̣..χ..ς.επεισαγαγο...δε........σδ...αυ......... ......της.... επειμιαν 159. Ὅτι .................παρ....και δι........... | |
10 | .................................νι.... το δικ̣αιον ..... ............ευ...ρων φησιν ο πολυβιος εγων οτι και τινο... ....ραν επι................α̣ν...... τούτου κάλλιον ουτ .......και.......τουτ εἴρηται παρὰ ...... καὶ ἐπιστρέψας ἐξ αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς, „ὦ Πολύβιε“ ἔφη „καλὸν | |
15 | μὲν, ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐγὼ δέδια καὶ προορῶμαι, μήποτέ τις | |
ἄλλος τοῦτο τὸ παράγγελμα δώσει περὶ τῆς ἡμετέρας πατρίδος.“ | 219 | |
220 | ταύτης δε....... πραγματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥάδιον εἰπεῖν. τὸ γὰρ 〈ἐν〉 τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς | |
5 | ἐπιτυχίαις τὴν τῆς τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου καὶ συλλήβδην ἀξίου μνήμης. 160. Παράδοξος αὐτῷ ἐφάνη ἡ ἀπάντησις τῶν πολεμίων. ἀλλά μοι δοκεῖ κατὰ τὴν παροιμίαν κενὰ κενοὶ λογίζονται, λοιπὸν εἰκότως τοῖς τοιούτοις τὰ πρόδηλα παράδοξα φαίνονται. | |
10 | 161. Καὶ ἐβουλεύετο περὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, ὅμοιον ποιῶν ὡς εἴ τις ἄπειρος ὑπάρχων τοῦ νεῖν καὶ μέλλων αὐτὸν ῥίπτειν εἰς τὸ πέλαγος περὶ μὲν τοῦ ῥῖψαι μὴ βουλεύοιτο, ῥίψας δὲ διανοοῖτο περὶ τοῦ πῶς ἂν ἐκνήξαιτο πρὸς τὴν γῆν. 162. Οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ λεγόμενον, ἐδύ‐ | |
15 | νατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος ἀναισχυντίας καὶ παρανομίας ὁ Δίαιος ὁ στρατηγὸς τῶν Ἀχαιῶν. 163. Ὅτι τῶν Ἀχαιῶν ἀπολομένων ὑπὸ Διαίου παροιμία τις ἐξηνέχθη, ὡς εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν, ὡσανεί, εἰ μὴ οἱ κακοὶ ἀπώλοντο, οὐκ ἂν ἡ Ἑλλὰς διεσέσωστο. | |
20 | 164. Ὅτι διὰ τὴν προϋπάρχουσαν τοῦ πλήθους πρὸς Φιλο‐ ποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐτοῦ ἐν πόλεσί τισιν οὔσας· οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί | |
τινα δυσεξάλειπτον εὔνοιαν τοῖς εὖ παθοῦσι. | 220 | |
221 | 165. Διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον, οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλ’ ἀμφόδῳ διέψευσται. 166. Ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς· ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, | |
5 | ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας. διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆ‐ σαι τοῖς ἀνθρώποις, καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει, | |
10 | καθ’ ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν ἐν τῷ βίῳ. Καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν· ἡμεῖς δὲ παραγε‐ γονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσα‐ ναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέσεως ἧς ἐποιησάμεθα | |
15 | καταβαλόμενοι τὴν ἱστορίαν, συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπό‐ θεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος. ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφ’ ὧν Τίμαιος ἀπέλειπεν, ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην | |
20 | πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποί‐ ηται τὴν ἱστορίαν, ὅτ’ ἀνήλθομεν ἐπὶ τοὺς χρόνους ἐν οἷς Ἀννί‐ βας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ Δημητρίου Φί‐ λιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν, Κλεομένης δ’ ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ | |
25 | Συρίᾳ βασιλείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατ’ Αἴγυπτον ὁ κληθεὶς Φιλοπάτωρ, ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τούτων τῶν καιρῶν ἀρξάμενοι, καθ’ οὓς ἦν ὀλυμπιὰς ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατ’ ὀλυμπιάδας καὶ διαιροῦντες κατὰ ἔτος καὶ | |
30 | συγκρίνοντες ἐκ παραβολῆς τὰς καταλλήλους, ἕως τῆς Καρχηδόνος | 221 |
222 | ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ τῆς Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μά‐ χης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας. ἐξ ὧν τὸ κάλλιστον ἔφαμεν ἅμα δ’ ὠφελιμώτατόν [τε] περιγενέσθαι τοῖς φιλομαθοῦσι. τοῦτο δ’ ἦν τὸ γνῶναι πῶς καὶ | |
5 | τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. τούτων δὴ πάντων ἡμῖν ἐπιτετελεσμένων λεί‐ πεται διασαφῆσαι τοὺς χρόνους τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας καὶ τὸ πλῆθος τῶν βίβλων καὶ 〈τὸν〉 ἀριθμὸν τῆς ὅλης | |
10 | πραγματείας. [ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΤΟΥ ΤΙΣ ΤΙ ΕΞΕΥΡΕ.] Τέλος τῆς Πολυβίου ἱστορίας λόγου λθʹ: ζήτει τὸν μʹ λόγον | |
Περὶ γνωμικῶν ἀποστομισμάτων. | 222 | |
223(1t) | Excerpta e Dexippo | |
2 | 1. ...... τὸ αὔχημα, ὃ κέκτηται, μὴ καταλύσασα, πρὸς δὲ τῷδε καὶ ἄρχειν ἑτέρων δικαιοῦσα, καὶ γινώσκουσα ὡς πολυπραγ‐ μοσύνῃ μὲν βεβαιοῦται ἀρχὴ πᾶσα, ἀπραγμοσύνῃ δὲ φθείρεται· | |
5 | ἕλοιτό τε ἂν οὐδαμῶς τις, ἀνδρὶ ἐοικὼς προτιμᾶσθαι ἑτέρων ἀξιοῦντι καὶ μεῖζον ἐς τὸ κοινὸν φρονεῖν, καταλύειν εἰς ἑαυτὸν τὴν κοινὴν εὔκλειαν καὶ μὴ τῷ συμβάντι ἐξισοῦσθαι, μηδὲ τὸν μὲν ἀντίπαλον δόξαι ἐπιθεραπεύειν, παρορᾶν δὲ τό τε ἡμέτερον φρό‐ νημα καὶ τὴν ἐκ τοῦ θείου ὑπουργίαν, ἣν χρὴ σπεύσαντας δι’ | |
10 | αὐτῶν ποιήσασθαι· περιέσται γὰρ ὑμῖν τῆς τε δαιμονίας σπου‐ δῆς μὴ ἀναξίους φανῆναι καὶ τά τε ἕτοιμα ἐς τὸ ὑπακούειν οἰ‐ κειώσασθαι καὶ τὰ ἔτι μέλλοντα σὺν ἐκπλήξει τοῦ ἀδήλου προσα‐ γαγέσθαι. 2. Σωφροσύνη δὲ ἀνδρῶν τοῖς τε ἐκ τῆς τύχης προφαινομέ‐ | |
15 | νοις εὖ χρήσασθαι καὶ ἅμα συνέσει ἐς τὰς πράξεις ἰόντας μὴ παριέναι τῶν καιρῶν τὸ ἐφεστηκὸς μηδὲ μεταστάντων εἰς μετα‐ μέλειαν ἥκειν τοῦ παροφθέντος. ἀρετὴ δὲ ἡ μὲν πρωτίστη ἐν τῷ τὰ κράτιστα εὖ γνῶναι, δευτέρα δὲ ἡ ἐν ἔργοις. ἀμφοῖν δὲ ὁ παρὼν καιρὸς δεῖται, καὶ τοῦ γε πράττειν ἑτοιμοτέρου, | |
20 | ὡς ἥ γε ἄνευ τοῦ προμηθοῦς σὺν τῷ ὀκνεῖν μέλλησις χρηστὸν | |
μὲν οὐδὲν ἤνεγκεν, τοὺς δὲ χρησαμένους πολλάκις ἐπ’ οὐδενὶ | 223 | |
224 | μετρίῳ ἔσφηλε. ταπειναὶ μὲν οὖν φύσεις οὐκ εὐπαράκλητοι ἐς σπουδὴν τῶν ἀρίστων, διότι παραδειγμάτων τε καλῶν ἀμοιροῦσιν ἰδίων τε καὶ πατέρων τῶν ἑαυτῶν καὶ τῇ σφῶν ἀνανδρίᾳ ῥαθυ‐ μοτέραις κέχρηνται ταῖς ἐπιτηδεύσεσιν, οἷς δὲ ἡ ἀρετὴ διά τε | |
5 | αὐτῶν καὶ προπατόρων ἐκτήθη, φόβου αἰσχύνης μᾶλλον ἢ ὄκνου ἐς τοὺς κινδύνους ἡττῶνται, καὶ ἐθελοντὶ τὸν τῶν καλῶν πόνον ὑφίστανται. 3. Ὅτι φέρει αἰσχύνην ὁμοίως θράσει τε ἀλογίστῳ τῆς μὴ προσηκούσης εὐκλείας ὀρέγεσθαι καὶ διαδοχὴν ἔργων ἀρίστων | |
10 | ἀνανδρίᾳ ἐν ἑαυτῷ καταλῦσαι. 4. Ὅτι οὐ ταὐτὸν εὐβουλία καὶ ὄκνος· ὁ μὲν γὰρ σὺν τῷ περιδεεῖ διαμέλλει, ἡ δὲ τὰ κράτιστα ἑλομένη ὥρμησεν ἐς τὰ ἔργα. 5. Ὅτι τοῖς ἀνδρείᾳ χρωμένοις ἐς τὰ ἔργα καὶ τὸ θεῖον συνέπεται. | |
15 | 6. Ὅτι ἰσχυρότατον στάσις ταράξαι εὐεξίαν καὶ εὐταξίαν φθεῖραι πόλεώς τε καὶ στρατοπέδων. 7. Ἔνθα δὴ καὶ ἄλλα τῶν ἀνελπίστων ἄνθρωποι κατεργάζον‐ ται· τόλμῃ γὰρ πρὸ δυνάμεως πιστεύσαντες ἐν τοῖς πολέμοις τῶν ἀεὶ μοχθούντων ........ ἀνέγκλητοι δὲ σύμμαχοι, κἂν ἐλάτ‐ | |
20 | τους ὦσιν, ἅμα προθυμίᾳ συμφορώτεροι ἢ πλήθει περιόντες, ὕποπτοι ὑπολείποιντο. 8. Ὅτι τοὺς πραγμάτων μεγάλων προστασίαν ἐξ ἀρχῆς ἑλο‐ μένους οὐδὲ ἐθέλοντας ἔστι κινδύνων ἔξω καὶ πολέμων εἶναι· νομί‐ ζοντες γὰρ οἱ ἐν τῷ παρόντι ἰσχύοντες τῶν ἀρετῇ διαφερόντων | |
25 | οὐκ ἀκινδύνους τὰς ἡσυχίας σὺν τῷ περιδεεῖ τοῦ μήποτε ὑπ’ αὐ‐ | |
τῶν ἀχθῆναι καὶ μὴ κινουμένοις ἐπέρχονται, βεβαιοτάτην σφίσιν | 224 | |
225 | ἀσφάλειαν εἶναι νομίζοντες, εἰ κἀν ταῖς δοκούσαις ἀπραγμοσύναις τὰ ἰσχυρὰ προκαταλήψονται. ἄριστον δὴ τὸ μέλλον δέος ἐστω τοῦ παρόντος ἐν ἀσφαλεῖ θέσθαι, καὶ μὴ ἀναμείναντας προπα‐ θεῖν κακῶς οὐκ ἀπὸ τοῦ ἴσου ἀμύνεσθαι· βέλτιον γὰρ τὸ μὴ συμ‐ | |
5 | βησόμενον προελπίσαντας φυλάξασθαι ἢ ἀπραγμοσύνης ἐλπίδι τὸ ἄνανδρον αὐτὸν θεραπεύσαντας καὶ τὴν παροῦσαν ἀρχὴν ἀποθε‐ μένους ἐν τοῖς δεινοῖς ἀσθενείᾳ ἐνδοῦναι. προφυλακὴ δὲ τοῦ μέλλοντος ἄδειαν κτᾶται. 9. Ὅτι ἐν τοῖς πολέμοις μάλιστα αἱ τῆς τύχης πλεονεξίαι | |
10 | ἄλλοτε ἐπ’ ἄλλους ὁρμὴν ἔχουσι, κατὰ τὸ ἀεὶ συμβαῖνον περιή‐ κουσαι. κάλλιόν τε ὑμῖν ὑπὲρ τοῦ ποιῆσαι μᾶλλον ἢ παθεῖν αἱ‐ ρεῖσθαι τὸ ἀγώνισμα. καλοῖς δὲ ἔργοις ἀεὶ συνέπεται καλὸς ἔπαι‐ νος, ὡς τά γε ἐναντία φήμην ἀναξίαν ὑμῶν ἔχει τῆς εὐκλείας. ΤΑΥΤΑ ΤΟΥ ΥΠΕΡΕΙΔΟΥ. | |
15 | 10. Ὅτι 〈οὐ〉 χρὴ ταῖς ἡδίσταις ἀκροάσεσιν ἀγομένους συνεῖ‐ ναι ταῖς δυσχερείαις ἐπὶ τῶν πράξεων, ἀλλ’ ἕως περίεστί τις ἄδεια, βουλῇ ἀγαθῇ χρωμένους τὸ βέλτιστον αἱρεῖσθαι, μηδὲ σφα‐ λέντας μεταμέλειαν ἔχειν τοῦ γνωσθέντος. ἀμαθία γὰρ οὐκ ἐπαι‐ νεῖται, διότι καὶ σφάλλεται, εὐβουλία τε ἄριστον, ἐπειδὴ ξύνεσίς | |
20 | ἐστι τοῦ μέλλοντος· τό τε γὰρ συμφέρον λογισμῷ ἐπέγνω καὶ τὸ ἐναντίον προμαθοῦσα ἐφυλάξατο. αἱ δὲ ὀξεῖαι καὶ ἀπερίσκεπτοι ἐγχειρήσεις ταχείας καὶ τὰς μεταμελείας ἤνεγκαν. ἥ τε τῶν λό‐ γων ἰσχύς, ἐλπίδων μὲν καὶ ἐπιθυμιῶν νικηθεῖσα, ἐς μὲν τὴν παραυτίκα πειθὼ εὖ συγκεῖσθαι ἔδοξεν, ἔργῳ δὲ οὐ συνήνεγκεν. | |
25 | ὀρέγεται δὲ εἰρήνη μὲν τοῦ εὖ γνῶναι, πόλεμος δὲ μάλιστα· κἂν τύχῃ μὲν τοῦ προσήκοντος, ἐλάχιστα ἢ οὐδὲν ἂν σφάλλοιτο, δια‐ μαρτὼν δὲ πλείστῳ καὶ παντὶ χρῷτ’ ἂν τῷ ἐναντίῳ. παραινῶ δὲ τοῖς ἐκ τοῦ δαιμονίου ...................... γνώμης γε προ‐ νοίᾳ χρωμένους, μηδαμῶς δὲ πείθεσθαι ἀνδράσιν οἷς πόλεμον | |
30 | ἐγείρειν ἀεὶ σύνηθές ἐστιν. | 225 |
226 | 11. Ὅτι π̣α̣ρ̣....νι̣α̣ς εἰρήνη πολέμου .....τερον· ἐλπίδος γὰρ ἀλογίστου ευ....λια προμηθὴς ..........τον......... δι’ ὀλίγης αἰτίας τῇ τύχῃ γίνεσθαι π...τω.....ελπισασα̣ν̣ τὰ ἀμείνω ῥᾷστον· διαφυγεῖν δὲ ἔργα πάλιν ἀπρομηθέστατον. | |
5 | 12. Ὅτι πεφύκασιν οἱ ἄνθρωποι τῆς μεγίστης διαφορᾶς ἐπὶ μεγάλαις εὐεργεσίαις διαλύεσθαι, ἐκ τοῦδε τὸ πιστιν ...... τῆς εἰσαῦθις φιλίας διδόντες. 13. Ὅτι ἐν τοῖς μισθοφορικοῖς πολέμοις τὸ μὲν χρηστὸν ἑτέ‐ ρων τὸ δὲ δυσχερὲς ἴδιον τῶν διακινδυνευσάντων γίνεται· ἄμεινον | |
10 | δὴ προσαγαγεῖν λόγοις τοὺς ...................... ἢ ὑπερ‐ φρονήσαντας ἐκδέξασθαι ἐπὶ τῶν Ἑλλήνων δεινῶν τὴν πεῖραν. εἰ δέ τις θράσει ἀλογίστῳ ἐπαιρόμενος ῥᾷστα διαπολεμηθῆναι τὸν πόλεμον ἡγεῖται εἰς τὴν Ἀλεξάνδρου τελευτὴν ἀφορῶν ... σκε‐ ψάσθω τὸ πάθος τῶν διαδεξαμένων τὴν τοῦδε ἀρχήν. | |
15 | 14. Τὸ δὲ ἐπὶ πείρᾳ φοβερὸν καὶ τὴν τοῦ ἀφανοῦς ἐλπίδα | 226 |
227 | ἐξ ἴσου δεδιέναι παρασκευάζει· καὶ ὁ .......... ἐθέλων πλέον υπο πο.....τος ἐδόκει· καὶ ὁ ἐπὶ μᾶλλον ............... διαφερόντως καὶ ἐς κινδύνους εὔτολμος. 15. Ἐλπίδι γὰρ τοῦ μέλλοντος τὸ μὲν ἐν τῷ παρόντι προ‐ | |
5 | μηθὲς μαλακίαν ἡγοῦντο, τὸ δὲ ἀφανὲς πιστότερον τοῦ ἤδη ὄντος. καὶ ἡ δόξα οὐκ ...... τοῦ ἐκ..ουμένου τοσοῦτον ὅσον πρὸς τὸ βουλόμενον ἑκάστῳ ἐκράτει, τό τε ἄπορον ἡγοῦντο εὔπορον καὶ τὸν τοῦ ἐπικινδύνου φόβον τῷ ἐπιθυμοῦντι τῆς γνώμης ἐξῄρουν, καὶ ἐκ τοῦδε ὑποτίθεντες σφίσι τὴν ἐκ τοῦ κρείττονος ἀρωγὴν—ἅτε | |
10 | δὴ τοῦ θείου ὡς ἐπίπαν ἐπὶ μεταστροφαῖς ταχθέντος—οὐκ ἀπροσδόκητοι ἦσαν καὶ ἐπί σφας μεταστρέψαι τῆς τύχης τὸ ἀντί‐ στροφον, καὶ ἀπὸ τοῦ δέους, ἐλπίδι βεβαιοτέρᾳ τοῦ σφισι τὸ διανοῆσαι καὶ ἐς ἔργον ἐκνικῆσαι, ῥώμην προσελάμβανον τὴν ἴσην τῷ ἐπιθυμοῦντι. ἐπανάστασίς τε αὕτη τῶν ἐκ παλαιῶν ἐτῶν | |
15 | μνήμῃ παραδοθεισῶν μεγίστη τῷ παραλόγῳ τοῦ ἐγχειρήματος ἔδοξε γενέσθαι, διότι οὐ τοσοῦτον ἀντίπαλοι ἰσχύος ῥώμῃ καὶ | |
παρασκευῇ ...... τὸ πλέον ............. ὅσον κατὰ τὴν ἀπα‐ | 227 | |
228 | ράγωγον προσδοκίαν τῆς αὑτῶν ἐλευθερώσεως μείζονα ἀνθρω‐ πίνης ἐλπίδος ἐννοήσαντες πρᾶξαι ἐπετόλμησαν. ἀρετῇ γὰρ καὶ παρασκευῇ τῆς Μακεδόνων δυνάμεως ἀναμφιλόγως πάντας ἀνθρώ‐ πους ὑπερβαλλούσης οἵδε, καίπερ ἀρρωστίᾳ τῇ οἰκείᾳ οὐδὲ τῶν | |
5 | πολεμίων τοῖς προσοίκοις ἀξιόμαχοι νομιζόμενοι, προθυμίᾳ τῇ σφετέρᾳ καὶ πόθῳ τῆς παλαιᾶς εὐπραξίας ἐς τὸ ἀνθίστασθαι τοῖς Μακεδόσι κατὰ παρασκευὴν ὡρμήθησαν. 16. Χρὴ δὲ τοὺς μὲν προπαθόντας καὶ ὡς ἀπὸ τοῦ ὁμοίου ἀμύνεσθαι, τοῖς δὲ εὖ ποιήσασι καὶ δωρεὰς ἐοικυίας ἀντιδιδόναι | |
10 | καὶ ὑπο................ αὖθις ζήλῳ τῶν προσγενομένων ἐφε‐ δρεύειν ἐν τῷ εὖ ποιεῖν. 17. Ὅτι πιστοῦται εὔνοια συμμάχων μάλιστα .. τοὺς προ‐ ϋπάρξαντας χάριτος καὶ αὐτοὺς τὴν μετουσίαν ἕξειν ............. τῶν ὁμοίων ἐπὶ τὰς εὐεργεσίας τρέπονται. | |
15 | 18. Χρη......... τοῖς ἐπαγγελθεῖσι παρ’ ἡμῶν ἤδη τι‐ | 228 |
229 | θέμενοι ...μη συναινεῖν· καὶ πρεσβευομένοις παρὰ τοὺς βασι‐ λεῖς σπουδῇ πάσῃ συν...................... ἡμῶν καὶ τῶν ...................... τὰ δὲ πλήθη ............... ............ τῶν πρέσβεων βουλομένοις .................. | |
5 | ........ 19. Ὅτι οἱ δι...εσθαι ἐπαγγέλλοντες ἥσσους ὄντες πρὸς κρείτ‐ τους ἰόντες· τὸ γὰρ ὑφ’ ἑτέρου γενόμενον τῆς παρ’ ἑτέρου συγχωρή‐ σεως οὐ δεῖται καὶ τῆς .. ἑτέρου .....μης ................. ἑτοί‐ μως μὲν γὰρ ἐς τὴν εἰρήνην ἐτύγχανον ἔχοντες .................... | |
10 | ........................... ............................ .......................... ............................ .......................... ............................ .......................... ............................ .......................... ............................ | |
15 | .......................... ἐπ’ ἀμφοτέροις, καὶ σὺν τῷ δικαίῳ καὶ ἅμα συμφέροντι ἔρχονται ἐς τὸ πολεμεῖν τὴν οἰκείαν ἀσφά‐ | |
λειαν βεβαιώσοντες· πολέμου δὲ παρασκευὴ φυλακὴ εἰρήνης βε‐ | 229 | |
230 | βαιοτάτη· τὸ γὰρ ....... μέχρι τούτου .................. ................. μηδεν πράξειν. 20. Ὅτι ἑτοιμότεροι οἱ κρατήσαντες πᾶν ἡττηθῆναι ...... 21. ....... τύχας ἀνδρῶν καὶ καταστάσεις πόλεών τε καὶ | |
5 | ἐθνῶν νεωτερίζουσαι ἐλάττους τε ὁμοίως καὶ μείζους καὶ διαφε‐ ρόντως περὶ εἰρήνην καὶ πόλεμον συμβαίνουσιν ἄγοντος τοῦ χρό‐ νου μηδεμίαν, ἀλλὰ μετατρέποντος ἄλλῃ ἄλλους πρός τε τὸ ἄμει‐ νον· καὶ μὴν τὰ γιγνόμενα ἐν τοῖς ἀνθρωπείοις ἄριστοι γνῶναι οἱ μὴ χαλεποὶ δέξασθαι τὰς ἐξαλλαγὰς τῶν ὡρῶν καὶ χρόνων· μηδὲ | |
10 | ἐτῶν τούτους ὅσοι πόλεών τε καὶ στρατοπέδων ἐξηγοῦνται μνήμῃ τῶν προγενομένων ἄγειν ἐπὶ τὰ συμφορώτατα ἑκάστους καὶ τοῖς προσπίπτουσιν ................... ἐκ τῆς τῶν ἱστορηθέν‐ των νεωτέρων τε καὶ παλαιοτέρων ....... πρὸς δὲ ταῖς κατα...... (22 versus legi nequeunt) | |
15 | 22. ....... κατ’ ἀνθρώπους, ἧς .....λύσις· ἢ γὰρ ἰσχύ‐ οντας κατὰ τὸ ἀντίπαλον τῷ συνανέχοντι ἀνθίστασθαι ἢ ἀποκνή‐ σαντας οὐκ ἀντίλεκτον ὡς ἁλίσκεσθαι δέον. 23. Ὅτι ὁ Δέκιος ὁ βασιλεὺς Ῥωμαίων ....... ἐν φόβῳ εἶχε τὴν Θρᾴκιον δύναμιν, ὀρρωδῶν μή τι ἐξ αὐτῆς νεώτερον γένηται | |
20 | περὶ τῆς ἀρχῆς τὴν κατάστασιν· καὶ ἐπειρᾶτο δι’ ἐπιστολῆς ἀπο‐ | 230 |
231 | κωλύειν αὐτοὺς ἐπεξιέναι τοῖς πολεμίοις, τὸ μὲν βουλόμενον τῆς διανοίας οὐκ ἐμφαίνων ἐκπονούμενος δὲ διὰ δέους ἄγειν, μὴ πε‐ ραιτέρω προιόντες ἄνθρωποι ἀπόλεμοι οὗτοι τῆς οὐκ εὐκαίρου προθυμίας τὴν πεῖραν λάβωσι πρὸ 〈τοῦ〉 τὴν παρ’ αὐτοῦ ἐπικουρίαν | |
5 | παραγενέσθαι. καὶ ὁ μὲν ἐπέστειλεν ..........., ἐπεὶ δὲ ὁ βα‐ σιλέως ἡμεροδρόμος φέρων τὴν ἐπιστολὴν προσῆλθε τῷ Πρίσκῳ, ὃς δὴ ἁρμοστὴς τῶν Μακεδονικῶν καὶ Θρᾳκικῶν πόλεων ἦν, καὶ ἐπί τε εἰρήνης τὰ πολλὰ ἐχρημάτισε καὶ τότε κατὰ τοῦ πολέμου τὸ δέος ἐς τὴν Φιλίππου πόλιν παρεληλύθει, κήρυγμα προκηρύτ‐ | |
10 | τει συνιέναι πάντας ἐς τὸν τοῦ σταδίου δρόμον (ὃς δὴ εἴσω πό‐ λεως ἦν), ὡς δὴ ἔχων τι ἐς τὸ κοινὸν ἐκ βασιλέως μηνῦσαι. καὶ ἐπεὶ ἠθροίσθησαν ἀνεγίνωσκε τὰ ἐκ τῆς ἐπιστολῆς· ἐδήλου γὰρ ἡ γραφὴ τάδε· „Πρὸ πολλοῦ μὲν ἂν ἐποιησάμην, ὦ ἄνδρες, μὴ παρακελεῦσαι | |
15 | ἐξ ἐπιστολῆς χρῆναι ἀλλ’ αὐτὸς ἀφιγμένος ἔργῳ μᾶλλον ὑμᾶς ἢ λόγῳ θαρρύνειν, ὅσῳ καὶ τὸ ....... οὐχ ὁμοίως ἀσφαλὲς ὄψει τῶν ὁρώντων ἢ μαθήσει τῶν ἀκουσομένων βεβαιούμενον· ἐπεὶ δὲ ἐμοί τε ἐπὶ τῇ προγενομένῃ νίκῃ καὶ τὸ λειπόμενον μέρος τοῦ | |
πολέμου διοικουμένῳ καὶ ἅμα στρατοπέδῳ πορευομένῳ σχολαία ἡ | 231 | |
232 | πορεία, καὶ τοὺς βαρβάρους εἰκάζω, οἷα δὴ κατὰ πολλὰ σκεδα‐ σθέντας, πρὶν ἡμᾶς ἀφικέσθαι καὶ ὑμῖν προσοίσεσθαι, ἀναγκαῖον διδαχῇ ἅμα τῇ παρακελεύσει χρώμενον προειπεῖν ἃ πράττοντες ἂν ὑμεῖς τε ἀσφαλέστατα διάγοιτε καὶ εὐπειθέστατα ἐμοί, εἴ γε | |
5 | ὑπό τινος διαστροφῆς ἀναγκαίας ἡ παρ’ ὑμᾶς ἄφιξις ἡμῶν δια‐ μέλλοιτο. ἐξαγγέλλεται γὰρ ὑμᾶς πλήθει τε καὶ νεότητι οὐ κατὰ καιρὸν θαρροῦντας καὶ τούτῳ ἔκπληξιν ἐς τοὺς ἐναντίους ἕξειν νομίζοντας, οἷα δὴ πολέμων ἀπειράτους, εὐτολμότερον αὐτοῖς μᾶλλον ἢ προμηθέστερον παρὰ τὴν ἀπουσίαν τῶν προαγωνισμά‐ | |
10 | των συνίεσθαι. καὶ ἔστι μὲν οὐ πάντῃ ὑπαίτιος ὑμῶν ἡ ἐπιχεί‐ ρησις, διότι καὶ ὑπὲρ καλῶν ἔργων· συνευξαίμην δ’ ἂν καὶ πείρᾳ δύνασθαι συμφορωτάτους γενέσθαι. ἐπέσκεμμαι δὲ ὡς ἐν τοῖς πολέμοις τὸ ἀνδρεῖον μετὰ μὲν ἐμπειρίας ἰσχυρόν, ἄνευ δὲ τούτου ἀσθενές· καὶ θρασύτης λογισμῶν ἄμοιρος ἤδη σὺν τῷ μὴ κατὰ | |
15 | καιρὸν εὐτόλμῳ ἔσφηλε. κράτιστοι δὲ οἱ συνέσει τὸ διάφορον τῶν ἐκβησομένων εἰδότες μᾶλλον ἢ θυμῷ ἐς τὰς μάχας καθιστάμενοι. παραινῶ δὴ μὴ ἐς τὸ ἕτοιμον τῆς γνώμης καὶ τοῦ πλήθους τὸ ἀβέβαιον ἰδόντας τοῦ κοινοῦ τῆς ἀσφαλείας ὑφέσθαι· ἀποκεκιν‐ δυνεύσεται γὰρ ὑμῖν ἡ σωτηρία οὕτως ἐς μηδὲν δέον, καὶ θράτ‐ | |
20 | τεσθαι ἡ διάνοια ὑμῶν δόξει μᾶλλον ἢ ἐπιβούλως περὶ τῇ πάσῃ πόλει τοῦ ἐκβησομένου ἔχουσα τὴν πεῖραν. ὑπαίτιος δὲ ὁμοίως ὅ τε ἀνανδρίᾳ τὸν ἐφεστηκότα ἀγῶνα ἐξιστάμενος καὶ ὁ θρασύ‐ τητι ἐς τοὺς 〈μὴ〉 προσήκοντας κινδύνους ἰών, ἐξὸν σὺν ἀσφαλείᾳ σώζεσθαι. λογισμῷ δὲ πιστεύων ἀνὴρ βεβαιότερος ἢ ἀμαθίας | |
25 | ὀχήματι πρὸς τὰς ἀδήλους φορὰς τῶν πραγμάτων ἐξορμώμενος αἵ τε ἐν τοῖς πολέμοις συντυχίαι ἢ κατὰ τὸ ἀναγκαῖον τὴν τόλμαν διδόασιν ἐξισοῦσαι ἐς τοὺς κινδύνους τὴν ἀδείας περιουσίαν, 〈ἢ〉 τὴν μετὰ τοῦ ἀσφαλοῦς σύνεσιν παρέχονται, ὡς μὴ σὺν δέει τι μᾶλλον ἠπειγμένως ἢ προμηθείᾳ πρᾶξαι. | |
30 | Λογιζόμενοι δὴ τάδε μὴ ἴτε πρὸς ἄνδρας ἐς ἀγῶνα κατ’ ἐρη‐ | |
μίαν τῶν συλληψομένων ἐχυρᾷ δυνάμει ἐπιόντας καὶ πολλῇ μὲν | 232 | |
233 | ἵππῳ, πολλοῖς δὲ ὁπλίταις καὶ ψιλοῖς παρεσκευασμένους, ἔτι δὲ 〈διὰ〉 πεῖραν πολεμικὴν φοβεροὺς καὶ σωμάτων ὄψει δεινοὺς καὶ ὅπλων ἀνασείσει ἀπειλαῖς τε καὶ βοῆς μεγέθει ἱκανωτάτους προεκ‐ φοβῆσαι τοὺς πρῶτον ἐς χεῖρας αὐτοῖς ἰόντας. μὴ δὴ πρὸς τούσδε | |
5 | ἀποκινδυνεύσητε, ἐξὸν ἀπὸ τῶν τειχῶν σὺν ἀσφαλείᾳ ἀμύνεσθαι. καὶ γὰρ ἡ ἐλπὶς τοῖς πρῶτον ἐς μάχην ἰοῦσιν ἰσχυρόν τι ἔδοξεν εἶναι καὶ προσαγωγότατον εἰς κατόρθωσιν· ἀλλ’ ἐν τοῖς περι‐ φανεστάτοις ὤφθη, ὅταν τῷ ἀληθεῖ δὴ μάχηται. εὔδηλον δὲ δή‐ που, οἶμαι, ὡς κἀν τοῖς ἐξ ἴσου ἀγῶσιν ἄνευ στρατηγοῦ κατὰ | |
10 | μόνας ἀποκινδυνεύειν σφαλερώτατον· τὸ δὲ ὑπὸ ἡγεμόνι τε ἄγε‐ σθαι καὶ ἐς κοινωνίαν ἥκειν ἑτέροις τοῦ κινδύνου ἔν τε ἐνθυμή‐ σεσι κἀν τοῖς ἔργοις ἀσφαλέστατον, ῥᾳδίαν ἔχον τὴν παρὰ τοῦ πέλας ἐπανόρθωσιν. κρεῖττόν τε σὺν ἑτέρῳ κατορθοῦντας δόξης ἔλαττον ἔχειν ἢ δίχα τοῦ προμηθοῦς κατὰ μόνας ἐπιχειρήσαντας | |
15 | σφαλῆναι. καὶ ἀπόντος μὲν πολὺ ἀπὸ σφῶν τοῦ ἐπιβοηθήσοντος, οἷα δὴ μονωθέντας, δρᾶσαί τι σὺν εὐχερείᾳ σύγγνωμον· ἀνδρῶν δὲ οὐκ ἄπωθεν ὄντων ἄριστα πολέμῳ ὡμιληκότων καὶ πεῖραν παρασχομένων τοῦ νικᾶν, καὶ ταῦτα τὸ ἀδεὲς ἐς τοὺς κινδύνους ἐν τῷ διὰ μέσου ἐκ τῆς τῶν τειχῶν ὀχυρότητος ἔχοντας, πρᾶξαί | |
20 | τι παρὰ τὴν τοῦ ἄρχοντος καταίνεσιν, κἄν τῳ ἄμεινον ἐκβῇ, οὐκ ἀνεπίκλητον ἐφάνη διά τε τὸ δυσπειθὲς τὸ περὶ τὸν προστάξαντα καὶ ὅτι σὺν τῷ ἀμφιβόλῳ τοῦ κινδυνεύματος ἐπεχειρήθη. Εἰ δέ τις προαστείων τε καὶ ἐνδιαιτημάτων τέρψεως ἀπο‐ στερούμενος ἄχθεται, καὶ ὅσα πλούτου ἐγκαλλωπίσματα, γνώτω | |
25 | τὸ μὲν ἀλγεινὸν ὀλίγον τε καὶ ἐν ὀλίγῳ τὴν αἴσθησιν οἶσον, οἷα δὴ ἐν οἰκοδομαῖς κείμενον, καὶ ἡμῶν οὐ διὰ μακροῦ ἐπιστησομέ‐ νων, ὡς κωλῦσαί τε τὸν παντελῆ τούτων ἀφανισμὸν καὶ ἀναλαβεῖν αὖ τὴν δαψίλειαν τῆς ἐς τοῦτο χορηγίας οὐκ ἀδυνατῶν, τὸ δὲ τῆς σφετέρας σωτηρίας ἐπικίνδυνον οὐκ ἰασόμενος. ὅθεν τῇ παραυ‐ | |
30 | τίκα ἀχθηδόνι τὸ εἰς ἅπαν ἀσφαλὲς ἀντιτιθεὶς οὕτω λογιζέσθω, διότι μηδὲ ἐς πάντας, ἀλλ’ ὅσοι δυνατοὶ τὸ λυπηρὸν τὴν ἀναφο‐ | |
ρὰν ἔχει, παρ’ οἷς πλούτῳ ἰσχύουσι καὶ ἄνευ τοῦ ἡμετέρου ταχεῖα | 233 | |
234 | τῶν ἀφαιρεθέντων ἡ διόρθωσις. παυστέον δὴ οὖν ὑμῖν τῆσδε τῆς ὁρμῆς, εἰ μήτε ἑαυτοῖς ἐπιβούλως καὶ ἐς τὸν ἄρχοντα ἐναν‐ τίως πράττετε, καὶ εἴσω τειχῶν μενετέον. ἡμᾶς δὲ οὔτε τῇ παρα‐ σκευῇ οὔτε ταῖς γνώμαις τῆς τῶν κοινῶν σωτηρίας ἀφεστηκότας | |
5 | ὀλίγων ἡμερῶν ἐπιστησομένους ἅμα τῇ δυνάμει ἐλπίζετε, καὶ εἴσω τειχῶν ὑμῶν μενόντων τὰ ἐς τὴν τοῦ ἔξωθεν ἀγῶνος κατόρθωσιν ἡμῖν μελήσει. προαποδέδεικται δὲ οὐ πόρρω τοῦ ἀληθοῦς εἶναι τὸ ἐπάγγελμα ἐκ τῶν πρὸς Νικοπόλει πραχθέντων, εἴ γε μὴ μεγα‐ ληγορεῖσθαι δεήσει. χρὴ δὲ ἐν τοῖς μεγίστοις τῶν ἀγώνων τού‐ | |
10 | τοις συμβούλοις τε ἅμα καὶ βοηθοῖς χρῆσθαι, οἳ ἂν ἐν τοῖς φθά‐ νουσιν ἔργοις σαφῆ τοῦ συμφέροντος ἐπιδείξωνται τὴν δήλωσιν, ἐμπειρίαν ἔργων καὶ πρὸ ....“ 24. „..... καὶ καρτερίᾳ οἱ πόλεμοι μᾶλλον ἢ πλήθει κρί‐ νονται. ἡμῖν τε δύναμις ἔστιν οὐ φαύλη· δισχίλιοι γὰρ οἱ σύμ‐ | |
15 | παντες ἠθροίσθημεν, καὶ τὸ χωρίον ἐρυμνότατον, ὅθεν ὁρμωμέ‐ νους χρὴ τοὺς πολεμίους κακοῦν σποράσι τε ἐπιτιθεμένους καὶ τὰς παρόδους αὐτῶν ἐνεδρεύοντας· ἐξ ὧν κρατοῦσι μὲν ἡμῖν 〈τῷ〉 τρόπῳ τούτῳ ῥώμη ἔσται, καὶ δέος οὐ μέτριον παρέξομεν τοῖς ἐναντίοις· συνισταμένων δὲ ἀντιστησόμεθα, πρόβλημα ὥσπερ | |
20 | ὅπλων οὐ φαῦλον τὸ ἐρυμνὸν τοῦ χωρίου καὶ τήνδε τὴν ὕλην ἔχοντες. οἵ τε ἐναντίοι ἐκ διαφόρων προσβάλλοντες οἷα οὐ πάντῃ κατα‐ φανέσι ταράξονται, καὶ οὐκ ἐν τῷ ἴσῳ τρόπῳ τοῖς πρόσθεν πολε‐ μήσουσι, τάξιν τε τὴν αὑτῶν λύοντες καὶ οὐδ’ ὅποι τὰ τοξεύματα καὶ ἀκόντια μεθιέναι χρὴ εἰδότες, καὶ τῶν τε ἐφιεμένων ἀτυχή‐ | |
25 | σουσι καὶ ὑφ’ ὑμῶν ἔτι μᾶλλον κακώσονται. ἡμεῖς τε τῇ ὕλῃ πεφραγμένοι ἐπίσκοπα καὶ ἐξ ὑπερδεξίων μεθήσομεν, 〈καὶ〉 ἀσφα‐ λέστεροι μὲν εἰς τὸ δρᾶν ἐσόμεθα, οὐ ῥᾷστοι 〈δὲ〉 βλάπτεσθαι. περὶ δὲ αὖ τῆς ὁμόθεν μάχης, εἰ δὴ καὶ ταύτης δεήσει, ἐκεῖνο χρὴ | |
λογίζεσθαι ὡς οἱ μέγιστοι κίνδυνοι μεγίστας καὶ 〈τὰσ〉 προθυμίας | 234 | |
235 | παρέχονται, καὶ ἐν τῷ ἀπόρῳ τῆς σωτηρίας ἡ ἀντίστασις ἑτοιμο‐ τέρα, καὶ πολὺ τὸ ἀνέλπιστον ἐξέβη, βιαζομένων τε ὑπὸ τοῦ ἀμη‐ χάνου καὶ ἀμυνομένων ὑπὲρ τῶν σπουδῆς ἀξίων τιμωρίας ἐλπίδι. οὐδὲ γὰρ ἔστιν ὅτῳ ἂν πρὸ ἡμῶν μείζους γένοιντο ὑποθέσεις τῆς | |
5 | ἀγανακτήσεως, οἷα δὴ γενῶν τῶν ἡμετέρων καὶ πόλεως ὑπὸ τῶν ἐναντίων κατεσχημένης. συνεπιθοῖντο δὲ ἂν αὐτοῖς καὶ ὅσοι ἀνάγκῃ ἄκοντες συστρατεύουσιν, εἰ τὴν ἡμετέραν ἔφοδον αἴσθοιντο, ἐλευθερίας τῆς σφετέρας ἐλπίδι. Πυνθάνομαι δὲ καὶ τὴν βασιλέως δύναμιν τὴν ναυτικὴν οὐχ | |
10 | ἑκὰς εἶναι ἀρήξουσαν ἡμῖν, ᾗ συνταχθέντας συνεισβαλεῖν κράτιστα. καὶ ἐπὶ τῷδε ἡγοῦμαι ὡς καὶ τοὺς Ἕλληνας ἐς τὸ αὐτὸ τοῦτο πρόθυμον ἐπαξόμεθα. αὐτὸς δὲ δὴ ὢν οὐκ ἔξω κινδύνου οὐδὲ εὐτυχέστερον πράττων ἐπὶ ταῦτα ἵεμαι, ἀρετῆς ἐπιθυμῶν καὶ δια‐ κινδυνεύων, τὰ τιμιώτατα ἐθέλων περιποιήσασθαι καὶ ἐς ἐμαυτὸν | |
15 | μὴ καταλῦσαι τῆς πόλεως τὴν ἀξίωσιν. καὶ ὑμῖν παραινῶ ὧδε γινώσκειν. ἔπεισι μὲν γὰρ ἡ τελευτὴ πάντας ἀνθρώπους, κατα‐ λῦσαι 〈δὲ〉 τὸν βίον ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν ἆθλον κάλ‐ λιστον καὶ δόξαν ἀΐδιον φέρον. εἰ δέ τινα καὶ ἐπὶ τοῖς εἰρημέ‐ νοις τὸ τῆς πόλεως πταῖσμα ἐκπλήττει καὶ δι’ αὐτὸ ἄθυμός ἐστιν, | |
20 | ἴστω τάς τε πλείστας τῶν πόλεων ἐξ ἐνέδρας ὑπὸ τῶν ἐναντίων ᾑρημένας ................................... ..ελαττω..ν......, καὶ τῶν ἀντιστάντων αὐτοὺς κατὰ τὸ ἀντίπαλον ἐρημωθέντας. ἐξὸν δὲ τοῦ βαρβαρικοῦ ἐπιτίθεσθαι | |
μὲν τῷ εἴκοντι, ὑποχωρεῖν δὲ τῷ ἀνθισταμένῳ συνοισόμεθά τε. | 235 | |
236 | ........... κατὰ τὸ .....ον τῇ παρόδῳ χρήσονται, ἀθ‐ ρόον τε προς γε...................... ἱκανοὶ εἴημεν, ἀναχωρήσομεν ἐς τὸ μετέωρον σὺν ἀσφαλείᾳ .......... ἐπι‐ θησόμεθα, κἀκ τούτου τῶν ἐναντίων αἱ ἀπορίαι πρὸς ἡμῶν ἔσονται. | |
5 | Συστήσεσθαι δὲ ἡμῖν καὶ ἐκ τῆς τύχης τὸ εἰκὸς ἄγει· ἥ τε γὰρ ὑπόθεσις δικαιοτάτη, καθ’ ἣν ἀμυνούμεθα τοὺς προαδική‐ σαντας, καὶ τὸ δαιμόνιον ταύτῃ ὡς ἐπὶ πολὺ βραβεύει τὰ ἀνθρώ‐ πεια, προθυμότατον ὂν συμφορὰς ἐλαττῶσαι καὶ ἐς τὰ ἀμείνω συνάρασθαι. καλὸν δὴ γνωρίσαι τὸ πάτριον ἡμῶν σχῆμα, καὶ | |
10 | αὐτοὺς τοῖς Ἕλλησιν ἀρετῆς καὶ ἐλευθερίας γενέσθαι παράδειγμα, καὶ παρά τε τοῖς οὖσι καὶ τοῖς ἐπιγιγνομένοις εὐκλείας ἀειμνήστου μετασχεῖν, ἔργῳ δεικνύντας ὡς καὶ ἐν ταῖς συμφοραῖς τὸ φρόνημα τῶν Ἀθηναίων οὐχ ἥττηται. σύνθημα δὴ τοῦ πολέμου παῖδας καὶ τὰ φίλτατα ποιησάμενοι καὶ τὸ ταῦτα διασώσασθαι, ἐς τὴν | |
15 | ἀντίστασιν συνταττώμεθα, θεοὺς ἐφόρους ἀρωγοὺς ἐπικαλεσά‐ μενοι.“ Καὶ ὁ μὲν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀθηναῖοι τοῖς τε λεχθεῖσι πολὺ ἐπερρώσθησαν (δυνατὰ γὰρ ἐς τὴν ἀντίστασιν τὰ εἰρημένα), καὶ ἐπὶ τούτῳ ἐξηγεῖσθαι σφῶν αὐτῶν ἠξίουν. | |
20 | 25. Ὅτι τῶν τὰ ἄριστα προελομένων ἡ προθυμία, κἂν τὸ ἔργον μὴ συνακολουθήσῃ, ἐπαινεῖται. 26. Ὅτι ἀλγεινοτέρα ἀνδρὶ ἀρχὴν ἔχοντι τοῦ παντὸς ἡ ἀπο‐ τυχία μᾶλλον ἢ ἑκάστῳ ἡ καθ’ αὑτὸν κάκωσις· τῷ μὲν γὰρ ἰδίῳ περιγραφὴ ἡ τύχη τοῦ συμβάντος, εἰς δὲ τὸν ἄρχοντα προσχωρεῖ | |
25 | τοῦ συνενεχθέντος ἡ αἴσθησις. ῥοπὴ δὲ οὐκ ἐλαχίστη ....... | 236 |
237 | τῇ γνώμῃ παραπλησίως ἔχειν, καὶ τὸ εἰκὸς τούτου οὐκ ....... ἢ καὶ ...... ἐπ’ εὐνοίᾳ. καὶ παρίσταται δ’ ἐμοὶ ἀπὸ τῶν αὐ‐ τῶν θαρρεῖν, ἀφ’ ὧν καὶ τὸ δυσχερὲς ὡρμήθη. 27. Ὅτι φησὶν ὁ Δέξιππος πρὸς τοὺς Ἕλληνας δημηγορῶν· | |
5 | καὶ μή τῳ παραστῇ ὡς ......... τῆς σωτηρίας ὑμῶν, ...... ... περι ..... τὴν δίκην. ἔγνων τε γὰρ τὰ κοινῇ λυσιτελῆ ὄντα εἰ δή τις ἄλλος καὶ ἔπραξα τὸ βουλευθέν. ἀρετὴ δὲ ἄρχοντος .. .....ητου ἐστὶν ἐπισκέψασθαι τὰ συνοίσοντα καὶ ἐξεργάσασθαι. 28. Ὅτι ἀνὴρ ἐκ τοῦ δικαίου τὴν ἀρχὴν ἔχων καὶ πολιτεύων | |
10 | ἄριστα πείθοι .... | 237 |
238(t) | Excerpta e Iamblicho | |
1 | 1. „.....ουν νε̣ι̣.....η.ς....και...ειν α...λαν... καὶ ........... κινδύνους οὐκ ἀνα̣γ̣κα̣ι̣ο̣υ̣ς̣ ἔξε̣σ̣τ̣ι̣ ζ̣ην ει μη φι‐ λ̣ε̣ι̣ς̣· ἀλλ’ ἴθι μ̣ᾶ̣λ̣λ̣ο̣ν̣ καὶ κάθευδε παρ’ ἐκείνην τὴν ξένην· ... ................σ̣ι̣ο̣υ̣ κηδεστοῦ .. καὶ τὸν χρυσὸν καὶ διδ.... | |
5 | ου ξενίας δῶρον .η..............ς..μεν ε̣ἴ̣τ̣ε̣ τυχὸν ἤδη καὶ τὸ πρόσωπον κεκαθαρμένη .... κ̣ε̣κ̣οσμημ̣ένη τὴν ὀλίγην ἐκείνην κόρην. τί γὰρ ἔτι Σινωνίδος χρῄζεις; ἔχεις κόρην κεκαρ‐ μένην ὡς ἐγώ, εὐτυχέστερον δ̣ὲ τ̣η̣ς̣................ς οὐκ ἀνδρὶ χαριζομένη τη̣ν̣ ενεν.........“ | |
10 | Ταῦτα λεγούσης τῆς Σινωνίδος ὁ Ῥοδάνης οὐκ ἀνείχετο ἀλλ’ | |
ενε̣.ενε̣ι̣ θα̣μωθ̣εις .... ἡ Σ̣ι̣ν̣ωνις ὀργῆς ἀνεπίμπλατο καὶ τισα‐ | 238 | |
239 | π̣ονιτο̣ν .....το, καὶ χεῖρας ἀντήρατο καὶ πολλὰς ἀπειλὰς ἐνε .... καὶ δείξασα τὸ τραῦμα ὅ ποτε ἔτρωσεν αὑτὴν „ὁρᾷσ“ ἔφη „τοῦτο, ὦ.........., ὁρᾷς ὅτι τῆς ψυχῆς Σινωνὶς οὐ φείδεται· ἔχεις̣ μ̣ε̣ν̣.........δειγματ̣ι̣....τ̣α̣χ̣υ̣τερα δε εστιν ἐρωτ̣ι̣.. | |
5 | ....ζομενη....μ̣α̣ρ̣τύρομαί σε, Ῥοδάνη, ἄρξεις σήμερον μεγάλου κακοῦ .............. θυγάτηρ γεωργοῦ αλλο τρι......... τικος..............μ....δειλης̣ τετρωμενης...ρ.ωφλ ...ζ.με.χνης̣........ρω...δειν.................... .................... τοῦ φόνου τῆς θυγατ............. | |
10 | ...............π̣ερ...μενη........................ ...................αλλα...μεν αριστερας̣........... ............ν την δε δεξ̣ι̣α̣ν̣..εφ οσο̣ν................ .. καὶ αιτ................... ἐπεὶ δὲ ................ ..................οντος καὶ λοιδοροῦντος ..τατης..... | |
15 | ..........................τ̣ικῶς ἡ Σινωνὶς ὑπεξέρχεται καὶ δραμο̣ῦ̣σ̣α̣ διὰ τῆς σελήνης ἔθει εὐθὺς τῆς επ..σ̣ον τῆς τοῦ γεωργοῦ .... παρετύγχανεν π̣ρ̣ο̣τ̣ε̣ρ̣ο̣ν̣, ἐν νῷ ἔχουσα εἰσδραμεῖν καὶ φονεῦσαι τοῦ γεωργοῦ τὴν θυγατέρα ..ηωεξ.......... χ̣ω̣ρ̣α̣ν̣......ταις θη̣ραις εχε και μηγεν.. ὡς δὲ ἔγνωσαν τὴν | |
20 | διάνοιαν αὐτῆς οἱ περὶ τὸν Ῥοδάνην „σὺ μέν“ εἶπεν ὁ Σόραιχος „ὦ Ῥοδάνη, κατὰ χώραν μένε καὶ μὴ παρωξ..., μὴ καὶ δόξῃς ἐπαμύνειν τὴν ἐρωμένην ῥύσασθαι· ἀλλὰ φυλαξώμεθα κόρην ἐρῶ‐ σαν καὶ φονῶσαν· ἐγὼ δὲ ἑκάστην μετελεύσομαι· πείθω δὲ ἐμαυτὸν ὅτι ταχέως αὐτὴν ἐπανάξω· θάρρησον ...σ̣ε.. οἶδα νικᾶν ρ... | |
25 | τοὺς Σινωνίδος θυμούς· τί κλάεις, ὦ Ῥοδάνη; μένε, εἰ Σινωνίδα θέλεις ἀπολαβεῖν, εἰ πιστεύεις Σοραίχῳ τῷ δι’ ὑμᾶς πλανωμένῳ.“ Τοσαῦτα ὁ Σόραιχος εἰπὼν μόλις μὲν ἔπεισε τὸν Ῥοδάνην | |
μένειν, μάλιστα μὲν ὑπὲρ τῆς Σινωνίδος φοβούμενον, ἔμελε δὲ | 239 | |
240 | αὐτῷ καὶ τῆς κινδυνευούσης κόρης, μή τι δεινὸν ἀπολήψεται τῆς ζηλοτυπίας. καὶ τὸ μὲν οὖν πρῶτον οὐδὲ ἐν καταλήψει τῷ Σο‐ ραίχῳ ἡ Σινωνὶς ἐφαίνετο· καὶ γὰρ προεῖχε πολὺ καὶ θεῖν ἦν ὀξυ‐ τέρα τοῦ Σοραίχου, ἦν δὲ καὶ ὑπὸ τῆς ὀργῆς ἐλαφροτέρα· τὸ γὰρ | |
5 | τοῦ θυμοῦ τάχος κουφοτέραν αὐτὴν εἰργάζετο τῷ σώματι. ὅμως δὲ συντεινόμενος ὁ Σόραιχος καὶ παρὰ δύναμιν ἁμιλλώμενος ὡς ὁρᾷ τὴν ....αν τῆς Σινωνίδος πόρρωθεν βοᾷ „μεῖνον Σινωνί· Σόραιχος ἐγὼ μόνος· Ῥοδάνης οὐ πάρεστιν, οὐ μὰ τὸν Βῆλον.“ ἡ δὲ ἔπεσχε τοῦ δρόμου καὶ τὸν ὅρκον πιστὸν ἡγουμένη καὶ τὸν | |
10 | Σόραιχον αἰδουμένη· ἐπελθὼν δὲ ὁ Σόραιχος πρῶτον αὐτὴν ἐκέ‐ λευε προσιέναι καὶ λέγει „ὦ Σινωνί, ἀμφοτέρους μὲν ὑμᾶς φιλῶ, ἐπείπερ ἀπὸ τῆς Τύχης ἐδόθην ὑμῖν πατήρ· σὲ δὲ πρότερον ἢ Ῥοδάνην ἐκτησάμην· ἀλλὰ Ῥοδάνην μὲν οὐκ ἀπολύω τῆς αἰτίας, σὲ δὲ οὐκ ἀξιῶ πάντα τῷ θυμῷ χαρίζεσθαι, οὐδὲ δίκην τοσαύτην | |
15 | λαμβάνειν παρὰ γυναικὸς καὶ ξένης, ἀφ’ ἧς τάχα μὲν καὶ κινδυ‐ νεύσομεν, πάντως δὲ εἰς Δία τὸν Ξένιον ἀσεβήσομεν· αὐτὴ γὰρ καὶ τράπεζαν παρέθηκεν ἡμῖν καὶ ξενίοις ὑπεδέξατο· καὶ τάχα μὲν ἐβιάσθη, τάχα δὲ ἐξηπατήθη ἢ ἐψυχαγωγήθη. οὐ σοὶ μόνῃ, τέκνον, Ῥοδάνης ἐστὶ καλός.“ ἡ δὲ πρὸς αὐτὸ τοῦτο ἀνεφλέχθη | |
20 | καὶ οὐχ ὑμένεινε τὸν λοιπὸν λόγον, ἀλλ’ εἶπεν „ὦ Σόραιχε, τοῦτό σοι τὸ δύστηνον πνεῦμα κεχάρισμαι καὶ τότε κακῶς· ὤφελον γὰρ ἀποθανεῖν πρὶν ἀκοῦσαι ὅτι ἐστὶ καὶ ἄλλῃ τινὶ Ῥοδάνης καλός· μή με κωλύσῃς μηδὲ θελήσῃς φόνον ἰδεῖν ἐν ἐρημίᾳ· οἶδας δὲ ὅτι οὐ ψεύδομαι· σὲ γὰρ μάρτυρα τῆς τόλμης ἔχω. ὁρᾷς δὲ ὅτι ἔχω | |
25 | μὲν ξίφος, ἔχω δὲ τραῦμα· καὶ Ῥοδάνης μὲν ἀνεσταυρώθη μόνον, ἐγὼ δὲ καὶ ἡψάμην τοῦ θανάτου καὶ πεῖραν ἔλαβον ὅτι ἀποθνήσ‐ κοντες οὐκ ἀλγοῦσιν ἄνθρωποι οὐδέ ἐστιν ἀηδὴς ὁ θάνατος, τοῖς δὲ ἐρῶσι καὶ ἡδύς ἐστιν. τί μου λαμβάνῃ, Σόραιχε; μαρτύρομαι, Ῥοδάνῃ τὴν ἐρωμένην σῶσαι θέλεις· μηδέ μοι κινδύνους ἀπείλει | |
30 | μηδὲ συλλήψεις μηδὲ τιμωρίαν· οὐδένα φοβοῦμαι ἡ μὴ φοβηθεῖσα | |
νύκτας μηδὲ σταυρούς ..... | 240 | |
241(t) | Excerpta e Petro Patricio | |
1 | 1. .... ἐπὶ πρεσβείαν πεμφθεὶς πρὸς Πέρσας, ἐφ’ ᾧ συμ‐ μαχίαν αἰτῆσαι κατὰ Κασσίου καὶ Βρούτου· ὡς δὲ ὁ χρόνος ἐτρί‐ βετο, τοῦ Περσῶν βασιλέως ἀμφιβόλου ὄντος καὶ τὴν ἔκβασιν τῶν πραττομένων ἀναμένοντος, εἵλετο Λαβιῆνος παρ’ αὐτοῖς κατα‐ | |
5 | μένειν, προτιμήσας τὸν μετὰ βαρβάρων βίον τοῦ οἰκείου ὀλέθρου. 2a. Ὅτι ἰδὼν ὁ Καῖσαρ τὸν τάφον καὶ τὸ σῶμα τοῦ Ἀλεξάν‐ δρου, προτρεπόντων δὲ τῶν Ἀλεξανδρέων ἰδεῖν καὶ τὸ σῶμα Πτο‐ λεμαίου, „ἐγώ“ ἔφη „βασιλεῖς βούλομαι θεάσασθαι, οὐχὶ νεκρούς.“ 2b. Ὅτι προτρεπομένων αὐτὸν πάλιν ἐντυχεῖν τῷ Ἄπιδι, | |
10 | „ἐγώ“ φησι „θεοὺς προσκυνῶ, οὐχὶ βοῦς.“ 3. Ὅτι Κορνήλιος ὑβριστὴς ἐγένετο καὶ ἄδικος τιμηθεὶς ὑπὸ Καίσαρος· ἐν γὰρ τῇ δυναστείᾳ ἅπαντας διέβαλλεν καὶ ἐκάκου, ὥστε καὶ Πρόκουλόν τινα αὐτῷ ἀπαντήσαντά ποτε τὴν ῥῖνα καὶ τὸ στόμα τὸ οἰκεῖον κατασχεῖν αἰνιττόμενον, ὅτι οὐδὲ φθέγξασθαι | |
15 | οὐδὲ ἀναπνεῦσαι ἐπὶ αὐτοῦ ἔξεστιν. ἄλλος δέ τις λαβὼν μάρ‐ τυρας προσῆλθε δημοσίᾳ καὶ ἤρετο αὐτὸν εἰ ἐπιγινώσκει αὐτόν. τοῦ δὲ εἰπόντος ἀγνοεῖν, στραφεὶς πρὸς τοὺς μάρτυρας „ὁρᾶτε“ ἔφη „ὅτι ἀγνοεῖ με· μηδὲν οὖν λέγων περὶ ἐμοῦ πιστευθῇ.“ 4. Ὅτι Τιβέριος τὰ καταλειφθέντα ληγᾶτα Καίσαρος οὐκ | |
20 | ἀπεδίδου ἐπὶ χρόνον πολύν· ἐπειδὴ δὲ νεκροῦ διὰ τῆς ἀγορᾶς ἐκ‐ φερομένου προσελθών τις ἔδοξε πρὸς τὸ οὖς αὐτῷ ψιθυρίζειν, καὶ ἐρωτηθεὶς παρὰ τῶν συνόντων τί τοῦτο πεποίηκεν, ἔφη τῷ Αὐγούστῳ δεδηλωκέναι ὅτι τὰ ληγᾶτα μέχρι τοῦ νῦν οὐκ ἐδόθη, ἐκεῖνον μὲν αὐτίκα ἀπέκτεινεν, ἵν’ αὐτάγγελος αὐτοῦ, ὥσπερ καὶ | |
25 | ἐπισκώπτων 〈εἶπε〉, γένηται. | 241 |
242 | 5. Ὅτι ἐψηφίσαντο οἱ βουλευταὶ καὶ τὸν Νοέμβριον μῆνα, ἐν ᾧ Τιβέριος ἐγεννήθη, Τιβέριον καλεῖσθαι· ὁ δὲ οὐκ ἐδέχετο εἰπὼν αὐτοῖς „καὶ ἐὰν δεκατρεῖς Καίσαρας ἔχητε, τί ποιήσετε;“ 6. Ὅτι Τιβέριος τοὺς κατηγορουμένους ἐπί τινι πικρῶς ἐκό‐ | |
5 | λαζεν οὕτως ἐπιλέγων „οὐδεὶς ἑκὼν ἄρχεται, ἀλλ’ ἄκων εἰς τοῦτο συνελαύνεται·“ μὴ μόνον γὰρ μὴ πειθαρχεῖν τοὺς ἀρχομένους ἡδέως, ἀλλὰ καὶ ἐπιβουλεύειν τοῖς ἄρχουσι. καὶ προσεδέχετο τοὺς κατηγοροῦντας μὴ διακρίνων εἴτε δοῦλος κατὰ δεσπότου εἴτε 〈κατὰ πατρὸσ〉 υἱὸς λέγει. | |
10 | 7. Ὅτι Λιβίας ποτὲ προϊούσης γυμνοὶ ἄνδρες ἀνεφάνησαν αὐτῇ, καὶ διὰ τοῦτο ἤγοντο πρὸς θάνατον· ἡ δὲ ἐκέλευσεν αὐτοὺς ἀφεθῆναι εἰποῦσα ὅτι ταῖς σωφρονούσαις οὗτοι ἀνδριάντες δο‐ κοῦσιν εἶναι. 8. Ὅτι ἡ αὐτὴ ἐρωτηθεῖσα ποίοις τρόποις χρωμένη τοσοῦ‐ | |
15 | τον ἐπὶ τοῦ Καίσαρος ἐκράτησεν ἔφη· „αὐτή τε ἀκριβῶς σωφρο‐ νοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα καὶ μήτε ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρ‐ ματα μηδὲ αἰσθάνεσθαι προσποιουμένη.“ 9. Ὅτι ὁ Τιβέριος βασανίζων τινὰ σφοδρῶς ἐπὶ ψεύδεσιν | |
20 | αἰτίαις καὶ γνοὺς ὅτι μάτην ἐβασανίσθη, ἐκέλευσεν αὐτὸν σπου‐ δαίως ἀναιρεθῆναι· τῷ γὰρ οὕτως ὑβρισθέντι συμφέρειν ἔλεγεν τὴν ἀπαλλαγὴν τοῦ βίου. 10. Ὅτι Τιβέριος νόσον προσποιησάμενος τὸν Σεϊανὸν ὡς καὶ ἐπακολουθήσων εἰς Ῥώμην προέπεμψε λέγων μέρος τοῦ σώ‐ | |
25 | ματος αὐτοῦ καὶ τῆς ψυχῆς ἀποσπᾶσθαι ἀπ’ αὐτοῦ, καὶ περιέβαλεν αὐτὸν καὶ κατεφίλησεν μετὰ δακρύων, ὥστε Σεϊανὸν ἐπὶ πλέον ἐπαίρεσθαι. 11. Ὅτι Σεϊανὸν Ῥεγοῦλος καὶ ὁ Λάκων λαβόντες αὐτὸν ἔδη‐ σαν καὶ ἤγαγον εἰς τὸ δεσμωτήριον· καὶ ἐντεῦθεν μᾶλλον ἄν τις | |
30 | τὴν ἀνθρωπίνην ἀσθένειαν ἐλεήσῃ καὶ παιδευθήσεται μήτε ἐπὶ τοῖς ἀγαθοῖς ὀγκοῦσθαι καὶ ἐπὶ τοῖς δοκοῦσιν ἐναντίοις μὴ δυσ‐ χεραίνειν. οἱ γὰρ πάλαι ὡς δεσπότην τιμῶντες τότε ὡς δραπέ‐ | |
την ἐφύλαττον. | 242 | |
243 | 12. Ὅτι ὁ Τιβέριος πολλοὺς φίλους μετὰ θάνατον τοῦ Σεϊ‐ ανοῦ ἐτίμησεν, πολλοὺς δὲ ἐκόλασεν· ὡς κἀντεῦθεν ταῦτα πάντα εἰς τὴν τύχην ἀναφέρει. 13. Ὅτι Τερέντιος ἐπὶ φιλίᾳ Σεϊανοῦ κρινόμενος παρὰ Τιβε‐ | |
5 | ρίου εἶπεν· „ἐγὼ οὐδὲν ἠδίκησα, εἰ τούτῳ ὡς φίλῳ ἐχρώμην, ὑπὸ σοῦ ὁρῶν αὐτὸν τιμώμενον· εἰ γὰρ ὁ αὐτοκράτωρ ὁ πάντα ἀκρι‐ βῶς εἰδὼς ἐπλανήθης, τί θαυμαστὸν εἰ καὶ ἐγὼ συνεξηπατήθην; καὶ γὰρ προσήκει ἡμῖν πάντας τοὺς τιμωμένους ὑπὸ σοῦ ἀγαπᾶν μὴ πολυπραγμονοῦντας ὁποῖοί ποτέ εἰσιν, ἀλλ’ ἕνα ὅρον τῆς φι‐ | |
10 | λίας σφῶν ποιουμένους τὸ τῷ αὐτοκράτορι αὐτοὺς ἀρέσκειν.“ 14. Ὅτι διαπληκτιζομένου ποτὲ Γαΐου καὶ Τιβερίου τοῦ ἐκ‐ γόνου ἔφη πρὸς τὸν Γάιον ὁ πάππος Τιβέριος „τί σπουδάζεις; καὶ σὺ τοῦτον φονεύσεις καὶ ἄλλοι σέ.“ 15. Ὅτι συνεχῶς ὁ Τιβέριος τοῦτο τὸ ἰαμβίδιον ἐπεφθέγγετο, | |
15 | ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. 16. Ὅτι ὁ αὐτὸς καὶ τὸν Πρίαμον ἐμακάριζεν ὅτι μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο. 17. Ὅτι Αἰμίλιος Μαμέρτιος δρᾶμα ἐποίησεν ὅπερ Ἀτρέα ἐπέγραψεν, ἐν ᾧ εἰσήγαγέ τινα λέγοντα κατὰ τὸν Εὐριπίδην ὅτι | |
20 | τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. καὶ μαθὼν τοῦτο Τιβέριος ἐφ’ ἑαυτῷ τὸ ἔπος ἐξέλαβεν, Ἀτρέα ἑαυτὸν διὰ τὰ μύση τῶν φόνων ὧν εἰργάσατο κληθῆναι νομίσας, καὶ ἔλεγεν „οὗτος ἐμὲ Ἀτρέα ἐποίησεν, κἀγὼ αὐτὸν Αἴαντα ποι‐ ήσω.“ ἀνάγκην οὖν αὐτῷ ἐπήγαγεν ὥστε αὐτὸν ἑαυτὸν ἀνελεῖν. | |
25 | 18. Ὅτι ὃ βούλεταί τις καὶ ἐπιθυμεῖ, τοῦτο καὶ θᾶττον πι‐ στεύει. 19. Ὅτι Λούκιός τις Ἀρούντιος καὶ τῇ ἡλικίᾳ καὶ τῇ παι‐ δείᾳ προήκων ἑωρακὼς τὸν Τιβέριον τὴν ἐπιθάνατον νοσοῦντα καὶ κινδυνεύοντα καὶ τὴν βασιλείαν ἐπὶ Γάιον φερομένην ἀνεῖλεν ἑαυ‐ | |
30 | τὸν εἰπὼν ὅτι „οὐ δύναμαι ἐπὶ γήρως δεσπότῃ καὶ νεωτέρῳ τοι‐ ούτῳ δουλεῦσαι.“ | |
20. Ὅτι ἑωρακώς ποτε ὁ Τιβέριος Μάκρωνος καὶ Γαΐου τὴν | 243 | |
244 | φιλίαν, „εὖ γε“ ἔφη „ποιεῖς τὸν δυόμενον καταλιμπάνων καὶ πρὸς τὸν ἀνατέλλοντα τρέχων.“ 21. Ὅτι Γάιος Πίσωνα ἐξορίσας δέδωκεν αὐτῷ δέκα δούλους μόνους· ἐπεὶ δὲ ἐκεῖνος ἐδέετο πλείονας αὐτῷ δοθῆναι, ἐκέλευσεν | |
5 | αὐτῷ ὅσοις βούλεται χρῆσθαι, εἰπὼν ὅτι „καὶ στρατιῶται μέντοι τοσοῦτοί σοι συνέσονται.“ 22. Ὅτι μετὰ πολλὰς ἐπινοίας ὁ Γάιος τελευταῖον ἐπὶ τὴν σύγκλητον ἐτρέπετο καὶ ἐγκλήματα αὐτοῖς ἐπῆγεν, ὅτι τὸν Τιβέ‐ ριον κακῶς εἰρήκασιν· „ἐμοὶ μὲν γάρ“ ἔφασκεν „αὐτοκράτορι ὄντι | |
10 | καὶ τοῦτο ποιεῖν ἔξεστιν, ὑμεῖς δὲ οὐ μόνον ἀδικεῖτε, ἀλλὰ καὶ ἀσεβεῖτε πρὸς τὸν ἄρξαντα ὑμῶν οὕτω διακείμενοι, καὶ εἴ τι κα‐ κὸν ἐποίησεν, ὑφ’ ὑμῶν προτρεπόμενος ἔπραξεν. καὶ ὁ Σεϊανὸς ὑφ’ ὑμῶν φυσηθεὶς ἀπώλετο.“ 23. Ὅτι ὁ Γάιος Πρίσκον ἀνελὼν διὰ χρήματα καὶ ὀλίγα εὑ‐ | |
15 | ρὼν ταῦτα θαυμαστὸν λόγον ἐφθέγξατο „ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ἠδύνατο γὰρ ἐπὶ τούτοις ζῆν.“ 24. Ὅτι Δομέτιος ῥήτωρ ἄριστος καὶ δεινότατος, φαῦλος ἀνήρ, ἐπὶ τοῦ Τιβερίου γυναῖκα τῶν ἐπισήμων ἐσυκοφάντησεν, ὥστε ἐγγὺς θανάτου γενέσθαι· καὶ συναντήσας αὐτῇ ποτε ἐξετράπη | |
20 | τῆς ὁδοῦ αἰσχυνόμενος· ἐκείνη δὲ πλησίον παραγενομένη ἔφη „θάρσει, Δομέτιε, ὅτι οὐ σύ μοι ἐπαίτιος ἀλλ’ Ἀγαμέμνων.“ 25. Ὅτι οὗτος ὁ Δομέτιος ἐπίγραμμα ποιήσας εἰς εἰκόνα τοῦ Γαΐου εἶπεν ὅτι εἰκοστὸν ἕβδομον ἔτος ἄγων δεύτερον ὑπάτευσεν· τούτου λαβόμενος ὁ Γάιος κατηγόρησεν αὐτοῦ ὡς ὀνειδίζοντος τὸ | |
25 | μειρακιῶδες αὐτοῦ καὶ παράνομον καὶ εἰς τὸ συνέδριον αὐτὸν ἤγα‐ γεν ὡς τεθνηξόμενον, καὶ λόγον ποικίλως συγκείμενον εἶπεν, καὶ εἰ ἀπελογήσατο ἐτεθνήκει· ὁ δὲ λέγοντος αὐτοῦ ἐθαύμαζεν καὶ ἐπεκρότει ὡς ἀκροατής τις ἀλλ’ οὐ κατηγορούμενος· πληρώσαντος δὲ καθ’ ὑπερβολὴν ἐδόκει τὴν δεινότητα τοῦ λόγου θαυμάζειν. | |
30 | καὶ δοθέντος καιροῦ ἀπολογίας εἰς ὀλοφυρμὸν ἐτρέπετο, καὶ τέ‐ λος εἰς τὴν γῆν κατέπεσεν ἱκετεύων καὶ ὡς ῥήτορα μᾶλλον οὐχ ὡς Καίσαρα φοβεῖσθαι λέγων· ἐκεῖνος δὲ ὁρῶν ταῦτα καὶ ἀκούων διεχύθη, πιστεύσας ὅτι τῇ τῶν λόγων παρασκευῇ κεκράτηκεν, καὶ ἀπέλυσεν αὐτὸν εἰπών „μηκέτι νόμιζε σαυτὸν δεινὸν ῥήτορα·“ ὃν | |
35 | καὶ ὕπατον ἀπέδειξεν. | 244 |
245 | 26. Ὅτι Σενέκας Ἄννεος ἅπαντας τοὺς κατ’ αὐτὸν ἀνθρώπους σοφίᾳ ὑπερβαλλόμενος ἐπειδὴ λόγον ἐπ’ αὐτῷ εἶπεν καλῶς συγ‐ κείμενον, ὑπὲρ τούτου καὶ μόνου ἔμελλεν ἀπόλλυσθαι· ἀλλὰ τοῦ‐ τον ἀφῆκεν γυναικὶ πεισθείς, ᾗτινι συνεκάθευδεν, εἰπούσῃ ὅτι καὶ | |
5 | φθόην ἔχει καὶ οὐκ εἰς μακρὰν τελευτήσει· ἀληθὲς δὲ τοῦτο νομί‐ σας εἶναι συνεχώρησεν αὐτῷ ὅσον οὐδέπω τεθνηξόμενον. 27. Ὅτι Γάιος οὕτως ἦν ἀδιάκριτος περὶ τοὺς φόνους ὥστε ποτὲ προσενεχθέντων αὐτῷ πολλῶν κατηγορουμένων ἐφ’ ᾧ ἐξε‐ τάσαι, στῆσαι μὲν αὐτοὺς ἐπὶ στίχον, εἰπεῖν δὲ τὸ ὡς γελοῖον ἐπὶ | |
10 | τοῦ παρόντος λεγόμενον „ἀπὸ τοῦ φαλακροῦ μέχρις ἐκείνου τοῦ κομῶντος πάντας φόνευσον.“ 28. Ὅτι ὁ αὐτὸς κυβεύων ποτὲ ἐν Γαλλίαις καὶ μαθὼν ὅτι οὐκ ἔστιν ἀργύριον, ἀναστὰς ἐζήτησε τῶν εὐπόρων ἀπογραφὴν καὶ ἐκέλευσε πολλοὺς ἐξ αὐτῶν φονευθῆναι καὶ τὰ χρήματα αὐτῶν | |
15 | εἰσενεχθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπεν „ἐν ᾧ ὑμεῖς περὶ ὀλίγων φιλονικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.“ 29. Ὅτι ὁ αὐτὸς Γάιος συλλαβὼν Κεριάλιον καὶ τὸν υἱὸν αὐ‐ τοῦ Παπίνιον βουλευτὰς ἐτιμωρήσατο, ὥστε ἐξειπεῖν τὰς κατ’ αὐτοῦ γινομένας ἐπιβουλάς. καὶ ὁ μὲν Κεριάλιος παντελῶς οὐδὲν | |
20 | εἶπεν παραχρῆμα δὲ ἐπ’ ὄψεσιν αὐτοῦ ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ Βάσσος· καὶ παρεσκεύασε τὸν πατέρα αὐτοῦ μὴ ψευδῶς κατηγο‐ ρηθέντα μηδὲ ἔγκλημα ἔχοντα παρεῖναι, ἵνα θεάσηται τὴν ἀναί‐ ρεσιν τοῦ παιδός. πυθομένου δὲ τοῦ γέροντος εἰ ἔξεστιν αὐτῷ μύσαι τοὺς ἀφροδισίους, ἐκέλευσε μετὰ τὸ φονευθῆναι τούτους | |
25 | κἀκεῖνον φονευθῆναι. ὁ δὲ προσποιησάμενος ἔλεγεν δικαίαν εἶναι τὴν κρίσιν τοῦ βασιλέως· ὡς ἀληθῶς γὰρ καὶ ἐκείνους καὶ ἑαυτὸν τῶν φονέων εἶναι, καὶ πολλοὺς ἄλλους εἶναι τοὺς συνειδότας ἡμῖν. καὶ ἀπαιτηθεὶς εἰπεῖν εἶπεν πάντας τοὺς πλησίον αὐτοῦ καὶ τοῖς κακοῖς τούτοις ὑπουργοῦντας. καὶ ἔδρασεν ἂν τὰ μέγιστα, εἰ μὴ | |
30 | προαχθεὶς καὶ τοὺς πάνυ γνησίους αὐτοῦ ὠνόμασεν· οὕτω γὰρ ἠπιστήθη καὶ περὶ τῶν ἄλλων. ἐκεῖνος δὲ ἀνῃρέθη. 30. Ὅτι ὁ αὐτὸς Γάιος τούς τε ὑπάρχους καλέσας καὶ ἄλλους | |
δύο εἰσῆλθεν ἐν κοιτωνίσκῳ, καὶ λέγει αὐτοῖς „ἰδοὺ ὑμεῖς τρεῖς | 245 | |
246 | ἐστε ὡπλισμένοι, ἐγὼ δὲ μόνος καὶ γυμνός· ἐὰν μισῆτέ με, φονεύ‐ σατέ με.“ ὡς δὲ ἐκεῖνοι εἰς τοὺς πόδας αὐτοῦ προσέπεσον καὶ παρεκάλουν μηδὲν τοιοῦτον περὶ αὐτοῦ ἐννοεῖν, ἀνεχώρησεν δῆθεν πεπεισμένος· πλὴν καὶ αὐτὸς ὕποπτος περὶ τὴν φιλίαν αὐτῶν | |
5 | διέκειτο, κἀκεῖνοι ἐδεδίεισαν. ἐκεῖνος δὲ συνέκρουεν αὐτοὺς ἀλλήλοις. 31. Ὅτι ὁ αὐτὸς ἐκέλευσε τὴν σύγκλητον συναχθῆναι, καὶ δῆ‐ θεν ἀμνηστίαν αὐτοῖς δέδωκεν, εἰπὼν ὀλίγους πάνυ ἔχειν οἷς ἔτι ὠργίζετο. καὶ πᾶσι τούτους διπλῆν ἐδίδου τὴν φροντίδα· ἕκαστος γὰρ περὶ ἑαυτοῦ ἐνενόει. | |
10 | 32. Ὅτι Πρωτογένης εἷς τῶν χαλεπωτάτων δηλατόρων δύο χάρτας ἀεὶ ἐβάσταζεν, ἐν οἷς τὰς συκοφαντίας ἔγραφεν, καὶ τὸν μὲν μείζονα ὠνόμαζε ξίφος, τὸν δὲ ἥττονα ἐγχειρίδιον. οὗτος εἰσῆλθεν εἰς τὸ συνέδριον, καὶ ὡς εἶδον αὐτὸν οἱ βουλευταί, διὰ τὸ δέος πάντες προσέδραμον καὶ ἐδεξιοῦντο καὶ φιλήματι ἠσπά‐ | |
15 | ζοντο· βουληθέντος δὲ καὶ τοῦ Σκριβωνίου τοῦτο ποιῆσαι, δεινῶς προσβλέψας ἔφη „καὶ σύ με ἀσπάζῃ οὕτω μισῶν τὸν Καίσαρα;“ ὥστε πάντας τοὺς βουλευτὰς περιστῆναι καὶ διασπάσαι τὸν Σκρι‐ βώνιον· καὶ τοῦτο μαθὼν ὁ Γάιος ἐθεραπεύθη. 33. Ὅτι τὸν Γάιον Γαλάτης τις θεωρήσας αὐτὸν μέγα ἀνε‐ | |
20 | κάγχασεν· ὁ δὲ νομίσας αὐτὸν ὑπὸ ἡδονῆς γελᾶν ἐκέλευσεν αὐτὸν ἀχθῆναι καὶ λέγει „τίνα με νομίζεις εἶναι,“ ὁ δέ, ἐρῶ αὐτὸ τὸ ῥῆμα τὸ παρ’ αὐτοῦ λεχθέν, ἔφη ὅτι „μέγα εἶ παραλήρημα“, καὶ οὐδὲν δεινὸν ἔπαθεν· σκυτεὺς γὰρ ἦν καὶ πένης. 34. Ὅτι ἡ Μιλωνία μετὰ τριάκοντα ἡμέρας τῶν γάμων τέτοκεν | |
25 | υἱόν, ὃν ἔσχεν ἐκ τοῦ προτέρου ἀνδρός· καὶ τοῦτο ἔλεγεν ὡς θεῷ αὐ‐ τῷ ἐκγενέσθαι ὅτι ἐν τριάκοντα ἡμέραις καὶ ἀνὴρ καὶ πατὴρ ἐγένετο. 35. Ὅτι μετὰ τὴν τελευτὴν Γαΐου ὁ δῆμος διὰ τὸ εἰπεῖν αὐ‐ τὸν ὅτι ἔδει πάντας ἔχειν ἕνα τράχηλον ἐμπαίζων αὐτῷ ἔλεγεν· „ἡμεῖς ἕνα μὲν αὐχένα οὐκ ἔχομεν, πολλὰς δὲ χεῖρας.“ | |
30 | 36. Ὅτι πολλοὶ τῶν συνασελγαινόντων καὶ συνεξημαρτηκότων αὐτῷ ἤχθοντο καὶ ἐταράττοντο καὶ τοὺς στρατιώτας πολλὰ πειρα‐ | |
θέντες καταστῆσαι οὐκ ἠδύναντο, Βαλέριος δὲ Ἀσιατικὸς ἀνὴρ | 246 | |
247 | ὑπατευκὼς θαυμαστόν τινα τρόπον κατέπαυσεν· διατρεχόντων γὰρ αὐτῶν καὶ πυνθανομένων τίς Γάιον ἀπέσφαξεν, ἵνα δίκην παρ’ αὐτοῦ λάβωσιν, ἀνῆλθεν εἰς περιφανὲς χωρίον καὶ ἐβόησεν αὐτοῖς· „αἴθε ἐγὼ αὐτὸν ἀπέκτεινα·“ καὶ ἐκ τούτου καταπλαγέντες καὶ | |
5 | τὸν ἄνδρα αἰδεσθέντες ἡσύχασαν. 37. Ὅτι ἀπελεύθερος τοῦ Σαβίνου πρὸς ἐξέτασιν ἐξηνέχθη καὶ ἐλευθέρως ἐλάλησεν· ὁ δὲ Νάρκισσος ἐπύθετο αὐτοῦ „τί ἂν ἐποίησας, εἰ ἐμονάρχησε Σαβῖνος;“ ἀπεκρίνατο „ἑστήκειν ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.“ ἐκ τούτου κατακριθεὶς ἀνῃρέθη. καὶ Ἀριάμη | |
10 | τις ἐπειδὴ εἶδεν τὸν ἄνδρα ἐν ἐσχάτῳ κινδύνῳ ὄντα, οὐ μόνον οὐκ ἀπεδειλίασεν, ἀλλ’ αὐτὴν ἀπέσφαξεν, καὶ τὸν ἄνδρα εἰς τὸ αὐτὸ προεκαλέσατο· λαβοῦσα γὰρ τὸ ξίφος προστέθεικε τῇ οἰκείᾳ γαστρὶ καὶ ὤθησε λέγουσα „ἰδὲ οὐ πονῶ· τοῦτο οὐδέν ἐστιν· ποίησον καὶ σύ.“ ἑωρακὼς οὖν ἀποθνήσκουσαν κἀκεῖνος ἑαυτὸν ἀπέσφαξεν· | |
15 | εἰς τοιαύτην γὰρ τάξιν τὰ πράγματα ἐληλύθει, ὥστε ἀρετὴν νομί‐ ζεσθαι τὸ αὐτόχειρα γενέσθαι. 38. Ὅτι Κλαύδιος τούτων γινομένων συνεχῶς τὸ Ὁμηρικὸν ἔλεγεν ἄνδρ’ ἀπαμύνασθαι ὅτε τι πρότερον χαλεπήνῃ. | |
20 | 39. Ὅτι Γάλλον τινὰ βουλεῦσαι δυνάμενον καὶ ἔξω διατρί‐ βοντα σπουδῇ μετεπέμψατο καὶ ἔφη ὅτι „χρυσαῖς σε πέδαις δήσω,“ καὶ περιτέθεικεν αὐτῷ τὸ ἀξίωμα. 40. Ὅτι ἐν τῷ θεάτρῳ εἶπέν τις ὑποκριτὴς ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας, | |
25 | ὥστε πάντα τὸν δῆμον εἰς Πολύβιον τὸν ἀπελεύθερον αὐτοῦ πολλὰ βίαια τότε ποιοῦντα ἀποβλέψαι· ὁ δὲ Πολύβιος ἀναστὰς ἐβόησεν „ὁ αὐτὸς ποιητὴς λέγει ὅτι βασιλεῖς ἐγένοντο οἱ πρὶν αἰπόλοι“ 41. Ὅτι Μιθριδάτης ὁ τῶν Ἰβήρων βασιλεὺς συμβαλὼν Ῥω‐ | |
30 | μαϊκῷ στρατεύματι καὶ ἡττηθεὶς ἀπογνούς τε ἑαυτῷ ἐδεήθη λόγον αὐτῷ δοθῆναι, ἵνα μήτε βιαίως ἀποθάνῃ μήτε ἐν ἐπινικίοις εἰσ‐ αχθῇ· οὕτως δὴ γενομένου ὁ Κλαύδιος ἐν Ῥώμῃ ἐπὶ βήματος αὐτὸν ἐδέξατο καὶ ἀπειλητικῶς αὐτῷ διελέγετο· ὁ δὲ ἄλλα τέ τινα μετὰ παρρησίας ἀπεκρίνατο καὶ τοῦτο προσεπήγαγεν ὅτι „ἐγὼ οὐκ | |
35 | ἠνέχθην πρὸς σέ, ἀλλὰ ἀφῖγμαι· εἰ δὲ ἀπιστεῖς, ἄφες με καὶ ζήτει.“ | 247 |
248 | 42. Ὅτι τῶν Βρεττανῶν ὁ ἄρχων Καρτάκης κατασχεθεὶς εἰς Ῥώμην ἀνεπέμφθη· ὅντινα ἐπὶ βήματος ὁ Κλαύδιος χλαμύδα φο‐ ρῶν εἰσήγαγεν· ὃς καὶ συγγνώμης ἔτυχε σὺν γαμετῇ καὶ τοῖς παι‐ σὶν ἐν Ἰταλίᾳ διάγων· καί ποτε περινοστήσας τὴν πόλιν καὶ ἰδὼν | |
5 | τὸ μέγεθος αὐτῆς καὶ τὴν λαμπρότητα τῶν οἴκων „διὰ τί“ ἔφη „το‐ σαῦτα καὶ τηλικαῦτα κεκτημένοι τῶν σκηνῶν ἡμῶν ἐπιθυμεῖτε;“ 43. Ὅτι 〈μετὰ〉 Γαλλικανὸν τὸν ῥήτορα παρὰ Κλαυδίου εἰς ποταμὸν ῥιφέντα ὁ Ἄφρων ῥήτωρ ἐν τῷ συνηγορῆσαι εὐδοκιμῶν παρεκλήθη ὑπό τινος παρὰ τῷ Κλαυδίῳ ὑπὲρ αὐτοῦ συνηγορῆσαι, | |
10 | ἔφησεν „καὶ τίς σοι εἶπεν ὅτι κρεῖσσον Γαλλικανοῦ νήχομαι;“ 44. Ὅτι ὁ Νέρων περὶ Κλαυδίου ἀστείως ἐφθέγξατο· ἔν τινι γὰρ συσσιτίῳ εἰσκομισθέντων μυκήτων, εἰπόντος τινὸς ὡς οἱ μυ‐ κῆται θεῶν βρῶμά εἰσιν, ἐκεῖνος ἔφη „ἀληθές· καὶ γὰρ ὁ πατήρ μου μυκήτην φαγὼν ἀπεθεώθη.“ | |
15 | 45. Ὅτι τεχθέντος τοῦ Νέρωνος λέγεταί τις ἐκ τῆς τῶν ἄστρων κινήσεως προειρηκέναι ὅτι καὶ βασιλεύσει καὶ τὴν μητέρα φονεύ‐ σει· ὅπερ ἀκούσασαν τὴν Ἀγριππῖναν πρὸς ταῦτα βοῆσαι „μόνον βασιλευσάτω καὶ ἀποκτεινάτω με·“ ὕστερον δὲ πάνυ μετέγνω. 46. Ὅτι ἡ Ἀκτὴ ἐπέπρατο μὲν ἀπὸ Ἀσίας, σφόδρα δὲ ἠγα‐ | |
20 | πᾶτο ὑπὸ Νέρωνος ὑπὲρ τὴν Ὀκταβίαν γαμετήν· ὡς δὲ πολλὰ ποιοῦσα οὐκ ἴσχυσε μεταγαγεῖν αὐτόν, ἐπὶ πάντων σφοδρῶς αὐτῷ ἐπηνέχθη βοῶσα ὡς αὕτη σε αὐτοκράτορα ἀπέδειξεν, ὥσπερ δυνα‐ μένη διὰ τούτου τὴν μοναρχίαν αὐτοῦ ἀφελέσθαι, οὐκ εἰδυῖα ὅτι ἡ μοναρχία παρὰ ἰδιώτου διδομένη εὐθὺς τὸν λαμβάνοντα κύριον | |
25 | αὐτοῦ τοῦ δεδωκότος καθίστησιν καὶ ὡς ἐπὶ τὸ πλεῖστον καὶ δι’ αὐτὸν οἱ διδόντες ἀπόλλυνται. 47. Ὅτι ὁ Νέρων καὶ ὁ Ὄθων ἀμφότεροι μιᾷ γυναικὶ ἐχρῶντο· ἐδόκουν γὰρ ἑαυτοὺς σφόδρα ἀγαπᾶν ἐκ τῆς τοῦ βίου ὁμοιότητος· ὥστε ποτὲ τὸν Ὄθωνα εἰπεῖν αὐτῷ „οὕτω με Καίσαρα ἴδοις.“ | |
30 | καὶ οὐδὲν διὰ τοῦτο κακὸν ἔπαθεν· τοσοῦτο δὲ μόνον ἀντήκουσεν ὅτι „οὐδὲ ὕπατόν σε ὄψομαι.“ 48. Ὅτι μετὰ τὴν ἐπιβουλὴν ἡ Ἀγριππῖνα διασωθεῖσα καὶ | |
τὸν Ἀνίκητον παρὰ Νέρωνος ἐπ’ αὐτὴν ἀποσταλέντα ἰδοῦσα εὐ‐ | 248 | |
249 | θέως τῆς κοίτης ἀνεπήδησεν καὶ τὴν ἐσθῆτα διέρρηξεν καὶ τὴν γαστέρα ἀπογυμνώσασα „παῖε“ ἔφη „ταύτην, Ἀνίκητε, παῖε, ὅτι Νέρωνα τέτοκεν.“ ἰδὼν δὲ αὐτὴν τεθνηκυῖαν ὁ Νέρων ἀνόσιόν τι ῥῆμα ἐφθέγξατο „οὐκ ᾔδειν ὅτι τοιαύτην εὐπρεπῆ μητέρα εἶχον.“ | |
5 | 49. Ὅτι Θρασέας βουλευτὴς ἀναιρούμενος ὑπὸ Νέρωνος ἔφη „εἰ μὲν ἐμὲ μόνον ὁ Νέρων φονεῦσαι ἔμελλεν, ἤλγουν· εἰ δὲ τῶν σφόδρα ἐπαινούντων αὐτὸν 〈οὐ〉 φείδεται, οὐδὲν χεῖρόν μοι ἐντεῦ‐ θεν γενήσεται· ἀλλ’ ἐκεῖνοι μὲν συναπόλλυνται, ἐμοῦ δὲ μνήμη γοῦν τις εἰς τὸν ἔπειτα χρόνον ἔσται· ὁ γὰρ Νέρων ἀποκτεῖναι | |
10 | μὲν δύναται, ἀπολέσαι δὲ οὐ δύναται.“ 50. Ὅτι εἰσιόντος Νέρωνος εἰς τὴν Ῥώμην τοὺς τῆς Ἀγριπ‐ πίνης ἀνδριάντας καθεῖλον· μὴ φθάσαντες δὲ ἕνα ἀποτεμεῖν ῥάκος αὐτῷ ἐπέβαλον, ὥστε δοκεῖν ἐγκαλύπτεσθαι· καί τις παραχρῆμα ἐπιγράψας προσέπηξε τῷ ἀνδριάντι „ἐγὼ αἰσχύνομαι καὶ σὺ οὐκ | |
15 | αἰδῇ;“ 51. Ὅτι περιεφέρετο καὶ ἰάμβιον Νέρων Ὀρέστης Ἀλκμαίων μητροκτόνοι. 52. Ὅτι Νέρων πολλοὺς ἐπὶ τυραννίδι φονεύων παρὰ Σενέκα ἀποτρέπεται αὐτῷ τοῦτο εἰπόντος ὡς „ὅσους ἂν φονεύσῃς, τὸν | |
20 | μετὰ σὲ μέλλοντα βασιλεῦσαι φονεῦσαι οὐ δύνασαι.“ 53. Ὅτι ποτὲ λέγοντος τοῦ Νέρωνος ὡς „πάντως ἀπολύω τὴν Ὀκταβίαν καὶ οὐ συνοικῶ αὐτῇ,“ μετὰ παρρησίας εἶπεν πρὸς αὐτὸν Βοῦρρος „οὐκοῦν καὶ τὴν προῖκα αὐτῆς ἀπόδος, τουτέστιν τὴν μο‐ ναρχίαν· τοῦ γὰρ πατρὸς αὐτοῦ ἐστιν ἡ μοναρχία.“ | |
25 | 54. Ὅτι ποτὲ περὶ τοῦ αὐτοῦ Βοῦρρος πράγματος ἐρωτηθεὶς δεύτερον ἔφη „περὶ ὧν ἅπαξ εἶπον δεύτερον μή με ἐρώτα.“ 55. Ὅτι ἡ Πυθιὰς τῶν ἐν τῷ κοιτῶνι Ὀκταβίας μία οὖσα καταψεύσασθαι αὐτῆς οὐκ ἠνέσχετο, ἀλλὰ καὶ πλείστας βασάνους ὑπομείνασα ἀπώμνυτο μήποτε αὐτὴν ἡμαρτηκέναι εἰς τὴν κοίτην | |
30 | τοῦ Νέρωνος· καί ποτε τοῦ Τιγιλλίνου σφοδρῶς αὐτῇ ἐπικειμένου | |
καὶ λέγοντος ὁμολογῆσαι τὰ κακὰ ἃ ἐποίησεν ἡ δέσποινά σου, | 249 | |
250 | κἀκείνη προσπτύσασα εἰς τὴν ὄψιν αὐτοῦ εἶπεν „Τιγιλλῖνε, τὸ αἰδοῖον τῆς δεσποίνης μου τοῦ στόματός σου καθαρώτερόν ἐστιν.“ 56. Ὅτι ὁ Νέρων τὰ κακὰ τῶν ἑαυτοῦ συγγενῶν εἰς γέλωτα καὶ ἀστειότητα εἶχεν. | |
5 | 57. Ὅτι Παύλου τοῦ ἀποστόλου τῆς κεφαλῆς προσενεχθείσης Νέρωνι „οὐκ ᾔδειν“ ἔφη „ὅτι τοιαύτην μεγάλην ῥῖνα ἔχει,“ ὥσπερ φεισόμενος αὐτοῦ, εἰ τοῦτο προεγνώκει. 58. Ὅτι Θρασέας τις γνώμην ἀπεφήνατο ἀνδρὶ βουλευτῇ ἐσχάτην εἶναι τιμωρίαν τὴν φυγήν. | |
10 | 59. Ὅτι ἐπὶ τοῦ μεγάλου καὶ περιβοήτου ἐμπρησμοῦ τῆς Ῥώμης ἐλέχθη τοιοῦτόν τι λόγιον, ἔσχατος Αἰνεαδῶν μητροκτόνος βασιλεύσει. 60. Ὅτι ἐπὶ αὐτοῦ ἐπερατώθη τὸ γένος Ἰουλίου, ὅπερ ἀπὸ Αἰνείου κατήγετο· μετὰ Νέρωνα γὰρ οὐκέτι Ἰουλίου γένος ἀλλ’ | |
15 | ἕτεροι Ῥωμαῖοι ἐβασίλευσαν. 61. Ὅτι πολλοί τινες ἐβουλεύσαντο κατὰ τοῦ Νέρωνος. ὡς δὲ ἐγνώσθη τοῦτο Νέρωνι, Σουλπίκιος Ἄσπρος ὁ ἑκατόνταρχος ἐρωτηθεὶς τὴν αἰτίαν τῆς ἐπιθέσεως ἔφη ὅτι ἄλλως σοι βοηθῆσαι οὐκ ἠδυνάμην οὐδὲ παῦσαι ἀσχημονοῦντα, εἰ μὴ διὰ τοῦ ἀνελεῖν σε. | |
20 | 62. Ὅτι καὶ Φλάβιος Σούβριος ἐρωτηθεὶς ἔφη „ἐφιλήσαμέν σε ἐλπίσαντες ἀγαθόν σε αὐτοκράτορα ἔσεσθαι· ἐμίσησα δὲ ὅτι τὰ καὶ τὰ ποιεῖς· ἐγὼ γὰρ οὔτε ἁρματηλάτῃ οὔτε κιθαρῳδῷ δου‐ λεύειν δύναμαι.“ 63. Ὅτι τὸν Σπόρον τὸν ἐκτομίαν ἔχοντος τοῦ Νέρωνος ὡς | |
25 | γυναῖκα, εἷς τις τῶν ἐν Ῥώμῃ συνόντων αὐτῷ καὶ πρὸς φιλοσο‐ φίαν παρεσκευασμένος ἐρωτηθεὶς εἰ ἀρέσκεται τοῖς γάμοις καὶ τῷ συνοικεσίῳ, „εὖ γε“ ἔφη „ποιεῖς, ὦ Καῖσαρ, τοιαύταις συνοικῶν· αἴθε καὶ ὁ σὸς πατὴρ τὸν αὐτὸν ζῆλον ἔσχεν καὶ τοιαύτῃ συνῴ‐ κησε γαμετῇ,“ δεικνὺς ὡς εἰ τοῦτο ἐγεγόνει, οὐκ ἂν οὗτος ἐτέχθη | |
30 | καὶ μεγάλων κακῶν ἠλευθεροῦτο ἡ πολιτεία. 64. Ὅτι ἐπαγγελλομένου Νέρωνος ὡς τετρακόσια γράφειν βι‐ βλία πολλὰ αὐτὰ εἶναι ἔφη Ἀννέας Κορνοῦτος καὶ μηδένα αὐτὰ | |
δύνασθαι ἀναγινώσκειν. εἰπόντος δὲ Νέρωνος „καὶ Χρύσιππος, | 250 | |
251 | ὃν ἐπαινεῖς καὶ ζηλοῖς, πολλῷ πλείονα ἔγραψεν,“ ἀπεκρίνατο ἐκεῖνος „ἀλλ’ ἐκεῖνα χρησιμωτάτων ἀνθρώπων βίος ἐστί,“ καὶ διὰ τοῦτο ἐφυγαδεύθη. 65. Ὅτι Τιριδάτης δέδωκε τῷ Νέρωνι τὸν ἀκινάκην εἰπὼν | |
5 | ἀπολήψεσθαι αὐτόν, ὅταν ἐξέρχηται. 66. Ὅτι Τιριδάτης εἶπε πρὸς Νέρωνα „δέσποτα, Ἀρσάκου μὲν ἔγγονός εἰμι, Οὐολογέσου δὲ καὶ Πακόρου τῶν βασιλέων ἀδελ‐ φός, σὸς δὲ δοῦλος· καὶ ἦλθον πρὸς σὲ προσκυνήσων σὲ τὸν ἐμὸν θεὸν ὡς καὶ τὸν Μίθραν, καὶ ἔσομαι τοῦτο ὅ,τι ἂν σὺ ἐγκελεύσῃ· | |
10 | σὺ γάρ μοι καὶ μοῖρα εἶ καὶ τύχη.“ ὁ δὲ Νέρων ἔφη „εὖ γε ἐποί‐ ησας δεῦρο ἐλθών, ἵνα καὶ παρὼν εὐφράνῃς με καὶ παρόντος μου ἀπολαύσῃς· ἃ γάρ σοι οὔτε πατὴρ κατέλιπεν οὔτε ἀδελφοὶ δόντες ἐτήρησαν, ταῦτα ἐγὼ χαρίζομαι καὶ βασιλέα τῆς Ἀρμενίας ποιῶ, ὡς ἂν μάθητε καὶ σὺ κἀκεῖνοι ὅτι καὶ ἀφαιρεῖσθαι βασιλείας καὶ | |
15 | δωρεῖσθαι δύναμαι.“ 67. Ὅτι διὰ τὴν κιθαρωδίαν καὶ τὰ λοιπὰ ἀσχήμονα ἀπε‐ στράφη Τιριδάτης τὸν Νέρωνα καὶ τὸν Κουρβούλωνα πολλὰ ἐπῄ‐ νεσεν, ἑνὶ μόνῳ μεμφόμενος αὐτῷ ὅτι τοιοῦτον δεσπότην ἔφερεν· ὅπερ οὐδὲ πρὸς αὐτὸν τὸν Νέρωνα ἀπεκρύψατο· εἶπεν γάρ ποτε | |
20 | ἐπὶ αὐτοῦ „ἀγαθόν, ὦ δέσποτα, ἀνδράποδον Κουρβούλωνα ἔχεις.“ 68. Ὅτι θεώμενος Τιριδάτης ποτὲ παγκράτιον, ἐπειδὴ εἶδεν θάτερον τῶν παγκρατιαστῶν πεσόντα καὶ τυπτόμενον ὑπὸ τοῦ ἀντι‐ πάλου, ἔφη „ἄδικος ἡ μάχη· οὐ γὰρ δίκαιον τὸν πεσόντα τύπτεσθαι.“ 69. Ὅτι πρὸς Οὐολόγεσον ἔγραψε Νέρων τοῦ ἐλθεῖν αὐτὸν | |
25 | πρὸς αὐτόν· ὁ δὲ οὐκ ἠνέσχετο· καίτοι πολλάκις ὑπ’ αὐτοῦ παρ‐ ενοχλούμενος ἀντεπέστελλέν οἱ ὅτι „πολύ σοι ῥᾷον ἢ ἐμοί ἐστιν τοσαύτην θάλασσαν παραπλεῦσαι· ἐὰν οὖν εἰς τὴν Ἀσίαν ἔλθῃς, τότε συνθησόμεθα ποῦ δυνάμεθα συμβαλεῖν ἀλλήλοις.“ 70. Ὅτι περιοδονίκης ἔλεγεν εἶναι Νέρων· οὐ γὰρ ἠρκεῖτο | |
30 | εἰς τὰ λοιπὰ θέατρα, ἀλλὰ καὶ ἀπεδήμει. 71. Ὅτι ἀγανακτήσαντος αὐτοῦ πρός τινα ὅτι λέγοντος αὐτοῦ | |
ἐσκυθρώπασεν καὶ οὐ σφόδρα ὑπερεπῄνεσεν, ἀπεδίωξεν αὐτὸν ἐπι‐ | 251 | |
252 | τρέψας μὴ ἐλθεῖν αὐτὸν εἰς ὀφθαλμοὺς αὐτοῦ· καὶ ὡς οὐκ ἐδέ‐ χετο αὐτόν, ἐκείνου εἰπόντος „καὶ ποῦ ἀπέλθω;“ ὁ Φοῖβος ὁ ἀπε‐ λεύθερος τοῦ Νέρωνος ἀπεκρίνατο αὐτῷ „εἰς κόρακας.“ 72. Ὅτι ἐρωτωμένου τινὸς „τί ποιεῖ ὁ αὐτοκράτωρ;“ ἀπεκρί‐ | |
5 | νατο ὅτι τίκτει· τὴν γὰρ Κανάκην ὑπεκρίνατο. 73. Ὅτι ἀπὸ Δελφῶν ταχέως ἐξῆλθε λέγων ὅτι ζηλοτυπεῖ τὴν φωνὴν αὐτοῦ ὁ Ἀπόλλων. 74. Ὅτι Νέρων ποτὲ εἶπεν μήτε αὐτὸν χωρὶς Τιγιλλίνου μήτε Τιγιλλῖνον χωρὶς Νέρωνος ζῆν. | |
10 | 75. Ὅτι Νέρων ἔγραψεν ἐπιβουλὴν τὴν Γάλβα καὶ τὴν ἀνα‐ γόρευσιν εἰς Ῥώμην τῇ βουλῇ· αὐτὸς δὲ οὐ παρεγένετο· καὶ προσ‐ ετίθει δῆθεν ἀπολογούμενος ὅτι ἐβραγχίασεν, καθάπερ καὶ ἐπὶ τῷ ᾆσαι τὴν Ῥώμην καταλαμβάνων. 76. Ὅτι ἡ γερουσία μαθοῦσα τοῦτο τὸ περὶ τοῦ Βίνδικος καὶ | |
15 | Γάλβα πάντα τὰ εἰωθότα ἐπὶ τοῖς νεωτερίζουσι κατὰ Βίνδικος ἐψηφίζετο· ἐπηγγείλατο δὲ Νέρων τῷ ἀναιροῦντι τὸν Βίνδικα καὶ κομίζοντι πρὸς αὐτὸν τὴν κεφαλὴν αὐτοῦ διακοσίας καὶ πεντή‐ κοντα μυριάδας ἐπιδώσειν δραχμῶν· ὅπερ μαθὼν ὁ Βίνδιξ ἀπε‐ κρίνατο τοῖς εἰρηκόσιν ὅτι „ἐγὼ δὲ τῷ φέροντι τὴν κεφαλὴν Δομι‐ | |
20 | τίου τὴν ἐμαυτοῦ ἀντιδίδωμι.“ 77. Ὅτι ἐν πολλῷ θορύβῳ τῶν πραγμάτων ὄντων, ὁ Νέρων τοὺς βουλευτὰς μετεπέμψατο· οἱ δὲ μετὰ σπουδῆς συνῆλθον οἰό‐ μενοί τι βουλεύσασθαι αὐτὸν περὶ τῶν παρόντων· ὁ δὲ πρὸς αὐ‐ τοὺς ἔφη „εὕρηκα τρόπον πῶς ἂν ἡ ὕδραυλις τρανότερον φθέγξηται.“ | |
25 | 78. Ὅτι ἔλεγεν πολλὰ καὶ πολλάκις πρὸς τοὺς οἰκείους ὁ Νέ‐ ρων ὅτι „κἂν ἐκ τῆς ἀρχῆς ἐκπέσωμεν, ἄλλη τέχνη ἡμᾶς διαθρέψει.“ 〈εἰσ〉 τοσοῦτο μανίας ἐληλάκει, ὅτι μετὰ αὐτοκράτορα ἀρχὴν ἐνό‐ μιζεν ἐξεῖναι αὐτῷ καὶ ἰδιωτεῦσαι καὶ κιθαρίζειν. 79. Ὅτι οὐδενὶ ἀνέλπιστος ἦν ἡ ἐγχείρησις τῆς βασιλείας ἐν | |
30 | τηλικαύτῃ γενομένη ταραχῇ. | |
80. Ὅτι τοῖς δορυφόροις ἀπαιτοῦσι τῷ Γάλβᾳ ἅπερ ὑπέσχετο | 252 | |
253 | ὁ Νυμφίδιος, ἔφη „ἡμεῖς καταλέγειν στρατιώτας εἰώθαμεν ἀλλ’ οὐκ ἀγοράζειν.“ 81. Ὅτι τινὲς τῶν ἰδίων δούλων κατεφρόνησαν, βουλόμενοι κακῶν δούλων ἀπαλλαγῆναι. | |
5 | 82. Ὅτι μαθὼν παρὰ στρατιώτου Γάλβας ὡς Ὄθωνα ἀπεκε‐ φάλισεν εἶπεν „καὶ τίς σοι τοῦτο ποιῆσαι ἐκέλευσεν;“ 83. Ὅτι 〈ὁ〉 αὐτὸς ἀποθνήσκων ὑπὸ τῶν ἐπιβουλευσάντων τοῦτο μόνον εἶπεν „τί γὰρ κακὸν ἐποίησα;“ 84. Ὅτι ὡς ἔμελλεν ἡ δίκη τὸν Ὄθωνα μετιέναι, ὥσπερ οὖν | |
10 | εἰς ἀνάγκην καταστὰς πολλάκις ἔλεγε τὴν δημώδη ταύτην παροι‐ μίαν „τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;“ λέγεται δὲ αὕτη ἐπὶ τῶν ἔξω τι τῶν ἁρμοζόντων αὐτοῖς ἐπιτηδευόντων. 85. Ὅτι καὶ ἐν τοῖς ὕπνοις ἐταράττετο, ἀλλ’ οὐκ ἦν ἀποφυγὴ τοῦ λοιποῦ. | |
15 | 86. Ὅτι οἱ στρατιῶται παρρησίας λαβόμενοι ἐπεχείρησαν τοὺς βουλευτὰς ἀνελεῖν, καὶ ἐπέλεγον ὡς οὐ δύναται ὁ Ὄθων τοῦ συνε‐ δρίου τούτου ὄντος μοναρχῆσαι. 87. Ὅτι ὁ Ὄθων παραταξάμενος πρὸς Βιτέλλιον καὶ εἰπὼν μὴ δύνασθαι μάχην ὁμοφύλων ἀνδρῶν ἰδεῖν καὶ ἀναχωρήσας ἡτ‐ | |
20 | τήθη. 88. Ὅτι ὁ Ὄθων ὀλιγοχρόνιος γενόμενος ἕνεκεν τούτου τὴν ἀσέλγειαν τοῦ βίου ἐσκέπασεν. 89. Ὅτι Βιτέλλιος ἐξέβαλε τοὺς γόητας καὶ τοὺς ἀστρολόγους διὰ προγράμματος εἰπὼν αὐτοῖς ἐντὸς ῥητῆς ἡμέρας ἐκχωρῆσαι | |
25 | πάσης τῆς Ἰταλίας· καὶ αὐτοὶ νυκτὸς πρόγραμμα ἀντιτεθείκασιν ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου ἐν ᾗ τελευτᾶν ἔμελλεν· οὕτως ἀκριβῶς τὸ γενησόμενον προέγνωσαν. 90. Ὅτι οἱ συνδειπνοῦντες Βιτελλίῳ σφόδρα κακῶς ἀπήλλατ‐ τον· τοιγαροῦν Κρίσπος νοσήσας καὶ ἀπολειφθεὶς ἐπί τινας ἡμέ‐ | |
30 | ρας, εἶτα προελθὼν ἔφη „εἰ μὴ ἐνόσησα, πάντως ἂν ἀπωλόμην.“ | |
91. Ὅτι Βιτέλλιος ἔλεγε τὸν Νέρωνα ἐπαινεῖν καὶ θαυμάζειν, | 253 | |
254 | μέμφεσθαι δὲ αὐτὸν ὡς μετρίας οἰκήσεις κατασκευάσαντα, καὶ ὀλίγῃ δαπάνῃ χρησάμενον περὶ τὴν τροφήν. 92. Ὅτι ἡ γυνὴ αὐτοῦ Γαλλερία τὸν κόσμον ἐμέμφετο τὸν ἐν τῷ παλατίῳ εὑρεθέντα ὡς ὀλίγον ὄντα. | |
5 | 93. Ὅτι Βιτέλλιος ἀνέβη εἰς τὸ Καπιτώλιον καὶ τὴν μητέρα αὐτοῦ ἠσπάσατο· ἐκείνη δὲ ἐπιεικὴς ἦν, καὶ ὅτε πρῶτον ἤκουσεν ὅτι Γερμανικὸς ἐπεκλήθη ὁ υἱὸς αὐτῆς, εἶπεν „ἐγὼ μὲν Βιτέλλιον ἀλλ’ οὐ Γερμανικὸν τέτοκα.“ 94. Ὅτι Βιτέλλιος τοὺς παλαιοὺς αὐτοῦ φίλους ἄγαν ἠσπά‐ | |
10 | ζετο καὶ ἐδεξιοῦτο, καινόν τι πάσχων· οἱ γὰρ πολλοὶ ἐπὶ μέγα παρὰ λόγον ἀρθέντες μισοῦσι τοὺς συνειδότας σφίσιν τὴν ἐν τῷ πρὶν ταπεινότητα. 95. Ὅτι Ἀλιηνὸς καταλιπὼν Βιτέλλιον προσέθετο Βεσπα‐ σιανῷ· ὕστερον δὲ μετανοήσας πάλιν τὸν Βιτέλλιον αὐτοκράτορα | |
15 | ἐπεβόησεν· τοιαῦτα γὰρ ἐν τοῖς ἐμφυλίοις πολέμοις εἴωθε γίνεσθαι. 96. Ὅτι φοβηθεὶς ὁ Βιτέλλιος χιτωνίσκον ἐρρακωμένον ἐνέδυ βουλόμενος λήσειν· οὐχ οἷον δὲ ἦν ἄνδρα αὐτοκράτορα γεγονότα ἐπὶ πολὺ λαθεῖν. 97. Ὅτι Μουκιανὸς καθ’ ἑκάστην ἔλεγεν ὅτι νεῦρα τῆς ἡγε‐ | |
20 | μονίας τὰ χρήματά ἐστιν. 98a. Ὅτι οἱ Ἀλεξανδρεῖς οὐκ ἔχαιρον ἐπὶ Βεσπασιανῷ, ἀλλ’ ἐλοιδόρουν αὐτὸν καὶ ἔσκωπτον ἐπὶ τῇ φιλαργυρίᾳ καὶ ἐπέκραζον αὐτῷ „ἓξ ὀβολοὺς προσαιτεῖς,“ ὥστε αὐτὸν καίπερ ἐπιεικέστατον ὄντα χαλεπαίνειν. | |
25 | 98b. Ὅτι τοῦ Τίτου ἐξαιτησαμένου αὐτοὺς ἐκεῖνοι οὐδὲν ἧττον ἔσκωπτον εἰς αὐτὸν καὶ ἔκραζον „συγγινώσκομεν αὐτῷ· οὐ γὰρ οἶδεν καισαρεύειν.“ 99. Ὅτι χαριέντως τις ἀπεφθέγξατο ἐν τῷ μοναρχεῖν Βεσπα‐ σιανὸν πρὸς τὸν ἐρωτήσαντα „τί πράττει ὁ Καῖσαρ;“ εἶπεν ὅτι | |
30 | „ἰδιάζει καὶ οὐδὲ μυῖα αὐτῷ περικάθηται.“ 100. Ὅτι Βεσπασιανὸς γέλωτα ὠφλίσκανεν ὁσάκις ἀναλίσκων | |
ἔλεγεν ὅτι „ἐκ τῶν ἐμαυτοῦ αὐτὰ δαπανῶ.“ | 254 | |
255 | 101. Ὅτι Βεσπασιανὸς ἔσκωπτε δημοτικῶς καὶ ἀπεσκώπτετο ἡδέως. 102. Ὅτι ὁ αὐτὸς πρὸς τὰ γράμματα τὰ προπηλακισμὸν αὐτῷ φέροντα, ἃ καλοῦσιν ἀνώνυμα, τῇ δὲ Λατίνων φωνῇ φαμῶσα, οὐκ | |
5 | ὠργίζετο, ἀλλ’ ἀντέγραφε πρόσφορα καὶ προσετίθει. 103. Ὅτι Φοῖβός τις δεδιὼς προσῆλθεν αὐτῷ ἐξαιτούμενος μὴ ὀργίζεσθαι ἐφ’ οἷς ποτε ἐπὶ Νέρωνος εἶπεν αὐτῷ ἀπελθεῖν εἰς κόρακας. ὁ δὲ μετὰ γέλωτος ἀπεκρίνατο „ἀλλὰ σὺ ἀπέλθοις ἐς κόρακας·“ καὶ μέχρι τούτου καὶ οὐκ ἐπεξῆλθεν αὐτῷ. | |
10 | 104. Ὅτι Οὐολογέσου τοῦ τῶν Παρθῶν βασιλέως ἐπιστείλαν‐ τος αὐτῷ οὕτως „βασιλεὺς βασιλέων Οὐολόγεσος φίλῳ Βεσπα‐ σιανῷ χαίρειν,“ μήτε αὐτοκράτορα μήτε Αὔγουστον αὐτὸν ὀνομά‐ σας, οὐκ ἀνθύβρισεν, ἀλλ’ ἀντέγραψεν οὕτως, „βασιλεῖ βασιλέων Οὐολογέσῳ Βεσπασιανὸς Καῖσαρ.“ | |
15 | 105. Ὅτι τινῶν ὑποψίαν λαβόντων ἐπὶ τυραννίδι καὶ θρασύ‐ τερον διαλεγομένων, οὐκ ὠργίσθη ἀλλὰ δακρύσας ἐξῆλθεν ἐκ τοῦ βουλευτηρίου τοσοῦτον μόνον ἐπειπὼν ὅτι „ἐμὲ ὁ υἱὸς διαδέχεται ἢ οὐδείς.“ 106. Ὅτι Μουκιανὸς πρὸς Βεσπασιανὸν κατὰ τῶν στωικῶν | |
20 | πλεῖστά τε εἶπε καὶ θαυμάσια, ὡς ὅτι αὐχήματος κενοῦ εἰσι πε‐ πληρωμένοι, κἂν τὸν πώγωνά τις αὐτῶν καθῇ καὶ τὰς ὀφρύας ἀνασπάσῃ τό τε τριβώνιον ἀναβάληται καὶ ἀνυπόδητος βαδίσῃ, σοφὸς εὐθὺς ἀνδρεῖος δίκαιός φησιν εἶναι καὶ πνεῖ ἐφ’ ἑαυτῷ μέγα κἂν τὸ λεγόμενον δὴ τοῦτο μήτε γράμματα μήτε νεῖν ἐπίστη‐ | |
25 | ται· καὶ πάντας ὑπερορῶσι καὶ τὸν μὲν εὐγενῆ τηθαλλαδοῦν, τὸν δὲ ἀγενῆ σμικρόφρονα, καὶ τὸν μὲν καλὸν ἀσελγῆ, τὸν δὲ αἰσχρὸν εὐφυᾶ, τὸν δὲ πλούσιον πλεονέκτην, τὸν δὲ πένητα δουλοπρεπῆ καλοῦσι ...... 107. ..... ἐν ταῖς ὁδοῖς· τὰ γὰρ πολλὰ ἐβάδιζεν ἢ ἵπ‐ | |
30 | πευεν, ὀχήματι δὲ πάνυ σπανίως ἐχρῆτο· ἠρίστα δὲ ἄνευ οἴνου καὶ | |
πλείονα ἐσιτεῖτο· πολλάκις δὲ καὶ δικάζων μεταξὺ τροφῆς μετε‐ | 255 | |
256 | λάμβανεν καὶ μετὰ πάντων ἠρίστα καὶ ἐδείπνει καὶ ἦν αὐτῷ τὸ συσσίτιον παντοδαπῶν λόγων πλῆρες. 108. Ὅτι Ἀλεξανδρέων στασιασάντων οὐκ ἄλλως ἐπαύσαντο, ἕως οὗ ἐπιστολὴν Ἀδριανοῦ ἐδέξαντο ἐπιτιμῶσαν αὐτοῖς· οὕτω | |
5 | που πλέον ἰσχύσει αὐτοκράτορος λόγος τῶν ὅπλων. 109. Ὅτι τῆς Πλουτίνης ἀποθανούσης ἐπῄνει αὐτὴν Ἀδριανὸς λέγων ὅτι „πολλὰ παρ’ ἐμοῦ αἰτήσασα οὐδενὸς ἀπέτυχεν.“ τοῦτο δὲ οὐκ ἄλλως ἔλεγεν ἀλλ’ ὅτι „τοιαῦτα ᾔτει οἷα οὔτε ἐβάρει με οὔτε συνεχώρει ἀντειπεῖν.“ | |
10 | 110. Ὅτι τοῦ δήμου ἐκβοήσαντος πρὸς Ἀδριανὸν ἐν ἱπποδρο‐ μίᾳ ἵνα τις ἁρματηλάτης δοῦλος ὢν ἐλευθερωθῇ, εἶπεν ὅτι „οὔτε ὑμᾶς προσήκει δοῦλον ἀλλότριον αἰτεῖν ἐλευθερῶσαι οὔτε ἐμοὶ δεσπότην αὐτοῦ βιάσασθαι.“ 111. Ὅτι Σίμιλίν τινα τῶν δορυφόρων ἄρχοντα, φρονήσει δὲ | |
15 | καὶ ἐπιεικείᾳ σεμνυνόμενον, πάνυ Ἀδριανὸς ἐτίμα· καὶ ἔτι ἑκατόν‐ ταρχον ὄντα εἰσκαλέσας διελέγετο τῶν ἐπάρχων ἔξω ἑστώτων· ὁ δὲ ἔφη „αἰσχρόν ἐστι, Καῖσαρ, ἑκατοντάρχῳ σε διαλέγεσθαι τῶν ἐπάρχων ἔξω ἑστώτων.“ 112. Ὅτι ὁ αὐτὸς Σίμιλις ἐπειδὴ βίᾳ τὴν ἀρχὴν τῶν δορυ‐ | |
20 | φόρων παρέλαβεν, ἐξέστη τῆς ἀρχῆς καὶ ἐν ἀγρῷ ἔτη ἑπτὰ διῆγεν· καὶ τελευτήσαντος ἐν τῷ μνημείῳ αὐτοῦ ἐπέγραψεν ὅτι Σίμιλις ἐνταῦθα κατάκειται βιοὺς μὲν ἔτη πεντήκοντα, ζήσας δὲ ἔτη ἑπτά. 113. Ὅτι καὶ Σιλουανὸς καὶ Φοῦσκος ὑπὸ Ἀδριανοῦ ἀνῃρέ‐ θησαν· ὅπερ μαθὼν Σιρβίλλιος λιβανωτὸν καὶ πῦρ ᾔτησε καὶ | |
25 | θυμιάσας ἔφη „ὅτι μὲν οὐδὲν ἀδικῶ ὑμεῖς, ὦ θεοί, ἴστε· ἀποθνήσκω δὲ ὡς τὰ μέγιστα ἀδικήσας. περὶ δὲ Ἀδριανοῦ τοῦτο μόνον εὔ‐ χομαι, ἵνα ἐπιθυμήσας ἀποθανεῖν μὴ δυνηθῇ.“ ὅπερ εἰς ἔργον | |
ἐξέβη· τὰς νόσους γὰρ καὶ τὰς ἀνάγκας μὴ φέρων Ἀδριανὸς ἑαυ‐ | 256 | |
257 | τὸν ἀποσφάξαι ἠθέλησεν, ὥστε ποτὲ ἀναβοήσαντα εἰπεῖν „ὦ Ζεῦ, πόσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν μὴ τυγχάνειν.“ 114. Ὅτι τῆς βουλῆς ἐνισταμένης καταπαῦσαι τὴν μνήμην Ἀδριανοῦ καὶ μὴ ἐγγράψαι αὐτὸν εἰς τοὺς ἥρωας ὁ Ἀντωνῖνος | |
5 | δακρύων καὶ ὀλοφυρόμενος ὡς οὐκ ἔπειθεν αὐτούς, τελευταῖον „οὐδὲ ἐγώ“ 〈ἔφη〉 „ὑμῶν ἄρχω, εἴ γε ἐκεῖνος κακὸς ἀνὴρ καὶ αἰσ‐ χρὸς ὑμῖν καὶ πολέμιος ἐγένετο· πάντα γὰρ δῆλον ὅτι τὰ πραχ‐ θέντα ὑπ’ αὐτοῦ καταλύσετε· τούτων δὲ ἕν ἐστιν καὶ ἡ ποίησις ἡ ἐμή.“ | |
10 | 115. Ὅτι ὁ Ἀντωνῖνος οὐδένα τῶν συκοφαντῶν εἵλετο κολά‐ ζειν, εἰπὼν ὅτι „οὐ δύναμαι ἀπὸ φόνων τῆς προστασίας ὑμῶν ἄρξασθαι.“ 116. Ὅτι χρήματά ποτε αἰτηθεὶς ὁ Μάρκος ὑπὸ τῶν στρα‐ τιωτῶν οὐκ ἔδωκεν, εἰπὼν ὅτι „ὅσῳ πλέον τοῦ καθεστηκότος λαμ‐ | |
15 | βάνουσιν οἱ στρατιῶται, τοσοῦτον ἐκ τοῦ αἵματος τῶν γονέων αὐ‐ τῶν καὶ τῶν συγγενῶν ἐξέρχεται· τὸ δὲ κράτος τῆς αὐταρχίας οὐκ ἐν τοῖς στρατιώταις, ἀλλ’ ἐν τῷ θεῷ κεῖται.“ 117. Ὅτι ὁ Μάρκος ἐλάλει πρός τινα τῇ Λατίνων φωνῇ· καὶ οὐ μόνον ἐκεῖνος ἀλλ’ οὐδὲ ἄλλος τις τῶν παρόντων ἔγνω τὸ λα‐ | |
20 | ληθέν, ὥστε Ῥοῦφον τὸν ἔπαρχον εἰπεῖν „εἰκός ἐστι, Καῖσαρ, μὴ γνῶναι αὐτὸν τὰ παρ’ ὑμῶν λαληθέντα· οὔτε γὰρ ἑλληνιστὶ ἐπί‐ σταται.“ καὶ γὰρ αὐτὸς ἠγνόηκε τὸ λεχθέν. 118. Ὅτι ἐνόσησε σφόδρα ὁ Μάρκος, ὥστε καὶ ὀλίγας ἐλπί‐ δας ἐπὶ τῆς σωτηρίας σχεῖν, καὶ πολλάκις ἐν τῇ νόσῳ ἐπεφώνει | |
25 | τὸ τῆς τραγῳδίας ἰάμβιον, τοιαῦτα τλήμων πόλεμος ἐξεργάζεται. 119. Ὅτι παρασκευαζομένου τοῦ Μάρκου εἰς τὸν κατὰ Κασίου πόλεμον οὐδεμίαν βαρβαρικὴν συμμαχίαν ἐδέξατο, καίτοι πολλῶν συνδραμόντων αὐτῷ, λέγων μὴ χρῆναι τοῖς βαρβάροις εἰδέναι τὰ | |
30 | μεταξὺ Ῥωμαίων κινούμενα κακά. | 257 |
258 | 120. Ὅτι ἐγκειμένης τῆς βουλῆς θανατωθῆναι τοὺς συμπρά‐ ξαντας Κασίῳ καὶ τοὺς συγγενεῖς, ἀντέγραψεν ἄλλα τέ τινα καὶ ταῦτα „δέομαι καὶ ἱκετεύω, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς βουλευτικοῦ αἵματος φυλάξατε· μὴ γὰρ γένοιτο μηδένα ὑμῶν ὑπ’ | |
5 | ἐμοῦ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ ἀπολέσθαι.“ 121. Ὅτι ἐξελθὼν ὁ Μάρκος ἀπελογεῖτο τῷ δήμῳ ὡς πολλοῖς τοῖς ἔτεσιν ἀποδεδημηκὼς τῆς Ῥώμης· οἱ δὲ ἐπέκραζον „ὀκτὼ ὀκτώ“ καὶ τοῖς δακτύλοις ἐδείκνυον· ὀκτὼ γὰρ ἔτεσιν ἔτυχεν ἀπο‐ δημῶν· οἱ δὲ ᾐνίττοντο ὡς κατὰ ὀκτὼ χρυσοῦς ληψόμενοι· ὅπερ | |
10 | αἰσθόμενος ὁ Μάρκος μειδιάσας ἔφη „καὶ ὀκτώ,“ καὶ δέδωκεν αὐ‐ τοῖς κατὰ ὀκτὼ χρυσοῦς. 122. Ὅτι οἱ ἐν Βρεττανίᾳ στρατιῶται Πρίσκον ὑποστράτηγον εἵλοντο αὐτοκράτορα· ὁ δὲ παρῃτήσατο εἰπὼν ὅτι „τοιοῦτος ἐγώ εἰμι αὐτοκράτωρ οἷοι ὑμεῖς στρατιῶταί ἐστε.“ | |
15 | 123. Ὅτι Κόμοδος ἀναξίους καὶ πένητας εἰς τὴν σύγκλητον ἐνέγραφεν λαμβάνων τὰς οὐσίας αὐτῶν, ὥστε Ἰούλιον δεδωκότα πᾶσαν τὴν οὐσίαν αὑτοῦ γενέσθαι βουλευτήν, καί τι τοιοῦτον ἀστείως λεχθῆναι ἐπ’ αὐτῷ ὅτι „Ἰούλιος τῆς οὐσίας ἀφαιρεθεὶς εἰς τὸ δικαστήριον ἐξωρίσθη.“ | |
20 | 124. Ὅτι τοῦ κολοσσοῦ τοῦ ἐν Ῥώμῃ Κόμοδος τὴν κεφαλὴν ἀφελόμενος καὶ ῥόπαλον αὐτῷ καὶ λέοντα ἐπιθεὶς ἔγραψεν Λού‐ κιος Κόμοδος Ἡρακλῆς· ἐφ’ ᾧ τὸ φερόμενον ἐπίγραμμα γέγονεν ὅτι Διὸς παῖς καλλίνικος Ἡρακλῆς οὐκ εἰμὶ Λούκιος, ἀλλ’ ἀναγκάζουσί με. | |
25 | 125. Ὅτι ὁ Κόμοδος πολὺ χρυσίον εἰώθει βαρβάροις διδόναι· καί τινας πρέσβεις λαβόντας χρυσίον καὶ ἐν ὁδῷ ὄντας πέμψας ὁ Περτίναξ κατέσχε καὶ τὸ χρυσίον ἀφελόμενος εἶπεν „ἀπαγγεί‐ λατε τοῖς οἴκοι Περτίνακα βασιλεύειν.“ 126. Ὅτι τοῦ Φλάκκου ἑαυτὸν μέλλοντος ἀναγορεῦσαι βασιλέα | |
30 | καὶ φωραθέντος καὶ θάνατον καταδικασθέντος παρὰ τῆς βουλῆς, | 258 |
259 | αὐτὸς ἀνέκραγε „μὴ γένοιτο Περτίνακος τὴν αὐτοκράτορος ἀρχὴν ἔχοντος βουλευτὴν ἀναιρεθῆναι ἢ φυγαδευθῆναι.“ ὁ δὲ Φλάκκος εὐλαβηθεὶς καὶ αἰδεσθεὶς τὸν λειπόμενον χρόνον ἐν ἀγρῷ διῆγεν. 127. Ὅτι ὁ Περτίναξ πάντα τὰ κακῶς γεγονότα ἐπιχειρήσας | |
5 | ἐν βραχεῖ ἐπανορθῶσαι ἀπώλετο, μὴ διαγνούς, καίπερ ἐμπειρό‐ τατος πραγμάτων ὤν, ὅτι ἀδύνατόν ἐστιν ἀθρόαν ἐπανόρθωσιν ἐπαγαγεῖν τοῖς πράγμασιν, ἀλλ’ εἴπερ τι ἄλλο, καὶ ἡ πολιτικὴ κατάστασις χρόνου καὶ σοφίας χρῄζει. 128. Ὅτι Ἰουλιανὸς ὁ μετὰ Περτίνακα τὴν ἀρχὴν ἁρπάσας | |
10 | πάντας ἐκολάκευεν· ψηφισαμένης δὲ τῆς βουλῆς χρυσοῦν ἀνδριάντα αὐτοῦ, οὐ προσεδέξατο εἰπὼν ὅτι „χαλκοῦν μοι δότε, ἵνα καὶ μείνῃ· καὶ γὰρ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων τοὺς μὲν χρυσοῦς καὶ ἀργυ‐ ροῦς ὁρῶ καθαιρεθέντας, τοὺς δὲ χαλκοῦς μένοντας,“ οὐκ ὀρθῶς τοῦτο εἰπών· ἀρετὴ γάρ ἐστιν ἡ διαφυλάττουσα τὴν μνήμην τῶν | |
15 | κρατούντων· ὁ γὰρ δοθεὶς αὐτῷ χαλκοῦς ἀναιρεθέντος αὐτοῦ καθῃρέθη. 129. Ὅτι Κάσσιος Κλήμης βουλευτὴς παρὰ Σευήρου κρινό‐ μενος διὰ τὴν πρὸς Νίγρον φιλίαν ἔφη ὅτι „ἐγὼ οὐδὲ Νίγρον ἠπιστάμην, ἡνίκα δὲ Νίγρος τὸν κατὰ Ἰουλιανοῦ πόλεμον εἵλετο, | |
20 | ἔτυχον ἐνταῦθα ὤν· κἀκεῖνο εἱλόμην ὅ μοι τὸ δαιμόνιον ἐκλήρωσεν· εἰ δέ μοι ἀγανακτήσεις ὅτι μὴ ἀπολέλοιπα αὐτὸν καὶ πρὸς σὲ ἀφικόμην, τοῦτο ἐνθυμήθητι καὶ περὶ τῶν πλησίον σου ὄντων, ὡς ἐχρῆν καὶ ἀπολιπεῖν σε καὶ πρὸς Νίγρον παραγενέσθαι· καὶ πᾶν ὅ τι ἂν ἡμῶν καταγνῷς, τοῦτο ἐπὶ σαυτὸν φέρεις.“ ὁ δὲ | |
25 | Σευῆρος ἐπὶ τούτοις οὐκ ἐχαλέπηνεν. 130. Ὅτι πάντες μὲν ἐπλάττοντο τὰ Σευήρου φρονεῖν, ἠλέγ‐ χοντο δὲ ἐν ταῖς αἰφνιδίοις ἐπαγγελίαις, μὴ δυνάμενοι ἐπικαλύπ‐ τειν τὸ ἐν τῇ ψυχῇ κεκρυμμένον· τῆς γὰρ ἀκοῆς ἐξαπίνης αὐτοῖς προσπιπτούσης ἀφυλάκτως ἐκινοῦντο, καὶ ὑπὸ τούτων καὶ ὑπὸ τῆς | |
30 | ὄψεως καὶ τῶν ἠθῶν ὡς ἕκαστοι κατάδηλοι ἐγίνοντο. τινὲς δὲ καὶ ἐκ τοῦ σφόδρα προσποιεῖσθαι πλέον ἐγινώσκοντο. 131. Ὅτι Σευῆρος τοὺς βουλευτὰς τοὺς γράψαντας κατ’ αὐτοῦ | |
πρὸς Ἀλβῖνον διελέγξαι βουλόμενος ἠβουλήθη καὶ Βιβιανὸν ἄνδρα | 259 | |
260 | ὑπατευκότα καὶ τὰ Ἀλβίνου δοκοῦντα φρονεῖν ὑποφθεῖραι, ἵνα τῇ μαρτυρίᾳ αὐτοῦ χρώμενος κατὰ τῶν βουλευτῶν ἀξιόπιστον τὴν κατηγορίαν ποιήσῃ. ὁ δὲ εἵλατο σφαγῆναι ἢ πρᾶξαί τι ἐλευθερίας ἀλλότριον. Ἰουλιανὸν οὖν εὑρὼν πρὸς τοῦτο ἀνέπεισε καὶ κατη‐ | |
5 | γόρῳ ἐχρήσατο. 132. Ὅτι Πλουτιανὸς οὕτως ἐπ’ ἀδείας διῴκει τὰ πράγματα ὥστε ἐκεῖνον δοκεῖν εἶναι αὐτοκράτορα, τὸν δὲ αὐτοκράτορα ἔπαρ‐ χον· ὥστε ἐκεῖνο εἶπεν πρὸς τὴν βουλὴν Σευῆρος ὅτι ὁ βασιλεὺς εὔχεται πρὸ αὐτοῦ ἀποθανεῖν· καί τινα τολμῆσαι γράφειν πρὸς | |
10 | αὐτόν, πρὸς τέταρτον Καίσαρα. 133. Ὅτι καὶ πολλῶν εἰς τιμὴν αὐτοῦ ψηφισθέντων παρὰ τῆς συγκλήτου ὀλίγα ἐδέξατο εἰπὼν αὐτοῖς ὅτι „ταῖς ψυχαῖς με φιλεῖτε καὶ μὴ τοῖς ψηφίσμασιν.“ 134. Ὅτι ἐν Τυάνῃ νοσήσαντα τὸν Πλαυτιανὸν ἐπεσκέψατο ὁ | |
15 | Σευῆρος· οἱ δὲ στρατιῶται αὐτοῦ οὐ συνεχώρησαν τοὺς μετὰ τοῦ βασιλέως ὄντας εἰσελθεῖν, ἀλλὰ κατέσχον ἔξω. 135. Ὅτι καὶ δίκης ἀκοῦσαι βουληθέντι τῷ Σευήρῳ οὐδεὶς ὑπήκουσε διὰ τὸ μὴ παρεῖναι Πλαυτιανόν. 136. Ὅτι Ἀντωνῖνος μετὰ τὴν ἀναίρεσιν Γέτα πρὸς τὸ συνέ‐ | |
20 | δριον πολλὰ ἄτοπα εἰπὼν καὶ τοῦτο ἐφθέγξατο ὅτι „μᾶλλον μὲν μεθ’ ὑμῶν ζῆν βούλομαι· εἰ δὲ μὴ τοῦτο, ἀνθ’ ὑμῶν ἀποθανεῖν.“ καὶ πρωὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν παρεκάλει συγγνώμην, οὐχ ὅτι τὸν ἀδελφὸν ἀπέσφαξεν, ἀλλ’ ὅτι βραγχᾷ καὶ οὐ βούλεται δημηγορῆσαι. | |
25 | 137. Ὅτι μέλλων ἐξιέναι πρὸς τῇ θύρᾳ αὐτῇ ὑπεστράφη καί φησιν „ἀκούσατε μέγα πρᾶγμα, ἵνα πᾶσα ἡ οἰκουμένη χαρῇ· πάν‐ τες οἱ φυγόντες ὑφ’ ὁτῳοῦν ἐγκλήματι, πλὴν εἰ ὑπὸ τοῦ ἐμοῦ μὲν θείου ὑμετέρου δὲ πατρὸς πεφυγαδευμένοι εἶεν, εἰσελθέτωσαν.“ καὶ μέγα τι ἐνόμιζε ποιεῖν τοὺς κακούργους καὶ φαυλοτάτους τῶν | |
30 | ἀνθρώπων εἰς τὴν Ῥώμην ἐπανάγων. | |
138. Ὅτι Ἀντωνῖνος Παπιανὸν καὶ Πατρωινόν, τῶν δορυ‐ | 260 | |
261 | φόρων ἐπί τισι κατηγορησάντων αὐτῶν, ἐπέτρεψεν ἀποκτεῖναι αὐτούς, εἰπὼν κἀκεῖνο ὅτι „ἐγὼ ὑμῖν καὶ οὐκ ἐμαυτῷ ἄρχω· καὶ διὰ τοῦτο καὶ πείθομαι ὑμῖν καὶ ὡς κατηγόροις καὶ ὡς δι‐ κασταῖς.“ | |
5 | 139. Ὅτι τῷ Παπιανὸν φονεύσαντι σφόδρα ἐπετίμησεν, οὐχ ὅτι ἐφόνευσεν αὐτόν, ἀλλ’ ὅτι ἀξίνην αὐτὸν ἔδωκεν καὶ οὐχὶ μᾶλ‐ λον ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμεν. 140. Ὅτι Ἀντωνῖνος οὕτω τὰ πάντα ἐλάμβανεν καὶ ζώντων καὶ τελευτώντων, ὥστε τοὺς Ῥωμαίους ποτὲ ἐν τῷ ἱπποδρομίῳ | |
10 | συμβοῆσαι ἄλλα τε πολλὰ καὶ ὅτι „τοὺς ζῶντας καλοῦμεν ἵνα τοὺς τελευτῶντας θάψωμεν.“ 141a. Ὅτι ὁ αὐτὸς ἔλεγε πολλάκις ὅτι „οὐδένα ἄνθρωπον δεῖ ἀργύριον ἔχειν πλὴν ἐμοῦ, ἵνα τοῖς στρατιώταις χαρίζωμαι.“ 141b. Ὅτι Ἰουλίας τῆς μητρὸς αὐτοῦ ἐπιτιμησάσης αὐτῷ ὅτι | |
15 | πολλὰ τοῖς στρατιώταις δίδωσι καὶ εἰπούσης ὅτι „ἡμῖν οὔτε δί‐ καιος οὔτε ἄδικος πόρος περιλέλειπται“, τὸ ξίφος δείξας εἶπεν „θάρσει, μῆτερ· ἐφ’ ὅσον τοῦτο ἔχομεν, χρυσίον ἡμᾶς οὐκ ἐπιλείψει.“ 142. Ὅτι ὁ Ἰούλιος Παῦλος ὑπατικὸς ἀνὴρ ψιθυρὸς καὶ σκωπ‐ τικὸς καὶ οὐδὲ αὐτῶν τῶν αὐτοκρατόρων ἀπεχόμενος, ὃν καὶ ὁ | |
20 | Σευῆρος φυλακῇ ἀδέσμῳ παραδέδωκεν. ὡς δὲ ἐν φρουραῖς ὢν ἀπέσκωπτεν εἰς τοὺς βασιλεῖς, μεταπεμψάμενος ὁ Σευῆρος ὤμνυ τὴν κεφαλὴν αὐτοῦ ἐκτεμεῖν. ὁ δὲ ἀπεκρίνατο ἐκτεμεῖν αὐτὴν δύνασθαι „ἐφ’ ὅσον δὲ αὐτὴν ἔχω, οὔτε σὺ οὔτε ἐγὼ κατασχεῖν αὐτὴν δύναμαι,“ ὥστε γελάσαντα τὸν Σευῆρον ἀπολῦσαι αὐτόν. | |
25 | 143. Ὅτι τὸν αὐτὸν Ἀντωνῖνος μεταπεμψάμενος ἐπέτρεψεν αὐτῷ γράψαι στίχους εἰς αὐτόν· ὁ δὲ τεχνικῶς ἔσκωψεν· εἶπεν | |
γὰρ αὐτὸν ἐν παντὶ καιρῷ ἐοικέναι θυμουμένῳ· καὶ τοῦτο μὲν ὡς | 261 | |
262 | σκώπτων εἶπεν, ἐκεῖνον δὲ σφόδρα ἐθεράπευσεν· ἤθελε γὰρ δεινὸς καὶ ἄγριος καὶ ἀπότομος ἀεὶ φαίνεσθαι· καὶ διὰ τοῦτο αὐτῷ εἴ‐ κοσι μυριάδας .... 144. Ὅτι Ἀντωνῖνος κατὰ Ἀλβαννῶν ἐξορμήσας χρήμασι τὴν | |
5 | δοκοῦσαν νίκην ἐπρίατο. ἔλαβε δὲ καὶ γυναῖκας αἰχμαλώτους, ἐν αἷς αἱ γυναῖκες ἐθαυμάσθησαν· πυθομένου γὰρ αὐτοῦ πότερον πραθῆναι ἢ φονευθῆναι βούλονται, ἐκεῖναι φονευθῆναι ἐπελέξαντο· ὡς δὲ ἐπράθησαν, αἱ πολλαὶ ἑαυτὰς ἀπέσφαξαν. 145. Ὅτι Ἀντωνῖνος πᾶσιν ἐπετίμα καὶ ἐνεκάλει ὅτι οὐδὲν | |
10 | αὐτὸν ᾔτουν· καὶ ἔλεγε πρὸς πάντας „δῆλόν ἐστιν ὅτι οὐ θαρρεῖτέ μοι ἐξ ὧν μὴ αἰτεῖτέ με. εἰ δὲ μὴ θαρρεῖτε, ὑποπτεύετέ με, εἰ δὲ ὑποπτεύετε, φοβεῖσθε, εἰ δὲ φοβεῖσθε, μισεῖτε.“ ταῦτα δὲ πρόφασιν ἐπιβουλῆς ἐποιεῖτο. 146. Ὅτι Ἀντωνῖνος Κορνιφικίαν μέλλων ἀναιρεῖν, ὡς δῆ‐ | |
15 | θεν τιμῶν ἐκέλευσεν αὐτὴν ἑλέσθαι θάνατον ὃν βούλεται ἀπο‐ θανεῖν. ἡ δὲ κλαύσασα πολλὰ καὶ μνησθεῖσα τοῦ πατρὸς Μάρ‐ κου καὶ τοῦ πάππου Ἀντωνίνου καὶ τοῦ ἀδελφοῦ Κομόδου, τέλος ἐπήγαγεν ταῦτα „ὦ δυστυχὲς ψυχίδιον ἐν πονηρῷ σώματι καθειργμένον, ἔξελθε, ἐλευθερώθητι, δεῖξον αὐτοῖς ὅτι Μάρκου | |
20 | θυγάτηρ εἶ, κἂν μὴ θέλωσιν.“ καὶ ἀποθεμένη πάντα τὸν κόσμον ὃν περιεβέβλητο, καὶ εὐθετήσασα ἑαυτὴν τὰς φλέβας ἐπέτεμε καὶ ἀπέθανεν. 147. Ὅτι εἰς Πέργαμον ὁ Ἀντωνῖνος παραγενόμενος καί τι‐ νων ἀμφισβητούντων ἔδοξεν ἔκ τινος μαντείου ἔπος τοιοῦτον περι‐ | |
25 | φέρειν, Τηλεφίης γαίης ἐπιβήσεται Αὐσόνιος θήρ. καὶ ὅτι μὲν θὴρ ἐπεκλήθη, ἔχαιρε καὶ ἐσεμνύνετο καὶ πολλοὺς πάνυ ἀθρόως ἀνεῖλεν. ὁ δὲ τὸ ἔπος ποιήσας ἐγέλα καὶ ἔλεγεν ὅτι αὐτὸς τὸ ἔπος ἐποίησεν, ἐνδεικνύμενος ὅτι παρὰ πεπρωμένην | |
30 | οὐκ ἄν τις ἀποθάνοι, ἀλλ’ ἔστιν ἀληθὲς τὸ δημῶδες ὅτι ψεῦσται καὶ ἀπατεῶνες οὐδ’ ἂν ἀληθὲς εἴπωσί ποτε, πιστεύονται. 148. Ὅτι Ἀντωνῖνος τὰς κατ’ αὐτοῦ λοιδορίας εἰς οὐδὲν τι‐ | |
θέμενος εἶπεν ὅτι „οἶδα μὲν ὅτι οὐκ ἀρέσκει ταῦτα ὑμῖν. διὰ | 262 | |
263 | τοῦτο μέντοι καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μὴ ἐπιστρέφωμαι τῶν λογοποιουμένων.“ 149. Ὅτι τῶν Ἀλεξανδρέων ἐργολάβων παμπληθεῖς ὁ Ἀντω‐ νῖνος θανατώσας τῇ βουλῇ ἔγραψεν ὅτι „οὐδὲν διαφέρει πόσοι | |
5 | σφῶν ἐτελεύτησαν· πάντες γὰρ τοῦτο παθεῖν ἄξιοι ἦσαν.“ 150. Ὅτι ὁ δῆμος ἐπὶ Μακρίνου πρὸς τὸν Δία εἶπον „ὡς κύριος ὠργίσθης, ὡς πατὴρ ἐλέησον ἡμᾶς·“ οἱ δὲ βουλευταὶ ἀνα‐ στάντες μετὰ πολλῆς δῆθεν ἡδονῆς ἑλληνιστὶ ἔκραξαν „οὐὰ καλῆς ἡμέρας τῆς σήμερον, οὐὰ καλῶν βασιλέων“, βουλόμενοι τὸν δῆμον | |
10 | ἐφ’ ἑαυτοὺς ἐφελκύσαι· οἱ δὲ οὐδὲ τὴν βουλὴν ᾐδέσθησαν, ἀλλ’ εἰς οὐρανὸν τὰς χεῖρας ἀνέτεινον 〈καὶ ἐβόων〉 „οὗτός ἐστιν ὁ Ῥω‐ μαίων Αὔγουστοσ“, τὸν θεὸν ὑποδεικνύντες· „τοῦτον ἔχοντες πάντα ἔχομεν.“ οὕτως οἱ ἄνθρωποι καὶ τὸ κρεῖττον αἱρεῖσθαι καὶ τὸ χεῖρον καταφρονεῖν ἐοίκασιν. | |
15 | 151. Ὅτι ἡ Ἰουλία ἡ Σευήρου γυνὴ ἐξ εὐτελεστάτων ἐπὶ το‐ σοῦτον ὕψος ἀρθεῖσα καὶ ἐλεεινῶς τελευτήσασα ἔδειξε τῆς ἀνθρω‐ πίνης ζωῆς τὸ ἀβέβαιον. 152. Ὅτι ὁ Ψευδαντωνῖνος ὑπὸ στρατιωτῶν κατεφρονήθη καὶ ἀνῃρέθη· ὅταν γὰρ ἐθισθῶσί τινες καὶ ταῦτα ὡπλισμένοι κατα‐ | |
20 | φρονεῖν τῶν κρατούντων, οὐδένα ὅρον τῆς ἐξουσίας ἐπὶ τὸ πράτ‐ τειν ἃ βούλονται ποιοῦνται, ἀλλὰ καὶ κατ’ αὐτοῦ τοῦ δόντος ταύ‐ την ὁπλίζονται. 153. Ὅτι ποτὲ ὁ αὐτὸς τοῦτο εἶπεν ὅτι „οὐδὲν δέομαι ὀνο‐ μάτων ἐκ πολέμου καὶ αἵματος· ἀρκεῖ γάρ μοι καὶ εὐσεβῆ καὶ εὐ‐ | |
25 | τυχῆ παρ’ ὑμῶν καλεῖσθαι.“ 154. Ὅτι Ψευδαντωνῖνος ἐπαινούμενός ποτε παρὰ τῆς βουλῆς εἶπεν ὅτι „ὑμεῖς μὲν ἀγαπᾶτέ με καὶ νὴ Δία καὶ ὁ δῆμος καὶ τὰ ἔξω στρατόπεδα· τοῖς δὲ δορυφόροις οἷς ταῦτα δίδωμι οὐκ ἀρέσκω.“ 155. Ὅτι τινῶν συνηγορούντων τῷ Ψευδαντωνίνῳ καὶ εἰπόν‐ | |
30 | των ὡς εὐτυχὴς εἴη τῷ υἱῷ συνυπατεύων, ἔφη „εὐτυχέστερος ἔσο‐ | |
μαι κατὰ τὸν ἑξῆς ἐνιαυτὸν μετὰ γνησίου υἱοῦ μέλλων ὑπατεύειν.“ | 263 | |
264 | 156. Κοῦφος μὲν γὰρ πᾶς ὄχλος πρὸς τὰ καινοτομούμενα· ὁ δὲ δῆμος τῶν Ῥωμαίων διά τε τὸ πλῆθος καὶ τὴν ποικιλίαν τῶν συγκλύδων ἀνθρώπων τῶν εἰς αὐτὸν συνιόντων ῥᾷον τῶν ἄλλων ἐπαίρεται καὶ μετὰ εὐχερείας πρὸς τὰ ἄτοπα τρέχει. | |
5 | 157. Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς μετὰ Μαριάδνου πρὸ τῆς πόλεως Ἀντιοχείας ὡς εἴκοσι σταδίους στρατοπεδεύεται· καὶ οἱ μὲν φρόνιμοι ἔφυγον τῆς πόλεως, τὸ δὲ πολὺ πλῆθος ἔμεινεν, τοῦτο μὲν φιλοῦντες τὸν Μαριάδνην, τοῦτο δὲ καὶ τοῖς καινισμοῖς χαίροντες, ὅπερ ὑπὸ ἀνοίας πάσχειν εἰώθασι. | |
10 | 158. Ὅτι Αἰμιλιανὸς ἀναγορευθεὶς βασιλεὺς ἔγραφε πρὸς τὴν σύγκλητον ὅτι „τὴν βασιλείαν ὑμῖν καταλιμπάνω, κἀγὼ ὡς στρατηγὸς ὑμέτερος πανταχοῦ ἀγωνίζομαι.“ 159. Ὅτι Μακρῖνος κόμης τῶν θησαυρῶν καὶ ἐφεστὼς τῇ ἀγορᾷ τοῦ σίτου ἐπειδὴ καὶ τὸν ἕνα πόδα ἐπεπήρωτο, οὐχ εὑρέθη | |
15 | ἐν τῷ πολέμῳ ἀλλ’ ἐν Σαμοσάτοις, καὶ ἀπεδέχετο τοὺς στρατιώ‐ τας καὶ ἀνεκτᾶτο· ὁ δὲ Σαπώρης πέμπει Κληδόνιον ἄνδρα τοὺς δικαστὰς εἰσάγοντα τῷ βασιλεῖ, ὃς προέτρεπε Μακρῖνον ἐλθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ οὐχ εἵλετο ἀπελθεῖν, λέγων „τίς τοσοῦ‐ τον μαίνεται ὥστε ἑκὼν ἀντ’ ἐλευθέρου δοῦλος καὶ αἰχμάλωτος | |
20 | γενέσθαι; ἄλλως τε καὶ οἱ προστάττοντες ἀπελθεῖν οὐκ εἰσί μου κύριοι· ὁ μὲν γὰρ πολέμιός ἐστιν, ὁ δὲ οὐδὲ ἑαυτοῦ δεσπόζει, οὐχ ὅπως ἡμῶν“. καὶ παρῄνει καὶ τῷ Κληδονίῳ μένειν καὶ μὴ ἐπαν‐ ελθεῖν πρὸς Βαλλεριανόν· ὁ δὲ ἔφη μὴ προδιδόναι τὴν πίστιν τοῦ γενομένου αὐτοῦ δεσπότου· καὶ ἐπανελθὼν κατεσχέθη μετὰ | |
25 | τῶν αἰχμαλώτων. 160. Ὅτι Μέμωρ Μαυρούσιος, πεμφθεὶς ἐπὶ συλλογῇ καρ‐ πῶν, καινῶν πραγμάτων ἐπεθύμησεν, καὶ σπουδῇ ὑπὸ τῶν στρα‐ τιωτῶν ἀναιρεῖται· οἱ δὲ ἄρχοντες ἐμέμφοντο ὡς ἀδίκως αὐτὸν ἀναιρεθέντα· καὶ Θεόδοτος κελευσθεὶς ἀπολογήσασθαι εἶπεν ὅτι | |
30 | „οὐκ ἦν πολλῆς ἄξιος καταγνώσεως Μέμωρ ὡς ἀδυνάτοις ἐπιχει‐ ρῶν, ὁ ἔχων τοσούτων ἀρχόντων περιβολὴν καὶ δύναμιν, ἀλλ’ ἐκεῖνος καὶ οἱ σὺν αὐτῷ διὰ τῆς ἐμῆς σπουδῆς καὶ βασιλικῆς προνοίας τοῦ σκοποῦ διήμαρτον.“ ἡσθεὶς ὁ βασιλεὺς τῇ ἀπο‐ | |
λογίᾳ ἐκέλευσεν ὑπὲρ Μέμορος μηδένα φεύξεσθαι. | 264 | |
265 | 161. Ὅτι οἱ φαύλως ἀναχθέντες ἄνθρωποι οὐκ εἰώθασι βε‐ βαίως τὰς φιλίας φυλάττειν, ἀλλ’ ἐκ μικρῶν προφάσεων μετα‐ βάλλονται. 162. Ὅτι ἡ τοῦ Γαλιηνοῦ γαμετὴ τοῦ βασιλέως ἀπηρέσθη τῷ | |
5 | προσώπῳ Ἰνγενούου καὶ μεταπεμψαμένη Βαλεντῖνον εἶπεν αὐτῷ ὅτι „ἐγὼ τὴν σὴν προαίρεσιν οἶδα· τὸν δὲ βασιλέα· ἐπὶ μὲν τῇ σῇ ἐπιλογῇ ἐπαινῶ, ἐπὶ δὲ τῇ Ἰνγενούου οὐκ ἐπαινῶ· ἐν πολλῇ γάρ μοι ὑπονοίᾳ ἐστίν· ἀλλ’ ἀντιπρᾶξαι τῷ βασιλεῖ οὐ δύναμαι· ἀλλὰ σὺ ἐπιτήρει τὸν ἄνδρα.“ ἀποκρίνεται Βαλεντῖνος ὅτι „γένοιτο | |
10 | μὲν καὶ Ἰνγένουον γνήσιον περὶ τὴν δουλείαν ὑμῶν ὀφθῆναι· ἐπεὶ τὸ ἐν ἐμοὶ οὐκ ἂν παραλείψω τι τῶν εἰς εὔνοιαν ὁρώντων τοῦ ὑμετέρου οἴκου.“ 163. Ὅτι ἐν τῷ κατὰ Ἰνγενούου πολέμῳ πολλοὶ καὶ τέκνα καὶ γονεῖς καὶ ἀδελφοὺς ἀνεῖλον ἐπὶ τοσοῦτον ὥστε τινὰ κατασχεῖν | |
15 | ἴδιον ἀδελφὸν παρὰ Γαλιηνῷ καὶ εἰπεῖν „ὦ βασιλεῦ, οὗτος ἀδελ‐ φὸς ἐμός ἐστι, καὶ ἐν τῷ πολέμῳ κατέσχον αὐτόν.“ ὁ δὲ νομίσας ὅτι παραιτήσασθαι αὐτὸν βούλεται καὶ ἀπεδέξατο καὶ ἐπῄνεσεν καὶ ὑπέσχετο πολλὰ δώσειν καὶ τὴν ἁμαρτίαν τῆς τυραννίδος συγ‐ χωρεῖν· τὸν δὲ εἰπεῖν ὅτι οὐ χρὴ τὸν ἅπαξ ἀντάραντα ὅπλα βα‐ | |
20 | σιλεῖ ζῆσαι, καὶ τῷ ξίφει ἀνελεῖν αὐτόν. ὁ δὲ Γαλιηνὸς ἠγανάκτησε μέν, πλὴν διὰ τὸ ἀδόκητον τῶν πραγμάτων συνεχώρησεν. 164. Ὅτι Κλαύδιος ἔτυχεν τρωθεὶς εἰς τὸν ἀστράγαλον καὶ μετὰ πολλῆς σπουδῆς ὁ βασιλεὺς περὶ αὐτοῦ ἐπυνθάνετο· εἷς οὖν τῶν στρατιωτῶν εἶπεν ὅτι „ὡς Ἀχιλλεὺς πολεμήσας γενναίως | |
25 | ἐτρώθη καὶ ἐν τῷ καταγωγίῳ τῷ ἑαυτοῦ ἐστι θεραπευόμενος.“ ὥστε τὸν βασιλέα εἰπεῖν ὅτι „εἰκότως καὶ εἰς τὸν ἀστράγαλον ἐτρώθη.“ 165. Ὅτι Γαλιηνὸς ὁ βασιλεὺς πρὸς Πόστομον αὐτοκράτορα ἀναγορευθέντα πέμπει πρεσβευτὰς τοὺς ἐπισταμένους τὰ γενόμενα παρ’ αὐτοῦ καὶ ἐροῦντας αὐτῷ ὅτι χρὴ τὰ ὀχυρὰ καταλαβόντας | |
30 | ἡσυχάζειν· „ἀλλὰ παραχώρησόν μοι εἰσελθεῖν, ἵνα διακριθῶμεν | |
πολέμῳ· καὶ ὁ κρείττων βασιλεύσ“. ὁ δὲ ἀντεδήλωσεν ὅτι „οὔτε | 265 | |
266 | παραχωρῶ σοί ποτε ἑκὼν παρελθεῖν τὰς Ἄλπεις οὔτε εἰς τοι‐ αύτην ἀνάγκην εὔχομαι καταστῆναι ἵνα Ῥωμαίοις πολεμήσω.“ Γαλιηνὸς δὲ πέμπει πρὸς αὐτόν „οὐκοῦν ἀμφότεροι μονομαχή‐ σωμεν, ἵνα μὴ Ῥωμαῖοι ἀπόλωνται.“ ὁ δὲ ἀντεδήλωσεν „ἐγὼ οὔτε | |
5 | μονομάχος εἰμὶ οὔτε γέγονά ποτε· ἀλλ’ ἀπολλυμένας τὰς ἐπαρχίας ταύτας ὑπὸ σοῦ ταχθεὶς διασώζειν ἔσωσα· καὶ ὑπὸ τῶν Γάλλων ᾑρέθην βασιλεύς· καὶ ἀρκοῦμαι τούτων ἄρχειν τῶν ἑκουσίως με ἑλομένων· καὶ εἴ τι δύναμαι, τῇ βουλῇ τῇ ἐμαυτοῦ καὶ τῇ δυνάμει τούτοις βοηθῶ.“ | |
10 | 166. Ὅτι τὸν Ὀδέναθον τὸν παλαιὸν Ῥουφῖνος ἀναιρεῖ ὡς νεωτέροις ἐπιχειροῦντα πράγμασιν· κατηγόρει δὲ ὁ νέος Ὀδέναθος Ῥουφίνου, ὡς φονεύσαντος τὸν πατέρα αὐτοῦ· ὁ δὲ βασιλεὺς ἠρώ‐ τησε τὸν Ῥουφῖνον διὰ τί ταῦτα ἐποίησεν. ὁ δὲ εἶπεν ὅτι σὺν δίκῃ τοῦτο ἐποίησεν· „καινοῖς γὰρ ἐπεχείρει πράγμασιν· καὶ εἴθε | |
15 | ἐπέτρεπές μοι καὶ τοῦτον τὸν Ὀδέναθον τὸν υἱὸν αὐτοῦ ἀνελεῖν, καὶ παραχρῆμα τοῦτο ἐποίουν“. ἦν δὲ ὁ Ῥουφῖνος ποδαλγὸς καὶ χειραλγός, παντελῶς μὴ κινηθῆναι δυνάμενος· καὶ ἔλεγεν αὐτῷ ὁ βασιλεύς „ποίᾳ δυνάμει ἢ ποίῳ σώματι θαρρῶν ταῦτα λέγεις;“ ὁ δὲ ἔλεγεν „οὐδὲ εἰ ἔτυχον ὑγιὴς ὢν πλέον τῆς νεότητός μου, | |
20 | ἠδυνάμην διὰ τοῦ σώματός μού τί ποτε εἰς αὐτὸν ποιῆσαι· ἀλλὰ τῇ σῇ δεξιᾷ κελεύων καὶ διατυπῶν πάντα κατώρθουν· καὶ σὺ γὰρ αὐτός, ὦ βασιλεῦ, οὐ τῷ σώματί σου ἰσχύων ποιεῖς ἃ ποιεῖς, ἀλλὰ τοῖς στρατιώταις σου κελεύων“. καὶ ἐπῄνεσεν τοὺς λόγους αὐτοῦ ὁ Γαλιηνός. | |
25 | 167. Ὅτι Κύντος ὁ Μακριανοῦ υἱὸς τὸ βασίλειον καὶ παρα‐ χρῆμα ἐν Ἐμίσῃ ἐκάθητο· καὶ παραγίνεται Ὀδέναθος μετὰ πλή‐ θους βαρβάρων καὶ δηλοῖ αὐτοῖς ὅτι „παράδοτε ἑαυτοὺς ἢ πολε‐ μήσατε“· οἱ δὲ εἶπον ὅτι πᾶν ὁτιοῦν ἠνείχοντο ὑπομένειν ἢ βαρ‐ βάρῳ ἑαυτοὺς παραδοῦναι. | |
30 | 168. Ὅτι Κυρῖνος ἐδυσχέρανεν ὡς ὅτι τῶν Ῥωμαίων τὸν πό‐ λεμον ᾠκειώσατο Ὀδέναθος· ὁ δὲ τοῦτο μαθὼν ἐκέλευσεν αὐτὸν ἀναιρεθῆναι· καὶ ἐκ τῶν οἰκείων πολλὰ ἐφιλοτιμήσατο εἰς ταφὴν | |
αὐτοῦ, ἅτινα καὶ ζῶντι αὐτῷ ἐπέδειξεν· ὁ δὲ γελάσας ἔφη πολλῆς | 266 | |
267 | ἀμαθίας καὶ εὐηθείας πεπληρῶσθαι τὸν ἄνδρα· ἀμαθίας μέν, ὅτι τοὺς ἐχθροὺς ἀναιροῦμεν, τοῖς δὲ φίλοις χαριζόμεθα, ἀγνοεῖν δὲ αὐτὸς πότερον εἰς φίλους ἢ εἰς ἐχθροὺς τάξει αὐτόν· εὐηθείας δέ, ὅτι βούλεται περιόντα αὐτὸν καὶ αἰσθανόμενον λυπῆσαι καὶ | |
5 | φονεῦσαι, τελευτῶντα δὲ καὶ ἀναισθητοῦντα δωρεαῖς τιμᾶν· καὶ ἡ τοσαύτη εὐτυχία ταχεῖαν ἔσχε μετάπτωσιν. 169. Ὅτι τῶν Σκυθῶν ἐπὶ Κλαυδίου τὰς Ἀθήνας ἑλόντων καὶ συναγαγόντων πάντα τὰ βιβλία καὶ βουληθέντων καῦσαι, ἄλλος τις ἐν αὐτοῖς φρόνιμος εἶναι νομιζόμενος ἐκώλυσε λέγων | |
10 | ὅτι „περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες πολέμου ἀμελοῦσι.“ τοῦτο δὲ ὡς ἄπειρος εἶπεν· εἰ γὰρ ᾔδει τὰς τῶν Ἀθηναίων καὶ Ῥωμαίων ἀρετάς, οἵτινες ἐν λόγοις καὶ ἐν πολέμοις εὐδοκίμουν, οὐκ ἂν τοῦτο εἶπεν. 170. Ὅτι οἱ Σκύθαι πρὸς τοὺς ἐν πόλεσιν ἐγκεκλεισμένους | |
15 | ἀπέσκωπτον, ὅτι οὗτοι οὐκ ἀνθρώπινον βίον ζῶσιν, ἀλλ’ ὀρνίθων ἐν καλιαῖς εἰς τὸ ὕψος καθημένων, καὶ ὅτι καταλιπόντες τὴν γῆν τὴν τρέφουσαν αὐτοὺς ἀκάρπους πόλεις ἐπιλέγονται καὶ ὅτι τοῖς ἀψύχοις θαρροῦσι μᾶλλον ἤπερ ἑαυτοῖς. 171. Ὅτι Ἀνδοννόβαλλός τις ἦν, ὃς ἀπὸ Ἐρούλλων προσέ‐ | |
20 | φυγε πρὸς Ῥωμαίους· καὶ ἦλθεν εἰς λόγους Βιβούλῳ τῷ βασιλεῖ τῶν Ῥωμαίων· προέτρεπε γὰρ αὐτὸν δοῦναι ἑαυτὸν τῷ βασιλεῖ· ὁ δὲ ἐκάλει αὐτὸν δοῦλον φιλοδεσπότην καὶ γαστρὸς ἥττονα, καὶ ὅτι τὴν ἐλευθερίαν διὰ τὸ φαγεῖν καὶ τὸ φορέσαι ἐπώλησεν· ἐκεῖνος δὲ ἀντέλεγεν αὐτῷ „ἐγὼ ἐλεύθερός εἰμι· καὶ γὰρ φίλος βασιλέως | |
25 | τηλικούτου εἰμὶ καὶ οὐδέν μοι τῶν ἀγαθῶν λείπει· σὺ δὲ οὔτε ἐσθῆτος οὔτε τροφῆς εὐπορεῖς.“ 172. Ὅτι μετὰ τὴν νίκην τῶν Σκυθῶν εὐφραινομένου τοῦ βασιλέως καὶ ἑστιῶντος εἰσῆλθεν Ἀνδοννόβαλλος ἐπὶ πάντων καὶ λέγει ὅτι „χάριν θέλω τινά ποτε παρὰ σοῦ αἰτῆσαι.“ καὶ νομί‐ | |
30 | σας μέγα τί ποτε αἰτεῖσθαι ἐπέτρεψεν αὐτῷ αἰτεῖσθαι· καὶ λέγει | 267 |
268 | Ἀνδοννόβαλλος „δός μοι καλὸν οἶνον, ἵνα καλέσω πάντας τοὺς τοῦ οἴκου μου καὶ εὐφρανθῶ μετ’ αὐτῶν.“ καὶ γελάσας ὁ βασιλεὺς ἐκέλευσεν αὐτῷ δοθῆναι οἶνον· δέδωκεν δὲ αὐτῷ καὶ ἑτέρας πολ‐ λὰς δωρεάς. | |
5 | 173. Ὅτι Αὐρηλλιανὸς βασιλεύσας καὶ συναγαγὼν πάντας τοὺς ἐν λόγῳ ἐν Ῥαβέννῃ βουλὴν ἐποιεῖτο πῶς χρὴ βασιλεύειν αὐτῶν· ἠβούλετο γὰρ μετὰ θάνατον Κλαυδίου ἐξ ὧν ἔπραττεν μείζων ἐκείνου φαίνεσθαι. εἷς δὲ τῶν ἐκ τῆς συγκλήτου εἶπεν αὐτῷ „ἐὰν θέλῃς καλῶς βασιλεῦσαι, χρυσῷ καὶ σιδήρῳ σαυτὸν | |
10 | ὀχύρωσον, κατὰ μὲν τῶν λυπούντων σε σιδήρῳ, πρὸς δὲ τοὺς θερα‐ πεύοντας χρυσῷ.“ καὶ πρῶτος τῆς κακῆς συμβουλῆς ταύτης αὐτὸς ὁ συμβουλεύσας ἀπήλαυσεν. 174. Ὅτι Ἀλβῖνος γέρων ὢν ἐνόσει τὴν ἐπιθάνατον· εἰσελ‐ θὼν δέ τις ἐπυνθάνετο αὐτὸν πῶς διάκειται· ὁ δὲ εἶπεν „εἰ μὲν | |
15 | σώζεται ἡ πατρίς, κακῶς· πάντως γὰρ ἀποθνήσκω· εἰ δὲ μὴ σώ‐ ζεται, καλῶς· ἐγὼ γὰρ φθάνω ἀποθανεῖν, πρὶν μάθω τὸν ὄλε‐ θρον τῆς πατρίδος· καὶ τούτου μεῖζον ἀγαθὸν οὐ ζητῶ.“ 175. Ὅτι Αὐρηλλιανὸς μαθὼν ἐν Πλακεντίᾳ εἶναι μοῖραν τῶν βαρβάρων ἐδήλωσεν αὐτοῖς ὅτι „εἰ μὲν θέλετε πολεμήσειν, ἰδοὺ | |
20 | ἕτοιμός εἰμι· εἰ δὲ τὰ βελτίονα λογίζεσθε, παραδοῦναι ἑαυτούς, δέχομαι ὑμᾶς ὡς δεσπότης ὑμῶν.“ οἱ δὲ ἀντεδήλωσαν ὅτι „ἡμεῖς οὐκ ἔχομεν δεσπότην· καὶ αὔριον ἑτοίμασον σαυτὸν καὶ μανθάνεις ὅτι πρὸς ἐλευθέρους πολεμεῖς.“ 176. Ὅτι Αὐρηλλιανὸς ἐν τῷ πολιορκεῖν τὰ Τύανα εἰρήκει | |
25 | τοῖς στρατιώταις ὅτι „ἐὰν εἰσέλθωμεν, μηδὲ κύνα ἐάσητε,“ μετὰ δὲ τὴν ἅλωσιν ἀπηγόρευσε τοῖς στρατιώταις μήτε φονεῦσαι μήτε διαρπάσαι· ἔλεγον οὖν αὐτῷ θυμούμενοι οἱ στρατιῶται ὅτι „ἃ ὑπέσχου, ἐπίτρεψον ἡμῖν ποιῆσαι.“ ὁ δὲ λέγει αὐτοῖς „ἀληθεύετε ὅτι ἐγὼ εἶπον· ἀπέλθετε, κύων μὴ εὑρεθῇ ἐν τῇ πόλει ταύτῃ, | |
30 | ἀλλὰ πάντας φονεύσατε.“ καὶ ἔπεμψε καὶ τοὺς τριβούνους καὶ | |
τοὺς στρατιώτας καὶ πάντας τοὺς κύνας ἐφόνευσεν· ὥστε εἰς γέ‐ | 268 | |
269 | λωτα λυθῆναι τὸν θυμὸν τοῦ στρατεύματος. καὶ μετὰ ταῦτα συγκαλέσας αὐτοὺς εἶπεν ὅτι „ἡμεῖς ὑπὲρ τοῦ ἐλευθερῶσαι τὰς πόλεις ταύτας πολεμοῦμεν· καὶ ἐὰν μέλλωμεν πραιδεύειν αὐτάς, οὐκέτι ἡμῖν πιστεύουσιν· ἀλλὰ μᾶλλον τὴν πραῖδα τῶν βαρβάρων | |
5 | ζητήσωμεν καὶ τούτων ὡς ἡμετέρων φεισώμεθα.“ 177. Ὅτι Αὐρηλλιανὸς ἔπεμψε πρεσβευτὰς πρὸς Ζηνοβίαν προτρέπων αὐτὴν ἐνδοῦναι τελεῖν ὑπ’ αὐτόν· ἡ δὲ ἀντεδήλωσεν ὅτι „ἐγὼ οὐδὲν μέγα ἐβλάβην· οἱ γὰρ πεσόντες ἐν τῷ πολέμῳ σχεδὸν πάντες Ῥωμαῖοί εἰσιν.“ | |
10 | 178. Ὅτι Αὐρηλλιανὸς πειραθείς ποτε στρατιωτικῆς ἐπανα‐ στάσεως ἔλεγεν ἀπατᾶσθαι τοὺς στρατιώτας, εἰ ἐν ταῖς αὐτῶν χερσὶ τὰς μοίρας εἶναι τῶν βασιλέων ὑπολαμβάνουσιν· ἔφασκε γὰρ τὸν θεὸν δωρησάμενον τὴν πορφύραν (καὶ ταύτην ἐπεδείκνυ τῇ δεξιᾷ) πάντως καὶ τὸν χρόνον τῆς βασιλείας ὁρίσαι· καὶ οὐ πρότερον | |
15 | ἀπέστη πρὶν ἂν εἰς τοὺς ἀρχηγοὺς τῆς στάσεως πεντήκοντα ἐξε‐ δίκησεν. 179. Ὅτι πρὸς ἀνταρσίαν ἐλθόντος Κάρου ἐβουλεύσατο ὁ Πρόβος τί δεῖ ποιῆσαι αὐτόν· καὶ πάντων σιωπώντων Μαρτι‐ νιανός τις χιλίαρχος παρρησιασάμενος πολλὰ ἐνεκάλει αὐτῷ ὡς | |
20 | διὰ τὸν ὄκνον αὐτοῦ τῶν πραγμάτων ἀπολλυμένων, καὶ προέτρεπεν αὐτὸν παραχρῆμα κινῆσαι καὶ ἐξελθεῖν εἰς πόλεμον καὶ ἀπαντῆσαι τῷ τυράννῳ. 180. Ὅτι ἅμα τῇ ἀναγορεύσει λέγουσιν εἰρηκέναι τὸν Κάρον ὅτι ἐπὶ κακῷ Περσῶν εἰς τὴν βασιλείαν ἦλθεν. | |
25 | 181. Ὅτι ἐν αὐτῇ τῇ οἰκείᾳ ἀναγορεύσει ὁ Διοκλητιανὸς τὰ τότε σεβόμενα θεῖα μαρτυρόμενος ἔλεγεν μὴ διὰ 〈τὸ〉 τῆς βασι‐ λείας ἐφίεσθαι Καρῖνον ἀνελεῖν, ἀλλὰ διὰ τὸ ἐλεεῖν τὴν πολιτείαν. 182. Ὅτι τὸ πολλὰ πράττειν ἀντικλιμακτήρων καὶ κινδύνων | |
πολλῶν αἴτιον γίνεται. | 269 | |
270 | 183. Ὅτι ἡ ἀνθρωπίνη φύσις τἀναντία μᾶλλον ἐπίσταται φέρειν ἢ μέτρον ἐν ταῖς εὐτυχίαις φυλάττειν. 184. Ὅτι καὶ διὰ τὸ τιμῆς αὐτὸν ἀθανάτου τετυχηκότα χρῆναι μεμνῆσθαι ὅτι θνητός ἐστι καὶ τῶν ἀνθρωπίνων συμφορῶν οὐκ | |
5 | ἀλλότριος. 185. Ὅτι Λούκιος Ὀκτάβιος εἰς δεῖπνον κληθεὶς θριάμβου καὶ ἀποκληθεὶς ἀπήγγειλεν ἑαυτὸν εἰς τὸ συμπόσιον ἥξειν, εἰ μὴ ὡς οἷόν τε κάλλιστα μέρη αὐτῷ πεμφθείη. 186. Ὅτι Διοκλητιανὸς ὄψεώς τινος ἐν ὕπνοις πολλάκις αὐ‐ | |
10 | τὸν ἐνοχλούσης, ὥστε ἀρχὴν ἐγχειρίσαι τινὶ ὅν γε ὀνομαστὶ ἡ ὄψις ἐσήμανεν, ὑπονοήσας εἶναι τοῦτο ἐκ γοητείας, ἔν τινι ἡμέρᾳ μετα‐ καλεσάμενος αὐτὸν τοῦτο μόνον ἔφη πρὸς αὐτόν „δέξαι ἀρχὴν ἣν καθ’ ἑκάστην νύκτα αἰτεῖς παρ’ ἐμοῦ, καὶ μὴ φθονήσῃς τῷ βασι‐ λεῖ τῆς ἐκ τοῦ ἡσυχάζειν θεραπείας.“ | |
15 | 187. Ὅτι Λικίννιος τὰ χρυσὰ νομίσματα, ἐν οἷς ὁ Κωνσταν‐ τῖνος τὴν κατὰ Σαρματῶν αὐτοῦ νίκην ἐτύπωσεν, οὐ προσεδέχετο, ἀλλ’ ἀναχωνεύων αὐτὰ εἰς ἑτέρας μετέφερε χρήσεις, οὐδὲν ἄλλο τοῖς περὶ τοῦτο μεμφομένοις ἀποκρινόμενος ἢ ὅτι οὐ βούλεται βάρβαρον ἐργασίαν ἐν τοῖς συναλλάγμασι τῆς ἑαυτοῦ βασιλείας | |
20 | ἀναστρέφεσθαι. 188. Ὅτι Κρίσπου τοῦ υἱοῦ Κωνσταντίνου μεγάλαι ἐφάνησαν ἀνδραγαθίαι· καὶ πολλάκις Λικίννιος ὑπ’ αὐτοῦ ἡττηθεὶς ἀχθό‐ μενος τὰ Ὁμηρικὰ ταῦτα ἔλεγεν ἔπη Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, | |
25 | σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει. 189. Ὅτι Τιβέριος ἀνήγγελλεν ἐπὶ τὴν σύγκλητον ὥστε τὸν Χριστὸν τρισκαιδέκατον θεὸν εἶναι· ἡ δὲ σύγκλητος οὐκ ἀπεδέ‐ ξατο, ὥστε καί τινα ἀστειευόμενον εἰπεῖν ὅτι „τρισκαιδέκατον οὐ | |
δέχεσθε, καὶ πρῶτος ἔρχεται.“ | 270 | |
271 | 190. Ὅτι Κωνσταντῖνος ἐβουλεύσατο πρῶτον ἐν Σαρδικῇ μετα‐ γαγεῖν τὰ δημόσια· φιλῶν τε τὴν πόλιν ἐκείνην συνεχῶς ἔλεγεν „ἡ ἐμὴ Ῥώμη Σαρδική ἐστι.“ 191. Ὅτι Κωνσταντῖνος τὰ τῶν πρότερον βεβασιλευκότων ἔργα | |
5 | καλύψαι θέλων, τούτων τὰς ἀρετὰς ἐπωνύμοις τισὶν ἐκφαυλίζειν ἐσπούδαζεν· τὸν μὲν γὰρ Ὀκταβιανὸν Αὔγουστον κόσμον τύχης ἐκάλει, τὸν δὲ Τραιανὸν βοτάνην τοίχου, Ἀδριανὸν δὲ ἐργαλεῖον | |
ζωγραφικόν, Μάρκον δὲ καταγέλαστον, Σευῆρον ..... | 271 | |
272(t) | Excerpta e Diodoro | |
1 | 1. | |
1 | .... ἔτ’ οἴομαι, ὦ Λυκοῦργε, ἥκεις δ’ εὐνομίαν αἰτεύμενος· αὐτὰρ ἐγώ σοι δώσω τὴν οὐκ ἄλλη ἐπιχθονίη πόλις ἕξει. 2. Ὅτι ὁ αὐτὸς ἠρώτησε τὴν Πυθίαν ποῖα νόμιμα καταστή‐ | |
5 | σας μάλιστ’ ἂν ὠφελήσαι τοὺς Σπαρτιάτας. τῆς δὲ 〈εἰπούσησ〉 „ἐὰν τοὺς μὲν καλῶς ἡγεῖσθαι, τοὺς δὲ πειθαρχεῖν νομοθετήσῃ“ πάλιν ἠρώτησε τί ποιοῦντες καλῶς ἡγήσονται καὶ τί πειθαρχή‐ σουσιν. ἡ δὲ ἀνεῖλε τοῦτον τὸν χρησμόν· εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι, | |
10 | ἡ μὲν ἐλευθερίας ἐς τίμιον οἶκον ἄγουσα, ἡ δ’ ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι. καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἐρατῆς θ’ ὁμονοίας ἔστι περᾶν· ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον· τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης | |
15 | εἰσαφικάνουσιν· τὴν δὴ πεφύλαξο μάλιστα. | 272 |
273 | τὸ δὲ κεφάλαιον ἦν ὅτι μεγίστην πρόνοιαν ποιητέον ἐστὶν ὁμο‐ νοίας καὶ ἀνδρείας, ὡς διὰ μόνων τούτων τῆς ἐλευθερίας φυλάτ‐ τεσθαι δυναμένης, ἧς χωρὶς οὐθὲν ὄφελος οὔτ’ ἄλλο τῶν παρὰ τοῖς πολλοῖς ὑπειλημμένων ἀγαθὸν ἔχειν ἑτέροις ὑπήκοον ὄντα· | |
5 | πάντα γὰρ τὰ τοιαῦτα τῶν ἡγουμένων οὐ τῶν ὑποτεταγμένων ἐστίν· ὥστ’ εἴπερ τις ἑαυτῷ βούλεται καὶ μὴ τοῖς ἄλλοις κτήσασθαι τὰ ἀγαθά, πρῶτόν ἐστιν κατασκευαστέον τὴν ἐλευθερίαν. ἀμφοτέρων δὲ ἐκέλευσε ποιεῖσθαι πρόνοιαν, ὅτι θάτερα αὐτῶν κατ’ ἰδίαν οὐ δύναται τὸν περιποιησάμενον ὠφελῆσαι· οὐδὲν γὰρ ὄφελος ἀν‐ | |
10 | δρείους ὄντας στασιάζειν ἢ ὁμονοεῖν βεβαίως δειλοὺς ὄντας. 3. Ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαργυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν. 4. Ἡ Πυθία ἔχρησε τῷ Λυκούργῳ περὶ τῶν πολιτικῶν οὕτως· | |
15 | ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου, ἄρχειν μὲν βουλῇ θεοτιμήτους βασιλῆας, οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, πρεσβυγενεῖς τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας, | |
20 | εὐθείαις ῥήτραις ἀνταπαμειβομένους. μυθεῖσθαι δὲ τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια, μηδέτι ἐπιβουλεύειν τῇδε πόλει. δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι· | |
Φοῖβος γὰρ περὶ τῶν ὧδ’ ἀνέφηνε πόλει. | 273 | |
274 | 5. Ὅτι τοὺς μὴ διαφυλάττοντας τὴν πρὸς τὸ θεῖον εὐσέβειαν πολὺ μᾶλλον μὴ τηρεῖν τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια. 6. Ὅτι Περδίκκας τὴν ἰδίαν βασιλείαν αὐξῆσαι βουλόμενος ἠρώτησεν εἰς Δελφούς. ἡ δὲ ἔφη | |
5 | ἔστι κράτος βασίλειον ἀγαυοῖς Τημενίδαισι γαίης πλουτοφόροιο· δίδωσι γὰρ αἰγίοχος Ζεύς. ἀλλ’ ἴθ’ ἐπειγόμενος Βουτηίδα πρὸς πολύμηλον· ἔνθα δ’ ἂν ἀργικέρωτας ἴδῃς χιονώδεας αἶγας εὐνηθέντας ὑπ’ ἠῶ, κείνης χθονὸς ἐν δαπέδοισι | |
10 | θῦε θεοῖς μακάρεσσι καὶ ἄστυ κτίζε πόληος. 7. Ὅτι οἱ Ἠλεῖοι τῶν κοινῶν πολέμων οὐ μετεῖχον· καὶ γὰρ ὅτε Ξέρξης ταῖς τοσαύταις μυριάσιν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλλη‐ νας ἀφείθησαν ὑπὸ τῶν συμμάχων τῆς στρατείας, προσταξάντων τῶν ἡγεμόνων πλεῖον αὐτοὺς ποιήσειν, ἐὰν ἐπιμελῶνται τῆς τῶν | |
15 | θεῶν τιμῆς. 8. Καὶ μὴ συγχωρηθείσης μηδὲ λαθραίας συμπλοκῆς πρὸς ἄνδρα· μηδένα γὰρ οὕτως παραφρονήσειν ὥστε ἐφημέρου χάριν ἡδονῆς τὰ μακαριζόμενα τοῦ βίου παντὸς ἀντικαταλλάξασθαι. 9. Ὅτι ὀρνιθευομένων Ῥέμου καὶ Ῥωμύλου περὶ οἰκισμοῦ | |
20 | πόλεως, καὶ ἐκ τῶν δεξιῶν μερῶν διοσημείαν γενέσθαι, φασὶ κατα‐ πλαγέντα τὸν Ῥέμον ἐπιφθεγξάμενον εἰπεῖν τῷ ἀδελφῷ ὅτι ἐν ταύτῃ τῇ πόλει πολλάκις ἐπαριστέροις βουλεύμασιν ἐπιδέξιος ἀκολουθήσει τύχη· προπετῶς γὰρ αὐτοῦ τὸν ἄγγελον ἀποστείλαν‐ τος καὶ τὸ καθ’ αὑτὸν μέρος ὅλως ἡμαρτηκότος ὑπὸ ταὐτομάτου | |
25 | διορθώσασθαι τὴν ἄγνοιαν. | |
10. Ὅτι ὁ Ῥωμύλος κτίζων τὴν Ῥώμην τάφρον περιέβαλε τῷ | 274 | |
275 | Παλατίῳ κατὰ σπουδήν, μή τινες τῶν περιοίκων ἐπιβάλωνται κωλύειν αὐτοῦ τὴν προαίρεσιν. ὁ δὲ Ῥέμος βαρέως φέρων ἐπὶ τῷ διεσφάλθαι τῶν πρωτείων, φθονῶν δὲ ταῖς εὐτυχίαις τοῦ ἀδελφοῦ, προσιὼν τοῖς ἐργαζομένοις ἐβλασφήμει· ἀπεφήνατο γὰρ | |
5 | στενὴν εἶναι τὴν τάφρον, καὶ ἐπισφαλῆ ἔσεσθαι τὴν πόλιν, τῶν πολεμίων ῥαδίως αὐτὴν ὑπερβαινόντων. ὁ δὲ Ῥωμύλος ὀργισά‐ μενος ἔφη „παραγγελῶ πᾶσι τοῖς πολίταις ἀμύνασθαι τὸν ὑπερ‐ βαίνειν ἐπιχειροῦντα.“ καὶ πάλιν ὁ Ῥέμος τοῖς ἐργαζομένοις ὀνει‐ δίζων ἔφη στενὴν κατασκευάζειν τὴν τάφρον· εὐχερῶς γὰρ ὑπερ‐ | |
10 | βήσεσθαι τοὺς πολεμίους· καὶ γὰρ αὐτὸς ῥαδίως τοῦτο πράττειν· καὶ ἅμα ταῦτα λέγων ὑπερήλατο. ἦν δέ τις Κέλερος, εἷς τῶν ἐρ‐ γαζομένων, ὃς ὑπολαβών „ἐγὼ δέ“ φησίν „ἀμυνοῦμαι τὸν ὑπερ‐ πηδῶντα κατὰ τὸ πρόσταγμα τοῦ βασιλέωσ“, καὶ ἅμα ταῦτα λέγων ἀνέτεινε τὸ σκαφεῖον καὶ πατάξας τὴν κεφαλὴν ἀπέκτεινε τὸν | |
15 | Ῥέμον. 11. Ὅτι τῶν κυνῶν ὠρυομένων καὶ τῶν Μεσσηνίων ἀπελπι‐ ζόντων προσελθών τις τῶν πρεσβυτέρων παρεκάλει τὰ πλήθη μὴ προσέχειν τοῖς μάντεσι σχεδιάζουσι· καὶ γὰρ καὶ ἐπὶ τῶν ἰδίων βίων αὐτοὺς πλείστοις ἁμαρτήμασι περιπίπτειν, μὴ δυναμένους | |
20 | προϊδέσθαι τὸ μέλλον, καὶ νῦν ὑπὲρ ὧν εἰκὸς μόνους τοὺς θεοὺς γινώσκειν ἀδυνατεῖν ἀνθρώπους ὄντας ἐπίστασθαι. παρεκελεύετο οὖν πέμπειν εἰς Δελφούς. ἡ δὲ Πυθία ἀνεῖλεν οὕτως· „ἐκ τοῦ Αἰπυτιδῶν γένους θῦσαι κόρην τὴν τυχοῦσαν· ἐὰν δὲ ἡ λαχοῦσα ἀδυνατῇ καθοσιωθῆναι, θῦσαι τότε παρθένον τὴν τοῦ διδόντος | |
25 | ἑκουσίως ἐκ τοῦ αὐτοῦ γένους. καὶ ταῦτα πράξαντες ἕξετε νίκην τοῦ πολέμου καὶ κράτος.“ 12. Οὐδεμιᾶς γὰρ τιμῆς μέγεθος ἰσόρροπον ἐφαίνετο τοῖς γονεῦσιν πρὸς τὴν τῶν τέκνων σωτηρίαν, ἀλλ’ ἅμα μὲν ὁ τῆς συγ‐ γενείας ἔλεος ἑκάστῳ ὑπεδύετο πρὸ ὀφθαλμῶν λαμβάνοντι τὴν | |
30 | σφαγήν, ἅμα δὲ ἐνετρέπετο προδότης γενέσθαι τέκνου πρὸς ὁμο‐ | |
λογούμενον ὄλεθρον. | 275 | |
276 | 13. Προέπιπτεν εἰς ἀνάξια τῆς περὶ αὐτὸν δόξης ἁμαρτήματα· δεινὸς γὰρ ὁ ἔρως σφῆλαι τοὺς νέους, καὶ μάλιστα τοὺς μεγαλο‐ φρονοῦντας ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ. διὸ καὶ παρεισήγαγον οἱ παλαιοὶ τῶν μυθογράφων τὸν ὑπὸ τῶν ἄλλων ἀνίκητον Ἡρακλέα | |
5 | ὑπὸ τῆς τούτου δυνάμεως νικώμενον. 14. Καὶ ταῖς προθυμίαις ἐπερρώσθησαν· τοὺς γὰρ ἐκ παί‐ δων ἀνδρείαν καὶ καρτερίαν ἀσκοῦντας, κἂν ἡ τύχη που ταπεινώσῃ, βραχὺς λόγος ἐφ’ ὃ δεῖ παρίστησιν. οὐ μὴν οὐδὲ οἱ Μεσσήνιοι τούτων ἀπελείποντο ταῖς προθυμίαις, ἀλλὰ ταῖς σφῶν ἀρεταῖς | |
10 | πιστεύσαντες ...... 15. Ὅτι οἱ Λακεδαιμόνιοι καταπονούμενοι ὑπὸ Μεσσηνίων ἔπεμψαν εἰς Δελφούς. ἡ δὲ ἔχρησεν οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἀνώγει, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός, | |
15 | ταῖς δ’ αὐταῖς τέχναισιν ἁλώσεται αἷσπερ ὑπῆρξεν. ἔστι δὲ τὸ νοούμενον μὴ μόνον τοῖς ἐκ βίας ἔργοις ἀλλὰ καὶ τοῖς ἐκ δόλου ...... 16. Ὅτι κατὰ τὴν ἀξίαν οὐδὲ θελήσαντες δυνάμεθα τιμῆσαι τὸ δαιμόνιον· ὥστε εἰ μὴ κατὰ δύναμιν βουληθείημεν εὐχαριστεῖν, | |
20 | τίνας ἂν ἐλπίδας τοῦ μέλλοντος βίου λαμβάνοιμεν, εἰς τούτους ἐξαμαρτάνοντες οὓς ἀδικοῦντας οὐκ ἂν εἴη δυνατὸν οὔτε λαθεῖν οὔτε διαφυγεῖν; τὸ μὲν γὰρ ὅλον, παρ’ οἷς ἀθάνατον εἶναι συμ‐ βαίνει καὶ τὴν εὐεργεσίαν καὶ τὴν κόλασιν, φανερὸν ὡς ἐν τούτοις παρασκευάζειν προσήκει τὴν μὲν ὀργὴν ἀγένητον, τὴν δὲ εὔνοιαν | |
25 | αἰώνιον. Τηλικαύτην γὰρ ἔχει παραλλαγὴν ὁ τῶν ἀσεβῶν βίος πρὸς τὸν τῶν εὐσεβῶν ὥστε προσδοκᾶν ἑκατέρους αὐτοῖς βεβαιώσειν τὸ θεῖον τοῖς μὲν τὰς ἰδίας εὐχάς, τοῖς δὲ τὰς παρὰ τῶν ἐχθρῶν | |
εὐχάς .... τὸ δὲ ὅλον, εἰ τοῖς μὲν ἐχθροῖς ὅταν πρὸς τοὺς βω‐ | 276 | |
277 | μοὺς καταφύγωσι βοηθοῦμεν, τοῖς δὲ πολεμίοις διὰ τῶν ὅρκων πίστεις δίδομεν μηδὲν ἀδικήσειν, ποίαν χρὴ πρὸς αὐτοὺς ποιεῖσθαι τοὺς θεοὺς σπουδήν, οἳ οὐ μόνον τοὺς εὐσεβεῖς ἐν τῷ ζῆν εὖ ποι‐ οῦσιν, ἀλλὰ καὶ μετὰ τὸν θάνατον, ειδεκαι τ.. τελεταῖς δεῖ ἀγω‐ | |
5 | γὴν μετ’ εὐφημίας ἡδείας εἰς ἅπαντα τὸν αἰῶνα παρασκευάζουσιν; διὸ καὶ προσήκειν μηδὲν οὕτως τῶν ἐν τῷ βίῳ σπουδάζειν ὡς περὶ τὴν τῶν θεῶν τιμήν. 17. Ὅτι ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἀν‐ θρώπων καὶ τὰ λοιπὰ τῶν ζώων εὑρῆσθαι συμβέβηκεν, τὴν δὲ εὐσέ‐ | |
10 | βειαν τοσούτῳ τῶν ἄλλων ἀρετῶν προέχειν ὅσον καὶ τοὺς θεοὺς τῶν θνητῶν ἐν πᾶσι πρωτεύειν. 18. Ὅτι ζηλωτῆς οὔσης τοῖς ἰδιώταις πολὺ μᾶλλον οἰκείαν εἶναι ταῖς πόλεσιν· τῆς τε γὰρ ἀθανασίας ἐγγύτερον οὖσαι προσῳ‐ κειωμένην τοῖς θεοῖς τὴν φύσιν ἔχουσι καὶ πολὺν χρόνον διαμέ‐ | |
15 | νουσαι προσδοκῶσι τὴν ὀφειλομένην ἀμοιβήν, τῆς μὲν εὐσεβείας τὴν ἡγεμονίαν, τῆς δὲ εἰς τὸ θεῖον ὀλιγωρίας τὴν τιμωρίαν. 19. Ὅτι Μύσκελλός τις Ἀχαιὸς ὢν τὸ γένος ἐκ Κρήτης κατήν‐ τησεν εἰς Δελφοὺς καὶ τὸν θεὸν ἐπηρώτησε περὶ τέκνων γενέσεως· ἡ δὲ Πυθία ἀνεῖλεν οὕτως | |
20 | Μύσκελλε βραχύνωτε, φιλεῖ ς’ ἑκάεργος Ἀπόλλων, καὶ γενεὰν δώσει· τόδε δὲ πρότερόν σε κελεύει, οἰκῆσαί σε Κρότωνα μέγαν καλαῖς ἐν ἀρούραις. τοῦ δὲ Κρότωνα ἀγνοοῦντος εἰπεῖν πάλιν τὴν Πυθίαν αὐτός σοι φράζει ἑκατηβόλος· ἀλλὰ συνίει. | |
25 | οὗτος μὲν Τάφος τοι ἀνήροτος, ἥδε δὲ Χαλκίς, | |
ἥδε δὲ Κουρήτων ........ ἡ ἱερὰ χθών, | 277 | |
278 | αἵδε δ’ Ἐχινάδες εἰσίν· πολὺς δ’ ἐπ’ ἀριστερὰ πόντος. οὕτω ς’ [δ’] οὐκ ἄν φημι Λακινίου ἄκρου ἁμαρτεῖν οὐδ’ ἱερᾶς Κρεμίσης οὐδ’ Αἰσάρου ποταμοῖο. 20. Ὅτι τοῦ χρησμοῦ προστάσσοντος Κρότωνα κτίζειν ὁ Μύσ‐ | |
5 | κελλος τὴν περὶ τὴν Σύβαριν χώραν θαυμάσας ἐβούλετο κτίσαι, καὶ ἐξέπεσε χρησμὸς αὐτῷ οὗτος, Μύσκελλε βραχύνωτε, παρὲκ θεοῦ ἄλλα ματεύων κλαύματα μαστεύεις· δῶρον δ’ ὃ διδῷ θεὸς αἴνει. 21. Ὅτι φασί τινα τῶν εὐπόρων Συβαριτῶν ἀκούσαντα παρά | |
10 | τινων ὅτι θεασάμενος τοὺς ἐργάτας εἰληφὼς εἴη πράγματα, παρα‐ καλέσαι τὸν εἰπόντα μὴ θαυμάσαι· καὶ γὰρ ἀκούσαντα τὸ γεγονὸς πεπονηκέναι τὴν πλευράν. ἕτερον δὲ λέγεται παραβαλόντα εἰς Σπάρτην εἰπεῖν ὅτι πρότερον μὲν θαυμάζοι τὴν τῶν Σπαρτιατῶν ἀνδρείαν, τότε δὲ θεασάμενον εὐτελῶς καὶ μετὰ πολλῆς κακο‐ | |
15 | παθείας βιοῦντας εἰπεῖν ὅτι τῶν ἐσχάτων οὐδὲν διαφέρουσι· τὸν γὰρ ἐν Συβαρίταις ἀνδρειότατον μᾶλλον ἑλέσθαι ἂν τρὶς ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν. μάλιστα δὲ παρ’ αὐτοῖς περι‐ ουσιάσαι λέγεται τρυφῇ τὸν ὀνομαζόμενον Μινδυρίδην. 22. Ὅτι Μιλησίων τρυφώντων φασὶ πρὸς αὐτοὺς ἀποδημή‐ | |
20 | σαντά τινα τῶν Συβαριτῶν, ἐπειδὴ πάλιν πρὸς τὴν πατρίδα παρε‐ γενήθη, τά τε ἄλλα τοῖς πολίταις ἐξηγεῖσθαι καὶ δὴ φάσκειν κατὰ τὴν ἀποδημίαν πόλιν ἐλευθέραν ἑωρακέναι τὴν τῶν Μιλησίων. 23. Ὅτι συνταξαμένων τῶν ἐπευνακτῶν τῷ Φαλάνθῳ τότε ἥκειν πρὸς τὴν στάσιν κατὰ τὴν ἀγοράν, ὅταν ὁ αὐτὸς ἐπὶ τὸ | |
25 | μέτωπον ἐφελκύσῃ τὴν κυνῆν, μετὰ τῶν ὅπλων· ἐμήνυσε δέ τις τὸ μέλλον γίνεσθαι τοῖς ἐφόροις. τῶν δὲ πλείστων οἰομένων δεῖν ἀποκτεῖναι τὸν Φάλανθον Ἀγαθιάδας ἐραστὴς αὐτοῦ γεγονὼς εἶ‐ πεν, ὡς τοῦτο πράξαντες εἰς μεγίστην στάσιν ἐμβαλοῦσι τὴν | |
Σπάρτην, ἐν ᾗ κρατήσαντες ἀλυσιτελῆ ποιήσονται νίκην, καὶ σφα‐ | 278 | |
279 | λέντες ἄρδην ἀπολέσουσι τὴν πατρίδα. συνεβούλευσεν οὖν τὸν κήρυκα ἀναγορεῦσαι τὴν κυνῆν ἐᾶν ὡς ἔχει Φάλανθον. οὗ γενο‐ μένου τοὺς μὲν παρθενίας ἀποστήσασθαι τῆς ἐπιβολῆς καὶ πρὸς διάλυσιν ὁρμῆσαι. | |
5 | 24. Ὅτι οἱ αὐτοὶ ἐπευνακταὶ θεωροὺς πέμψαντες εἰς Δελ‐ φοὺς ἐπηρώτων εἰ δίδωσιν αὐτοῖς τὴν Σικυωνίαν. ἡ δ’ ἔφη καλόν τοι τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος· ἀλλ’ οὐκ οἰκήσεις οὐδ’ εἰ παγχάλκεος εἴης. Σατύριον φράζου καὶ Τάραντος ἀγλαὸν ὕδωρ | |
10 | καὶ λιμένα σκαιὸν καὶ ὅπου τράγος ἀγλαὸν οἶδμα ἀμφαγαπατ’ ἀκρόπολιν ἀγενείου. ἔνθα Τάραντα ποιοῦ ἐπὶ Σατυρίου βεβαῶτα. ἀκούσαντες δὲ ἠγνόουν. ἡ δὲ φανερώτερον ἔφη Σατύριόν τοι ἔδωκα Τάραντά τε πίονα δῆμον | |
15 | οἰκῆσαι καὶ πήματ’ Ἰαπύγεσσι γενέσθαι. 25. Ὅτι Ἀντίφημος καὶ Ἔντιμος οἱ Γέλαν κτίσαντες ἠρώτη‐ σαν τὴν Πυθίαν, καὶ ἔχρησε ταῦτα Ἔντιμ’ ἠδὲ Κράτωνος ἀγακλεὲς υἱὲ δαΐφρον, ἐλθόντες Σικελὴν χθόνα ναίετον ἄμφω, | |
20 | δειμάμενοι πτολίεθρον ὁμοῦ Κρητῶν Ῥοδίων τε πὰρ προχοὰς ποταμοῖο Γέλα συνομώνυμον ἁγνοῦ. 26. Ὅτι οἱ ἐκ τῆς δεκάτης ἀνατεθέντες Χαλκιδεῖς ἦλθον χρη‐ σόμενοι περὶ ἀποικίας, καὶ ἀνεῖλεν | |
Ἀψιδίη ποταμὸν ἱερωτάτην εἰς ἅλα πίπτειν, | 279 | |
280 | ἔνθ’ εἴσω βάλλοντι τὸν ἄρσενα θῆλυς ὀπυίει, ἔνθα πόλιν οἴκιζε, διδοῖ δέ σοι Αὔσονα χώραν. οἱ δὲ κατὰ τὸν Ἀψίαν ποταμὸν εὑρόντες ἄμπελον περιπεπλεγ‐ μένην ἐρινεῷ, τὸ λεγόμενον ἀρσενόθηλυν, ἔκτισαν πόλιν. | |
5 | 27. Παραπορευόμενον μεγάλῃ τῇ φωνῇ λέγειν „ἀντὶ θνητοῦ βίου δόξαν ἀθάνατον περιποιήσασθαι βούλεται τίς; 〈τίσ〉 ἐρεῖ πρῶτος, ἐπιδίδωμι τὸν ἐμαυτοῦ βίον εἰς τὴν κοινὴν ἀσφάλειαν·“ 28. Ὅτι τῶν εἰς ἀγρὸν πορευομένων τις ἐρωτήσας ἀπαντι.. ἠρώτησε μή τι νεώτερον εἴη κατὰ τὴν πόλιν. καὶ ἐζημίωσαν αὐ‐ | |
10 | τὸν οἱ τὴν ἀρχὴν παρὰ Λοκροῖς ἔχοντες· τοσοῦτον ἦσαν περὶ τὸ δίκαιον ἠσχοληκότες. 29. Ὅτι Σικυωνίοις ἔχρησεν ἡ Πυθία ἑκατὸν ἔτη μαστιγονο‐ μηθήσεσθαι αὐτούς. ἐπερωτησάντων δὲ αὐτῶν τίς ὁ ταῦτα ποι‐ ήσων, πάλιν ἀπεκρίθη, ᾧ ἂν καταπλεύσαντες πρώτῳ γεγενημένον | |
15 | υἱὸν ἀκούσωσιν. ἐτύγχανεν δὲ τοῖς θεωροῖς ἠκολουθηκὼς τῆς θυσίας ἕνεκα μάγειρος, ὃς ἐκαλεῖτο Ἀνδρέας· μισθοῦ τοῖς ἄρχουσι μαστιγοφορῶν ὑπηρέτει. 30. Ὅτι οἱ Σπαρτιᾶται ὑπὸ Μεσσηνίων ἡττηθέντες εἰς Δελ‐ φοὺς πέμψαντες ἠρώτων περὶ πολέμου. ἔχρησεν δὲ αὐτοῖς παρὰ | |
20 | Ἀθηναίων λαβεῖν ἡγεμόνα. 31. Ὅτι οἱ Λακεδαιμόνιοι προτραπέντες ὑπὸ Τυρταίου οὕτω προθύμως εἶχον πρὸς παράταξιν, ὥστε μέλλοντες παρατάττεσθαι τὰ ὀνόματα σφῶν αὐτῶν ἐγράψαντο εἰς σκυταλίδα καὶ ἐξῆψαν ἐκ τῆς χειρός, ἵνα τελευτῶντες μὴ ἀγνοῶνται ὑπὸ τῶν οἰκείων. οὕτω | |
25 | παρέστησαν ταῖς ψυχαῖς ἕτοιμοι πρὸς τὸ τῆς νίκης ἀποτυγχάνον‐ τες ἑτοίμως ἐπιδέχεσθαι τὸν ἔντιμον θάνατον. 32. Ὅτι Ἀριστοτέλης ὁ καὶ Βάττος κτίσαι βουλόμενος Κυ‐ | |
ρήνην ἔλαβε χρησμὸν οὕτως | 280 | |
281 | Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων εἰς Λιβύην πέμπει καλλιστέφανον Κυρήνης εὐρείης ἄρχειν καὶ ἔχειν βασιληίδα τιμήν. ἔνθα σε βάρβαροι ἄνδρες, ἐπὰν Λιβύης ἐπιβήῃς, | |
5 | βαττοφόροι ἐπίασι· σὺ δ’ εὐχόμενος ηρανιοιο Παλλάδι τ’ ἐγρεμάχῃ γλαυκώπιδι καὶ Διὸς υἱῷ Φοίβῳ ἀκερσεκόμῃ νίκην ὑποχείριον ἕξεις, καὶ μάκαρος Λιβύης καλλιστεφάνου βασιλεύσεις αὐτὸς καὶ γένος ὑμόν· ἄγει δέ σε Φοῖβος Ἀπόλλων. | |
10 | 33. Ταῖς γὰρ εὐημερίαις φυσικῶς ἀντικαθήμενος ὁ φθόνος καθαιρεῖ τοὺς ταῖς δόξαις πρωτεύοντας. 34. Ὅτι οἱ Λοκροὶ ἔπεμψαν εἰς Σπάρτην περὶ συμμαχίας δεόμενοι. οἱ δὲ Λακεδαιμόνιοι τὸ μέγεθος τῆς Κροτωνιατῶν δυνά‐ μεως ἀκούοντες, ὥσπερ ἀφοσιούμενοι καὶ μόνως ἂν οὕτως σωθέν‐ | |
15 | των Λοκρῶν, ἀπεκρίθησαν αὐτοῖς συμμάχους διδόναι τοὺς Τυνδα‐ ρίδας. οἱ δὲ πρέσβεις εἴτε προνοίᾳ θεοῦ εἴτε τὸ ῥηθὲν οἰωνι‐ σάμενοι προσεδέξαντο τὴν βοήθειαν παρ’ αὐτῶν καὶ καλλιερήσαν‐ τες ἔστρωσαν τοῖς Διοσκούροις κλίνην ἐπὶ τῆς νηὸς καὶ ἀπέπλευ‐ σαν ἐπὶ τὴν πατρίδα. | |
20 | 35. Ποταπὰς δὲ ψυχὰς ἕξειν τοὺς συνηκολουθηκότας πατέρας, ὅταν ὁρῶντες τοὺς ἑαυτῶν υἱοὺς ὑπὸ τῶν βαρβάρων ἀρρήτῳ συμ‐ φορᾷ περιπίπτοντας μὴ δύνωνται βοηθεῖν, ἀλλὰ τὰς ἑαυτῶν πο‐ λιὰς σπαράσσοντες πρὸς κωφὴν ὀδύρωνται τύχην; 36. Ὅτι Κροῖσος ὁ Λυδῶν βασιλεὺς μεγάλας κεκτημένος δυνά‐ | |
25 | μεις καὶ πολὺν ἐκ παρασκευῆς σεσωρευκὼς ἄργυρόν τε καὶ χρυσὸν μετεπέμπετο τῶν Ἑλλήνων τοὺς σοφωτάτους, καὶ συνδιατρίβων αὐτοῖς μετὰ πολλῶν δώρων ἐξέπεμπεν καὶ αὐτὸς πρὸς ἀρετὴν ὠφελεῖτο πολλά. ποτὲ δὲ τοῦτον μεταπεμψάμενος καὶ τὰς δυνά‐ μεις καὶ τὸν πλοῦτον ἐπιδειξάμενος ἠρώτησεν εἴ τις ἕτερος αὐτοῦ | |
30 | δοκεῖ μακαριώτερος εἶναι. ὁ δὲ Σόλων τῇ συνήθει τοῖς φιλοσό‐ | 281 |
282 | φοις χρησάμενος παρρησίᾳ ἔφη μηδένα τῶν ζώντων εἶναι μακά‐ ριον· τὸν γὰρ ἐπ’ εὐδαιμονίᾳ πεφρονηματισμένον καὶ δοκοῦντα τὴν τύχην ἔχειν συνεργὸν μὴ γινώσκειν εἰ διαμενεῖ μετ’ αὐτοῦ μέχρι τῆς ἐσχάτης. σκοπεῖν οὖν ἔφησεν δεῖν τὴν τοῦ βίου τελευ‐ | |
5 | τὴν καὶ τὸν διευτυχήσαντα τότε προσηκόντως λέγειν μακάριον. ὁ δὲ Κροῖσος ὕστερον γενόμενος αἰχμάλωτος ὑπὸ Κύρου καὶ μέλλων ἐπὶ μεγάλῃ πυρᾷ κατακαίεσθαι, τῆς Σόλωνος ἀποφάσεως ἐμνημό‐ νευσεν. διὸ καὶ τοῦ πυρὸς ἤδη περιφλέγοντος ἀνεβόα συνεχῶς τὸ τοῦ Σόλωνος ὄνομα. ὁ δὲ Κῦρος προσπέμψας τοὺς πυθομένους, | |
10 | τίς ἡ συνεχής ἐστι τοῦ Σόλωνος ὀνομασία, μαθὼν τἀληθὲς μετέ‐ πεσε τοῖς λογισμοῖς καὶ νομίσας τὴν ἀπόκρισιν τοῦ Σόλωνος ἀλη‐ θινὴν εἶναι τῆς μὲν ὑπερηφανίας ἐπαύσατο, τὴν δὲ πυρὰν κατασβέ‐ σας ἔσωσε τὸν Κροῖσον καὶ τὸ λοιπὸν ἕνα τῶν φίλων κατηρίθμησεν. 37. Ὅτι ὁ Σόλων ἡγεῖτο τοὺς μὲν πύκτας καὶ σταδιεῖς καὶ | |
15 | τοὺς ἄλλους ἀθλητὰς μηδὲν ἀξιόλογον συμβάλλεσθαι ταῖς πόλεσι πρὸς σωτηρίαν, τοὺς δὲ φρονήσει καὶ ἀρετῇ διαφέροντας μόνους δύνασθαι τὰς πατρίδας ἐν τοῖς κινδύνοις διαφυλάττειν. 38. Ὅτι περὶ τοῦ χρυσοῦ τρίποδος ἀμφισβητήσεως οὔσης ἡ Πυθία ἔχρησεν οὕτως | |
20 | ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; τίς σοφίᾳ πρῶτος πάντων; τούτῳ τρίποδ’ αὐδῶ. οἱ δέ φασιν ἄλλως ὅτι πολέμου γενομένου τοῖς Ἴωσι πρὸς ἀλλή‐ λους, καὶ τοῦ τρίποδος παρὰ σαγηνέων ἀνενεχθέντος, ἐπερωτῆσαι τὸν θεὸν περὶ τῆς καταλύσεως τοῦ πολέμου. ἡ δὲ ἔφη | |
25 | οὔποτε μὴ λήξῃ πόλεμος Μερόπων καὶ Ἰώνων πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος κάμε τεύχων, ἐκ μέσσου πέμψητε, καὶ ἐς δόμον ἀνδρὸς ἵκηται ὃς σοφίᾳ τά τ’ ἐόντα τά τ’ ἐσσόμενα προδέδορκεν. 39. Ὅτι οἱ Μιλήσιοι ἀκολουθῆσαι βουλόμενοι τῷ χρησμῷ | |
30 | Θάλητι τῷ Μιλησίῳ τῶν ἑπτὰ σοφῶν τὸ ἀριστεῖον ἐβούλοντο δοῦναι· τὸν δὲ εἰπεῖν ὡς οὐκ ἔστιν πάντων σοφώτατος, συμβου‐ λεύειν δὲ πρὸς ἕτερον πέμπειν σοφώτερον. τούτῳ δὲ τῷ τρόπῳ καὶ τῶν ἄλλων τῶν ἑπτὰ σοφῶν ἀποποιησαμένων τὸν τρίποδα | |
Σόλωνι δίδοσθαι δοκοῦντι πάντας ἀνθρώπους ὑπερβεβλῆσθαι σο‐ | 282 | |
283 | φίᾳ τε καὶ συνέσει. τὸν δὲ συμβουλεῦσαι τοῦτον ἀναθεῖναι Ἀπόλ‐ λωνι· τοῦτον γὰρ εἶναι σοφώτερον πάντων. 40. Ὅτι ὁ αὐτὸς πρὸς τῇ τοῦ βίου καταστροφῇ ὁρῶν Πεισί‐ στρατον πρὸς χάριν λόγοις τὰ πλήθη δημαγωγοῦντα καὶ πρὸς | |
5 | τυραννίδα παρορμῶντα, τὸ μὲν πρῶτον λόγοις ἐπεχείρησεν ἀπο‐ τρέπειν ταύτης τῆς ἐπιβολῆς· οὐ προσέχοντος δὲ αὐτοῦ προῆλθεν εἰς τὴν ἀγορὰν μετὰ τῆς πανοπλίας παντελῶς ἤδη γεγηρακώς. συνδραμόντος δὲ τοῦ πλήθους πρὸς αὐτὸν διὰ τὸ παράδοξον, παρ‐ εκάλει τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα καὶ παραχρῆμα καταλύειν | |
10 | τὸν τύραννον· οὐδενὸς δὲ αὐτῷ προσέχοντος, καὶ πάντων αὐτοῦ μανίαν καταγινωσκόντων, τινῶν δὲ παραγηρᾶν αὐτὸν ἀποφαινο‐ μένων, ὁ μὲν Πεισίστρατος ἤδη τινὰς δορυφόρους περιαγόμενος προσῆλθε τῷ Σόλωνι καὶ ἐπύθετο τίνι θαρρῶν τὴν τυραννίδα καταλύειν αὐτοῦ βούλεται, τοῦ δὲ εἰπόντος ὅτι τῷ γήρᾳ θαυμάσας | |
15 | τὴν φρόνησιν αὐτοῦ οὐδὲν αὐτὸν ἠδίκησεν. 41. Ὅτι τὸν παρανόμοις καὶ ἀδίκοις πράξεσιν ἐπιβαλόμενον οὐκ ἂν προσηκόντως σοφὸν νομίζεσθαι. 42. Ὅτι φασὶν Ἀνάχαρσιν τὸν Σκύθην φρονοῦντα ἐπὶ σοφίᾳ μέγα παραγενέσθαι Πυθώδε καὶ ἐπερωτῆσαι τίς ἐστιν αὐτοῦ τῶν | |
20 | Ἑλλήνων σοφώτερος. καὶ εἰπεῖν Οἰταῖόν τινά φασι Μύσωνα σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν, ὅστις ἦν Μαλιεὺς καὶ ᾤκει τὴν Οἴτην εἰς κώμην Χηνὰς καλουμένην. 43. Ὅτι ὁ Σόλων πολυπραγμονήσας τὸν τόπον ἐν ᾧ διέτριβε | |
25 | Μύσων κατέλαβεν αὐτὸν ἐπὶ τῆς ἅλω πρὸς ἄροτρον προσβαλόντα ἐχέτλην, καὶ πειραθεὶς τοῦ ἀνδρὸς ἔφη „οὐχ ὥρα νῦν ἀρότρου, ὦ Μύσων“, καὶ οὗτος „οὐ χρῆσθαι,“ εἶπεν „ἀλλ’ ἐπισκευάζειν.“ 44. Ὅτι Χίλων ἀφικόμενος εἰς Δελφοὺς καὶ καθάπερ ἀπαρ‐ χὰς ποιούμενος τῷ θεῷ τῆς ἰδίας συνέσεως ἐπέγραψεν ἐπί τινα | |
30 | κίονα τρία ταῦτα, Γνῶθι σεαυτόν, καὶ Μηδὲν ἄγαν, καὶ τρίτον | 283 |
284 | Ἐγγύα, πάρα δ’ ἄτα. τούτων ἕκαστον ὑπάρχον βραχὺ καὶ Λακω‐ νικὸν μεγάλην ἔχει τὴν ἀναθεώρησιν. τὸ γὰρ Γνῶθι σαυτὸν παραγγέλλει παιδευθῆναι καὶ φρόνιμον γενέσθαι· οὕτω γὰρ ἄν τις ἑαυτὸν γνοίη· ἢ ὅτι οἱ ἄμοιροι παιδείας καὶ ἀλόγιστοι κατὰ | |
5 | τὸ πλεῖστον ἑαυτοὺς συνετωτάτους ὑπειλήφασιν, ἥπερ ἐστὶ τῶν ἀμαθιῶν ἀμαθεστάτη κατὰ τὸν Πλάτωνα, ἢ ὅτι τοὺς πονηροὺς ἐπιεικεῖς ἡγοῦνται, τοὺς δὲ χρηστοὺς ἀνάπαλιν φαύλους· μόνως γὰρ ἄν τις οὕτως ἑαυτὸν γνοίη καὶ ἕτερον, τυχὼν παιδείας καὶ συνέσεως περιττοτέρας. τὸ δὲ Μηδὲν ἄγαν μετριάζειν ἐν πᾶσι | |
10 | καὶ μηδὲ περὶ ἑνὸς τῶν ἀνθρωπίνων τελείως διορίζεσθαι, ὡς Ἐπι‐ δάμνιοι. οὗτοι γὰρ τὸν Ἀδρίαν οἰκοῦντες καὶ πρὸς ἀλλήλους δια‐ φερόμενοι μύδρους διαπύρους καταποντίσαντες ἐν μέσῳ τῷ πελά‐ γει διωμόσαντο μὴ σπείσασθαι τὴν πρὸς ἀλλήλους ἔχθραν πρό‐ τερον ἕως ἂν οὗτοι θερμοὶ ἀνενεχθῶσιν. οὕτω δὲ σκληρῶς ὀμό‐ | |
15 | σαντες καὶ τὸ Μηδὲν ἄγαν οὐκ ἐπινοήσαντες ὕστερον ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενοι διελύσαντο τὴν ἔχθραν ἐάσαντες τοὺς μύδρους ψυχροὺς ἐν τῷ βυθῷ. τὸ δὲ Ἐγγύα, παρὰ δ’ ἄτα τινὲς ὑπέλαβον γάμον ἀπαγορεύειν· τὴν γὰρ τοῦ γάμου σύνθεσιν παρὰ τοῖς πλείστοις τῶν Ἑλλήνων ἐγγύην ὀνομάζεσθαι, καὶ βεβαιωτὴς | |
20 | ὁ κοινὸς βίος, ἐν ᾧ πλεῖσται καὶ μέγισται γίνονται συμφοραὶ διὰ τὰς γυναῖκας. ἔνιοι δέ φασιν ἀνάξιον εἶναι Χίλωνα διὰ τὸ μὴ δύνασθαι ἀναιρουμένου τοῦ γάμου διαμένειν τὸν βίον, τὴν δὲ ἄτην ἀποφαίνονται ἐγγύαις ταῖς ἐπὶ τῶν συμβολαίων καὶ ταῖς ὑπὲρ τῶν ἄλλων διομολογήσεσι περὶ χρημάτων. καὶ Εὐριπίδης | |
25 | οὐκ ἐγγυῶμαι· ζημία φιλέγγυον σκοπεῖν· τὰ Πυθοῖ δ’ οὐκ ἐᾷ με γράμματα. Ἔνιοι δέ φασιν μὴ Χίλωνος εἶναι μηδὲ πολιτικὸν τὸ μηδενὶ τῶν φίλων ἐν ταῖς τοιαύταις χρείαις ἐπαρκεῖν, ἀλλὰ μᾶλλον τὰς καταβεβαιώσεις ἀπαγορεύειν καὶ τὸ κατατεταμένως ἐγγυᾶσθαί τι | |
30 | καὶ διορίζεσθαι τῶν ἀνθρωπίνων, ὡς ποιῆσαι τοὺς Ἕλληνας ὅτε κατηγωνίσαντο τὸν Ξέρξην. ὤμοσαν γὰρ ἐν Πλαταιαῖς παραδώσειν παίδων παισὶ τὴν πρὸς τοὺς Πέρσας ἔχθραν, ἕως ἂν οἱ ποταμοὶ | |
ῥέωσιν εἰς τὴν θάλασσαν καὶ γένος ἀνθρώπων εἴη καὶ γῆ καρ‐ | 284 | |
285 | ποὺς φέροι· τὸ δὲ τῆς τύχης εὐμετάπτωτον βεβαίως ἐγγυώμενοι μετά τινα χρόνον ἐπρεσβεύοντο πρὸς Ἀρταξέρξην τὸν υἱὸν Ξέρξου περὶ φιλίας καὶ συμμαχίας. 45. Ὅτι ὁ Χίλωνος λόγος βραχὺς ὢν ὅλην περιείληφε τὴν | |
5 | πρὸς τὸν ἄριστον βίον ὑποθήκην, ὡς καὶ τῶν ἐν Δελφοῖς ἀναθη‐ μάτων βελτίω ταῦτα τὰ ἀποφθέγματα. αἱ μὲν γὰρ χρυσαῖ Κροίσου πλίνθοι καὶ τὰ ἄλλα [τὰ] κατασκευάσματα ἠφανίσθη καὶ μεγάλας ἀφορμὰς παρέσχε τοῖς ἀσεβεῖν εἰς τὸ ἱερὸν ἑλομένοις, αἱ δὲ γνῶ‐ μαι τὸν ἅπαντα χρόνον σώζονται ἐν ταῖς τῶν πεπαιδευμένων | |
10 | ψυχαῖς τεθησαυρισμέναι καὶ κάλλιστον ἔχουσαι θησαυρόν, πρὸς ὃν 〈ἂν〉 οὔτε Φωκεῖς οὔτε Γαλάται προσενεγκεῖν τὰς χεῖρας σπου‐ δάσειαν. 46. Ὅτι τῶν Μιτυληναίων διδόντων τῷ Πιττακῷ τῆς χώρας ὑπὲρ ἧς ἐμονομάχησεν τὴν ἡμίσειαν οὐκ ἐδέξατο, συνέταξεν δὲ | |
15 | ἑκάστῳ κληρῶσαι τὸ ἴσον, ἐπιφθεγξάμενος ὡς τὸ ἴσον ἐστὶ τοῦ πλείονος πλεῖον. μετρῶν γὰρ ἐπιεικείᾳ τὸ πλεῖον οὐ κέρδει σοφῶς ἐγίνωσκεν· ἐπὶ μὲν γὰρ ἰσότητι δόξαν καὶ ἀσφάλειαν ἀκολουθή‐ σειν, τῇ δὲ πλεονεξίᾳ βλασφημίαν καὶ φόβον, δι’ ὧν ταχέως ἂν αὐτοῦ τὴν δωρεὰν ἀφείλαντο. | |
20 | 47. Ὅτι σύμφωνα τούτοις ἔπραξε καὶ πρὸς Κροῖσον διδόντα τῶν ἐκ τοῦ γαζοφυλακείου χρημάτων λαβεῖν ὁπόσα βούλοιτο. καὶ γὰρ τότε τὴν δωρεὰν οὐ προσδεξάμενόν φασιν εἰπεῖν, καὶ νῦν ἔχειν ὧν ἤθελε διπλάσια. θαυμάσαντος δὲ τοῦ Κροίσου τὴν ἀφιλ‐ αργυρίαν καὶ περὶ τῆς ἀποκρίσεως ἐπερωτήσαντος, εἰπεῖν ὡς | |
25 | τελευτήσαντος ἄπαιδος ἀδελφοῦ κεκληρονομηκὼς οὐσίαν εἴη τὴν ἴσην ᾗπερ εἶχεν, ἣν οὐχ ἡδέως προσειληφέναι. 48. Ὅτι καὶ τὸν ποιητὴν Ἀλκαῖον, ἐχθρότατον αὐτοῦ γεγενη‐ μένον καὶ διὰ τῶν ποιημάτων πικρότατα λελοιδορηκότα, λαβὼν ὑποχείριον ἀφῆκεν, ἐπιφθεγξάμενος ὡς συγγνώμη τιμωρίας αἱρε‐ | |
30 | τωτέρα. | |
49. Ὅτι μέγα ἐστὶν οὐ τὸ δύναμιν ὅτου δήποτε σχεῖν ἀλλὰ | 285 | |
286 | τὸ ταύτῃ δεόντως χρῆσθαι. ἐπεὶ τί ὄφελος Μίλωνι τῷ Κροτω‐ νιάτῃ τὸ μέγεθος τῆς περὶ τὸ σῶμα ῥώμης; 50. Ὅτι Πολυδάμας ὁ Θετταλὸς ὑπὸ τῆς πέτρας διαρραγεὶς πᾶσιν ἐποίησε φανερὸν ὡς ἐπισφαλές ἐστιν ἰσχὺν μεγάλην ἔχειν, | |
5 | νοῦν δὲ μικρόν. 51. Ὅτι τῶν Κιρραίων πολιορκουμένων πολὺν ἤδη χρόνον διὰ τὸ τὸ χρηστήριον ἐπιχειρεῖν συλᾶν, τινὲς μὲν τῶν Ἑλλήνων εἰς τὰς πατρίδας ἐπανῆλθον· οἱ δὲ ἐπερωτήσαντες τὴν Πυθίαν ἔλαβον χρησμὸν οὕτως | |
10 | οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἱεραῖσιν ἐπ’ ἀκταῖς. 52. Ὅτι Περίλαος ὁ ἀνδριαντοποιὸς Φαλάριδι τῷ τυράννῳ κατασκευάσας βοῦν χαλκοῦν πρὸς τιμωρίαν τῶν ὁμοφύλων αὐτὸς | |
15 | πρῶτος ἐπειράθη τοῦ μεγέθους τῆς τιμωρίας. οἱ γὰρ κατὰ τῶν ἄλλων βουλευόμενοί τι φαῦλον ὡς ἐπίπαν ταῖς ἰδίαις ἐπιθυμίαις εἰώθασιν ἁλίσκεσθαι. 53. Ὅτι Σόλων ὁ νομοθέτης παρελθὼν εἰς τὴν ἐκκλησίαν παρεκάλει τοὺς Ἀθηναίους καταλύειν τὸν τύραννον πρὶν τελέως | |
20 | ἰσχυρὸν γενέσθαι. οὐδενὸς δὲ αὐτῷ προσέχοντος ἀναλαβὼν τὴν πανοπλίαν προῆλθεν εἰς τὴν ἀγορὰν γεγηρακώς, καὶ τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἔφησεν καὶ λόγῳ καὶ ἔργῳ τῇ πατρίδι κινδυνευούσῃ βεβοηθηκέναι τὸ κατ’ αὐτὸν μέρος· τῶν δὲ ὄχλων ἀγνοούντων τὴν ἐπιβουλὴν Πεισιστράτου συνέβη τὸν Σόλωνα τἀληθῆ λέγοντα παρα‐ | |
25 | πέμπεσθαι. λέγεται δὲ Σόλων καὶ προειπεῖν τοῖς Ἀθηναίοις τὴν ἐσομένην τυραννίδα δι’ ἐλεγείων ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ θαλάττης, βροντὴ δ’ ἐκ λαμπρᾶς γίνεται ἀστεροπῆς. ἀνδρῶν δ’ ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ μονάρχου | |
30 | δῆμος ἀϊδρείῃ δουλοσύνην ἔπεσεν. | 286 |
287 | λείης δ’ ἐξεραντα ῥάδιόν ἐστι κατασχεῖν ὕστερον, ἀλλ’ ἤδη χρὴ πάντα νοεῖν. καὶ μετὰ ταῦτα, εἰ δὲ πεπόνθατε λυγρὰ δι’ ὑμετέραν κακότητα, | |
5 | μὴ θεοῖσιν ταύτην μοῖραν ἐπαμφέρετε· αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες, καὶ διὰ τοῦτο κακὴν ἔσχετε δουλοσύνην. ὑμῶν δ’ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δ’ ὑμῖν κοῦφος ἔνεστι νόος. | |
10 | εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπος αἴολον ἀνδρός, εἰς ἔργον δ’ οὐδὲν γινόμενον βλέπετε. 54. Ὅτι ὁ Πεισίστρατος παρεκάλει τὸν Σόλωνα τὰς ἡσυχίας ἔχειν καὶ τῶν τῆς τυραννίδος ἀγαθῶν συναπολαύειν· οὐδενὶ δὲ τρόπῳ δυνάμενος αὐτοῦ μεταθεῖναι τὴν προαίρεσιν, ἀλλ’ ὁρῶν | |
15 | μᾶλλον ἀεὶ ἐξεγειρόμενον καὶ μετὰ ἀνατάσεως ἀπειλοῦντα τιμω‐ ρίαν ἐπιθήσειν, ἠρώτησεν αὐτὸν τίνι πεποιθὼς ἀντιπράττει ταῖς ἐπιβολαῖς αὐτοῦ. τὸν δέ φασιν εἰπεῖν „τῷ γήρᾳ.“ 55. Ὅτι Κροῖσος ναυπηγῶν πλοῖα μακρά, φασιν, ἔμελλεν στρατεύειν ἐπὶ τὰς νήσους. παρεπιδημοῦντα δὲ Βίαντα παρὰ τὰς | |
20 | νήσους καὶ θεωροῦντα τὴν ναυπηγίαν ὑπὸ τοῦ βασιλέως ἐρωτη‐ θῆναι μή τι νεώτερον ἀκηκοὼς εἴη παρὰ τοῖς Ἕλλησι γινόμενον. τοῦ δὲ εἰπόντος ὅτι πάντες οἱ νησιῶται συνάγουσιν ἵππους, δια‐ νοούμενοι στρατεύειν ἐπὶ Λυδούς, λέγεται τὸν Κροῖσον εἰπεῖν „Εἴθε γάρ τις πείσειε νησιώτας σὺν ἵπποις παρατάξασθαι Λυ‐ | |
25 | δοῖς.“ ὁ δὲ Πιττακὸς ἢ Βίας ὑπολαβών φησιν „Εἶτα Λυδοὺς μὲν ἤπειρον οἰκοῦντας σπεύδειν ἀποφαίνῃ λαβεῖν ἐπὶ γῆς νησιώτας ἄνδρας, τοὺς δὲ νῆσον οἰκοῦντας οὐκ οἴει θεοῖς εὔξασθαι λαβεῖν ἐν θαλάττῃ Λυδούς, ἵν’ ὑπὲρ τῶν κατὰ τὴν ἤπειρον τοῖς Ἕλλησι συμβάντων κακῶν κατὰ πέλαγος ἀμύνωνται τὸν τοὺς συγγενεῖς | |
30 | καταδεδουλωμένον;“ ὁ δὲ Κροῖσος θαυμάσας τὸν λόγον παραχρῆμα μετενόησε καὶ τῆς ναυπηγίας ἀπέστη· τῶν γὰρ Λυδῶν ἱππεύειν | |
εἰδότων ἐνόμιζε προτερεῖν αὐτοὺς πεζῇ. | 287 | |
288 | 56. Ὅτι ὁ Κροῖσος μετεπέμπετο τοὺς ἐκ τῆς Ἑλλάδος ἐπὶ σοφίᾳ πρωτεύοντας ἐνδεικνύμενος τὸ μέγεθος τῆς εὐδαιμονίας, καὶ τοὺς ἐξυμνοῦντας τὴν εὐτυχίαν αὐτοῦ ἐτίμα μεγάλαις δωρεαῖς. μετεπέμψατο δὲ καὶ Σόλωνα, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ἐπὶ | |
5 | φιλοσοφίᾳ μεγίστην δόξαν ἐχόντων, τὴν ἰδίαν εὐδαιμονίαν διὰ τῆς τούτων τῶν ἀνδρῶν μαρτυρίας ἐπισφραγίζεσθαι βουλόμενος. παρε‐ γενήθη δὲ πρὸς αὐτὸν Ἀνάχαρσις ὁ Σκύθης καὶ Βίας καὶ Σόλων καὶ Πιττακός, οὓς ἐπὶ τὰς ἑστιάσεις καὶ τὸ συνέδριον εἶχεν ἐν μεγίστῃ τιμῇ, τόν τε πλοῦτον αὐτοῖς ἐπιδεικνύμενος καὶ τὸ μέγε‐ | |
10 | θος τῆς τούτου δυναστείας. παρὰ δὲ τοῖς πεπαιδευμένοις τῆς βραχυλογίας τότε ζηλουμένης, ὁ [δὲ] Κροῖσος ἐπιδειξάμενος τὴν τῆς βασιλείας εὐδαιμονίαν τοῖς ἀνδράσι καὶ τὸ πλῆθος τῶν κεχει‐ ρωμένων ἐθνῶν ἠρώτησεν Ἀνάχαρσιν, ὄντα πρεσβύτερον τῶν σο‐ φιστῶν, τίνα νομίζει τῶν ὄντων ἀνδρειότατον. ὁ δὲ τὰ ἀγριώ‐ | |
15 | τατα τῶν ζώων ἔφησε· μόνα γὰρ προθύμως ἀποθνήσκειν ὑπὲρ τῆς ἐλευθερίας. ὁ δὲ Κροῖσος νομίσας ἡμαρτηκέναι αὐτόν, ἐν τῷ δευ‐ τέρῳ πρὸς χάριν αὐτῷ ποιήσεσθαι τὴν ἀπόκρισιν ὑπολαβὼν ἠρώ‐ τησε, τίνα δικαιότατον κρίνει τῶν ὄντων. ὁ δὲ πάλιν ἀπεφαίνετο τὰ ἀγριώτατα τῶν θηρίων· μόνα γὰρ κατὰ φύσιν ζῆν οὐ κατὰ | |
20 | νόμους· εἶναι γὰρ τὴν μὲν φύσιν θεοῦ ποίησιν, τὸν δὲ νόμον ἀνθρώπου θέσιν, καὶ δικαιότερον εἶναι χρῆσθαι τοῖς τοῦ θεοῦ ἢ τοῖς τῶν ἀνθρώπων εὑρήμασιν. ὁ δὲ διασῦραι βουλόμενος Ἀνά‐ χαρσιν ἠρώτησεν εἰ καὶ σοφώτατα τὰ θηρία. ὁ δὲ συγκαταθέμενος ἐδίδασκεν ὅτι τὴν τῆς φύσεως ἀλήθειαν τῆς τοῦ νόμου θέσεως | |
25 | προτιμᾶν ἰδιώτατον ὑπάρχειν σοφίας. ὁ δὲ τούτου κατεγέλασεν ὡς ἐκ τῆς Σκυθίας καὶ θηριώδους διαγωγῆς πεποιημένου τὰς ἀποκρίσεις. Ἠρώτησε δὲ τὸν Σόλωνα τίνα τῶν ὄντων εὐδαιμονέστατον ἑώρακεν, ὡς τοῦτό γε πάντως ἀποδοθησόμενον ἑαυτῷ. τοῦ δὲ | |
30 | εἰπόντος ὡς οὐδένα δικαίως ἂν εἰπεῖν ἔχοι διὰ τὸ μηδενὸς τῶν ὄντων ἑωρακέναι τὸ τέλος τοῦ βίου, οὗ χωρὶς οὐδεὶς ἂν προση‐ | |
κόντως μακάριος νομίζοιτο· πολλάκις γὰρ οἱ τὸν ἔμπροσθεν πάντα | 288 | |
289 | βίον εὐδαίμονες δόξαντες εἶναι πρὸς αὐτῇ τῇ τοῦ βίου καταστροφῇ μεγίσταις περιέπεσον συμφοραῖς· ὁ δὲ βασιλεὺς „οὐδὲ πλουσιώ‐ τατον ἄρα με κρίνεις;“ ἔφη. καὶ ὁ Σόλων τὴν αὐτὴν ἀπόκρισιν ποιησάμενος ἐδίδασκεν ὡς οὐ τοὺς πλεῖστα κεκτημένους ἀλλὰ τοὺς | |
5 | πλείστου ἀξίαν τὴν φρόνησιν ἡγουμένους νομιστέον πλουσιωτά‐ τους· ἡ δὲ φρόνησις οὐδενὶ τῶν ἄλλων ἀντίρροπος οὖσα μόνους ποιεῖ τοὺς αὐτὴν περὶ πολλοῦ ποιουμένους μέγιστον καὶ βεβαιό‐ τατον ἔχειν πλοῦτον. ἠρώτησε καὶ τὸν Βίαντα πότερον ὀρθῶς ἐποιήσατο τὴν ἀπόκρισιν ὁ Σόλων ἢ διήμαρτεν. ὁ δὲ ὑπειπὼν | |
10 | „ὀρθῶσ“ ἔφη· „τὰ γὰρ ἔν σοι βούλεται θεωρήσας ἀγαθὰ δια‐ γνῶναι, νυνὶ δὲ τὰ παρά σοι μόνον ἑώρακεν·“ εἶναι δὲ δι’ ἐκεῖνα μᾶλλον ἢ ταῦτα τοὺς ἀνθρώπους εὐδαίμονας. ὁ δὲ βασιλεὺς „ἀλλ’ εἰ τὸν τῶν χρημάτων“ ἔφησε „πλοῦτον μὴ προτιμᾷς, τό γε πλῆθος τῶν φίλων ὁρᾷς τοσοῦτον ὑπάρχον ὅσον οὐδενὶ τῶν ἄλ‐ | |
15 | λων.“ ὁ δὲ καὶ τοῦτον ἀπεφήνατο τὸν ἀριθμὸν ἄδηλον εἶναι διὰ τὴν εὐτυχίαν. πρὸς δὲ Πιττακὸν εἰπεῖν φασιν „ποίαν ἑώρακας ἀρχὴν κρατίστην;“ τὸν δὲ ἀποκριθῆναι „τὴν τοῦ ποικίλου ξύλου,“ διασημαίνοντα τοὺς νόμους. 57. Ὅτι Αἴσωπος κατὰ τοὺς αὐτοὺς χρόνους συνήκμαζε τοῖς | |
20 | ἑπτὰ σοφοῖς καὶ εἶπεν ὡς οὐκ οἴδασιν οὗτοι ὁμιλεῖν δυνάστῃ· καὶ γὰρ ὡς ἥκιστα δεῖν ἢ ὡς ἥδιστα συμβιοῦν τοῖς τοιούτοις. 58. Ὅτι ὁ Φάλαρις ἰδὼν περιστερῶν πλῆθος ὑφ’ ἑνὸς ἱέρα‐ κος διωκόμενον ἔφη „ὁρᾶτε ὦ ἄνδρες τοσοῦτο πλῆθος ὑφ’ ἑνὸς διωκόμενον διὰ δειλίαν; ἐπείτοι γε εἰ τολμήσειαν ἐπιστρέψαι, | |
25 | ῥαδίως τοῦ διώκοντος ἂν περιγένοιντο.“ αὐτὸς δὲ πεπλασμένως ἔλεγε· τὴν μὲν γὰρ νίκην ἀρετῇ καὶ οὐ πολυπληθίᾳ χειρῶν περι‐ γίνεσθαι. καὶ ἐκ τούτου τοῦ λόγου ἀπέβαλε τὴν δυναστείαν, ΩΣ ΓΕΓΡΑΠΤΑΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΙΑΔΟΧΗΣ ΒΑΣΙΛΕΩΝ. 59. Ὅτι Κροῖσος ἐπὶ Κῦρον τὸν Πέρσην ἐκστρατεύων ἐπύ‐ | |
30 | θετο τοῦ μαντείου. ὁ δὲ χρησμός | 289 |
290 | Κροῖσος Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ὁ δὲ τὸ ἀμφίβολον τοῦ χρησμοῦ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἐκ‐ δεξάμενος ἐδυστύχησεν. 60. Ὅτι πάλιν ἐπηρώτησεν εἰ πολὺν χρόνον ἕξει τὴν δυνασ‐ | |
5 | τείαν. εἶπεν δὲ τὰ ἔπη ταῦτα ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακὸς εἶναι. 61. Ὅτι ἡμίονον τὸν Κῦρον ἔφη διὰ τὸ τὴν μητέρα αὐτοῦ | |
10 | Μηδικὴν εἶναι, τὸν δὲ πατέρα αὐτοῦ Πέρσην. 62. Ὅτι Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς παραγενηθεὶς μετὰ πάσης δυνάμεως εἰς τὰ τῆς Καππαδοκίας στενὰ ἀπέστειλε κήρυ‐ κας πρὸς τὸν Κροῖσον τήν τε δυναστείαν αὐτοῦ κατασκεψομένους καὶ δηλώσοντας ὅτι Κῦρος αὐτὸν ἀφίησι τῶν πρότερον ἁμαρτη‐ | |
15 | μάτων καὶ Λυδίας καθίστησι σατράπην, ἂν ἐπὶ θύρας γενόμενος ὁμοίως τοῖς ἄλλοις ὁμολογῇ δοῦλος εἶναι. πρὸς οὓς ὁ Κροῖσος ἀπεκρίθη διότι προσηκόντως ἂν Κῦρος καὶ Πέρσαι Κροίσῳ δου‐ λεύειν ὑπομείναιεν· ἐκείνους μὲν γὰρ τὸν ἔμπροσθεν χρόνον δια‐ τετελεκέναι Μήδοις δουλεύοντας, αὐτὸν δὲ οὐδέποτε πεποιηκέναι | |
20 | τὸ προσταττόμενον ὑφ’ ἑτέρου. 63. Ὅτι οἱ πονηροὶ κἂν αὐτίκα παρὰ τῶν ἀδικηθέντων τὴν τιμωρίαν ἐκκλίνωσιν, ἥ γε βλασφημία δι’ αἰῶνος τηρουμένη καὶ τελευτήσαντας αὐτοὺς κατὰ τὸ δυνατὸν μετέρχεται. 64. Ὅτι φασὶ τὸν Κροῖσον πρὸ τοῦ πρὸς Κῦρον πολέμου | |
25 | πέμψαι θεωροὺς εἰς Δελφοὺς ἐπερωτήσοντας πῶς ἂν ὁ υἱὸς αὐ‐ τοῦ δύναιτο φωνὴν προέσθαι. τὴν δὲ Πυθίαν εἰπεῖν Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε, μὴ βούλου πολύευκτον ἰὰν κατὰ δώματ’ ἀκούειν παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς | |
30 | ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ. | 290 |
291 | 65. Ὅτι δεῖ τὴν εὐτυχίαν μετρίως φέρειν καὶ μὴ πεποιθέναι ταῖς ἀνθρωπίναις εὐπραξίαις ἐν μικρᾷ ῥοπῇ μεγάλας μεταβολὰς λαμβανούσαις. 66. Ὅτι μετὰ τὸ γενέσθαι αἰχμάλωτον τὸν Κροῖσον καὶ τὴν | |
5 | πυρὰν σβεσθῆναι, ἰδὼν τὴν πόλιν διαρπαζομένην καὶ πρὸς τοῖς ἄλλοις πολὺν ἄργυρόν τε καὶ χρυσὸν διαφορούμενον ἐπερωτῆσαι τὸν Κῦρον „τί ποιοῦσιν οἱ στρατιῶται.“ τοῦ δὲ μετὰ γέλωτος ἀποκριθέντος ὡς „τὰ σὰ χρήματα διαρπάζουσι“ „μὰ Δία μὲν οὖν“ εἰπεῖν „ἀλλὰ τὰ σά· Κροίσου γὰρ ἴδιον οὐκέτι οὐθὲν ὑπάρχει.“ ὁ | |
10 | δὲ Κῦρος θαυμάσας τὸν λόγον εὐθὺ μετενόησε καὶ τοὺς στρατιώ‐ τας ἀνείρξας τῆς διαρπαγῆς εἰς τὸ βασιλικὸν ἀνέλαβε τὰς τῶν Σαρδιανῶν κτήσεις. 67. Ὅτι Ἅρπαγος κατασταθεὶς ὑπὸ Κύρου τοῦ Πέρσου ἐπὶ τῆς θαλάσσης στρατηγός, καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων πρὸς | |
15 | Κῦρον διαπρεσβευομένων συνθέσθαι φιλίαν, εἰπεῖν πρὸς αὐτοὺς ὅτι παραπλήσιόν τι ποιοῦσιν τῶν πρότερον ἑαυτῷ συμβάντων· καὶ γάρ ποτε γῆμαι βουλόμενον αἰτεῖσθαι παρὰ τοῦ πατρὸς τὴν κόρην· τὸν δὲ τὸ μὲν πρῶτον οὐκ ἄξιον κρίναντα τοῦ γάμου δυνα‐ τωτέρῳ κατεγγυῆσαι, μετὰ δὲ ταῦθ’ ὁρῶντα αὐτὸν ὑπὸ τοῦ βασι‐ | |
20 | λέως τιμώμενον διδόναι τὴν θυγατέρα· αὐτὸν δὲ ἀποκριθῆναι διότι γυναῖκα μὲν οὐκέτι ἂν ἔχοι αὐτήν, παλλακίδα δὲ συγχωρήσαι λαβεῖν. διὰ δὲ τῶν τοιούτων λόγων ἐδήλου τοῖς Ἕλλησιν ὅτι Κύρου πρότερον ἀξιοῦντος γενέσθαι Περσῶν φίλους οὐκ ἐβουλή‐ θησαν, νῦν δὲ ἐκ μεταβολῆς ἐκείνων σπευδόντων συνάψαι φιλίαν | |
25 | ὡς μὲν πρὸς συμμάχους οὐ ποιήσεται τὰς ὁμολογίας, ὡς δὲ δού‐ λους εἰς τὴν τῶν Περσῶν πίστιν ἑαυτοὺς παραδιδόντας προσ‐ δέξεται. 68. Ὅτι Λακεδαιμόνιοι πυνθανόμενοι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας κινδυνεύειν, ἔπεμψαν πρὸς Κῦρον ὅτι Λακεδαιμόνιοι συγ‐ | |
30 | γενεῖς ὄντες τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἀπαγορεύουσιν αὐτῷ | |
καταδουλοῦσθαι τὰς Ἑλληνίδας πόλεις. ὁ δὲ θαυμάσας τὸν λόγον | 291 | |
292 | ἔφη γνώσεσθαι τὴν ἀρετὴν αὐτῶν, ὅταν ἕνα τῶν ἑαυτοῦ δούλων πέμψῃ καταστρεψόμενον τὴν Ἑλλάδα. 69. Ὅτι Λακεδαιμόνιοι τὴν Ἀρκαδίαν μέλλοντες καταστρέ‐ φειν ἔλαβον χρησμόν | |
5 | Ἀρκαδίαν μ’ αἰτεῖς; μέγα μ’ αἰτεῖς· οὔ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ ς’ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔτι μεγαίρω. δώσω σοι Τεγέαν ποσσίκροτον ὀρχήσασθαι καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι. | |
10 | 70. Ὅτι οἱ Λακεδαιμόνιοι ἔπεμψαν εἰς Δελφοὺς περὶ τῶν ὀστέων Ὀρέστου τοῦ Ἀγαμέμνονος ἐν ποίῳ τινὶ τόπῳ κεῖνται. καὶ ἔχρησεν οὕτως ἔστι τις Ἀρκαδίας Τεγέη δευρὸ ἐνὶ χώρῳ, ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης | |
15 | καὶ τύπος ἀντίτυπος καὶ πῆμ’ ἐπὶ πήματι κεῖται. ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα· τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ. ἦν δὲ χαλκεῖον, καὶ δηλοῖ τὰς φύσας, τύπον δὲ τὸν ἄκμονά φησι καὶ τὰς σφύρας, πῆμα δὲ ἐπὶ πήματι τὸν σίδηρον ἐπὶ σιδήρῳ· | |
20 | πῆμα γὰρ εἴρηται διὰ τὸ ἐπὶ κακῷ τῶν ἀνθρώπων εὑρῆσθαι. 71. Κρεῖττον γὰρ εἶναι τελευτᾶν ἢ ζῶντας ἑαυτοὺς μετὰ τῶν συγγενῶν ἐφορᾶν ἄξια θανάτου πράττοντας. 72. Ὅτι κανηφορούσης ποτὲ τῆς θυγατρὸς Πεισιστράτου καὶ δοκούσης τῷ κάλλει διαφέρειν, προσελθών τις τῶν νεανίσκων | |
25 | καταπεφρονηκὼς ἐφίλησε τὴν παρθένον. ἀκούσαντες δὲ οἱ τῆς κόρης ἀδελφοὶ βαρέως ἤνεγκαν τὴν ὕβριν, καὶ τὸν νεανίσκον ἀγα‐ γόντες πρὸς τὸν πατέρα δίκην ἠξίουν διδόναι· ὁ δὲ Πεισίστρατος γελάσας „καὶ τί τοὺς μισοῦντας ἡμᾶσ“ ἔφη „ποιήσωμεν, ἐὰν τοὺς φιλοῦντας τιμωρίαις περιβάλωμεν;“ | |
30 | 73. Ὅτι ὁ αὐτὸς διαπορευόμενός ποτε διὰ τῆς χώρας κατε‐ νόησεν ἄνθρωπον κατὰ τὸν Ὕμηττον ἐργαζόμενον ἐν χωρίοις λεπ‐ τοῖς καθ’ ὑπερβολὴν καὶ τραχέσι. θαυμάσας δὲ τὴν φιλεργίαν | |
ἔπεμψε τοὺς ἐρωτήσοντας τί λαμβάνοι τοιαύτην χώραν ἐργαζό‐ | 292 | |
293 | μενος. ὧν ποιησάντων τὸ προσταχθὲν ὁ ἐργάτης ἔφησε λαμβά‐ νειν ἐκ τοῦ χωρίου κακὰς ὀδύνας, ἀλλ’ οὐθὲν αὐτῷ μέλειν· τούτων γὰρ τὸ μέρος Πεισιστράτῳ διδόναι. ὁ δὲ δυνάστης ἀκούσας τὸν λόγον καὶ γελάσας ἐποίησε τὸ χωρίον ἀτελές, καὶ ἐντεῦθεν ἡ | |
5 | παροιμία, Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν. 74. Ὅτι Σερούιος Τύλλιος Ταρκυνίου ἐπιθεμένου παραγενη‐ θεὶς εἰς τὸ βουλευτήριον καὶ θεασάμενος τὴν καθ’ ἑαυτοῦ παρα‐ σκευὴν τοσοῦτον μόνον εἶπε „τίς ἡ τόλμα, Ταρκύνιε;“ ὁ δὲ ὑπο‐ λαβὼν „ἡ μὲν οὖν σή“ φησι „τίς, ὃς δουλέκδουλος ὢν Ῥωμαίων | |
10 | βασιλεύειν ἐτόλμησας καὶ τῆς τοῦ πατρὸς ἡγεμονίας ἡμῖν προση‐ κούσης παρανόμως ἀφείλου τὴν οὐδὲ καθ’ ἕνα σοι τρόπον ἐπι‐ βάλλουσαν ἀρχήν;“ ταῦτα λέγων ἅμα προσέδραμε καὶ δραξάμενος τῆς τοῦ Τυλλίου χειρὸς ἔρριψεν αὐτὸν κατὰ τῆς κρηπῖδος. καὶ δια‐ ναστὰς καὶ χωλεύων διὰ τὸ πτῶμα ἐπεχείρησε φυγεῖν, ἀπεκτάνθη δέ. | |
15 | 75. Ὅτι ὁ Πυθαγόρας μετεμψύχωσιν ἐδόξαζε καὶ κρεοφαγίαν ὡς ἀποτρόπαιον ἡγεῖτο, πάντων τῶν ζώων τὰς ψυχὰς μετὰ θάνα‐ τον εἰς ἕτερα ζῶα λέγων εἰσέρχεσθαι. καὶ αὐτὸς δὲ ἑαυτὸν ἔφασ‐ κεν ἐπὶ τῶν Τρωικῶν χρόνων μεμνῆσθαι γεγενημένον Εὔφορβον τὸν Πάνθου μὲν υἱόν, ἀναιρεθέντα δὲ ὑπὸ Μενελάου. | |
20 | 76. Ὅτι φασὶν αὐτὸν ἐν Ἄργει ποτὲ παρεπιδημήσαντα καὶ θεασάμενον τῶν Τρωικῶν σκύλων ἀσπίδα προσηλωμένην δακρύειν. ἐρωτηθέντα δὲ ὑπὸ τῶν Ἀργείων τὴν τοῦ πάθους αἰτίαν εἰπεῖν ὅτι τὴν ἀσπίδα ταύτην εἶχεν αὐτὸς ἐν Τροίᾳ γεγονὼς Εὔφορβος. ἀπίστως δὲ διακειμένων καὶ μανίαν αὐτοῦ καταγινωσκόντων ση‐ | |
25 | μεῖον εὑρεῖν ἔφησεν ἀληθὲς τοῦ ταῦθ’ οὕτως ἔχειν· ἐκ τοῦ γὰρ ἐντὸς μέρους ἐπιγεγράφθαι τὴν ἀσπίδα γράμμασιν ἀρχαίοις Εὐφόρ‐ βου. πάντων δὲ διὰ τὸ παράδοξον εἰπόντων καθελεῖν τὴν εἰκόνα συνέβη τὴν ἐπιγραφὴν εὑρεθῆναι. 77. Ὅτι Καλλίμαχος εἶπε περὶ Πυθαγόρου διότι τῶν ἐν | |
30 | γεωμετρίᾳ προβλημάτων τὰ μὲν εὗρε τὰ δὲ ἐκ τῆς Αἰγύπτου πρῶ‐ τος εἰς τοὺς Ἕλληνας ἤνεγκεν, ἐν οἷς λέγει ὅτι ἐξεῦρε Φρὺξ Εὔφορβος, ὅστις ἀνθρώποις | |
τρίγωνα καὶ σκαληνὰ καὶ κύκλων ἑπτὰ | 293 | |
294 | ..........μήκη δίδαξε νηστεύειν τῶν ἐμπνεόντων, οἱ τάδ’ οὐδ’ ὑπήκουσαν πάντες. 78. Ὅτι παρεκάλει τὴν λιτότητα ζηλοῦν· τὴν γὰρ πολυτέλειαν | |
5 | ἅμα τάς τε οὐσίας τῶν ἀνθρώπων διαφθείρειν καὶ τὰ σώματα. τῶν γὰρ νόσων τῶν πλείστων ἐξ ὠμότητος γινομένων αὐτὴν ταύ‐ την ἐκ τῆς πολυτελείας γίνεσθαι. πολλοὺς δὲ ἔπεισεν ἀπύροις σιτίοις χρῆσθαι καὶ ὑδροποσίαις πάντα τὸν βίον ἕνεκεν τοῦ ταῦτα θηρᾶσθαι τὰ κατὰ ἀλήθειαν, τῶν δὲ καθ’ ἡμᾶς εἴ τις ἀπαγορεύ‐ | |
10 | σειεν ἢ ἑνὸς ἢ δυεῖν ἀπέχεσθαι τῶν ἡδέων εἶναι δοκούντων ἐπ’ ὀλίγας ἡμέρας, ἀπεῖπον τὴν φιλοσοφίαν, φήσαντες εὔηθες ὑπάρ‐ χειν τἀφανὲς ἀγαθὸν ζητεῖν ἀφέντα τὸ φανερόν. κἂν μὲν δέῃ δημοκοπεῖν ἢ πολυπραγμονεῖν περὶ τῶν ἀλλοτρίων, σχολάζουσι καὶ ὑπ’ οὐδενὸς ἐμποδίζονται· ἐὰν δὲ γίνεσθαι δέῃ περὶ παιδείαν καὶ | |
15 | τὴν τῶν ἠθῶν ἐπισκευήν, ἀκαιρεῖν φασιν· ὥστε ἀσχολεῖσθαι μὲν εὐσχολοῦντας, σχολὴν δ’ ἄγειν οὐ σχολάζοντας. 79. Ὅτι φασὶ τὸν Ταραντῖνον Ἀρχύταν τὸν ὄντα Πυθαγόριον ἐπὶ μεγάλοις ἀδικήμασιν οἰκέταις ὀργισθῆναι, καὶ κατεξαναστάντα τοῦ πάθους εἰπεῖν ὡς οὐκ ἂν ἐγενήθησαν ἀθῶοι τηλικαῦτα ἁμαρ‐ | |
20 | τήσαντες, εἰ μὴ ἔτυχεν ὀργιζόμενος. 80. Ὅτι οἱ Πυθαγόριοι μεγίστην ἐποιοῦντο πρόνοιαν τῆς πρὸς τοὺς φίλους βεβαιότητος, τὴν τῶν φίλων εὔνοιαν ἀξιολογώτατον ἀγαθὸν εἶναι τῶν ἐν τῷ βίῳ διειληφότες. 81. Ὅτι μέγιστον ἄν τις ἡγήσαιτο καὶ μάλιστα θαυμάσαι τὸ | |
25 | αἴτιον τῆς πρὸς τοὺς φίλους εὐνοίας. τίνες γάρ ποτε ἦσαν ἐθισμοὶ ἢ τίς τρόπος ἐπιτηδευμάτων ἢ τίς λόγου δεινότης, δι’ ἧς ἐνειρ‐ γάζοντο τὴν τοιαύτην διάθεσιν τοῖς ἀφικνουμένοις εἰς τὴν τοῦ βίου κοινωνίαν; ταῦτα γὰρ πολλοὶ μὲν ἐπιθυμήσαντες γνῶναι τῶν ἔξωθεν ἐπεβάλοντο πολυπραγμονεῖν, οὐδέποτε δὲ οὐδεὶς μαθεῖν | |
30 | ἠδυνήθη. αἴτιον δὲ τοῦ διατηρεῖσθαι τὰς ὑπὲρ τούτων ὑποθήκας τὸ τοὺς Πυθαγορίους ὑπόστασιν ἔχειν μηδὲν τοιοῦτο ποιεῖν ἔγ‐ γραφον. ἀλλὰ διὰ μνήμης ἔχειν τὰ παραγγελλόμενα. | |
82. Ὅτι ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε τοῖς μαν‐ | 294 | |
295 | θάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάν‐ τως ἐμμένειν καὶ πρὸς τέλος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγ‐ μάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λάκωνι καὶ Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο τοὺς μὲν παῖδας | |
5 | δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὅρκων αἱρεῖσθαι· ὁρᾶν δὲ τὸν ἐπιορκή‐ σαντα παραχρῆμα ταῦτ’ ἔχοντα περὶ ὧν ὤμοσεν, τὸν δὲ ὁρκίζοντα φανερῶς τὸ ἴδιον ἀπολλύντα. τούτων γὰρ ἑκάτερος οὐ καθάπερ | |
10 | Πυθαγόρας ὑπεστήσατο τὸν ὅρκον εἶναι πίστεως ἐνέχυρον βέβαιον, ἀλλ’ αἰσχροκερδείας καὶ ἀπάτης δέλεαρ. 83. Ὅτι Πυθαγόραν φασὶν ὑπό τινος ἐρωτηθέντα πότε χρη‐ στέον ἀφροδισίοις εἰπεῖν „ὅταν ἑαυτοῦ θέλῃς ἥττων γενέσθαι.“ 84. Ὅτι οἱ Πυθαγόριοι διῄρουν καὶ τὰς ἡλικίας τῶν ἀνθρώ‐ | |
15 | πων εἰς τέσσαρα μέρη, παιδός, νέου, νεανίσκου, γέροντος, καὶ τού‐ των ἑκάστην ἔφασαν ὁμοίαν εἶναι ταῖς κατὰ τὸν ἐνιαυτὸν τῶν ὡρῶν μεταβολαῖς, τὸ μὲν ἔαρ τῷ παιδὶ διδόντες, τὸ δὲ φθινό‐ πωρον τῷ ἀνδρί, χειμῶνα τῷ γέροντι, τὸ δὲ θέρος τῷ νέῳ. 85. Ὅτι ὁ αὐτὸς ἀπεφαίνετο τοῖς θεοῖς εὔχεσθαι δεῖν τὰ | |
20 | ἀγαθὰ τοὺς φρονίμους ὑπὲρ τῶν ἀφρόνων· τοὺς γὰρ ἀσυνέτους ἀγνοεῖν, τί ποτέ ἐστιν ἐν τῷ βίῳ κατὰ ἀλήθειαν ἀγαθόν. 86. Ὅτι ὁ αὐτὸς ἔφασκε δεῖν ἐν ταῖς εὐχαῖς ἁπλῶς εὔχεσθαι τἀγαθά, καὶ μὴ κατὰ μέρος ὀνομάζειν, οἷον ἐξουσίαν ἰσχὺν κάλλος πλοῦτον τἄλλα τὰ τούτοις ὅμοια· πολλάκις γὰρ τούτων ἕκαστον | |
25 | τοὺς κατ’ ἐπιθυμίαν αὐτῶν τυχόντας τοῖς ὅλοις ἀνατρέπειν. καὶ τοῦτο γνοίη ἄν τις ἐπιστήσας τοῖς ἐν ταῖς Εὐριπίδου Φοινίσσαις στίχοις, ἐν οἷς οἱ περὶ τὸν Πολυνίκην εὔχονται τοῖς θεοῖς, ὧν ἡ ἀρχὴ βλέψας ἐς Ἄργος ἕως | |
30 | εἰς στέρν’ ἀδελφοῦ τῆσδ’ ἀπ’ ὠλένης βαλεῖν. οὗτοι γὰρ δοκοῦντες ἑαυτοῖς εὔχεσθαι τὰ κάλλιστα ταῖς ἀληθείαις | |
καταρῶνται. | 295 | |
296 | 87. Ὅτι ὁ Πυθαγόρας φιλοσοφίαν, ἀλλ’ οὐ σοφίαν ἐκάλει τὴν ἰδίαν αἵρεσιν. καταμεμφόμενος γὰρ τοῖς πρὸ αὐτοῦ κεκλη‐ μένοις ἑπτὰ σοφοῖς ἔλεγεν ὡς σοφὸς μὲν οὐδείς ἐστιν, ἄνθρωπος ὢν καὶ πολλάκις διὰ τὴν ἀσθένειαν τῆς φύσεως οὐκ ἰσχύων πάντα | |
5 | κατορθοῦν, ὁ δὲ ζηλῶν τὸν τοῦ σοφοῦ τρόπον τε καὶ βίον προση‐ κόντως ἂν φιλόσοφος ὀνομάζοιτο. Ἀλλ’ ὅμως τηλικαύτης προκοπῆς γενομένης περί τε Πυθα‐ γόραν αὐτὸν καὶ τοὺς μετ’ ἐκεῖνον Πυθαγορίους καὶ τοσούτων ἀγαθῶν αἴτιοι γενόμενοι ταῖς πόλεσιν οὗτοι τὸν πάντα τὰ καλὰ | |
10 | λυμαινόμενον φθόνον οὐ διέφυγον· οὐδὲν γὰρ, οἶμαι, τῶν παρ’ ἀνθρώποις καλῶν οὕτω συνέστηκεν ὥστε μηδεμίαν αὐτῷ φθοράν τε καὶ διάλυσιν γεννῆσαι τὸν πολυετῆ χρόνον. 88. Ὅτι Κῦρος ὁ τῶν Περσῶν ἐπειδὴ τῶν Βαβυλωνίων καὶ τῶν Μήδων τὴν χώραν κατεπολέμησεν, ταῖς ἐλπίσι πᾶσαν περιε‐ | |
15 | λάμβανε τὴν οἰκουμένην. τῶν γὰρ δυνατῶν καὶ μεγάλων ἐθνῶν καταπεπολεμημένων ἐνόμιζε μηδένα μήτε βασιλέα μήτε δῆμον ὑπο‐ στήσεσθαι τὴν ἰδίαν δύναμιν· τῶν γὰρ ἐν ἐξουσίαις ἀνυπευθύνων ὄντων εἰώθασιν ἔνιοι τὴν εὐτυχίαν μὴ φέρειν κατ’ ἄνθρωπον. 89. Ὅτι ὁ Πολυκράτης ὁ τῶν Σαμίων τύραννος εἰς τοὺς ἐπι‐ | |
20 | καιροτάτους τόπους ἀποστέλλων τριήρεις ἐλήστευεν ἅπαντας τοὺς πλέοντας. ἀπεδίδου δὲ μόνοις τοῖς συμμάχοις τὰ ληφθέντα. πρὸς δὲ τοὺς μεμφομένους τῶν συνήθων ἔλεγεν ὡς πάντες οἱ φίλοι πλείονα χάριν ἕξουσιν ἀπολαβόντες ἅπερ ἀπέβαλον ἤπερ ἀρχὴν μηθὲν ἀποβαλόντες. | |
25 | 90. Ὅτι ταῖς ἀδίκοις πράξεσιν ὡς ἐπίπαν ἀκολουθεῖ τις νέμεσις οἰκείους τιμωρίας τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσα. 91. Ὅτι πᾶσα χάρις ἀμεταμέλητος οὖσα καλὸν ἔχει καρπὸν τὸν παρὰ τῶν εὐεργετουμένων ἔπαινον· καὶ γὰρ ἂν μὴ πάντες, εἷς γε τῶν εὖ πεπονθότων ἐνίοτε τὴν ὑπὲρ ἁπάντων ἔδωκε χάριν. | |
30 | 92. Ὅτι ὁ Ἀριστογείτων πᾶσιν ἐποίησε φανερὸν ὡς ἡ τῆς | |
ψυχῆς εὐγένεια κατισχύει τὰς μεγίστας τοῦ σώματος ἀλγηδόνας. | 296 | |
297 | 93. Ὅτι Ζήνωνος τοῦ φιλοσόφου διὰ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ Νεάρχου τοῦ τυράννου, κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας ἐρωτωμένου ὑπὸ Νεάρχου τίνες ἦσαν οἱ συνειδότες „ὤφελον γάρ“ ἔφησεν „ὥσπερ τῆς γλώττης εἰμὶ κύριος οὕτω καὶ τοῦ σώματος.“ | |
5 | 94. Ὅτι τοῖς ἐπί τινων πραγμάτων διοριζομένοις ὡς οὐκ ἄν ποτε πραχθησομένων ἔοικεν ἐπακολουθεῖν ὡσανεί τις νέμεσις ἐλέγ‐ χουσα τὴν ἀνθρωπίνην ἀσθένειαν. 95. Ὅτι Μεγαβύζου τοῦ καὶ Ζωπύρου, φίλου ὄντος Δαρείου τοῦ βασιλέως, μαστιγώσαντος δὲ ἑαυτὸν καὶ τὰ περὶ τὸ πρόσωπον | |
10 | ἀκρωτήρια ἀποκόψαντος διὰ τὸ σύντονον γενέσθαι καὶ Βαβυλῶνα προδοῦναι Πέρσαις, φασὶ βαρέως φέρειν τὸν Δαρεῖον καὶ εἰπεῖν βούλεσθαι τὸν Μεγάβυζον, εἰ δυνατὸν ἦν, ἄρτιον γενόμενον ἢ δέκα Βαβυλῶνας λαβεῖν ὑπὸ τὴν ἐξουσίαν, καίπερ ἀπράκτου τῆς ἐπι‐ θυμίας οὔσης. | |
15 | 96. Ὅτι οἱ Βαβυλώνιοι στρατηγὸν εἵλαντο Μεγάβυζον ἀγνο‐ οῦντες ὅτι τὴν εὐεργεσίαν τῆς μελλούσης ἀκολουθεῖν ἀπωλείας οἱονεὶ δέλεαρ αὐτοῖς προθήσειν. 97. Ὅτι δὲ ἀποτέλεσμα τῶν ἐπιτευγμάτων ἱκανόν ἐστι μαρ‐ τύριον τῶν προρρηθέντων. | |
20 | 98. Ὅτι Δαρεῖος τῆς Ἀσίας σχεδὸν ὅλης κυριεύσας τῆς Εὐ‐ ρώπης ἐπεθύμει καταστρέψασθαι. τὰς γὰρ τοῦ πλείονος ἐπιθυ‐ μίας ἀορίστους ἔχων καὶ τῷ μεγέθει τῆς Περσικῆς δυνάμεως πεποιθώς, περιελάμβανε τὴν οἰκουμένην, αἰσχρὸν εἶναι νομίζων τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας καταδεεστέρας ἀφορμὰς κτησαμέ‐ | |
25 | νους τὰ μέγιστα τῶν ἐθνῶν καταπεπολεμηκέναι, αὐτὸν δὲ τηλικαύ‐ τας ἔχοντα δυνάμεις ἡλίκας οὐδεὶς τῶν πρὸ αὐτοῦ ἔσχε μηδεμίαν | |
ἀξιόλογον πρᾶξιν κατειργάσθαι. | 297 | |
298 | 99. Ὅτι οἱ Τυρρηνοὶ διὰ τὸν τῶν Περσῶν φόβον ἐκλιπόντες τὴν Λῆμνον ἔφασκον ὡς διά τινας χρησμοὺς τοῦτο ποιεῖν, καὶ ταύτην τῷ Μιλτιάδῃ παρέδωκαν. ταῦτα δὲ πράξαντος τοῦ προ‐ εστηκότος τῶν Τυρρηνῶν συνέβη τὰς τοιαύτας χάριτας ἀπ’ ἐκεί‐ | |
5 | νων τῶν χρόνων Ἑρμωνίους προσαγορευθῆναι. 100. Ὅτι τῆς Λουκριτίας μοιχευθείσης παρὰ Σέξτου καὶ ἑαυ‐ τὴν ἀνελούσης διὰ τὸ ἁμάρτημα, οὐκ ἄξιον ἡγούμεθα τὸ γενναῖον τῆς προαιρέσεως παραλιπεῖν ἀνεπισήμαντον. τὴν γὰρ ἐπιδοῦσαν ἑκουσίως τὸ ζῆν τοῖς μεταγενεστέροις εἰς καλὸν ζῆλον προσηκόν‐ | |
10 | τως ἂν εὐφημίας ἀξιοῖμεν ἀθανάτου, ὅπως αἱ τὴν τοῦ σώματος ἁγνείαν κατὰ πᾶν ἀνεπίληπτον παρέχεσθαι προαιρούμεναι πρὸς ἐπιτετευγμένον ἀρχέτυπον παραβάλωνται. αἱ μὲν οὖν ἄλλαι γυναῖ‐ κες κἂν φανερῶς τι τῶν τοιούτων πράξωσιν κατακρύπτουσι τὸ συνετελεσθέν, εὐλαβούμεναι τὴν ὑπὲρ τῶν ἡμαρτημένων τιμωρίαν· | |
15 | ἡ δὲ τὸ λάθρα πραχθὲν ποιήσασα περιβόητον ἀπέσφαξεν ἑαυτήν, καὶ τὴν τοῦ βίου τελευτὴν καλλίστην ὑπὲρ αὐτῆς ἀπολογίαν ἀπέ‐ λιπε· καὶ τῶν ἄλλων [τῶν] ἐπὶ τῶν ἀκουσίων τὴν συγγνώμην προ‐ βαλλομένων, αὕτη τὴν μετὰ βίας ὕβριν ἐτιμήσατο θανάτου, ἵνα μηδ’ εἴ τις ἐπιθυμῇ βλασφημεῖν, τὴν ἐξουσίαν ἔχῃ κατηγορεῖν τῆς | |
20 | προαιρέσεως 〈ὡσ〉 ἑκουσίου γεγενημένης. τῶν γὰρ ἀνθρώπων φύσει τὰς λοιδορίας ἐπαίνων προτιμώντων τὴν τῶν φιλαιτίων ἀπέκοψε κατηγορίαν, αἰσχρὸν εἶναι νομίζουσα τῶν ἄλλων εἰπεῖν τινα διότι ζῶντος τοῦ κατὰ νόμους συμβιοῦντος ἀνδρὸς ἑτέρου παρανόμως ἐπειράθη, καὶ καθ’ οὗ οἱ νόμοι τοῖς πράξασι θάνα‐ | |
25 | τον τιθέασι τὸ πρόστιμον, τοῦτο παθοῦσαν τὸν πλείω χρόνον φιλοψυχεῖν, ἵνα τὸν πάντως ὀφειλόμενον παρὰ τῆς φύσεως θάνα‐ τον βραχὺ προλαβοῦσα τῆς αἰσχύνης ἀλλάξηται τοὺς μεγίστους ἐπαίνους. τοιγαροῦν οὐ μόνον θνητοῦ βίου δόξαν ἀθάνατον ἀντι‐ κατηλλάξατο διὰ τῆς ἰδίας ἀρετῆς, ἀλλὰ καὶ τοὺς συγγενεῖς καὶ | |
30 | πάντας τοὺς πολίτας προετρέψατο λαβεῖν ἀπαραίτητον τιμωρίαν | |
παρὰ τῶν εἰς αὐτὴν παρανομησάντων. | 298 | |
299 | 101. Ὅτι Λεύκιος Ταρκυίνιος ὁ βασιλεὺς τυραννικῶς καὶ βιαίως ἄρχων τῶν πολιτῶν τοὺς εὐπόρους τῶν Ῥωμαίων ἀνῄρει, ψευδεῖς ἐπιφέρων αἰτίας ἕνεκεν τοῦ νοσφίσασθαι τὰς οὐσίας αὐ‐ τῶν. διόπερ Λεύκιος Ἰούνιος, ὀρφανὸς ὢν καὶ πάντων Ῥωμαίων | |
5 | πλουσιώτατος, δι’ ἀμφότερα τὴν τοῦ Ταρκυινίου πλεονεξίαν ὑπώπ‐ τευεν· ἀδελφιδοῦς αὐτοῦ, καὶ παρ’ ἕκαστα τῷ βασιλεῖ σύνων προσεποιήθη μωρὸς εἶναι, ἅμα μὲν βουλόμενος τὸν ὑπὲρ τοῦ δύ‐ νασθαί τι φθόνον ἐκκλίνειν, ἅμα δ’ ἀνυπονοήτως παρατηρεῖν τὸ πραττόμενον καὶ τοῖς τῆς βασιλείας ἐφεδρεύειν καιροῖς. | |
10 | 102. Ὅτι οἱ Συβαρῖται μετὰ τριάκοντα μυριάδων ἐκστρατεύ‐ σαντες ἐπὶ τοὺς Κροτωνιάτας καὶ πόλεμον ἄδικον ἐπανελόμενοι τοῖς ὅλοις ἔπταισαν, καὶ τὴν εὐδαιμονίαν οὐκ ἐνεγκόντες ἐπιδεξίως ἱκανὸν παράδειγμα τὴν ἰδίαν ἀπώλειαν κατέλιπον τοῦ πολὺ μᾶλ‐ λον δεῖν προσέχειν ἐν ταῖς ἰδίαις εὐτυχίαις ἤπερ ἐν ταῖς ταλαι‐ | |
15 | πωρίαις. 103. Ὅτι περὶ Ἡροδότου φησὶν ὁ Διόδωρος· καὶ ταῦτα παρ‐ εξέβημεν οὐχ οὕτως Ἡροδότου κατηγορῆσαι βουληθέντες ὡς ὑπο‐ δεῖξαι ὅτι τῶν λόγων οἱ θαυμάσιοι τοὺς ἀληθεῖς κατισχύειν εἰώθασιν. | |
20 | 104. Ὅτι προσῆκόν ἐστι τιμᾶσθαι τὴν ἀρετήν, κἂν ᾖ παρὰ γυναιξίν. 105. Ὅτι Ἀθηναῖοι δεξιῶς τῇ νίκῃ χρησάμενοι καὶ νικήσαντες Βοιωτούς τε καὶ Χαλκιδεῖς εὐθὺς ἀπὸ τῆς μάχης Χαλκίδος ἐκυ‐ ρίευσαν. ἐκ τῆς ὠφελείας τῆς τῶν Βοιωτῶν δεκάτης ἅρμα χαλ‐ | |
25 | κοῦν εἰς τὴν ἀκρόπολιν ἀνέθεσαν τόδε τὸ ἐλεγεῖον γράψαντες ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν· ὧν ἵππους δεκάτην Παλλάδι τάσδ’ ἔθεσαν. | |
30 | 106. Ὅτι τὸ κατακαίειν τὰ ἱερὰ παρὰ Ἑλλήνων ἔμαθον Πέρ‐ | |
σαι, τὴν αὐτὴν τοῖς προαδικήσασιν ἀποδιδόντες ὕβριν. | 299 | |
300 | 107. Ὅτι Κᾶρες ὑπὸ Περσῶν καταπονούμενοι ἐπηρώτησαν περὶ συμμαχίας εἰ προσλάβοιντο Μιλησίους συμμάχους. ὁ δὲ ἀνεῖλεν πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι. | |
5 | 108. Οὐ μὴν ἀλλ’ ὁ φόβος ἐγγὺς κείμενος ἐποίησεν αὐτοὺς ἐπιλαθέσθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας, πρὸς δὲ τὸ πληροῦν τὰς τριήρεις κατὰ τάχος συνηνάγκαζεν. 109. Ὅτι Ἑκαταῖος ὁ Μιλήσιος πρεσβευτὴς ἀπεσταλμένος ὑπὸ τῶν Ἰώνων ἠρώτησε δι’ ἣν αἰτίαν ἀπιστεῖ αὐτοῖς ὁ Ἀρτα‐ | |
10 | φέρνης. τοῦ δὲ εἰπόντος, μήποτε ὑπὲρ ὧν καταπολεμηθέντες κακῶς ἔπαθον μνησικακήσωσιν, „οὐκοῦν“ ἔφησεν „εἰ τὸ πεπον‐ θέναι κακῶς τὴν ἀπιστίαν περιποιεῖ, τὸ παθεῖν ἄρα εὖ ποιήσει τὰς πόλεις Πέρσαις εὐνοούσας.“ ἀποδεξάμενος δὲ τὸ ῥηθὲν ὁ Ἀρταφέρνης ἀπέδωκε τοὺς νόμους ταῖς πόλεσιν καὶ τακτοὺς φό‐ | |
15 | ρους κατὰ δύναμιν ἐπέταξεν. 110. Ὁ γὰρ τοῖς πολλοῖς παρὰ τῶν πολιτῶν φθόνος τὸν ἔμπροσθεν χρόνον ἐγκρυπτόμενος, ἐπειδὴ καιρὸν ἔλαβεν ἄθρους ἐξερράγη. διὰ δὲ τὴν φιλοτιμίαν τοὺς δούλους ἠλευθέρωσαν, μᾶλ‐ λον βουλόμενοι τοῖς οἰκέταις μεταδοῦναι τῆς ἐλευθερίας ἢ τοῖς | |
20 | ἐλευθέροις τῆς πολιτείας. 111. Ὅτι Δᾶτις ὁ τῶν Περσῶν στρατηγός, Μῆδος ὢν τὸ γένος καὶ παρὰ τῶν προγόνων παρειληφὼς ὅτι Μήδου τοῦ συστη‐ σαμένου τὴν Μηδίαν Ἀθηναῖοι καθεστήκασιν ἀπόγονοι, ἀπέστειλε πρὸς τοὺς Ἀθηναίους δηλῶν ὡς πάρεστι μετὰ δυνάμεως ἀπαι‐ | |
25 | τήσων τὴν ἀρχὴν τὴν προγονικήν· Μῆδον γὰρ τῶν ἑαυτοῦ προγό‐ νων [πρεσβύτερον Δᾶτιν] γενόμενον ἀφαιρεθῆναι τὴν βασιλείαν ὑπὸ τῶν Ἀθηναίων καὶ παραγενόμενον εἰς τὴν Ἀσίαν κτίσαι τὴν Μηδίαν. ἂν μὲν οὖν αὐτῷ τὴν ἀρχὴν ἀποδῶσιν, ἀφεθήσεσθαι τῆς αἰτίας ταύτης καὶ τῆς ἐπὶ Σάρδεις στρατείας· ἂν δὲ ἐναντιωθῶσιν, | |
30 | πολὺ δεινότερα πείσεσθαι τῶν Ἐρετριέων. ὁ δὲ Μιλτιάδης ἀπε‐ | 300 |
301 | κρίθη ἀπὸ τῆς τῶν δέκα στρατηγῶν γνώμης διότι κατὰ τὸν τῶν πρεσβευτῶν λόγον μᾶλλον προσήκει τῆς Μήδων ἀρχῆς κυριεύειν Ἀθηναίους ἢ Δᾶτιν [διὰ] τῆς Ἀθηναίων πόλεως· τὴν μὲν γὰρ τῶν Μήδων βασιλείαν Ἀθηναῖον ἄνδρα συστήσασθαι, τὰς δὲ Ἀθή‐ | |
5 | νας μηδέποτε Μῆδον τὸ γένος ἄνδρα κατεσχηκέναι. ὁ δὲ πρὸς μάχην ἀκούσας ταῦτα παρεσκευάζετο. 112. Ὅτι Θεμιστοκλῆς ὁ τοῦ Νεοκλέους, προσελθόντος τινὸς αὐτῷ πλουσίου καὶ ζητοῦντος κηδεστὴν εὑρεῖν πλούσιον, παρεκε‐ λεύσατο αὐτῷ ζητεῖν μὴ χρήματα ἀνδρὸς δεόμενα, πολὺ δὲ μᾶλλον | |
10 | ἄνδρα χρημάτων ἐνδεᾶ. ἀποδεξαμένου δὲ τἀνθρώπου τὸ ῥηθὲν συνεβούλευσεν αὐτῷ συνοικίσαι τὴν θυγατέρα τῷ Κίμωνι. διόπερ ἐκ ταύτης τῆς αἰτίας ὁ Κίμων εὐπορήσας χρημάτων ἀπελύθη τῆς φυλακῆς, καὶ τοὺς κατακλείσαντας ἄρχοντας εὐθύνας καταδίκους ἔλαβεν. | |
15 | 113. Ὅτι τῶν Ἑλλήνων πάντων διαπρεσβευσαμένων πρὸς Γέ‐ λωνα περὶ συμμαχίας, ὅτε Ξέρξης διέβαινεν εἰς τὴν Εὐρώπην, τοῦ δὲ ἐπαγγειλαμένου συμμαχῆσαι καὶ σιταρχῆσαι, εἴ γε τὴν ἡγεμονίαν αὐτῷ εἴτε τὴν κατὰ γῆν εἴτε τὴν κατὰ θάλατταν παρέξουσιν, ἡ μὲν ὑπὲρ τῆς ἡγεμονίας φιλοδοξία τὴν συμμαχίαν παρεκρούετο, | |
20 | τὸ δὲ μέγεθος τῆς βοηθείας καὶ ὁ τῶν πολεμίων φόβος προ‐ ετρέπετο μεταδοῦναι τῆς δόξης τῷ Γέλωνι. 114. Ἡ μὲν γὰρ τῶν Περσῶν ὑπεροχὴ πρὸς τὸ κρατῆσαι τῆς ἐπιθυμίας ἔχει τὰς δωρεάς, ἡ δὲ τυραννικὴ πλεονεξία καὶ τὰ μικρὰ τῶν λημμάτων οὐ παρίησιν. | |
25 | 115. Βεβαιοτάτη γὰρ τῆς σωτηρίας φύλαξ ἡ ἀπιστία. 116. Παῖδες μὲν οὖν ἀδικούμενοι πρὸς πατέρας καταφεύγουσι, πόλεις δὲ πρὸς τοὺς ἀποικίσαντας δήμους. 117. Ὅτι τυράννου πλεονεξία τοῖς μὲν ὑπάρχουσιν οὐκ ἀρκεῖ‐ ται, τῶν δὲ ἀλλοτρίων ἐπιθυμεῖ, πληροῦται δὲ οὐδέποτε. | |
30 | 118. Τοὺς δὲ κατὰ τῆς δυναστείας αὐτοῦ πεφυκότας ἔχων και‐ | |
ρὸν οὐκ ἐάσει δύναμιν λαβεῖν. | 301 | |
302 | 119. Ἐκείνων γὰρ τῶν ἀνδρῶν ἐστε ἀπόγονοι οἳ τὰς αὐτῶν ἀρετὰς μετὰ τὸν θάνατον ἀθανάτους τῇ δόξῃ καταλελοίπασιν. 120. Τὸ γὰρ ἔπαθλον τῆς συμμαχίας οὐκ ἀργύριον αἰτεῖ, οὗ πολλάκις ἰδεῖν ἔστιν καταφρονοῦντα καὶ τὸν φαυλότατον ἰδιώτην | |
5 | πεπλουτηκότα, ἀλλ’ ἔπαινον καὶ δόξαν, περὶ ἧς οἱ ἀγαθοὶ τῶν ἀνθρώπων οὐκ ὀκνοῦσιν ἀποθνήσκειν· μισθὸς γάρ ἐστιν ἡ δόξα μείζων ἀργυρίου. 121. Παραλαμβάνουσι γὰρ οἱ Σπαρτιᾶται παρὰ τῶν πατέρων οὐχ ὥσπερ οἱ λοιποὶ πλοῦτον, ἀλλὰ προθύμως τελευτᾶν περὶ τῆς | |
10 | ἐλευθερίας, ὥστε πάντα τὰ κατὰ τὸν βίον ἀγαθὰ δεύτερα τίθε‐ σθαι τῆς δόξης. 122. Μὴ τῶν ξενικῶν δυνάμεων ἐπιθυμοῦντες τὰς πολιτικὰς ἀποβάλλωμεν καὶ τῶν ἀδήλων ὀρεγόμενοι τῶν φανερῶν μὴ κυρι‐ εύωμεν. | |
15 | 123. Οὔ φημι καταπεπλῆχθαι τὸ μέγεθος τῆς τῶν Περσῶν στρατείας· ἀρετῇ γὰρ ὁ πόλεμος οὐ πλήθει βραβεύεται. 124. Παρειλήφασι γὰρ ὑπὸ τῶν πατέρων ζῆν μὲν ἑαυτοῖς, τελευτᾶν δ’ ὅταν χρεία ταῖς πατρίσιν ἐπῇ. 125. Τί φοβηθῶμεν τὸν χρυσὸν ᾧ κεκοσμημένοι βαδίζουσιν | |
20 | εἰς τὰς μάχας ὡς γυναῖκες εἰς τοὺς γάμους, ὥστε τὴν νίκην μὴ μόνον ἔπαθλον ἔχειν δόξαν ἀλλὰ καὶ πλοῦτον; οὐ φοβεῖται γὰρ ἡ ἀρετὴ χρυσόν, ὃν ὁ σίδηρος εἴωθεν ἄγειν αἰχμάλωτον, ἀλλὰ τὴν στρατηγίαν τῶν ἡγουμένων. 126. Πᾶσα γὰρ δύναμις ὑπεραίρουσα τὴν συμμετρίαν ὑφ’ | |
25 | ἑαυτῆς βλάπτεται τὰ πλεῖστα. πρὶν ἢ γὰρ ἀκοῦσαι τὴν φάλαγγα φθάσομεν ἡμεῖς πράξαντες ἃ βουλόμεθα. 127. Διελέσθαι δὲ δεῖ τοὺς τὰ τῶν βαρβάρων ἑλομένους, ἵνα τυγχάνοντες ὀνείδους ἀποτρέπωσι ταῖς βλασφημίαις τοὺς προδότας | |
γενομένους τῆς κοινῆς ἐλευθερίας. | 302 | |
303 | 128. Ὅτι τῶν Ἑλλήνων τινὲς παρῆγον .............. ................ ἐφ’ ἱκανὸν χρόνον· ὕστερον δὲ πρέσβεις ἀπο‐ στείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν. οἷς οἱ σύνεδροι | |
5 | διεσάφησαν, εἰ μὲν δεινότερον ἡγοῦνται τὸ στρατηγὸν ἔχειν Ἕλληνα ἢ δεσπότην βάρβαρον, ὀρθῶς αὐτοὺς ἔχειν ἡσυχίαν· εἰ δὲ φιλο‐ τιμοῦνται λαβεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἄξια ταύτης δεῖν ἔφασαν αὐτοὺς πεπραχότας ἐπιζητεῖν τὴν τηλικαύτην δόξαν. 129. Ὅτι Λεωνίδης ὁ τῶν Σπαρτιατῶν βασιλεὺς ἔχων τὴν | |
10 | ἡγεμονίαν τῶν ἐν Θερμοπύλαις ἀποσταλέντων Ἑλλήνων χιλίοις μόνον εἶπεν ἀκολουθεῖν αὐτῷ. τῶν δὲ ἐφόρων λεγόντων ὡς ὀλί‐ γους παντελῶς ἄγει πρὸς μεγάλην δύναμιν, καὶ προσταττόντων πλείονας παραλαμβάνειν, εἶπεν πρὸς αὐτοὺς ἐν ἀπορρήτοις ὅτι πρὸς μὲν τὸ κωλῦσαι τοὺς βαρβάρους διελθεῖν τὰς παρόδους ὀλί‐ | |
15 | γοι, πρὸς μέντοι γε τὴν πρᾶξιν ἐφ’ ἣν πορεύονται νῦν πολλοί. αἰνιγματωδῶς δὲ καὶ ἀσαφῶς τῆς ἀποκρίσεως γενομένης, ἐπηρώ‐ τησαν αὐτὸν εἰ πρὸς εὐτελῆ τινα πρᾶξιν αὐτοὺς ἄγειν διανοεῖται. ἀπεκρίθη δὲ ὅτι τῷ λόγῳ μὲν ἐπὶ τὴν φυλακὴν ἄγει τῶν παρό‐ δων, τῷ δὲ ἔργῳ περὶ τῆς κοινῆς ἐλευθερίας ἀποθανουμένους· | |
20 | ὥστε ἐὰν μὲν οἱ χίλιοι πορευθῶσιν, ἐπιφανεστέραν ἔσεσθαι τὴν Σπάρτην τούτων τετελευτηκότων· ἐὰν δὲ πανδημεὶ στρατεύσωσι Λακεδαιμόνιοι, παντελῶς ἀπολεῖσθαι τὴν Λακεδαίμονα· οὐδένα γὰρ αὐτῶν τολμήσειν φεύγειν, ἵνα τύχῃ σωτηρίας. 130. Ὅτι Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς Θερμοπύλας καὶ | |
25 | προσέταξεν λέγειν ὅτι βασιλεὺς Ξέρξης κελεύει τὰ μὲν ὅπλα πάν‐ | 303 |
304 | τας ἀποθέσθαι, αὐτοὺς δὲ ἀκινδύνους εἰς τὰς πατρίδας ἀπιέναι καὶ συμμάχους εἶναι Περσῶν· καὶ ταῦτα πράξασιν αὐτοῖς ἐπηγγεί‐ λατο δώσειν χώραν τοῖς Ἕλλησι πλείω καὶ βελτίω τῆς νῦν ὑπ’ αὐτῶν κατεχομένης. οἱ δὲ περὶ τὸν Λεωνίδην ἀπεκρίναντο ὅτι | |
5 | καὶ συμμαχοῦντες τῷ βασιλεῖ χρησιμώτεροι μετὰ τῶν ὅπλων ἔσον‐ ται, καὶ πολεμεῖν ἀναγκαζόμενοι μετὰ τούτων γενναιότερον ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιοῦνται· περὶ δὲ τῆς χώρας ἣν ὑπισχνεῖται δώσειν, ὅτι πάτριόν ἐστι τοῖς Ἕλλησι μὴ διὰ κακίαν ἀλλὰ δι’ ἀρετὴν χώραν κτᾶσθαι. | |
10 | 131. Ὅτι ὁ Πέρσης ἀκούσας ταῦτα προσεκαλέσατο Δημάρα‐ τον Σπαρτιάτην, ἐκ τῆς πατρίδος πεφευγότα πρὸς αὐτόν. κατα‐ γελάσας δὲ τῶν ἀποκρίσεων ἐπηρώτησε τὸν Λάκωνα „πότερον οἱ Ἕλληνες ὀξύτερον τῶν ἐμῶν ἵππων φευξοῦνται ἢ πρὸς τηλικαύ‐ τας δυνάμεις παρατάξασθαι τολμήσουσι;“ τὸν δὲ εἰπεῖν ὡς „αὐτὸς | |
15 | σὺ τὴν ἀνδρείαν τῶν Ἑλλήνων οὐκ ἀγνοεῖς· τοὺς γὰρ ἀφισταμέ‐ νους τῶν βαρβάρων Ἑλληνικαῖς δυνάμεσι καταπολεμεῖς· ὥστε μὴ νόμιζε τοὺς ὑπὲρ τῆς σῆς ἀρχῆς τῶν Περσῶν ἄμεινον ἀγωνιζομέ‐ νους ὑπὲρ τῆς ἰδίας ἐλευθερίας ἧττον κινδυνεύσειν πρὸς τοὺς Πέρσας.“ ὁ δὲ βασιλεὺς καταγελάσας αὐτοῦ προσέταξεν ἀκολου‐ | |
20 | θεῖν, ὅπως ἴδῃ φεύγοντας τοὺς Λακεδαιμονίους. 132. Ὅτι Λεωνίδου μαθόντος παρ’ αὐτομόλου Πέρσου ὡς διά τινος ἀτραποῦ ἀπελήφθησαν ὑπὸ Περσῶν εἰς τὸ μέσον νυκ‐ τός, τοὺς μὲν ἄλλους Ἕλληνας ἅπαντας ἀπιέναι προσέταξε καὶ σώζειν ἑαυτούς, ἵνα συναγωνίζωνται τοῖς Ἕλλησιν, τοὺς δὲ Λακε‐ | |
25 | δαιμονίους ἔφησε δεῖν μένειν· πρέπειν γὰρ τοὺς ἡγουμένους τῆς | |
Ἑλλάδος ὑπὲρ τῶν πρωτείων ἀγωνιζομένους ἑτοίμως ἀποθνήσκειν. | 304 | |
305 | 133. Ὅτι τῶν Ἑλλήνων μιᾷ φωνῇ ἀξιούντων αὐτὸν ἄγειν ἐπὶ τὸν πολέμιον, ὡς εἰς τὸ μέσον ὑπὸ Περσῶν ἀπελήφθησαν, τὴν ἑτοιμότητα τῶν στρατιωτῶν ἀποδεξάμενος, τούτοις παρήγγελλε ταχέως ἀριστοποιεῖσθαι, ὡς ἐν Ἅιδου δειπνησομένους, καὶ αὐτὸς | |
5 | δὲ ἀκολούθως τῇ παραγγελίᾳ τροφὴν προσηνέγκατο· οὕτω δυνή‐ σεσθαι πολὺν χρόνον ἰσχύειν καὶ φέρειν τὴν ἐν τοῖς κινδύνοις ὑπομονήν. 134. Ὅτι χρὴ οὐκ ἐκ τῶν ἀποτελεσμάτων κρίνειν τοὺς ἀγαθοὺς ἄνδρας ἀλλ’ ἐκ τῆς προαιρέσεως· τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τοῦ | |
10 | δὲ ἡ προαίρεσις δοκιμάζεται. 135. Ὅτι Σιμωνίδης ὁ μελοποιὸς ποιητὴς ἔγραψεν ἐγκώμιον, ἄξιον τῆς ἀρετῆς αὐτῶν, ἐν ᾧ λέγει τῶν ἐν Θερμοπύλαις θανόντων εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δ’ ὁ πότμος, | |
15 | βωμὸς δ’ ὁ τάφος, προγόνων δὲ μνᾶστις, ὁ δ’ οἶτος ἔπαινος. ἐντάφιον δὲ τοιοῦτον οὔτ’ εὐρὼς οὔθ’ ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος ἀνδρῶν ἀγαθῶν. ὁ δὲ σηκὸς οἰκέταν εὐδοξίαν Ἑλλάδος εἵλατο. μαρτυρεῖ δὲ Λεωνίδας, ὁ Σπάρτας βασιλεύς, | |
20 | ἀρετᾶς μέγαν λελοιπὼς κόσμον ἀένναόν τε κλέος. | |
136. Ὅτι δαιμονίᾳ τινὶ προνοίᾳ τὸ ἐν Δελφοῖς μαντεῖον τὴν | 305 | |
306 | σύλησιν διέφυγεν· οἱ δὲ Δελφοὶ ὑπόμνημα τοῖς μεταγενεστέροις καταλιπεῖν βουλόμενοι, τρόπαιον ἔστησαν παρὰ τὸ τῆς Ἀθηνᾶς προνοίας ἱερόν, ἐν ᾧ τόδε τὸ ἐλεγεῖον ἐπέγραψαν· μνᾶμα μ’ ἀλεξάνδρου πολέμου καὶ μάρτυρα νίκας | |
5 | Δελφοί με στᾶσαν, Ζηνὶ χαριζόμενοι σὺν Φοίβῳ, πτολίπορθον ἀπωσάμενοι στίχα Μήδων καὶ χαλκοστέφανον ῥυσάμενοι τέμενος. 137. Ὅτι τῶν Καρχηδονίων σχεδὸν πάντων ἀνῃρημένων ὑπὸ Γέλωνος, ὀλίγων νηῶν διασωθεισῶν καὶ πολλῶν ἀνελομένων τῶν | |
10 | φευγόντων, καὶ κατάγομοι γενόμενοι διεφθάρησαν χειμῶνι ...... ὀλίγοι δέ τινες διασωθέντες ἐν μικρῷ σκάφει εἰς Καρχηδόνα διεσά‐ φησαν τοῖς πολίταις σύντομον ποιησάμενοι τὴν ἀπόφασιν ὅτι πάντες οἱ διαβάντες εἰς τὴν Σικελίαν ἀπολώλασιν. ἐπὶ τοσοῦτον δὲ κατεπλάγησαν οἱ Καρχηδόνιοι ὥστε τὰς νύκτας διαγρυπνεῖν | |
15 | φυλάττοντας τὴν πόλιν διὰ δὲ τὸ πλῆθος τῶν ἀπολωλότων ἥ τε πόλις ἐπένθησε κοινῇ καὶ κατ’ ἰδίαν· αἱ δὲ τῶν ἰδιωτῶν οἰκίαι κλαυθμοῦ καὶ πένθους ἐπληροῦντο. οἱ μὲν γὰρ υἱοὺς οἱ δὲ ἀδελ‐ φοὺς ἐπεζήτουν, πλεῖστοι δὲ παῖδες ὀρφανοὶ πατέρων γεγονότες ἔρημοι ὠδύροντο τὸν τῶν γεγεννηκότων θάνατον καὶ τὴν ἰδίαν | |
20 | ἐρημίαν τῶν βοηθούντων. 138. Ὅτι διαβοηθείσης τῆς τῶν Ἀθηναίων πρὸς τοὺς Ἕλλη‐ | |
νας ἀλλοτριότητος ἧκον εἰς Ἀθήνας πρέσβεις παρὰ Περσῶν καὶ | 306 | |
307 | Ἑλλήνων. καὶ οἱ Πέρσαι ἔφασαν Μαρδόνιον ἐπαγγέλλεσθαι τοῖς Ἀθηναίοις, ἐὰν τὰ Περσῶν προέλωνται, δώσειν χώραν ἣν ἂν βού‐ λωνται τῆς Ἑλλάδος, καὶ τὰ τείχη καὶ τοὺς ναοὺς πάλιν ἀνοι‐ κοδομήσειν, καὶ τὴν πόλιν ἐάσειν αὐτόνομον· οἱ δὲ Λακε‐ | |
5 | δαιμόνιοι ἠξίουν μὴ πεισθῆναι τοῖς βαρβάροις, ἀλλὰ τηρεῖν τὴν πρὸς τοὺς ὁμοφύλους εὔνοιαν· οἱ δὲ Ἀθηναῖοι τοῖς βαρβάροις ἀπεκρίθησαν ὡς οὔτε χώρα τοῖς Πέρσαις ἐστὶ τοιαύτη οὔτε χρυ‐ σὸς τοσοῦτος ὃν Ἀθηναῖοι δεξάμενοι τοὺς Ἕλληνας ἐγκαταλείψουσι. τοῖς δὲ Λακεδαιμονίοις εἶπον ὡς αὐτοὶ μὲν ἣν πρότερον ἐποιοῦντο | |
10 | φροντίδα τῆς Ἑλλάδος καὶ μετὰ ταῦτα πειράσονται τὴν αὐτὴν διαφυλάττειν, ἐκείνους δὲ ἠξίουν τὴν ταχίστην ἐλθεῖν εἰς τὴν Ἑλ‐ λάδα μετὰ τῶν συμμάχων· πρόδηλον γὰρ εἶναι διότι Μαρδόνιος, ἠναντιωμένων Ἀθηναίων αὐτῷ, μετὰ δυνάμεως ἥξει ἐπὶ τὰς Ἀθήνας. | |
15 | 139. Ὅτι οἱ Ἕλληνες ἐκ τῶν λαφύρων τῶν Περσικῶν δεκάτην ἐξελόμενοι κατεσκεύασαν χρυσοῦν τρίποδα, καὶ ἀνέθηκαν εἰς Δελ‐ φοὺς ἐπιγράψαντες ἐλεγεῖον· Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδ’ ἀνέθηκαν, δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας. | |
20 | 140. Ὅτι καὶ τοῖς ἐν Θερμοπύλαις ἀποθανοῦσι Λακεδαιμο‐ νίοις ἐπέγραψαν κοινῇ μὲν ἅπασι τόδε· μυριάσιν ποτὲ τῇδε διηκοσίαις ἐμάχοντο ἐκ Πελοποννήσου χιλιάδες τέτταρες. 141. Ὅτι ἰδίᾳ ἐπέγραψαν τόδε· | |
25 | ὦ ξένε, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε | |
κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις. | 307 | |
308 | 142. Ὅτι κατὰ τὴν αὐτὴν ἡμέραν ἐφάνησαν αἱ παρατάξεις γεγενημέναι ἥ τε πρὸς τῇ Μυκάλῃ συντεθεῖσα καὶ ἡ κατὰ τὰς Πλαταιὰς γενομένη. τὸ δὲ μέγεθος τοῦ διαστήματος τὴν προσαγ‐ γελίαν ἤλεγχεν. | |
5 | 143. Ὅτι τὸ τοῦ Γέλωνος τοῦ Συρακοσίων βασιλέως [τὸ] μνῆμα κατέστρεψεν Ἀγαθοκλῆς πολυτελὲς ὂν καὶ Καρχηδόνιοι· ἀλλ’ ὅμως, ὡς φησὶ Διόδωρος, οὔτε Καρχηδόνιοι διὰ τὴν ἔχθραν οὔτε Ἀγα‐ θοκλῆς διὰ τὴν ἰδίαν κακίαν οὔτε ἄλλος οὐδεὶς ἠδυνήθη τοῦ Γέ‐ λωνος ἀφελέσθαι τὴν δόξαν. ἡ γὰρ τῆς ἱστορίας δικαία μαρτυρία | |
10 | τετήρηκε τὴν περὶ αὐτοῦ φήμην, κηρύσσουσα εἰς ἅπαντα τὸν αἰῶνα. δίκαιον γὰρ ἅμα καὶ συμφέρον ἐστὶ τῷ κοινῷ βίῳ διὰ τῆς ἱστο‐ ρίας τοὺς μὲν πονηροὺς τῶν ἐν ταῖς ἐξουσίαις γεγενημένων βλασ‐ φημεῖσθαι, τοὺς δὲ εὐεργετικοὺς τυγχάνειν ἀθανάτου μνήμης· οὕτω γὰρ μάλιστα συμβήσεται πολλοὺς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν | |
15 | προτρέπεσθαι τῶν μεταγενεστέρων. 144. Ἡμεῖς δὲ παρ’ ὅλην τὴν ἱστορίαν εἰωθότες τῶν ἀγαθῶν ἀνδρῶν διὰ τῶν ἐπιλεγομένων ἐπαίνων αὔξειν τὴν δόξαν, τοῖς δὲ φαύλοις ἐπὶ τῆς τελευτῆς ἐπιφθέγγεσθαι τὰς ἁρμοζούσας βλασ‐ φημίας, οὐκ ἐάσομεν τούτου κακίαν καὶ προδοσίαν ἀκατηγόρητον. | |
20 | τίς γὰρ οὐκ ἂν θαυμάσειε τούτου τὴν ἄνοιαν, ὃς εὐεργέτης γενό‐ μενος τῆς Ἑλλάδος καὶ νικήσας τὴν ἐν Πλαταιαῖς μάχην καὶ πολ‐ λὰς ἄλλας ἐπαινουμένας πράξεις ἐπιτελέσας, οὐχ ὅπως τὸ παρὸν ἀξίωμα διεφύλαξεν, ἀλλ’ ἀγαπήσας τῶν Περσῶν τὸν πλοῦτον καὶ τὴν τρυφὴν ἅπασαν τὴν προϋπάρχουσαν εὐδοξίαν κατῄσχυνεν; | |
25 | ἐπαρθεὶς γὰρ ταῖς εὐτυχίαις τὴν μὲν Λακωνικὴν ἀγωγὴν ἐστύγησε, τὴν δὲ τῶν Περσῶν ἀκολασίαν καὶ τρυφὴν ἐμιμήσατο, ὃν ἥκιστα | |
ἐχρῆν ζηλῶσαι τὰ τῶν βαρβάρων ἐπιτηδεύματα· οὐ γὰρ ἑτέρων | 308 | |
309 | πεπυσμένος ἀλλ’ αὐτὸς ἐγὼ πεῖραν εἰληφὼς ἐγίνωσκον ὅπως τῆς τῶν Περσῶν τρυφῆς ἡ πάτριος δίαιτα πρὸς ἀρετὴν διέφερεν. ἀλλὰ γὰρ αὐτὸς μὲν διὰ τὴν ἰδίαν κακίαν οὐ μόνον τῆς ἀξίας ἔτυχε τιμωρίας, ἀλλὰ καὶ τοῖς πολίταις αἴτιος κατέστη τοῦ τὴν κατὰ | |
5 | θάλατταν ἡγεμονίαν ἀποβαλεῖν. ἐκ παραθέσεως γὰρ ἡ Ἀριστείδου στρατηγία παρὰ τοῖς συμμάχοις θεωρουμένη καὶ διὰ τὴν εἰς τοὺς ὑποτεταγμένους ὁμιλίαν καὶ τὰς ἀρετὰς ἐποίησε πάντας ὥσπερ ἀπὸ μιᾶς ὁρμῆς ἀποκλῖναι πρὸς Ἀθηναίους. διὸ καὶ τοῖς μὲν ἐκ τῆς Σπάρτης πεμπομένοις ἡγεμόσιν οὐκέτι προσεῖχον, Ἀριστείδην | |
10 | δὲ θαυμάζοντες καὶ πάντα προθύμως ὑπακούοντες ἐποίησαν χωρὶς κινδύνου παραλαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν. εὐθὺς οὖν ὁ μὲν Ἀριστείδης συνεβούλευε τοῖς συμμάχοις ἅπασι κοινὴν ἄγουσι σύνοδον ἀποδεῖξαι τὴν Δῆλον κοινὸν ταμιεῖον, καὶ τὰ χρή‐ ματα πάντα τὰ συναγόμενα εἰς ταύτην κατατίθεσθαι, πρὸς δὲ τὸν | |
15 | ἀπὸ τῶν Περσῶν ὑποπτευόμενον πόλεμον τάξαι φόρον ταῖς πό‐ λεσι πάσαις κατὰ δύναμιν, ὥστε γίνεσθαι τὸ πᾶν ἄθροισμα ταλάν‐ των πεντακοσίων καὶ ἑξήκοντα. ταχθεὶς δὲ ἐπὶ τὴν διάταξιν τῶν φόρων, οὕτως ἀκριβῶς καὶ δικαίως τὸν διαμερισμὸν ἐποίησεν ὥστε πάσας τὰς πόλεις εὐδοκῆσαι. διὸ καὶ δοκῶν ἕν τι τῶν ἀδυ‐ | |
20 | νάτων ἔργων συντετελεκέναι, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἐκτή‐ σατο καὶ διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης δίκαιος ἐπωνομάσθη. ὑφ’ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν ἡ μὲν τοῦ Παυσανίου κακία τῆς κατὰ θάλατταν ἡγεμονίας ἐστέρησε τοὺς πολίτας, ἡ Ἀριστείδου δὲ κατὰ πᾶν ἀρετὴ τὰς Ἀθήνας τὴν οὐκ οὖσαν ἀρετὴν ... ἐποίησε κτήσασθαι. | |
25 | 145. Ὅτι περὶ Θεμιστοκλέους, ὡς φησὶ Διόδωρος, πολλοὶ ἀμφισβητοῦσι πότερον οὗτος ἀδικήσας τὴν πατρίδα καὶ τοὺς ἄλ‐ λους Ἕλληνας ἔφυγεν εἰς Πέρσας, ἢ τοὐναντίον ἥ τε πόλις καὶ πάντες οἱ Ἕλληνες εὐεργετηθέντες μεγάλα τῆς μὲν χάριτος ἐπελά‐ | |
θοντο, τὸν δὲ εὐεργέτην ἤγαγον αὐτὸν εἰς ἐσχάτους κινδύνους. εἰ | 309 | |
310 | δέ τις χωρὶς φθόνου τήν τε φύσιν τἀνδρὸς καὶ τὰς πράξεις ἐξε‐ τάζοι μετὰ ἀκριβείας, εὑρήσει πάντων ὧν μνημονεύομεν ἀμφο‐ τέροις τοῖς εἰρημένοις πεπρωτευκότα. διὸ καὶ θαυμάσειεν ἄν τις εἰκότως εἰ στερῆσαι σφᾶς αὐτοὺς ἀνδρὸς τοιούτου τὴν φύσιν ἠθέ‐ | |
5 | λησαν. τίς γὰρ ἕτερος ξίφεσιν ἀφείλατο τῆς Σπάρτης ταύτην τὴν δόξαν; τίνα δ’ ἄλλον ἱστορήσαμεν μιᾷ πράξει ποιήσαντα διενεγ‐ κεῖν αὐτὸν μὲν τῶν ἡγεμόνων, τὴν δὲ πόλιν τῶν Ἑλληνίδων πόλεων, τοὺς δ’ Ἕλληνας τῶν βαρβάρων; ἐπὶ τίνος δὲ στρατηγοῦντος ἐλάττονας ἀφορμὰς ἢ μείζονας κινδύνους συνέβη γενέσθαι; τίς δὲ | |
10 | πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἐν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε; τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τούτοις, τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστ’ εὐχείρωτον γενέσθαι τοῖς Ἕλ‐ λησι; διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ | |
15 | σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρίσκομεν γεγενημένην. 146. Ὅτι ὁ τῶν Ἀθηναίων δῆμος δεκάτην ἐξελόμενος ἐκ τῶν | |
20 | λαφύρων τοῦ πολέμου Κίμωνος πρὸς Πέρσας ἀνέθηκε τῷ θεῷ, καὶ τὴν ἐπιγραφὴν ἐπὶ τὸ κατασκευασθὲν ἀνάθημα ἐπέγραψε τήνδε ἐξ οὗ γ’ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐπέχει, οὐδέπω τοιοῦτον ἐπιχθονίων γένετ’ ἀνδρῶν | |
25 | ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα. οἵδε γὰρ ἐν Κύπρῳ Μήδους πολλοὺς ὀλέσαντες | |
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει | 310 | |
311 | ἀνδρῶν πληθούσας, μέγα δ’ ἔστενεν Ἀσὶς ὑπ’ αὐτῶν πληγεῖς’ ἀμφοτέραις χερσὶ κράτει πολέμου. 147. Ὅτι Μυρωνίδης ὁ Ἀθηναίων στρατηγὸς προβληθεὶς καὶ καταλέξας τῶν πολιτῶν τοὺς ἱκανοὺς παρήγγειλεν αὐτοῖς ἐκθέμενος | |
5 | ἡμέραν ἐν ᾗ τὴν ἐκ τῆς πόλεως ἀνάζευξιν ἔμελλε ποιεῖσθαι. ἐπεὶ δ’ ὁ συντεταγμένος καιρὸς ἧκε, καὶ τῶν στρατιωτῶν τινες οὐ κα‐ τήντησαν πρὸς τὴν ὡρισμένην ἡμέραν, ἀναλαβὼν τοὺς προεληλυ‐ θότας προῆγεν εἰς τὴν Βοιωτίαν. τῶν δὲ ἡγεμόνων τινὲς καὶ τῶν φίλων ἔφασαν δεῖν ἀναμένειν τοὺς καθυστεροῦντας· ὁ δὲ Μυρω‐ | |
10 | νίδης, συνετὸς ὢν ἅμα καὶ δραστικὸς στρατηγόν, οὐκ ἔφησεν ἀνα‐ μένειν· ἀπεφαίνετο γὰρ τοὺς μὲν ἑκουσίως καθυστεροῦντας τῆς ἐξόδου καὶ κατὰ τὴν μάχην ἀγεννῶς καὶ δειλῶς ἕξειν, καὶ διὰ τοῦτο τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑποστήσεσθαι, τοὺς δὲ ἑτοί‐ μους κατὰ τὴν συντεταγμένην ἡμέραν παραγενηθέντας φανεροὺς | |
15 | εἶναι διότι καὶ τὴν ἐν τῷ πολέμῳ τάξιν οὐ καταλείψουσιν· ὅπερ καὶ συνέβη γενέσθαι. 148. Δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ· οὔτε γὰρ τῶν νομιζομένων ἀγα‐ θῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε | |
20 | τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας. τούτου δὲ τὰς ἀπο‐ δείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγε‐ γενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις. ἡ γὰρ Ξέρξου τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Ἑλλάδα στρατεία διὰ τὸ μέγεθος τῶν δυνάμεων τὸν μέγιστον ἐπέστησε φόβον τοῖς Ἕλλησιν, ὡς ἂν | |
25 | ὑπὲρ ἀνδραποδισμοῦ μελλόντων πολεμεῖν, καὶ προκαταδεδουλω‐ μένων τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων πάντες ὑπέλαβον καὶ τὰς κατὰ τὴν Ἑλλάδα τῆς ὁμοίας τύχης πειράσεσθαι. τοῦ δὲ πολέμου παρὰ τὴν προσδοκίαν τὸ τέλος λαβόντος παράδοξον, οὐ μόνον τῶν κινδύνων ἀπελύθησαν οἱ τὴν Ἑλλάδα κατοικοῦντες, ἀλλὰ | |
30 | καὶ δόξαν μεγάλην κατεκτήσαντο, καὶ τοσαύτης εὐπορίας ἐπληρώθη | 311 |
312 | πᾶσα πόλις Ἑλληνὶς ὥστε πάντας θαυμάσαι τὴν εἰς τοὐναντίον μεταβολήν. ἀπὸ τούτων γὰρ τῶν χρόνων ἐπ’ ἔτη πεντήκοντα πολλὴν ἐπίδοσιν ἔλαβεν ἡ Ἑλλὰς πρὸς τὴν εὐδαιμονίαν. 149. Ὅτι οἱ βουλόμενοι κτίσαι τὴν Σύβαριν ἔλαβον χρησμὸν | |
5 | παρὰ τοῦ Ἀπόλλωνος ὅτι δεῖ κτίσαι πόλιν αὐτοὺς ἐν τούτῳ τῷ τόπῳ ὅπου μέλλουσιν οἰκεῖν μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες, κατέπλευσαν εἰς τὴν Ἰταλίαν, καὶ καταντήσαντες εἰς τὴν Σύβαριν ἐζήτουν τόπον .....ν. εὑρόντες δὲ οὐκ ἄπωθεν τῆς Συβά‐ | |
10 | ρεως κρήνην ὀνομαζομένην Θουρίαν, ἔχουσαν αὐλὸν χάλκεον ὃν ἐκάλουν οἱ ἐγχώριοι μέδιμνον, νομίσαντες εἶναι τοῦτον τὸν τόπον τὸν δηλούμενον ὑπὸ τοῦ θεοῦ, περιέβαλον τεῖχος, καὶ πόλιν ἔκτισαν. 150. Ὅτι Χαρώνδας τοῖς μητρυιὰν ἐπαγομένοις κατὰ τῶν ἰδίων τέκνων ἔθηκε πρόστιμον τὸ μὴ γίνεσθαι συμβούλους τούτους | |
15 | τῇ πατρίδι, νομίζων τοὺς κακῶς περὶ τῶν ἰδίων τέκνων βουλευ‐ σαμένους καὶ συμβούλους κακοὺς ἔσεσθαι τῇ πατρίδι. ἔφη γὰρ τοὺς μὲν πρῶτον γήμαντας καὶ ἐπιτυχόντας δεῖν εὐημεροῦντας καταπαύειν, τοὺς δὲ ἀποτυχόντας τῷ γάμῳ καὶ πάλιν ἐν τοῖς αὐ‐ τοῖς ἁμαρτάνοντας ἄφρονας δεῖν ὑπολαμβάνεσθαι. | |
20 | 151. Ὅτι τοὺς ἐπὶ συκοφαντίᾳ καταγνωσθέντας προσέταξε περιπατεῖν ἐστεφανωμένους, ὅπως ἐν πᾶσι τοῖς πολίταις φαί‐ νωνται τὸ πρωτεῖον τῆς πονηρίας περιπεποιημένοι. διὸ καί τινας ἐπὶ τούτῳ τῷ ἐγκλήματι καταδικασθέντας τὸ μέγεθος τῆς ὕβρεως οὐκ ἐνεγκόντας ἑκουσίως ἑαυτοὺς ἐκ τοῦ ζῆν μεταστῆσαι. οὗ συν‐ | |
25 | τελεσθέντος ἐφυγαδεύθη πᾶς ἐκ τῆς πόλεως ὁ συκοφαντεῖν εἰω‐ θώς, καὶ τὸ πολίτευμα μακάριον εἶχε βίον τῆς τοιαύτης κακίας ἀπηλλαγμένον. | |
152. Ὅτι ὁ αὐτὸς Χαρώνδας ἔγραψε καὶ περὶ τῆς κακομιλίας | 312 | |
313 | νόμον ἐξηλλαγμένον καὶ τοῖς ἄλλοις νομοθέταις παρεωραμένον. ὑπολαβὼν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐνίοτε διὰ τὴν πρὸς τοὺς πονηροὺς φιλίαν καὶ συνήθειαν διαστρέφεσθαι τὰ ἔθη πρὸς κακίαν, καὶ τὴν φαυλότητα καθάπερ λοιμικὴν νόσον ἐπινέμεσθαι τὸν βίον | |
5 | τῶν ἀνθρώπων καὶ νοσοποιεῖν τὰς ψυχὰς τῶν ἀρίστων (κατάντης γὰρ ἡ πρὸς τὸ χεῖρον ὁδός, ῥαδίαν ἔχουσα τὴν ὁδοιπορίαν· διὸ καὶ τῶν μετρίων πολλοὶ τοῖς ἤθεσιν ὑπούλοις ἡδοναῖς δελεασθέν‐ τες εἰς ἐπιτηδεύσεις χειρίστας περιώκειλαν)—ταύτην οὖν τὴν δια‐ φθορὰν ἀναστεῖλαι βουλόμενος ἀπηγόρευσε τῇ τῶν πονηρῶν φιλίᾳ | |
10 | τε καὶ συνηθείᾳ χρήσασθαι, καὶ δίκας ἐποίησε κακομιλίας, καὶ προστίμοις μεγάλοις ἀπέγραψε τοὺς ἁμαρτάνειν μέλλοντας. καὶ ἄλ‐ λον νόμον ἀπὸ τούτου κρείττονα καὶ τοῖς παλαιοτέροις νομοθέταις ἠμελημένον· τῶν πολιτῶν τοὺς υἱεῖς ἅπαντας μανθάνειν γράμματα, χορηγούσης τῆς πόλεως τοὺς μισθοὺς τοῖς διδασκάλοις. ὑπέλαβε | |
15 | γὰρ τοὺς ἀπόρους τοῖς βίοις, ἰδίᾳ μὴ δυναμένους διδόναι μισθοὺς, ἀποστερήσεσθαι τῶν καλλίστων ἐπιτηδευμάτων. τὴν γὰρ γραμμα‐ τικὴν παρὰ τὰς ἄλλας μαθήσεις προέκρινε, καὶ μάλα προσηκόν‐ τως. διὰ γὰρ ταύτης τὰ πλείστα καὶ χρησιμώτατα τῶν πρὸς τὸν βίον ἐπιτελεῖσθαι, ψήφους ἐπιστολὰς διαθήκας νόμους τἄλλα τὰ | |
20 | τὸν βίον μάλιστα ἐπανορθοῦντα. τίς γὰρ ἂν ἄξιον ἐγκώμιον διά‐ θοιτο ἄνευ τῆς τῶν γραμμάτων μαθήσεως; διὰ γὰρ τούτων μόνων οἱ τετελευτηκότες τοῖς ζῶσι διαμνημονεύονται, οἱ δὲ μακρὰν τοῖς τόποις διεστῶτες τοῖς πλεῖστον ἀπέχουσιν ὡς πλησίον παρεστῶσι διὰ τῶν γεγραμμένων ὁμιλοῦσι· ταῖς τε κατὰ πόλεμον συνθήκαις | |
25 | ἐν ἔθνεσιν ἢ βασιλεῦσι πρὸς διαμονὴν τῶν ὁμολογιῶν ἡ διὰ τῶν γραμμάτων ἀσφάλεια βεβαιοτάτην ἔχει πίστιν· ἔτι δὲ φιλοσοφίαν | |
καὶ πᾶσαν ...... | 313 | |
314 | 153. 〈Παρ’ ὅλην τὴν πραγμα〉τείαν εἰωθότες χρῆσθαι τῇ συνήθει τῆς ἱστορίας παρρησίᾳ, καὶ τοῖς μὲν ἀγαθοῖς ἀνδράσιν ἐπὶ τῶν καλῶν ἔργων τὸν δίκαιον ἐπιλέγειν ἔπαινον, τοὺς δὲ φαύ‐ λους, ὅταν ἐξαμαρτάνωσιν, ἀξιοῦν δικαίας ἐπιτιμήσεως, διὰ τοῦ | |
5 | τοιούτου τρόπου νομίζομεν τοὺς μὲν εὖ πεφυκότας πρὸς ἀρετὴν τῷ διὰ τῆς δόξης ἀθανατισμῷ προτρέψασθαι ταῖς καλλίσταις ἐγχειρεῖν πράξεσι, τοὺς δὲ τὴν ἐναντίαν ἔχοντας διάθεσιν ταῖς ἁρμοττούσαις βλασφημίαις ἀποτρέψειν τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς. διὸ καὶ τῇ γραφῇ παρόντες ἐπ’ ἐκείνους τοὺς χρόνους ἐν οἷς Λακε‐ | |
10 | δαιμόνιοι περὶ Λεῦκτρα παραδόξως ἡττηθέντες μεγάλῃ περιέπεσον συμφορᾷ, καὶ περὶ Μαντίνειαν πταίσαντες ἀνελπίστως ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἡγούμεθα δεῖν τὴν ὑπόστασιν τῆς γραφῆς διαφυλάττειν, καὶ τὴν ἁρμόττουσαν ἐπιτίμησιν τοῖς Λακε‐ δαιμονίοις ποιήσασθαι. τίς γὰρ ἂν οὐχ ἡγήσαιτο κατηγορίας αὐ‐ | |
15 | τοὺς ἀξίους ὑπάρχειν ὅτι τὴν ἀρχὴν παραλαβόντες παρὰ τῶν προγόνων ταύτην κατέλυσαν. 154. Ὅτι Διονύσιος ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολ‐ λῆς σπουδῆς· τούτων δὲ ἀναγνωσθέντων καὶ μοχθηρῶν ὄντων ἐπε‐ ρωτήθη Φιλόξενος ὁ διθυραμβοποιὸς περὶ τῶν ποιημάτων τίνα | |
20 | κρίσιν ἔχοι. ἀποκριναμένου δὲ αὐτοῦ παρρησιωδέστερον, ὁ μὲν τύραννος προσκόψας τοῖς ῥηθεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φθόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπά‐ γειν εἰς τὰς λατομίας. τῇ δὲ ὑστεραίᾳ τῶν φίλων παρακαλούν‐ των συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς | |
25 | αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον. προβαίνοντος δὲ τοῦ πότου, καὶ τοῦ Διονυσίου χαυνωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προσενεγκαμένου, καὶ | |
ἐπερωτῶντος „ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν;“ | 314 | |
315 | ἄλλο μὲν οὐδὲν εἶπεν, τοὺς δὲ ὑπηρέτας τοῦ Διονυσίου προσκαλε‐ σάμενος ἐκέλευσεν αὐτὸν ἀπάγειν εἰς τὰς λατομίας. καὶ διὰ μὲν τὴν εὐτραπελίαν μειδιάσας ὁ Διονύσιος ἤνεγκε τὴν παρρησίαν, ὁ δὲ Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν. ἔφη γὰρ | |
5 | διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήθειαν καὶ τὴν εὐδό‐ κησιν τοῦ Διονυσίου. καὶ οὐ διεψεύσθη. τοῦ γὰρ τυράννου προσε‐ νεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάθη, καὶ ἐρωτήσαντος ποῖά τινα φαίνεται τὰ ποιήματα, εἶπεν „οἰκτρά“ διὰ τῆς ἀμφι‐ βολίας ἀμφότερα τηρήσας. ὁ μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ | |
10 | εἶναι ἐλεεινὰ καὶ συμπαθείας πλήρη, τὰ δὲ τοιαῦτ’ εἶναι ἀγαθῶν ἐπιτεύγματα· ὅθεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο· οἱ δὲ ἄλλοι τὴν ἀληθινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσθαι διελάμβανον. 155. Ὅτι πραθέντος τοῦ Πλάτωνος παρὰ Διονυσίου τοῦ τυ‐ | |
15 | ράννου εἰς τὸ πρατήριον, τοῦτον οἱ φιλόσοφοι συνελθόντες ἐξηγό‐ ρασαν, καὶ ἐξαπέστειλαν εἰς τὴν Ἑλλάδα, φιλικὴν νουθεσίαν ἐπιφθεγξάμενοι, διότι δεῖ τὸν σοφὸν τοῖς τυράννοις ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν. 156. Ὅτι τῆς Λεύκης τῆς νήσου ἠμφισβήτησαν Κυμαῖοι καὶ | |
20 | Κλαζομένιοι. καὶ τὸ μὲν πρῶτον ἐπεχείρησαν πολέμῳ διακρίνε‐ σθαι, μετὰ δὲ ταῦτα εἰπόντος τινὸς ἐρωτῆσαι τὸν θεὸν ποτέραν τῶν πόλεων κρίνει εἶναι κυρίαν δεῖν τῆς Λεύκης, ἔκρινεν ἡ Πυθία ταύτην ὑπάρχειν ἥτις ἂν πρώτη θύσῃ ἐν τῇ Λεύκῃ· ὁρμηθῆναι | |
δὲ ἐκ τῆς ἰδίας πόλεως ἅμα ἡλίῳ ἀνιόντι κατὰ τὴν ἡμέραν ἣν | 315 | |
316 | ἀμφότεροι συμφώνως ὑποστήσονται. καὶ οἱ μὲν Κλαζομένιοι ἐγ‐ γυτέρω κείμενοι κατεφρόνησαν, οἱ δὲ Κυμαῖοι κληρώσαντες ἐξ ἑαυτῶν ἀποίκους ἔκτισαν πλησίον τῆς Λεύκης πόλιν ἐξ ἧς ὁρμη‐ θέντες ἅμα ἡλίῳ ἀνιόντι ἔφθασαν τοὺς Κυμαίους τὴν θυσίαν | |
5 | ἐπιτελέσαντες. 157. Ὅτι οἱ συνόντες τῷ Ἀγησιλάῳ Σπαρτιᾶται σύμβουλοι καὶ οἱ τὰς ἡγεμονίας ἔχοντες ἐθαύμαζον πῶς δραστικὸς εἶναι δοκῶν Ἀγησίλαος καὶ μείζονα καὶ δυναμικωτέραν ἔχων δύναμιν οὐ διηγωνίσατο πρὸς πολεμίους. πρὸς οὓς ὁ Ἀγησίλαος ἀπεκρίθη | |
10 | νῦν μὲν ἀκινδύνως τοὺς Λακεδαιμονίους νενικηκέναι ἄν· πορθου‐ μένῃ γὰρ τῇ χώρᾳ μὴ τετολμηκέναι τοὺς Βοιωτοὺς βοηθῆσαι· εἰ δὲ αὐτῶν τῶν πολεμίων παρακεχωρηκότων τῆς νίκης ἐβιάσατο τοὺς πολεμίους ὑπομεῖναι τὸ δεινόν, ἴσως ἂν διὰ τὸ παράλογον τῆς τύχης δύναιντο καὶ φθάσαι κατὰ τὸν κίνδυνον οἱ Λακεδαιμόνιοι. | |
15 | τότε μὲν οὖν ὑπὸ τῆς διακρίσεως ταύτης ἔδοξε μετρίως κατεστο‐ χάσθαι τὸ δυνάμενον ἀποβῆναι, ὕστερον δὲ διὰ τῶν ἀποτελεσ‐ μάτων ἔδοξεν οὐκ ἀνθρωπίνην ἀπόφασιν ἀλλὰ θεῶν τινα χρησμὸν εἰρηκέναι. οἱ γὰρ Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως στρατεύ‐ σαντες ἐπὶ Θηβαίους, καὶ συναναγκάσαντες αὐτοὺς ὑπὲρ τῆς ἐλευ‐ | |
20 | θερίας ἀγωνίσασθαι, μεγάλῃ συμφορᾷ περιέσον. τὸ μὲν γὰρ πρῶτον ἐν Λεύκτροις ἡττηθέντες πολλοὺς ἀπώλεσαν τῶν πολι‐ τῶν, ἐν οἷς καὶ ὁ βασιλεὺς αὐτῶν Κλεόμβροτος ἔπεσεν· μετὰ δὲ ταῦτα περὶ Μαντίνειαν πλεύσαντες τοῖς ὅλοις ἐσφάλησαν, καὶ τὴν ἡγεμονίαν ἀνελπίστως ἀπέβαλον. ἀγαθὴ γὰρ ἡ τύχη τοὺς μέγα | |
25 | φρονοῦντας παραδόξως σφῆλαι, καὶ διδάξαι μηδὲν ἄγαν κατελ‐ πίζειν. ὁ γοῦν Ἀγησίλαος ἀρεσθεὶς τῷ πρώτῳ προτερήματι τὴν | |
δύναμιν ἀσινῆ διεφύλαξεν. | 316 | |
317 | 158. Ὅτι ἔτη πλείω τοῦ Φαρναβάζου κατανηλωκότος περὶ τὰς παρασκευάς, ὁ μὲν Ἰφικράτης ὁρῶν αὐτὸν ἐν μὲν τῷ λέγειν ὄντα δεινόν, ἐν δὲ τοῖς πραττομένοις νωχελῆ, παρρησίᾳ πρὸς αὐτὸν ἐχρήσατο, φήσας θαυμάζειν πῶς ἐν μὲν τοῖς λόγοις ἐστὶν ὀξύς, | |
5 | ἐν δὲ τοῖς ἔργοις βραδύς. ὁ δὲ Φαρνάβαζος ἀπεκρίθη διότι τῶν λόγων αὐτός ἐστι κύριος, τῶν δὲ ἔργων ὁ βασιλεύς. 159. Ὅτι τῶν Περσῶν παρὰ καιρὸν εἰς τὴν Ἀσίαν ἐκ τῆς Αἰγύπτου ἀνακομισθέντων καὶ γενομένης τῷ Φαρναβάζῳ διαφορᾶς πρὸς Ἰφικράτην καὶ ὑποπτεύσαντος αὐτοῦ μὴ συλληφθῇ καὶ τύχῃ | |
10 | τιμωρίας, καθάπερ Κόνων ὁ Ἀθηναῖος, καὶ λαθόντος νυκτὸς καὶ φυγόντος, οἱ Πέρσαι πρέσβεις ἀπέστειλαν κατηγοροῦντες ὡς αἰτίου γεγονότος τοῦ μὴ ληφθῆναι τὴν Αἴγυπτον. οἱ δὲ Ἀθηναῖοι τοῖς Πέρσαις ἀπόκρισιν ἔδωκαν ὅτι ἐὰν εὕρωσιν αὐτὸν ἠδικηκότα, κο‐ λάσουσι κατὰ τὴν ἀξίαν. | |
15 | 160. Ὅτι Ἐπαμινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. 161. Ὅτι ἄλλου (?) τινος οἰωνοῦ γενομένου τινὲς διεμαρτύ‐ ραντο μὴ προάγειν τὴν δύναμιν φανερῶς τῶν θεῶν κωλυόντων· ὁ | |
20 | δὲ Ἐπαμινώνδας μηδὲν αὐτοῖς ἀποκριθεὶς προῆγε τὸ στρατόπεδον, ἡγούμενος τὸν ὑπὲρ τῶν καλῶν λογισμὸν καὶ τὴν ὑπὲρ τῶν δι‐ | |
καίων μνήμην αἱρετωτέραν εἶναι τῶν παρόντων σημείων. ὁ μὲν γὰρ | 317 | |
318 | πεφιλοσοφηκὼς καὶ τοῖς ἐν παιδείᾳ λογισμοῖς ἐμφρόνως χρη‐ σάμενος παραυτίκα μὲν ὑπὸ πολλῶν μέμψεως ἔτυχεν, ὕστερον δὲ διὰ τῶν κατορθωμάτων δόξας στρατηγικῇ συνέσει διαφέρειν μεγί‐ στων ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι. | |
5 | 162. Οὗτοι μὲν οὖν ὡσπερεί τινος νεμεσήσαντος δαιμονίου τῆς ἁρμοζούσης τιμωρίας ἔτυχον, ὁ δὲ δῆμος παυσάμενος τῆς λύπης εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀπεκατέστη. 163. Ὅτι οἱ Λακεδαιμόνιοι ἠναγκάσθησαν καταφυγεῖν ἐπὶ τὴν τῶν Ἀθηναίων βοήθειαν, οἷς τριάκοντα μὲν τυράννους ἐν τοῖς | |
10 | ἔμπροσθε χρόνοις ἐπέστησαν, τὰ δὲ τείχη τῆς πόλεως ἐκώλυσαν οἰκοδομεῖν, ἐπεβάλοντο δὲ καὶ τὴν πόλιν ἄρδην ἀναιροῦντες ποι‐ ῆσαι μηλόβοτον. ἀλλὰ γὰρ οὐδὲν ἰσχυρότερόν ἐστιν ἀνάγκης καὶ τύχης, δι’ ὧν ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι τῶν πολεμιωτάτων δεηθῆναι. ὅμως οὐ διεσφάλησαν τῶν ἐλπίδων. ὁ γὰρ τῶν Ἀθη‐ | |
15 | ναίων δῆμος, μεγαλόψυχος ὢν καὶ φιλάνθρωπος, τὴν μὲν τῶν Θηβαίων ἰσχὺν οὐ κατεπλάγησαν, τοῖς δὲ Λακεδαιμονίοις ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύουσιν ἐψηφίσαντο βοηθεῖν. 164. Ὅτι οἱ περὶ τὸν Ἐπαμινώνδαν προσελθόντες τῇ Σπάρτῃ προεκαλοῦντο τοὺς Σπαρτιάτας εἰς παράταξιν, ἢ ξυνομολογεῖσθαι | |
20 | προσέταττον ἥττους εἶναι τῶν πολεμίων. ἀποκριναμένων δὲ τῶν Σπαρτιατῶν ὅτι καιρὸν λαβόντες εὔθετον διαγωνιοῦνται περὶ τῶν ὅλων, ἀπηλλάγησαν ἀπὸ τῆς πόλεως. 165. Ὅτι ἡ Δωδωνὶς ἱέρεια προεῖπε τοῖς Λακεδαιμονίοις ὡς ἔσται αὐτοῖς πόλεμος ἄδακρυς. | |
25 | 166. Ὅτι Διονύσιος ὁ τύραννος ἔχων παρὰ θεοῦ λόγιον τότε | |
τελευτήσειν ὅταν τῶν κρειττόνων περιγένηται, ἀνέφερε τὸν χρησ‐ | 318 | |
319 | μὸν ἐπὶ Καρχηδονίους, ὑπολαμβάνων κρείττους ἑαυτοῦ τούτους εἶναι. διὸ καὶ πρὸς αὐτοὺς πεπολεμηκὼς εἰώθει κατὰ τὰς νίκας ὑποφεύγειν ἑκουσίως καὶ ἡττᾶσθαι, ἵνα μὴ γένηται ἢ δόξῃ τῶν ἰσχυροτέρων γεγονέναι κρείττων. οὐ μὴν ἠδυνήθη γε τῇ πανουργίᾳ | |
5 | κατασοφίσασθαι τὴν ἐκ τῆς πεπρωμένης ἀνάγκην, ἀλλὰ ποιητὴς ὢν κακὸς καὶ διακριθεὶς ἐν Ἀθήναις ἐνίκησε τοὺς κρείττονας ποιητάς. καὶ ἐπακολουθοῦσαν ἔσχε τὴν τοῦ βίου τελευτήν. 167. Ὅτι οἱ Θηβαῖοι περιβόητον νίκην ἀπενεγκάμενοι πρὸς ἅπαντας ἔφασαν ἑαυτοὺς ἡττᾶσθαι διὰ τὴν Πελοπίδου τελευτήν. | |
10 | ἀξιόλογον γὰρ ἀπολωλεκότες ἄνδρα κατὰ λόγον ἔκρινον τὴν νίκην ἥττονα ὑπάρχειν τῆς Πελοπίδου δόξης. πολλὰς γὰρ καὶ μεγάλας χρείας παρέσχετο τῇ πόλει. 168. Ὅτι ὁ Ἐπαμινώνδας τῶν ἰατρῶν συγκληθέντων μετὰ τὸ πληγῆναι αὐτὸν καὶ ἀπογνόντων αὐτῶν προσκαλεσάμενος τὸν ὑπα‐ | |
15 | σπιστὴν ἐπηρώτησεν εἰ διασέσωκε τὴν ἀσπίδα. τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως πάλιν ἐπηρώτησε πότεροι νενικήκασιν. ἀποφαινομένου δὲ τοῦ παιδὸς ὅτι Βοιωτοὶ νενική‐ κασιν „ὥρα“ φησίν „ἐστὶν τελευτᾶν,“ καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ. ἀναβοησάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰ‐ | |
20 | πόντος ὅτι „τελευτᾷς ἄτεκνος, Ἐπαμινώνδα,“ καὶ δακρύοντος „μὰ Δία μέν“ φησίν „ἀλλὰ καταλείπω δύο θυγατέρας, τήν τε ἐν Λεύκ‐ τροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ.“ καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἐξέπνευσεν. Ἡμεῖς δὲ εἰωθότες, φησὶν ὁ Διόδωρος, ταῖς τῶν ἀγαθῶν | |
25 | ἀνδρῶν τελευταῖς ἐπιλέγειν τὸν ἴδιον ἔπαινον οὐδαμῶς ἁρμόττον | 319 |
320 | ἡγούμεθα παραδραμεῖν ἀνδρὸς τηλικούτου τὴν τελευτὴν ἀνεπισή‐ μαντον. δοκεῖ γάρ μοι μὴ μόνον τοὺς καθ’ ἑαυτὸν ὑπερβάλλειν ἐν στρατηγικῇ συνέσει καὶ ἐμπειρίᾳ. 169. Ὅτι τοῦ βασιλέως τῶν Αἰγυπτίων Παχὼ τῆς βασιλείας | |
5 | ἐκπεσόντος, παρὰ δὲ τοῦ Περσῶν βασιλέως Ἀρταξέρξου στρατηγοῦ τοῦ πρὸς Αἰγυπτίους πολέμου πάλιν ἀποκατασταθέντος ὁ Νεκτε‐ ναβὼς δέκα μυριάδας ἔχων ὁ ἀποστάτης προεκαλεῖτο αὐτὸν περὶ τῆς βασιλείας διαγωνίσασθαι. ὁ δὲ Ἀγησίλαος ὁ στρατηγὸς ὁ τοὺς μισθοφόρους ἔχων ὁρῶν αὐτὸν καταπεπληγμένον καὶ μὴ τολ‐ | |
10 | μῶντα διακινδυνεύειν, παρεκάλει θαρρεῖν· τῆς γὰρ νίκης τυγχάνειν οὐ τοὺς κατὰ τὸ πλῆθος προέχοντας, ἀλλὰ τοὺς κατὰ τὰς ἀνδρα‐ γαθίας πρωτεύοντας. οὐ προσέχοντος δὲ αὐτοῦ συνηναγκάσθη μετ’ αὐτοῦ ποιήσασθαι τὴν ἀναχώρησιν εἴς τινα πόλιν εὐμεγέθη. 170. Ὅτι ἐν πάσαις ταῖς ἱστορικαῖς πραγματείαις καθήκει | |
15 | τοὺς συγγραφεῖς περιλαμβάνειν ἐν ταῖς βίβλοις ἢ πόλεων ἢ βασι‐ λέων πράξεις αὐτοτελεῖς· οὕτω γὰρ μάλιστα διαλαμβάνομεν τὴν ἱστορίαν εὐμνημόνευτον καὶ σαφῆ γενέσθαι τοῖς ἀναγινώσκουσιν. αἱ γὰρ ἡμιτελεῖς πράξεις, οὐκ ἔχουσαι [τὸ] συνεχὲς ταῖς ἀρχαῖς τὸ πέρας, μεσολαβοῦσι τὴν ἐπιθυμίαν τῶν φιλαναγνωστούντων, | |
20 | αἱ δὲ τὸ τῆς διηγήσεως συνεχὲς περιλαμβάνουσαι μέχρι τῆς τελευ‐ τῆς ἀπηρτισμένην τὴν τῶν πράξεων ἔχουσιν ἀπαγγελίαν. ὅταν δὲ ἡ φύσις αὐτὴ τῶν πραχθέντων συνεργῇ τοῖς γραφεῦσι, τότ’ ἤδη παντελῶς οὐκ ἀποστατέον ταύτης τῆς προαιρέσεως. | |
171. Ὅτι Βάρδυλλις ὁ τῶν Ἰλλυρίων βασιλεὺς πρέσβεις ἀπέ‐ | 320 | |
321 | στειλε πρὸς Φίλιππον περὶ διαλύσεως, ἐφ’ ὅτῳ κυρίους εἶναι τῶν τότε κυριευομένων πόλεων. τοῦ δὲ Φιλίππου φήσαντος ἐπιθυμεῖν μὲν τῆς εἰρήνης, μὴ μέντοι γε ταύτην συγχωρήσειν, ἐὰν μὴ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσωσιν Ἰλλύριοι ...... | |
5 | 172. Ὅτι γενομένων λόγων περὶ συλλύσεων παρὰ Διονυσίου πρὸς Δίωνα, ὁ Δίων ἀπεκρίθη τοῖς πρέσβεσιν μίαν εἶναι σύλλυ‐ σιν, ἐὰν ἀποθέμενος τὴν τυραννίδα βούληται τυχεῖν τιμῶν τινων. ὁ δὲ Διονύσιος ὑπερηφάνου τῆς ἀποκρίσεως γενομένης συναγαγὼν τοὺς ἡγεμόνας ἐβουλεύετο πῶς χρὴ τοὺς Συρακουσίους ἀμύνεσθαι. | |
10 | 173. Ὅτι Διονύσιος τὸν πρακτικώτατον τῶν φίλων ἀποβαλὼν Φίλιστον, καὶ στρατηγὸν ἕτερον οὐκ ἔχων ἀξιόχρεων, αὐτὸς δὲ οὐ δυνάμενος τὸ τοῦ πολέμου βάρος φέρειν, ἐξέπεμψε πρεσβευτὰς πρὸς Δίωνα, τὸ μὲν πρῶτον τὴν ἡμίσειαν τῆς ἀρχῆς παραδιδούς, ὕστερον δὲ βουλόμενος ὅλην ἐγχειρίζειν. τοῦ δὲ Δίωνος ἀποκρι‐ | |
15 | θέντος ὅτι τοῖς Συρακουσίοις δίκαιόν ἐστι παραδιδόναι τὴν ἀκρό‐ πολιν ἐπί τισιν ἐξαιρέτοις χρήμασι καὶ τιμαῖς, ὁ Διονύσιος ἕτοι‐ μος ἦν παραδιδόναι τὴν ἄκραν τῷ δήμῳ, ὥστε τοὺς μισθοφόρους καὶ τὰ χρήματα λαβόντα εἰς τὴν Ἰταλίαν μεταστῆναι, ὁ δὲ Δίων συνεβούλευε τοῖς Συρακουσίοις δέχεσθαι τὰ διδόμενα. ὁ δὲ δῆμος | |
20 | ὑπὸ τῶν ἀκαίρων δημηγόρων πεισθεὶς ἀντεῖπε, κατὰ κράτος νομίζων ἐκπολιορκήσειν τὸν τύραννον. 174. Ὁ γὰρ χρυσὸς τὰς πλεονεξίας τῶν ἀνθρώπων ἐκκαλού‐ μενος ἠνάγκασεν αὐτομολεῖν πρὸς τὴν ἐκ τοῦ κέρδους λυσιτέλειαν. τῇ γὰρ ἀφθονίᾳ τῶν χρημάτων ἀνέδην χρώμενος οὐ μόνον ἰδιώτας | |
25 | προθύμους ἔσχε συναγωνιστάς, ἀλλὰ καὶ πόλεις τὰς ἐπιφανεστά‐ | |
τας ἐπεσπάσατο πρὸς τὴν κοινοπραγίαν. | 321 | |
322 | 175. Ὅτι τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Φοινίκην στρατεύ‐ σαντος ὁ τῆς Σιδῶνος δυνάστης Μέντωρ πυθόμενος τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως, τὸν πιστότατον τῶν ἑαυτοῦ θεραπόν‐ των Θετταλίωνα λάθρα τῶν Σιδωνίων ἐξέπεμψεν ἐπαγγελλόμενος | |
5 | αὐτῷ τὴν μὲν Σιδῶνα παραδώσειν, τὴν δὲ Αἴγυπτον συνεκπολε‐ μήσειν. ὁ δὲ ἀκούσας τοῦ Θετταλίωνος ἥσθη καὶ τῶν μὲν ἐγκλη‐ μάτων ἀπολύσειν ἔφη τὸν Μέντορα, πράξαντος δ’ αὐτοῦ τὰ καθο‐ μολογούμενα μεγάλας δωρεὰς δώσειν ἐπηγγείλατο. εἰπόντος δὲ τοῦ Θετταλίωνος ὡς καὶ δεξιὰν λαβεῖν ὁ Μέντωρ ἠξίωσεν, ἐπὶ | |
10 | τούτοις ὁ βασιλεὺς ὀργισθεὶς ὡς οὐ πιστευόμενος, παρέδωκε τὸν Θετταλίωνα τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀφελεῖν τὴν κεφαλήν. ἀπαγόμενος δὲ ὁ Θετταλίων ἐπὶ τὴν τιμωρίαν τοσοῦτον εἶπεν „σὺ μέν, ὦ βασιλεῦ, πράξεις ὃ θέλεις, ὁ μέντοι Μέντωρ δυνά‐ μενος ἅπαντα καταπρᾶξαι διὰ τὸ μὴ δοῦναί σε τὴν πίστιν οὐδὲν | |
15 | μὴ συντελέσῃ τῶν ἐπηγγελμένων,“ πάλιν ἀκούσας τούτων μετε‐ νόησε, καὶ μετακαλεσάμενος τοὺς ὑπηρέτας ἀφεῖναι προσέταξε, 〈καὶ〉 τὴν δεξιὰν ἔδωκε τῷ Θετταλίωνι. 176. Ὅτι φασὶ τὸν Φίλιππον τὸν Μακεδόνα βουλόμενον ἑλεῖν τινα πόλιν ὀχυρότητι διαφέρουσαν, εἰπόντος τινὸς αὐτῷ τῶν ἐγ‐ | |
20 | χωρίων ἀνάλωτον αὐτὴν ἐκ βίας ὑπάρχειν, ἐπερωτῆσαι εἰ οὐδ’ ὁ | |
χρυσὸς ὑπερβῆναι τὸ τεῖχος δυνατός ἐστιν. ἦν γὰρ πεῖραν εἰλη‐ | 322 | |
323 | φὼς ὅτι τὰ τοῖς ὅπλοις ἀδύνατα χειρωθῆναι τῷ χρυσῷ ῥᾴδιόν ἐστι καταπολεμῆσαι. 177. Ὅτι ποτὲ ἐν συμποσίῳ κατανοήσας ὁ Φίλιππος Σάτυρον τὸν ὑποκριτὴν σκυθρωπὸν εἴρετο διὰ τί μόνος οὐδὲν ἀξιοῖ λαβεῖν | |
5 | τῆς παρ’ αὐτοῦ φιλανθρωπίας· τοῦ δὲ εἰπόντος ὅτι βούλεται παρ’ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ μήποτε δηλώσας τὴν προκεχειρισμένην ἔντευξιν ἀποτύχῃ, ὁ μὲν βασιλεὺς περιχαρὴς γενόμενος διεβεβαιώσατο πᾶν ὅ τι ἂν αἰτήσῃ χαρίσασθαι· ὁ δὲ εἶ‐ πεν ὅτι ξένου τινὸς δύο παρθένοι τὴν ἡλικίαν ἔχουσαι γάμου τυγ‐ | |
10 | χάνουσιν ἐν ταῖς αἰχμαλώτοις οὖσαι· ταύτας οὖν βούλεσθαι λαβεῖν, οὐχ ἵνα λυσιτέλειάν τινα περιποιήσηται τυχὼν τῆς δωρεᾶς, ἀλλ’ ἵνα προικίσας ἀμφοτέρας συνοικίσῃ, καὶ μὴ περιίδῃ μηδὲν πα‐ θούσας ἀνάξιον τῆς ἡλικίας. ὁ δὲ Φίλιππος ἀσμένως τὴν αἴτησιν προσδεξάμενος παραχρῆμα τὰς παρθένους ἐδωρήσατο τῷ Σατύρῳ. | |
15 | 178. Ὅτι πεντακοσίους Φωκεῖς ἐν τῷ ἱερῷ καταφυγόντας καταφλεχθῆναι φασί. τοῖς γὰρ ἱεροσύλοις ἔδοξε τὸ θεῖον μὴ δι‐ δόναι τὴν ἐκ τῆς ἱκεσίας συγχωρουμένην ἀσφάλειαν. 179. Ὅτι Φαίλακος ἱερόσυλος ὢν ἐν πλάναις καὶ κινδύνοις ἐφ’ ἱκανὸν χρόνον ἐβίωσεν, οὐχ ἵνα μακαριώτερος γένηται τῶν | |
20 | συνασεβησάντων, ἀλλ’ ἵνα πλείω χρόνον στρεβλωθεὶς καὶ πολλοῖς διὰ τὴν ἀτυχίαν γενόμενος γνώριμος περιβόητον ἔχῃ τὴν συμφοράν. 180. Ὅτι κατὰ τὴν τῆς Περίνθου πολιορκίαν τὰ τῆς νίκης ἔπαθλα προεκαλεῖτο τὰς τῶν ἀγωνιζομένων ἀνδραγαθίας. οἱ μὲν γὰρ Μακεδόνες ἐλπίζοντες εὐδαίμονα πόλιν διαρπάσειν καὶ δωρεαῖς | |
25 | ὑπὸ τοῦ Φιλίππου τιμηθήσεσθαι διὰ τὴν τοῦ λυσιτελοῦς ἐλπίδα τοῖς δεινοῖς ἐνεκαρτέρουν, οἱ δὲ πολιορκούμενοι τὰ τῆς ἁλώσεως δεινὰ πρὸ ὀφθαλμῶν ἔχοντες ὑπέμενον εὐψύχως τὸν ὑπὲρ τῆς σωτηρίας κίνδυνον. 181. Ὅτι λέγουσί τινες ὡς παρὰ πότον Φίλιππος πολὺν | |
30 | ἐμφορησάμενος ἄκρατον, καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγων | 323 |
324 | κῶμον, ἐβάδιζεν ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυστυ‐ χίας· Δημάδην δὲ τὸν ῥήτορα κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσασθαι παρρησίᾳ, καὶ λόγον ἀποφθέγξα‐ σθαι δυνάμενον ἀναστεῖλαι τὴν τοῦ βασιλέως ἀσέλγειαν. φασὶ | |
5 | γὰρ εἰπεῖν αὐτόν „βασιλεῦ, τῆς τύχης σοὶ περιθείσης πρόσωπον Ἀγαμέμνονος αὐτὸς οὐκ αἰσχύνῃ πράσσων ἔργα Θερσίτου; τὸν δὲ μεταβαλεῖν τὴν διάθεσιν.“ καὶ ὑπὸ τοῦ Δημάδου καθομιληθέντα ταῖς Ἀττικαῖς χάρισι πάντας ἀπολῦσαι τοὺς αἰχμαλώτους ἄνευ λύτρων, καὶ καθόλου ἀποθέμενον τὴν ἐκ τῆς νίκης ὑπερηφανίαν | |
10 | πρέσβεις ἀποστεῖλαι πρὸς Ἀθηναίους, καὶ συνκαταθέσθαι πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν. 182. Ὅτι Λυκοῦργος τοῦ Λυσικλέως τοῦ στρατηγοῦ κατηγορῶν ἔφη „ἐστρατήγεις, ὦ Λύσικλες, καὶ χιλίων μὲν πολιτῶν τετελευ‐ τηκότων, δισχιλίων δὲ αἰχμαλώτων γεγονότων, τροπαίου δὲ κατὰ | |
15 | τῆς πόλεως ἑστηκότος, τῆς δ’ Ἑλλάδος ἁπάσης δουλευούσης, καὶ τούτων ἁπάντων γεγενημένων σοῦ ἡγουμένου καὶ στρατηγοῦντος, τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν, καὶ εἰς τὴν ἀγορὰν ἐμ‐ βάλλειν, ὑπόμνημα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδι;“ 183. Ὅτι κατὰ τὴν ἐκφορὰν τοῦ σώματος Τιμολέοντος ἀθροι‐ | |
20 | σθέντος τοῦ πλήθους τόδε 〈τὸ〉 ψήφισμα ἀνηγόρευσεν ὁ δᾶμος τῶν Συρακουσίων· Τιμολέοντα τιμῶν ἔτι· τοῦ τονδὲ θάπτειν μὲν | |
ἀπὸ διακοσίων μνῶν, τιμᾶσθαι δὲ εἰς τὸν ἅπαντα χρόνον ἀγώνεσι | 324 | |
325 | μουσικοῖς καὶ ἱππικοῖς καὶ γυμνικοῖς, ὅτι τοὺς βαρβάρους κατα‐ πολεμήσας καὶ τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀνοικίσας αἴτιος ἐγενήθη τῆς ἐλευθερίας τοῖς Σικελιώταις. 184. Ὅτι Φίλιππος ὁ Μακεδὼν σπεύδων ἐπανελέσθαι τὸν | |
5 | πρὸς Πέρσας πόλεμον ἠρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βα‐ σιλέως Περσῶν. ἡ δὲ ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν· ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων. ὁ μὲν οὖν Φίλιππος, σκολιῶς ἔχοντος τοῦ χρησμοῦ, πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν | |
10 | Πέρσην ἱερείου τρόπον τυθήσεσθαι. τὸ δὲ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ ταῦρον ἐστεμμένον τυθήσεσθαι. 185. Ὅτι Φιλίππου στεφανουμένου ὑπὸ πάντων καὶ ἀναγο‐ ρευομένου τοῦ στεφάνου διὰ τοῦ κήρυκος, τὸ τελευταῖον εἶπεν, ἄν | |
15 | τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον. διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν τῷ Φιλίππῳ. 186. Ὅτι Φίλιππος προετρέψατο εἰπεῖν κατὰ τὸ συμπόσιον | |
20 | Νεοπτόλεμον· ὁ δὲ ἔφη· φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον καὶ μεγάλων πεδίων ἀρούρας, φρονεῖτε ὑπερβαλλόμενοι | |
δόμων δόμους, ἀφροσύνᾳ | 325 | |
326 | προσβιωτᾶν τεκταινόμενοι. ὁ δ’ ἀμφιβάλλει ταχύπουν κέλευθον ἕρπω σκοτίαν, ἄφνω δ’ ἄφαντος προσέβα | |
5 | μακρὰς ἀφαιρούμενος ἐλπίδας θανάτων πολύμοχθος Ἀΐδας. 187. Ὅτι τοῦ Παυσανίου σχολάζοντος τῷ Ἑρμοκράτει καὶ κατὰ τὴν διατριβὴν πυθομένου πῶς ἄν τις γένοιτο ἐπιφανέστατος, ὁ σοφιστὴς εἶπε, εἰ τὸν τὰ μέγιστα πράξαντα ἀνέλοι· τῇ γὰρ | |
10 | περὶ τούτου μνήμῃ συμπεριληφθήσεσθαι καὶ τὸν τὴν ἀναίρεσιν αὐτοῦ ποιησάμενον. 188. Ὅτι πολλά φασιν εἰληφέναι χρήματα τὸν Δημοσθένην παρὰ Περσῶν, ἵνα πολιτεύηται κατὰ Μακεδόνων· περὶ ὧν καὶ τὸν Αἰσχίνην φασὶν ὀνειδίζοντα τῷ Δημοσθένει κατά τινα λόγον τὴν | |
15 | δωροδοκίαν εἰπεῖν „νῦν μέντοι τὴν δαπάνην ἐπικέκλυκεν αὐτοῦ τὸ βασιλικὸν χρυσίον. ἔσται δὲ οὐδὲ τοῦτο ἱκανόν· οὐδεὶς γὰρ πώ‐ ποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο.“ 189. Ἐπεὶ δὲ ἡ τῶν πράξεων ἐνέργεια καὶ ὀξύτης ἐποίησε τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀναλαβεῖν, καὶ τὴν ἀρετὴν τοῦ νεανίσ‐ | |
20 | κου γενέσθαι περιβόητον, τότε νουθετηθεὶς τοῖς ἔργοις ὁ Δαρεῖος ἐπιμέλειαν μεγάλην ἐποιεῖτο τῶν δυνάμεων. 190. Ὅτι ὁ Ἀλέξανδρος δόξας ὑπὸ Θηβαίων καταφρονεῖσθαι διέγνω τὴν πόλιν ἄρδην ἀνελεῖν, καὶ ἐκήρυξε τὸν βουλόμενον Θη‐ | |
βαίων ἀπιέναι πρὸς αὐτόν, καὶ μετέχειν τῆς κοινῆς τοῖς Ἕλλησιν | 326 | |
327 | εἰρήνης. οἱ δὲ Θηβαῖοι φιλοτιμηθέντες ἀντεκήρυξαν ἀπό τινος ὑψηλοῦ πύργου τὸν βουλόμενον μετὰ τοῦ μεγάλου βασιλέως καὶ Θηβαίων ἐλευθεροῦν τοὺς Ἕλληνας καὶ καταλύειν τὸν τῆς Ἑλλάδος τύραννον παρεῖναι πρὸς αὐτούς. ὁ δὲ Ἀλέξανδρος περιαλγὴς γενό‐ | |
5 | μενος εἰς ὑπερβάλλουσαν ὀργὴν προῆλθε, καὶ ἀποθηριωθεὶς τὴν ψυχὴν πάσῃ τιμωρίᾳ τοὺς Θηβαίους μετελθεῖν ἔκρινεν. 191. Ὅτι ὁ Ἀλέξανδρος ὁ Μακεδὼν μετὰ τὸ κατακόψαι Θήβας ἐπανελθὼν εἰς Μακεδονίαν συνήγαγε τοὺς ἀξιολογωτάτους τῶν φίλων, καὶ προὔθηκε βουλὴν περὶ τῆς εἰς τὴν Ἀσίαν διαβάσεως, | |
10 | πότε χρὴ στρατεύειν καὶ τίνι τρόπῳ χειριστέον τὸν πόλεμον. τῶν δὲ περὶ τὸν Ἀντίπατρον καὶ Παρμενίωνα συμβουλευόντων πρό‐ τερον παιδοποιήσασθαι, καὶ τότε τοῖς τηλικούτοις ἐγχειρεῖν ἔργοις, δραστικὸς ὢν καὶ πρὸς πᾶσαν πράξεως ἀναβολὴν ἀλλοτρίως δια‐ κείμενος, ἀντεῖπε τούτοις. αἰσχρὸν γὰρ ὑπάρχειν ἀπεφαίνετο τὸν | |
15 | ὑπὸ τῆς Ἑλλάδος ἡγεμόνα καθεσταμένον τοῦ πολέμου καὶ πατρι‐ κὰς ἀνικήτους δυνάμεις παρειληφότα καθῆσθαι γάμους ἐπιτελοῦντα καὶ τέκνων γενέσεις ἀναμένοντα. 192. Ὅτι πρὸς τὴν γυναῖκά τις καὶ τὴν μητέρα τοῦ Δαρείου προσελθὼν ἀπήγγειλεν ὅτι πάρεστιν Ἀλέξανδρος ἀπὸ τοῦ διωγμοῦ | |
20 | ἐσκυλευκὼς Δαρεῖον. κραυγῆς δὲ μεγάλης καὶ κλαυθμοῦ περὶ τὰς γυναῖκας γενομένου καὶ τῶν αἰχμαλώτων συμπενθούντων, πυθό‐ μενος ὁ βασιλεὺς τὸ περὶ τὰς γυναῖκας πάθος, ἐξέπεμψεν ἕνα τῶν φίλων Λεόννατον καταπαύσοντα τὴν ταραχὴν καὶ παραμυθη‐ σόμενον τὰς περὶ τὴν Σισύγγαβμιν καὶ δηλώσοντα διότι Δαρεῖος | |
25 | μὲν ζῇ, ὁ δ’ Ἀλέξανδρος αὐτῶν ἐπιμέλειαν ποιήσεται τὴν προσή‐ | |
κουσαν, καὶ διότι πρωὶ βούλεται προσαγορεῦσαι αὐτὰς καὶ διὰ | 327 | |
328 | τῶν ἔργων ἀποδεῖξαι τὴν ἰδίαν φιλανθρωπίαν. καὶ ἅμα ἡμέρᾳ λαβὼν ἕνα τῶν φίλων τὸν μάλιστα τιμώμενον Ἡφαιστίωνα παρ‐ ῆλθε πρὸς τὰς γυναῖκας. ἐχόντων δ’ ἀμφοτέρων ἐσθῆτας ὁμοίας, μεγέθει καὶ κάλλει προέχοντος τοῦ Ἡφαιστίωνος, ἡ Σισύγγαβμις | |
5 | τοῦτον ὑπολαβοῦσα εἶναι τὸν βασιλέα προσεκύνησε· διανευόντων δ’ αὐτῇ τῶν παρεστώτων καὶ τῇ χειρὶ δεικνυόντων τὸν Ἀλέξαν‐ δρον, αἰδεσθεῖσα τὴν ἄγνοιαν πάλιν ἐξ ἀρχῆς προσεκύνει τὸν Ἀλέ‐ ξανδρον. ὁ δὲ βασιλεὺς ὑπολαβὼν εἶπεν „μηδὲν φροντίσῃς, ὦ μῆτερ· καὶ γὰρ οὗτος Ἀλέξανδρός ἐστι.“ οὐ μὴν ἀλλὰ τὴν πρεσ‐ | |
10 | βῦτιν μητέρα προσαγορεύσας διὰ τῆς φιλανθρωποτάτης προσηγο‐ ρίας προεσήμαινε τοῖς προητυχηκόσι τὴν μέλλουσαν ἔσεσθαι φιλαν‐ θρωπίαν. διαβεβαιωσάμενος δ’ αὐτὴν ὑπάρξειν δευτέραν μητέρα, τοῖς λόγοις εὐθὺς ἐκύρωσε τὴν διὰ τῶν λόγων ἐπαγγελίαν. 193. Ὅτι ὁ αὐτὸς Ἀλέξανδρος προσκαλεσάμενος τὸν υἱὸν | |
15 | Δαρείου καὶ φιλήσας, ὡς εἶδεν ἀτενῶς βλέψαντα καὶ μηδὲν ὅλως καταπλαγέντα, πρὸς τοὺς περὶ τὸν Ἡφαιστίωνα εἶπεν ὅτι ὁ παῖς ὢν ἓξ ἐτῶν καὶ τὴν ἀρετὴν ὑπὲρ τὴν ἡλικίαν προφαίνων πολλῷ βελτίων ἔσται τοῦ πατρός. 194. Ὅτι τοῦ Ἀλεξάνδρου διὰ τῶν ἱερέων εἰσαχθέντος εἰς τὸν | |
20 | τοῦ Ἄμμωνος νεὼν καὶ τὸν θεὸν κατανοήσαντος, ὁ μὲν προφη‐ τεύων ἀνὴρ πρεσβύτερος τὴν ἡλικίαν προσελθὼν αὐτῷ „χαῖρε“ εἶπεν „ὦ παῖ· καὶ ταύτην παρὰ τοῦ θεοῦ ἔχε τὴν πρόρρησιν.“ ὁ δὲ ὑπολαβὼν „Δέχομαι ναί“ φησιν „ὦ πάτερ, καὶ τὸ λοιπὸν κεκλή‐ σομαι σός. ἀλλ’ εἴ μοι δίδως τὴν ἁπάσης γῆς ἀρχήν.“ τοῦ δ’ | |
25 | ἱερέως προσελθόντος τῷ σηκῷ, καὶ τῶν αἰρόντων ἀνδρῶν τὸν θεὸν κινηθέντων τεταγμένοις τισὶ τῆς φωνῆς συμβόλοις, ὁ μὲν ἀνεῖπε βεβαίως αὐτῷ διδόναι τὸν θεὸν τὴν αἴτησιν, ὁ δὲ Ἀλέξανδρος ὑπολαβὼν „τὸ λοιπόν“ εἶπεν „ὦ δαῖμον, ἀπόφηναί μοι τῶν ζητου‐ | |
μένων, εἰ πάντας ἤδη μετελήλυθα τοὺς γενομένους φονεῖς τοῦ | 328 | |
329 | πατρός, ἤ τινες διαλελήθασιν.“ ὁ δὲ προφήτης ἀνεβόησεν „εὐφή‐ μει·“ οὐδένα γὰρ ἀνθρώπων ὑπάρχειν τὸν δυνησόμενον ἐπιβου‐ λεῦσαι τῷ γεννήσαντι αὐτοῦ· τοὺς δὲ Φιλίππου φονεῖς ἅπαντας τετευχέναι τιμωρίας. τεκμήρια δ’ ἔσεσθαι τῆς ἐκ τοῦ θεοῦ γενέ‐ | |
5 | σεως τὸ μέγεθος τῶν ἐν ταῖς πράξεσι κατορθωμάτων· καὶ γὰρ πρότερον ἀήττητον αὐτὸν γεγονέναι καὶ μετὰ ταῦτα ἔσεσθαι διὰ παντὸς ἀνίκητον. 195. Ὅτι πάλιν ἀπέστειλε πρὸς Ἀλέξανδρον ὁ Δαρεῖος τοῦ γαμβρὸν γενόμενον κοινωνὸν γενέσθαι τῆς ὅλης βασιλείας. ὁ δὲ | |
10 | Ἀλέξανδρος παραλαβὼν ἅπαντας τοὺς φίλους καὶ περὶ τῶν προ‐ τιθεμένων αἱρέσεων ἀνακοινωσάμενος, ἠξίου τὴν ἰδίαν γνώμην ἕκαστον μετὰ παρρησίας ἀποφαίνεσθαι. τῶν μὲν οὖν ἄλλων οὐ‐ δεὶς ἐτόλμα συμβουλεῦσαι διὰ τὸ μέγεθος τῆς ὑποκειμένης ζητή‐ σεως, Παρμενίων δὲ πρῶτος εἶπεν ὡς „ἐγὼ μὲν ὢν Ἀλέξανδρος | |
15 | ἔλαβον ἂν τὰ διδόμενα καὶ τὴν σύνθεσιν ἂν ἐποιησάμην“. ὁ δὲ Ἀλέξανδρος εἶπεν ὑπολαβὼν „κἀγὼ Παρμενίων ὢν ἔλαβον ἄν.“ καθόλου δὲ καὶ ἄλλοις λόγοις μεγαλοψύχοις χρησάμενος, τοὺς μὲν λόγους τῶν Περσῶν ἀπεδοκίμασε προτιμήσας τὴν εὐδοξίαν τῶν προγενομένων δωρεῶν, καὶ τοῖς πρέσβεσιν ἀπόκρισιν ἔδωκεν ὡς | |
20 | οὐδὲ ὁ κόσμος δυεῖν ἡλίων ὄντων τηρῆσαι δύναιτ’ ἂν τὴν ἰδίαν διακόσμησίν τε καὶ τάξιν, οὔθ’ ἡ οἰκουμένη δύο βασιλέων ἐχόν‐ των τὴν ἡγεμονίαν ἀταράχως καὶ ἀστασιάστως διαμένειν δύναιτο ἄν. διόπερ ἀπαγγέλλειν ἐκέλευεν αὐτοὺς τῷ Δαρείῳ, εἰ μὲν τῶν προτέρων ὀρέγεται, διαμάχεσθαι πρὸς ἑαυτὸν περὶ τῆς τῶν ὅλων | |
25 | μοναρχίας· εἰ δὲ δόξης καταφρονῶν προκρίνει τὴν λυσιτέλειαν καὶ | 329 |
330 | τὴν ἐκ τῆς ῥαστώνης τρυφήν, αὐτὸς μὲν Ἀλεξάνδρῳ ποιείτω τὰ προσταττόμενα, ἄλλων δὲ ἄρχων βασιλευέτω, συγχωρουμένης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τῆς Ἀλεξάνδρου χρηστότητος. 196. Ὅτι περὶ τὴν ἑωθινὴν φυλακὴν ὁ Ἀλέξανδρος τραπεὶς | |
5 | εἰς ὕπνον οὕτως ἐκοιμήθη βαθέως ὥστε μὴ δύνασθαι διεγερθῆναι. οὐκ ἀνιεμένου δὲ αὐτοῦ προσελθόντες οἱ φίλοι μόγις διήγειραν τὸν Ἀλέξανδρον. θαυμαζόντων δὲ ἐπὶ τῷ συμβεβηκότι, καὶ τὴν αἰτίαν ἀκοῦσαι βουλομένων, ἔφησεν ὁ Ἀλέξανδρος Δαρεῖον εἰς ἕνα τόπον ἠθροικότα τὰς δυνάμεις ἀπολῦσαι τῆς ἀγωνίας αὐτόν. μιᾷ | |
10 | γὰρ ἡμέρᾳ περὶ τῶν ὅλων κριθέντα παύσασθαι τῶν πόνων καὶ πολυχρονίων κινδύνων. 197. Ὅτι κατὰ τὴν παράληψιν τῶν χρημάτων τῶν ἐν Σούσοις καθίσαντος τοῦ Ἀλεξάνδρου ἐπὶ θρόνον, καὶ τούτου μείζονος ὄντος ἢ κατὰ 〈τὴν〉 συμμετρίαν τοῦ σώματος, τῶν παίδων τις ἰδὼν τοὺς | |
15 | πόδας ἀπολείποντας πολὺ τοῦ κατὰ τὸν θρόνον ὑποβάθρου, βα‐ στάσας τὴν Δαρείου τράπεζαν ὑπέθηκε τοῖς ποσὶν αἰωρουμένοις. ἁρμοστῆς δὲ γενομένης, ὁ βασιλεὺς ἀπεδέξατο τὴν τοῦ πράξαντος εὐστοχίαν, τῶν δὲ παρεστώτων τις τῷ θρόνῳ εὐνοῦχος κινηθεὶς τὴν ψυχὴν τῇ μεταβολῇ τῆς τύχης ἐδάκρυσεν. ὃν ἰδὼν ὁ Ἀλέξαν‐ | |
20 | δρος εἴρετο „τί κακὸν ἰδὼν γεγονὸς κλαίεις;“ ὁ δὲ ἔφη „νῦν μὲν σός εἰμι δοῦλος, πρότερον δὲ Δαρείου, καὶ φύσει φιλοδέσποτος ὢν ἤλγηκα ἰδὼν τὸ παρ’ ἐκείνῳ μάλιστα τιμώμενον νῦν ἄτιμον γεγονὸς σκεῦος.“ ὁ δὲ βασιλεὺς διὰ τῆς ἀποκρίσεως λαβὼν ἔννοιαν τῆς ὅλης κατὰ τὴν Περσικὴν βασιλείαν μεταβολῆς, ὑπέλαβεν ἑαυ‐ | |
25 | τὸν ὑπερήφανόν τι πεποιηκέναι καὶ τῆς πρὸς τὰς αἰχμαλώτιδας ἐπιεικείας ἀλλοτριώτατον. διόπερ προσκαλεσάμενος τὸν θέντα | |
τὴν τράπεζαν ἐπέταξε πάλιν ἆραι. ἐνταῦθα παρεστὼς Φιλώτας | 330 | |
331 | „ἀλλ’ οὐχ ὕβρις ἐστίν“ εἶπε „τὸ μὴ ὑπὸ σοῦ προσταχθὲν ἀλλὰ δαίμονός τινος ἀγαθοῦ προνοίᾳ καὶ βουλήσει.“ ὁ δὲ βασιλεὺς οἰωνισάμενος τὸ ῥηθέν, προσέταξεν ἐᾶν κειμένην ὑπὸ τῷ θρόνῳ τὴν τράπεζαν. | |
5 | 198. Ὅτι ἡ τῶν Ἀμαζόνων βασίλισσα Θάληστρις, βασιλεύουσα τῆς μεταξὺ Φάσιδος καὶ Θερμώδοντος χώρας, κάλλει καὶ ῥώμῃ διαφέρουσα, καὶ τὸ μὲν πλῆθος τῆς στρατείας ἐπὶ τῶν ὅρων τῆς Ὑρκανίας καταλελοιπυῖα, μετὰ τριακοσίων Ἀμαζονίδων κεκοσμη‐ μένων πολεμικοῖς ὅπλοις ἧκε πρὸς Ἀλέξανδρον. τοῦ δὲ θαυμά‐ | |
10 | σαντος αὐτὴν καὶ πυθομένου τίνα χρείαν ἔχουσα πάρεστιν, ἀπε‐ φαίνετο παιδοποιίας ἕνεκεν. ἐκεῖνον μὲν γὰρ τῶν ἁπάντων ἀνδρῶν διὰ τὰς πράξεις ἄριστον ὑπάρχειν, αὐτὴν δὲ τῶν γυναικῶν ἀλκῇ καὶ ἀνδρείᾳ διαφέρειν. εἰκὸς οὖν τὸ γεννώμενον ἐκ δυεῖν γονέων πρωτευόντων ὑπερέξειν ἀρετῇ τῶν ἄλλων ἀνθρώπων. καὶ πέρας | |
15 | ἡσθεὶς ὁ βασιλεὺς καὶ προσδεξάμενος τὴν τάξιν αὐτῆς, καὶ συμ‐ περιενεχθεὶς ἡμέρας τρεισκαίδεκα, καὶ τιμήσας ἀξιολόγοις δώροις, ἐξαπέστειλεν εἰς τὴν οἰκείαν. 199. Ἡ γὰρ ὀξύτης τοῦ κινδύνου καὶ τὸ τῆς ἐνεργείας δεινὸν ἠνάγκαζεν αὐτὰς παρὰ φύσιν τρέπεσθαι πρὸς ἀλκήν. | |
20 | 200. Τέλος δὲ τὸν ἔνδοξον θάνατον τῆς ἀγενοῦς φιλοζωίας | |
ἠλλάξαντο. | 331 | |
332 | 201. Ὅτι ὁ Διώξιππος ὁ Ἀθηναῖος μονομαχήσας καὶ νικήσας, εἶτα ἑαυτὸν ἀνελὼν ἀβούλως μὲν εἰς τὴν μονομαχίαν κατέβη, πολὺ δ’ ἀφρονεστέραν τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο. διὸ καὶ πολλοὶ τῶν καταμεμφομένων αὐτοῦ τὴν ἀβουλίαν ἐπιπλήττοντες | |
5 | ἔφασαν χαλεπὸν εἶναι δύναμιν μὲν σώματος ἔχειν μεγάλην, νοῦν δὲ μικρόν. 202. Ὅτι ἐπεί τις τῶν ἑταίρων εἶπε μηδὲν καταδεέστερον Ἡφαιστίωνος τὸν Κρατερὸν στέργεσθαι, ἐπεφθέγξατο Ἀλέξανδρος Κρατερὸν μὲν εἶναι φιλοβασιλέα, Ἡφαιστίωνα δὲ φιλαλέξανδρον. | |
10 | 203. Ὅτι τῆς Δαρείου μητρὸς κατὰ τὴν πρώτην ἔντευξιν διὰ τὴν ἄγνοιαν προσκυνούσης τὸν Ἡφαιστίωνα ὡς ὄντα βασιλέα, καὶ μετὰ τὴν ἐπίγνωσιν διατρεπομένης, εἶπε „μηδὲν φροντίσῃς, ὦ μῆτερ· καὶ γὰρ οὗτος Ἀλέξανδρος.“ καθόλου γὰρ ὁ Ἡφαιστίων τοσαύτης ἐξουσίας καὶ φιλικῆς ἐκοινώνει παρρησίας ὡς τῆς Ὀλυμ‐ | |
15 | πιάδος ἀλλοτρίως ἐχούσης πρὸς αὐτὸν διὰ τὸν φθόνον, καὶ κατὰ τὰς ἐπιστολὰς ἐπιτιμώσης αὐτῷ σκληρότερον καὶ ἀπειλούσης, τά τε ἄλλα γράψαι πρὸς αὐτὴν ἐπιπληκτικῶς καὶ κατὰ τὴν ἐπιστολὴν ἐπὶ τελευτῆς θεῖναι ταῦτα· „καὶ πρὸς ἡμᾶς παύου διαβαλλομένη καὶ μὴ χαλέπαινε μηδὲ ἀπείλει· εἰ δὲ μή, μετρίως ἡμῖν μελήσει. | |
20 | οἶδας γὰρ ὅτι Ἀλέξανδρος κρείττων ἁπάντων.“ 204. Ὅτι κατὰ τὴν τελευτὴν Ἀλεξάνδρου τῶν φίλων ἐπερω‐ τώντων „τίνι τὴν βασιλείαν ἀπολείπεις;“ εἶπεν „τῷ κρατίστῳ.“ 205. Ὅτι Πυθαγόρας ὁ Σάμιος καί τινες ἕτεροι τῶν παλαιῶν φυσικῶν ἀπεφήναντο τὰς ψυχὰς τῶν ἀνθρώπων ὑπάρχειν ἀθανά‐ | |
25 | τους· ἀκολούθως δὲ τῷ δόγματι τούτῳ καὶ προγινώσκειν αὐτὰς τὰ μέλλοντα καθ’ ὃν ἂν καιρὸν ἐν τῇ τελευτῇ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ποιῶνται. τούτοις δὲ ἔοικε συμφωνεῖν καὶ ὁ ποιητὴς Ὅμηρος, παρεισάγων τὸν Ἕκτορα κατὰ τὸν τῆς τελευτῆς καιρὸν | |
προλέγοντα τῷ Ἀχιλλεῖ τὸν μέλλοντα συντόμως αὐτῷ συνακολου‐ | 332 | |
333 | θήσειν θάνατον. ὁμοίως δὲ καὶ κατὰ τοὺς νεωτέρους χρόνους ἐπὶ πολλῶν καταστρεφόντων τὸν βίον ἱστορεῖται γεγονέναι τὸ προει‐ ρημένον, καὶ μάλιστα ἐπὶ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευ‐ τῆς. οὗτος γὰρ ἐν Βαβυλῶνι μεταλλάττων τὸν βίον κατὰ τὴν ἐσ‐ | |
5 | χάτην ἀναπνοὴν ἐρωτηθεὶς ὑπὸ τῶν φίλων τίνι τὴν βασιλείαν ἀπολείπει εἶπε „τῷ ἀρίστῳ· προορῶμαι γὰρ ἐπιτάφιον μέγαν ἀγῶνα γενησόμενόν μοι τῶν φίλων.“ ὅπερ καὶ πρὸς ἀλήθειαν ἐξέβη. οἱ γὰρ ἐπιφανέστατοι τῶν φίλων ὑπὲρ τοῦ πρωτείου διε‐ νεχθέντες πολλοὺς πολέμους καὶ μεγάλους ἀγῶνας συνέστησαν | |
10 | μετὰ τὴν Ἀλεξάνδρου τελευτήν. 206. Ὅτι οἱ τὰς τροφὰς εἰωθότες ἔχειν ἐκ τοῦ μισθοφορεῖν πόλεμον ᾑροῦντο· καὶ ὁ Φίλιππός φησιν τὸν μὲν πόλεμον εἰρήνην ὑπάρχειν τὴν δὲ εἰρήνην πόλεμον, διὰ τό, τῶν μὲν κτηματικῶν συμβουλευόντων τὴν ἡσυχίαν ἄγειν τῶν δὲ δημοκόπων παρακα‐ | |
15 | λούντων, ἐρρωμένως ἔχεσθαι τοῦ πολέμου. 207. Ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥαδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προσπίπτοντας. 208. Ὅτι ὁ Εὐμενὴς πολλαῖς καὶ ποικίλαις κεχρημένος τοῦ | |
20 | βίου μεταβολαῖς οὐκ ἐταπεινοῦτο τῷ φρονήματι, σαφῶς εἰδὼς τὴν τύχην ὀξείας τὰς εἰς ἀμφότερα τὰ μέρη ποιουμένην μεταβολάς. ἑώρα γὰρ τοὺς μὲν τῶν Μακεδόνων βασιλεῖς κενὸν ἔχοντας τὸ τῆς βασιλείας πρόσχημα, πολλοὺς 〈δὲ〉 καὶ μεγάλους τοῖς φρονήμασιν ἄνδρας διαδεχομένους τὰς ἡγεμονίας, πάντας δὲ ἰδιοπραγεῖν βουλο‐ | |
25 | μένους. ἤλπιζεν οὖν, ὅπερ ἦν πρὸς ἀλήθειαν, πολλοὺς αὐτοῦ χρείαν ἕξειν διά τε τὴν φρόνησιν καὶ τὴν ἐμπειρίαν τῶν πολεμίων, | |
ἔτι δὲ τὴν ὑπερβολὴν τῆς ἐν τῇ πίστει βεβαιότητος. | 333 | |
334 | 209. Ὅτι Εὐμενὴς παρ’ ἐλπίδας διετέλεσε παραδόξοις μετα‐ βολαῖς χρώμενος ἀγαθῶν τε καὶ κακῶν μεταλαμβάνων. 210. Ὅτι πάντες ἐθαύμαζον τῆς τύχης τὸ εὐμετάβολον καὶ παράδοξον· τίς γὰρ οὐκ ἂν λαβὼν ἔννοιαν τῆς κατὰ τὸν ἀνθρώ‐ | |
5 | πινον βίον ἀνωμαλίας καταπλαγείη τὴν ἐπ’ ἀμφότερα μέρη τῆς τύχης παλίρροιαν; ἢ τίς ἂν ταῖς κατὰ τὴν εὐτυχίαν ἐξουσίαις πιστεύσας ἀναλάβοι φρόνημα μεῖζον τῆς ἀνθρωπίνης ἀσθενείας; ὁ γὰρ κοινὸς βίος ὥσπερ ὑπὸ θεοῦ τινος οἰακιζόμενος ἐναλλὰξ ἀγαθοῖς τε καὶ κακοῖς κυκλεῖται πάντα τὸν αἰῶνα. διόπερ παρά‐ | |
10 | δοξόν ἐστιν οὐκ εἰ γέγονέ τι παράλογον, ἀλλ’ εἰ μὴ πᾶν ἐστι τὸ γινόμενον ἀνέλπιστον. διὸ καὶ τὴν ἱστορίαν προσηκόντως ἄν τις ἀποδέξαιτο· τῇ γὰρ τῶν πράξεων ἀνωμαλίᾳ καὶ μεταβολῇ διορ‐ θοῦται τῶν μὲν εὐτυχούντων τὴν ὑπερηφανίαν, τῶν δὲ ἀκληρούν‐ των τὴν ἀτυχίαν. ἃ καὶ τότε διανοούμενος Εὐμενὴς ἐμφρόνως τὰ | |
15 | καθ’ ἑαυτὸν ἠσφαλίσατο, προορώμενος τὴν τῆς τύχης καινοτομίαν. ὁρῶν γὰρ ἑαυτὸν ξένον ὄντα καὶ μηδὲν προσήκοντα βασιλικαῖς ἐξουσίαις, τοὺς δὲ ὑποτεταγμένους Μακεδόνας θάνατον αὐτοῦ προκατεγνωκότας, τοὺς δὲ ἐν ταῖς στρατιωτικαῖς ἡγεμονίαις διατρί‐ βοντας φρονήματος πλήρεις ὑπάρχοντας καὶ μεγάλων πραγμάτων | |
20 | ὀρεγομένους, ὑπέλαβεν ἔσεσθαι περὶ αὐτὸν συντόμως καταφρόνη‐ σιν ἅμα καὶ φθόνον καὶ τὸ τελευταῖον τὸν περὶ τοῦ ζῆν κίνδυνον· μηδένα γὰρ ποιήσειν ἑκουσίως τὸ προσταττόμενον ὑπὸ τῶν ἡττό‐ νων εἶναι δοκούντων, μηδὲ γὰρ καρτερήσειν δεσποζόμενον ὑπὸ τῶν ὀφειλόντων ἑτέροις ὑποτάττεσθαι. δοὺς δὲ αὐτῷ περὶ τούτων | |
25 | λόγον, πρῶτον μὲν διδομένων αὐτῷ τῶν πεντακοσίων ταλάντων κατὰ τὰς τῶν βασιλέων ἐπιστολὰς εἰς ἀνάληψιν καὶ κατασκευήν, οὐκ ἔφησε λήψεσθαι· μὴ γὰρ προσδεῖσθαι τηλικαύτης δωρεᾶς, ὡς ἂν μηδεμιᾶς αὐτοῦ σπεύδοντος τυχεῖν ἡγεμονίας. καὶ γὰρ καὶ νῦν οὐχ ἑκουσίως αὐτὸν ὑπακηκοέναι πρὸς ταύτην τὴν χρείαν, ἀλλ’ | |
30 | ὑπὸ τῶν βασιλέων συνηναγκάσθαι προσδέξασθαι τὴν τοιαύτην | 334 |
335 | λειτουργίαν. καθόλου γὰρ διὰ τὴν συνέχειαν τῆς στρατείας μηκέτι δύνασθαι φέρειν τὰς κακοπαθείας καὶ πλάνας, καὶ ταῦτα μηδε‐ μιᾶς ὑποκειμένης ξένῳ καὶ τῆς ὁμοεθνοῦς τοῖς Μακεδόσιν ἐξου‐ σίας κεχωρισμένῳ. | |
5 | 211. Ὅτι ἐπὶ θανάτῳ ἀγομένων τῶν περὶ Φωκίωνα, συνη‐ κολούθουν αὐτοῖς πολλοὶ τῶν σπουδαίων ἀνδρῶν ὀδυρόμενοι καὶ συμπάσχοντες ἐπὶ τῷ μεγέθει τῶν ἀτυχημάτων. τὸ γὰρ πρωτεύ‐ οντας ἄνδρας ταῖς δόξαις καὶ ταῖς εὐγενείαις, πολλὰ πεπραχότας ἐν τῷ ζῆν φιλάνθρωπα, μήτε λόγου μήτε κρίσεως δικαίας τυγχά‐ | |
10 | νειν, πολλοὺς ἦγεν εἰς ἐπίστασιν διανοίας καὶ φόβον, ἀστάτου δὲ καὶ κοινῆς ἅπασι τῆς τύχης οὔσης. πολλοὶ τῶν δημοτικῶς καὶ πικρῶς διακειμένων πρὸς αὐτὸν λοιδοροῦντες ἀνηλεῶς καὶ πικρῶς ὀνειδίζοντες τὰς συμφοράς· τὸ γὰρ ἐν ταῖς εὐτυχίαις σιωπώμενον μῖσος ὅταν ἐκ μεταβολῆς ἐν ταῖς ἀτυχίαις ἐκραγῇ, ταῖς ὁρμαῖς | |
15 | ἀποθηριοῦται πρὸς τοὺς μισουμένους. 212. Ὅτι παλαιός τις παραδέδοται λόγος ὅτι τὰς δημοκρα‐ τίας οὐχ οἱ τυχόντες τῶν ἀνθρώπων ἀλλ’ οἱ ταῖς ὑπεροχαῖς προέ‐ χοντες καταλύουσι. διὸ καὶ τῶν πόλεων ἔνιαι τοὺς ἰσχύοντας μά‐ λιστα τῶν πολιτευομένων ὑποπτεύουσαι καθαιροῦσιν αὐτῶν τὰς | |
20 | ἐπιφανείας. σύνεγγυς γὰρ ἡ μετάβασις δοκεῖ τοῖς ἐν ἐξουσίᾳ μένουσιν ἐπὶ τὴν τῆς πατρίδος καταδούλωσιν, καὶ δυσχερὲς ἀπο‐ σχέσθαι μοναρχίας τοῖς δι’ ὑπεροχὴν τὰς τοῦ κρατήσειν ἐλπίδας περιπεποιημένοις. ἔμφυτον γὰρ εἶναι τὸ πλεονεκτεῖν τοῖς μει‐ ζόνων ὀρεγομένοις καὶ τὰς ἐπιθυμίας ἔχειν ἀτερματίστους. | |
25 | 213. Ὅτι τῆς Σόλωνος νομοθεσίας ὥσπερ χρησμοῦ τινος οἱ Ἀθηναῖοι ἐμνημόνευον, ἐν οἷς περὶ τῆς Πεισιστράτου τυραννίδος | |
προλέγων ἔθηκε τόδε τὸ ἐλεγεῖον | 335 | |
336 | ἀνδρῶν ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ τυράννου δῆμος ἀϊδρείῃ δουλοσύνην ἔπεσεν. 214. Ὅτι Καρκῖνος ὁ Ῥηγῖνος φυγὰς γενόμενος ἐκ τῆς πατρί‐ δος κατῴκησεν ἐν Θέρμοις τῆς Σικελίας. ἐμπλακεὶς δέ τινι γυναικὶ | |
5 | καὶ ταύτην ποιήσας ἔγκυον, κατὰ τοὺς ὕπνους ἐταράττετο ἀγω‐ νιῶν ὑπὲρ τῆς παιδοποιίας. ἐρωτήσας δὲ εἰς Πυθίαν ἔλαβε χρησ‐ μὸν ὅτι μεγάλων ἀτυχημάτων ὁ γεννηθεὶς αἴτιος ἔσται Καρχη‐ δονίοις. ὁ δὲ τοῦτο ἐξέθετο δημοσίᾳ. 215. Καθωπλισμένον γὰρ πλῆθος ἐξουσίαν προσλαβὸν οὐ | |
10 | διέκρινε φίλον ἢ πολέμιον, ἀλλὰ παρ’ οὗ πλέον ὠφεληθήσεσθαι διειλήφει, τοῦτον ἐχθρὸν ἡγεῖτο. 216. Ὅτι οἱ περὶ τὸν Ἀγαθοκλέα διημερεύσαντες ἐν τοῖς τῶν πολιτῶν φόνοις οὔτε τῆς εἰς γυναῖκας ὕβρεως καὶ παρανομίας ἀπέσχοντο, ἀλλὰ παρὰ τῶν ἐκπεφευγότων τὸν θάνατον ἱκανὴν ὑπε‐ | |
15 | λάμβανον λήψεσθαι τιμωρίαν τὴν εἰς τοὺς συγγενεῖς ἐπήρειαν· δεινότερα γὰρ θανάτου, τοὺς μὲν ἄνδρας καὶ πατέρας εἰκὸς ἦν πείσεσθαι γυναικῶν ὕβρεις καὶ παρθένων αἰσχύνας ἀναλογιζομέ‐ νους. ἀφ’ ὧν ἡμῖν περιαιρετέον ἐστὶν ἐπίθετον καὶ συνήθη τοῖς συγγραφεῦσι τραγωδίαν, μάλιστα μὲν διὰ τὸν τῶν παθόντων ἔλεον, | |
20 | ἔπειτα καὶ διὰ τὸ μηθένα τῶν ἀναγινωσκόντων ἐπιζητεῖν ἀκοῦσαι τὰ κατὰ μέρος, ἐν ἑτοίμῳ τῆς γνώσεως οὔσης. οἱ γὰρ μεθ’ ἡμέ‐ ραν ἐν ταῖς ὁδοῖς καὶ κατὰ τὴν ἀγορὰν σφάττειν τολμῶντες τοὺς μηδὲν ἀδικοῦντας οὐ προσδέονται τοῦ δηλώσοντος τί νύκτωρ | |
ἔπραττον καθ’ αὑτοὺς ἐν ταῖς οἰκίας καὶ πῶς προσεφέροντο παρ‐ | 336 | |
337 | θένοις ὀρφαναῖς καὶ γυναιξὶν ἐρήμοις οὔσαις τῶν βοηθησόντων, πεπτωκυίαις δὲ ὑπ’ ἐξουσίαν αὐτοκράτορα τῶν ἐχθίστων. 217. Ὅτι τὴν Εὐρυδίκην παρρησιαζομένην καὶ βοῶσαν αὑτῇ μᾶλλον προσήκειν ἤπερ Ὀλυμπιάδι τὴν βασιλείαν ἔκρινε μείζονος | |
5 | ἀξιῶσαι τιμωρίας. εἰσέπεμψεν οὖν αὐτῇ ξίφος καὶ βρόχον καὶ κώνιον, καὶ συνέταξε τούτων ᾧ βούλοιτο καταχρήσασθαι πρὸς τὸν θάνατον, οὔτε τὸ προγεγονὸς ἀξίωμα τῆς παρανομουμένης ἐντρα‐ πεῖσα τὸ παράπαν οὔτε τῆς κοινῆς τύχης εἰς οἶκτον ἐλθοῦσα. τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίως | |
10 | ἔσχεν τὴν τοῦ βίου καταστροφήν. 218. Ὅτι Ἀντίπατρος καθάπερ χρησμωδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προσ‐ τάττειν. 219. Ὅτι Πευκέστης λόγον εἶπε τῶν παραδεδομένων καὶ πα‐ | |
15 | λαιόν, οὐκ ἀνοίκειον δὲ τῆς περιστάσεως. ἔφη γὰρ ἐρασθέντα λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου· τὸν δὲ πατέρα λέγειν ὡς ἕτοιμος μέν [γὰρ] ἐστιν δοῦναι, δέδοικε δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας μήποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς. τοῦ δὲ | |
20 | λέοντος ἀφελόντος τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, τὸν πατέρα θεωρήσαντα πάντα δι’ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥαδίως ἀποκτεῖναι. τὸ παραπλήσιον οὖν ποιεῖν καὶ τὸν Ἀντίγονον· μέχρι τούτου γὰρ ποιεῖσθαι τὰς ἐπαγγελίας ἕως ἂν τῆς δυνάμεως κυριεύσῃ καὶ κολάσῃ τοὺς ἀφηγουμένους. | |
25 | Οἱ μὲν οὖν ἡγεμόνες ἀλλήλων τῶν στρατοπέδων κατεστρατή‐ | 337 |
338 | γησαν, ὥσπερ προαγωνιζόμενοι περὶ συνέσεως, καὶ δεικνύντες ὅτι τὰς ἐλπίδας ἐν αὐτοῖς ἀντέχουσι τῆς νίκης. 220. Ὅτι οἱ τὸν Εὐμενῆ παραδόντες συντόμως τῶν εἰς τὸν στρατηγὸν παρανομημάτων συντόμως τὴν τιμωρίαν ἔλαβον. αἱ | |
5 | γὰρ ἀσεβεῖς χρεῖαι τοῖς μὲν δυνάσταις διὰ τὴν ἐξουσίαν γίνονται λυσιτελεῖς, τοῖς δὲ ὑπακούσασιν ἰδιώταις μεγάλων κακῶν ὡς ἐπί‐ παν αἴτιαι καθίστανται. 221. Οὔτε γὰρ στρατιωτικὸν ἔγκλημα ὑπῆρχε περὶ αὐτὸν οὔτε πολιτικόν, ἅτε προσφάτως ἐφ’ ἡγεμονίας τεταγμένον· ὅπερ εἴωθε | |
10 | γίνεσθαι τοῖς παλαιοῖς στρατηγοῖς, ὅταν ἐκ πολλῶν προφάσεων ἓν ἔγκλημα πρὸς ἕνα καιρὸν ἀθροίζηται· τὸ γὰρ πλῆθος ἀεὶ δυσά‐ ρεστον ἐπὶ τῶν αὐτῶν μένον, καὶ πᾶν τὸ μὴ πλεονάζον κεχαρισ‐ μένην ἔχει τὴν μεταβολήν. 222. Ὅτι τοῦ Σελεύκου ὀλίγους ἔχοντος τοὺς περὶ αὐτὸν οἱ | |
15 | φίλοι θεωροῦντες ὅτι μετ’ αὐτῶν εἰσι παντελῶς ὀλίγοι συστρα‐ τεύοντες, τοῖς δὲ πολεμίοις ἐφ’ οὓς προάγουσι καὶ δυνάμεις ὑπάρ‐ χουσιν μεγάλαι καὶ χορηγίαι λαμπραὶ καὶ συμμάχων πλῆθος, οὐ μετρίως ἠθύμουν. οὓς ὁ Σέλευκος ἐδίδασκεν ὅτι τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας καὶ δι’ ἀρετὴν ὑπ’ ἐκείνου προηγμένους προσή‐ | |
20 | κει μὴ πάντως δυνάμει καὶ χρήμασι πεποιθότας ἀντέχεσθαι πραγ‐ μάτων, ἀλλ’ ἐμπειρίᾳ καὶ συνέσει, δι’ ὧν κἀκεῖνος τὰ μεγάλα καὶ παρὰ πᾶσι θαυμαζόμενα κατειργάσατο· πιστεύειν δὲ δεῖν καὶ ταῖς | |
τῶν θεῶν προρρήσεσι τὸ τέλος ἔσεσθαι τῆς στρατείας ἄξιον τῆς ἐπι‐ | 338 | |
339 | βολῆς. πρὸς δὲ τούτοις ἀπεφαίνετο διότι πάντα γίνεται τὰ καλὰ καὶ παρ’ ἀνθρώποις θαυμαζόμενα διὰ πόνων καὶ κινδύνων. 223. Ὅτι ταῖς εὐτυχίαις εἴωθεν ὡς ἐπίπαν ἀκολουθεῖν ῥαθυ‐ μία καὶ καταφρόνησις. διόπερ ἔνιοι προσηκόντως ὑπολαμβάνουσιν | |
5 | εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμε‐ γέθεις εὐημερίας ἐμφρόνως. αἱ μὲν γὰρ διὰ τὸν περὶ τοῦ μέλλον‐ τος φόβον συναναγκάζουσιν ἐπιμελεῖσθαι, αἱ δὲ διὰ τὸ προγεγονὸς εὐτύχημα προτρέπονται καταφρονεῖν πάντων. 224. Ὅτι ὁ Διόδωρός φησιν ἐν τῷ εἰκοστῷ βιβλίῳ προοιμιαζό‐ | |
10 | μενος οὕτως· τοῖς εἰς τὰς ἱστορίας ὑπερμήκεις δημηγορίας παρεμ‐ βάλλουσιν ἢ πυκναῖς χρωμένοις ῥητορείαις δικαίως ἄν τις ἐπιτι‐ μήσειεν. οὐ μόνον γὰρ τὸ συνεχὲς τῆς διηγήσεως διὰ τὴν ἀκαιρίαν τῶν ἐπεισαγομένων λόγων διασπῶσιν, ἀλλὰ καὶ τῶν φιλοτίμως ἐχόντων πρὸς τὴν τῶν πράξεων ἐπίγνωσιν. καίτοι γε τοὺς ἐπι‐ | |
15 | δείκνυσθαι βουλομένους λόγου δύναμιν ἔξεστι κατ’ ἰδίαν καὶ δημη‐ γορίας καὶ πρεσβευτικοὺς λόγους καὶ τἄλλα συντάττεσθαι. τῇ γὰρ οἰκονομίᾳ τῶν λόγων χρησάμενοι, καὶ τὰς ὑποθέσεις χωρὶς ἑκα‐ τέρας ἐξεργασάμενοι, κατὰ λόγον ἂν ἐν ταῖς πραγματείαις εὐδο‐ κίμουν. νῦν δ’ ἔνιοι πλεονάσαντες ἐν τοῖς ῥητορικοῖς λόγοις | |
20 | προσθήκην ἐποιήσαντο τὴν ὅλην ἱστορίαν τῆς δημηγορίας. λυπεῖ δ’ οὐ μόνον τὸ κακῶς γράφειν, ἀλλὰ καὶ τὸ δοκοῦν ἐν τοῖς ἄλλοις ἐπιτετεῦχθαι τόπων καὶ καιρῶν τῆς οἰκείας τάξεως διημαρτηκός. διὸ καὶ τῶν ἀναγινωσκόντων τὰς τοιαύτας πραγματείας οἱ μὲν ὑπερβαίνουσι τὰς ῥητορείας, οἱ δὲ διὰ τὸ μῆκος καὶ τὴν ἀκαιρίαν | |
25 | τοῦ συγγραφέως ἐκλυθέντες τὰς ψυχὰς τὸ παράπαν ἀφίστανται τῆς ἀναγνώσεως. τὸ γὰρ τῆς ἱστορίας γένος ἁπλοῦν ἐστι καὶ συμ‐ | |
φυὲς καὶ τὸ σύνολον ἐμψύχῳ σώματι παραπλήσιον, οὗ τὸ μὲν | 339 | |
340 | ἐσπαραγμένον ἐστέρηται τῆς ψυχικῆς χάριτος, τὸ δὲ τὴν ἀναγκαίαν σύνθεσιν ἔχον εὐκαίρως τετήρηται καὶ τῷ συμφυεῖ τῆς ὅλης περι‐ γραφῆς ἐπιτερπῆ καὶ σαφῆ παρίστησι τὴν ἀνάγνωσιν. οὐκ ἀποδο‐ κιμάζομεν δὲ τοὺς ῥητορικοὺς λόγους ἐκ τῆς ἱστορίας τὸ παράπαν. | |
5 | ὀφειλούσης γὰρ τῆς ἱστορίας τῇ ποικιλίᾳ κεκοσμῆσθαι, κατ’ ἐνίους τόπους ἀνάγκη προσλαμβάνεσθαι καὶ τοὺς τοιούτους λόγους· καὶ ταύτης τῆς εὐκαιρίας οὐδ’ ἂν ἐμαυτὸν ἀποστῆσαι βουληθείην· ὥσθ’ ὅταν τὰ τῆς περιστάσεως ἀπαιτῇ πρεσβευτοῦ λόγον ἢ συμ‐ βούλου δημηγορίαν ἢ τῶν ἄλλων, ὁ μὴ τεθαρρηκότως συγκατα‐ | |
10 | βαίνων πρὸς τοὺς ἐν τοῖς λόγοις ἀγῶνας καὶ αὐτὸς ὑπαίτιος ἂν εἴη. οὐκ ὀλίγας γὰρ ἄν τις αἰτίας εὕροι, καθ’ ἃς ἀναγκαίως παρα‐ ληφθήσεται τὰ τῆς ῥητορείας. ἢ γὰρ πολλῶν εἰρημένων εὐστό‐ χως καὶ καλῶς οὐ παραλειπτέον δι’ ὀλιγωρίας τὰ μνήμης ἄξια καὶ τῇ ἱστορίᾳ κεκρατημένην ἔχοντα τὴν ὠφέλειαν, ἢ μεγάλων καὶ | |
15 | λαμπρῶν τῶν ὑποθέσεων οὐσῶν οὐ περιορατέον ἐλάττονα τῶν ἔρ‐ γων φανῆναι τὸν λόγον· ἔστι δ’ ὅτε παρὰ προσδοκίαν τοῦ τέλους ἐκβάντος ἀναγκασθησόμεθα τοῖς τῆς ὑποθέσεως λόγοις χρήσασθαι χάριν τοῦ λῦσαι τὴν ἀλογίαν. 225. Ὅτι εὑρέθησαν ἐν τῇ παρεμβολῇ τῶν Καρχηδονίων ἅμα‐ | |
20 | ξαι πλείους, ἐν αἷς ἐκομίζοντο ζεύγη χειροπέδων πλείω τῶν δισ‐ μυρίων. ἐξ ἑτοίμου γὰρ κρατήσειν ὑπειληφότες τῶν Ἑλλήνων παρηγγέλκεισαν ἀλλήλοις ζωγρεῖν ὡς πλείστους καὶ δήσαντες εἰς συνεργασίαν ἐμβαλεῖν. ἀλλ’, οἶμαι, τὸ δαιμόνιον ὥσπερ ἐπίτηδες τοῖς ὑπερηφάνως διαλογιζομένοις τὸ τέλος τῶν κατελπισθέντων | |
25 | εἰς τοὐναντίον μετατίθησιν. 226. Ὅτι περὶ Ἀμίλκου φησὶν ὁ Διόδωρος· εἰκότως δ’ ἄν τις | |
παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν | 340 | |
341 | παρὰ τὰς ὑπολήψεις συντελουμένων παρὰ ἀνθρώποις. Ἀγαθο‐ κλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ Ἱμέραν, οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατείας τὴν κρατίστην καὶ πλείστην | |
5 | ἀπέβαλεν· οἱ δὲ τειχήρεις ἀπολειφθέντες ἐν Συρακούσαις μικρῷ μέρει τῶν προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν ἐπιφανέστατον ὄντα τῶν πολιτῶν ἐζώγρησαν, καὶ τὸ θαυμασιώ‐ τατον, δώδεκα μυριάδας πεζῶν καὶ πέντε ἱππεῖς ὀλίγος ἀριθμὸς | |
10 | πολεμίων προσλαβόμενος ἀπάτην καὶ τόπον ἀπὸ κράτους ἥττησεν, ὥστ’ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ καινὰ τοῦ πολέμου. οὐ μὴν ἡ τύχη γε εἴασε τὴν εὔροιαν μένειν ἐπὶ τῆς αὐτῆς τάξεως. 227. Ὅτι Βορμίλκας διανενοημένος ἐπιθέσθαι τυραννίδι καιρὸν ἐπετήρει ταῖς ἰδίαις ἐπιβολαῖς οἰκεῖον. πολλάκις δὲ διδόντος τὰς | |
15 | ἀφορμὰς τοῦ πράττειν τὸ βεβουλευμένον ἀεί τις αἰτία μικρὰ παρεμ‐ πίπτουσα διεκώλυε· δεισιδαίμονες γὰρ οἱ μέλλοντες ἐγχειρεῖν ταῖς παρανόμοις καὶ μεγάλαις πράξεσι, καὶ τὸ μέλλειν ἀεὶ τοῦ πράττειν καὶ τὴν ὑπέρθεσιν τῆς συντελείας προκρίνουσιν. 228. Ταύτῃ δ’ ἄν τις καὶ τὴν ἱστορίαν καταμέμψαιτο, θεω‐ | |
20 | ρῶν ἐπὶ μὲν τοῦ βίου πολλὰς καὶ διαφόρους πράξεις συντελου‐ μένας κατὰ τὸν αὐτὸν καιρόν, τοῖς δὲ ἀναγράφουσιν ἀναγκαῖον ὑπάρχον τὸ μεσολαβεῖν τὴν διήγησιν καὶ τοῖς ἅμα συντελουμένοις μερίζειν τοὺς χρόνους παρὰ φύσιν, ὥστε τὴν μὲν ἀλήθειαν τῶν πεπραγμένων τὸ πάθος ἔχειν, τὴν δὲ ἀναγραφὴν ἐστερημένην τῆς | |
25 | ἰδίας οὐσίας μιμεῖσθαι μὲν τὰ γεγενημένα, πολὺ δὲ λείπεσθαι τῆς ἀληθοῦς διαθέσεως. 229. Ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἡ ἀρετὴ | |
γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτο‐ | 341 | |
342 | μάτου παρενοχλοῦντος· κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποι‐ κίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς δι’ ἀνδρείαν ἂν τυχόντας τῆς νίκης. 230. Ὅτι ὁ Ἀγαθοκλῆς παρὰ τὸν πότον λαβὼν ῥυτὸν μέγαν | |
5 | χρυσοῦν εἶπεν ὡς οὐ πρότερον ἀπέστη τῆς κεραμευτικῆς τέχνης, ἕως τοιαῦτα ἐκπωμάτων πλάσματα φιλοτεχνῶν ἐκεραμεύσατο. οὐ γὰρ ἀπηρνεῖτο τὴν ἐπιστήμην, ἀλλὰ καὶ τοὐναντίον ἐκαυχᾶτο, διὰ τῆς ἰδίας ἀρετῆς ἀποφαινόμενος ἀντὶ τοῦ ταπεινοτάτου βίου τὸν ἐπιφανέστατον μετειληφέναι. καί ποτε πολιορκοῦντος αὐτοῦ τινα | |
10 | τῶν οὐκ ἀδόξων πόλεων, καὶ τῶν ἀπὸ τοῦ τείχους βοώντων „κερα‐ μεῦ καὶ καμινεῦ, πότε τοὺς μισθοὺς ἀποδώσεις τοῖς στρατιώταις;“ ὑπολαβὼν εἶπεν „ὅταν ταύτην ἐξέλω.“ 231. Ὅτι τῆς Ἀγαθοκλέους στρατείας εἰς Λιβύην ἐπισημή‐ ναιτ’ ἄν τις τό τε παράδοξον καὶ τὴν εἰς τὰ τέκνα γεγενημένην | |
15 | τιμωρίαν οἷον τῇ θείᾳ προνοίᾳ. ἐπὶ μὲν γὰρ τῆς Σικελίας ἡττη‐ θεὶς καὶ τὴν πλείστην τῆς δυνάμεως ἀπολέσας ἐπὶ τῆς Λιβύης μικρῷ μέρει τοὺς προνενικηκότας κατεπολέμησε. καὶ τὰς ἐν Σι‐ κελίᾳ πόλεις ἁπάσας ἀποβαλὼν πρὸς Συρακούσαις ἐπολιορκεῖτο, κατὰ δὲ τὴν Λιβύην πασῶν τῶν ἄλλων πόλεων ἐγκρατὴς γενόμενος | |
20 | εἰς πολιορκίαν κατέκλεισε τοὺς Καρχηδονίους, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπιδεικνυμένης τὴν ἰδίαν δύναμιν ἐπὶ τῶν ἀπηλπισμένων. εἰς τηλικαύτην γὰρ ὑπεροχὴν προελθόντος αὐτοῦ καὶ τὸν Ὀφέλλαν φονεύσαντος ὄντα φίλον καὶ ξένον, φανερῶς ἐπεσημήνατο τὸ δαι‐ μόνιον ὡς διὰ τὴν εἰς τοῦτον παρανομίαν τῶν ὕστερον αὐτῷ γε‐ | |
25 | γενημένων τὸ θεῖον ἐπιστήσηται. τοῦ γὰρ αὐτοῦ μηνὸς καὶ τῆς αὐτῆς ἡμέρας Ὀφέλλαν ἀνελὼν παρέλαβε τὴν δύναμιν καὶ πάλιν τοὺς υἱοὺς ἀπολέσας ἀπέβαλε τὸ στρατόπεδον. καὶ τὸ πάντων ἰδιώτατον, ὁ θεὸς ὥσπερ ἀγαθὸς νομοθέτης διπλῆν ἔλαβε παρ’ αὐτοῦ τὴν κόλασιν· ἕνα γὰρ φίλον ἀδίκως φονεύσας δυεῖν υἱῶν | |
30 | ἐστερήθη, τῶν μετ’ Ὀφέλλα παραγενομένων προσενεγκάντων τὰς | 342 |
343 | χεῖρας τοῖς νεανίσκοις. ταῦτα εἴρηται πρὸς τοὺς καταφρονοῦντας τῶν τοιούτων. 232. Ὅτι Διονυσίου ποτὲ συνδιωχθέντος εἰς περίστασιν ἀπε‐ γνωσμένην, καὶ ἀπελπίσαντος πρὸς τὰ κατὰ τὴν δυναστείαν, μέλ‐ | |
5 | λοντος δὲ ἐκ Συρακουσῶν ἐξιππεύειν πρὸς ἑκούσιον φυγήν, Ἕλωρις ὁ πρεσβύτατος τῶν φίλων ἐπιλαβόμενος τῆς ὁρμῆς „Διονύσιε“ φησί „καλὸν ἐντάφιον ἡ τυραννίσ“. παραπλησίως δὲ τούτῳ καὶ ὁ κηδεστὴς Μεγακλῆς ἀπεφήνατο πρὸς αὐτόν, εἰπὼν ὅτι δεῖ τὸν ἐκ τυραννίδος ἐκπίπτοντα τοῦ σκέλους ἑλκόμενον ἀπιέναι, καὶ μὴ | |
10 | κατὰ προαίρεσιν ἀπαλλάττεσθαι. ὑπὸ δὲ τούτων τῶν παρακλή‐ σεων ὁ Διονύσιος μετεωρισθεὶς ἐνεκαρτέρησε πᾶσι τοῖς δοκοῦσιν εἶναι δεινοῖς, καὶ τὴν μὲν ἀρχὴν μείζονα κατεσκεύασεν, αὐτὸς δὲ ἐν τοῖς ταύτης καλοῖς ἐγγηράσας ἀπέλιπε τοῖς ἐκγόνοις μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστείαν. | |
15 | 233. Συνέρρει πανταχόθεν πλῆθος τῶν εἰωθότων ὠφελείας ἰδίας ἡγεῖσθαι τὰ τῶν πολεμουμένων ἀτυχήματα. 234. Ὅτι οἱ Ῥόδιοι τὸν Πτολεμαῖον ἐν ἀνταποδόσει χάριτος ὑπερβαλέσθαι βουλόμενοι, θεωροὺς ἔπεμψαν εἰς Λιβύην τοὺς ἐπερωτήσοντας τὸ παρ’ Ἄμμωνι μαντεῖον εἰ συμβουλεύοι Ῥοδίοις | |
20 | ὡς θεὸν τιμῆσαι. συγκαταθεμένου δὲ τοῦ χρηστηρίου τέμενος ἀνῆκαν ἐν τῇ πόλει τετράγωνον, ὃ προσηγόρευσαν Πτολεμαῖον. 235. Πᾶσαν μὲν κακίαν φευκτέον ἐστὶν τοῖς νοῦν ἔχουσι, μά‐ λιστα δὲ τὴν πλεονεξίαν· αὕτη γὰρ διὰ τὴν ἐκ τοῦ συμφέροντος | |
ἐλπίδα προκαλουμένη πολλοὺς πρὸς ἀδικίαν μεγίστων κακῶν αἰτία | 343 | |
344 | γίνεται τοῖς ἀνθρώποις. διὸ καὶ μητρόπολις οὖσα τῶν ἀδικη‐ μάτων, οὐ μόνον τοῖς ἰδιώταις ἀλλὰ καὶ τοῖς μεγίστοις τῶν βα‐ σιλέων πολλὰς καὶ μεγάλας ἐργάζεται συμφοράς. 236. Ὅτι Πτολεμαῖος [ὁ] καὶ Σέλευκος καὶ Λυσίμαχος συνέ‐ | |
5 | δραμον ἐπ’ Ἀντίγονον τὸν βασιλέα· οὐχ οὕτως ὑπὸ τῆς πρὸς ἀλλήλους εὐνοίας προκληθέντες ὡς ὑπὸ τοῦ καθ’ ἑαυτοὺς φόβου συναναγκασθέντες ὥρμησαν ἑτοίμως πρὸς τὴν τῶν ὅλων κοινο‐ πραγίαν. 237. Ὅτι οἱ ἐλέφαντες οἱ κατὰ τὴν μάχην Ἀντιγόνου καὶ | |
10 | Λυσιμάχου ἠγωνίζοντο ὡς ἂν τῆς φύσεως ἐφάμιλλον δεδωκυίας αὐτοῖς τὴν ἀλκὴν καὶ βίαν. 238. Ὅτι Σέλευκος μετὰ τὴν διαίρεσιν τῆς Ἀντιγόνου βασι‐ λείας ἀναλαβὼν τὴν δύναμιν παρεγένετο εἰς Φοινίκην καὶ ἐπεχεί‐ ρησε κατὰ τὰς γενομένας συνθήκας τὴν Κοίλην Συρίαν ἰδιοποι‐ | |
15 | εῖσθαι. προκατειληφότος δὲ τὰς ἐν αὐτῇ πόλεις Πτολεμαίου καὶ κατηγοροῦντος ὅτι φίλος ὢν Σέλευκος προσεδέξατο τὴν ὑπὸ Πτολε‐ μαῖον οὖσαν χώραν εἰς τὴν ἰδίαν καταταχθῆναι μερίδα, πρὸς δὲ τούτοις ὅτι τοῦ πολέμου τοῦ πρὸς Ἀντίγονον κεκοινωνηκότος οὐδὲν αὐτῷ μετέδωκαν οἱ βασιλεῖς τῆς δορικτήτου χώρας, πρὸς ταύτας | |
20 | τὰς διαβολὰς ἀντεῖπε Σέλευκος φάμενος δίκαιον εἶναι τοὺς τῇ παρατάξει κρατήσαντας κυρίους ὑπάρχειν τῶν δορικτήτων, περὶ δὲ τῆς Κοίλης Συρίας διὰ τὴν φιλίαν ἐπὶ τοῦ παρόντος μηδὲν πολυ‐ πραγμονῆσαι, ὕστερον δὲ βουλεύσασθαι πῶς χρηστέον ἐστὶν τῶν φίλων τοῖς βουλομένοις πλεονεκτεῖν. | |
25 | 239. Ὑπερβολὴν γὰρ ἑκάτεροι φιλοτιμίας οὐ κατέλιπον, οἱ μὲν Μακεδόνες σπεύδοντες σῶσαι τὰς ναῦς, οἱ δὲ Σικελιῶται βου‐ λόμενοι μὴ μόνον Καρχηδονίων καὶ τῶν κατὰ τὴν Ἰταλίαν βαρ‐ | |
βάρων περιγενέσθαι δοκεῖν, ἀλλὰ καὶ περὶ τὴν Ἑλλάδα θεωρη‐ | 344 | |
345 | θῆναι κρείττους ὄντες Μακεδόνων τῶν τὴν Ἀσίαν καὶ τὴν Εὐρώ‐ πην πεποιημένων δορίκτητον. 240. Ὅτι Ἀγαθοκλῆς εἰ μὲν ἀποβιβάσας τὴν δύναμιν ἐπικει‐ μένοις τοῖς πολεμίοις ἐπέθετο, κατέκοψεν ἂν ῥαδίως τοὺς Μακε‐ | |
5 | δόνας· ἀγνοήσας δὲ τὴν γεγενημένην προσαγγελίαν καὶ τὴν ἔκπληξιν τῶν ἀνθρώπων ἠρκέσθη τὴν δύναμιν ἀποβιβάσας καὶ τρόπαιον στήσας διαλαβεῖν ἀληθῆ τὸν λόγον εἶναι ὅτι πολλὰ καινὰ τοῦ πολέμου. ἄγνοια γὰρ καὶ ἀπάτη πολλάκις οὐκ ἐλάττω κατεργά‐ ζεται τὴν ἐν τοῖς ὅπλοις ἐνέργειαν. | |
10 | 241. Ὅτι Δημήτριος ὁ βασιλεὺς λαβὼν ὑποχειρίους ἅπαντας τοὺς κατ’ αὐτοῦ βλασφημεῖν εἰωθότας ἐν ταῖς ἐκκλησίαις καὶ πάντα κατ’ αὐτοῦ πράττειν φιλαπεχθημόνως ἀφῆκεν ἀθώους, ἐπιφθεγ‐ ξάμενος ὅτι „συγγνώμη τιμωρίας αἱρετωτέρα.“ 242. Ὅτι οἱ πλεῖστοι τῶν ἀγόντων στρατόπεδα, καθ’ οὓς ἂν | |
15 | καίρους ἐν ἀτυχήμασιν ὑπάρχωσι μεγάλοις, ἀκολουθοῦσι ταῖς τῶν πολλῶν ὁρμαῖς φοβούμενοι τὰς ἐναντιώσεις αὐτῶν. 243. Ὅτι ὑπὸ σιτοδείας πιεζομένης τῆς τοῦ Λυσιμάχου στρα‐ τείας, καὶ τῶν φίλων αὐτῷ συμβουλευόντων σώζειν ὅπως ποτὲ δύναται καὶ μηδεμίαν ἔχειν ἐλπίδα σωτηρίας ἐν τῷ στρατοπέδῳ, | |
20 | τούτοις ἀπεκρίθη μὴ δίκαιον εἶναι καταλιπόντα τὴν δύναμιν καὶ τοὺς φίλους ἰδίαν σωτηρίαν αἰσχρὰν πορίζεσθαι. 244. Ὅτι τοῦ Δρομιχαίτου τὸν Λυσίμαχον ἐπὶ δεῖπνον κεκλη‐ κότος, καὶ προβαίνοντος τοῦ πότου, πληρώσας τὸ μέγιστον τῶν κεράτων, καὶ προσαγορεύσας πατέρα τὸν Λυσίμαχον ἠρώτησε πό‐ | |
25 | τερον αὐτῷ δοκεῖ δεῖπνον εἶναι βασιλικώτερον, τὸ Μακεδονικὸν ἢ τὸ Θράκιον. τοῦ δὲ Λυσιμάχου τὸ Μακεδονικὸν εἰπόντος „τί οὖν“ ἔφη „νόμιμα τοιαῦτα καὶ βίον λαμπρὸν ἀπολιπών, ἔτι δὲ ἐπι‐ φανεστέραν βασιλείαν, ἐπεθύμεις εἰς ἀνθρώπους παραγενέσθαι | |
βαρβάρους καὶ ζῶντας θηριώδη βίον καὶ χώραν δυσχείμερον καὶ | 345 | |
346 | σπανίζουσαν ἡμέρων καρπῶν, ἐβιάσω δὲ παρὰ φύσιν ἀγαγεῖν δύ‐ ναμιν εἰς τόπους τοιούτους ἐν οἷς ξενικὴ δύναμις ὑπαίθριος οὐ δύναται διασώζεσθαι;“ εἰπόντος δὲ πάλιν πρὸς ταῦτα τοῦ Λυσι‐ μάχου διότι τὰ μὲν περὶ ταύτην τὴν στρατείαν ἠγνόησεν, εἰς δὲ | |
5 | τὸ λοιπὸν πειράσεται φίλος ὢν συμμαχεῖν καὶ χάριτος ἀποδόσει μὴ λειφθῆναι τῶν εὖ πεποιηκότων, ἀποδεξάμενος αὐτὸν φιλο‐ φρόνως ὁ Δρομιχαίτης παρέλαβε τῶν χωρίων τὰ παραιρεθέντα ὑπὸ τῶν περὶ Λυσίμαχον καὶ περιθεὶς αὐτῷ διάδημα ἐξαπέστειλεν. 245. Ὅτι ἐπὶ πολλῶν τὸ θυμομαχεῖν εἰς τέλος χαριζομένους | |
10 | τῷ θυμῷ παραιτητέον· συμφέρει γὰρ ἐνίοτε διαλύεσθαι καὶ χρη‐ μάτων ὠνεῖσθαι τὴν ἀσφάλειαν καὶ καθόλου προκρίνειν τῆς τιμω‐ ρίας τὴν συγγνώμην. 246. Ὅτι ὅταν εἰς ἀπορίαν ἔλθῃ στρατιώτης ἀλλόφυλος, ἐπὶ πρώτην τὴν τῶν φίλων ἁρπαγὴν ὁρμᾶν εἴωθεν. | |
15 | 247. Ἔμφυτος γὰρ οὖσα τοῖς βασιλεῦσιν ἡ τοῦ πλέονος ἐπι‐ θυμία τοιαύτης οὐκ ἀφέξεται πόλεως. 248. Ὅτι Πύρρος ὁ βασιλεὺς πολλοὺς τῶν Ἠπειρωτῶν τῶν συνδιαβεβηκότων ἀποβεβληκώς, ἐπεί τις ἠρώτησεν αὐτὸν τῶν ἰδιο‐ ξένων πῶς τὰ κατὰ τὴν μάχην ἀπήντησεν αὐτῷ, εἰπεῖν 〈ὅτι〉, ἐὰν | |
20 | ἔτι μιᾷ μάχῃ νικήσῃ τοὺς Ῥωμαίους, οὐδεὶς αὐτῷ τῶν στρατιωτῶν τῶν συνδιαβεβηκότων ἀπολειφθήσεται. ταῖς γὰρ ἀληθείαις ἁπάσας τὰς νίκας ἔσχε Καδμείας κατὰ τὴν παροιμίαν· οἱ γὰρ ἡττηθέντες οὐδὲν ἐταπεινώθησαν διὰ τὸ μέγεθος τῆς ἡγεμονίας, ὁ δὲ νικήσας τὴν τῶν ἡττημένων βλάβην καὶ συμφορὰν ἀναδέδεκτο. | |
25 | 249. Ὅτι Κινέας πρεσβευτὴς ἀποσταλεὶς παρὰ Πύρρου περὶ διαλύσεως πρὸς Ῥωμαίους, οὗτος πιστικὸς ὢν ἐν τῷ πρεσβεύειν καὶ δῶρα πολυτελῆ τοῖς εὐθέτοις ἐδίδου. οἱ δὲ οὐκ ἔλαβον ταῦτα, | |
πάντες δὲ μίαν καὶ τὴν 〈αὐτὴν〉 ἀπόκρισιν ἔδωκαν αὐτῷ ὅτι νῦν | 346 | |
347 | μὲν ὄντος αὐτοῦ πολεμίου μηδαμῶς ἁρμόζειν τὴν δωρεάν, ἐὰν δὲ καταπράξηται τὴν εἰρήνην καὶ γένηται φίλος Ῥωμαίων, ἡδέως προσδέξασθαι τὴν δόσιν οὖσαν ἀκατηγόρητον. 250. Ὅτι Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς εἰς ναὸν ἐλθὼν | |
5 | ἀργυροῦν μὲν ἢ χρυσοῦν οὐδὲν εὗρεν ἀνάθημα, ἀγάλματα δὲ μόνον λίθινα καὶ ξύλινα καταλαβὼν κατεγέλασεν ὅτι θεοὺς ἀνθρωπομόρ‐ φους εἶναι δοκοῦντες ἵστασαν αὐτοὺς ξυλίνους τε καὶ λιθίνους. 251. Ὅτι οἱ ἐν Δελφοῖς ὄντες κατὰ τὴν τῶν Γαλατῶν ἔφοδον θεωροῦντες πλησίον ὄντα τὸν κίνδυνον ἐπηρώτησαν τὸν θεὸν εἰ | |
10 | τὰ χρήματα καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποκομίσωσιν ἐκ τοῦ μαντείου πρὸς τὰς ὀχυρωτάτας τῶν πλησίον πόλεων. ἡ δὲ Πυθία τοῖς Δελφοῖς ἀπόκρισιν ἔδωκεν προστάττειν τὸν θεὸν ἐᾶν τὰ ἀναθήματα καὶ τἄλλα τὰ πρὸς τὸν κόσμον τῶν θεῶν ἀνήκοντα κατὰ χώραν ἐν τῷ μαντείῳ· φυλάξειν γὰρ ἅπαντα τὸν θεὸν καὶ | |
15 | μετ’ αὐτοῦ τὰς λευκὰς κόρας. ὄντων δὲ ἐν τῷ τεμένει δυεῖν νεῶν παντελῶς ἀρχαίων Ἀθηνᾶς προνάου καὶ Ἀρτέμιδος, ταύτας τὰς θεοὺς ὑπέλαβον εἶναι τὰς διὰ τοῦ χρησμοῦ προσαγορευομένας λευκὰς κόρας. 252. Ὅτι Πύρρος προτερήσας περιβοήτῳ νίκῃ τοὺς τῶν Γαλα‐ | |
20 | τῶν θυρεοὺς ἀνέθηκεν εἰς τὸ ἱερὸν τῆς Τριτωνίδος Ἀθηνᾶς καὶ τῶν ἄλλων λαφύρων τὰ πολυτελέστατα τὴν ἐπιγραφὴν τήνδε ποιησάμενος, τοὺς θυρεοὺς ὁ Μολοττὸς Τριτωνίδι δῶρον Ἀθηνᾷ Πύρρος ἀπὸ θρασέων ἐκρέμασε Γαλατῶν, | |
25 | πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν. οὐ μέγα θαῦμα· αἰχματαὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι. 253. Συνειδότες οὖν ἑαυτοῖς ἠσεβηκόσι τηλικαῦτα προσεδόκων εἰκότως τεύξεσθαι τῆς ἁρμοζούσης τοῖς ἀνομήμασι τιμωρίας. | |
254. Ὅτι Φοίνικες καὶ Ῥωμαῖοι ναυμαχήσαντες, μετὰ δὲ ταῦτα | 347 | |
348 | εὐλαβούμενοι τὸ μέγεθος τοῦ προκειμένου πολέμου, διεπρεσβεύ‐ σαντο πρὸς τὸν ὕπατον περὶ φιλίας. πολλῶν δὲ λόγων ῥηθέντων καὶ τραχυτέροις λόγοις χρωμένων πρὸς ἀλλήλους, οἱ Φοίνικες θαυμάζειν ἔφασαν πῶς διαβαίνειν τολμῶσιν εἰς Σικελίαν Ῥωμαῖοι | |
5 | θαλαττοκρατούντων Καρχηδονίων· φανερὸν γὰρ εἶναι πᾶσιν ὅτι μὴ τηροῦντες τὴν φιλίαν οὐδὲ νίψασθαι τὰς χεῖρας ἐκ τῆς θα‐ λάσσης τολμήσουσιν. οἱ δὲ Ῥωμαῖοι συμβουλεύειν τοῖς Καρχη‐ δονίοις ἔφασαν μὴ διδάσκειν αὐτοὺς τὰ κατὰ τὴν θάλασσαν πολυ‐ πραγμονεῖν· μαθητὰς γὰρ τοὺς Ῥωμαίους ἀεὶ ὄντας γίνεσθαι | |
10 | κρείττους τῶν διδασκάλων. τὸ μὲν γὰρ παλαιὸν αὐτῶν θυρεοῖς τετραγώνοις χρωμένων, Τυρρηνοὶ χαλκαῖς ἀσπίσι φαλαγγομαχοῦν‐ τες καὶ προτρεψάμενοι τὸν ὅμοιον ἀναλαβεῖν ὁπλισμὸν ἡττήθησαν. ἔπειτα πάλιν ἄλλων ἐθνῶν θυρεοῖς χρωμένων οἷς νῦν ἔχουσι καὶ πειραῖς μαχομένων, ἀμφότερα μιμησάμενοι περιεγένοντο τῶν εἰση‐ | |
15 | γησαμένων τὰ καλὰ τῶν παραδειγμάτων. παρὰ δὲ τῶν Ἑλλήνων μαθόντες πολιορκεῖν καὶ ταῖς μηχαναῖς καταβάλλειν τὰ τείχη, τὰς πόλεις τῶν διδαξάντων ἠνάγκασαν ποιεῖν τὸ προσταττόμενον. καὶ νῦν ἂν Καρχηδόνιοι βιάσωνται μαθεῖν αὐτοὺς ναυμαχεῖν, ταχὺ τοὺς μαθητὰς τῶν διδασκάλων ὄψονται περιγενομένους. | |
20 | 255. Ὅτι ὁ τῶν Καρχηδονίων στρατηγὸς Ἀννίβας ἡττηθεὶς ναυμαχίᾳ καὶ φοβούμενος μὴ διὰ τὴν ἧτταν ἀπὸ τῆς γερουσίας τύχῃ τιμωρίας τεχνάζεταί τι τοιοῦτον. ἀπέστειλέ τινα τῶν φίλων εἰς Καρχηδόνα δοὺς ἐντολὰς ἅς ποτε ἔδοξεν αὐτῷ συμφέρειν. ὁ δὲ καταπλεύσας εἰς τὴν πόλιν καὶ πρὸς τὴν γερουσίαν εἰσαχθεὶς | |
25 | εἶπεν ὅτι προσέταξεν Ἀννίβας ἐρωτῆσαι τὴν βουλὴν εἰ κελεύει ναυμαχῆσαι διακοσίαις ναυσὶ πρὸς Ῥωμαίων ἑκατὸν εἴκοσι. τῶν δὲ ἀναβοησάντων καὶ κελευσάντων „τοιγαροῦν“ ἔφη „νεναυμάχηκε καὶ ἡττήμεθα. ἐκεῖνος δὲ ὑμῶν προσταξάντων ἀπολέλυται τῆς αἰτίας.“ ὁ μὲν οὖν Ἀννίβας εἰδὼς τοὺς πολίτας ἐκ τῶν ἀποτε‐ | |
30 | λεσμάτων συκοφαντοῦντας τοὺς στρατηγοὺς τοιούτῳ τρόπῳ τὰς ἐσομένας κατηγορίας ὑπεξείλατο. 256. Διαβεβλημένοι γὰρ ἐν τοῖς πρότερον κινδύνοις ὡς ἂν τῶν ἐλαττωμάτων αἴτιοι γεγονότες ἔσπευδον διὰ ταύτης τῆς ναυ‐ | |
μαχίας ἀνακτήσασθαι τὰς περὶ τούτων διαβολάς. | 348 | |
349 | 257. Οὐδὲν δ’ οὕτω καταπλήττεται τὰς ψυχὰς τὸ ἡττηθῆναι ὡς τοῖς Καρχηδονίοις. δυνάμενοι γὰρ ῥαδίως διαφθεῖραι τὴν ναυτικὴν δύναμιν τῶν πολεμίων περὶ τὸν κατάπλουν οὐδὲ ἐπεχεί‐ ρησαν τούτους ἀμύνασθαι. τριάκοντα γὰρ ναυσὶ τῶν Ῥωμαίων | |
5 | προσφερομένων τῇ χώρᾳ καὶ μήτε τάξεως μήτε συστήματος ἁδροῦ γενομένου τοῦ τε πνεύματος βιαιότερον ἐγκειμένου, χωρὶς κινδύνου παρῆν αἱρεῖν αὔτανδρα τὰ σκάφη. εἰ μὲν οὖν καταβάντες εἰς τὸ πεδίον ἐξ ἴσου παρετάξαντο καὶ πᾶσι τοῖς μέρεσι τῆς δυνάμεως ἐνεργῶς ἐχρήσαντο, ῥαδίως ἂν περιεγένοντο τῶν πολεμίων· νῦν δὲ | |
10 | πρὸς αὐτὴν μόνον ἀποβλέψαντες ἐρυμνότητα τοῦ λόφου, καὶ τῶν χρησίμων τὰ μὲν διὰ τὴν εὐλάβειαν προέμενοι τὰ δὲ διὰ τὴν ἀπο‐ ρίαν διαγνοήσαντες, τοῖς ὅλοις ἔπταισαν. 258. Ὅτι ἐν ἀθυμίᾳ πολλῇ ὄντων τῶν Καρχηδονίων τρεῖς ἄνδρας ἡ γερουσία τῶν ἐπιφανεστάτων ἀπέστειλε πρεσβευτὰς πρὸς | |
15 | τὸν Ἀτίλιον περὶ εἰρήνης. τούτων δὲ Ἄννων ὁ Ἀμίλκας πρῶτος ὢν τῇ δόξῃ, διαλεχθεὶς τοὺς ἁρμόζοντας λόγους τῷ καιρῷ, παρε‐ κάλει τὸν ὕπατον μετρίως αὐτοῖς χρήσασθαι τῆς Ῥώμης ἀξίως. ὁ δὲ Ἀτίλιος μεμετεωρισμένος τοῖς εὐημερήμασιν καὶ τύχης ἀνθρωπίνης οὐδεμίαν ἔννοιαν λαμβάνων τηλικαῦτα καὶ τοι‐ | |
20 | αῦτα προσέταττεν ὥστε τὴν συντεθειμένην εἰρήνην ὑπ’ αὐτοῦ μηδὲν διαφέρειν δουλείας. ἐφ’ οἷς ὁρῶν τοὺς ἀγανακτοῦντας ἔφη‐ σεν αὐτοὺς δεῖν τοὐναντίον χάριν ἔχειν ἐπὶ τούτοις· μὴ δυναμένων γὰρ αὐτῶν μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν ὑπὲρ τῆς ἐλευθε‐ ρίας ἀντιτάξασθαι, πᾶν τὸ συγχωρούμενον ὑφ’ ἑαυτοῦ λαμβάνειν | |
25 | ἐν δωρεᾷ. τῶν δὲ περὶ τὸν Ἄννωνα παρρησιαζομένων πρὸς αὐ‐ τόν, ὑπερηφάνως ἀπειλήσας προσέταξεν ἀπιέναι τὴν ταχίστην, ἐπιφθεγξάμενος ὅτι δεῖ τοὺς ἀγαθοὺς ἢ νικᾶν ἢ εἴκειν τοῖς ὑπερ‐ έχουσιν. ὁ μὲν οὖν ὕπατος οὔτε τὸ τῆς πατρίδος ἔθος ἐν τοῖς τοιούτοις μιμησάμενος οὔτε τὴν ἐκ θεοῦ νέμεσιν εὐλαβηθεὶς συν‐ | |
30 | τόμως τῆς ὑπερηφανίας ἀξίᾳ περιέπεσε τιμωρίᾳ. | 349 |
350 | 259. Πάντες μὲν οὖν ἄνθρωποι κατὰ τὰς ἀτυχίας μᾶλλον εἰώθασι τοῦ δαιμονίου μνημονεύειν, καὶ πολλάκις ἐν ταῖς εὐπρα‐ ξίαις ὡς μύθων πεπλασμένων τῶν θεῶν καταφρονοῦντες κατὰ τὰς ἐλαττώσεις ἀνατρέχουσιν ἐπὶ τὴν φυσικὴν εὐλάβειαν, μάλιστα δὲ | |
5 | οἱ Καρχηδόνιοι διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων φόβων ἀναζη‐ τοῦντες τὰς ἐκ τῶν πολλῶν χρόνων παραλελειμμένας θυσίας ἐπο‐ λυπλασίαζον τὰς εἰς τὸ θεῖον τιμάς. 260. Ὅτι ὁ Ξανθίππης ὁ Σπαρτιάτης συνεβούλευε τοῖς στρα‐ τηγοῖς προάγειν ἐπὶ τοὺς πολεμίους· καὶ ταῦτα ἔφησεν αὐτὸν | |
10 | λέγειν οὐχ ἵνα ἐκείνους παροξύνας καὶ παρακαλέσας αὐτὸς ἐκτὸς ᾖ τῶν κινδύνων, ἀλλ’ ὅπως εἰδῶσιν ὅτι πέπεισται ταῦτα ποιούν‐ των αὐτῶν ῥαδίως προτερήσειν, αὐτός τε καθηγήσεσθαι τῆς μάχης καὶ πρῶτος ἐν τοῖς κινδύνοις ἀνδραγαθήσειν. 261. Ὅτι Ξανθίππου κατὰ τὸν πόλεμον τοῦ Σπαρτιάτου | |
15 | παριππεύοντος καὶ τοὺς πεφευγότας πεζοὺς ἀναστρέφοντος, εἰ πόντος δέ τινος ὅτι ῥαδίως ἐφ’ ἵππου καθήμενος τοὺς ἄλλους εἰς τὸν κίνδυνον παρακαλεῖ, παραχρῆμα καθαλόμενος τὸν μὲν ἵππον τῶν παίδων τινὶ παρέδωκεν, αὐτὸς δὲ πεζῇ παριὼν ἐδεῖτο μὴ γενέσθαι τῆς ἥττης καὶ τῆς ἀπωλείας αἰτίους ἅπαντος τοῦ στρα‐ | |
20 | τοπέδου. 262. Πάντα γὰρ τῇ συνέσει βάδιμα καὶ δυνατὰ γίνεται τῆς τέχνης ἐν πᾶσι χειρουμένης τὴν βίαν. 263. Καὶ καθάπερ τὸ σῶμα τῆς ψυχῆς ἐστι δοῦλον, οὕτως αἱ μεγάλαι δυνάμεις τῇ τῶν ἡγεμόνων ὑπείκουσι φρονήσει. | |
25 | 264. Τοῦ πρὸς τὸ συμφέρον βουλευτηρίου πάντα κατισχύοντος. | |
265. Ὅτι τοὺς φιλαργυρωτάτους ἐπελέξαντο πρὸς τὸν ἐμπρησ‐ | 350 | |
351 | μὸν τῶν μηχανημάτων καὶ τοὺς θρασυτάτους οἱ Καρχηδόνιοι, τριακοσίους ὄντας τὸν ἀριθμόν· τὰ γὰρ πλήθη ταῦτα μάλιστα προτρέπεται τοὺς προχείρους παντὸς καταφρονεῖν κινδύνου. ὡς ἐπὶ πολὺ γὰρ ἐν ταῖς προσβολαῖς καὶ τειχομαχίαις συνέβαινε τοὺς | |
5 | ἀρίστους ἀποθνήσκειν ἑκουσίως προπίπτοντας εἰς κινδύνους δυσ‐ βοηθήτους. 266. Περικατάληπτος γενόμενος κατέφυγε πρὸς τὴν γῆν, ἐν ἐλάττονι θέμενος τὸν ἀπὸ τῆς ναυαγίας φόβον τοῦ παρὰ τῶν πολεμίων κινδύνου. | |
10 | 267. Οὐδενὶ δηλώσας τὸ βεβουλευμένον· ὑπελάμβανε γὰρ τὰ τοιαῦτα τῶν στρατηγημάτων διαδιδόμενα πρὸς τοὺς φίλους ἢ τοῖς πολεμίοις γνώριμα γίνεσθαι διὰ τῶν αὐτομόλων ἢ τοῖς στρατιώ‐ ταις ἐμποιεῖν δειλίαν προσδοκῶσι μέγεθος κινδύνου. 268. Ὅτι τοῦ Ἀμίλκου διαταξαμένου μὴ διαρπάζειν τοὺς | |
15 | στρατιώτας, Οὐοδόστωρ οὐκ ἐπείσθη καὶ πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν. οὕτως ἐν παντὶ καιρῷ συμβαίνει τὴν εὐταξίαν γίνε‐ σθαι μεγάλων ἀγαθῶν αἰτίαν, ὥσθ’ οἱ μὲν πεζοὶ προγεγενημένης εὐημερίας τηλικαύτης οὐχ ὅτι μόνον ταύτην ἀνέτρεψαν, ἀλλὰ καὶ πάντες ἐκινδύνευσαν ἀπολέσθαι, οἱ δὲ ἱππεῖς οὐ πλείους διακο‐ | |
20 | σίων ὄντες οὐ μόνον ἑαυτοὺς διέσωσαν, ἀλλὰ καὶ τοῖς ἄλλοις τὴν ἀσφάλειαν παρεσκεύασαν. 269. Ὅτι Ἀμίλκας ἔπεμψεν εἰς Ἔρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως. ὁ δὲ ὕπατος Φονδάνιος ἐκέλευσε τοῖς ἥκουσι μὴ τοὺς νεκροὺς ἀλλὰ τοὺς ζῶντας, εἰ νοῦν ἔχουσιν, ὑποσπόνδους αἰτεῖσθαι. | |
25 | ὑπερηφάνου μὲν οὖν γενομένης τῆς ἀποκρίσεως, οὗτος οὐ τοῖς τυχοῦσιν ἐλαττώμασι περιέπεσεν εὐθύς, ὥστε πολλοῖς δόξαι τὴν μεγαλαυχίαν τετευχέναι τῆς παρὰ τοῦ δαιμονίου νεμέσεως. 270. Ὅτι τοῦ Φονδανίου περὶ τῆς τῶν νεκρῶν ταφῆς ἀπο‐ στείλαντος κήρυκας, Βάρκας πολὺ κεχωρισμένην τῆς προγεγενη‐ | |
30 | μένης ἀπόφασιν ἐποιήσατο. φήσας γὰρ μάχεσθαι μὲν τοῖς ζῶσι, | |
διαλελύσθαι δὲ πρὸς τοὺς τετελευτηκότας συνεχώρησε τὴν ταφήν. | 351 | |
352 | 271. Ἐπὶ τοσοῦτον γὰρ προέβη τῆς ἀνδραγαθίας ὥστε καὶ τοὺς στρατηγοὺς αὐτοὺς παρ’ ἀμφοτέροις ἀριστεύειν καὶ τῶν κιν‐ δύνων προκαθηγεῖσθαι. ἔνθα δὴ συνέβαινεν ἀλογώτατα πάθη τοῖς ἀρίστοις τῶν ἀνδρῶν ἐνίοτε. οἱ γὰρ ταῖς εὐψυχίαις ὑπερέ‐ | |
5 | χοντες τῶν ἀνθεστηκότων καταδυομένης τῆς ἰδίας νηὸς ἡλίσκοντο, ταῖς μὲν ἀρεταῖς οὐκ ἐνδιδόντες, τῷ δὲ τῆς ἀνάγκης ἀβοηθήτῳ κρατούμενοι. τί γὰρ ὄφελος ἀνδρείας, ὅταν τοῦ σκάφους βυθι‐ σθέντος τὸ σῶμα τῆς βάσεως ἀποστερηθὲν ὑπὸ τῆς θαλάσσης τοῖς πολεμίοις ἐγχειρίζηται; | |
10 | 272. Ὅτι ὁ Βάρκας, ἐπειδὴ παρεγενήθησαν πρὸς αὐτὸν οἱ | |
10 | πρέσβεις τῶν Ῥωμαίων μετὰ τοῦ Γέσκωνος καὶ τὰς συνθήκας ἀνε‐ γίνωσκον, μέχρι μέν τινος ἐσιώπα· ὡς δὲ ἤκουσε τά τε ὅπλα παραδιδόναι καὶ τοὺς αὐτομόλους, οὐκ ἐκαρτέρησεν, ἀλλ’ ἐκέλευσεν ἀπιέναι τὴν ταχίστην· ἕτοιμος γὰρ ἔφησεν εἶναι μᾶλλον ἀποθα‐ νεῖν μαχόμενος ἢ φιλοψυχήσας προσδέξασθαι πρᾶξιν ἐπονείδιστον, | |
15 | καὶ ταῦτ’ εἰδὼς τὴν τύχην πρὸς τοὺς ἐγκαρτεροῦντας τοῖς δεινοῖς αὐτομολοῦσαν καὶ μεγίστην ἀπόδειξιν τῆς ἀνελπίστου μεταβολῆς παρεσχημένην τὴν περὶ τὸν Ἀτίλιον συμφοράν. 273. Ὅτι Ἐπίκουρος ὁ φιλόσοφος ἐν ταῖς ἐπιγραφομέναις ὑπ’ αὐτοῦ κυρίαις δόξαις ἀπεφήνατο τὸν μὲν δίκαιον βίον ἀτά‐ | |
20 | ραχον ὑπάρχειν, τὸν δὲ ἄδικον πλείστης ταραχῆς γέμειν, βραχεῖ παντελῶς λόγῳ πολὺν καὶ ἀληθῆ νοῦν περιλαβὼν καὶ τὸ σύνολον δυνάμενον τὴν κακίαν τῶν ἀνθρώπων διορθοῦσθαι. ἡ γὰρ ἀδικία μητρόπολις οὖσα τῶν καῶν οὐ μόνον τοῖς ἰδιώταις ἀλλὰ καὶ αὐτοῖς συλλήβδην ἔθνεσιν καὶ δήμοις καὶ βασιλεῦσι τὰς μεγίστας | |
25 | ἀπεργάζεται συμφοράς. 274. Διὸ καὶ τοῖς ἀποστάταις οὐχ ἧττον πολιορκεῖσθαι συνέ‐ βαινεν ἢ πολιορκεῖν διὰ τὸ σπανίζειν τροφῆς. 275. Συνέβαινε δὲ ταῖς μὲν τόλμαις αὐτοὺς μὴ λείπεσθαι τῶν πολεμίων, διὰ δὲ τὰς ἀπειρίας τῶν ἡγεμόνων μεγάλα βλάπτεσθαι. | |
30 | διὸ καὶ τότε συνιδεῖν ἦν ἐπ’ αὐτῆς τῆς πείρας ἡλίκην ὑπερβολὴν | 352 |
353 | ἔχοι στρατηγικὴ σύνεσις ἰδιωτικῆς ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς. 276. Τὸ γὰρ δαιμόνιον, ὡς ἔοικε, ταύτην ἀμοιβὴν τῶν ἀσε‐ βημάτων αὐτοῖς ἐδικαίωσεν. | |
5 | 277. Ὅτι τὸν Σπόνδιον ἀνεσταύρωσεν Ἀμίλκας. ὁ δὲ Μάθως Ἀννίβαν εἰς τὸν αὐτὸν σταυρὸν αἰχμάλωτον λαβὼν προσήλωσεν, ὥστε δοκεῖν τὴν τύχην ὥσπερ ἐπίτηδες ἐναλλὰξ τὰς εὐημερίας καὶ τὰς ἥττας ἀπονέμειν τοῖς περὶ τὴν ἀνθρωπίνην φύσιν ἠσεβηκόσιν. 278. Ὅτι αἱ δύω πόλεις οὐδεμίαν ἀφορμὴν εἶχον πρὸς διά‐ | |
10 | λυσιν διὰ τὸ μὴ καταλελοιπέναι σφίσιν ἐλέῳ μηδὲ συγγνώμῃ τό‐ πον τινὰ κατὰ τὰς πρώτας ἐπιβολάς. οὕτω κατὰ τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ὑπὲρ ἄνθρωπον ἐπιτηδεύειν. 279. Ὅτι οἱ μὲν Κελτοὶ τοῖς πλήθεσιν ὄντες πολλαπλάσιοι | |
15 | καὶ πεφρονηματισμένοι τῷ θράσει καὶ ταῖς ἀλκαῖς καταπεφρονη‐ κότως διηγωνίζοντο, οἱ δὲ περὶ τὸν Βάρκαν τὸ τοῦ πλήθους ἐλ‐ λειπὲς ταῖς ἀρεταῖς καὶ ταῖς ἐμπειρίαις ἐπειρῶντο διορθώσασθαι. οἱ μὲν οὖν πᾶσιν ἔδοξαν ἐμφρόνως περὶ τούτων βεβουλεῦσθαι, ἡ δὲ τύχη παρ’ ἐλπίδας ἐβράβευσε τὰς πράξεις καὶ τὸ δοκοῦν ἀδύ‐ | |
20 | νατον εἶναι καὶ ἐπικίνδυνον παραδόξως κατώρθωσεν. 280. Ὅτι Ἀσδρούβας μαθὼν πρακτικωτέραν οὖσαν τῆς βίας τὴν ἐπιείκειαν προέκρινε τὴν εἰρήνην τοῦ πολέμου. 281. Διὸ πᾶσα ἡ πόλις ἀεὶ τὰ παραγγελλόμενα φιλοπευ‐ στοῦσα καὶ ταῖς διαδιδομέναις φήμαις μετάμελος οὖσα πολλῆς | |
25 | ἀγωνίας ἐπληροῦτο. 282. Ὅτι ὁ πρεσβύτατος τῶν ἐκ τῆς Ῥώμης ἐκπεμφθέντων πρεσβευτῶν ἐν τῷ συνεδρίῳ τῶν Καρχηδονίων δείξας τῇ γερουσίᾳ τὸν κόλπον [οἱ παρὰ τοῦ πρεσβευτοῦ Ῥωμαίων γενόμενοι πρὸς | |
τὴν γερουσίαν τῶν Καρχηδονίων λόγοι] ἔφησε φέρειν αὐτὸν καὶ | 353 | |
354 | τὴν εἰρήνην καὶ τὸν πόλεμον· ἀπολείψειν οὖν τούτων ὁπότερον ἂν οἱ Καρχηδόνιοι βουληθῶσιν. τοῦ δὲ τῶν Καρχηδονίων βασιλέως εἰπόντος ποιεῖν αὐτὸν ὁπότερον ἂν βούλοιτο, ἔφη „τὸν πόλεμον ἐφίημι.“ τῶν δὲ Καρχηδονίων οἱ πλείους εὐθὺς ἀνεβόησαν δέχεσθαι. | |
5 | 283. Ὅτι οἱ κατὰ τὴν Οὐικτόμελαν πόλιν ἐκπολιορκηθέντες συνέφυγον εἰς τὰς ἰδίας οἰκίας ἐπὶ τέκνα καὶ γυναῖκας, τὴν ἐσχά‐ την παρ’ αὐτῶν ληψόμενοι τέρψιν, εἰ δή τίς ἐστι τέρψις τοῖς ἀπολλυμένοις εἰ μὴ δάκρυα καί, τὸ τελευταῖον ἐν τῷ ζῆν, τῶν συγγενῶν ἀσπασμός· ταῦτα γὰρ τοῖς ἀτυχοῦσιν ἔχειν τινὰ δοκεῖ | |
10 | κουφισμὸν τῶν ἀκληρημάτων. οἱ μὲν οὖν πλεῖστοι τὰς οἰκίας ἐμπρήσαντες πανοικὶ μετὰ τῶν συγγενῶν κατεφλέχθησαν καὶ τὸν ἐπὶ τῆς ἰδίας ἑστίας τάφον ἑαυτοῖς ἐπέστησαν, τινὲς δὲ εὐψυ‐ χοτάτως τοὺς ἰδίους προανελόντες ἑαυτοὺς ἐπικατέσφαξαν, αἱρε‐ τώτερον τὸν αὐτόχειρα θάνατον ὑπολαβόντες τοῦ διὰ τῶν πολε‐ | |
15 | μίων μεθ’ ὕβρεως συντελουμένου. 284. Ὅτι Ἀννίβας πρὸς τὴν τοῦ δικτάτωρος Φαβίου σύνεσιν ἀντιμηχανώμενος εἰς παράταξιν αὐτὸν προὐκαλεῖτο, καὶ τοῖς τῆς δειλίας ὀνείδεσιν ἐπειρᾶτο συναναγκάζειν εἰς τὴν διὰ μάχης κρίσιν συγκαταβαίνειν. ὡς δὲ οὐκ ἔπειθεν, ὁ δῆμος τῶν Ῥωμαίων ἐβλασ‐ | |
20 | φήμει τὸν δικτάτωρα καὶ παιδαγωγὸν ἐπικαλῶν αὐτὸν ὠνείδιζε τὴν δειλίαν· ὁ δὲ τὴν ὕβριν ἀταράχως καὶ βαρέως ἔφερεν. 285. Ὅτι φύσει οἱ ἄνθρωποι ταῖς μὲν εὐημερίαις προστρέ‐ χουσι, τῇ δὲ φθασάντων τύχῃ συνεπιτίθενται. 286. Ὅτι κατὰ τὴν Καπύην προτεθείσης βουλῆς ἐν ἐκκλησίᾳ | |
25 | κοινῇ τί πρακτέον εἴη περὶ τῆς ἀποστάσεως ἐπέτρεψαν οἱ Κα‐ πυηνοὶ γνώμην ἀποφήνασθαι τῷ προσαγορευομένῳ Παγκύλῳ Παύ‐ κῳ. ὁ δὲ ἐκτὸς τῶν φρενῶν γεγονὼς διὰ τὸν Ἀννίβου φόβον | |
ὤμοσε τοῖς πολίταις ἰδιότροπον ὅρκον. ἔφησε γάρ, εἰ τῶν ἑκατὸν | 354 | |
355 | ἐλπίδα μίαν εἶχεν ἐν τοῖς Ῥωμαίοις, οὐκ ἂν μετέστη πρὸς Καρχη‐ δονίους· νῦν δὲ φανερᾶς οὔσης τῆς τῶν πολεμίων ὑπεροχῆς καὶ τοῦ κινδύνου ταῖς πύλαις ἐφεστῶτος ἀναγκαῖον εἶναι ταῖς ὑπερο‐ χαῖς εἴκειν. τούτῳ δὲ τῷ τρόπῳ πάντων συγκαταθεμένων προσ‐ | |
5 | τίθεσθαι τοῖς Καρχηδονίοις .... 287. Ὅτι ἡ ἀνθρωπίνη φύσις τὴν συνήθη τῶν πόνων ἄσκησιν καὶ δίαιταν εὐτελῆ δυσχερῶς προσίεται, τὴν δὲ ῥαστώνην καὶ τρυ‐ φὴν ἑτοίμως διώκει. 288. Ποικίλη δέ τις ἀνωμαλία κατεῖχε τὰς πόλεις, ὡς ἂν τῆς | |
10 | ὁμονοίας δεῦρο κἀκεῖσε λαμβανούσης τὰς ῥοπάς. 289. Ὅτι ταῖς τῶν πραγμάτων μεταβολαῖς καὶ τὰς τῶν φίλων εὐνοίας θεωρεῖν ἔστιν συμμεταβαλλούσας. 290. Ὅτι αἱ τῶν ἀγαθῶν ἀνδρῶν ἀρεταὶ καὶ παρὰ πολεμίοις ἐνίοτε τυγχάνουσι τιμῆς. | |
15 | 291. Ὅτι πολλαὶ γυναῖκες καὶ παρθένοι καὶ παῖδες ἐλεύθεροι συνείποντο τοῖς Καπυηνοῖς διὰ τὴν ἀπορίαν τῆς τροφῆς· καὶ γὰρ ὁ πόλεμος ἐνίοτε βιάζεται τοὺς κατὰ τὴν εἰρήνην ἐν πολλῇ σεμνό‐ τητι ζῶντας ὑπομένειν ἀνάξια τῆς ἡλικίας πάσχοντας. 292. Ὅτι ἡ τῶν Ῥωμαίων σύγκλητος, ὡς ἤκουσε τὴν Καπύην | |
20 | περιειλημμένην πανταχόθεν τείχει διπλῷ, νομίζουσα ...... ἔσε‐ σθαι τὴν ἅλωσιν ὅμως οὐ διετήρησεν ἀμετάθετον τὴν ἔχθραν, ἀλλὰ διὰ τὴν συγγένειαν ἐψηφίσαντο πρὸ τακτῆς ἡμέρας τοὺς μεταθεμένους τῶν Καμπανῶν ἀθώους εἶναι. ἧς δὴ παραπέμ‐ ψαντες τὴν φιλανθρωπίαν οἱ Καμπανοὶ καὶ τὴν παρ’ Ἀννίβου | |
25 | γενομένην βοήθειαν ψυχαγωγούμενοι τότε μετενόησαν ὅτε οὐθὲν ὄφελος ἦν μεταμελεῖσθαι. 293. Ὅτι οἱ Συρακούσιοι διὰ πενίαν ἀποροῦντες τροφῆς μετὰ τὴν ἅλωσιν ἑαυτοὺς ὡμολόγουν εἶναι δούλους, ὅπως πραθέντες | |
τροφῆς μεταλάβωσι παρὰ τῶν ὠνησαμένων. οὕτω τοῖς ἐπταικόσι | 355 | |
356 | Συρακουσίοις ἡ τύχη πρὸς τοῖς ἄλλοις ἀκληρήμασι τηλικαύτην ἐπέστησε συμφορὰν ὥστε ἀντὶ τῆς διδομένης ἐλευθερίας ἑκουσίως αἱρεῖσθαι δουλείαν. 294. Ὅτι Σκιπίων τοὺς ὁμήρους ἀπολύσας ἐπεδείξατο ὡς | |
5 | πολλάκις ἑνὸς ἀνδρὸς ἀρετὴ προσέταττε συλλήβδην εἰς ἔθνη βασιλεῖς. 295. Ὅτι ὁ Ἰνδιβέλης ὁ Κελτίβηρ συγγνώμης τυχὼν παρὰ Σκιπίωνος καιρὸν εὑρὼν ἐπιτήδειον πάλιν ἐξέκαυσε πόλεμον. οὕτω γὰρ οἱ τοὺς πονηροὺς εὖ ποιοῦντες πρὸς τῷ τὴν χάριν ἀποβαλεῖν ἀγνοοῦσι πολεμίους ἑαυτῶν πολλάκις σωματοποιοῦντες. | |
10 | 296. Ὅτι ὁ Ἀσδρούβας εἰ μὲν καὶ τὴν τύχην ἔσχε συνεπιλαμ‐ βανομένην, ὁμολογουμένως οὐκ ἂν ἠδυνήθησαν οἱ Ῥωμαῖοι πρὸς τοῦτον ἅμα καὶ πρὸς Ἀννίβαν διαγωνίσασθαι. διόπερ χρὴ τὴν ἀρετὴν τἀνδρὸς ἐξετάζειν οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἀλλ’ ἐκ τῆς ἐπιβολῆς καὶ τόλμης. τούτων μὲν γὰρ συμβαίνει τοὺς πράττοντας | |
15 | εἶναι κυρίους ἐκείνων δὲ τὴν τύχην ἔχειν ἐξουσίαν. 297. Ὅτι Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος πολλὰς τιμω‐ ρίας ἐπενόησε πρὸς τοὺς πολίτας, νομίζων τῇ τῆς πατρίδος ταπει‐ νώσει τὴν ἰδίαν αὐξήσειν δυναστείαν. ἀνὴρ γάρ, οἶμαι, πονηρὸς τυχὼν ἐξουσίας οὐκ εἴωθε φέρειν τὴν εὐτυχίαν κατ’ ἄνθρωπον. | |
20 | 298. Ὢν γὰρ μέγιστος ἱερεὺς ἠναγκάζετο μὴ μακρὰν τῆς Ῥώ‐ μης ἀποσπᾶσθαι διὰ τὴν τῶν ἱερῶν ἐπιμέλειαν. 299. Ὅτι μετὰ τὸ ψηφισθῆναι τὰ κατὰ Πλημήνιον φιλοφρο‐ νοῦντες τοὺς Λοκροὺς οἱ τὰ πολλὰ τῶν ἀναθημάτων ἡρπακότες, καὶ θεωροῦντες τὴν τῶν χιλιάρχων καὶ τοῦ Πλημηνίου τιμωρίαν | |
25 | ἐπὶ δεισιδαιμονίαν ἐνέπιπτον. οὕτως ὁ συνειδώς τι φαῦλον ἑαυτῷ σιωπωμένην ἀναδέχεται τιμωρίαν, κἂν τύχῃ διαλεληθὼς τοὺς ἄλ‐ λους. διὸ ποινηλατούμενοι τὰς ψυχὰς τὸ θεῖον ἐξιλασκόμενοι ἐρ‐ ρίπτουν τὰ χρήματα. 300. Ὅτι τὸ ψεῦδος ἐν τοῖς οἰκείοις τιθέμενον καιροῖς ἐνίοτε | |
30 | γίνεται μεγάλων ἀγαθῶν αἴτιον. 301. Ὅτι Σκιπίων τὸν Σόφακα τὸν βασιλέα αἰχμάλωτον λα‐ | |
βὼν καὶ δεδεμένον λύσας φιλανθρώπως ὡμίλει αὐτῷ· ᾤετο γὰρ | 356 | |
357 | δεῖν τὴν ἐπὶ τοῦ πολέμου ἔχθραν μέχρι τοῦ νικᾶν φυλάττειν, εἰς δὲ τύχην αἰχμάλωτον ἀνδρὸς βασιλέως γεγονότος μηδὲν ἐξαμαρ‐ τάνειν ἄνθρωπον ὄντα· ἐφορᾷ γάρ, ὡς ἔοικε, τὸν ἀνθρώπινον βίον νέμεσίς τις θεοῦ, ἣ τοὺς ὑπὲρ ἄνθρωπον φρονοῦντας ταχὺ | |
5 | τῆς ἰδίας ἀσεβείας ὑπομιμνήσκει. διὸ καὶ τὸν Σκιπίωνα τίς οὐκ ἂν ἐπαινέσειε θεωρῶν πρὸς τὸν κατὰ τῶν πολεμίων φόβον κατα‐ πληκτικὸν γενόμενον, ὑπὸ δὲ τοῦ πρὸς τοὺς ἠτυχηκότας ἐλέου τὴν ψυχὴν ἡττώμενον; ὡς ἐπὶ πολὺ γὰρ εἰώθασιν οἱ πρὸς τοὺς ἀντι‐ ταττομένους φοβεροὶ πρὸς τοὺς ὑποπεσόντας ὑπάρχειν μέτριοι. | |
10 | διὸ καὶ ταχὺ τοῦ Σόφακος ὁ Σκιπίων τῆς εἰς αὐτὸν ἐπιεικείας ἐκομίσατο χάριν. 302. Ὅτι οἱ Καρχηδόνιοι σιτοδείας ἐμπεσούσης οἱ καχέκται τῶν πολιτῶν ἐπιθυμοῦντες λῦσαι τὴν εἰρήνην προετρέψαντο τὸν δῆμον ἐπιπλεῦσαι ταῖς ναυσὶ καὶ τὸν σῖτον εἰς λιμένα κομίσαι. | |
15 | τῆς δὲ γερουσίας οὐκ ἐώσης λῦσαι τὰς συνθήκας οὐδεὶς ἐπήκουσε· τὴν γὰρ κοιλίαν ἔφασκον οὐκ ἔχειν ὦτα. 303. Τὸ κακὸν ἀγαθοῦ παρείχετο φαντασίαν. 304. Ὅτι τῶν καχεκτῶν ἐπιθυμούντων λῦσαι τὴν εἰρήνην καὶ τῆς γερουσίας οὐκ ἐώσης λῦσαι τὰς συνθήκας οὐδεὶς ὑπήκουσε· | |
20 | τὴν γὰρ κοιλίαν ἔφασκον οὐκ ἔχειν ὦτα. 305. Ὅτι τῶν Καρχηδονίων προημαρτηκότων εἰς Ῥωμαίους, ὑπὸ χειμῶνος δὲ ἀναχθέντων ποτὲ πρὸς Σκιπίωνα καὶ πάντων βοώντων ἀμύνασθαι τοὺς ἀσεβεῖς, ὁ Σκιπίων οὐκ ἔφη δεῖν πράτ‐ τειν ἃ τοῖς Καρχηδονίοις ἐγκαλοῦσιν. | |
25 | 306. Ὅτι τὰ μὲν καλὰ πεῖσαι πάντων, οἶμαι, δυσχερέστατόν ἐστιν, ὁ δὲ πρὸς χάριν λόγος δεινὸς παραστῆσαι φαντασίαν συμ‐ φέροντος, κἂν ἐπ’ ὀλέθρῳ λέγηται τῶν βουλευομένων. | |
307. Ἀλλ’ οὐ καλὸν τοῖς μὲν ὅπλοις ἅπαντας νικᾶν, ὑπὸ δὲ | 357 | |
358 | τῆς πρὸς ἀκληροῦντας ὀργῆς ἡττᾶσθαι, καὶ πικρότατα μισοῦντας τοὺς ὑπὲρ ἄνθρωπον φρονοῦντας, ἐν ταῖς εὐτυχίαις αὐτοὺς ταῦτα πράττειν ἃ τοῖς ἄλλοις ἐγκαλοῦντες τυγχάνουσι. τότε γὰρ ἀληθὴς κλῆρός ἐστιν ἡ δόξα τῶν εὐτυχηκότων, ὅταν ὁ κρατῶν τὴν εὐτυ‐ | |
5 | χίαν φέρῃ κατ’ ἄνθρωπον. ἐπιφθέγγεται γὰρ ἕκαστος ἐπὶ τῇ τούτων μνείᾳ διότι τῆς νίκης ὑπάρχουσιν ἄξιοι, τοῖς δὲ ἐπιλα‐ θομένοις τῆς ἀνθρωπίνης φύσεως ὁ φθόνος ἀντικάθηται λυμαι‐ νόμενος τὴν τῶν εὐτυχούντων δόξαν. οὐδὲ γάρ ἐστι μετὰ τὸν ἑκουσίως ὑποπίπτοντα φονεύειν οὐδὲ θαυμαστὸν ἀφανίσαι τὸν | |
10 | τῶν ἠτυχηκότων βίον. οὐκ ἀλόγως γὰρ οἱ τοιοῦτοι τυγχάνουσιν ἀδοξίας, ὅταν τὰς κοινὰς τῶν ἀκληρούντων καταφυγὰς ἀναιρῶσι, τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιλαθόμενοι. 308. Ὅτι προτερεῖ τοῖς ἀνθρώποις τῆς μὲν τιμωρίας εὐερ‐ γεσία, τῆς δὲ ὠμότητος ἡ [τοὺς] πρὸς τοὺς ἐπταικότας ἐπιείκεια. | |
15 | 309. Ὅτι ὅσῳ τις εὐροοῦσαν ἔχει τὴν τύχην, τοσούτῳ μᾶλλον εὐλαβεῖσθαι χρὴ τὴν τὸν ἀνθρώπινον βίον ἐπισκοποῦσαν νέμεσιν. 310. Ὅτι οὐδὲν παρὰ ἀνθρώποις οὔτε κακὸν οὔτε ἀγαθὸν ἑστηκυῖαν ἔχει τὴν τάξιν, τῆς τύχης ὥσπερ ἐπίτηδες πάντα μετα‐ κινούσης. διὸ καὶ προσήκει τὸ πολὺ φρόνημα κατατιθεμένους ἐν | |
20 | τοῖς ἀλλοτρίοις ἀκληρήμασι τὸν ἴδιον ἐξασφαλίζεσθαι βίον· ὁ γὰρ τοῖς ἐπταικόσιν ἐπιεικῶς χρησάμενος δικαιοτάτης ἂν ἐν ταῖς τοῦ βίου μεταβολαῖς τύχοι πολυωρίας. παρὰ μὲν οὖν τοῖς ἐκτὸς εἴωθε τοῖς τοιούτοις ἀείμνηστος ἐπακολουθεῖν ἔπαινος, παρὰ δὲ τοῖς εὖ παθοῦσιν ἡ κατ’ ἀξίαν τῆς εὐεργεσίας φυλάττεσθαι χάρις. καὶ | |
25 | γὰρ ἂν ἀλλοτριώτατός τις ὢν ἐλέου τύχῃ, μεταβάλλει διὰ τὴν εὐεργεσίαν καὶ ταχὺ γίνεται φίλος, ἑαυτῷ μεμφόμενος. 311. Ὅτι δεῖ παρὰ τοῖς εὖ φρονοῦσι τὰς μὲν φιλίας ἀθανά‐ τους ὑπάρχειν, τὰς δὲ ἔχθρας εἶναι θνητάς. οὕτω γὰρ μάλιστα τοὺς μὲν εὐνοοῦντας συμβήσεται πλείστους γενέσθαι, τοὺς δὲ ἀλλο‐ | |
30 | τρίως διακειμένους ἐλάττους. 312. Ὅτι τοὺς ἡγεῖσθαι βουλομένους τῶν ἄλλων οὐχ οὕτω | |
τοῖς ἄλλοις ὑπερέχειν ἀναγκαῖον ὡς ἐπιεικείᾳ καὶ μετριότητι δεῖ | 358 | |
359 | νικᾶν ἅπαντας. ὁ μὲν γὰρ ἐκ τοῦ κρατεῖσθαι φόβος μισεῖσθαι ποιεῖ τοὺς κρατοῦντας, ἡ δὲ εἰς τοὺς ἡττωμένους [τοῦ κρατεῖσθαι] εὐγνωμοσύνη τῆς εὐνοίας αἰτία γινομένη βεβαίως συνέξει τὰς ἡγε‐ μονίας. διόπερ ἐφ’ ὅσον προνοούμεθα τῆς πατρίδος, ἐπὶ τοσοῦ‐ | |
5 | τον εὐλαβητέον ἀνήκεστόν τι καὶ σκληρὸν πρᾶξαι κατὰ τῶν ἑαυ‐ τοὺς ἑκουσίως παραδιδόντων. πᾶς γὰρ τοὺς μὲν ὑπερβαλλούσαις συμφοραῖς περιπεσόντας ἐλεεῖ, κἂν μηδὲν προσήκωσι, τοὺς δὲ ὑπερηφάνως ταῖς εὐτυχίαις χρωμένους μισεῖ, κἂν τύχωσιν ὄντες σύμμαχοι· ἀνάγει γάρ, οἶμαι, τὸ πραχθὲν ἕκαστος πρὸς ἑαυτὸν | |
10 | καὶ συναγανακτεῖ τοῖς ἠκληρηκόσι, φθονῶν ταῖς τῶν κατορθωσάν‐ των εὐπραξίαις. 313. Ὅτι ὅταν πόλις ἐπισημοτάτη πασῶν οὕτως ἀνηλεῶς ἀναρπασθῇ, τότε δὴ καὶ μᾶλλον ἡ περὶ τούτων ὑπόληψις διὰ πάσης ἔρχεται τῆς οἰκουμένης. οὐ γὰρ οὕτως τοὺς εὖ πράξαντας | |
15 | ἅπαντες ἐπαινοῦσιν ὡς τοὺς ἀνημέρως χρησαμένους τοῖς ὑποπε‐ σοῦσιν ὁμολογουμένως μισοῦσιν. 314. Ὅτι τὴν διδομένην εὐτυχίαν παρὰ θεοῦ μὴ φέρειν ἀν‐ θρωπίνως πολλῶν κακῶν εἴωθεν αἴτιον γίνεσθαι. 315. Ὅτι τοῖς τὴν τύχην μὴ φέρουσι κατ’ ἄνθρωπον ἱκανὴ | |
20 | πᾶσα πρόφασις ἐπὶ τὸ χεῖρον μεταβαλεῖν. ὁρᾶτε οὖν μήποτε τοὺς ἀπεγνωσμένους ἄνδρας ἀγαθοὺς γενέσθαι ποιήσωμεν. καὶ γὰρ τὰ δειλότατα τῶν ζώων ἔχοντα μὲν ἀναστροφὴν φεύγει, συγ‐ κλεισθέντα δὲ εἰς στενὸν τόπον ἀπίστως ἀγωνίζεται, καὶ Καρχη‐ δόνιοι τὰς μὲν ἐλπίδας τῆς σωτηρίας ἔχοντες ὑποχωροῦσιν, ἀπο‐ | |
25 | γνόντες δὲ πᾶν τὸ δεινὸν ὑπομένουσιν ἐν ταῖς μάχαις. ὅταν γὰρ καὶ φεύγουσι καὶ μαχομένοις ὑποκείμενον ᾖ τελευτᾶν, ὁ μετὰ δό‐ ξης θάνατος τοῦ μετ’ αἰσχύνης ζῆν αἱρετώτερος κριθήσεται παρ’ αὐτοῖς. 316. Ὅτι ὁ βίος πολλὰ ἔχει παράδοξα. δυστυχοῦντας μὲν | |
30 | οὖν παραβάλλεσθαι χρὴ καὶ τοῖς μεγίστοις κινδύνοις θηρᾶσθαι τὴν παραβολήν. καλὸν δὲ τὴν τύχην εὐθὺς ἀνέχοντας αὐτοὺς εἰς | |
τὸ παράβολον διδόναι. | 359 | |
360 | 317. Ὅτι οὐδεὶς ἡγεῖσθαι δυνάμεως τῶν ἐκτὸς δυναστείας λαχὼν ἑτέροις ἑκουσίως ἐκχωρεῖ. 318. Ὅτι ἀτυχίαν ἀδικίας πλεῖστον ἡγοῦμαι διαφέρειν καὶ δεῖν ἑκατέρῳ τούτων οἰκείως προσφέρεσθαι· ταῦτα γάρ ἐστιν εὖ | |
5 | βουλευομένων ἀνδρῶν. ὁ μὲν οὖν πταίσας ἐν τῷ μηδὲν ἁμαρτεῖν μέγα δικαίως ἂν καταφύγοι πρὸς τὸν κοινὸν τοῖς ἀκληροῦσιν ἔλεον, ὁ δὲ μέγιστα ἀσεβήσας καὶ τὸ δὴ λεγόμενον ἄρρητα πρὸς ὕβριν καὶ ὠμότητα πράξας αὐτὸς αὑτὸν ἀπέστησε τοιαύτης φιλανθρω‐ πίας· οὐ γὰρ δυνατὸν εἰς ἑτέρους ὠμὸν γενόμενον τὸν ἐν μέρει | |
10 | πταίσαντα τυγχάνειν ἐλέους, οὐδὲ τὸν οἶκτον ἐξ ἀνθρώπων τὸ καθ’ αὑτὸν μέρος ἄραντα καταφεύγειν ἐπὶ τὴν τῶν ἄλλων ἐπιεί‐ κειαν. δίκαιον γάρ ἐστιν, ὃν καθ’ ἑτέρων τις νόμον ἔθηκε, τούτῳ κεχρῆσθαι. 319. Ὅτι ὁ τοὺς κοινοὺς ἐχθροὺς ὑπὲρ ἁπάντων τιμωρησά‐ | |
15 | μενος δῆλον ὡς κοινὸς ἂν εὐεργέτης νομίζοιτο, καὶ καθάπερ οἱ τὰ δεινότερα τῶν θηρίων ἀναιροῦντες ὡς εὖ ποιοῦντες τὸν κοινὸν βίον ἐπαίνου τυγχάνουσιν, οὕτως οἱ τὴν Καρχηδονίων ὠμότητα καὶ τὸ θηριῶδες τῆς ἀνθρωπότητος κολάσαντες ὁμολογουμένως τεύξονται τῆς μεγίστης δόξης. | |
20 | 320. Ὅτι τότε ἕκαστος ἀνδρείως ὑπομένει τὸν κίνδυνον ὅταν ἡ τοῦ νικᾶν ἐλπίς ἐστιν ὑποκειμένη· ὁ δὲ προειδὼς ἑαυτὸν ἡττη‐ θησόμενον ἐν τῷ δρασμῷ καὶ φυγῇ τὴν σωτηρίαν ἔχει κειμένην. 321. Ὅτι οὐ μόνον ἄν τις ἐπὶ τῶν ἰδιωτικῶν συμβολαίων εὕροιτο τοὺς πονηρευομένους ταῖς ἐκ τῶν νόμων ζημίαις περι‐ | |
25 | πίπτοντας ἀλλὰ καὶ τῶν βασιλέων τοὺς ἀδίκοις πράγμασιν ἐπι‐ βαλλομένους παρὰ τοῦ δαιμονίου τιμωρίας τυγχάνοντας. ὥσπερ γὰρ τοῖς ἐν δημοκρατίᾳ πολιτευομένοις ὁ νόμος, οὕτω τοῖς ἐν ἐξουσίαις ὁ θεὸς βραβευτὴς γίνεται τῶν πραττομένων, καὶ τοῖς μὲν τὴν ἀρετὴν μεταδιώξασιν οἰκεῖα τῆς ἀρετῆς ἔπαθλα ἐπιτί‐ | |
30 | θησι, τοῖς δὲ τὴν πλεονεξίαν ἤ τινα ἄλλην κακίαν ἐπανελομένοις | |
οὐκ εἰς μακρὰν τὴν προσήκουσαν ἐφίστησι τιμωρίαν. | 360 | |
361 | 322. Ὅτι Μάρκος Αἰμίλιος ἀποπλεύσας εἰς Ἄβυδον πρὸς Φίλιππον τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν συμμάχων ἀπήγ‐ γειλεν αὐτῷ. ὁ δὲ ἔφησεν, ἐὰν μὲν ἐμμένωσι ταῖς ὁμολογίαις Ῥωμαῖοι, ποιήσειν αὐτοὺς ὀρθῶς, ἐὰν δὲ ἐπεμβαίνωσι, τοὺς θεοὺς | |
5 | ἐπιμαρτυρόμενος ἀμύνεσθαι τοὺς ἀδίκου πολέμου κατάρχοντας. 323. Ὅτι ὁ Φίλιππος συννοήσας τὴν ἀθυμίαν τῶν στρατιω‐ τῶν, τούτους παραθαρσύνων ἐδίδασκεν ὅτι τοῖς μὲν νικῶσιν οὐδὲν τούτων γίνεται, τοῖς δὲ κατὰ τὴν ἧτταν ἀπολλυμένοις οὐ διαφέ‐ ρειν ὑπὸ πηλίκων ἂν τραυμάτων ἀποθάνωσι. | |
10 | 324. Ὅτι ὡς ἐπὶ πολὺ εἰώθασιν οἱ τοῖς τρόποις φαῦλοι τοὺς συναναστρεφομένους ὁμοίους ἑαυτοῖς συγκατασκευάζειν. 325. Ὅτι τῶν Ἠπειρωτῶν πρέσβεις πεμψάντων πρὸς Φίλιπ‐ πον καὶ Φλαμίνιον, Φλαμίνιος μὲν ᾤετο δεῖν τὸν Φίλιππον ἐκχω‐ ρεῖν ἁπάσης τῆς Ἑλλάδος, ὅπως ἀφρούρητος ᾖ καὶ αὐτόνομος, | |
15 | ἀποδοῦναι δὲ καὶ τοῖς παρεσπονδημένοις τὰς βλάβας εὐδοκιμου‐ μένως. ὁ δὲ ἔφη δεῖν τὰ μὲν παρὰ τοῦ πατρὸς αὐτῷ καταλελειμ‐ μένα βεβαίως ἔχειν, ὅσα δὲ τυγχάνει προσηγμένος, ἐκ τούτων ἐξά‐ γειν τὰς φρουράς, περὶ δὲ τῆς βλάβης κρίνεσθαι. εἰπόντος δὲ πρὸς ταῦτα Φλαμινίου μὴ δεῖσθαι κρίσεως, δεῖν δὲ αὐτὸν τοὺς | |
20 | πεπονθότας πείθειν, καὶ διότι παρὰ τῆς βουλῆς ἐντολὰς ἔχοι ταύτας ὅπως μὴ μέρος τῆς Ἑλλάδος ἀλλὰ πᾶσαν αὐτὴν ἐλευθεροῦν, ὑπολαβὼν ὁ Φίλιππος „καὶ τί τούτου βαρύτερόν“ φησιν „προσε‐ τάξατ’ ἄν μοι πολέμῳ κρατήσαντες;“ καὶ ταῦτ’ εἰπὼν ἐχωρίσθη διωργισμένος. | |
25 | 326. Ὅτι ὄντος τοῦ Ἀντιόχου τοῦ τῆς Ἀσίας βασιλέως περὶ τὸν τῆς Λυσιμαχίας πόλεως ἀνοικισμὸν παρεγενήθησαν οἱ παρὰ Φλαμινίου πρέσβεις. εἰσαχθέντες δὲ εἰς τὸ συνέδριον παρεκάλουν Ἀντίοχον ἐκχωρῆσαι τῶν ὑπὸ Πτολεμαῖον καὶ Φίλιππον γεγενη‐ μένων πόλεων, καὶ καθόλου θαυμάζειν ἔφασαν τί βουλόμενος πε‐ | |
30 | ζικάς τε καὶ ναυτικὰς συνάγει δυνάμεις καὶ τί διανοούμενος δια‐ | |
βέβηκεν εἰς τὴν Εὐρώπην, εἰ μὴ Ῥωμαίοις ἐπιβάλλεται πολεμεῖν. | 361 | |
362 | ὁ δὲ Ἀντίοχος τοῖς εἰρημένοις ἀντιλέγων ἔφη θαυμάζειν πῶς Ῥωμαῖοι τῆς Ἀσίας ἀντιποιοῦνται, τῶν κατὰ τὴν Ἰταλίαν αὐτοῦ μὴ πολυπραγμονοῦντος· Λυσιμαχεῖς δὲ ἀνοικίζων οὔτε Ῥωμαῖον οὔτε ἄλλον οὐδένα ......· τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς φροντίζειν | |
5 | ὅπως μηδεμιᾶς ἀμφισβητήσεως τυγχάνῃ· δώσειν γὰρ αὐτῷ τὴν θυγατέρα γυναῖκα. καὶ τούτων ῥηθέντων τῶν λόγων οἱ Ῥωμαῖοι οὐκ εὐδοκοῦντες ἐχωρίσθησαν. 327. Ὅτι εἰσὶν ἐν τοῖς πολέμοις αἱ τῶν χρημάτων παρασκευαί, καθάπερ ἡ κοινὴ παρρησία φησίν, ἑταῖραι τῶν πράξεων· ὁ γὰρ | |
10 | τούτων εὐπορῶν οὐκ ἀπορεῖ τῶν μάχεσθαι δυναμένων ἀνδρῶν. οἱ γὰρ Καρχηδόνιοι προσφάτως Ῥωμαίους εἰς τοὺς ἐσχάτους κινδύ‐ νους ἤγαγον, οὐ πολιτικοῖς στρατιώταις τὰς τηλικαύτας παρα‐ τάξεις νικῶντες ἀλλὰ τῷ τῶν μισθοφόρων πλήθει. ἔστιν γὰρ τὸ πλῆθος τῆς ξενικῆς δυνάμεως εὐχρηστότατον μὲν τοῖς ἔχουσι, | |
15 | φοβερώτατον δὲ τοῖς πολεμίοις· οἱ μὲν γὰρ ὀλίγου χρήματος ἀθροίζουσι τοὺς ὑπὲρ αὐτῶν κινδυνεύοντας, οἱ δὲ κἂν νικήσωσιν, οὐδὲν ἧττον ἄλλους ἔχουσιν ἀνταγωνιστὰς ἐξ ἑτοίμου. ἐπὶ μὲν γὰρ τῶν πολιτικῶν δυνάμεων ὁ καταγωνισθεὶς ἅπαξ τοῖς ὅλοις ἔπται‐ κεν, ἐπὶ δὲ τῶν ξενικῶν ὁσάκις ἂν ἡττηθῶσιν, οὐδὲν ἧττον ἀκε‐ | |
20 | ραίους ἔχουσι τὰς δυνάμεις μέχρις ἂν χρημάτων εὐπορῶσιν. Ῥω‐ μαῖοι δὲ οὔτε μισθοφόρους εἰώθασιν ἔχειν οὔτε χρημάτων εὐπο‐ ροῦσιν. 328. Ὅτι εἰώθασιν ὡς ἐπίπαν οἱ στρατιῶται τῶν αὐτῶν τοῖς ἀφηγουμένοις μιμηταὶ γίνεσθαι. | |
25 | 329. Ὁ δὲ Ἀντίοχος ταχὺ τῆς ἰδίας ἀνοίας τἀπίχειρα κομι‐ σάμενος μετὰ συμφορῶν μεγάλων ἔμαθεν σωφρονεῖν ἐν ταῖς εὐ‐ πραξίαις. 330. Ὅτι ὁ Ἀντίοχος πρὸς τὰ παράλογα τῆς τύχης ἔκρινε συμφέρειν ἀποδοῦναι τῷ Σκιπίωνι τὸν υἱόν, καὶ τοῦτον ἀπέστειλε | |
30 | κοσμήσας πολυτελέσι κατασκευαῖς. 331. Ὅτι Φίλιππος ὠνείδισε τοῖς Θετταλοῖς ὡς τῆς ἐλευθε‐ | |
ρίας ἀνελπίστως διὰ Ῥωμαίων κυριεύσαντες λοιδοροῦσι τοὺς προ‐ | 362 | |
363 | γεγονότας κυρίους, οὐκ εἰδότες ὅτι οὔπω πᾶς αὐτοῖς ὁ ἥλιος δέ‐ δυκε. τούτου δὲ τοῦ λόγου ῥιφέντος ὑπόνοια τοῖς ἀκούουσιν εἰσέπεσεν ὡς Φιλίππου διαπολεμήσοντος πρὸς Ῥωμαίους, καὶ παροξυνθέντες ἔκριναν μηδεμίαν πόλιν τῶν κατὰ Μακεδονίαν οὐ‐ | |
5 | σῶν ἔχειν Φίλιππον. 332. Ὅτι ὁ Σκιπίων διὰ τὸ μέγεθος τῶν πράξεων βαρύτερος ἐφαίνετο τοῦ τῆς πατρίδος ἀξιώματος. κατηγορούμενος γὰρ ὑπ’ αὐτῶν δεινῷ θανάτῳ παραλαβὼν τὸν λόγον τοῦτο μόνον εἶπεν ὅτι Ῥωμαίοις οὐ πρέπει κατ’ αὐτοῦ φέρειν ψῆφον, δι’ οὗ οἱ κατή‐ | |
10 | γοροι ἐξουσίαν ἔχουσι λέγειν μετὰ παρρησίας. τούτου δὲ ῥηθέν‐ τος ὁ μὲν δῆμος ἅπας ἐντραπεὶς τὸ βάρος τοῦ λόγου παραχρῆμα ἐκ τῆς ἐκκλησίας ἀπεχώρησεν, ὁ δὲ κατήγορος μόνος ἀπολειφθεὶς ἀπῆλθεν εἰς τὴν οἰκίαν καταφρονηθείς. πάλιν δὲ ἐν τῷ συνεδρίῳ χρείας ἐμπεσούσης χρημάτων καὶ τοῦ ταμίου 〈οὐ〉 φάσκοντος ἀνοί‐ | |
15 | ξειν, αὐτὸς .....χη τὰς κλεῖς παρέλαβεν ὡς τοῦτο πράξων· αὐτὸς γὰρ καὶ τοῦ κλείειν τοὺς ταμίας ὑπάρχειν αἴτιος. πάλιν δέ τινος λόγον αὐτὸν ἀπαιτοῦντος ἐν τῷ συνεδρίῳ χρημάτων ὧν ἔλαβεν εἰς τὰς τῶν στρατιωτῶν δαπάνας ὡμολόγησε μὲν ἔχειν τὸν λογισμόν, ἀπεῖπεν δὲ μὴ ἀποδώσειν· οὐ γὰρ ὀφείλειν τοῖς ἄλλοις | |
20 | ὁμοίως ὑπὸ τὸν ἐξετασμὸν πίπτειν. ἐπικειμένου δὲ τοῦ κατη‐ γόρου πέμψας ἐπὶ τὸν ἀδελφὸν ἐκόμισεν ἐπὶ τὸ συνέδριον τὸ βιβλίον καὶ κατασπαράξας αὐτὸ τῷ κατηγόρῳ προσέταξε ψῆφον ἐκ τούτων προτιθέναι, τοὺς δὲ ἄλλους συγκλητικοὺς εἴρετο πῶς τῶν δεδαπανημένων τρισχιλίων ταλάντων τὸν λόγον ἀπαιτοῦσι, | |
25 | τῶν δὲ μυρίων καὶ πεντακοσίων ὧν παρὰ Ἀντιόχου λαμβάνουσι λόγον οὐκ ἀπαιτοῦσιν, οὐδὲ λογίζονται πῶς ὑφ’ ἕνα σχεδὸν καιρὸν | |
οὐ μόνον Ἰβηρίας καὶ Λιβύης ἀλλὰ καὶ τῆς Ἀσίας κυριεύουσιν. | 363 | |
364 | ὧν ῥηθέντων διὰ τὸ βάρος τῆς παρρησίας οὔθ’ ὁ κατήγορος οὔτε τῶν συνέδρων οὐδεὶς ἐφθέγξατο. 333. Ὅτι ἡ πόλις Κεμελετῶν ὑπὸ λῃστῶν καὶ δραπετῶν ᾠκισ‐ μένη τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνεδέξατο, πρέσβεις δὲ ἐξαπέ‐ | |
5 | στειλε πρὸς Φολούιον ὑπὲρ ἑκάστου τῶν τεθνηκότων αἰτοῦσα σάγον καὶ ἐγχειρίδιον ἔτι δὲ ἵππον· εἰ δὲ μή, καταπολεμήσειν ἠπείλει. ὁ δὲ Φολούιος ἐντυχὼν τοῖς πρέσβεσιν εἶπε μὴ κακοπαθεῖν· αὐ‐ τὸς γὰρ ἐπὶ τὴν πόλιν ἥξειν καὶ φθάσειν τὴν ἔξοδον. τὰς δὲ ἐπαγγελίας βεβαιῶσαι βουλόμενος παραχρῆμα ἀνέζευξεν ἐπὶ τοὺς | |
10 | βαρβάρους ἐκ ποδὸς ἀκολουθῶν τοῖς πρέσβεσιν. 334. Ὅτι τῶν φίλων τινὸς εἰπόντος Πτολεμαίῳ τῷ βασιλεῖ διὰ τί τῆς κοίλης Συρίας οὔσης αὐτοῦ δικαίως ἀφροντιστεῖ, πολλὰ περὶ τούτων ἔφησεν αὑτῷ μέλειν. ὑποπεσόντος δὲ τοῦ προσομι‐ λοῦντος πόθεν εὐπορήσει χρημάτων εἰς τὸν πόλεμον ὁ βασιλεὺς | |
15 | δείξας τοὺς φίλους εἶπεν „ὁρᾷς τοὺς ἐμοὺς θησαυροὺς περιπα‐ τοῦντας.“ 335. Ὅτι Περσεὺς τὴν αὐτὴν ἔχων προαίρεσιν τῷ πατρὶ καὶ ταύτην σπεύδων ὑπὸ Ῥωμαίων ἀγνοεῖσθαι πρεσβευτὰς ἀπέστειλεν εἰς Ῥώμην τοὺς ἀνανεωσομένους τὴν πατρικὴν φιλίαν. ἡ δὲ σύγ‐ | |
20 | κλητος τὰ πλεῖστα τῶν πραγμάτων αἰσθανομένη τὴν φιλίαν ὅμως ἀνενεώσατο, τὸν ἐξαπατῶντα ὁμοίως ἐξαπατῶσα. 336. Ὅτι τὰς ἐπιμελείας οὐχ οὕτω 〈τῷ〉 διὰ τῶν ὅπλων φόβῳ λαμβάνειν αὔξησιν ὡς τῇ πρὸς τοὺς κρατηθέντας μετριότητι. Θόαντα γάρ τινα ἔκδοτον ἡ σύγκλητος λαβοῦσα καὶ μεγαλοψύχως | |
25 | ἐνέγκασα τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπέλυσεν. 337. Ὅτι διασαφούντων τῶν Ῥωμαίων ὡς Περσέα κατεστρα‐ τήγησαν ἄνευ τῶν ὅπλων, ἐπεχείρησάν τινες τῶν ἐκ τῆς βουλῆς ἐπαινεῖν αὐτούς. οὐ μὴν τοῖς πρεσβυτάτοις ἤρεσκε τὸ γεγενημέ‐ νον, ἀλλ’ ἔλεγον μὴ πρέπειν Ῥωμαίοις μιμεῖσθαι Φοίνικας, ὥστε | |
30 | δι’ ἀπάτης ἀλλ’ οὐ δι’ ἀρετῆς τῶν πολεμίων περιγίνεσθαι. | 364 |
365 | 338. Ὅτι Ἀνδρόνικος, ὁ τὸν παῖδα Σελεύκου δολοφονήσας καὶ πάλιν αὐτὸς ἀναιρεθείς, εἰς ἀσεβῆ καὶ δεινὴν πρᾶξιν ἐκουσίως ἐπιδοὺς ἑαυτὸν τῷ παθόντι τῆς ὁμοίας τύχης ἐκοινώνησεν. οἱ γὰρ δυνάσται συνήθεις εἰσὶν ἑαυτοὺς ἐκ τῶν κινδύνων ταῖς τῶν | |
5 | φίλων ῥύεσθαι συμφοραῖς. 339. Ὅτι προνοητικῶς τοῦ συνεδρίου προνοησαμένου κατὰ πάντα εὐκαίρως τῆς τῶν φιλανθρώπων μεταθέσεως ἐπιλαβομένου. τοῦ γὰρ Περσέως ἀντοφθαλμοῦντος παραδόξως καὶ τὸν πόλεμον διαφέροντος ἰσόρροπον ἐμετεωρίζοντο πολλοὶ τῶν Ἑλλήνων, ἡ δὲ | |
10 | σύγκλητος ἀεί τι καινοποιοῦσα τοὺς Ἕλληνας φιλανθρώπως ἀν‐ θεῖλκε καὶ παρ’ ἕκαστον ἐπελαμβάνετο τῆς τῶν ὄχλων εὐνοίας. ἃ τίς ἂν ἡγεμονίας ἀνὴρ πραγματικὸς ὀρεγόμενος οὐκ ἂν ζηλώσειεν, ἢ τίς εὖ φρονῶν συγγραφεὺς παραλείποι τοῦ συνεδρίου τὴν ἐπί‐ νοιαν ἀνεπισήμαντον; πᾶς γὰρ ἂν εἰκότως διαλάβοι Ῥωμαίους τοῦ | |
15 | πλείστου μέρους τῆς οἰκουμένης κεκρατηκέναι τοιούτοις χρωμένους διαβουλίοις. τοιγαροῦν περιενεχθῆναι πᾶσι τοῖς καιροῖς ἁρμο‐ ζόντως, καὶ τινὰ μὲν περιορᾶν, τινὰ δὲ ἑκουσίως παρακούειν, καὶ τοτὲ μὲν τὴν ἄλογον ὁρμὴν τοῦ θυμοῦ παρακατέχειν, τοτὲ δὲ ἀφέ‐ μενον τὸ μέγεθος τῆς ἰδίας δυνάμεως τοὺς καταδεεστέρους θερα‐ | |
20 | πεύειν χρήσιμον προκατασκευαζόμενον ἔργον, ἐστὶν κατ’ ἀρετὴν ἀνδρὸς πάντα τελείου καὶ συνεδρίου κατὰ πάντα πραγματικοῦ καὶ πόλεως ἀγαθῆς καὶ νοῦν ἐχούσης. ἃ δὴ τότε Ῥωμαίων ἡ σύγκλη‐ τος ποιοῦσα καθαπερεὶ τινὰς τύπους καὶ ὑποδείγματα καταλέλοιπε τοῖς ἡγεμονίας ἀντεχομένοις καὶ δυναμένοις παραπλάσασθαι πῶς | |
25 | τὰ συμπίπτοντα δεῖ χειρίζειν κατὰ τὰς περιστάσεις. 340. Ὅτι ὁ Περσεὺς διεπέμπετο πρὸς Γέντιον τὸν τῶν Ἰλλυ‐ | |
ριῶν βασιλέα, μέγιστον ὄντα τῶν τότε δυναστῶν, περὶ κοινοπρα‐ | 365 | |
366 | γίας. τοῦ δὲ φήσαντος ἐθέλειν μὲν πολεμεῖν πρὸς Ῥωμαίους, ἀπορεῖν δὲ χρημάτων, πάλιν διεπέμπετο πρὸς αὐτὸν ἐθελοκωφῶν περὶ τῶν χρημάτων. τὴν δὲ αὐτὴν λαβὼν ἀπόκρισιν τὸ τρίτον ἀπέστειλε, νοῶν μὲν τὴν τοῦ Γεντίου διάνοιαν, προσποιούμενος δὲ | |
5 | ἔφησε κατὰ νοῦν γενομένων αὐτοῖς τῶν πραγμάτων τὰ εὐδο‐ κοῦντα ποιήσειν. 341. Ὅτι ὁ Περσεὺς οὐδέπω βουλόμενος προέσθαι χρήματα πάλιν ἐξέπεμψε πρεσβευτὰς πρὸς Γέντιον, παρασιωπῶν μὲν περὶ τοῦ δώσειν παραυτίκα χρήματα, μετὰ δὲ τὴν τῶν πραγμάτων συν‐ | |
10 | τέλειαν μεγάλας ὑποφαίνων ἐλπίδας· ὥστε διαπορήσαι τις ἂν πότερον τὴν τοιαύτην διάδυσιν ἀφροσύνην ἢ τελέως μανίαν ἡγή‐ σαιτο τῶν τὰ τοιαῦτα πραττόντων. ἐπιβάλλονται μὲν γὰρ μεγά‐ λοις καὶ τὴν ἰδίαν παραβάλλονται ψυχήν, παρορῶσι δὲ τὸ μάλιστα ἀναγκαιότατον, καὶ ταῦτα νοοῦντες αὐτὸ καὶ δυνάμενοι συντελεῖν. | |
15 | Φίλιππος μὲν οὖν ὁ Ἀμύντου, πραγματικὸς ἀνὴρ γενόμενος, οὐδέ‐ ποτε ἐν ταῖς τοιαύταις περιστάσεσιν ἐφείσατο χρημάτων, ἀλλὰ διαδοὺς πλείονα τῶν αἰτουμένων ταχὺ καὶ προδοτῶν πλῆθος ηὕ‐ ρισκε καὶ συμμάχων. τοιγαροῦν ἐν τοῖς ἐλαχίστοις τῶν κατὰ τὴν Εὐρώπην ἐγένετο βασιλέων, καὶ δύναμιν κατέλιπε δι’ ἧς ὁ διαδε‐ | |
20 | ξάμενος Ἀλέξανδρος τὸ πλεῖστον τῆς οἰκουμένης κατεστρέψατο. Περσεὺς δὲ χρημάτων σεσωρευμένων 〈ἔχων〉 πλῆθος διά τε τὰς πατρικὰς καὶ τὰς ἰδίας ἐκ πολλῶν χρόνων παρασκευὰς οὐδενὶ τρόπῳ τούτων ἠθέλησεν ἅψασθαι· τοιγαροῦν ἑαυτὸν συμμάχων ἐποίησεν ἔρημον καὶ τοὺς ἑαυτοῦ κρατήσαντας ὕστερον πλουσιω‐ | |
25 | τέρους ἐποίησεν. καίτοι γε τοῦτο φανερὸν ἦν πᾶσιν ὡς διὰ χρη‐ μάτων, βουλόμενος ἐκτείνειν τὰς χεῖρας, πολλοὺς ἂν τῶν τότε βασιλέων καὶ δήμων ἔπεισε συμμαχεῖν· ἀλλὰ καλῶς ποιῶν οὐκ | |
ἔπραττε ταῦτα δι’ ὧν ἢ κρατηθεὶς ἂν ἐποίησε πολλοὺς τῶν Ἑλλή‐ | 366 | |
367 | νων τῆς αὐτῆς ἀτυχίας μετασχεῖν 〈ἢ〉 καὶ κρατήσας τῶν ὅλων ἐξουσίαν ὑπερήφανον καὶ βάρος δυσυπόστατον περιεποιήσατο. 342. Ὅτι τοῦ Περσέως ἐν Δίῳ περὶ τὴν τοῦ σώματος θερα‐ πείαν γινομένου τῶν σωματοφυλάκων τις εἰσδραμὼν εἰς τὸν λου‐ | |
5 | τρῶνα τὴν παρουσίαν τῶν πολεμίων ἐδήλωσεν. ὁ δὲ ἐπὶ τοσοῦ‐ τον ἐπτοήθη τὴν ψυχὴν ὥστε ἐξαλλόμενος ἐκ τῆς πυρίας καὶ πατάξας τὸν μηρὸν ἐμπαθῶς „οὐδὲ παραταξαμένους ἡμᾶσ“ εἶπεν „ὦ θεοί, παραδίδοτε τοῖς πολεμίοις ἀγεννῶς.“ 343. Ὅτι οἱ Ῥωμαῖοι τοὺς νενικηκότας ἐτρέψαντο· ἐνίοτε | |
10 | γὰρ τὰ παραστήματα τῶν ἀνδρῶν καὶ τὰ τελέως ἀπελπισμένα πρὸς ἀπογνωσμένην ἄγει συντέλειαν. 344. Ὅτι οἱ ἐπίτροποι Πτολεμαίου τοῦ μείρακος, Εὐλαῖος ὁ εὐνοῦχος καὶ Λήναιος ὁ Σύρος, πάντα πόρον καὶ μηχανὴν ἐπενόουν καὶ ἄργυρον καὶ χρυσὸν καὶ τὴν ἄλλην γάζαν εἰς τὸ βασιλικὸν | |
15 | ἐσώρευον, ὥστε οὐκ ἄν τις θαυμάσειεν εἰ διὰ τοιούτων ἀνθρώπων ἐν οὕτω βραχεῖ καιρῷ τηλικαῦται τὸ μέγεθος θεωρίαι κατεσκευ‐ άσθησαν, καὶ ὅπως ὁ μέν, εὐνοῦχος ὢν καὶ προσφάτως τὸν κτένα καὶ τοὺς ἀλαβάστρους ἀποτεθειμένος, τῶν τῆς Ἀφροδίτης ἔργων τοὺς Ἄρεως ἀγῶνας ἠλλάξατο, ὁ δέ, Κοιλοσυρίτης γεγονὼς δοῦλος | |
20 | καὶ μόνον οὐ μετὰ χεῖρας ἔχων ἔτι τὸ λογιστήριον, ἐτόλμησε τὸν περὶ Συρίας πόλεμον ἀναλαβεῖν, Ἀντιόχου μὲν δυνάμεσι καὶ ταῖς ἄλλαις χορηγίαις οὐδενὸς ἧττον ἰσχύσαντος· τὸ δὲ μέγιστον, ὄντες ἄπειροι τελέως τῶν κατὰ πόλεμον ἀγώνων καὶ μηδένα μήτε σύμ‐ βουλον ἔχοντες ἀξιόχρεον μήθ’ ἡγεμόνα δυνατὸν ἐπεβάλοντο τηλι‐ | |
25 | κούτοις ἔργοις. τοιγαροῦν αὐτοί τε τῆς ἀφροσύνης ταχέως τὴν προσήκουσαν ἐκομίσαντο τιμωρίαν καὶ τὴν βασιλείαν ἀνέτρεψαν ἄρδην τὸ καθ’ αὑτοὺς μέρος. τὰ γὰρ τοιαῦτα παρασημαινόμεθα | |
πρὸς τὸ τὰς αἰτίας ἀκριβῶς θεωρεῖσθαι τῶν ἐλαττωμάτων καὶ | 367 | |
368 | κατορθωμάτων, καὶ τοῖς μὲν καλῶς προστατοῦσι τῶν πραγμάτων ἔπαινον ἀποκομίζοντες, τῶν δὲ φαύλως διοικούντων κατηγοροῦντες. ἅμα μὲν γὰρ τὰς ἐφ’ ἑκάτερα προαιρέσεις τῶν ἀνδρῶν ἐμφανεῖς κατασκευάζομεν καὶ τὸν οἰκεῖον λόγον ἑκατέροις ἀπονέμοντες προ‐ | |
5 | τρεπόμεθα τὰς τῶν ἀναγινωσκόντων ψυχὰς πρὸς τὸν τῶν καλῶν ζῆλον, ἅμα δὲ τὴν ἱστορίαν ἔγκαρπον καὶ πᾶσι χρησίμην ἐφ’ ὅσον ἡμῖν δυνατὸν κατασκευάζομεν διὰ τὸ τὰς ψιλῶς ἐχούσας ναυμα‐ χίας καὶ παρατάξεις, ἔτι δὲ νομοθεσίας, μηδὲν διαφέρειν μύθων. 345. Ὅτι τὰ πλήθη συναγαγόντες εἰς ἐκκλησίαν οἱ τοῦ Πτο‐ | |
10 | λεμαίου 〈ἐπίτροποι〉 καὶ σύντομον τέλος ἐπιθήσειν τῷ πολέμῳ κατεπαγγειλάμενοι τοῦτό γε οὐ διεψεύσαντο, ταχὺ καὶ τῷ πολέμῳ καὶ σφίσιν αὐτοῖς τὸ τέλος [τοῦ βίου] περιποιήσαντες. ἐπὶ το‐ σοῦτον δὲ διὰ τὴν ἀπειρίαν εὐέλπιδες ἦσαν τοῦ μὴ μόνον Συρίας κρατήσειν, ἀλλὰ καὶ τῆς βασιλείας Ἀντιόχου πάσης, ὥστε τῶν | |
15 | συναχθέντων χρημάτων ἐκόμιζον τὰ πλεῖστα καὶ τῶν ἐκ κυλικίου χρυσωμάτων· ἀπεσκευάσαντο δὲ καὶ τῶν βασιλείων κλίνας τὰς πλείστας μὲν ἀργυρόποδας, ὀλίγας δὲ καὶ χρυσόποδας, πρὸς δὲ τούτοις ἱματίων καὶ κόσμου γυναικείου καὶ τῶν πολυτελεστάτων λίθων πλῆθος· ταῦτα δὲ ἔφασαν κομίζειν εἰς τοὺς προχείρως | |
20 | τούτοις ἢ πόλεις ἢ φρούρια παραδώσοντας. τὰ δὲ οὐχ οὕτως εἶχεν, ἀλλ’ ἔφερον ἕτοιμα χορηγεῖα πρὸς τὸν κατ’ αὐτῶν ὄλεθρον. 346. Ὅτι ὁ Ἀντίοχος διὰ στρατηγήματος ἀμφιδοξουμένου ἐκυρίευσε τοῦ Πηλουσίου. πᾶς γὰρ πόλεμος ἐκβεβηκὼς τὰ νό‐ μιμα καὶ δίκαια τῶν ἀνθρώπων ὅμως ἔχει τινὰς ἰδίους καθα‐ | |
25 | περεὶ νόμους, οἷον ἀνοχὰς μήνυσιν, κήρυκα μὴ ἀναιρεῖν, τὸν τὸ σῶμα αὑτοῦ πρὸς τὴν τοῦ κατισχύοντος πίστιν τιμωρεῖσθαι. ταῦτα καὶ τὰ τούτοις ὅμοια προσηκόντως ἄν τις ἀποφήναιτο τὸν Ἀντίοχον, καθάπερ τοὺς ἀπὸ τῶν δικαστηρίων συκοφάν‐ | |
τας, τὸ μὲν ῥητὸν τοῦ νόμου τετηρηκέναι, μετὰ τὰς ἀνοχὰς | 368 | |
369 | τὴν κατάληψιν πεποιημένον, τὸ μέντοι γε δίκαιον καὶ καλόν, δι’ ὧν ὁ πάντων συνέχεται βίος, μὴ τετηρηκέναι. διὰ γὰρ τὴν συγ‐ γένειαν ὀφείλων φείδεσθαι τοῦ μειρακίου, καθάπερ αὐτὸς ἔφησε, τοὐναντίον ἐξαπατήσας ἐπεβάλετο τοῖς ὅλοις σφῆλαι τὸν πεπι‐ | |
5 | στευκότα. 347. Ὅτι ὁ Περσεὺς τὰ δοθέντα πρὸς διαρπαγὴν χρήματα ἀναλαβόμενος τῆς ἐπαγγελίας ἀπεστέρησε τοὺς δόντας, μέγιστον παρεχόμενος σημεῖον ὡς ἡ φιλαργυρία τῶν ἀνθρώπων πρὸς τοῖς ἄλλοις κακοῖς καὶ τὸ φρονεῖν ἀφαιρεῖται. τὸ γὰρ μηδ’ ἐν ἀπε‐ | |
10 | γνωσμέναις ἐλπίσι παύεσθαι τοῦ λυσιτελοῦς καὶ τῆς πρὸς τὸ κέρ‐ δος ἐπιθυμίας, πῶς οὐκ ἄν τις ἡγήσαιτο τῶν φρενῶν τελέως ἐξε‐ στηκέναι τοὺς ταῦτα πράττοντας, ὡς μὴ θαυμάζειν πῶς κατε‐ πολεμήθησαν οἱ Μακεδόνες ὑπὸ Ῥωμαίων, ἀλλ’ ὅπως τετραετῆ χρόνον ἀντέσχον τοιοῦτον ἔχοντες ἡγεμόνα. | |
15 | 348. Ὅτι Δαρείου μετὰ τὴν πρώτην μάχην ἐκχωροῦντος τοῦ μέρους τῆς βασιλείας καὶ τετρακισμύρια τάλαντα καὶ τὴν θυγα‐ τέρα πρὸς γάμον διδόντος ἀπεκρίθη μήτε τὸν κόσμον ὑπὸ δυεῖν ἡλίων δύνασθαι διοικεῖσθαι μήτε 〈τὴν〉 οἰκουμένην ὑπὸ δυεῖν δεσποτῶν. | |
20 | 349. Ὅτι ὁ ὕπατος Αἰμίλιος τὸν Περσέα λαβόμενος τῆς χει‐ ρὸς εἰς τὸ περὶ αὐτὸν συνέδριον ἐκάθισεν, ἁρμόζουσι λόγοις τοῦ‐ τον παραμυθησάμενος. τοὺς δὲ ἐν τῷ συνεδρίῳ παρεκάλει, καὶ μάλιστα τούτων τοὺς νέους, βλέποντας εἰς τὰ παρόντα καὶ θέντας ὑπὸ τὴν ὅρασιν τὴν Περσέως τύχην μήτε μεγάλην ἐπὶ τοῖς κατορ‐ | |
25 | θώμασιν παρὰ τὸ καθῆκον μήτε βουλεύεσθαι μηδὲν ὑπερήφανον περὶ μηδενὸς καθόλου, μηδὲ πιστεύειν μηδέποτε ταῖς εὐτυχίαις, ἀλλ’ ἐάν τις μάλιστα ἐπιτυγχάνῃ κατὰ τὸν ἴδιον βίον ἢ τὰς κοινὰς πράξεις, τότε μάλιστα τῆς ἐναντίας τύχης ἔννοιαν λαμβάνειν καὶ διὰ μνήμης ἔχειν ἑαυτὸν ἄνθρωπον ὄντα. διαφέρειν γὰρ ἀπεφή‐ | |
30 | νατο τοὺς ἀνοήτους τῶν νοῦν ἐχόντων τῷ τοὺς μὲν ἐν ταῖς ἰδίαις | |
ἀτυχίαις, τοὺς δὲ ἐν ταῖς τῶν ἄλλων διδάσκεσθαι. | 369 | |
370 | 350. Ὅτι πολλὰ καὶ ἄλλα πρὸς τὴν τοιαύτην προαίρεσιν δια‐ λεχθεὶς οὕτως ἐποίησε συμπαθεῖς τοὺς ἐν τῷ συνεδρίῳ καὶ τα‐ πεινοὺς τοῖς φρονήμασιν ὥστε δοκεῖν αὐτοὺς ἡττῆσθαι καὶ μὴ νενικηκέναι. | |
5 | 351. Ὅτι οἱ τῶν Ῥοδίων πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐλθεῖν ὡμολόγουν· τὸν γὰρ πόλεμον πᾶσιν ὄντα βλαβερὸν ἀπεφήναντο. 352. Ὅτι ὁ Ἀντίοχος τὴν ἀρχὴν ἐσεμνύνετο λέγων οὐ τῆς κατ’ Αἴγυπτον βασιλείας ἑαυτὸν ἐπιθυμοῦντα παρεσκευάσθαι με‐ γάλας δυνάμεις εἰς τὸν πόλεμον, ἀλλὰ τῷ πρεσβυτέρῳ Πτολεμαίῳ | |
10 | βούλεσθαι συγκατασκευάσαι τὴν πατρῴαν ἀρχήν. οὐ μὴν τό γε ἀληθὲς οὕτως εἶχεν, ἀλλὰ διαγωνοθετῶν τὰ μειράκια διελάμβανε, μεγάλης χάριτος ἀφορμὴν παρέχων, ἀκονητὶ κυριεύσειν τῆς Αἰγύ‐ πτου. τῆς γὰρ τύχης αὐτοῦ τὴν προαίρεσιν ἐξελεγχούσης καὶ τὴν προειρημένην πρόφασιν ἀφαιρούσης φανερὸς ἐγένετο τῶν πολλῶν | |
15 | 〈ὢν〉 βασιλέων οἳ τοῦ λυσιτελοῦς οὐδὲν τῶν καλῶν προυργιαίτερον τίθενται. 353. Ὅτι ἀπαντήσασι τὸν Ἀντίοχον τοῖς Ῥωμαίοις, κἀκείνου μακρόθεν ἅμα τῆς φωνῆς ἀσπαζομένου καὶ τὴν δεξιὰν ἐκτείνοντος, ὁ μὲν Πόπλιος πρόχειρον ἔχων τὸ βυβλίον ἐν ᾧ τὸ τῆς συγκλήτου | |
20 | δόγμα κατακεχώριστο προέτεινε καὶ αὐτὸν ἐκέλευσεν ἀναγνῶναι τὸν Ἀντίοχον· τοῦτο δὲ ἔδοξε ποιεῖν ὅπως μὴ πρότερον ὡς φίλον δεξιώσηται πρὶν ἢ διὰ τῆς προαιρέσεως γνωσθῇ πότερον πολέ‐ μιός ἐστιν ἢ φίλος. ἐπεὶ δὲ ἀναγνοὺς ὁ βασιλεὺς ἔλεξε παρὰ τῶν φίλων γνώμην λαβεῖν περὶ τούτων, ἀκούσας ὁ Πόπλιος ἐποίησε | |
25 | πρᾶγμα βαρὺ δοκοῦν εἶναι καὶ παντελῶς ὑπερήφανον. ἔχων γὰρ προχειρότατον ἀμπέλινον βακτήριον περιέγραψε τῷ κλήματι τὸν Ἀντίοχον καὶ διεκελεύσατο τὴν ἀπόκρισιν ἐν τούτῳ ποιῆσαι. ὁ | |
δὲ βασιλεὺς τὰ μὲν ξενιζόμενος ἐπὶ τῷ γεγονότι, τὰ δὲ κατα‐ | 370 | |
371 | πεπληγμένος τὴν ὑπεροχὴν τῆς Ῥωμαίων ἡγεμονίας, πρὸς ἀμηχα‐ νίαν ἐλθὼν καὶ τὰ συμβάντα λογιζόμενος ἔφη ποιήσειν πᾶν τὸ παρακελευόμενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Πόπλιον ἅμα πάντες τὴν δεξιὰν αὐτοῦ λαβόντες ἠσπάζοντο φιλοφρόνως. ἦν δὲ | |
5 | γεγραμμένα λύειν παραχρῆμα τὸν πρὸς Πτολεμαῖον πόλεμον. ὁ δὲ βασιλεὺς ἀκολούθως τοῖς γεγραμμένοις τὰς δυνάμεις ἐξήγαγεν ἐξ Αἰγύπτου, ἐκπεπληγμένος τὴν Ῥωμαίων ὑπεροχήν, ἅτε καὶ προσφάτως ἀκηκοὼς τὸ τῶν Μακεδόνων πταῖσμα· τοῦτο γὰρ μήπω γεγενῆσθαι δοκῶν οὔποτ’ ἂν ἑκουσίως προσεῖχε τῷ δόγματι. | |
10 | 354. Ὅτι ἀληθὲς ἦν ἄρα, ὡς ἔοικε, τὸ ῥηθὲν ὑπό τινων τῶν πάλαι σοφῶν, ὅτι συγγνώμη τιμωρίας αἱρετωτέρα· πάντες γὰρ ἀποδεχόμεθα τοὺς ἐπιεικῶς χρωμένους ταῖς ἐξουσίαις, προσκόπτο‐ μεν δὲ τοῖς προπετῶς τὰς κολάσεις λαμβάνουσι παρὰ τῶν ὑπο‐ πεσόντων. διόπερ ὁρῶμεν τοὺς μὲν πρὸς τὰ παράδοξα τῆς τύχης | |
15 | καλῶς τεθησαυρικότας τὰς χάριτας παρὰ τοῖς εὖ παθοῦσι, τοὺς δὲ οὐ μόνον ἐν ταῖς ἐναντίαις περιστάσεσιν ὁμοίαν ἀπολαμβάνον‐ τας τιμωρίαν παρὰ τῶν ἀγνωμονηθέντων, ἀλλὰ καὶ τὸν κοινὸν πρὸς τοὺς ἐπταικότας ἔλεον ἑαυτῶν παρῃρημένους. οὐ γὰρ δίκαιον τὸν ἐπὶ τῶν ἄλλων ἀπειπάμενον πᾶσαν φιλανθρωπίαν αὐτὸν ἐν | |
20 | μέρει περιπταίσαντα τυγχάνειν τῆς παρὰ τῶν κρατούντων ἐπιει‐ κείας. καίτοι γε πολλοὶ τῷ μεγέθει τῆς κατὰ τῶν ἐχθρῶν τιμω‐ ρίας σεμνύνεσθαι τολμῶσιν, οὐ προσηκόντως τοῦτο ποιοῦντες· τί γὰρ λαμπρὸν ἢ μέγα τὸ τοὺς πεσόντας ὑπὸ τὴν ἐξουσίαν περι‐ βαλεῖν ἀνηκέστοις συμφοραῖς; τί δὲ ὄφελος τῆς γεγενημένης νίκης, | |
25 | ἂν ὑπερηφάνως χρησάμενοι τοῖς κατορθώμασιν ἐξαλείφωμεν τὴν προϋπάρχουσαν εὐφημίαν, ἀνάξιοι φανέντες τῶν εὐτυχηθέντων; μέγιστον γὰρ καρπὸν δικαίως ἄν τις ἡγήσαιτο τοῖς πραγμάτων ὀρεγομένοις τὴν ἐπὶ τοῖς καλοῖς ἔργοις εὐδοξίαν. διὸ καὶ θαυ‐ μάσαι τις ἂν πῶς ἅπαντες σχεδὸν ὁμολογοῦντες εἶναι τὴν ἐν ἀρχῇ | |
30 | περιβοηθεῖσαν ἀπόφασιν ἀληθῆ καὶ συμφέρουσαν ἐπὶ τῆς πείρας οὐ βεβαιοῦσι τὴν ἰδίαν γνώμην. δεῖ δὲ, οἶμαι, τοὺς νοῦν ἔχοντας, ὅταν τὰ μέγιστα ἐπιτυγχάνωσι, τότε μάλιστα τῆς ἐναντίας περι‐ | |
στάσεως ἔννοιαν λαμβάνειν, καὶ νικᾶν μὲν ἀνδρείᾳ τοὺς ἀντιτε‐ | 371 | |
372 | ταγμένους, ἡττᾶσθαι δὲ εὐγνωμοσύνῃ τοῦ τῶν ἐπταικότων ἐλέου· ταῦτα γὰρ συμβάλλεται μεγάλα πρὸς αὔξησιν πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ τοῖς ἡγεμονίας προεστηκόσιν. ἕκαστος γὰρ τῶν ἠσθενη‐ κότων ἑκουσίως ὑποταττόμενος προθύμως ὑπηρετεῖ καὶ πάντα | |
5 | συμπράττει μετ’ εὐνοίας. ταύτης δ’ ἐοίκασι Ῥωμαῖοι μάλιστα πεποιῆσθαι πρόνοιαν, βουλευόμενοι πραγματικῶς καὶ ταῖς εἰς τοὺς κρατηθέντας εὐεργεσίαις θηρώμενοι παρὰ μὲν τῶν εὖ παθόντων χάριτας ἀειμνήστους, παρὰ δὲ τῶν ἄλλων πάντων τὸν δίκαιον ἔπαινον. | |
10 | 355. Ὅτι τῆς τύχης εὐροούσης τοῖς Ῥωμαίοις ἐβουλεύοντο μετὰ πολλῆς ἐπισκέψεως πῶς καθήκει χρήσασθαι τοῖς εὐτυχήμασι κατὰ τρόπον εὐχερέστερον εἶναι τοῦ καταγωνίσασθαι τοῖς ὅπλοις τοὺς ἀντιταχθέντας. οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει· πλείους γὰρ εὑρεῖν ἔστι τοὺς εὐγενῶς κινδυνεύοντας τῶν ταῖς εὐημερίαις | |
15 | ἀνθρωπίνως χρωμένων. 356. Οὗτοι δὲ πολλὰ πρὸς δέησιν καὶ παραίτησιν εἰπόντες καὶ τὸ τελευταῖον κατὰ τὴν παροιμίαν τὸ κύκνειον ᾄσαντες μέλος, μόγις ἔλαβον ἀποκρίσεις, δι’ ὧν τοῦ φόβου παρείθησαν. 357. Ὅτι τῶν ἐπηρτημένων φόβων ἐδόκουν ἀπολελύσθαι, τὰ | |
20 | δ’ ἄλλα καίπερ ὄντα δυσχερῆ ῥαδίως ἔφερον. ὡς ἐπίπαν γὰρ οἱ πολλοὶ διὰ τὸ μέγεθος τῶν προσδοκωμένων κακῶν καταφρονοῦσι τῶν ἐλαττόνων συμπτωμάτων. 358. Ὅτι πρὸς τοὺς θαυμάζοντας τὴν ἐν τῷ θεάτρῳ ἐπι‐ μέλειαν ὁ στρατηγὸς Αἰμίλιος ἀπεφήνατο τῆς αὐτῆς εἶναι ψυχῆς | |
25 | ἀγῶνάς τε τάξαι κατὰ τρόπον καὶ τὰ κατὰ πότον οἰκείως χειρίσαι καὶ παρατάξασθαι τοῖς ἀντιτεταγμένοις στρατηγικῶς. 359. Ὅτι οὐδὲν οὕτω γλυκὺ φαίνεται τῶν ἠτυχηκότων ἐνίοις ὡς τὸ ζῆν, καίπερ αὐτῶν ἄξια θανάτου πασχόντων· ὅπερ συνέβη | |
εἰς Περσέα τὸν Μακεδόνων βασιλέα γενέσθαι. | 372 | |
373 | 360. Ὅτι ἀκμαζούσης τῆς τῶν Μακεδόνων βασιλείας Δημή‐ τριος ὁ Φαληρεὺς ἐν τῷ περὶ τύχης ὑπομνήματι καθάπερ χρησμω‐ δῶν ὑπὲρ τῶν αὐτῇ συμβησομένων εὐστόχως τούτους τοὺς λόγους ἀποπεφοίβακεν· „εἰ γὰρ λάβοις πρὸ τῆς ἐννοίας μὴ χρόνον ἄπει‐ | |
5 | ρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίης ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα· πεντηκοστῷ γὰρ ἔτει πρότερον οἴεσθ’ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς πρού‐ λεγε τὸ μέλλον, πιστεῦσαί ποτ’ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περ‐ | |
10 | σῶν μὲν οὐδ’ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδ’ ὄνομα πρότερον ἦν γνώριμον; ἀλλ’ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀλογία τῆς τύχης καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέ‐ τερον καινοποιοῦσα καὶ τὴν αὐτῆς δύναμιν ἐν τοῖς ἐνδόξοις ἐνδει‐ | |
15 | κνυμένη καὶ νῦν, ὡς ὁμοίως ἐνδείκνυται, Μακεδόνας εἰς τὴν Περ‐ σῶν ἡγεμονίαν ἐνοικίσασα διότι καὶ τούτοις ἡ τύχη τἀγαθὰ κέχρη‐ κεν, ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν.“ ὃ συνέβη κατὰ τοὺς νῦν χρόνους συντελεσθῆναι. διόπερ καὶ ἡμεῖς ἐκρίναμεν τῇ περιστάσει ταύτῃ τὸν ἁρμόζοντα λόγον ἐπιφθέγξασθαι καὶ τῆς | |
20 | ἀποφάσεως τῆς Δημητρίου μνησθῆναι, μείζονος οὔσης ἢ κατ’ ἄν‐ θρωπον· προεῖπε γὰρ ἑκατὸν καὶ πεντήκοντα ἔτεσι περὶ τῶν ὕστερον συμβησομένων. 361. Ὅτι τῶν τοῦ Αἰμιλίου παίδων τῶν δύο παραδόξως τελευ‐ τησάντων, καὶ τοῦ δήμου παντὸς διαφερόντως συναλγοῦντος, ὁ | |
25 | πατὴρ τούτων συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περὶ τῶν κατὰ τὸν πόλε‐ μον πραχθέντων ἀπολογισάμενος ἐπὶ τέλους διεξῆλθε τοιούτους τινὰς λόγους. ἔφη γὰρ ἑαυτὸν ἐξ Ἰταλίας εἰς τὴν Ἑλλάδα μέλ‐ λοντα περαιοῦν τὰς δυνάμεις ἀποθεωρῆσαι τὴν ἀνατολὴν καὶ τότε τὸν πλοῦν ποιησάμενον ἐνάτης ὥρας καταπλεῦσαι μηδενὸς ἀπο‐ | |
30 | λειφθέντος εἰς Κέρκυραν, ἐκεῖθεν δὲ τεταρταῖον ἐν Δελφοῖς καλ‐ | |
λιερήσαντα τῷ θεῷ μετὰ πέντε ἡμέρας εἰς Μακεδονίαν γενέσθαι | 373 | |
374 | καὶ παραλαβεῖν τὰς δυνάμεις, ἐν ἡμέραις δὲ ταῖς ἁπάσαις πεντε‐ καίδεκα βιάσασθαι τὰ στενὰ κατὰ τὴν Πέτραν καὶ παρατάξασθαι καὶ νικῆσαι Περσέα· καθόλου δὲ τεταρταῖος ἀντοφθαλμοῦντος τοῦ βασιλέως τοῖς Ῥωμαίοις ἑαυτὸν ἐν ταῖς προειρημέναις ἡμέ‐ | |
5 | ραις ἀπεφήνατο κεκυριευκέναι πάσης Μακεδονίας. καὶ τότε μὲν θαυμάζειν ἔφη τὸ παράλογον τῶν κατορθωμάτων· ὡς δὲ μετ’ ὀλίγον κύριος ἐγένετο τοῦ βασιλέως καὶ τῶν τέκνων καὶ τῆς βασι‐ λείας γάζης, πολὺ μᾶλλον θαυμάζειν τὴν εὔροιαν τῆς τύχης· δια‐ κομισθέντων δὲ τῶν χρημάτων καὶ τῶν στρατιωτῶν εἰς τὴν Ἰτα‐ | |
10 | λίαν ἀβλαβῶς καὶ ταχέως, τόθ’ ὁλοσχερῶς διαπορεῖν ἐπὶ τῷ πάντα κάλλιον ἢ προσεδόκα συντελεῖσθαι, τῶν δὲ συγχαιρόντων καὶ μακαριζόντων τὴν εὐποτμίαν αὐτοῦ τότε μάλιστα προσδέχε‐ σθαι παρὰ τῆς τύχης σύμπτωμα· διόπερ προσεύχεσθαι τῷ θεῷ τῶν μὲν δημοσίων εἰς μηδὲν ἐμπεσεῖν τὴν μεταβολήν, ἀλλ’ εἰ | |
15 | πάντως αὐτῇ πρᾶξαι δέδοκτο δυσχερές, τοῦτ’ εἰς αὐτὸν ἐναπερεί‐ σασθαι. διόπερ ἅμα τῷ γενέσθαι τὴν περὶ τοὺς παῖδας ἀτυχίαν ἐπὶ μὲν ταύτῃ διαφερόντως λυπηθῆναι, περὶ δὲ τῶν τῆς πατρί‐ δος πραγμάτων εὐθαρσὴς εἶναι καθ’ ὅσον ἡ τύχη τὴν παλίρροιαν καὶ τὸν φθόνον οὐκ εἰς τὸ κοινὸν τῶν πολιτῶν ἀλλ’ εἰς τὸν ἴδιον | |
20 | ἐκείνου βίον ἀπέσκηψεν. τούτων ῥηθέντων πᾶς ὁ δῆμος τὴν με‐ γαλοψυχίαν αὐτοῦ ἐθαύμασεν, ἐπὶ δὲ τοῖς παισὶ πολλαπλάσιον ἔσχε συμπάθειαν. 362. Ὅτι μετὰ τὴν Περσέως ἧτταν Εὐμενὴς ὁ βασιλεὺς μεγά‐ λαις καὶ παραδόξοις ἐχρήσατο μεταβολαῖς. ὑπολαβὼν γὰρ ἐν | |
25 | ἀσφαλείᾳ κατακεῖσθαι τὴν ἰδίαν ἀρχήν, ὡς ἂν τῆς πολεμιωτάτης αὐτῷ βασιλείας καταλελυμένης, τότε μεγίστοις περιέπεσε κινδύνοις. ἀγαθὴ γὰρ ἡ τύχη τὰ βεβηκέναι δοκοῦντα ἀσφαλῶς ἀνατρέψαι, κἂν συναγωνίσηταί τι, πάλιν ἐκ μεταβολῆς ἀντισηκοῦν καὶ λυμαί‐ νεσθαι τὰ κατορθωθέντα. | |
30 | 363. Ὅτι καὶ Προυσίας ὁ τῆς Βιθυνίας βασιλεὺς ἧκε συγ‐ χαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς τοὺς πολέμους κατορθώσασι στρατηγοῖς· οὗ τὸ τῆς ψυχῆς ἀγενὲς οὐκ ἄξιον παραλιπεῖν ἀνε‐ | |
πισήμαντον. τῆς μὲν γὰρ τῶν ἀγαθῶν ἀνδρῶν ἐπαινουμένης ἀρε‐ | 374 | |
375 | τῆς πολλοὶ τῶν ἐπιγινομένων προάγονται πρὸς τὸν ὅμοιον ζῆλον, τῆς δὲ τῶν φαύλων ἀνανδρείας ὀνειδιζομένης οὐκ ὀλίγοι τῶν πρὸς τὴν κακίαν ὁρμώντων ἀποτρέπονται. διὸ καὶ χρηστέον οὐ παρέρ‐ γως τῇ τῆς ἱστορίας παρρησίᾳ πρὸς ἐπανόρθωσιν τοῦ κοινοῦ βίου. | |
5 | 364. Ὅτι ὁ Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου, ἐκπεσὼν τῆς βασιλείας παρὰ τοῦ ἰδίου ἀδελφοῦ, ἐν ἰδιώτου σχήματι οἰκτρῷ κατήντησεν εἰς τὴν Ῥώμην μετὰ σπάδωνος ἑνὸς καὶ τριῶν παίδων. πεπυσμένος δὲ κατὰ τὴν πορείαν τὸ κατάλυμα τὸ τοῦ Δημητρίου τοῦ τοπογράφου, πρὸς τοῦτον ζητήσας κατέλυσε πεφιλοξενημένον | |
10 | ὑπ’ αὐτοῦ πλεονάκις ἐν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν ἐπιδημίᾳ· ᾤκει δὲ ἐν ὑπερώῳ στενῷ καὶ παντελῶς εὐτελεῖ διὰ τὸ μέγεθος τῶν ἐν τῇ Ῥώμῃ μισθῶν. ὥστε τίς ἂν πιστεύσειεν τοῖς ὑπὸ τῶν πολλῶν νομιζομένοις ἀγαθοῖς ἢ τοὺς ὑπὲρ τὸ μέτριον εὐτυχοῦντας μακαριστοὺς ἡγήσαιτο; ὀξυτέραν γὰρ καὶ μείζονα μεταβολὴν τύχης | |
15 | καὶ περιπέτειαν οὕτως ἀνέλπιστον οὐκ ἄν τις ἑτέραν ῥαδίως εὕροι. οὐδεμιᾶς γὰρ αἰτίας ἀξιολόγου γενομένης, τὸ τηλικοῦτο τῆς βασι‐ λείας ἀξίωμα πρὸς ἰδιωτικὴν ταπεινότητα τύχης ἐπεπτώκει, καὶ ὁ τοσαύταις μυριάσιν ἐλευθέρων ἐπιτάττων ἄφνω τρεῖς οἰκέτας ἔσχε μόνον περιλελειμμένους ἀπὸ τῶν τῆς ἰδίας τύχης ναυαγίων. | |
20 | 365. Ὅτι νεανίσκων τινῶν πριαμένων ἐρώμενον μὲν ταλάν‐ του, κεράμιον δὲ Ποντικοῦ ταρίχου τριακοσίων δραχμῶν Ἀττικῶν Μάρκος Πόρκιος Κάτων, τῶν εὐδοκιμουμένων ἀνδρῶν, εἶπεν ἐν τῷ δήμῳ διότι μάλιστα δύνανται κατιδεῖν ἐκ τούτου τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀγωγῆς καὶ πολιτείας διαστροφήν, ὅταν πωλούμενοι | |
25 | πλείονος εὑρίσκωνται οἱ μὲν ἐρώμενοι τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν ζευγηλατῶν. 366. Ὅτι τοῦ Δημητρίου πρέσβεις ἀποστείλαντος εἰς Ῥω‐ μαίους ἀπόκρισιν ἔδωκεν αὐτῷ σκολιὰν καὶ δυσεύρετον, ὅτι τεύ‐ ξεται τῶν φιλανθρώπων Δημήτριος, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγ‐ | |
30 | κλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. | |
367. Ὅτι οἱ Ῥόδιοι ἔχοντες ἀγχίνοιαν καὶ προστασίαν, καὶ | 375 | |
376 | ταύτῃ χρώμενοι, διετέλουν καθαπερεί τινας ἑκουσίους φόρους λαμβάνοντες παρὰ τῶν βασιλέων. ἐπιδεξίοις γὰρ ἀτοπήμασι καὶ ψηφίσμασι τιμῶντες τοὺς ἐν ἐξουσίαις ὄντας, καὶ τοῦτο πράτ‐ τοντες βεβαίως καὶ μετὰ πολλῆς προνοίας, πολλαπλασίους χάρι‐ | |
5 | τας κομίζονται καὶ δωρεὰς λαμβάνουσι παρὰ τῶν βασιλέων. παρὰ γὰρ Δημητρίου ἔλαβον πυρῶν δωρεὰν εἴκοσι μυριάδας μεδίμνων, κριθῆς δὲ δέκα, καὶ Εὐμενὴς προσοφείλων τρεῖς μυριάδας ἐτετε‐ λευτήκει· ἐπηγγείλατο δὲ καὶ τὸ θέατρον ὁ βασιλεὺς κατασκευά‐ σειν ἐκ λίθου λευκοῦ. Ῥόδιοι μὲν οὖν κάλλιστα τῶν Ἑλλήνων | |
10 | πολιτευόμενοι πολλοὺς ἔσχον ἁμιλλωμένους τῶν δυναστῶν εἰς τὰς τῆς πόλεως εὐεργεσίας. 368. Καθόλου δὲ εἰς τοὺς ἀγῶνας ἐλθὼν ὥσπερ τὰ κίβδηλα τῶν νομισμάτων ἀλλοῖος ἐφάνη καὶ τὸν πόλεμον τοῖς ἰδίοις ἐλατ‐ τώμασιν ηὔξησεν. | |
15 | 369. Ὅτι οἱ Ῥόδιοι ἐδόκουν παραπλήσιόν τι πεπονθέναι ταῖς τῶν ἄρκων κυνηγίαις. καὶ γὰρ ἐκεῖνα τὰ θηρία κατὰ τὸ μέγεθος καὶ τὴν ἀλκὴν δοκοῦντα εἶναι φοβερά, ἐπειδὰν αὐτοῖς προσβάλω‐ σιν οἱ κυνηγοῦντες κυνίδια μικρὰ, ἐνεργὰ δὲ ταῖς ἀλκαῖς, ὑπὸ τού‐ των εὐχερέστατα τρέπονται. ἐχόντων γὰρ αὐτῶν τοὺς πόδας ἁπα‐ | |
20 | λοὺς καὶ σαρκώδεις, ἐκ τῶν ὑποκάτω μερῶν δάκνοντα τὰς πτέρνας ἀναγκάζει καθίζειν, ἕως ἄν τις τῶν κυνηγετῶν βαλὼν ἐπιτύχῃ διὰ γὰρ τὴν βραδυτῆτα καὶ δυσκινησίαν ἀδυνατεῖ ψαῖραι τῆς τῶν κυνιδίων ἐλαφρότητος. καὶ οἱ Ῥόδιοι διαβεβοημένην ἔχοντες τὴν ἐν τοῖς ναυτικοῖς ἀγῶσιν ὑπεροχὴν ὑπὸ μυαίων καὶ τραγωδίων | |
25 | παντελῶς μικρῶν παραδόξως συγκυκλούμενοι πανταχόθεν εἰς δυσ‐ χρηστίαν ἐνέπιπτον τὴν μεγίστην. | |
370. Ὅτι ἐν τῇ Κελτιβηρίᾳ πόλις ἦν μικρὰ Βεγέδα καλου‐ | 376 | |
377 | μένη, καὶ ταύτης μεγάλην ἐπίδοσιν λαβούσης ἐψηφίσαντο αὐτὴν μείζονα κατασκευάζειν. ἡ δὲ σύγκλητος ὑποπτεύσασα τὴν ἐπὶ πλεῖον αὐτῶν ἰσχὺν ἐξαπέστειλε τοὺς κωλύσοντας κατὰ τὰς συν‐ θήκας, ἐν αἷς ἦν σὺν ἄλλοις πλείοσι γεγραμμένον μηδὲ κτίζειν | |
5 | πόλιν ἐξουσίαν ἔχειν Κελτίβηρας ἄνευ Ῥωμαίων. ἀπεκρίθη δέ τις τῶν πρεσβυτέρων ὄνομα Κάκυρος ὅτι κτίζειν μὲν αὐτοὺς αἱ συν‐ θῆκαι κωλύουσιν, αὔξειν δὲ τὰς πατρίδας οὐκ ἀπαγορεύουσιν· αὐτοὺς δὲ μὴ κτίζειν μὴ γεγενημένην πόλιν, ἀλλὰ τὴν οὖσαν ἐπι‐ σκευάζειν· οὐδὲν δὲ παρὰ τὰς συνθήκας πράττειν οὐδὲ τὸ κοινὸν | |
10 | ἔθος πάντων ἀνθρώπων. καὶ τὰ μὲν ἄλλα πειθαρχεῖν Ῥωμαίοις καὶ συμμάχους εἶναι προθύμως, ὁπόταν αὐτοῖς χρεία γένηται, τῆς δὲ κατὰ τὴν πόλιν οἰκοδομίας κατ’ οὐδένα ... τρόπον ἀποστή‐ σεσθαι. τοῦ δὲ πλήθους ὁμοθυμαδὸν ἐπισημαινομένου τὴν γνώ‐ μην οἱ πρεσβευταὶ τῇ συγκλήτῳ ταῦτα ἀπήγγειλαν· ἡ δὲ ἔλυσε | |
15 | τὰς συνθήκας καὶ πόλεμον ἐπήνεγκεν. 371. Ὅτι τοὺς Ἑλληνικοὺς πολέμους εἷς καιρὸς κρίνει, τοὺς δὲ Κελτιβηρικοὺς ἡ νὺξ κατὰ τὸ πλεῖστον διέλυσε, τῆς ἀκμῆς τῶν ἀνδρῶν καὶ τῆς ὁρμῆς ἔτι μενούσης, τὸν δὲ πόλεμον οὐδὲ χειμὼν διέλυσε. διὸ καὶ τὸν ὑπό τινων λεγόμενον πύρινον πόλεμον οὐκ | |
20 | ἂν ἕτερόν τις ἢ τοῦτον νοήσειεν. 372. Ὅτι ὁ τῶν Ῥοδίων δῆμος ἐπηρμένος μὲν τῷ θυμῷ πρὸς τὴν εἰς τὸν πόλεμον ὁρμὴν καὶ παρασκευήν, ἀποπίπτων δὲ ἐν ταῖς ἐπιβολαῖς, εἰς παραλόγους ἐννοίας ἐνέπιπτε καὶ παραπλη‐ σίους τοῖς ἐν ταῖς μακραῖς νόσοις δυσποτμοῦσιν. ἐκεῖνοί τε γὰρ | |
25 | ὅταν ταῖς παρὰ τῶν ἰατρῶν θεραπείαις ὑπακούσαντες μηδὲν βέλ‐ τιον ἀπαλλάττωσι, καταφεύγουσιν ἐπὶ τοὺς θύτας καὶ μάντεις, ἔνιοι δὲ προσδέχονται τὰς ἐπῳδὰς καὶ παντοδαπὰ γένη περιάπτων, καὶ οἱ Ῥόδιοι παραλόγως ἐν πάσαις ταῖς ἐπιβολαῖς ἀποπίπτοντες εἰς τὰς ἀπὸ τῶν καταφρονουμένων βοηθείας κατέφευγον καὶ τοι‐ | |
30 | αῦτ’ ἔπραττον ἐξ ὧν καταγέλαστοι παρὰ τοῖς ἄλλοις ἔμελλον ὑποληφθήσεσθαι. 373. Ὅτι οὐχ ἡ κατασκευὴ καὶ τὸ μέγεθος τῶν νηῶν ἀλλ’ ἡ | |
τόλμα καὶ τῶν ἀνδραγαθούντων ἐπιβατῶν αἱ χεῖρες καταγωνίζονται. | 377 | |
378 | 374. Ὅτι Καρχηδόνιοι πολεμήσαντες πρὸς Μασσανάσσην ἔδο‐ ξαν καταλελυκέναι τὰς πρὸς Ῥωμαίους συνθήκας. πρεσβευσάντων δὲ αὐτῶν ἀπόκρισιν ἔδωκαν εἰδέναι ὃ δεῖ γενέσθαι. ἀσαφῆ δὲ τὴν ἀπόκρισιν οἱ Καρχηδόνιοι λαβόντες ἐν μεγάλῃ ταραχῇ ὑπῆρχον. | |
5 | 375. Ὅτι οἱ τὰς ἡγεμονίας περιποιήσασθαι βουλόμενοι κτῶν‐ ται μὲν αὐτὰς ἀνδρείᾳ καὶ συνέσει, πρὸς αὔξησιν δὲ μεγάλην ἄγουσιν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, ἀσφαλίζονται δὲ φόβῳ καὶ καταπλήξει· τούτων δὲ τὰς ἀποδείξεις λάβοις 〈ἂν〉 ταῖς πάλαι ποτὲ συσταθείσαις δυναστείαις ἐπιστήσας τὸν νοῦν καὶ τῇ μετὰ | |
10 | ταῦτα γενομένῃ Ῥωμαίων ἡγεμονίᾳ. 376. Ὅτι τῶν πρεσβευτῶν τῶν Καρχηδονίων 〈τοὺσ〉 αἰτίους τοῦ πολέμου τοῦ πρὸς Μασσανάσσην κεκολακέναι ἀποφαινομένων, τῶν ἐκ τοῦ συνεδρίου τινὸς ἀναφωνήσαντος „καὶ πῶς οὐ παρ’ αὐτὸν τὸν καιρὸν κατεδικάσθησαν οἱ τῆς διαφορᾶς αἴτιοι γεγονό‐ | |
15 | τες, ἀλλὰ μετὰ τὴν κατάλυσιν τοῦ πολέμου;“ οἱ τῶν Καρχηδονίων πρέσβεις ἀπεσιώπησαν, οὐκ ἔχοντες δίκαιον οὐδὲ εὔλογον ἀπό‐ φασιν. ἡ δὲ σύγκλητος ἀπόφασιν ἔδωκε δυστράπελον καὶ δυσκα‐ τανόητον· ἐδογμάτισε γὰρ γινώσκειν τοὺς Ῥωμαίους ὃ δεῖ πράτ‐ τειν αὐτούς. | |
20 | 377. Ὅτι αἱ γυναῖκες τῶν Καρχηδονίων προσέφερον χρυσοῦς κόσμους· ἐσχάτης γὰρ οὔσης τῆς τοῦ βίου παραγραφῆς ἅπαντες οὐκ ἀπολλύναι τὰ χρήματα διελάμβανον, ἀλλὰ διὰ τῆς τούτων δόσεως ἔκρινον ἐπανορθοῦσθαι τὴν ἑαυτῶν σωτηρίαν. 378. Ὅτι Κάτων Μάρκος Πόρκιος, ἀποδοχῆς δὲ τυγχάνων | |
25 | μεγάλης ἐπὶ συνέσει, ἐρωτηθεὶς ὑπό τινος τί πράττει ὁ Σπιπίων κατὰ τὴν Λιβύην εἶπεν οἷος [μόνος φρονεῖ] πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. ὁ δὲ δῆμος τηλικαύτην εὔνοιαν ἔσχε πρὸς τὸν ἄνδρα τοῦτον ὥστε ὕπατον αὐτὸν γενέσθαι. | |
30 | 379. Ὅτι ἡ τύχη πᾶν καθάπερ ἐπίτηδες ἀγωνοθετοῦσα τὰς | |
συμμαχίας ἐναλλὰξ τοῖς διαπολεμοῦσι παρείχετο. | 378 | |
379 | 380. Ὅτι ἡ σύγκλητος πρεσβευτὰς ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν τοὺς καταλύσοντας τὸν πόλεμον Νικομήδους καὶ Προυσίου τοῦ ἰδίου πατρός, καὶ εἵλετο ἄνδρας εἰς τὴν πρεσβείαν Λικίννιον πο‐ δαγρικὸν καὶ Μαγνούσιον, ὃς κατατετρημένος ἦν τὴν κεφαλὴν κερα‐ | |
5 | μῖδος ἐπιπεσούσης καὶ τὸ πλεῖον μέρος τῶν ὀστῶν ἐξῃρημένος, καὶ Λεύκιον παντελῶς ἀναίσθητον. ὁ δὲ Κάτων ἀφηγούμενος τοῦ συνεδρίου καὶ συνέσει διαφέρων εἶπεν ἐν τῇ συγκλήτῳ διότι πρεσ‐ βείαν ἀποστέλλομεν οὔτε πόδας οὔτε κεφαλὴν οὔτε καρδίαν ἔχου‐ σαν. οὗτος μὲν οὖν τὴν εὐστοχίαν περιβόητον ἔσχε κατὰ τὴν πόλιν. | |
10 | 381. Ὅτι κατὰ τὴν πολιορκίαν Καρχηδονίων Ἀσδρούβας δια‐ πρεσβευσάμενος πρὸς Γολόσσην προεκαλεῖτο ἐλθεῖν εἰς σύλλογον, καὶ κατὰ τὰς ἐντολὰς τοῦ στρατηγοῦ προέτεινε τῷ Ἀσδρούβᾳ αὐτῷ τε καὶ δέκα οἰκίαις αἷς ἂν βούληται ἀσφάλειαν καὶ δωρεὰν ταλάντων δέκα καὶ δοῦλα σώματα ἑκατόν. ὁ δὲ Ἀσδρούβας ἀπε‐ | |
15 | κρίθη μηδέποτε ἐπόψεσθαι τὸν ἥλιον πυρπολουμένης τῆς πατρί‐ δος ἑαυτὸν διασωζόμενον, καὶ τοῖς μὲν λόγοις ἐθρασύνετο, διὰ δὲ τῶν ἔργων ἐφωράθη διαδιδράσκων, ὅς γε καὶ τῆς πατρίδος οὔσης ἐν ἀπεγνωσμέναις ἐλπίσιν ἐτρύφα, πότους ἀκαίρους συνάγων καὶ πολυτελῆ δεῖπνα ποιῶν καὶ δευτέρας τραπέζας ὑπερηφάνως δια‐ | |
20 | τιθέμενος. καὶ οἱ μὲν πολῖται λιμῷ ἀπέθνησκον, ὁ δὲ πρὸς τοῖς ἄλλοις κακοῖς ἐφόρει πορφύραν καὶ πολυτελῆ χλανίδα, καθάπερ ἐκβακχεύων τοῖς τῆς πατρίδος ἀκληρήμασιν. 382. Ὅτι κατὰ τὴν ἅλωσιν τῆς Καρχηδόνος ὁ στρατηγὸς τῆς μεγαλοψυχίας ἢ μᾶλλον μεγαλαυχίας ἐπιλαθόμενος καὶ τοὺς αὐτο‐ | |
25 | μόλους καταλιπὼν ἧκε πρὸς Σκιπίωνα μεθ’ ἱκετηρίας. προσπεσὼν δὲ τοῖς γόνασι μετὰ δακρύων πᾶσαν δεητικὴν φωνὴν προέμενος εἰς συμπάθειαν ἤγαγε τὸν Σκιπίωνα. ὁ δὲ παρακαλέσας αὐτὸν θαρρεῖν καὶ πρὸς τοὺς συνεδρεύοντας φίλους εἰπὼν „οὗτός ἐστιν ὁ πρότερον μὴ βουλόμενος ἐπὶ πολλοῖς φιλανθρώποις σωθῆναι· | |
30 | τοιαύτην μεταβολὴν ἡ τύχη καὶ δύναμιν ἔχει πᾶσαν ἀνθρωπίνην ὑπεροχὴν ἀνελπίστως σφάλλουσα“ ....... | |
383. Ὅτι τῆς Καρχηδόνος ἐμπρησθείσης καὶ τῆς φλογὸς ἅπα‐ | 379 | |
380 | σαν τὴν πόλιν καταπληκτικῶς λυμαινομένης ὁ Σκιπίων ἀπροσ‐ ποιήτως ἐδάκρυεν. ἐρωτηθεὶς δὲ ὑπὸ τοῦ Πολυβίου τοῦ ἐπιστά‐ του τίνος ἕνεκα τοῦτο πάσχει εἶπε „διότι τῆς κατὰ τὴν τύχην μεταβολῆς ἔννοιαν λαμβάνω.“ ἔσεσθαι γὰρ ἴσως ποτέ τινα καιρὸν | |
5 | ἐν ᾧ τὸ παραπλήσιον πάθος ὑπάρξει κατὰ τὴν Ῥώμην· καὶ τού‐ τους τοὺς στίχους παρὰ τοῦ ποιητοῦ προηνέγκατο, ἔσσεται ἦμαρ ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαός. 384. Ὅτι οὐδέποτε συμφοραὶ τηλικαῦται τὴν Ἑλλάδα κατέσχον | |
10 | ἀφ’ ὅτου μνήμης ἱστορικῆς αἱ πράξεις τετεύχασι. διὰ γὰρ τὴν ὑπερβολὴν τῶν ἀκληρημάτων οὔτε γράφων τις οὔτ’ ἀναγινώσκων ἄδακρυς ἂν γένοιτο. ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν ὅτι πρόσαντές ἐστιν μεμνῆσθαι τῶν Ἑλληνικῶν ἀτυχημάτων καὶ τοῖς ἐπιγινομένοις διὰ τῆς γραφῆς παραδιδόναι τὰ πραχθέντα πρὸς αἰώνιον μνήμην· | |
15 | ἀλλ’ ὁρῶ μέρος οὐκ ἐλάχιστον πρὸς διόρθωσιν τῶν ἁμαρτανομέ‐ νων συμβαλλόμενον τοῖς ἀνθρώποις τὰ διὰ τῆς τῶν ἀποτελεσ‐ μάτων πείρας νουθετήματα. ὥστ’ οὐ χρὴ τοῖς ἱστοροῦσι τὰς μέμψεις ἀναφέρειν, ἀλλὰ μᾶλλον τοῖς κεχειρηκόσι τὰς πράξεις ἀφρόνως· οὐ γὰρ δι’ ἀνανδρείαν στρατιωτικὴν ἀλλὰ δι’ ἀπειρίαν | |
20 | στρατηγῶν τὸ ἔθνος τῶν Ἀχαιῶν περιέπεσε τοῖς ἀκληρήμασι. περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς δεινοῦ πάθους περὶ τοὺς Καρχη‐ δονίους τελεσθέντος οὐχ ἧττον ἀτύχημα, μᾶλλον δέ, εἰ χρὴ τἀλη‐ θὲς εἰπεῖν, ἀκλήρημα συνέβαινε τοῖς Ἕλλησιν. ἐκεῖνοι μὲν γὰρ ὁλοσχερῶς ἀφανισθέντες καὶ τὴν ἐπὶ τοῖς ἀκληρήμασι λύπην συν‐ | |
25 | απέβαλον, οἱ δὲ ἐν ὀφθαλμοῖς ἰδόντες συγγενῶν καὶ φίλων σφα‐ γὰς καὶ πελεκισμοὺς καὶ πατρίδων ἁλώσεις καὶ ἁρπαγὰς καὶ παν‐ δήμους μεθ’ ὕβρεως ἀνδραποδισμοὺς καὶ τὸ σύνολον τὴν ἐλευ‐ θερίαν καὶ τὴν παρρησίαν ἀποβαλόντες, μεγίστων ἀγαθῶν ἠλλά‐ ξαντο τὰς ἐσχάτας συμφοράς. ἀφρονέστατα γὰρ εἰς τὸν πρὸς | |
30 | Ῥωμαίους πόλεμον ἐμπεσόντες τῶν μεγίστων ἀκληρημάτων ἐπει‐ ράθησαν. ἐκ θεῶν γάρ, ὡς ἔοικε, λύσσα τις κατεῖχε τὸ ἔθνος τῶν Ἀχαιῶν καὶ παράδοξος ὁρμὴ πρὸς τὴν ἀπώλειαν. αἴτιοι δ’ ἦσαν | |
τῶν πάντων κακῶν οἱ στρατηγοί. οἱ μὲν γὰρ αὐτῶν ὄντες κατά‐ | 380 | |
381 | χρεοι, κινήσεως καὶ πολέμων ὑπῆρχον οἰκεῖοι καὶ χρεῶν ἀποκοπὰς εἰσηγοῦντο καὶ πολλοὺς τῶν ἀπόρων χρεοφειλετῶν ἔχοντες συνερ‐ γοὺς ἀνέσειον τὰ πλήθη, τινὲς δὲ δι’ ἀφροσύνην ἐνέπεσον εἰς ἀπεγνωσμένους διαλογισμούς. μάλιστα δὲ ὁ Κριτόλαος ἐξέκαυσε | |
5 | τὰς ὁρμὰς τοῦ πλήθους πρὸς καινοτομίαν, χρώμενος δὲ τῷ τῆς ἀρχῆς ἀξιώματι φανερῶς κατηγόρει Ῥωμαίων εἰς ὑπερηφανίαν καὶ πλεονεξίαν· ἔφη δὲ φίλος μὲν βούλεσθαι Ῥωμαίων ὑπάρχειν, δεσπότας δὲ ἑκουσίως ἀναδεικνύναι μὴ προαιρεῖσθαι. διεβεβαι‐ οῦτο δὲ καθόλου τοῖς πλήθεσιν, ὡς ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ | |
10 | ἀπορήσουσι συμμάχων, ἐὰν δὲ ἀνδράποδα, κυρίων· ἐμφάσεις τε διὰ λόγων ἀπέλειπεν ὡς ἤδη καὶ βασιλεῦσι καὶ πόλεσι διείλεκται περὶ συμμαχίας. 385. Ὅτι διὰ τῶν λόγων ἐκκαύσας τῶν ὄχλων τὴν ὁρμὴν εἰσ‐ ήνεγκε ψήφισμα πολεμεῖν τῷ μὲν λόγῳ πρὸς Λακεδαιμονίους, τῷ | |
15 | δὲ ἔργῳ πρὸς Ῥωμαίους. οὕτω δὲ πολλάκις ἡ κακία τῆς ἀρε‐ τῆς προτερεῖ καὶ ἡ πρὸς τὸν ὄλεθρον νεύουσα γνώμη τῆς πρὸς σωτηρίαν ἀπέχεσθαι παρακλήσεως. 386. Ὅτι περὶ τῆς Κορίνθου καὶ οἱ ποιηταὶ προειρηκότες ἦσαν Κόρινθος ἄστρον οὐκ ἄσημον Ἑλλάδος. | |
20 | αὕτη πρὸς κατάπληξιν τῶν μεταγενεστέρων ὑπὸ τῶν κρατούντων ἠφανίσθη. οὐ μόνον δὲ κατὰ τὸν τῆς καταστροφῆς καιρὸν ἡ πόλις ἔτυχε παρὰ τοῖς ὁρῶσι μεγάλης συμπαθείας, ἀλλὰ καὶ κατὰ τοὺς ὕστερον χρόνους εἰς ἔδαφος κατερριμμένη πολὺν ἐποίει τοῖς ἀεὶ θεωροῦσιν αὐτὴν ἔλεον. οὐδεὶς γὰρ τῶν παροδευόντων αὐτὴν | |
25 | παρῆλθεν ἄδακρυς, καίπερ ὁρῶν λείψανα βραχέα τῆς περὶ αὐτὴν γεγενημένης εὐδαιμονίας τε καὶ δόξης. διὸ καὶ κατὰ τοὺς τῆς παλαιᾶς ἡλικίας καιροὺς διεληλυθότων χρόνων σχεδὸν ἑκατὸν, θεασάμενος αὐτὴν Γάϊος Ἰούλιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ὀνο‐ μασθεὶς θεὸς ταύτην ἀνέστησεν. | |
30 | 387. Ἐναντία γὰρ πάθη συνεῖχε τὰς ψυχὰς τῶν ἀνθρώπων | |
ἐλπίδι σωτηρίας καὶ προσδοκίαις τῆς ἀπωλείας. | 381 | |
382 | 388. Ὅτι ὁ Ὑρίατθος, ἐπὶ τὸν γάμον πολλῶν προτεθέντων πραγμάτων καὶ πολυτελῶν, ὡς ἄδην εἶχε τῆς θέας, ἐπηρώτησε τὸν Ἀστόλπαν „εἶτα ταῦθ’ ὁρῶντες οἱ Ῥωμαῖοι παρὰ σοὶ κατὰ τὰς ἑστιάσεις πῶς τῆς τούτων πολυτελείας ἀπείχοντο, δυνάμενοι | |
5 | ταῦτ’ ἀφαιρεῖσθαι διὰ τὴν ἐξουσίαν;“ τοῦ δὲ εἰπόντος ὅτι πολ‐ λῶν εἰδότων οὐδεὶς ἐπεβάλετο λαβεῖν ἢ αἰτῆσαι „τί οὖν“ εἶπεν „ἄνθρωπε, διδόντων σοι τὴν ἄδειαν καὶ τὴν ἀσφαλῆ τούτων ἀπό‐ λαυσιν τῶν κρατούντων, καταλιπὼν τούτους ἐπεθύμησας τῆς ἐμῆς ἀγραυλίας καὶ ἀγενείας οἰκεῖος γενέσθαι;“ ἦν δὲ οὗτος κατὰ τὰς | |
10 | ἀπολογίας εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύ‐ σεως φέρων τοὺς λόγους· καὶ γὰρ τῶν τὴν Τύκκην οἰκούντων οὐδέ‐ ποτε μενόντων ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ἀλλ’ ὁτὲ μὲν πρὸς Ῥω‐ μαίους ὁτὲ δὲ πρὸς αὐτὸν ἀφισταμένων, καὶ πολλάκις τοῦτο πραττόντων, αἶνόν τινα διελθὼν οὐκ ἀσόφως ἔσκωψεν ἅμα καὶ | |
15 | ἐπέπληξε τὸ τῆς κρίσεως αὐτῶν ἀβέβαιον. ἔφη γάρ τινα μέσον ἤδη τὴν ἡλικίαν ὄντα γαμῆσαι δύο γυναῖκας, καὶ τὴν μὲν νεωτέραν ἐξομοιοῦν ἑαυτῇ φιλοτιμουμένην τὸν ἄνδρα ἐκ τῆς κεφαλῆς τὰς πολιὰς ἐκτίλλειν αὐτοῦ, τὴν δὲ γραῦν τὰς μελαίνας, καὶ πέρας ὑπ’ ἀμφοτέρων αὐτὸν ἐκτιλλόμενον ταχὺ γενέσθαι φαλακρόν. τὸ παρα‐ | |
20 | πλήσιον δὲ καὶ τοῖς τὴν Τύκκην οἰκοῦσιν ἔσεσθαι. τῶν μὲν γὰρ Ῥωμαίων ἀποκτεινόντων τοὺς ἀλλοτρίως πρὸς αὐτοὺς ἔχοντας, τῶν δὲ Λυσιτανῶν ἀναιρούντων τοὺς αὐτῶν ἐχθρούς, ταχὺ τὴν πόλιν ἐρημωθήσεσθαι. πολλὰ δὲ καὶ ἕτερά φασιν αὐτὸν ἐν βρα‐ χέσιν ἀποφθέγξασθαι, τῆς μὲν ἐγκυκλίου παιδείας ἄπειρον ὄντα | |
25 | πρακτικῇ δὲ συνέσει πεπαιδευμένον· ἀνδρὸς γὰρ ἀκολούθως τῇ φύσει ζῶντος σύντομος λόγος ἐστὶν ἀρετῇ συνησκημένος, τὸ δὲ ἀφελείᾳ λόγου βραχέως καὶ ἀπερίττως ῥηθὲν τοῦ μὲν εἰπόντος ἀπόφθεγμα γίνεται, τοῦ δὲ ἀκούσαντος ἀπομνημόνευμα. 389. Ὅτι φιλεῖ ἡ μὲν ἀσθένεια καὶ ταπεινότης ἀεὶ τὴν λιτὴν | |
30 | αὐτάρκειαν καὶ τὸ δίκαιον, ἡ δὲ ὑπεροχὴ τὴν πλεονεξίαν καὶ τὴν | |
ἐκ τῆς ἀδικίας παρανομίαν. | 382 | |
383 | 390. Ὅτι κατὰ τὸν μῦθον τὸν λεγόμενον περὶ Ἀγαμέμνονος, ὡς ἔθετο ἀρὰν κατὰ τῶν ἀπολειφθέντων εἰς Κρήτην στρατιωτῶν, παλαιὰ διαμένει παρὰ τοῖς Κρησὶ παροιμία δι’ ἑνὸς στίχου μηνύ‐ ουσα τὴν νῦν γενηθεῖσαν περιπέτειαν, | |
5 | αἰαῖ, Περγάμιοι παρά τοι κακὸν ἡγήσαντο. 391. Ὅτι ὁ ὕπατος Ποπίλλιος Ὑριάτθου περὶ διαλέξεως ἀξι‐ οῦντος ἔκρινε προστάττειν καθ’ ἕκαστα τῶν ἀρεσκόντων, ὅπως μὴ λεχθέντων ἀθρόον ἀπογνοὺς ἀποθηριωθῇ πρὸς πόλεμον ἀκατάλ‐ λακτον. | |
10 | 392. Ὅτι ἡ πόλις ἡ καλουμένη Κόντοβρις ἀπέστειλε πρεσ‐ βευτὰς πρὸς Ῥωμαίους, οἳ κατὰ τὰς δεδομένας ἐντολὰς προύλεγον ἀπαλλάττεσθαι τὴν ταχίστην ἐκ τῆς χώρας πρὶν ἤ τι παθεῖν· καὶ γὰρ τῶν ἄλλων τοὺς τολμήσαντας ἐμβαλεῖν εἰς τούσδε τοὺς τό‐ πους πολεμίᾳ δυνάμει πάντας ἀπολωλέναι. ὁ δὲ ὕπατος τούτοις | |
15 | ἀπεκρίθη διότι Λυσιτανοὶ μὲν καὶ Κελτίβηρες μάλιστα ἐπιτηδεύ‐ ουσιν ἀπειλεῖν μεγάλα καὶ πλεονεκτεῖν, Ῥωμαῖοι δὲ κολάζειν τοὺς ἀδικοῦντας καὶ καταφρονεῖν τῶν ἀπειλῶν· προσήκειν οὖν μὴ ταῖς ἀπειλαῖς, ἀλλὰ ταῖς χερσὶν ἐπιδείκνυσθαι τὴν ἀνδρείαν, ἧς δὴ πεῖραν λήψεσθαι τὴν ἀκριβεστάτην. | |
20 | 393. Ἔκρινε κρεῖττον εἶναι μαχομένους ἀποθανεῖν ἐπιφανῶς ἢ γυμνὰ τὰ σώματα τῶν ὅπλων εἰς τὴν αἰσχίστην παραδοῦναι δουλείαν. 394. Ὁ δὲ Ἰούνιος παρακαλέσας τοὺς στρατιώτας, εἰ καί ποτε, νῦν ἀνδραγαθῆσαι καὶ τῶν προγεγονότων κατορθωμάτων | |
25 | ἀξίους φανῆναι. ὅμως οὐκ ἔκαμνον ταῖς ψυχαῖς, κατισχύοντος τοῦ λογισμοῦ τὴν τῶν σωμάτων ἀσθένειαν. 395. Ὅτι διεδόθη ἡ τῶν Ῥωμαίων πρὸς μὲν τοὺς ἀντιπραττο‐ μένους ἀπαραίτητος τιμωρία, πρὸς δὲ τοὺς πειθαρχοῦντας ἡ τῆς ἐπιεικείας ὑπερβολή. | |
30 | 396. Ὅτι οὐ μόνον κατὰ τὰς πολιτικὰς δυναστείας τοὺς ἐν | |
ὑπεροχῇ ὄντας ἐπιεικῶς χρὴ προσφέρεσθαι τοῖς ταπεινοτέροις | 383 | |
384 | ἀλλὰ καὶ κατὰ τοὺς ἰδιωτικοὺς βίους πράως προσενεκτέον τοῖς οἰκέταις τοὺς εὖ φρονοῦντας. ἡ γὰρ ὑπερηφανία καὶ βαρύτης ἐν μὲν ταῖς πόλεσιν ἀπεργάζεται στάσεις ἐμφυλίους τῶν ἐλευθέρων, ἐν δὲ τοῖς κατὰ μέρος τῶν ἰδιωτῶν οἴκοις δούλων ἐπιβουλὰς τοῖς | |
5 | δεσπόταις καὶ ἀποστάσεις φοβερὰς κοινῇ ταῖς πόλεσι κατασκευ‐ άζει. ὅσῳ δ’ ἂν τὰ τῆς ἐξουσίας εἰς ὠμότητα καὶ παρανομίαν ἐκτρέπηται, τοσούτῳ μᾶλλον καὶ τὰ τῶν ὑποτεταγμένων ἤθη πρὸς ἀπόνοιαν ἀποθηριοῦται· πᾶς γὰρ ὁ τῇ τύχῃ ταπεινὸς τοῦ μὲν καλοῦ καὶ τῆς δόξης ἑκουσίως ἐκχωρεῖ τοῖς ὑπερέχουσι, τῆς δὲ | |
10 | καθηκούσης φιλανθρωπίας στερισκόμενος πολέμιος γίνεται τῶν ἀνημέρως δεσποζόντων. 397. Ὅτι Δαμόφιλος ὁ Ἐνναῖός ποτε προσελθόντων αὐτῷ τινων οἰκετῶν γυμνῶν καὶ διαλεγομένων ὑπὲρ ἐσθῆτος οὐκ ἠνέσ‐ χετο τὴν ἔντευξιν, ἀλλ’ εἰπὼν „τί γάρ; οἱ διὰ τῆς χώρας ὁδοι‐ | |
15 | ποροῦντες γυμνοὶ βαδίζουσι, καὶ οὐχ ἑτοίμην παρέχονται τὴν χορη‐ γίαν τοῖς χρείαν ἔχουσιν ἱματίων;“ [ἀλλ’] ἐπέταξε προσδῆσαι τοῖς κίοσι καὶ πληγὰς ἐμφορήσας ἐξαπέστειλεν ὑπερηφάνως. 398. Ὅτι ἀπηγριωμένων τῶν ἀποστατῶν δούλων πρὸς ὅλην τὴν οἰκίαν τῶν δεσποτῶν καὶ τρεπομένων πρὸς ἀπαραίτητον ὕβριν | |
20 | καὶ τιμωρίαν, ὑπέφαινον ὡς οὐ δι’ ὠμότητα φύσεως, ἀλλὰ διὰ τὰς προγεγενημένας εἰς αὐτοὺς ὑπερηφανίας ἐλύττων πρὸς τὴν προαδικησάντων κόλασιν τραπέντες. 399. Ὅτι καὶ παρὰ τοῖς οἰκέταις αὐτοδίδακτός ἐστιν ἡ φύσις εἰς δικαίαν ἀπόδοσιν χάριτός τε καὶ τιμωρίας. | |
25 | 400. Ὅτι Ἀχαιὸς ὁ τοῦ βασιλέως Ἀντιόχου σύμβουλος τοῖς πραττομένοις ὑπὸ τῶν δραπετῶν οὐκ εὐαρεστούμενος ἐπετίμα τε τοῖς τολμωμένοις ὑπ’ αὐτῶν καὶ μάλα θρασέως προέλεγεν ὅτι συντόμου τεύξονται τιμωρίας. ὃν ὁ Εὔνους παρρησιαζόμενον το‐ σοῦτον ἀπέσχε τοῦ θανάτῳ περιβαλεῖν ὥστε οὐ μόνον ἐδωρήσατο | |
30 | τὴν τῶν δεσποτῶν οἰκίαν, ἀλλὰ καὶ σύμβουλον ἐποιήσατο. 401. Ὅτι ἡ κατεπείγουσα χρεία καὶ σπάνις ἠνάγκαζε πάντα δοκιμάζειν τοὺς ἀποστάτας δούλους, οὐ διδοῦσα τὴν τῶν κρειττό‐ | |
νων ἐκλογήν. | 384 | |
385 | 402. Ὅτι ὑπῆρχεν οὐ διοσημείας δεόμενον τὸ συλλογίσασθαι τῆς πόλεως τὸ εὐάλωτον. φανερὸν γὰρ ἦν καὶ τοῖς εὐηθεστάτοις ὅτι τῶν τειχῶν διὰ τὴν πολυχρόνιον εἰρήνην κατερρυηκότων, καὶ πολλῶν ἐξ αὐτῆς στρατιωτῶν ἀπολωλότων, ἔσται τῆς πόλεως εὐ‐ | |
5 | κατόρθωτος ἡ πολιορκία. 403. Ὅτι ὁ Εὔνους ἐκτὸς βέλους ἐπιστατήσας τὴν δύναμιν ἐβλασφήμει τοὺς Ῥωμαίους, ἀποφαινόμενος οὐχ ἑαυτοὺς ἀλλ’ ἐκεί‐ νους εἶναι δραπέτας τῶν κινδύνων. μίμους δὲ ἐξ ἀποστάσεως τοῖς ἔνδον ἐπεδείκνυτο, δι’ ὧν οἱ δοῦλοι τὰς τῶν ἰδίων κυρίων | |
10 | ἀποστασίας ἐξεθεάτριζον, ὀνειδίζοντες αὐτῶν τὴν ὑπερηφανίαν καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ὄλεθρον προαγούσης ὕβρεως. 404. Ὅτι τὰ ἐξηλλαγμένα δυστυχήματα, εἰ καί τινες πεπεισ‐ μένοι τυγχάνουσι μηδενὸς τῶν τοιούτων ἐπιστροφὴν ποιεῖσθαι τὸ θεῖον, ἀλλ’ οὖν γε σύμφορόν ἐστι τῷ κοινῷ βίῳ τὴν ἐκ θεῶν | |
15 | δεισιδαιμονίαν ἐντετηκέναι ταῖς τῶν πολλῶν ψυχαῖς. ὀλίγοι γὰρ δι’ ἀρετὴν ἰδίαν δικαιοπραγοῦντες, τὸ δὲ πολὺ φῦλον τῶν ἀνθρώ‐ πων νομικαῖς κολάσεσι καὶ ταῖς ἐκ θεοῦ τιμωρίαις ἀπέχεται τῶν κακουργημάτων. 405. Ὅτι πολλῶν καὶ μεγάλων κακῶν ἐπισυμβάντων τοῖς Σι‐ | |
20 | κελιώταις, τούτοις ἅπασιν ὁ δημοτικὸς ὄχλος οὐχ οἷον συνέπασχεν, ἀλλὰ τοὐναντίον ἐπέχαιρε προσεπιφθονῶν ἀνίσου τύχης καὶ ἀνω‐ μάλου ζωῆς. ὁ γὰρ φθόνος ἐκ τῆς προγεγενημένης λύπης μετέ‐ βαλεν εἰς χαράν, ὁρῶν τὸ λαμπρὸν τῆς τύχης μεταπεπτωκὸς εἰς τὸ πρότερον ὑπ’ αὐτῆς ὑπερορώμενον σχῆμα, καὶ τὸ πάντων δεινό‐ | |
25 | τατον, οἱ μὲν ἀποστάται, προνοηθέντες ἐμφρόνως περὶ τοῦ μέλ‐ λοντος, οὔτε τὰς ἐπαύλεις ἐνεπύριζον οὔτε τὰς ἐν αὐταῖς κτήσεις καὶ καρπῶν ἀποθέσεις ἐλυμαίνοντο, τῶν τε πρὸς τὴν γεωργίαν ὡρμηκότων ἀπείχοντο, οἱ δὲ δημοτικοὶ διὰ τὸν φθόνον, ἐπὶ τῇ προφάσει τῶν δραπετῶν, ἐξιόντες ἐπὶ τὴν χώραν οὐ μόνον τὰς | |
30 | κτήσεις διήρπαζον, ἀλλὰ καὶ τὰς ἐπαύλεις ἐνεπύριζον. | 385 |
386 | 406. Ὅτι οἱ πλεῖστοι τῶν ἁλόντων βαρβάρων κατὰ τὰς ὁδοι‐ πορίας ἀγόμενοι οἱ μὲν ἑαυτοὺς οἱ δὲ ἀλλήλους ἀνῄρουν, οὐχ ὑπομένοντες τὴν ἐκ τῆς δουλείας ὕβριν. παῖς δέ τις ἄνηβος παρα‐ στὰς τρισὶν ἀδελφαῖς κοιμωμέναις διὰ τὸν κόπον, ταύτας ἀπέ‐ | |
5 | σφαξεν. ἑαυτὸν δὲ οὐ φθάσας ἀνελεῖν ὑπὸ τῶν συλλαβόντων ἀνε‐ κρίνετο δι’ ἣν αἰτίαν τὰς ἀδελφὰς ἀπέκτεινε. τούτοις μὲν οὖν ἀπεκρίθη διότι τοῦ ζῆν οὐδὲν ἄξιον αὐταῖς καταλέλειπτο, αὐτὸς δὲ τροφῆς ἀποσχόμενος ἐνδείᾳ κατέστρεψε τὸν βίον. 407. Ὅτι οἱ αὐτοὶ αἰχμάλωτοι ὡς ἐπὶ τοὺς ὅρους τῆς χώρας | |
10 | κατήντησαν, ῥίψαντες ἑαυτοὺς εἰς ἔδαφος τήν τε γῆν κατεφίλουν μετ’ οἰμωγῆς καὶ τῆς κόνεως εἰς τοὺς κόλπους ἀνελάμβανον, ὥστε εἰς ἔλεον καὶ συμπάθειαν ἐπανατραπῆναι τὸ στρατόπεδον. ἕκα‐ στος γὰρ τοῖς κοινοῖς τῆς φύσεως πάθεσιν ἐχειροῦτο θείῳ φόβῳ, θεωρῶν ὅτι καὶ βαρβάρων ψυχαὶ θηριώδεις, ὅταν ἡ τύχη διαζευ‐ | |
15 | γνύῃ τὸ σύνηθες ἀπὸ τῆς πατρίδος, ὅμως οὐκ ἐπιλανθάνονται τῆς πρὸς τὴν θρέψασαν γῆν φιλοστοργίας. 408. Καὶ συνέρρεον εἰς τὴν Ῥώμην οἱ ὄχλοι ἀπὸ τῆς χώρας ὡσπερεὶ ποταμοί τινες εἰς τὴν πάντα δυναμένην δέχεσθαι θάλατ‐ ταν. οἱ δὲ ὄχλοι μετεωρισθέντες πρὸς τὸ βοηθεῖν ἑαυτοῖς, νόμον | |
20 | μὲν ἔχοντες ἡγεμόνα καὶ σύμμαχον, προστάτην δὲ ἄρχοντα τὸν μήτε χάριτος μήτε φόβου δοῦλον, ὑπὲρ δὲ τοῦ τὴν χώραν ἀνακτή‐ σασθαι τῷ δήμῳ πάντα πόνον καὶ κίνδυνον ὑπομένειν κεκρικότα μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ........ 409. Ἔχων πλῆθος οὐ νεοσύλλογον καὶ φυλῶδες ἀλλὰ τὸ | |
25 | πρακτικώτατον τοῦ δήμου καὶ τοῖς βίοις κάρπιμον. διὸ καὶ τῆς βίας ἐν ἀμφοτέροις τοῖς μέρεσιν ταλαντευομένης καὶ τῆς ῥοπῆς δεῦρο κἀκεῖσε πάλιν ἐκκλινούσης, πολλῶν μυριάδων ἠθροισμένων τὰ μέρη βιαίως συνίσταντο καὶ καθάπερ ἐν τῇ θαλάττῃ κυμάτων | |
φαντασίαι καὶ διαθέσεις ἐγίνοντο κατὰ τὰς τοῦ πλήθους ἐκκλησίας. | 386 | |
387 | 410. Ὅτι ὁ Ὀκτάβιος μετὰ τὴν καθαίρεσιν οὔθ’ ὁμολογῶν ἑαυτὸν ἰδιώτην ὑπάρχειν οὔθ’ ὡς ἄρχων τολμῶν πρᾶξαί τι δημαρ‐ χικόν, ἔμενε κατὰ τὴν ἰδίαν οἰκίαν ἡσυχάζων. καίτοι γε ἐξῆν αὐτὸν οὕτως ἔχειν, ὅτε ὁ Γράκχος εἰσέφερε ψήφισμα περὶ τῆς | |
5 | κατ’ ἀρχὴν ἀφαιρέσεως αὐτοῦ, κἀκεῖνον ἅμα ψήφισμα κυροῦν περι‐ έχον τὴν ἀφαίρεσιν τῆς Γράκχου δημαρχίας· ἢ γὰρ ἂν ἑκάτεροι κατέστησαν ἰδιῶται τῶν ψηφισμάτων ἐννόμων ὄντων, ἢ πάλιν δια‐ κατεῖχον τὴν ἀρχὴν δοξάντων παρανόμως ἐπενηνέχθαι. 411. Οὗτος μὲν οὖν ἀμετάπτωτον ἔχων τὴν ἐπὶ τὸν ὄλεθρον | |
10 | ὁρμὴν ταχὺ τῆς προσηκούσης κολάσεως ἔτυχεν. καὶ ὁ Σκιπίων ξύλον ἁρπάσας ἐκ τῶν παρακειμένων—ὁ γὰρ θυμὸς παντὸς τοῦ δοκοῦντος εἶναι δυσκόλου περιεγένετο— ..... 412. Ὅτι προσέπεσε τοῖς περὶ τὸ στρατόπεδον ἡ τοῦ Γράκ‐ χου τελευτή, καὶ τὸν Ἀφρικανόν φασιν ἐπιβοῆσαι τοιαῦτα, | |
15 | ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι. 413. Ὅτι τοῖς καταφαγοῦσι τοὺς ἱερωμένους ἰχθῦς οὐκ ἦν παῦλα τῶν κακῶν· τὸ γὰρ δαιμόνιον ὥσπερ ἐπίτηδες εἰς παρα‐ δειγματισμὸν τοῖς ἄλλοις ἅπαντας τοὺς ἀπονενοημένους περιεῖδεν ἀβοηθήτους. οὗτοι μὲν οὖν ἀκολούθως τῇ παρὰ θεῶν κολάσει | |
20 | καὶ τῆς διὰ τῆς ἱστορίας βλασφημίας τετευχότες ἀπήλαυσαν τῆς δικαίας ἐπιτιμήσεως. 414. Ὅτι τοῦ Ἀττάλου τοῦ πρώτου βασιλέως χρηστηριαζο‐ μένου περί τινος ἐπαυτοματίσαι τὴν Πυθίαν φασὶ θάρσει, ταυρόκερως, ἕξεις βασιληίδα τιμὴν | |
25 | καὶ παῖδες παίδων, τούτων γε μὲν οὐκέτι παῖδες. 415. Ὅτι τῆς ἐαρινῆς ὥρας τῇ χλιᾷ τηκούσης τὴν χιόνα, καὶ τῶν καρπῶν ἐκ τοῦ συνεχοῦς πάγου πρὸς τὴν φυὴν καὶ βλάστησιν προϊόντων, τῶν δὲ ἀνθρώπων ἐπὶ τὰς πράξεις ὡρμημένων, ὁ Ἀρσάκης ἀποπειραθῆναι βουλόμενος τῶν πολεμίων πρεσβευτὰς | |
30 | ἀπέστειλε περὶ εἰρήνης, οἷς Ἀντίοχος μετέδωκεν ἀποκρίσεις διότι | 387 |
388 | συγχωρήσει τὴν εἰρήνην, ἐὰν τὸν ἀδελφὸν Δημήτριον ἀπολύσας τῆς αἰχμαλωσίας παραδῷ, τῶν δὲ δυναστειῶν τῶν ἀφῃρημένων ἐκχωρήσῃ, τὴν δὲ πάτριον δυναστείαν ἔχων τελῇ φόρον. ὁ δὲ Ἀρσάκης προσκόψας τῇ βαρύτητι τῶν ἀποκρίσεων ἐπ’ αὐτὸν | |
5 | ὥρμησεν. 416. Ὅτι τῶν τοῦ Ἀντιόχου φίλων παρακαλούντων μὴ συν‐ άπτειν μάχην πρὸς πολλαπλασίους Πάρθους, δύνασθαι γὰρ αὐ‐ τοὺς εἰς τὴν ὑποκειμένην ὀρεινὴν καταφυγόντας ἀποτρίψασθαι τῇ δυσχωρίᾳ τὸν ἀπὸ τῶν ἱππέων κίνδυνον, ὁ Ἀντίοχος οὐδενὶ τρόπῳ | |
10 | προσεδέχετο τοὺς λόγους, ἀποφαινόμενος αἰσχρὸν εἶναι τοὺς νενικη‐ κότας δεδιέναι τὰς τῶν προηττημένων τόλμας. παρακαλέσας οὖν τοὺς μεθ’ ἑαυτοῦ πρὸς τὸν κίνδυνον, ἀνεδέχετο τὴν τῶν βαρβάρων ἔφοδον εὐρώστως. 417. Ὅτι κατὰ τὴν Ἀντιόχειαν ἀναμαθόντες τὸν θάνατον | |
15 | Ἀντιόχου οὐ μόνον κοινὸν ἡ πόλις ἐπήρατο πένθος, ἀλλὰ καὶ πᾶς ἰδιωτικὸς οἶκος κατηφείας καὶ θρήνων ἐπληροῦτο, καὶ μάλιστα τοῦ περὶ τὰς γυναῖκας ὀδυρμοῦ τὸ πάθος ἐκκάοντος. τριάκοντα γὰρ μυριάδων ἀπολομένων σὺν τοῖς ἐκτὸς τῆς τάξεως ἀναβεβη‐ κόσιν οὐκ ἦν εὑρεῖν οἰκίαν ἄμοιρον ἀτυχήματος. αἱ μὲν γὰρ ἀδελ‐ | |
20 | φοὺς αἱ δὲ ἄνδρας αἱ δὲ υἱοὺς ἀπολωλότας ἐπένθουν, πολλαὶ δὲ παρθένοι καὶ παῖδες ὀρφανοὶ γεγονότες τὴν ἐρημίαν ἑαυτῶν κατω‐ δύροντο, μέχρις ὅτου τῆς λύπης ὁ κάλλιστος ἰατρὸς χρόνος ἐξέλυσε τὴν ἀκμὴν τοῦ πένθους. 418. Ὅτι Ἀρσάκης ὁ Πάρθων βασιλεὺς καταπεπολεμηκὼς | |
25 | Ἀντίοχον διενοεῖτο καταβαίνειν ἐπὶ τὴν Συρίαν, ἐλπίζων ῥαδίως αὐτῆς κυριεύσειν. οὐ μὴν ἐξουσίαν ἀνέλαβε τῆς στρατείας, ἀλλὰ τῷ μεγέθει τῶν ἐπιτετευγμένων ἡ τύχη πολλαπλασίους αὐτῷ κιν‐ δύνους καὶ συμφορὰς ἐπέστησεν. οἶμαι γὰρ ἐκ θεοῦ τοῖς ἀνθρώ‐ ποις οὐδὲν εἰλικρινὲς δίδοται τῶν ἀγαθῶν, ἀλλ’ ὡς ἐπίτηδες τοῖς | |
30 | μὲν καλοῖς 〈τὰ〉 φαῦλα, τοῖς δὲ κακοῖς ἐπεισάγει τὰ ἀγαθὰ τὸ δαιμόνιον. οὐ μὴν ἡ τύχη γε ἐπελάθετο τῆς ἰδίας φύσεως, ἀλλὰ | |
καθάπερ κοπιῶσα τῷ τοὺς αὐτοὺς συνεχῶς εὖ ποιεῖν, τηλικαύτην | 388 | |
389 | τὴν παλίρροιαν εἰργάσατο τοῦ πολέμου παντὸς ὥστε τοὺς εὐημε‐ ροῦντας εἰς τέλος ταπεινῶσαι. 419. Ὅτι Ἀρσάκης ὁ τῶν Πάρθων βασιλεὺς ἀλλοτρίως πρὸς Σελευκεῖς διακείμενος, καὶ μνησικακῶν ἐπὶ ταῖς ὕβρεσι καὶ ταῖς | |
5 | τιμωρίαις αἷς ἐχρήσαντο κατ’ Ἐνίου τοῦ στρατηγοῦ, καὶ τῶν Σελευκέων ἀποστειλάντων πρέσβεις καὶ παρακαλούντων συγγνώμης τυχεῖν ἐπὶ τοῖς γεγονόσι καὶ βουλομένων αὐτῶν ἀπόκρισιν λαβεῖν, ἤγαγε τοὺς πρέσβεις ἐπὶ τὸν τόπον οὗπερ Πιτθίδης τυφλὸς ἐκά‐ θητο ἐπὶ τῆς γῆς ἐκτετυφλωμένος, καὶ προσέταξεν ἀπαγγέλλειν | |
10 | τοῖς Σελευκεῦσιν ὅτι πάντας αὐτοὺς δεῖ τὰ αὐτὰ παθεῖν. οἱ δὲ φοβηθέντες τῶν μὲν προγεγενημένων συμφορῶν ἐπελάθοντο διὰ τὴν ὑπερβολὴν τῶν προσδοκωμένων δεινῶν· ἀεὶ γὰρ ἡ καινότης τῶν κακῶν ἀμαυροῦν εἴωθε τὰς προγεγενημένας ἀτυχίας τοῖς ἀν‐ θρώποις. | |
15 | 420. Τὸ δὲ πλῆθος οὐ μόνον λαβόντι τὴν ἀρχήν, ἀλλὰ καὶ μεταπορευομένῳ καὶ πρὸ τοῦ μετιέναι παρηκολούθει, καὶ κατα‐ πλέοντι ἐκ τῆς Σαρδόνος συνήντα ἐκβάντι μετ’ εὐφημίας καὶ κρό‐ των ἐδέχετο. τοσαύτη πρὸς αὐτὸν ἦν εὐνοίας ὀχλικῆς ὑπερβολή. 421. Ὅτι ὁ Γράκχος δημηγορήσας 〈περὶ〉 τοῦ καταλῦσαι ἀρι‐ | |
20 | στοκρατίαν, δημοκρατίαν δὲ συστῆσαι, καὶ ἐφικόμενος τῆς ἁπάν‐ των εὐχρηστίας τῶν μερῶν, οὐκέτι συναγωνιστὰς ἀλλὰ καθάπερ αὐθέντας εἶχε τούτους ὑπὲρ τῆς ἰδίας τόλμης. δεδεκασμένος γὰρ ἕκαστος ταῖς ἰδίαις ἐλπίσιν ὡς ὑπὲρ ἰδίων ἀγαθῶν τῶν εἰσφερο‐ μένων νόμων ἕτοιμος ἦν πάντα κίνδυνον ὑπομένειν. τῶν μὲν γὰρ | |
25 | συγκλητικῶν τὸ δικάζειν ἀφελόμενος καὶ ἀποδείξας τοὺς ἱππεῖς κριτὰς τὸ χεῖρον τῆς πολιτείας τοῦ κρείττονος κύριον ἐποίησε, καὶ τὴν προϋπάρχουσαν τῷ συνεδρίῳ πρὸς τοὺς ἱππεῖς σύμπνοιαν διαστήσας βαρὺν τὸν ὄχλον κατ’ ἀμφοτέρων κατεσκεύασε, διὰ δὲ | |
τῆς πάντων διχοστασίας ἑαυτῷ δυναστείαν κατασκευάζων καὶ τὸ | 389 | |
390 | κοινὸν ταμιεῖον εἰς αἰσχρὰς καὶ ἀκαίρους δαπάνας καὶ χάριτας ἀναλίσκων εἰς ἑαυτὸν πάντας ἀποβλέπειν ἐποίησε, καὶ τῇ μὲν τῶν δημοσιωνῶν τόλμῃ καὶ πλεονεξίᾳ τὰς ἐπαρχίας ἀπορρίψας ἐπε‐ σπάσατο παρὰ τῶν ὑποτεταγμένων δίκαιον μῖσος κατὰ τῆς ἡγε‐ | |
5 | μονίας, τοῖς δὲ στρατιώταις διὰ τῶν νόμων τὰ τῆς ἀρχαίας ἀγωγῆς αὐστηρὰ καταχαρισάμενος ἀπείθειαν καὶ ἀναρχίαν εἰσήγαγεν εἰς τὴν πολιτείαν· τῶν γὰρ ἀρχόντων καταφρονήσας κατεξανίσταται καινοτομῶν. ἐκ δὲ τούτων τῶν ἐθῶν ὀλέθριος ἀνομία καὶ πόλεως ἀνατροπὴ γίνεται. | |
10 | 422. Ὅτι ὁ Γράκχος ἐπὶ τοσοῦτο προέβη δυναστείας καὶ ὕβρεως, ὥστε τῶν ὄχλων κρινάντων ἐκβαλεῖν τὸν Ὀκτάυιον ἐκ τῆς πόλεως ἀφῆκεν αὐτὸν εἰπὼν τῷ δήμῳ διότι ταύτην χάριν δίδωσι τῇ μητρὶ προεντετευγμένος ὑπ’ αὐτῆς. 423. Ὅτι ὁ Πόπλιος μετὰ δακρύων ὑπὸ τῶν ὄχλων προ‐ | |
15 | επέμφθη ἐκβαλλόμενος ἐκ τῆς πόλεως. οὐ γὰρ ἠγνόει τὸ πλῆθος τὸ τῆς ἐκβολῆς ἄδικον, ἀλλὰ τῇ κατ’ αὐτοῦ δωροδοκίᾳ δεκαζόμενον ἀπεστέρητο τῆς μισοπονηρούσης παρρησίας. 424. Ὅτι ἑπτακαίδεκα φυλαὶ τὸν νόμον ἀπεδοκίμαζον, ἄλλαι δὲ ταύταις ἴσαι παρεδέχοντο· τῆς δὲ ὀκτωκαιδεκάτης διαριθμου‐ | |
20 | μένης μία ψῆφος ὑπερῆρε τῶν κυρούντων τὸν νόμον. τῆς δὲ τοῦ δήμου κρίσεως εἰς οὕτω μικρὰν ῥοπὴν συγκλειομένης ὁ Γράκχος ἠγωνία ὡς ὑπὲρ τοῦ ζῆν κινδυνεύων, τῇ δὲ προσθήκῃ μιᾶς γνώμης μαθὼν ἑαυτὸν νικῶντα μετὰ χαρᾶς ἀνεφθέγξατο „τὸ μὲν ξίφος ὑπόκειται τοῖς ἐχθροῖς, περὶ δὲ τῶν ἄλλων ὡς ἂν ἡ τύχη βρα‐ | |
25 | βεύσῃ στέρξομεν.“ 425. Ὅτι Ἀλέξανδρος μετὰ τὸ ἱεροσυλῆσαι ἔφευγεν ἐπὶ τὸ Πισίδιον. εἵπετο δὲ αὐτῷ, ὡς ἔοικε, τὸ δαιμόνιον ἀόρατον ἐκ ποδῶν διῶκον, καὶ τῇ κατ’ αὐτοῦ τιμωρίᾳ συνεργὸν γινόμενον | |
συνέκλειεν εἰς τὸ τυχεῖν τῆς ἁρμοττούσης δίκης· συλληφθεὶς γὰρ | 390 | |
391 | ἀνήχθη πρὸς τὸν Ἀντίοχον εἰς τὴν παρεμβολὴν δυσὶν ἡμέραις ὕστερον τῆς ἱεροσυλίας. οὕτως ἀνέκφευκτος ἡ τιμωρὸς δίκη μετέρ‐ χεται τὴν τῶν ἀσεβῶν τόλμαν· ἐγρηγορυῖαι γὰρ διώκουσι τοὺς ἀνοσίους ποιναὶ σύντομον τὴν τιμωρίαν φέρουσαι. ἄρτι γὰρ βασι‐ | |
5 | λεὺς ἦν καὶ τεσσάρων μυριάδων στρατοπεδευουσῶν ἀφηγεῖτο, καὶ δεδεμένος ἐπανήγετο πρὸς ὕβριν καὶ τιμωρίαν πολεμίων. 426. Ὅτι ἀγομένου δεδεμένου διὰ τῆς παρεμβολῆς Ἀλεξάνδρου τοῦ βασιλέως τῆς Συρίας, τοῦτο ἄπιστον ἐδόκει οὐ 〈μόνον〉 τοῖς ἀκούουσιν ἀλλὰ καὶ τοῖς ὁρῶσιν. τὴν γὰρ ἐνέργειαν τῆς αἰσθή‐ | |
10 | σεως τὸ μηδέποτε γενέσθαι προσδοκηθὲν εἰς τοὐναντίον ῥέπειν ἐβιάζετο· ἐπεὶ δὲ διὰ τῆς ὁράσεως ἐβεβαιοῦτο τἀληθές, ἅπαντες θαυμάζοντες ἀνέλυον ἀπὸ τῆς θέας, οἱ μὲν ἀθρόοις καὶ συμπαθέσι φωναῖς ἐπισημαινόμενοι τὴν τοῦ δαιμονίου δύναμιν, οἱ δὲ ποι‐ κίλως ἐπιφθεγγόμενοι τὸ τῆς τύχης ἄστατον, τὸ παλίντροπον τῶν | |
15 | ἀνθρωπίνων, τὴν ὀξύτητα τῆς παλιρροίας, ὡς εὐμετάβολος ὁ βίος, τίς οὐκ ἂν προσεδόκησεν; 427. Ὅτι ὁ Φλάκκος (sequuntur quinque versus et dimidius). 428. Ὅτι οἱ Κορδίσκοι κομίσαντες λαφύρων πλήθη πολλὰ προήγαγον τοὺς ἄλλους γένεσθαι τῆς ὁμοίας προαιρέσεως καὶ | |
20 | νομίζειν τὸ τὰ ἀλλότρια συλᾶν καὶ τοῖς ὅπλοις ἄγειν καὶ φέρειν τὰ πλησιόχωρα τῶν ἀνδραγαθούντων εἶναι· βεβαιώσαντες γὰρ τὸν τῆς φύσεως νόμον οἱ ἰσχυρότεροι τὰς τῶν ἀσθενεστέρων κτήσεις διαρπάζουσι. 429. Ὅτι οἱ Σκορδίσκοι ὕστερον ἀναστελλόμενοι πορείαν ἀπε‐ | |
25 | φήναντο καὶ τὴν Ῥώμην ἐπικρατεῖν οὐ διὰ τὴν ἰδίαν δύναμιν ἀλλὰ | |
διὰ τὴν αὐτῶν ἀσθένειαν. | 391 | |
392 | 430. Ὅτι ἡ φρόνησις δοκοῦσα πάντων κυριεύειν ὑπὸ μόνης τῆς τύχης ἡττᾶται· καὶ γὰρ ἃ διὰ σύνεσιν καὶ ἀγχίνοιαν ....... προενόησε τις, πολλάκις ἡ ταύτης ἐπήρεια παραδόξως ἐλυμή‐ νατο. καὶ ἔστιν ὅτε τὰ δι’ ἀφροσύνην ἀπορρηθέντα καὶ παρὰ τὰς | |
5 | ἁπάντων ἐλπίδας διορθώσατο· ὥσθ’ οἱ μὲν ἐνεργῶς αὐτῆς λα‐ βόμενοι .......ως σχεδὸν ἁπασῶν ἐπιβολῶν ἐπιτυγχάνουσιν, οἱ δὲ ἄλλως πως ἔχοντες ἑκασταχόθι πταίουσιν ἐν ταῖς κατὰ μέρος πράξεσιν, καὶ τοὺς μὲν ἔστιν ἰδεῖν (sequuntur versus duo). 431. Ὅτι ὁ βασιλεὺς τῶν Νομάδων Ἰογόρθας θαυμάσας τὴν | |
10 | ἀνδραγαθίαν τῶν Ῥωμαίων καὶ τὰς ἀρετὰς αὐτῶν ἐπαινέσας ἐν τοῖς ἰδίοις φίλοις ἀπεφήνατο διότι τούτοις τοῖς ἀνδράσι δι’ ἁπά‐ σης τῆς Λιβύης διεξιέναι δύναιτ’ ἂν (sequuntur duo ferme versus). 432. Ὅτι προσπεσούσης τῆς ἀγγελίας περὶ τῆς τοῦ Κασσίου τελευτῆς καὶ τῶν μετ’ αὐτοῦ ὑπὸ τῶν Κελτῶν ἀπολωλότων πολὺς | |
15 | θόρυβος καὶ πένθος ἐπέσχε τὴν πόλιν. πολλοὶ μὲν γὰρ παῖδες ὀρφανοὶ ἐγεγόνεσαν, οὐκ ὀλίγοι δὲ ἀδελ (sequitur pagina (32 versuum) oblitterata tota.) 433. ... Κάρβωνος καὶ Σιλανοῦ· τοσούτου δὲ πλήθους ἀνῃ‐ ρημένου οἱ μὲν υἱοὺς οἱ δὲ ἀδελφοὺς ἐπένθουν, τινὲς δὲ πατέρων | |
20 | ὀρφανοὶ παῖδες ἀπολελειμμένοι τὴν τῶν γονέων ἀπώλειαν καὶ τὴν Ἰταλίας ἐρημίαν κατωδύροντο, πλεῖσται δὲ γυναῖκες ἀνδρῶν ἐστε‐ ρημέναι χηρείας ἀτυχοῦς ἐλάμβανον πεῖραν. ἡ δὲ σύγκλητος με‐ γαλοψύχως φέρουσα τὴν συμφορὰν τά τε πολλὰ πένθη καὶ τὴν ὑπερβολὴν τῶν κλαυθμῶν τὸ πολὺ κατέστελλε καὶ τὴν ἐπὶ τῇ συμ‐ | |
25 | φορᾷ λύπην ἐπικρυπτομένη βαρέως ἔφερεν. 434. Ὅτι Λούκουλλος ὁ στρατηγὸς πυθόμενος διαβεβηκέναι | |
τὸν πορθμὸν Σερουίλιον Γάιον στρατηγὸν ἐπὶ τὴν διαδοχὴν τοῦ | 392 | |
393 | πολέμου, τούς τε στρατιώτας ἀπέλυσε καὶ τοὺς χάρακας καὶ τὰς κατασκευὰς ἐνέπρησε, βουλόμενος τὸν διαδεχόμενον τὴν ἀρχὴν μη‐ δεμίαν ἔχειν ἀξιόλογον ἀφορμὴν εἰς τὸν πόλεμον. βλασφημού‐ μενος γὰρ ἐπὶ τῷ δοκεῖν τὸν πόλεμον αὔξειν ὑπελάμβανε τῇ τού‐ | |
5 | του ταπεινώσει καὶ ἀδοξίᾳ καὶ τὴν τούτου κατηγορίαν καταλύειν. 435. Ἀφ’ ὧν χρόνων αἱ τῶν ἀνθρώπων πράξεις διὰ τῆς ἱστορικῆς ἀναγραφῆς εἰς αἰώνιον μνήμην παρεδόθησαν μέγιστον ἴσμεν πόλεμον τὸν Μαρσικὸν ὀνομασθέντα ἀπὸ Μαρσῶν. οὗτος γὰρ πάντας τοὺς προγεγονότας ὑπερεβάλετο ταῖς τῶν στρατηγῶν | |
10 | ἀνδραγαθίαις καὶ τῷ μεγέθει τῶν πράξεων. τὸν γὰρ Τρωικὸν πόλεμον καὶ τὰς τῶν ἡρώων ἀρετὰς ὁ ἐπιφανέστατος τῶν ποι‐ ητῶν Ὅμηρος εἰς ὑπερβολὴν δόξης ἐτραγώδησεν· ἐν ᾧ τῆς Εὐρώ‐ πης πρὸς τὴν Ἀσίαν διαπολεμούσης καὶ τῶν μεγίστων ἠπείρων ὑπὲρ τῆς νίκης διαφιλοτιμουμένων, τοιαῦται πράξεις ὑπὸ τῶν | |
15 | ἀγωνιζομένων συνετελέσθησαν ὥστε τοῖς ἐπιγενομένοις ἀνθρώποις ἐμπλησθῆναι τὰ θέατρα μυθικῶν καὶ τραγικῶν ἀγωνισμάτων. ἀλλ’ ὅμως ἐκεῖνοι μὲν ἔτεσι δέκα τὰς ἐν τῇ Τρωάδι πόλεις κατε‐ πολέμησαν, Ῥωμαῖοι δὲ ὕστερον χρόνοις μιᾷ παρατάξει νικήσαν‐ τες Ἀντίοχον τὸν μέγαν τῆς Ἀσίας κύριοι κατέστησαν. μετὰ δὲ | |
20 | τὰ Τρωικὰ τοῦ Περσῶν βασιλέως στρατεύσαντος ἐπὶ τὴν Ἑλλάδα καὶ διὰ τὴν ὑπερβολὴν τοῦ πλήθους τῶν ἀκολουθούντων αὐτῷ στρατιωτῶν ἀναξηραινομένων τῶν ἀεννάων ποταμῶν, ἡ Θεμιστο‐ κλέους στρατηγικὴ σύνεσις μετὰ τῆς τῶν Ἑλλήνων ἀρετῆς τοὺς Πέρσας κατεπολέμησεν. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Καρχηδο‐ | |
25 | νίων τριάκοντα μυριάσιν ἐπὶ τὴν Σικελίαν στρατευσάντων, Γέλων ὁ Συρακουσίων ἀφηγούμενος ἑνὶ στρατηγήματι καὶ ἀκαρεῖ χρόνῳ διακοσίας ναῦς ἐνέπρησε καὶ δεκαπέντε μυριάδας πολεμίων ἐν παρατάξει κατακόψας τὰς ἴσας ἐζώγρησεν. ἀλλ’ ὅμως οἱ τὸν Μαρσικὸν πόλεμον διαπολεμήσαντες Ῥωμαῖοι τοὺς ἀπογόνους τῶν | |
30 | τὰς τηλικαύτας πράξεις ἐπιτελεσαμένων κατεπολέμησαν. ἑξῆς δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος ὑπερβαλλούσῃ συνέσει καὶ ἀνδρείᾳ τῶν Περσῶν τὴν ἡγεμονίαν καταπολεμήσαντος, Ῥωμαῖοι κατὰ τοὺς | |
νεωτερικοὺς καιροὺς δορίκτητον ἐποιήσαντο τὴν Μακεδονίαν. Καρ‐ | 393 | |
394 | χηδὼν δὲ περὶ τῆς Σικελίας ἔτη τέσσαρα καὶ εἴκοσι πολεμήσασα τῇ Ῥώμῃ καὶ πλείστας καὶ μεγίστας ἀγωνισαμένη παρατάξεις καὶ ναυμαχίας τότε μὲν τῷ βάρει τῆς τῶν Ῥωμαίων ἡγεμονίας κατεπο‐ λεμήθη, μετ’ ὀλίγον δὲ τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον συστη‐ | |
5 | σαμένη παρατάξεσι καὶ ναυμαχίαις καὶ πολλαῖς περιβοήτοις πρά‐ ξεσι νικήσασα, στρατηγὸν ἔχουσα πρωτεύοντα κατ’ ἀρετὴν Ἀννίβαν, τελευταῖον ὑπό τε τῆς τῶν Ῥωμαίων καὶ τῆς τῶν Ἰταλῶν ἀνδρα‐ γαθίας καὶ τῆς Σκιπίωνος ἀρετῆς κατεπολεμήθη. Κίμβρους δὲ ταῖς μὲν ὄψεσι γίγασι παρεμφερεῖς, ταῖς δὲ ἀλκαῖς ἀνυπερβλήτους | |
10 | ........· οὗτοι γὰρ πολλὰς καὶ μεγάλας Ῥωμαίων δυνάμεις κατακόψαντες καὶ μυριάσι τεσσαράκοντα τὴν ἐπὶ Ἰταλίαν στρα‐ τείαν στειλάμενοι, ταῖς τῶν Ῥωμαίων ἀνδραγαθίαις ἄρδην κατεκό‐ πησαν. διὸ τοῦ πρωτείου κατὰ τὰς ἐν τοῖς πολέμοις ἀνδραγαθίας ἐκ τῶν ἀποτελεσμάτων κριθέντος ὑπάρχειν παρὰ Ῥωμαίοις καὶ | |
15 | τοῖς τὴν Ἰταλίαν οἰκοῦσιν ἔθνεσιν, ἡ τύχη καθάπερ ἐπίτηδες τού‐ τους εἰς διάστασιν ἀγαγοῦσα τὸν ὑπερβάλλοντα τῷ μεγέθει πόλε‐ μον ἐξέκαυσεν. ἐπαναστάντων γὰρ τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν τῇ τῆς Ῥώμης ἡγεμονίᾳ καὶ τῶν ἐξ αἰῶνος ἀρίστων κεκριμένων ἐλθόντων εἰς αἵρεσιν καὶ φιλοτιμίαν, ὁ γενόμενος πόλεμος εἰς | |
20 | ὑπερβολὴν μεγέθους κατήντησεν, ὃς ὠνομάσθη Μαρσικὸς ἀπὸ τῶν ἀρχηγῶν γενομένων τῆς ἀποστάσεως Μαρσῶν. 436. Ὅτι Μάρκος Κάτων, ἀνὴρ σώφρων καὶ ἀγωγῇ καλῇ δια‐ φέρων, ἐν 〈τῇ〉 συγκλήτῳ κατηγορῶν τῆς ἐπιπολαζούσης ἐν τῇ Ῥώμῃ τρυφῆς ἔφησεν 〈ἐν〉 μόνῃ τῇ πόλει ταύτῃ τὰ μὲν κεράμια | |
25 | τῶν Ποντικῶν ταρίχων ὑπάρχειν τιμιώτερα τῶν ζευγηλατῶν, τοὺς δ’ ἐρωμένους τῶν ἀγρῶν. 437. Ὅτι φησὶν ὁ ἱστορικὸς Διόδωρος· μνησθήσομαί τινων παραδείγματος ἕνεκα καὶ ἐπαίνου δικαίου καὶ τῷ κοινῷ βίῳ συμ‐ φέροντος, ἵν’ οἱ μὲν πονηροὶ τῶν ἀνθρώπων διὰ τῆς κατὰ τὴν | |
30 | ἱστορίαν βλασφημίας ἀποτρέπωνται τῆς ἀπὸ τῆς κακίας ὁρμῆς, | 394 |
395 | οἱ δὲ ἀγαθοὶ διὰ τοὺς ἐκ τῆς αἰωνίου ζωῆς ἐπαίνους ἀντέχεσθαι τῶν καλῶν ἐπιτηδευμάτων ὀρέγωνται. 438. Ὅτι τὸ προϋπάρχον εἰς τὴν ἡγεμονίαν μῖσος ἡ τοῦ στρα‐ τηγοῦ σύνεσις καὶ ἀρετὴ τοῖς ἐνδεχομένοις βοηθήμασι διωρθώ‐ | |
5 | σαντο, καὶ παρὰ μὲν τοῖς εὐεργετηθεῖσι τιμῶν ἰσοθέων ἔτυχε, παρὰ δὲ τῶν πολιτῶν πολλὰς ἀμοιβὰς τῶν κατορθωμάτων ἀπέλαβε. 439. Ῥητέον δὲ ἡμῖν καὶ περὶ τῶν ἐκ ταπεινοτέρας μὲν δόξης ὁρμηθέντων, ὀρεχθέντων δὲ τῆς ἑτέρας ἐπιβολῆς τῶν προειρη‐ μένων. ἐπ’ ἴσης γὰρ τοῖς ἐν ἀξιώμασι μεγάλοις καὶ τοῖς ὑπο‐ | |
10 | δεεστέροις τῆς ἀρετῆς ζῆλος ἔγκειται. 440. Ὅτι ἀπειλούσης τῆς συγκλήτου πόλεμον τῷ Γράκχῳ διὰ τὴν μετάθεσιν τῶν κριτηρίων, τεθαρρηκότως οὗτος εἶπεν ὅτι „κἂν ἀποθάνω, οὐ διαλείψω τὸ ξίφος ἀπὸ τῆς πλευρᾶς τῶν συγκλη‐ τικῶν διῃρημένον.“ ὁ δὲ ῥηθεὶς λόγος ὥσπερ τις θεοῦ χρησμὸς | |
15 | ἀκόλουθον ἔσχε τοῖς ῥηθεῖσι τὸ ἀποτέλεσμα. ὁ γὰρ Γράκχος τύραννον ἑαυτὸν ἀναδεδειχὼς ἀκρίτως ἀνῃρέθη. 441. Ὅτι πλεῖστον ἴσχυεν ἡ τῶν Δρούσων οἰκία διὰ τὴν εὐ‐ γένειαν τῶν ἀνδρῶν καὶ διὰ τὴν πρὸς τοὺς πολίτας ἐπιείκειαν καὶ φιλανθρωπίαν. διὸ καὶ νόμου τινὸς προκειμένου καὶ προσ‐ | |
20 | φάτως κεκυρωμένου τῶν πολιτῶν τις ἐν παιδιᾷ τῷ νόμῳ προσ‐ έγραψεν ὅτι „ὅδε ὁ νόμος κύριός ἐστι τῶν πολιτῶν πλὴν δυεῖν Δρούσων“. 442. Ὅτι ὁ Δροῦσος, τῆς συγκλήτου τοὺς νόμους αὐτοῦ ἀκυ‐ ρούσης ἔφη ἑαυτὸν ἐξουσίαν ἔχοντα πᾶσαν τῶν νόμων δυνάμενόν | |
25 | τε ἑαυτὸν κωλῦσαι δόγματα γράφειν, τοῦτο μὲν ἑκουσίως μὴ ποι‐ ήσειν, καλῶς εἰδότα τοὺς ἐξαμαρτήσαντας ταχὺ τευξομένους τῆς προσηκούσης δίκης. ἀκυρουμένων δὲ τῶν ὑφ’ αὑτοῦ γραφέντων νόμων ἄκυρον ἔσεσθαι καὶ τὸν περὶ τῶν κριτηρίων νόμον· οὗ συντελεσθέντος τὸν μὲν ἀδωροδοκήτως βεβιωκότα μηδεμιᾶς τεύ‐ | |
30 | ξεσθαι κατηγορίας, τοὺς δὲ τὰς ἐπαρχίας σεσυληκότας ἀχθήσεσθαι | |
πρὸς τὰς τῆς δωροδοκίας εὐθύνας· ὥστε τοὺς διὰ φθόνον καθαι‐ | 395 | |
396 | ροῦντας τὴν ἑαυτοῦ δόξαν τοῖς ἰδίοις δόγμασι καθάπερ αὐτόχειρας κινδυνεύειν. 443. Ὄμνυμι τὸν Δία τὸν Καπετώλιον καὶ τὴν Ἑστίαν τῆς Ῥώμης καὶ τὸν πατρῶον αὐτῆς Ἄρην καὶ τὸν γενάρχην Ἥλιον καὶ | |
5 | τὴν εὐεργέτιν ζώων τε καὶ φυτῶν Γῆν, ἔτι δὲ τοὺς κτίστας γεγενη‐ μένους τῆς Ῥώμης ἡμιθέους καὶ τοὺς συναυξήσαντας τὴν ἡγεμονίαν αὐτῆς ἥρωας, τὸν αὐτὸν φίλον καὶ πολέμιον ἡγήσεσθαι Δρούσῳ, καὶ μήτε βίου μήτε τέκνων καὶ γονέων μηδεμιᾶς φείσεσθαι ψυχῆς, ἐὰν μὴ συμφέρῃ Δρούσῳ τε καὶ τοῖς τὸν αὐτὸν ὅρκον ὀμόσασιν. | |
10 | ἐὰν δὲ γένωμαι πολίτης τῷ Δρούσου νόμῳ, πατρίδα ἡγήσομαι τὴν Ῥώμην καὶ μέγιστον εὐεργέτην Δροῦσον. καὶ τὸν ὅρκον τόνδε παραδώσω οἷς ἂν μάλιστα πλείστοις δύνωμαι τῶν πολιτῶν. καὶ εὐορκοῦντι μέν μοι ἐπίκτησις εἴη τῶν ἀγαθῶν, ἐπιορκοῦντι δὲ τἀναντία. | |
15 | 444. Ὅτι συντελουμένων κατὰ τύχην ἀγώνων καὶ τοῦ θεάτρου πεπληρωμένου τῶν ἐπὶ τὴν θέαν κατηντηκότων, Ῥωμαῖον κωμω‐ δὸν ἐπὶ τῆς σκηνῆς ἀγανακτοῦντα κατέσφαξαν ἐν τῷ θεάτρῳ, φή‐ σαντες οὐκ ἀκολούθως αὐτὸν ὑποκρίνασθαι τῇ περιστάσει. τῆς δὲ πανηγυρικῆς θέας εἰς πολεμικὴν σκυθρωπότητα καὶ φόβων | |
20 | ὑπερβολὴν ἐκτραπείσης, ἡ τύχη σατυρικὸν τῷ καιρῷ τούτῳ πρόσω‐ πον ἐπεισήγαγεν. ἦν γάρ τις Λατῖνος ὄνομα μὲν Σαυνίων, γελω‐ τοποιὸς δὲ καὶ χάριτας ὑπερβαλλούσας ἔχων εἰς ἱλαρότητα· οὐ γὰρ μόνον ἐν τοῖς λόγοις ἐκίνει γέλωτας, ἀλλὰ καὶ κατὰ τὴν σιω‐ πὴν καὶ ποιὰν σώματος ἐπιστροφὴν ἅπαντας ἐποίει τοὺς θεω‐ | |
25 | μένους μειδιᾶν, φυσικῆς τινος ἐπιτρεχούσης πιθανότητος. διὸ καὶ παρὰ Ῥωμαίοις μεγάλης ἀποδοχῆς ἐν τοῖς θεάτροις ἐπληροῦτο· οἱ δὲ Πικεντῖνοι τὴν ἀπόλαυσιν καὶ τέρψιν ταύτην τῶν Ῥωμαίων ἀφελέσθαι βουλόμενοι τοῦτον διέγνωσαν ἀποκτεῖναι. ὁ δὲ προ‐ | |
αισθόμενος τὸ μέλλον τελεῖσθαι προῆλθεν ἐπὶ τὴν σκηνὴν καὶ | 396 | |
397 | τῆς τοῦ κωμωδοῦ σφαγῆς ἄρτι γεγενημένης „Ἄνδρεσ“ εἶπε „θεα‐ ταί, καλλιεροῦμεν· ἐπ’ ἀγαθῷ δ’ εἴη συντετελεσμένον τὸ κακόν· οὐ γάρ εἰμι Ῥωμαῖος, ἀλλ’ ὅμοιος ὑμῶν ὑπὸ ῥάβδοις τεταγμένος περινοστῶ τὴν Ἰταλίαν καὶ χάριτας ἐμπορευόμενος ἡδονὰς καὶ | |
5 | γέλωτας θηρῶμαι. διὸ φείσασθε τῆς κοινῆς ἁπάντων χελιδόνος, ᾗ τὸ θεῖον ἔδωκεν ἐν ταῖς ἁπάντων οἰκίαις ἐννεοττεύειν ἀκινδύ‐ νως· οὐ γὰρ δίκαιον ὑμᾶς πολλὰ κλαίειν.“ οὐκ ὀλίγα δὲ καὶ ἄλλα πρὸς διάλυσιν καὶ γέλωτα διελθὼν καὶ τῇ πιθανότητι καὶ χάριτι τῆς ὁμιλίας τὸ πικρὸν τῆς τιμωρίας παραιτησάμενος ἀπελύθη | |
10 | τῶν κινδύνων. 445. Τῆς δὲ λείας τοῖς στρατιώταις μετέδωκαν, ὅπως τῆς ἐκ τῶν πολέμων ὠφελείας οἱ διακινδυνεύσαντες γευσάμενοι τοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνας ἐθελοντὴν ἀναδέχωνται. 446. Ὅτι ὁ Μάριος ἤγαγε τὴν δύναμιν ἐπὶ τὸ Σαμνιτῶν πε‐ | |
15 | δίον καὶ τοῖς πολεμίοις ἀντεστρατοπέδευσε. Πομπαίδιος δὲ τὴν τῶν ὅλων ἡγεμονίαν παρειληφὼς παρὰ τοῖς Μαρσοῖς καὶ αὐτὸς προῆγε τὴν δύναμιν. καὶ πλησίον ἀλλήλων γενομένων τὸ σκυθρω‐ πὸν τοῦ πολέμου εἰς εἰρηνικὴν μετέπεσε διάθεσιν. εἰς ἐπίγνωσιν γὰρ ὄψεως ἐλθόντες οἱ παρ’ ἀμφοτέροις στρατιῶται πολλοὺς μὲν | |
20 | ἰδιοξένους ἐπεγίνωσκον, οὐκ ὀλίγους δὲ συστρατιώτας ἀνενεοῦντο, συχνοὺς δὲ οἰκείους καὶ συγγενεῖς κατενόουν, οὓς ὁ τῆς ἐπιγαμίας νόμος ἐπεποιήκει κοινωνῆσαι τῆς τοιαύτης φιλίας. διὸ καὶ τῆς συμπαθείας ἀναγκαζούσης προΐεσθαι φωνὴν φιλάνθρωπον, ἀλλή‐ λους ἐξ ὀνόματος προσηγόρευον καὶ παρεκάλουν ἀπέχεσθαι τῆς | |
25 | τῶν ἀναγκαίων μιαιφονίας, τὰς δὲ ἐν προβολῇ πολεμικῶς διακει‐ μένας πανοπλίας ἀποτιθέμενοι τὰς δεξιὰς ἐξέτεινον ἀσπαζόμενοι καὶ φιλοφρονοῦντες ἀλλήλοις. ἃ δὴ κατανοήσας ὁ Μάριος καὶ αὐτὸς προῆλθεν ἐκ τῆς παρατάξεως· ποιήσαντος δὲ καὶ τοῦ Πομ‐ παιδίου τὸ παραπλήσιον διελέχθησαν ἀλλήλοις συγγενικῶς. πολ‐ | |
30 | λῶν δὲ λόγων γενομένων τοῖς ἡγεμόσι περὶ τῆς εἰρήνης καὶ τῆς ἐπιθυμουμένης πολιτείας, καὶ τῶν στρατευμάτων ἀμφοτέρων χαρᾶς καὶ καλῶν ἐλπίδων πληρουμένων, ἡ πᾶσα σύνοδος ἐκ πολεμικῆς τάξεως εἰς πανηγυρικὴν διάθεσιν μετέπεσε, καὶ τῶν στρατιωτῶν τοῖς οἰκείοις λόγοις ἐπὶ τὴν εἰρήνην προκαλεσαμένων ἅπαντες | |
35 | ἀσμένως τῆς ἀλληλοφονίας ἀπελύθησαν. | 397 |
398 | 447. Οὗτος γὰρ οὐ προγονικὴν δόξαν οὐδ’ ἀφορμὴν ἰδίαν ἔχων εἰς προκοπῆς μέγεθος παραδόξως ἦλθεν εἰς ὑπερβολὴν ἀξιώματός τε καὶ δόξης. 448. Ἐπιστρέφειν δὲ εἴωθεν ἡ τύχη πρὸς τὸ δέον καὶ τοὺς | |
5 | καθ’ ἑτέρων ἄδικόν τι μηχανησαμένους τοῖς αὐτοῖς περιβάλλειν συμπτώμασι ......... κατὰ τὸ παρὸν ἴσως τυραννοῦσιν, ἀλλ’ ὕστερον ὑφέξουσι τὰς τῶν τυραννικῶν ἀνομημάτων εὐθύνας. 449. Ὅτι Κρὴς ὁ ἐλθὼν πρὸς Ἰούλιον τὸν ὕπατον ἐπὶ προ‐ δοσίαν εἶπεν „ἂν δι’ ἐμοῦ κρατήσῃς τῶν πολεμίων, τίνα δώσεις | |
10 | μισθὸν τῆς εὐεργεσίας;“ ὁ στρατηγὸς εἶπε „ποιήσω σε πολίτην Ῥωμαῖον καὶ ἔσῃ παρ’ ἐμοὶ τίμιος.“ ὁ δὲ Κρὴς διαχυθεὶς ἐπὶ τῷ ῥηθέντι „πολιτεία“ φησί „παρὰ Κρησὶν εὐφημούμενός ἐστι λῆρος. τοξεύομεν γὰρ ἡμεῖς ἐπὶ τὸ κέρδος, καὶ πᾶν βέλος ἡμῶν χάριν καὶ ἀργυρίου, νεμόμενοι πᾶσαν χώραν καὶ θάλατταν. διὸ | |
15 | κἀγὼ νῦν ἀργυρίου χάριν ἥκω· τὰ δὲ τῆς πολιτείας τίμια τοῖς περὶ ταύτης νῦν διαφερομένοις παραχώρει, οἵτινες αἵματος ἀγο‐ ράζουσι λῆρον περιμάχητον.“ πρὸς ὃν γελάσας ὁ ἄνθρωπος εἶπε „γενομένης ἡμῖν τῆς ἐπιβολῆς χαρίσομαί σοι χιλίας δραχμάς.“ 450. Ὅτι τοὺς δούλους διά τινος ἐπινοίας οἱ Αἰσερνῖται λιμῷ | |
20 | πιεζόμενοι ἐκ τῆς πόλεως ἐξήγαγον· πάντα γὰρ ἡ τῆς περιστάσεως ἰδιότης ἠνάγκαζε πράττειν καὶ τῇ τῶν ἄλλων ἀπωλείᾳ τὴν ἰδίαν περιποιεῖσθαι σωτηρίαν. οἱ δὲ οἰκέται δεινῇ καὶ παρηλλαγμένῃ συμφορᾷ περιπεσόντες, ἀναχωρήσαντες τὴν τῶν δεσποτῶν ὠμό‐ τητα τῇ τῶν πολεμίων ἐπιεικείᾳ διωρθώσαντο. | |
25 | 451. Ὅτι τοὺς κύνας καὶ τἄλλα ζῶα οἱ Αἰσερνῖται ἐσιτοῦντο. πάντα γὰρ ἡ τῆς φύσεως ἀνάγκη παρὰ τὸ καθῆκον ποιεῖν ἠνάγ‐ καζε, βιαζομένη τὴν ἀπεγνωσμένην καὶ ἀσυνήθη τροφὴν προσ‐ | |
φέρεσθαι. | 398 | |
399 | 452. Ὅτι αἱ ἀνθρώπιναι ψυχαὶ μετέχουσι θείας τινὸς φύσεως ἐνίοτε προκαταμαντευόμεναι τὰ μέλλοντα, καὶ κατά τινας φυσικὰς εἰδωλοποιίας προορῶνται τὸ συμβησόμενον. ὅπερ ταῖς τῶν Πιν‐ νητῶν γυναιξὶ συνέβη γενέσθαι· προκατωδύροντο γὰρ τὴν ἐσομέ‐ | |
5 | νην συμφοράν. 453. Ὅτι τῶν Ἰταλιωτῶν τὰ τέκνα τῶν Πιννητῶν ἅπαντα πρὸ τῶν τειχῶν τῆς πόλεως ἀγαγόντων καὶ ἀπειλούντων ταῦτα κατα‐ σφάττειν, ἐὰν μὴ ἀποστῶσιν ἀπὸ Ῥώμης, οἱ Πιννῆται ἐγκαρτε‐ ροῦντες τοῖς δεινοῖς ἔδωκαν ἀπόκρισιν ὅτι τέκνων στερηθέντες | |
10 | ἕτερα ῥαδίως ποιήσουσιν, ἐὰν τηρήσωσι τὴν πρὸς Ῥωμαίους συμ‐ μαχίαν. 454. Ὅτι οἱ αὐτοὶ Ἰταλιῶται ἀπογνόντες τὴν ἐκ τῆς πειθοῦς σύλλυσιν ἐπετελέσαντο πρᾶξιν ὠμότητι διαφέρουσαν· προσαγα‐ γόντες γὰρ ἐγγὺς τοῦ τείχους τοὺς παῖδας προσέταττον τοῖς μέλ‐ | |
15 | λουσιν ἀναιρεῖσθαι δεῖσθαι τῶν πατέρων ἐλεῆσαι τοὺς ἐξ αὐτῶν γεγονότας καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνοντας ἐπικαλεῖ‐ σθαι τὸν πάντων ἐφορῶντα τὸν βίον τῶν ἀνθρώπων ἥλιον σῶσαι ψυχὰς νηπίων παίδων. 455. Τοιαῦτα γὰρ ἦν αὐτοῖς τὰ τῆς ψυχῆς παραστήματα κατὰ | |
20 | τοὺς ἀγῶνας ὥστε μηδεμίαν ὑπερβολὴν ἄλλοις ὑπολείπεσθαι κατὰ τὰς τῶν δεινῶν ὑπομονάς. πολλαπλασίων δὲ ὄντων τῶν πολιορ‐ κούντων τὸ τοῦ πλήθους ἐλλειπὲς τῇ τῆς ἀρετῆς ὑπερβολῇ προσ‐ ανεπλήρουν. 456. Ὅτι οἱ μὲν Ἰταλιῶται πολλάκις ὑπὲρ τῆς τῶν Ῥωμαίων | |
25 | ἡγεμονίας ἠγωνισμένοι λαμπρῶς, τότε περὶ τῆς ἰδίας κινδυνεύοντες ὑπερέβαλλον ταῖς ἀνδραγαθίαις τὰς προγεγενημένας νίκας, οἱ δὲ Ῥωμαῖοι πρὸς τοὺς πρότερον ὑποτεταγμένους αὐτοῖς ἀγωνιζόμενοι δεινὸν ἡγοῦντο φανῆναι τῶν ἡττόνων ἥττους. | |
457. Ὅτι ὁ δὲ Λαμπώνιος ὥρμησεν ἐπὶ τὸν Κράσσον, ὑπο‐ | 399 | |
400 | λαμβάνων προσήκειν μὴ τοὺς πολλοὺς ὑπὲρ τῶν ἡγεμόνων, ἀλλὰ τοὺς ἡγεμόνας ὑπὲρ τοῦ πλήθους διαγωνίζεσθαι. 458. Ὅτι οἱ Ῥωμαῖοι καὶ οἱ Ἰταλιῶται περὶ τῆς τῶν καρπῶν συγκομιδῆς διηγωνίζοντο. ἐπιθέσεων δὲ γενομένων καὶ συμπλο‐ | |
5 | κῶν ἀλληλοκτονοῦντες οὐ διέλιπον. μετὰ χεῖρας ἔχοντες τὸν θερι‐ ζόμενον στάχυν διεκρίνοντο πρὸς ἀλλήλους αἵματι περὶ τῆς ἀναγ‐ καίας τροφῆς. οὐδεὶς δὲ ἀνέμενε παράκλησιν ἡγεμόνος, ἀλλ’ ἡ φύσις αὐτὴ προετρέπετο πρὸς τὴν ἀλκὴν, προβάλλουσα τὴν τῆς ἐνδείας ἀνάγκην. ὑπέμενεν ἕκαστος εὐψύχως τὴν διὰ σιδήρου γινο‐ | |
10 | μένην τοῦ βίου καταστροφὴν, δεδιὼς τὸν ἐκ τῆς ἐνδείας θάνατον. 459. Ὅτι ὁ Μάριος εἰς τὸν κάμπον καθ’ ἡμέραν βαδίζων ἐγυμνάζετο πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας· ἔσπευδε γὰρ τὴν τοῦ γήρως ἀσθένειαν καὶ βραδυτῆτα τῇ καθ’ ἡμέραν ἀθλήσει καὶ φιλο‐ πονίᾳ πρὸς τοὐναντίον διορθώσασθαι. | |
15 | 460. Ὅτι ὁ περιμάχητος ἀνθρώποις πλοῦτος μεγάλαις περι‐ βάλλει συμφοραῖς ἐνίοτε τοὺς ἐπιθυμήσαντας αὐτοῦ μεταλαβεῖν· προτρεπόμενος γὰρ εἰς ἀδήλους καὶ παρανόμους πράξεις, καὶ χο‐ ρηγὸς γινόμενος πάσης ἀκρατοῦς ἡδονῆς, τοὺς ἄφρονας χωρεῖ πρὸς τὰ φαῦλα τῶν ἔργων. τοιγαροῦν ὁρᾶν ἔστι τοὺς τοιούτους αὐτοὺς | |
20 | μὲν τοῖς μεγίστοις ἀκληρήμασι περιπίπτοντας, ταῖς δὲ πόλεσι τῶν ἀτυχημάτων γινομένους αἰτίους. τοσαύτην ὁ χρυσὸς ἔχει δύ‐ ναμιν ἐπὶ κακῷ προτιμώμενος ἀφρόνως παρὰ ἀνθρώποις, οἵτινες διὰ τὴν ὑπερβολὴν τῆς πρὸς τοῦτον ἐπιθυμίας παρ’ ἕκαστα προ‐ φέρονται τούτους τοὺς στίχους τῶν ποιητῶν, | |
25 | ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς .... καὶ πάλιν, ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν, καὶ τὰ διὰ τῶν μελῶν πεποιημένα, | |
30 | ὦ χρυσέ, βλάστημα χθονός, οἷον ἔρωτα βροτοῖσι φλέγεις, πάντων κράτιστε, πάντων τύραννε. | |
πολεμοῦσι δ’ Ἄρεως | 400 | |
401 | κρείσσον’ ἔχων δύναμιν. πάντα θέλγεις· ἐπὶ γὰρ Ὀρφείαις μὲν ὠδαῖς εἵπετο δένδρεα καὶ θηρῶν ἀνόητα γένη, | |
5 | σοὶ δὲ καὶ χθὼν πᾶσα καὶ πόντος καὶ ὁ παμμήστωρ Ἄρης. καίτοι γε πόσῳ κρεῖττόν ἐστιν ἐκφέρεσθαι τῶν ποιημάτων τὰ τὴν ἐναντίαν ἔχοντα τούτοις παράκλησιν, πότνια σοφία, σύ μοι ἅνδανε· ὄλβου δ’ ἐμοὶ μὴ χρυσέου φαεννὰν | |
10 | ἀκτῖνα δαίμων διδοίη, πάρος σοφίας ἢ τυραννίδα. Διὸς ἀπωτάτω κεῖται καλὸς θησαυρὸς ὅτῳ προσέβα. 461. Ὅτι ἀπεστάλησαν πρεσβευταὶ πρὸς τὸν Κίνναν Ῥωμαίων | |
15 | περὶ συλλύσεως· οἷς ἀπόκρισιν ἔδωκεν ὡς ὕπατος ἐξεληλυθὼς [ὡς] οὐ προσεδέξατο τὴν ἐπάνοδον ἐν ἰδιώτου σχήματι ποιήσασθαι. 462. Ὅτι ὕστερον τοῦ Μετέλλου μεθ’ ἧς εἶχε δυνάμεως πλη‐ σιάσαντος τῇ τοῦ Κίννα παρεμβολῇ καὶ συνελθόντος εἰς λόγους συνεφώνησεν ὥστε στρατηγὸν εἶναι τὸν Κίνναν, καὶ πρῶτος ὁ | |
20 | Μέτελλος ὠνόμασε στρατηγόν. ἀμφότεροι δὲ ἐπὶ τοῖς πραχθεῖσι κατηγορίας ἠξιώθησαν. ὁ μὲν γὰρ Μάριος κατὰ πρόσωπον γενό‐ μενος ἔφησε δεῖν σχεδὸν ἤδη νενικηκότα μὴ καταλύειν τὴν δεδο‐ μένην αὐτοῖς ὑπὸ θεοῦ ἐξουσίαν· ὁ δὲ Μέτελλος ὡς ἀνέκαμψεν, εἰς μεγάλην ἦλθε διάστασιν πρὸς τὸν Ὀκταούιον, προδότης ὢν τῶν | |
25 | τε ὑπάτων καὶ τῆς πατρίδος. ὁ δὲ Ὀκταούιος οὐδενὶ τρόπῳ συγ‐ χωρήσειν ἑαυτὸν ἔφη καὶ τὴν Ῥώμην ὑπὸ τὴν Κίννου δεσποτείαν. καὶ γὰρ ἂν πάντες αὐτὸν καταλείπωσιν, ὅμως ἑαυτὸν διατηρήσειν ἄξιον τῆς ἡγεμονίας καὶ μετὰ τῶν τὰ αὐτὰ φρονούντων· ἐὰν δὲ ἀπογνῷ πάσας τὰς ἐλπίδας, ὑφάψειν μὲν τὴν ἰδίαν οἰκίαν, συγ‐ | |
30 | κατακαύσειν δὲ αὑτὸν μετὰ τῆς οἰκείας οὐσίας καὶ τὸν μετ’ ἐλευ‐ | |
θερίας θάνατον εὐγενῶς ἀναδέξασθαι. | 401 | |
402 | 463. Ὅτι ἐπὶ ταῖς τῶν πολιτῶν σφαγαῖς καὶ ταῖς ὑπὲρ ἄν‐ θρωπον παρανομίαις ταχέως ἐκ θεῶν τις Κίννᾳ καὶ Μαρίῳ ἠκο‐ λούθησε νέμεσις. Σύλλας γάρ, εἷς ἐκ τῶν ἐχθρῶν ὑπολειφθείς, περὶ τὴν Βοιωτίαν τὰς Μιθριδάτου δυνάμεις κατακόψας καὶ τὰς | |
5 | Ἀθήνας ἐκπολιορκήσας, εἶτα Μιθριδάτην σύμμαχον ποιησάμενος καὶ παραλαβὼν αὐτοῦ τὸν στόλον ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν. ἐν ἀκαρεῖ δὲ χρόνῳ κατακόψας τὰς περὶ Κίνναν καὶ Μάριον δυνά‐ μεις κύριος ἐγένετο πάσης Ῥώμης καὶ Ἰταλίας, καὶ πάντας τοὺς μετὰ Κίννα μιαιφονήσαντας ἀπέσφαξεν, καὶ τὴν Μαριανὴν συγ‐ | |
10 | γένειαν ἐκ βάθρων ἦρε. διὸ καὶ πολλοὶ τῶν μετρίων ἀνδρῶν τὴν τῶν προκαταρξάντων τῆς μιαιφονίας τιμωρίαν εἰς τὴν τῶν θεῶν πρόνοιαν ἀνέπεμπον· κάλλιστον γὰρ .... τοῖς ἀσεβῆ βίον αἱρου‐ μένοις πρὸς διόρθωσιν κακίας ἀπελέλειπτο. 464. Ὅτι ὁ Φιβρῖνος τὴν ἐπαρχίαν ἐν ὀλίγῳ χρόνῳ τοσούτοις | |
15 | περιέβαλεν ἀτυχήμασιν ὅσοις εἰκὸς ἦν περιβαλεῖν ἐξουσίαν τοῦ πράττειν ὃ βούλεται τηλικαύτῃ δυσσεβείᾳ περιπεποιημένον. τὴν γὰρ Φρυγίαν κατασύρων πρηστῆρος τρόπον ἐπὶ τῇ τῶν περι‐ πεσόντων περιτροπῇ ἁπάσης πόλεως κατέσκηπτε. ὁ δὲ στερήσας ἑαυτὸν τοῦ ζῆν μιᾷ τελευτῇ πολλῶν θανάτων ἐχρεοκόπησεν ὀφει‐ | |
20 | λήματα. 465. Ὅτι Γναῖος Πομπήιος καλὰς ἀμοιβὰς τῆς ἀρετῆς ἀπε‐ νεγκάμενος καὶ τοῦ πρωτείου τυχὼν διὰ τὴν ἀνδρείαν, ἀκολούθως τοῖς ὑπηρετουμένοις τὰ μετὰ ταῦτα ἔπραξε καὶ τὴν περὶ αὑτὸν αὔξησιν διὰ γραμμάτων ἐδήλωσε τῷ Σύλλᾳ. ὁ δὲ πολλῶν ἄλλων | |
25 | θαυμάσας τὸν νεανίσκον, τοῖς μετ’ αὐτοῦ συγκλητικοῖς ἐπέπληττε παρονειδίζων ἅμα καὶ προκαλούμενος πρὸς τὸν ὅμοιον ζῆλον· θαυμάζειν γὰρ ἔφησεν εἰ νέος μὲν παντελῶς τηλικούτων στρατευ‐ | |
μάτων πολεμίων ἀφήρπακεν, οἱ δὲ τῇ τε ἡλικίᾳ καὶ τοῖς ἀξιώ‐ | 402 | |
403 | μασι πολὺ προέχοντες οὐδὲ τοὺς ἰδίους οἰκέτας εἰς συμμαχίαν γνησίαν δεδύνηνται παρέχεσθαι. 466. Ὅτι τὸν Ἀδριανὸν τὸν στρατηγὸν τῆς Ἰτύκης ζῶντα ἔκαυσαν οἱ Ἰτυκηνοί. τὸ δὲ πραχθὲν καίπερ ὂν δεινὸν οὐκ ἔτυχε | |
5 | κατηγορίας διὰ τὴν τοῦ παθόντος κακίαν. 467. Ὅτι τῷ Μαρίῳ τῷ υἱῷ Μαρίου ὑπατεύσαντι οὐκ ὀλίγοι καὶ τῶν κατὰ νόμον τετελεκότων τὴν στρατείαν ἐθελοντὴν ἔσπευ‐ σαν τῶν νεανικῶν κοινωνῆσαι τῶν κατὰ τὸν πόλεμον ἀγώνων, καὶ πρεσβύτεροι ταῖς ἡλικίαις ὄντες ἐνδείξασθαι τοῖς νεωτέροις ὅ,τι | |
10 | δύναται πολεμικῶν ἔργων μελέτη καὶ συνήθεια παρατάξεων καὶ τῶν ἄλλων τῶν ἐν τῷ πολέμῳ δεινῶν. 468. Ἔλεγχοι πικροὶ καὶ κατὰ πόλιν καὶ 〈κατ’〉 ἔθνος καὶ ποι‐ κίλαι πεῖραι προσήγοντο τοῦ γνωσθῆναι πῶς ἔχουσι πρὸς αὐτούς. ἠναγκάζοντο γὰρ διὰ τῆς ὑποκρίσεως πρὸς ἀμφοτέρους τοῖς προσ‐ | |
15 | ποιήμασι μετοκλάζειν καὶ πρὸς τοὺς ἀεὶ παρόντας ἀπονεύειν. τῶν γὰρ ἀντιπολεμούντων οἱ πρὸς τὴν στρατολογίαν ἀποδεδειγ‐ μένοι καὶ κατὰ πρόσωπον παρόντες καὶ πρὸς ἀλλήλους διαφιλο‐ τιμούμενοι τοῖς ἀκριβεστάτοις ἐλέγχοις φανερὰν ἐποίουν τὴν τῶν πόλεων κρίσιν. | |
20 | 469. Ὅτι Μάριος διὰ τὴν σπάνιν τῶν ἀναγκαίων ὑπὸ τῶν στρατιωτῶν κατελέλειπτο, μόνος δὲ Μάρκος Περπέννας ὁ τῆς Σι‐ κελίας στρατηγός, διαπεμπομένου πρὸς αὐτὸν Σύλλα καὶ παρα‐ καλοῦντος μετ’ αὐτοῦ τάττεσθαι, τοσοῦτον ἀπέσχε τοῦ πειθαρχεῖν ὥστε μὴ μόνον διατηρῆσαι τὴν πρὸς Μάριον εὔνοιαν, ἀλλὰ καὶ | |
25 | μετ’ ἀνατάσεως ἀποφῆναι ὅτι παντὶ σθένει διαβὰς ἐκ τῆς Σικε‐ λίας ἐξαρπάσει τὸν Μάριον ἐκ τοῦ Πραινεστοῦ. | |
470. Ὁ δὲ οὐκ ἔφθασε προσπεσεῖν, ἐπείτοι γε χάριν τῆς τῶν | 403 | |
404 | διωκόντων ὠμότητος καὶ πρὸς αὐτοῖς τοῖς ἀδύτοις μιαιφονηθεὶς ἀπέσβεσεν ἂν τῷ αἵματι τὸ ἀκοιμήτῳ δεισιδαιμονίᾳ τηρούμενον πῦρ ἐξ αἰῶνος. 471. Ὅτι ὁ τῶν ἀγαθῶν ἀνδρῶν ἔπαινος καὶ ἡ τῶν πονηρῶν | |
5 | βλασφημία μάλιστα δύνανται πρὸς τὰ καλὰ τῶν ἔργων τοὺς ἀν‐ θρώπους χειραγωγεῖν. 472. Ἄνδρας δυναμένους βουλεύσασθαι καλῶς καὶ τὰ κριθέντα ἀγαγεῖν εἰς συντέλειαν. 473. Ὅτι ὁ Σπάρτακος ὁ βάρβαρος εὐεργετηθεὶς παρά τινος | |
10 | εὐχάριστος ἐφάνη πρὸς αὐτόν· αὐτοδίδακτος γὰρ καὶ παρὰ τοῖς βαρβάροις ἡ φύσις πρὸς ἀμοιβὴν χάριτος τοῖς εὐεργέταις. 474. Ὅτι ἡ διὰ τῶν ὅπλων νίκη κοινὴν ἔχει τοῖς ἡγεμόσι καὶ τοῖς στρατιώταις τὴν εὐημερίαν, τὰ δὲ διὰ τῆς στρατηγικῆς συν‐ έσεως γινόμενα κατορθώματα μόνῳ προσάπτεται τῷ ἡγεμόνι. | |
15 | 475. Ἀκατάσχετος γάρ τις ὁρμὴ τοῖς βαρβάροις ἐνέπεσε τῆς πρὸς τοὺς Ῥωμαίους ἀποστάσεως. 476. Ὅτι ὡς ἐπίπαν αἱ τῶν ἄλλων συμφοραὶ νουθετοῦσι τοὺς ἐν τοῖς ὁμοίοις κινδύνοις ὑπάρχοντας. 477. Ὅτι περὶ Δαμασκὸν τῆς Συρίας διατρίβοντος Πομπηίου | |
20 | ἧκε πρὸς αὐτὸν Ἀριστόβουλος ὁ τῶν Ἰουδαίων βασιλεὺς καὶ Ὑρκα‐ νὸς ὁ ἀδελφὸς ἀμφισβητοῦντες περὶ τῆς βασιλείας. οἱ δὲ ἐπι‐ φανέστατοι πλείους ὄντες τῶν διακοσίων κατήντησαν πρὸς τὸν αὐτοκράτορα, καὶ ἀπεφήναντο τοὺς προγόνους ἑαυτῶν ἀφεστηκότας τοῦ ἱεροῦ πεπρεσβευκέναι πρὸς τὴν σύγκλητον, καὶ παρειληφέναι | |
25 | τὴν προστασίαν τῶν Ἰουδαίων ἐλευθέρων καὶ αὐτονόμων, οὐ βασι‐ | |
λέως χρηματίζοντος ἀλλ’ ἀρχιερέως προεστηκότος τοῦ ἔθνους. | 404 | |
405 | τούτους δὲ νῦν δυναστεύειν καταλελυκότας τοὺς πατρίους νόμους καὶ καταδεδουλῶσθαι τοὺς πολίτας ἀδίκως· μισθοφόρων γὰρ πλή‐ θει καὶ αἰκίαις καὶ πολλοῖς φόνοις ἀσεβέσι περιπεποιῆσθαι τὴν βασιλείαν. ὁ δὲ περὶ μὲν τῶν ἀμφισβητήσεων εἰς ὕστερον ὑπερ‐ | |
5 | εβάλετο καιρόν, περὶ δὲ τῆς παρανομίας τῶν Ἰουδαίων καὶ τῶν εἰς Ῥωμαίους ἀδικημάτων πικρῶς ἐπιτιμήσας τοῖς περὶ τὸν Ὑρκα‐ νὸν ἀξίους μὲν αὐτοὺς ἔφησεν εἶναι καὶ μείζονος καὶ πικροτέρας ἐπιστροφῆς, ὅμως δὲ διὰ τὴν πάτριον ἐπιείκειαν τῶν Ῥωμαίων, εἰ ἀπὸ τῆς νῦν πείθωνται, συγγνώμης αὐτοὺς ἀξιώσειν. | |
10 | 478. Ὅτι ὁ Πομπήιος τὰς ἰδίας πράξεις ἃς συνετέλεσεν ἐπὶ τῆς Ἀσίας ἀναγράψας ἀνέθηκεν, ὧν ἐστιν ἀντίγραφον τόδε· Πομ‐ πήιος Γναίου υἱὸς μέγας αὐτοκράτωρ τὴν παράλιον τῆς οἰκου‐ μένης καὶ πάσας τὰς ἐντὸς Ὠκεανοῦ νήσους ἐλευθερώσας τοῦ πειρατικοῦ πολέμου, ὁ ῥυσάμενός ποτε πολιορκουμένην τὴν Ἀριο‐ | |
15 | βαρζάνου βασιλείαν, Γαλατίαν τε καὶ τὰς ὑπερκειμένας χώρας καὶ ἐπαρχίας, Ἀσίαν, Βιθυνίαν, ὑπερασπίσας δὲ Παφλαγονίαν τε καὶ τὸν Πόντον, Ἀρμενίαν τε καὶ Ἀχαΐαν, ἔτι δὲ Ἰβηρίαν, Κολχίδα, Μεσοποταμίαν, Σωφηνήν, Γορδυηνήν, ὑποτάξας δὲ βασιλέα Μήδων Δαρεῖον, βασιλέα Ἀρτώλην Ἰβήρων, βασιλέα Ἀριστόβουλον Ἰου‐ | |
20 | δαίων, βασιλέα Ἀρέταν Ναβαταίων [βασιλέα] Ἀράβων, καὶ τὴν κατὰ Κιλικίαν Συρίαν, Ἰουδαίαν, Ἀραβίαν, Κυρηναϊκὴν ἐπαρχίαν, Ἀχαιούς, Ἰοζυγούς, Σολνούς, Ἡνιόχους καὶ τὰ λοιπὰ φῦλα μεταξὺ Κολχίδος καὶ Μαιώτιδος λίμνης τὴν παράλιον διακατέχοντα καὶ τοὺς τούτων βασιλεῖς ἐννέα τὸν ἀριθμὸν καὶ πάντα τὰ ἔθνη τὰ | |
25 | ἐντὸς τῆς Ποντικῆς καὶ τῆς Ἐρυθρᾶς θαλάσσης κατοικοῦντα, καὶ τὰ ὅρια τῆς ἡγεμονίας τοῖς ὅροις τῆς γῆς προσβιβάσας, καὶ τὰς | |
προσόδους Ῥωμαίων φυλάξας, ἃς δὲ προσαυξήσας, τούς τε ἀν‐ | 405 | |
406 | δριάντας καὶ τὰ λοιπὰ ἀφιδρύματα τῶν θεῶν καὶ τὸν λοιπὸν κόσ‐ μον τῶν πολεμίων ἀφελόμενος ἀνέθηκε τῇ θεῷ χρυσοῦς μυρίους καὶ δισχιλίους ἑξήκοντα, ἀργυρίου τάλαντα τριακόσια ἑπτά. 479. Ὅτι Λεύκιος Σέργιος ὁ ἐπικαλούμενος Κατιλίνας κατά‐ | |
5 | χρεως γεγονὼς ἀπόστασιν ἐμελέτησεν. ὁ δὲ Μάρκος ὁ Κικέρων ὁ ὕπατος λόγον διετίθετο περὶ τῆς προσδοκωμένης ταραχῆς. καὶ κληθέντος Κατιλίνα καὶ τῆς κατηγορίας κατὰ πρόσωπον γινομένης ὁ Κατιλίνας κατ’ οὐδένα τῶν τρόπων ἔφησεν ἑαυτοῦ καταγνώσε‐ σθαι φυγὴν ἑκούσιον καὶ ἄκριτον. ὁ δὲ Κικέρων ἐπηρώτησε τοὺς | |
10 | συγκλητικοὺς εἰ δοκεῖ μεταναστῆναι τὸν Κατιλίναν ἐκ τῆς πόλεως. σιωπώντων δὲ τῶν πολλῶν διὰ τὴν κατὰ πρόσωπον ἐντροπήν, δι’ ἑτέρου τρόπου καθάπερ ἐλέγξαι τὴν σύγκλητον ἀκριβῶς βουλό‐ μενος τὸ δεύτερον ἐπηρώτησε τοὺς συνέδρους εἰ κελεύουσι Κόιντον Κάτλον ἐκ τῆς Ῥώμης μεταστήσεσθαι. μιᾷ δὲ φωνῇ πάντων ἀνα‐ | |
15 | βοησάντων μὴ δοκεῖν καὶ δυσχεραινόντων ἐπὶ τῷ πάλιν ῥηθέντι ἐπὶ τὸν Κατιλίναν, ἔφησεν, ὅταν τινὰ μὴ νομίσωσιν εἶναι ἐπιτή‐ δειον φυγῆς, μεθ’ ὅσης κραυγῆς ἀντιλέγουσιν· ὥστε εἶναι φανερὸν ὅτι διὰ τῆς σιωπῆς ὁμολογοῦσι φυγήν. ὁ δὲ Κατιλίνας εἰπὼν ὅτι βουλεύσεται καθ’ ἑαυτὸν ἀνεχώρησεν. | |
20 | 480. Ὅτι κατὰ τὴν παροιμίαν τῷ πλείονι πολέμιον καθίστα‐ ται τοὔλαττον. 481. Ὅτι τῶν βίβλων τινὲς πρὸ τοῦ διορθωθῆναι καὶ τὴν ἀκριβῆ συντέλειαν λαβεῖν κλαπεῖσαι προεξεδόθησαν, οὔπω συνευ‐ αρεστουμένων ἡμῶν τῇ γραφῇ· ἃς ἡμεῖς ἀποποιούμεθα. ἵνα δὲ | |
25 | αὗται φανεραὶ γενόμεναι μὴ λυμαίνωνται τὴν ὅλην ἐπιβολὴν τῆς ἱστορίας, ἐκρίναμεν δεῖν τὸν ἐλέγχοντα λόγον τὴν ἄγνοιαν ἐκθέ‐ σθαι. ἐν τεσσαράκοντα γὰρ βίβλοις περιειληφότες τὴν πραγμα‐ | |
τείαν ἐν μὲν 〈ἓξ〉 ταῖς πρώταις ἀνεγράψαμεν τὰς πρὸ τῶν Τρωι‐ | 406 | |
407 | κῶν πράξεις τε καὶ μυθολογίας, καὶ τοὺς χρόνους ἐν ταύταις ἐπ’ ἀκριβείας οὐ διωρισάμεθα διὰ τὸ μηδὲν παράδειγμα περὶ τούτων | |
παρει..... | 407 | |
408(t) | Excerpta e Cassio Dione | |
1 | 1. ... πάντα ὡς εἰπεῖν τὰ περὶ αὐτῶν τισι γεγραμμένα, συνέγραψα δὲ οὐ πάντα ἀλλ’ ὅσα ἐξέκρινα. μὴ μέντοι μηδ’ ὅτι κεκαλλιεπημένοις, ἐς ὅσον γε καὶ τὰ πράγματα ἐξεπέτρεψε, λόγοις κέχρημαι, ἐς τὴν ἀλήθειαν αὐτῶν διὰ τοῦτό τις ὑποπτεύσῃ, ὅπερ | |
5 | ἐπ’ ἄλλων τινῶν συμβέβηκεν· ἐγὼ γὰρ ἀμφότερα, ὡς οἷόν τε ἦν, ὁμοίως ἀκριβῶσαι ἐσπούδασα. ἄρξομαι δὲ ὅθενπερ τὰ σαφέστατα τῶν περὶ τήνδε τὴν γῆν, ἣν κατοικοῦμεν, συμβῆναι λεγομένων παρελάβομεν. 2. Τὴν χώραν ταύτην, ἐν ᾗ τὸ τῶν Ῥωμαίων ἄστυ πεπόλι‐ | |
10 | σται ... 3. Ὅτι περὶ Τυρσηνῶν φησὶν ὁ Δίων· ταῦτα γὰρ καὶ προσ‐ ῆκεν ἐνταῦθα τοῦ λόγου περὶ αὐτῶν γεγράφθαι· ἑτέρωθι καὶ ἄλλο τι καὶ αὖθις αὖ ἕτερον, ὅτῳ ποτ’ ἂν ἡ διέξοδος τῆς συγγραφῆς τὸ λιπαρὸν εὐτρεπίζουσα προστύχῃ, κατὰ καιρὸν εἰρήσεται. τὸ | |
15 | αὐτὸ τοῦτο καὶ περὶ τῶν ἄλλων τῶν ἀναγκαίων ἀρκούντως ἔχοντες τὰ μὲν γὰρ τῶν Ῥωμαίων πάντα κατὰ δύναμιν ἐπέξειμι, τῶν δὲ δὴ λοιπῶν τὰ πρόσφορα αὐτοῖς μόνα γεγράψεται. 4. ... (οὐ γὰρ ἔστιν οὔτε προϊδέσθαι πάντα ἀνθρώπῳ ὄντι οὔτ’ ἀποτροπὴν τῶν ἀναγκαίως ἐσομένων εὑρεῖν·) τιμωρούς τινας | |
20 | τῆς ἀδικίας αὐτοῦ ἐκ τῆς κόρης ἐκείνης γεννηθῆναι. | 408 |
409 | 5. Ὅτι στασιάσαντες πρὸς ἀλλήλους Ῥέμος καὶ Ῥωμύλος ἔκ‐ δηλον ἐποίησαν ὅτι τινὲς καὶ πάνυ ἀσφαλέστερον τοὺς κινδύνους τῶν εὐτυχιῶν συνδιαφέρουσι. 6. Καὶ αὐτοί τε ἐξέμαθον καὶ τοὺς ἄλλους ἐξεδίδαξαν ὅτι | |
5 | οὔθ’ οἱ τιμωρούμενοί τινας κατορθοῦσι πάντως, ὅτι προηδίκην‐ ται, οὔθ’ οἱ παρὰ τῶν κρειττόνων ἀπαιτοῦντές τινα ἀπολαμβά‐ νουσιν αὐτά, ἀλλὰ πολλάκις καὶ τὰ λοιπὰ προσαπολλύουσιν. 7. Ὅτι ἡ Ἑρσιλία καὶ αἱ ἄλλαι ὁμόφυλοι γυναῖκες τηρήσασαί ποτε ἀντιπαρατεταγμένους σφᾶς κατέδραμον ἀπὸ τοῦ Παλατίου | |
10 | μετὰ τῶν παιδίων (ἤδη γάρ τινα ἐγεγέννητο), καὶ ἐς τὸ μεταίχμιον ἐξαπίνης εἰσπεσοῦσαι πολλὰ καὶ οἰκτρὰ καὶ εἶπαν καὶ ἐποίησαν· τοτὲ μὲν γὰρ πρὸς τούτους τοτὲ δὲ πρὸς ἐκείνους βλέπουσαι „τί ταῦτα“ ἔφασαν „ποιεῖτε, πατέρες; τί ταῦτα, ἄνδρες; μέχρι ποῦ μαχεῖσθε; μέχρι ποῦ μισήσετε ἀλλήλους; καταλλάγητε τοῖς γαμ‐ | |
15 | βροῖς, καταλλάγητε τοῖς πενθεροῖς. φείσασθε πρὸς τοῦ Πανὸς τῶν τέκνων, φείσασθε πρὸς τοῦ Κυρίνου τῶν ἐκγόνων. ἐλεήσατε τὰς θυγατέρας, ἐλεήσατε τὰς γυναῖκας· ὡς εἴγε ἀκαταλλάκτως ἔχετε καί τις ὑμᾶς σκηπτὸς μανίας εἰσπεσὼν οἰστρεῖ, ἡμᾶς τε, δι’ ἃς μάχεσθε, προαποκτείνατε, καὶ τὰ παιδία ταῦτα, ἃ μισεῖτε, προ‐ | |
20 | αποσφάξατε, ἵνα μηδὲν ἔτι μήτ’ ὄνομα μήτε σύνδεσμον συγγενείας πρὸς ἀλλήλους ἔχοντες κερδάνητε τὸ μέγιστον τῶν κακῶν, τὸ τούς τε πάππους τῶν παίδων καὶ τοὺς πατέρας τῶν ἐκγόνων φονεύειν.“ ταῦτά τε ἔλεγον καὶ τὰ ἱμάτια καταρρηξάμεναι, τούς τε μαστοὺς καὶ τὰς γαστέρας γυμνώσασαι, αἱ μὲν αὐταὶ τοῖς ξίφεσί σφων | |
25 | ἐνεχρίμπτοντο, αἱ δὲ καὶ τὰ παιδία αὐτοῖς προσερρίπτουν, ὥστε ἐκείνους καὶ ἐξ ὧν ἤκουον καὶ ἐξ ὧν ἑώρων κλαῦσαι καὶ τῆς τε μάχης ἐπισχεῖν καὶ ἐς λόγους αὐτοῦ, ὥσπερ εἶχον, ἐν τῷ κομιτίῳ δι’ αὐτὸ τοῦτο κληθέντι συνελθεῖν. 8. Πολὺ γὰρ δὴ διαφέρει ἐκ καινῆς τινας κατασταθῆναι ἢ | |
30 | καὶ πρότερον οὔσας ἐπικληθῆναι. 9. Ὅτι ὁ Ῥωμύλος πρὸς τὴν γερουσίαν τραχύτερον διέκειτο | |
καὶ τυραννικώτερον αὐτῇ προσεφέρετο καὶ τοὺς ὁμήρους τοῖς Βιέν‐ | 409 | |
410 | ταις ... καθ’ ἑαυτὸν καὶ οὐκ ἀπὸ κοινῆς γνώμης, ὥσπερ τὰ πολλὰ ἐγίγνετο· ἀγανακτοῦντάς τε ἐπὶ τούτῳ αἰσθόμενος ἄλλα τε ἐπαχθῆ καὶ τέλος εἶπεν ὅτι „ἐγὼ ὑμᾶς, ὦ πατέρες, ἐξελεξάμην οὐχ ἵνα ὑμεῖς ἐμοῦ ἄρχητε, ἀλλ’ ἵνα ἐγὼ ὑμῖν ἐπιτάττοιμι.“ | |
5 | 10. Ἐπειδὴ γὰρ εὖ ἠπίστατο τοὺς πολλοὺς τῶν ἀνθρώπων τὸ μὲν ὁμοφυές σφισι καὶ σύννομον ἐν ὀλιγωρίᾳ ὡς μηδὲν βέλτιον ἑαυτῶν ὂν ποιουμένους, τὸ δὲ ἀφανὲς καὶ ἀλλοῖον ὡς καὶ κρεῖσσον πίστει τοῦ θείου θεραπεύοντας, χωρίον τέ τι ταῖς Μούσαις ἱέρωσεν ... | |
10 | 11. Ὅτι ὅ τε Τοῦλλος καὶ ὁ Μέττιος οὐδέτεροι συνεχώρουν τὴν μετανάστασιν, ἀμφότεροι δὲ τὰ σφέτερα περιέστελλον· ὅ τε γὰρ Τοῦλλος πρός τε τὴν φήμην τὴν περὶ Ῥωμύλου καὶ πρὸς τὴν δύναμιν τὴν παροῦσαν καὶ ὁ Φουφήτιος πρός τε τὴν ἀρχαιότητα τῆς Ἄλβης καὶ ὅτι καὶ μητρόπολις ἄλλων τε πολλῶν καὶ αὐτῶν | |
15 | τῶν Ῥωμαίων ἦν, ἐπαιρόμενοι μικρὸν οὐδὲν ἐφρόνουν. δι’ οὖν ταῦτα τῆς ἀμφισβητήσεως ἐκείνης ἀπέστησαν, περὶ δὲ τῆς ἡγε‐ μονίας διηνέχθησαν· ἀστασια... γὰρ ἐπὶ τοῖς ἴσοις ἀσφαλῶς συμβῆναι σφας ...ρωνιον ἐκ τῆς ἐμφύτου τοῖς ἀνθρώποις πρός τε τὸ ὅμοιον φιλονεικίας καὶ πρὸς τὸ ἄρχειν ἑτέρων ἐπιθυμίας. | |
20 | πολλάς τε καὶ περὶ τούτου δικαιώσεις ἀλλήλοις προσήνεγκον, εἴ πως ἐκείνης γε οἱ ἕτεροι ὁποτεροιοῦν ἐθελούσιοι τοῖς ἑτέροις παραχωρήσειαν. οὐδὲν ἐπέραναν, ἀλλ’ ὑπὲρ αὐτῆς ἀγωνίσασθαι συνέθεντο. 12. Ὅτι συνεὶς ὁ Μάρκιος ὡς τοῖς βουλομένοις εἰρηνεῖν οὐκ | |
25 | ἐξαρκεῖ τὸ μηδὲν ἀδικεῖν, οὐδέ ἐστι τὸ ἄπραγμον ἄνευ τοῦ δρα‐ στηρίου σωτήριον, ἀλλ’ ὅσῳ τις αὐτοῦ ὀριγνᾶται, εὐεπιθετώτερος | |
τοῖς πολλοῖς γίγνεται, μετεβάλετο· οὔτε γὰρ τὸ ἐπιθυμοῦν ἡσυ‐ | 410 | |
411 | χίας ἰσχυρὸν πρὸς φυλακὴν ἄνευ τῶν πρὸς τὸν πόλεμον παρα‐ σκευῶν ἑώρα ὄν, καὶ τὸ τερπνὸν τῆς ἀπραγμοσύνης τάχιστα καὶ ῥᾷστα τοῖς πέρα τοῦ καιροῦ σπουδάζουσιν αὐτὴν ἀπολλύμενον ᾐσθάνετο. καὶ διὰ ταῦτα καὶ καλλίω καὶ ἀσφαλεστέραν καὶ παρα‐ | |
5 | σκευὴν καὶ φροντίδα τῆς εἰρήνης τὸν πόλεμον νομίσας εἶναι, πάνθ’ ὅσα παρ’ ἑκόντων τῶν Λατίνων μηδέν σφας ἀδικῶν οὐκ ἠδυνήθη κομίσασθαι, παρὰ ἀκόντων στρατεύσας ἀπέλαβεν. 13. Ὅτι Λούκιος Ἰούνιος, ἀδελφῆς Ταρκυνίου παῖς, φοβηθεὶς ἐπειδὴ τόν τε πατέρα αὐτοῦ ἀπεκτόνει καὶ προσέτι καὶ τὰς οὐσίας | |
10 | αὐτῶν ἀφῄρητο, μωρίαν προσεποιήσατο, εἴ πως αὐτός γε περι‐ γένοιτο· καὶ γὰρ εὖ ἠπίστατο ὅτι πᾶν τὸ ἔμφρον, ἄλλως τε καὶ ὅταν ἐν λαμπρότητι γένους ᾖ, δι’ ὑποψίας τοῖς τυραννοῦσι γίγ‐ νεται. καὶ ἐπειδή γε ἅπαξ ἐπὶ τοῦτο ὥρμησεν, ἀκριβέστατα αὐ‐ τὴν ὑπεκρίνετο, καὶ διὰ τοῦτο καὶ Βροῦτος ἐκλήθη· τοὺς γὰρ εὐ‐ | |
15 | ήθεις οὕτω πως οἱ Λατῖνοι προσηγόρευον. τῷ τε Τίτῳ καὶ Ἀρροῦντι ὥσπερ τι ἄθυρμα συμπεμφθεὶς βακτηρίαν τινὰ ἀνάθημα τῷ θεῷ φέρειν ἔλεγεν, μηδὲν μέγα ὅσα γε ἰδεῖν ἔχουσαν. 14. Ὅτι τοῦ Βρούτου τό τε δῶρον τοῦτ’ ἔστι τὴν βακτηρίαν ἔσκωπτον, καὶ ὅτι τοῦ θεοῦ τοῖς θεωροῖς περὶ τῆς τοῦ πατρὸς | |
20 | βασιλείας, ὅστις αὐτὴν διαδέξεται ἐπερωτήσασι, θεσπίσαντος τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος τὸ τῶν Ῥωμαίων ἕξειν, τὴν γῆν ὡς καὶ καταπεσὼν ἄλλως κατεφίλησε, νομίσας αὐτὴν μη‐ τέρα ἁπάντων τῶν ἀνθρώπων εἶναι. 15. Ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς μεταχειρί‐ | |
25 | ζοντας αὐτὰ κρίνουσι καὶ ὁποίους ἂν τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα νομίζουσιν εἶναι. 16. Πᾶν γάρ τις τὸ ἀπειρότατον πρὸ τοῦ κατεγνωσμένου προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα παρὰ τὸ μεμισημένον ἤδη ποιούμενος. | |
30 | 17. Πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι, μάλιστα | |
δὲ αἱ ἐν ταῖς πολιτείαις πλεῖστα δὴ καὶ μέγιστα καὶ ἰδιώτας καὶ | 411 | |
412 | πόλεις βλάπτουσι. διὸ οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλτιστα ᾖ, ἀξιοῦσιν ἐμμένειν ἢ μεταλαμβάνοντες ἄλλοτε ἄλλα ἀεὶ πλανᾶσθαι. 18. Ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς τὰς τύχας | |
5 | ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ παρόντα αὐτοῖς ᾖ, τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν. 19. Ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς μόνον ἀλλὰ καὶ ἐπιστήμης καὶ συνηθείας, εἴπερ τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. πολλοὶ | |
10 | γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες οὐκ ἤνεγκαν τὴν μετεώρισιν, ἀλλ’ αὐτοί τε καταπεσόντες ὑπ’ ἐκπλήξεως ἔπται‐ σαν καὶ τὰ τῶν ἀρχομένων πάντα συνηλόησαν. 20. Καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε, ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες ἀπατηθῆτε· τὰ μὲν γὰρ | |
15 | ἀνόσια ἔργα ἀπὸ γνώμης ἀληθοῦς ἑκάστῳ γίνεται, συλλαβὰς δ’ ἄν τις εὐπρεπεῖς συμπλάσειεν· καὶ διὰ τοῦτ’ ἀφ’ ὧν ἐποίησέ τις, ἀλλ’ οὐκ ἀφ’ ὧν φησὶ ποιήσειν, κρίνεται. 21. Ὅτι Οὐαλέριον τὸν συνάρχοντα Βρούτου, καίπερ δημοτι‐ κώτατον ἀνδρῶν γενόμενον, ὅμως αὐτοεντίᾳ μικροῦ ὁ ὅμιλος κατε‐ | |
20 | χρήσατο· ἐπιθυμεῖν γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. καὶ ἐφό‐ νευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας ἐθώπευσεν. εἰσελθὼν γὰρ ἐς τὴν ἐκκλησίαν τάς τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους σφίσι περιεῖλε· σχηματίσας δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐς τὸ ταπεινότατον | |
25 | ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε καὶ κατεδάκρυσεν, ἐπεὶ δὲ καὶ ἐφθέγ‐ ξατό ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων εἶπεν. [ΤΕΘΕΙΤΑΙ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ]. 22. Ὅτι τὸ κρύφιον τῶν βουλευμάτων καὶ τὸ καίριον τῶν πράξεων, τό τε ἰδιοβουλεῖν τινα καὶ τὸ μήτ’ ἀναχώρησιν ἐς μηδένα | |
30 | ἄλλον μηδεμίαν ἔχειν καὶ τῶν συμβαινόντων αὐτὸν ἐφ’ ἑκάτερα τὴν αἰτίαν λαμβάνειν, μέγα μέρος ἐς τὸ κατορθωθῆναί τι συμβάλλεται. | |
23. Πρὸς στάσεις ἐτράποντο. αἴτιον δ’ ὅτι οἵ τε ἰσχύοντες | 412 | |
413 | τοῖς χρήμασιν ἐν πᾶσι τῶν καταδεεστέρων ὡς καὶ βασιλεύοντές σφων προέχειν ἐβούλοντο, καὶ οἱ ἀσθενέστεροι οὐδὲν αὐτοῖς οὐδὲ σμικρὸν ὡς καὶ ἰσονομούμενοι πειθαρχεῖν ἤθελον, ἀλλ’ οἱ μὲν ἄπληστοι τῆς ἐλευθερίας ὄντες καὶ ταῖς οὐσίαις ταῖς ἐκείνων, οἱ | |
5 | δὲ ἀκρατῶς τῆς τιμήσεως ἔχοντες καὶ τοῖς σώμασι τοῖς τούτων ἐχρῶντο· καὶ οὕτως ἐξ ὧν πρότερον τὰ πρόσφορα ἀνθυπουρ‐ γοῦντες ἀλλήλοις συνεφρόνουν, καταλύσαντες οὐκέτι τὸ οἰκεῖον ἀπὸ τοῦ ὀθνείου διέκρινον, ἀλλὰ τό τε μέτριον ἀμφότεροι ὑπερορῶντες καὶ τὸ ἄκρον οἱ μὲν τῆς ἐπιτάξεως οἱ δὲ τῆς οὐκ ἐθελοδουλείας | |
10 | προτιμῶντες, οὔτε ἐκεῖνα κατειργάσαντο καὶ πολλὰ καὶ ἄτοπα τὰ μὲν ἀμυνόμενοι τὰ δὲ καὶ προκαταλαμβάνοντες ἀλλήλους ἔδρασαν, ὥστ’ αὐτοὺς ἐπὶ πλεῖστον ἀνθρώπων, πλὴν ἐν τοῖς πάνυ κινδύ‐ νοις, οὓς ἐκ τῶν ἀεὶ πολέμων δι’ αὐτὰ ταῦτα μάλιστα ἔσχον, διχοστατῆσαι· ὅθενπερ συχνοὶ τῶν πρώτων καὶ ἐξεπίτηδές σφας | |
15 | πολλάκις παρεσκεύασαν. καὶ ἐκεῖθεν ἀρξάμενοι πολὺ πλείω κακὰ πρὸς ἀλλήλων ἢ τῶν ἀλλοφύλων ἔπαθον. καί μοι καὶ καταμαν‐ τεύσασθαι ἐξ αὐτῶν ἐπέρχεται ὅτι οὐκ ἔστιν ὅπως ἄλλως εἴτ’ οὖν τῆς δυνάμεως εἴτ’ οὖν τῆς ἀρχῆς στερηθεῖεν, εἰ μὴ δι’ ἀλλή‐ λων σφαλεῖεν. | |
20 | 24. Ἄλλως τε γὰρ ἐδυσχέραινον ὅτι μὴ τὰ αὐτὰ δεόμενοί σφων οἱ βουλευταὶ καὶ τυχόντες ἐφρόνουν, ἀλλ’ ἐν μὲν τῷ κιν‐ δύνῳ πολλὰ καὶ μεγάλα αὐτοῖς ὑπέσχοντο, σωθέντες δὲ οὐδὲν οὐδὲ τῶν ἐλαχίστων ἐποίησαν. 25. Ἵνα γὰρ δὴ μὴ καθ’ ἓν μαχόμενοι ἀλλ’ ὑπὲρ τῆς οἰκείας | |
25 | χωρὶς ἕκαστοι ἀγωνιζόμενοι εὐχειρωτότεροί σφισι γένωνται, διεῖλον τὴν στρατείαν. 26. Ὅτι ὁ δῆμος ἰδιωτεύσαντος τοῦ Οὐαλερίου τοῦ δικτάτορος χαλεπώτατα ἐστασίασεν, ὥστε καὶ τὴν πολιτείαν νεοχμῶσαι· οἱ γὰρ ἐν ταῖς περιουσίαις ὄντες τοῦ πάνυ ἀκριβοῦς περὶ τὰ συμ‐ | |
30 | βόλαια ἀντεχόμενοι καὶ μηδ’ ὁτιοῦν αὐτοῦ παριέντες καὶ ἐκείνου διήμαρτον καὶ ἄλλων πολλῶν ἐστερήθησαν· οὐ γὰρ ἔγνωσαν ὅτι ἥ τε πενία ἡ ἄκρατος βιαιότατον κακόν, ἥ τε ἐξ αὐτῆς ἀπόνοια ἄλλως τε καὶ πλῆθος προσλαβοῦσα δυσμαχώτατόν ἐστι. καὶ διὰ | |
τοῦτο οὐκ ὀλίγοι τῶν τὰ πολιτικὰ πρασσόντων ἐθελοντεὶ τὸ ἐπι‐ | 413 | |
414 | εικὲς πρὸ τοῦ σφόδρα δικαίου προαιροῦνται· τοῦτο μὲν γὰρ τῆς τε ἀνθρωπείας φύσεως πολλάκις ἡττᾶται καὶ ἔστιν ὅτε καὶ παν‐ τελῶς καταλύεται, ἐκεῖνο δὲ σμικρόν τι αὐτοῦ παραθραῦσαν τὸ γοῦν λοιπὸν μεῖζον ὂν σώζει. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις | |
5 | αἰτία ἡ τοῦ δυνατωτέρου ἐς τοὺς ὑποδεεστέρους ἀκρίβεια ἐγένετο· ἄλλα τε γὰρ πολλὰ κατὰ τῶν ὑπερημέρων αὐτοῖς ἐδέδοτο, καὶ εἰ δή τινι πλείους δεδανεικότες ἔτυχον, κρεουργηδὸν αὐτοῦ τὸ σῶμα πρὸς τὸ μέρος ὧν ὤφειλεν ἐξουσίαν εἶχον κατανέμεσθαι. καὶ τοῦτο μὲν εἰ καὶ τὰ μάλιστα ἐνενόμιστο, ἀλλ’ οὔτι γε καὶ ἔργῳ | |
10 | ποτὲ ἐγεγόνει· πῶς γὰρ ἂν πρὸς τοσαύτην ὠμότητα προεχώρησαν οἱ καὶ τοῖς ἐπ’ ἀδικήματί τινι διάφευξιν ἐπὶ σωτηρίᾳ πολλάκις δόντες τοῖς τε ἀπὸ τῶν πετρῶν τοῦ Καπιτωλίου ὠσθεῖσι ζῆν, εἰ περιγένοιντο, ἐπιτρέποντες; 27. Ὅτι οἱ χρεωστοῦντες τὰ δάνεια κολωνόν τινα κατέλαβον, | |
15 | καὶ Γάιόν τινα προστησάμενοι τὴν τροφὴν ἐκ τῆς χώρας ὥσπερ ἐκ πολεμίας ἐλάμβανον, κἀκ τούτου τούς τε νόμους τῶν ὅπλων καὶ τὸ δίκαιον τῆς ἀπονοίας σφῶν ἀσθενέστερα ἀπέφηναν. οἱ δὲ βουλευταὶ φοβηθέντες μὴ ἐπὶ πλεῖον πολεμηθῶσι καὶ τοὺς περι‐ οίκους πρὸς τὰ παρόντα συνεπίθωνται σφίσι, διεκηρυκεύσαντο | |
20 | αὐτοῖς πάνθ’ ὅσα καθ’ ἡδονὴν ἤλπιζον ἔσεσθαι προτείνοντες. οἱ δὲ τὸ 〈μὲν〉 πρῶτον ἐθρασύνοντο, θαυμασίῳ 〈δὲ〉 δή τινι τρόπῳ κατέστησαν· ἐπειδὴ γὰρ ἀτάκτως διεβόων, Ἀγρίππας εἷς τῶν πρέσβεων μύθου τινὸς ἐπακοῦσαί σφας ἠξίωσε, καὶ τυχὼν εἶπεν ὅτι πρὸς τὴν γαστέρα ποτὲ τἄλλα μέλη τοῦ ἀνθρώπου ἐστασίασε, | |
25 | λέγοντα αὐτὰ μὲν καὶ ἄσιτα καὶ ἄποτα πονεῖν καὶ ταλαιπωρεῖν, ἅτε καὶ ἅπαντα αὐτῇ διακονούμενα, ἐκείνην δὲ δὴ μήτε τινὰ πόνον ἔχειν καὶ τῆς τροφῆς μόνην ἐμπίπλασθαι. καὶ τέλος ἐψη‐ φίσαντο μηκέτι μήτε τὰς χεῖρας τῷ στόματι προσφέρειν μήτε | |
ἐκεῖνο λαμβάνειν, ὅπως ὅτι μάλιστα ἡ γαστὴρ ἐνδεὴς καὶ σίτου | 414 | |
415 | καὶ ποτοῦ γενομένη φθαρείη. ὡς δὲ ἔδοξε ταῦτα καὶ ἐγένετο, τὸ μὲν πρῶτον ἐξισχνάνθη τὸ σῶμα σύμπαν, ἔπειτα ὑπέδωκε καὶ ἐξέκαμε. πονήρως οὖν τὰ μέλη σφῶν ἔχοντα συνέγνω τε ἐκεῖνοι καὶ τὴν σφετέραν σωτηρίαν εἶναι καὶ ἀπέδωκεν αὐτῇ τὴν τροφήν. | |
5 | ἀκοῦσαν δὲ τούτων τὸ πλῆθος συνῆκεν ὅτι καὶ τὰ τῶν πενήτων αἱ τῶν εὐπόρων περιουσίαι ἀνέχουσι, καὶ διὰ τοῦτ’ ἠπιώτεροι ἐγένοντο καὶ κατηλλάγησαν, ἄφεσιν τῶν τε δανεισμάτων καὶ τῶν ὑπερημε‐ ριῶν εὑρόμενοι. ταῦτα μὲν οὖν καὶ πρὸς τῆς βουλῆς ἐψηφίσθη. 28. Καὶ ἐδόκει μήτ’ ἀπὸ τοῦ ἀνθρωπείου εἶναι, καὶ πολλοῖς | |
10 | καὶ ἄλλοις, τοῖς μὲν ἑκοῦσι τοῖς δὲ ἄκουσιν ... 29. Ὅτι ὅταν πολλοὶ καθ’ ἓν γενόμενοι πλεονεκτήσωσι βια‐ σάμενοι, παραχρῆμα μὲν ὁμολογίᾳ τινὶ ἐπιεικεῖ θρασύνονται, δια‐ λυθέντες δὲ ἄλλος κατ’ ἄλλην πρόφασιν δικαιοῦνται. 30. Κατά τε τὸ φύσει τοῖς πλείστοις πρὸς τοὺς συνάρχον‐ | |
15 | τας διάφορον (χαλεπὸν γὰρ πολλοὺς ἄλλως τε καὶ ἐν δυνάμει τινὶ σωφρονῆσαι) πᾶσα αὐτῶν ἡ ἰσχὺς διεσπᾶτο καὶ κατετέμνετο· οὐδὲν γὰρ ὄφελος ὧν ἐγίνωσκον ἦν, εἰ καὶ εἷς σφῶν ἀντεῖπεν· τῷ γὰρ τὴν ἀρχὴν αὐτοὺς μὴ ἐπ’ ἄλλο τι ἢ τοῖς βιαζομένοις τινὰς ἐναντιοῦσθαι λαμβάνειν ἰσχυρότερος ὁ κωλύων τι πραχθῆναι τῶν | |
20 | σπουδαζόντων αὐτὸ ἐγίγνετο. 31. Οὐ γάρ ἐστι ῥᾴδιον οὔτε ἐν πᾶσί τινα εὐτυχεῖν οὔτε ἐν ἑκατέροις ἅμα τοῖς τε πολεμικοῖς καὶ τοῖς εἰρηνικοῖς πράγμασιν ἀρετὴν ἔχειν· οἵ τε γὰρ τοῖς σώμασιν ἰσχυριζόμενοι ἀνοηταίνουσιν ὡς πλήθει, καὶ τὰ ἀθρόως εὐτυχήσαντ’ οὐκ ἐπὶ πᾶν ὡς ἐπὶ τὸ | |
25 | πολὺ ἀνθεῖ. δι’ οὖν ταῦτ’ εἰς τὰ πρῶτά ποθ’ ὑπὸ τῶν πολιτῶν ἀρθεὶς ἔπειτα πρὸς αὐτῶν οὐ πολλῷ ὕστερον ἐξέπεσεν, καὶ τὴν πόλιν τὴν τῶν Οὐόλσκων τῇ πατρίδι δουλώσας τὴν οἰκείαν αὖ | |
μετ’ ἐκείνων ἐς πᾶν κινδύνου κατέστησεν. | 415 | |
416 | 32. Ὅτι ὁ αὐτὸς στρατηγὸς θελήσας καὶ μὴ τελεσθεὶς ἠγα‐ νάκτησε τῷ ὁμίλῳ, καὶ ἐκ τούτου καὶ ἐκ τοῦ τοῖς δημάρχοις πολὺ δυναμένοις βαρύνεσθαι παρρησίᾳ πλείονι πρὸς αὐτὸν παρὰ τοὺς ἄλλους τοὺς ὁμοίους οἱ ἐκ τῶν κατειργασμένων ἐχρῆτο. καὶ λιμοῦ | |
5 | γενομένου ἰσχυροῦ καὶ Νώρβης πόλεως ἀποικίζεσθαι βουλομένης τὸ πλῆθος ἐπ’ ἀμφοτέροις αὐτοῖς τοὺς δυνατοὺς ᾐτιάσατο, ὡς καὶ δι’ ἐκείνους καὶ τῆς τροφῆς στερισκόμενοι καὶ ἐς τοὺς πολε‐ μίους ἐπίτηδες ἐπ’ ὀλέθρῳ προύπτῳ ἐκδιδόμενοι· ὅταν γὰρ ἐς ὑποψίαν τινὲς ἀλλήλων ἔλθωσι, πάντα καὶ τὰ ὑπὲρ σφῶν γιγνό‐ | |
10 | μενα ἀλλοίως κατὰ τὸ στασιωτικὸν λαμβάνουσι. καὶ ὁ Κοριολανὸς ἄλλως τε ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιήσατο, καὶ σίτου πολλαχόθεν κομισθέντος, καὶ τοῦ γε πλείστου προῖκα παρὰ τῶν ἐν Σικελίᾳ βασιλέων πεμφθέντος, οὐκ ἐπέτρεψέ σφισι διαλαχεῖν αὐτὸν ὥσπερ ᾔτουν. οἱ οὖν δήμαρχοι, οὕσπερ που καὶ τὰ μάλιστα καταλῦσαι | |
15 | ἐγλίχετο, τυραννίδος αὐτὸν ὑπὸ τὸ πλῆθος ἀγαγόντες ἐξήλασαν, καίτοι πάντων βοώντων καὶ δεινὸν ποιουμένων ὅτι καὶ περὶ σφῶν τὰ τοιαῦτα κρίνειν ἐτόλμων. ἐκπεσὼν οὖν πρὸς τοὺς Οὐόλσκους καίπερ ἐχθίστους ὄντας ὀργῇ τῆς συμφορᾶς ἦλθε, καὶ ἑαυτὸν ἔκ τε τῆς ἀνδρείας 〈ἧσ〉 ἐπεπείραντο καὶ ἐκ τοῦ θυμοῦ τοῦ πρὸς | |
20 | τοὺς πολίτας ἀσμένως δέξεσθαι προσεδόκησεν, ἀντίπαλα ἢ καὶ μείζω δι’ αὐτὸ τοὺς Ῥωμαίους ὧν ἔπαθον δράσειν ἀντελπίσαντας· ὑφ’ ὧν γὰρ ἄν τις σφόδρα κακοπαθῇ, πρὸς τῶν αὐτῶν τούτων καὶ εὖ πείσεσθαι, βουλομένων γε καὶ δυναμένων τι ποιῆσαι, οὐκ ἐλάχιστα πιστεύει. | |
25 | 33a. Πάνυ γὰρ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς οἰκείας κινδυνεύοντες μηδ’ ὣς τῶν ἀλλοτρίων ἀφίσταντο. ὡς οὖν καὶ ταῦτα ἀνηγγέλθη σφίσιν, οἱ μὲν ἄνδρες οὐδὲν μᾶλλον ἐκινήθησαν· οὕτω πως κακῶς ἐστασίαζον ὥστε μηδ’ ὑπὸ τῶν κινδύνων καταλλαγῆναι. | |
33b. Ὅτι οὕτω κακῶς ἐστασίαζον οἱ περὶ Κοριολανὸν ὥστε | 416 | |
417 | μηδ’ ὑπὸ τῶν κινδύνων καταλλαγῆναι· αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολανοῦ Οὐλουμνία καὶ ἡ μήτηρ Βετουρία, παραλαβοῦσαι καὶ τὰς ἄλλας τὰς ἐπιφανεστάτας, ἦλθον πρὸς αὐτὸν εἰς τὸ στρα‐ τόπεδον τὰ παιδία αὐτοῦ ἄγουσαι, καὶ ἐποίησαν αὐτὸν μὴ ὅτι | |
5 | ἐπὶ τῇ χώρᾳ 〈ἀλλὰ〉 μηδὲ ἐπὶ τῇ καθόδῳ καταλύσασθαι. προσ‐ ήκατο γὰρ αὐτὰς εὐθύς, ἐπειδὴ τάχιστα παρούσας ᾔσθετο, καὶ λόγου σφίσι μετέδωκεν, ἐπράχθη τε ὧδε. αἱ μὲν ἄλλαι σιωπῶσαι ἔκλαον, ἡ δὲ δὴ Βετουρία „τί θαυμάζεισ“ ἔφη „τέκνον; τί δὲ ἐκ‐ πέπληξαι; οὐκ ηὐτομολήκαμεν, ἀλλ’ ἡμᾶς ἡ [τε] πατρὶς ἔπεμψέ σοι, | |
10 | εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα, ὥστ’ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. τί δακρύεις; τί δ’ ἀποστρέφῃ; ἢ ἀγνοεῖς ὅπως τἀν τῇ πόλει ἡμεῖς τοι ἄρτι ὀδυρόμεναι ἐπαυσάμεθα, ἵνα σε ἴδωμεν; καταλλάγηθί τε οὖν ἡμῖν καὶ μηκέτι ὀργίζου τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς | |
15 | τάφοις, μηδ’ ἐπεισπέσῃς ἐς τὸ ἄστυ θυμῷ πολεμίῳ, μηδὲ ἐκ‐ πολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ καὶ ἐγεννήθης καὶ ἀνετράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κυριόλαος ἐγένου. πείσθητί μοι, παιδίον, μηδέ με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με ὑπ’ αὐτο‐ χειρίας ἴδῃς.“ ταῦτ’ εἰποῦσα ἀνέκλαυσε, καὶ τήν τε ἐσθῆτα καταρ‐ | |
20 | ρηξαμένη καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη „ἰδού“ ἔφη „τέκνον, αὕτη σε ἔτεκεν, οὗτοί σε ἐξέθρεψαν.“ εἰπού‐ σης δὲ αὐτῆς ταῦτα καὶ ἡ γαμετὴ αὐτοῦ τά τε παιδία καὶ αἱ ἄλ‐ λαι γυναῖκες συνεθρήνησαν, ὥστε καὶ ἐκεῖνον ἐς πένθος ἐμβαλεῖν. μόλις τέ ποτε ἀνενεγκὼν περιέπτυξε τὴν μητέρα, καὶ φιλῶν ἅμα | |
25 | αὐτὴν „ἴδε“ ἔφη „μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς, καὶ σοὶ δὲ ταύτην τὴν χάριν καὶ οἱ ἄλλοι πάντες ἐχέτωσαν· ἐγὼ γὰρ οὐδ’ ἰδεῖν αὐτοὺς ὑπομένω, οἵτινες τηλικαῦτα ὑπ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά με ἔδρασαν. οὔκουν οὐδ’ ἀφίξομαί ποτε ἐς τὴν πόλιν· ἀλλὰ σὺ μὲν καὶ ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ἐπειδὴ τοῦτο ἠθέ‐ | |
30 | λησας, ἐγὼ δὲ ἐκποδὼν ὑμῖν ἀπαλλαγήσομαι.“ ταῦτ’ εἰπὼν ἐπαν‐ έστη· τῷ τε γὰρ δέει τῷ τοῦ ὁμίλου καὶ τῇ αἰσχύνῃ τῶν ὁμοίων, ὅτι καὶ τὴν ἀρχὴν ἐπ’ αὐτοὺς ἐπεστράτευσεν, οὐδὲ τὴν κάθοδον διδομένην οἱ ἐδέξατο, ἀλλ’ ἐς τοὺς Οὐόλσκους ἀναχωρήσας ἐν‐ | |
ταῦθα ἐξ ἐπιβουλῆς ἢ καὶ γηράσας ἀπέθανεν. | 417 | |
418 | 34. Ὅτι Κάσσιος τοὺς Ῥωμαίους εὐεργετήσας ὑπ’ αὐτῶν ἐκεί‐ νων ἐθανατώθη· ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι ὅτι πιστὸν οὐδὲν ἐν τοῖς πλήθεσιν ἐστίν. ἀλλὰ καὶ τοὺς πάνυ σφίσι προσ‐ κειμένους οὐχ ἧττον τῶν τὰ μέγιστα ἀδικούντων ἀπολλύουσι· πρὸς | |
5 | μὲν γὰρ τὸ ἀεὶ παρὸν μεγάλους τοὺς αἰτίους τῶν ὠφελημάτων ἄγουσιν, ἐπειδὰν δέ σφας ἐκκαρπώσωνται, οὐδὲν ἔτ’ αὐτοὺς οἰ‐ κειοτέρους τῶν ἐχθίστων νομίζουσι. τὸν γὰρ Κάσσιον καίπερ χαριζόμενόν σφισιν ὅμως ἐπ’ αὐτοῖς οἷς ἐσεμνύνετο ἀπέκτειναν, καὶ ἔκδηλόν γε ὅτι ζηλοτυπηθεὶς ἀλλ’ οὐκ ἀδικήσας τι ἀπώλετο. | |
10 | 35. Οἱ γὰρ ἐν τοῖς πράγμασιν ἀεὶ γιγνόμενοι ἐπειδὴ μηδένα ἄλλον τρόπον κατέχειν σφᾶς ἐδύναντο, πολέμους ἐκ πολέμων ἐξ‐ επίτηδες ἐκίνουν, ὅπως πρὸς ἐκείνους ἀσχολίαν ἄγοντες μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσιν. 36. Οὕτω γοῦν ὑφ’ ἑκατέρου παρωξύνθησαν ὥστε καὶ τὴν | |
15 | νίκην ἔνορκον τοῖς στρατηγοῖς ὑποσχέσθαι· πρὸς γὰρ τὴν αὐτίκα ὁρμὴν κύριοι καὶ τῆς τύχης εἶναι ἐνόμισαν. 37. Ὅτι ἔοικε τὸ πλεῖστον τοῦ ἀνθρωπίνου πρὸς μὲν τὸ ἀνθιστάμενον καὶ παρὰ τὸ συμφέρον φιλονεικεῖν, τοῖς δὲ ὑπεί‐ κουσι καὶ παρὰ δύναμιν ἀνθυπουργεῖν. | |
20 | 38. Ὅτι οἱ Φάβιοι ἐπὶ τῷ γένει καὶ τῷ πλούτῳ ὅμοια τοῖς ἀρίστοις φρονοῦντες ὡς τάχιστα αὐτοὺς ἀθυμοῦντας εἶδον· ὅταν γάρ τινες ἐς πολλὰς ἅμα καὶ δυσχερεῖς πράξεις ἐμπέσωσιν, οὔτε τι βούλευμα πρός τε τὸ πλῆθος καὶ πρὸς τὸ ἀθρόον τῶν κινδύ‐ νων ἐξευρεῖν δύνανται καὶ τῶν ἔργων καὶ τὰ πάνυ ῥᾴδια ἀπο‐ | |
25 | γινώσκουσι, κἀκ τούτου ταῖς τε γνώμαις καὶ παρὰ τὸ εἰκὸς ταῖς δόξαις ἀναπίπτουσι καὶ τὰ πράγματα ἑκόντες ὡς καὶ μάτην πονή‐ σοντες προΐενται, καὶ τέλος ἐπιτρέψαντές σφας τοῖς ἐκ τοῦ δαι‐ μονίου παραλόγοις ἀναμένουσι πάνθ’ ὅσα ἂν ἡ συντυχία ἐνέγκῃ. 39. Ὅτι οἱ Φάβιοι ἓξ καὶ τριακόσιοι ὄντες ὑπὸ Τυρσηνῶν | |
30 | ἀνῃρέθησαν· καὶ γάρ πως τὸ δι’ ἀνδρείας πίστιν ὀγκούμενον ὑπ’ | 418 |
419 | αὐτοῦ τοῦ θράσους πολλάκις φθείρεται, τό τε δι’ εὐτυχίαν αὐχοῦν ἐς τοὐναντίον ἐκφρονῆσαν ἐκπίπτει. 40. Ὅτι οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ πλὴν βραχέων ἐπιθειάζοντές τινα ἀντέπραττον, λάθρα δὲ συχνοὺς τῶν θρασυ‐ | |
5 | τάτων ἐφόνευον. ἐννέα γάρ ποτε δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν· ἀλλ’ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν, πολλῷ 〈τε〉 πλείονα ἐλπίδα οἱ μετὰ ταῦτα ἀεὶ δημαρχοῦντες ἐκ τῆς ἑαυτῶν φιλονεικίας ἢ δέος ἐκ τῆς ἐκείνων συμφορᾶς λαμβάνοντες οὐχ ὅσον οὐκ ἠμβλύνοντο, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ὑπ’ αὐτῶν τούτων ἐθρα‐ | |
10 | σύνοντο· τούς τε γὰρ ἀπολλυμένους ἐς δικαίωμα τῆς ὑπὲρ ἑαυτῶν τιμωρίας προεβάλλοντο, καὶ αὐτοὶ μεγάλην ἡδονὴν ἐκ τοῦ καὶ παρὰ δόξαν ἀκινδύνως περιέσεσθαι νομίζειν προσετίθεντο. ὥστε καὶ τῶν εὐπατριδῶν τινας, ἐπειδὴ μηδὲν ἄλλως ἤνυτον, ἐς τὰ τοῦ πλήθους νομίσματα μεταστῆναι· τὴν γὰρ ταπεινότητα αὐτοῦ πολὺ | |
15 | ...... πρὸς τὰς τῆς δημαρχικῆς ἰσχύος ἐπιθυμίας τῆς τῶν σφετέρων καλλωπισμάτων ἀσθενείας ἐνόμιζον εἶναι, καὶ μάλισθ’ ὅτι καὶ δεύτερον καὶ τρίτον ἐπὶ πλεῖόν τε ἔτι, καίπερ κωλυθὲν τό τινα 〈δὶσ〉 τὴν ἀρχὴν λαμβάνειν, συχνοὶ καὶ ἐφεξῆς ἐδημάρχουν. 41. Ὅτι ἐς τοῦτο 〈ὁ〉 ὅμιλος ὑπ’ αὐτῶν τῶν εὐπατριδῶν | |
20 | προήχθη· ὃ γάρ τοι ὑπὲρ ἑαυτῶν ἡγοῦντο ποιεῖν, τὸ πολέμους τινὰς ἀεὶ παρασκευάζειν σφίσιν, ὅπως ὑπό γε τῶν ἔξωθεν κιν‐ δύνων σωφρονεῖν ἀναγκάζωνται, τοῦτο θρασυτέρους αὐτοὺς ἀπειρ‐ γάζετο· οὔτε γὰρ στρατεύειν, εἰ μὴ λάβοιεν ὧν ἑκάστοτε ἐπωρέ‐ γοντο, βουλόμενοι, καὶ ἀπροθύμως ὁπότε ἐξέλθοιεν ἀγωνιζόμενοι | |
25 | πάνθ’ ὅς’ ἤθελον ἔπραττον. κἀν τούτῳ καὶ ἀληθῶς οὐκ ὀλίγοι τῶν πλησιοχώρων σφίσι, τῇ ἐκείνων διχοστασίᾳ πλέον ἢ τῇ ἑαυ‐ τῶν δυνάμει θαρσοῦντες, ἐνεωτέριζον. 42. Ὅτι καὶ τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἐν τῷ ἄστει ἐταράχθη· οἵ τε γὰρ στρατευόμενοι φιλονεικίᾳ τοῦ μηδὲν τοῖς τὴν | |
30 | δυναστείαν ἔχουσι προχωρῆσαι καὶ τὰ κοινὰ καὶ τὰ οἰκεῖα ἐθε‐ | |
λονταὶ προΐεντο, καὶ ἐκεῖνοι οὐχ ὅτι τοῖς ὑπὸ τῶν ἐναντίων ἀπολ‐ | 419 | |
420 | λυμένοις σφῶν ἔχαιρον, ἀλλὰ καὶ αὐτοὶ πολλοὺς τῶν δραστηρίων τῶν τὰ τοῦ πλήθους πραττόντων ἐκ τρόπου δή τινος ἐπιτηδείου ἔφθειρον. κἀκ τούτου στάσις οὐ σμικρὰ σφῶν συνηνέχθη. 43. Ὅτι πρὸς Φαλίσκους οἱ Ῥωμαῖοι πολλὰς μάχας μαχεσά‐ | |
5 | μενοι καὶ πολλὰ καὶ παθόντες καὶ δράσαντες τῶν μὲν πατρίων ἱερῶν ὠλιγώρησαν, πρὸς δὲ τὰ ξενικὰ ὡς καὶ ἐπαρκέσοντά σφισιν ὥρμησαν. φιλεῖ γάρ πως τὸ ἀνθρώπειον ἐν ταῖς συμφοραῖς τοῦ μὲν συνήθους, κἂν θεῖον ᾖ, καταφρονεῖν, τὸ δὲ ἀπείρατον θαυ‐ μάζειν. παρ’ ἐκείνου μὲν γὰρ ἅτε μηδὲν ἐς τὸ παρὸν ὠφελεῖ‐ | |
10 | σθαι νομίζοντες οὐδὲ ἐς τὸ ἔπειτα χρηστὸν οὐδὲν προσδέχονται, παρὰ δὲ δὴ τοῦ ξένου πᾶν ὅσον ἂν ἐθελήσωσιν ὑπὸ τῆς καινο‐ τομίας ἐλπίζουσιν. 44. Ἐς γὰρ τοῦτο φιλοτιμίας κἀκ τούτου καὶ φιλονεικίας ἀλ‐ λήλοις ἀφίκοντο, ὥστε μηκέτι καθ’ ἓν πάντας, ὥσπερ εἰώθεσαν, | |
15 | ἀλλ’ ἐκ περιτροπῆς ἰδίᾳ ἕκαστον αὐτῶν ἄρχειν, ἀφ’ οὗ οὐδὲν χρηστὸν ἐγίγνετο· τό τε γὰρ οἰκεῖον, οὐ τὸ κοινὸν ἑκάστου αὐτῶν σκοποῦντος, καὶ βλαβῆναί πη τὸ δημόσιον μᾶλλον ἢ τὸν συνάρ‐ χοντα εὐδοκιμῆσαι ἐθέλοντος πολλὰ καὶ δυσχερῆ συνέβαινεν. 45. Ὅτι δημοκρατία ἐστὶν οὐ τὸ πάντας τῶν αὐτῶν ἁπλῶς | |
20 | τυγχάνειν, ἀλλὰ τὸ 〈τὰ〉 κατ’ ἀξίαν ἕκαστον φέρεσθαι. 46. Οὕτω γὰρ αὐτὸν οὐ τὸ πλῆθος μόνον, οὐδ’ ὅσοι φιλο‐ τιμίαν τινὰ πρὸς τὴν ἀξίωσιν αὐτοῦ εἶχον, ἀλλὰ καὶ οἱ πάνυ φίλοι συγγενεῖς τε αὐτῷ ὄντες ἐβάσκαινον, ὥστε μηδ’ ἀποκρύπτεσθαι· δεομένου γὰρ αὐτοῦ τῶν μὲν καὶ συναγωνίσασθαί οἱ τῶν δὲ τήν | |
25 | γε ἀπολύουσαν θέσθαι, ....... ἁλόντι δ’ αὐτῷ χρημάτων τε τιμήσειν καὶ τὴν καταδίκην συνεκτίσειν ὑπέσχοντο. διὰ μὲν δὴ ταῦτα εὐχήν τε ὑπ’ ὀργῆς ἐποιήσατο χρείαν αὐτοῦ τὴν πόλιν σχεῖν, καὶ πρὸς τοὺς Ῥουτούλους πρὶν κατηγορηθῆναι μετέστη. 47. Ὅτι τοῖς Ῥωμαίοις δεξαμένοις τὴν τῶν Γαλατῶν ἔφοδον | |
30 | οὐδ’ ἀναπνεῦσαι ὑπῆρξεν, ἀλλ’ αὐθημερὸν ἐς τὴν μάχην ἐκ τῆς | |
πορείας ὥσπερ εἶχον καταστάντες ἔπταισαν· πρός τε γὰρ τὸ ἀδό‐ | 420 | |
421 | κητον τῆς ἐπιστρατείας αὐτῶν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν σωμάτων τήν τε φωνὴν ξενικόν τέ τι καὶ φρικῶδες φθεγγομένην ἐκπλαγέντες τῆς τε ἐμπειρίας ἅμα τῆς τῶν τακτικῶν ἐπελάθοντο καὶ ἐκ τούτου καὶ τὰς ἀρετὰς προήκαντο. πλεῖστον γάρ τοι πρὸς | |
5 | ἀνδρείαν ἐπιστήμη φέρει, ὅτι καὶ παροῦσά τισι τὴν ῥώμην τῆς γνώμης σφῶν βεβαιοῖ καὶ ἐλλείπουσα καὶ ἐκείνην προσδιαφθείρει πολλῷ μᾶλλον ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς προϋπῆρχεν· ἄπειροι μὲν γὰρ πολλοὶ πολλὰ θυμῷ βιαίως κατορθοῦσιν, οἱ δὲ δὴ τῆς εὐταξίας, ἣν ἂν μάθωσιν, ἁμαρτάνοντες καὶ τὴν τοῦ φρονήματος | |
10 | ἰσχὺν προσαπολλύουσιν. ὑφ’ ὧν καὶ οἱ Ῥωμαῖοι ἐσφάλησαν. 48. Ὅτι ὁ Καπιτωλῖνος κατεκρημνίσθη ὑπὸ τῶν Ῥωμαίων. οὕτως οὔτ’ ἄλλο τι κατὰ χώραν ὡς πλήθει τοῖς ἀνθρώποις μένει, καὶ 〈αἱ〉 εὐπραγίαι συχνοὺς ἐς συμφορὰς ἀντιρρόπους προάγου‐ σιν· ἐξαίρουσαι γὰρ αὐτοὺς πρὸς τὰς ἐλπίδας τῶν ὁμοίων τοῦ | |
15 | τε πλείονος ἀεὶ ποιοῦσιν ἐπορέγεσθαι καὶ ἐς τὸ ἐναντιώτατον σφαλέντας καταβάλλουσι. 49. Ὅτι ἡ τοῦ Ῥόφου γυνὴ χιλιαρχοῦντος καὶ πράττοντος ἐν τῇ ἀγορᾷ δημόσιον, ἐπειδὴ ἐκεῖνος ἀφίκετο καὶ τὴν θύραν ὁ ῥαβ‐ δοῦχος κατά τι ἔθος ἀρχαῖον [ὁ ῥαβδοῦχος] ἔκρουσεν, ἐξεταράχθη | |
20 | πρὸς τοῦτο οὔπω πρότερον τοιούτου τινὸς πεπειραμένη καὶ διε‐ πτοήθη. γέλωτος οὖν ἐπ’ αὐτῇ συχνοῦ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν ἄλλων γενομένου, καὶ σκωφθεῖσα ὡς ἰδιῶτις τῶν ἀρχι‐ κῶν πραγμάτων διὰ τὸ τὸν ἄνδρα αὐτῆς μήποτε ἐν ἡγεμονίᾳ τινὶ ἐξητάσθαι οὖσα, δεινὸν ἐποιήσατο, οἷά που ἄλλως τε καὶ ταῖς | |
25 | γυναιξὶν ἐκ μικροψυχίας συμβαίνειν πέφυκεν, καὶ οὐ πρότερον ἀνῆκε δυσκολαίνουσα πρὶν πᾶσαν τὴν πόλιν θορυβῆσαι, ὥς που σμικρὰ καὶ τὰ τυχόντα πολλῶν τισι καὶ μεγάλων κακῶν αἴτια γίγνεται, ὅταν φθόνῳ τέ τις αὐτὰ καὶ ζηλοτύπως λαμβάνῃ. 50. Ὅτι δεινὸν ἐν κακοῖς προσδοκία σωτηρίας ἀναπεῖσαί τινα | |
30 | πιστεῦσαι καὶ τοῖς παραλόγοις. | |
51. Ἀεὶ γάρ τι τοῦ τῆς πολιτείας κόσμου στασιάζοντες παρέ‐ | 421 | |
422 | λυον, ὥσθ’ ὑπὲρ ὧν τοὺς πολέμους πρὶν τοὺς μεγίστους ἀνῃροῦντο, ταῦτ’ ἐν τῷ χρόνῳ σύμπαντα ὡς εἰπεῖν οὐκ ἀστασιάστως μέν, οὐ μέντοι καὶ χαλεπῶς κατακτήσασθαι. 52. Ὅτι ὁ Δίων φησί· διόπερ που, καίπερ οὐκ εἰωθὼς ἐκ‐ | |
5 | βολαῖς τοῦ λόγου χρῆσθαι, ἄλλως τε ἐπεμνήσθην αὐτοῦ καὶ τὴν Ὀλυμπιάδα προσέγραψα. ἵν’ ἐπειδὴ λανθάνει τοὺς πολλοὺς ὁ χρόνος τῆς μετοικίσεως, ἐκφανέστερος ἐξ ἐκείνου γένηται. 53. Ταῦτά τε δὴ καὶ ἄλλα τινὰ τοιουτότροπα προετείνοντο, οὐχ ὅτι καὶ καταπράξειν τι αὐτῶν ἤλπιζον (εὖ γάρ, εἴπερ τινὲς | |
10 | ἄλλοι, τὰ τῶν Ῥωμαίων φρονήματα ἠπίσταντο), ἀλλ’ ὅπως ἀπο‐ τυχόντες αὐτῶν πρόφασιν ἐγκλημάτων ὡς ἀδικούμενοι λάβωσιν. 54. Ἦν μὲν δὴ παντὶ καταφανὲς ὅτι περισκοπήσαντες τὴν ἔκβασιν τῆς τύχης πρὸς τὸ κρατοῦν ἔστησαν. οὐ μὴν ἐξήλεγξεν αὐτοὺς ὁ Τορκουᾶτος, μή τι οἰδούντων σφίσιν ἔτι τῶν πρὸς τοὺς | |
15 | Λατίνους πραγμάτων νεωτερίσωσιν· οὐ γάρ τοι τὰ πάντα τραχύς, οὐδ’ οἷος ἐς τὸν υἱὸν ἐγένετο καὶ ἐς τἄλλα ἦν. 55. Ὅτι οἱ Ῥωμαῖοι καίπερ ἀχθόμενοι τῷ Τορκουάτῳ διά τε τὸν υἱὸν αὐτοῦ οὕτως ὥστε καὶ τὰ χαλεπώτατα τῶν ἔργων μαλ‐ λιανὰ ἀπ’ αὐτοῦ ὀνομάσαι, καὶ διότι καὶ τὰ ἐπινίκια τεθνηκότος | |
20 | μὲν ἐκείνου τεθνηκότος δὲ καὶ τοῦ συνάρχοντος ἑώρτασεν, ὅμως ἐπείξαντός ποτε ἑτέρου σφᾶς πολέμου καὶ αὖθις αὐτὸν ἐς τετάρ‐ την ὑπατείαν προεχειρίσαντο. οὐ μέντοι καὶ ἐκεῖνος ἄρξαι ἐτ’ αὐτῶν ἠθέλησεν, ἀλλ’ ἐξωμόσατο εἰπὼν ὅτι „οὔτ’ ἂν ἐγὼ ὑμῶν ἀνασχοίμην οὔθ’ ὑμεῖς ἐμοῦ.“ | |
25 | 56. Ὅτι φησὶν ὁ Δίων· θαυμάζομεν· εἰ γὰρ ὁ θάνατος ὁ τοῦ Δεκίου τὴν μάχην ἀνώρθωσε καὶ τοὺς μὲν νικῶντας ἥττησε, τοῖς δὲ δὴ κρατουμένοις νίκην ἔδωκεν, οὐ μὴν καὶ συμβαλεῖν ἔχω δι’ ὃ τοῦτ’ ἐγένετο. ὅταν μὲν γὰρ τὰ πραχθέντα τισὶν ἐπιλέξωμαι (πολλὰ γὰρ ἤδη πολλοῖς τοιαῦτα συνενεχθέντα ἴσμεν), οὐ δύναμαι | |
30 | τοῖς λεγομένοις ἀπιστῆσαι· ὅταν δὲ δὴ τὰς αἰτίας αὐτῶν ἐκλο‐ | 422 |
423 | γίσμαι, καὶ πάνυ ἐς ἀπορίαν καθίσταμαι· πῶς γὰρ 〈ἂν〉 καὶ πιστεύσειέ τις ἐκ τοιαύτης ἑνὸς ἀνδρὸς ἐπιδόσεως τοσοῦτο πλῆ‐ θος ἀνθρώπων ἔς τε τὴν σωτηρίαν ὁμοίως καὶ ἐς τὴν ἐπικρά‐ τησιν μεταβαλέσθαι; καὶ ταῦτα μὲν ὅπη ποτὲ καὶ δι’ ἃς αἰτίας | |
5 | οὕτως ἔχει ζητεῖν ἄλλοις μελήσει. 57. Ὅτι ἀνθυπαγόμενοι τοὺς Λατίνους εἰς εὔνοιαν οἱ Ῥω‐ μαῖοι τὴν πολιτείαν αὐτοῖς ἔδωκαν, ὥστε καὶ τῶν ὁμοίων σφίσι μεταλαμβάνειν· ὧν γὰρ ἀπειλοῦσι τὸν πόλεμον οὐ μετέδωσαν καὶ δι’ ἃ τοσούτους κινδύνους ὑπέστησαν, ταῦτα τότε κρατήσαντες | |
10 | αὐτῶν αὐτεπάγγελτοι τούτοις ἐψηφίσαντο, τοὺς μὲν τῆς συμμα‐ χίας, τοὺς δὲ ὅτι μηδὲν ἐνεόχμωσαν ἀμειβόμενοι. 58. Ὅτι διαγνώμην πρὸς Πριβενάτας ἐποιήσαντο οἱ Ῥωμαῖοι, ἐρωτήσαντες τί παθεῖν τοιαῦτα δρῶντες ἄξιοι εἶεν· οἳ ἀπεκρί‐ ναντο θαρσούντως ὅτι ὅσα χρὴ τοὺς ἐλευθέρους ὄντας τε καὶ ἐπι‐ | |
15 | θυμοῦντας εἶναι. πυθομένου τε αὖθις τοῦ ὑπάτου „καὶ τί ποι‐ ήσετε ἂν τῆς εἰρήνης τύχητε;“ ἔφασαν ὅτι „ἂν μὲν ἐπὶ μετρίοις τισὶν αὐτὴν λάβωμεν, ἡσυχάσομεν, ἂν δὲ ἀφόρητόν τι προστα‐ χθῶμεν, πολεμήσομεν.“ θαυμάσαντες δὲ τὴν προθυμίαν οὐχ ὅπως τὰς σπονδὰς πολὺ βελτίους σφίσι παρὰ τοὺς ἄλλους ἔδοσαν ... | |
20 | 59. Ἀλλ’ εὖ ἴσθι ὅτι αἱ μὲν ἀνήκεστοι ἐν τοῖς τοιούτοις τιμωρίαι αὐτούς τε τοὺς δικαιουμένους παραπολλύουσι δυνηθέν‐ τας ἂν ἀμείνους γενέσθαι καὶ τοὺς ἄλλους οὐδὲν μᾶλλον σωφρο‐ νίζουσιν· ἡ γὰρ ἀνθρωπίνη φύσις οὐκ ἐθέλει ἑαυτῆς πρὸς τὰς ἀπειλὰς ἐξίστασθαι, ἀλλ’ ἢ δέους τινὸς ἀνάγκῃ ἢ θάρσους ὕβρει | |
25 | ἀπειρίας τε θρασύτητι καὶ ἐξουσίας προπετείᾳ, ἢ καθ’ ἑτέραν τινὰ συντυχίαν, οἷα πολλὰ πολλοῖς καὶ παρ’ ἐλπίδα συμβαίνει, τοὺς μὲν οὐδὲ ἐνθυμουμένους τῶν κολάσεων ἀλλ’ ἀλογίστως αὐ‐ τῶν ἐς τὸ προκείμενον φερομένους, τοὺς δὲ παρ’ οὐδὲν αὐτὰς πρὸς τὸ τυχεῖν ὧν ὀρέγονται ποιουμένους ἁμαρτάνειν ἀναπείθει. | |
30 | αἱ δὲ ἐμμελεῖς φιλανθρωπίαι τἀναντία αὐτῶν πάντα διαπράτ‐ | 423 |
424 | τουσιν· ὑπὸ γὰρ τῆς ἐγκαίρου συγγνώμης αὐτοί τε πολλάκις μετα‐ βάλλονται, ἄλλως τε καὶ ὅταν ἐξ ἀνδρείας καὶ μὴ κακουργίας, ἐκ φιλοτιμίας καὶ μὴ πονηρίας τι ποιήσωσι (δεινὴ γάρ ἐστι καὶ δου‐ λῶσαι καὶ σωφρονίσαι φρόνημα γενναῖον εὔλογος φιλανθρωπία), | |
5 | καὶ τοὺς ἄλλους ἐθελοντὰς ἅτε καὶ τὸ σεσωσμένον ὁρῶντας μεταρ‐ ρυθμίζουσι· πείθεται γὰρ πᾶς ἥδιον ἢ βιάζεται, καὶ ἑκούσιος ἀκούειν τοῦ νόμου βούλεται μᾶλλον ἢ ἀνάγκῃ, ὅτι τὸ μὲν αὐθαί‐ ρετον ὡς καὶ οἰκεῖον σπουδάζει, τὸ δὲ ἐξ ἐπιτάγματος ὡς καὶ ἀνελεύθερον ἀπωθεῖται. | |
10 | 60. Ὅτι τῆς μεγίστης καὶ ἀρετῆς καὶ ἐξουσίας ἐστὶν ἔργον οὐ τὸ φονεῦσαί τινα (τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν κακίστων καὶ ἀσθενεστάτων πολλάκις γίγνεται), ἀλλὰ τὸ φείσασθαί τινος καὶ τὸ σῶσαί τινα, ὃ μηδεὶς ἄλλος ἡμῶν ἄκοντός γέ σου δύναται. Βούλομαι μὲν ἤδη πεπαῦσθαι λέγων· τό τε γὰρ ψυχίδιόν μου | |
15 | κέκμηκε καὶ τὸ φθέγμα ἐνδίδωσι, τά τε δάκρυα τὴν φωνὴν ἐνίσχει, καὶ ὁ φόβος τὸ στόμα συνδεῖ. ἀλλ’ οὐκ ἔχω πῶς ἀπαλλαγῶ· τὸ γὰρ πάθος ἄν ...αλλο δόξῃ σοι μη δο........ προφαινό‐ μενον οὐκ ἐπιτρέπει μοι σιωπῆσαι, ἀλλ’ ὡς καὶ παρὰ τοῦθ’ ὅ,τι ποτ’ ἂν τελευταῖον εἴπω τῆς σωτηρίας μοι τοῦ παιδὸς ἐσομένης, | |
20 | ἀναγκάζει με πλείω ὥσπερ ἐν εὐχαῖς λαλεῖν. 61. Τό τε γὰρ ὄνομα καὶ τὸ σχῆμα τῆς ἀρχῆς ἧς περιεβέ‐ βλητο ὤκνει καταλῦσαι, καὶ ἐπειδὴ ἔμελλε τοῦ Ῥούλλου φείσεσθαι (τὴν γὰρ σπουδὴν τοῦ δήμου ἑώρα), ἐκείνῳ τε ἐπὶ πλεῖον ἀντι‐ σχὼν χαρίσασθαι καὶ τοὺς νέους ἐπίστρεψαι μᾶλλον ὥστε ἐξ ἀδο‐ | |
25 | κήτου αὐτῷ συγγνοὺς ἠθέλησε. τό τε οὖν πρόσωπον συστρέψας καὶ τὸν δῆμον δριμὺ ὑποβλέψας τὴν φωνὴν ἐνέτεινε καὶ εἶπε. καὶ σιωπὴ μὲν ἦν, οὐ μέντοι καὶ ἡσύχαζον, ἀλλ’ οἷόν τι φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, αὐτῷ τε ἐπιστένοντες καὶ πρὸς ἀλλήλους τον‐ | |
θορύζοντες ἓν μὲν οὐδὲν λαλοῦντες ἐξηκούοντο, σωθῆναι δὲ δὴ | 424 | |
425 | τὸν ἵππαρχον ἐπιθυμεῖν ὑπωπτεύοντο. ἰδὼν δὲ ταῦθ’ ὁ Παπί‐ ριος καὶ φοβηθεὶς 〈μὴ〉 καὶ νεοχμώσωσί τι, τοῦ τε πάνυ ἀρχικοῦ, ὅπερ ἐς ἐπανόρθωσιν αὐτῶν ἐπὶ μεῖζον τοῦ καθήκοντος προσε‐ πεποίητο, ὑφῆκε, καὶ τὰ λοιπὰ μετριάζων ἔς τε φιλίαν ἑαυτοῦ | |
5 | καὶ προθυμίαν αὖθις σφᾶς ἀντεκατέστησεν, ὥστε συμβαλόντας τοῖς ἐναντίοις ἀνδρίσασθαι. 62. Πολλὰ μὲν δὴ οὖν καὶ ἄλλα τοῦ ἀνθρωπείου γένους θαυ‐ μάσειεν ἄν τις, οὐχ ἥκιστα δὲ τὰ τότε γενόμενα· οἵ τε γὰρ Ῥω‐ μαῖοι ὑπεραυχήσαντες, ὥστε μήτε κήρυκα ἔτι ἐπ’ εἰρήνῃ παρὰ | |
10 | τῶν Σαυνιτῶν προσδέχεσθαι ψηφίσασθαι καὶ προσελπίσαι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν, παθήματι δεινῷ περιέπεσον καὶ ἐν αἰσχύνῃ οἵᾳ οὐπώποτε ἐγένοντο, καὶ ἐκεῖνοι ἄλλως τε ὑπερ‐ δείσαντες καὶ ἐν μεγάλῃ συμφορᾷ τὸ μὴ σπείσασθαι ποιησάμενοι πανσυδίᾳ τε τὸ στρατόπεδον αὐτῶν ἐζώγρησαν καὶ πάντας ὑπὸ | |
15 | τὸν ζυγὸν ὑπήγαγον· ἐς τοῦτο γὰρ αὐτοῖς ἡ τύχη περιέστη. 63. Ὅτι αἱ διαφοραὶ εὐεργεσίαις παύονται· καὶ ὅσῳ ἄν τις ἐπὶ μεῖζον ἔχθρας ἐλθὼν σωτηρίας ἀντὶ τιμωρίας παρὰ δόξαν τύχῃ, πολὺ μᾶλλον ἐκείνην τε ἑκὼν καταλύει καὶ ταύτης ἄσμενος ἡττᾶται· ὅσῳ τε τῶν ἄλλως πως διενεχθέντων οἱ ἐκ φιλίας εἰς | |
20 | ἔχθραν χωρήσαντες μισοῦσιν ἀλλήλους, ἐπὶ πλεῖον καὶ τῶν ἄλλως πως εὐεργετηθέντων οἱ ἐκ διαφορᾶς εὖ παθόντες φιλοῦσι τοὺς πεποιηκότας. καὶ Ῥωμαῖοι οὖν βούλονται μὲν καὶ μάλα πολέμῳ κρατιστεύειν, προσέτι δὲ δὴ καὶ ἀρετὴν τιμῶσι καὶ διὰ τοῦτο ἐν ἀμφοτέροις ἠναγκασμένοι τῇ τῆς ψυχῆς γενναιότητι τὸ κρατεῖν | |
25 | ἐπικερδαίνουσι, σπουδάζοντες ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις καθ’ | |
ὑπερβολὰς ἀμύνεσθαι. | 425 | |
426 | 64. Ὅτι πεφύκασι πάντες ἄνθρωποι πλέον ἀλγεῖν ὧν ἂν ἀτιμασθῶσιν ἢ χαίρειν ἐφ’ οἷς 〈ἂν〉 εὐεργετηθῶσι, καὶ ῥᾷόν γε ἐπεξέρχονται τοῖς τι λυπήσασί σφας ἢ ἀνθυπουργοῦσι τοῖς εὖ ποιήσασι, τήν τε κακοδοξίαν τοῦ τὸν σώσαντα μὴ δι’ εὐνοίας | |
5 | ποιήσασθαι παρ’ οὐδὲν πρὸς τὰ συμφέροντα αὐτῶν τιθέμενοι, καὶ τῷ θυμουμένῳ καὶ παρὰ τὸ λυσιτελοῦν σφῶν χαριζόμενοι. Τοιαῦτα αὐτοῖς παρά τε τῆς ἐμφύτου φρονήσεως καὶ παρὰ τῆς ἐκ τοῦ γήρως ἐμπειρίας, οὐ τὸ αὐτίκα κεχαρισμένον ἀλλὰ τὸ ἔπειτα ἀλγεινὸν προσκοπῶν, παρῄνεσεν. | |
10 | 65. Ὅτι οἱ Καπυανοὶ τῶν Ῥωμαίων ἡττηθέντων καὶ ἐς Κα‐ πύην ἐλθόντων οὔτ’ εἶπον αὐτοὺς δεινὸν οὐδὲν οὔτε ἔπραξαν, ἀλλὰ καὶ τροφὴν καὶ ἵππους αὐτοῖς ἔδωκαν καὶ ὡς κεκρατηκότας ὑπεδέξαντο· οὓς γὰρ οὐκ ἂν ἐβούλοντο διὰ τὰ προγεγονότα σφίσιν ὑπ’ αὐτῶν νενικηκέναι, τούτοις κακοτυχήσασιν ἠλέησαν. οἱ δὲ | |
15 | Ῥωμαῖοι ὡς τὰ πεπραγμένα ἤκουσαν, ἄποροι πανταχόθεν ἐγένοντο, μήθ’ ὅπως ἡσθῶσι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ μήθ’ ὅπως ἀχθεσθῶσιν ἔχοντες· πρὸς μὲν γὰρ τὸ δεινὸν τῆς αἰσχύνης ὑπερ‐ ήλγουν, ἀπαξιοῦντες ἄλλως τε τοῦτο καὶ ὑπὸ τῶν Σαυνιτῶν πεπον‐ θέναι, καὶ ἐβούλοντο ἂν πάντας αὐτοὺς ἀπολωλέναι, ἐκλογιζόμενοι | |
20 | δὲ ὅτι, εἴπερ τι τοιοῦτον συμβεβήκει σφίσι, κἂν περὶ τοῖς λοι‐ ποῖς ἅπασιν ἐκινδύνευσαν, οὐκ ἀκουσίως ἤκουον, ὅτι ἐσώθησαν. 66. Ὅτι τῆς σωτηρίας τῆς ἑαυτῶν πᾶσιν ἀνθρώποις καὶ ἀναγ‐ καῖον καὶ ἀνεμέσητόν ἐστι προνοεῖσθαι, κἂν ἐν κινδύνῳ τινὶ κατα‐ στῶσι, πᾶν ὁτιοῦν ὥστε σωθῆναι πράττειν. | |
25 | 67. Ὅτι συγγνώμη καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων δί‐ δοται τοῖς ἀκούσιόν τι πράξασιν. | |
68. Ὅτι οἱ Σαυνῖται ὁρῶντες μήτε τὰς συνθήκας σφίσι τηρου‐ | 426 | |
427 | μένας μήτε ἄλλην χάριν ἀντιδιδομένην, ἀλλ’ ὀλίγους ἀντὶ πολλῶν ἐς παραγωγὴν τῶν ὅρκων ἐκδιδομένους, δεινῶς ἠγανάκτησαν, ἐπε‐ θείαζόν τέ τινα τοὺς θεοὺς ἐπιβοώμενοι καὶ τὰς πίστεις αὐτῶν προφερόμενοι, καὶ ἀπῄτουν τοὺς ἁλόντας, ἐκέλευόν τε αὐτοὺς ὑπὸ | |
5 | τὸν αὐτὸν ζυγὸν γυμνοὺς ἐσελθεῖν οὗπερ ἐλεηθέντες ἀφείθησαν, ἵνα καὶ τῷ ἔργῳ μάθωσι τοῖς ἅπαξ ὁμολογηθεῖσιν ἐμμένειν. καὶ ἀντέπεμψαν τοὺς ἐκδοθέντας, εἴτ’ οὖν ὅτι οὐκ ἠξίωσάν σφας μη‐ δὲν ἠδικηκότας ἀπολέσαι, ἢ ὅτι τῷ δήμῳ τὴν ἐπιορκίαν προσάψαι ἠθέλησαν καὶ μὴ δι’ ὀλίγων ἀνδρῶν κολάσεως τοὺς ἄλλους ἀπο‐ | |
10 | λῦσαι. ταῦτ’ ἔπραξαν ἐλπίσαντες ἐκ τούτων ἐπιεικές τι εὑρή‐ σασθαι. 69. Ὅτι οἱ Ῥωμαῖοι τοῖς Σαυνίταις οὐχ ὅτι χάριν τινὰ τῆς γοῦν τῶν ἐκδοθέντων σωτηρίας ἔσχον, ἀλλ’ ὥσπερ τι δεινὸν ἐκ τούτου παθόντες ὀργῇ τε τὸν πόλεμον ἐποιήσαντο καὶ κρατή‐ | |
15 | σαντες τὰ αὐτὰ αὐτοὺς ἀντειργάσαντο· τὸ γὰρ δίκαιον οὐκ ἐκ τοῦ ὁμοίου τῷ νομιζομένῳ καὶ ἐν τοῖς ὅπλοις ὡς πλήθει κρίνεται, οὐδ’ ἀνάγκη τίς ἐστι νικᾶν τοὺς ἀδικουμένους, ἀλλ’ ὁ πόλεμος αὐτοκράτωρ ὢν τά τε ἄλλα πρὸς τὸ τοῦ κρατοῦντος συμφέρον τίθεται καὶ τὴν τοῦ δικαίου νόμισιν ἐς τοὐναντίον πολλάκις | |
20 | περιίστησιν. 70. Ὅτι οἱ Ῥωμαῖοι Σαυνιτῶν κρατήσαντες τοὺς αἰχμαλώτους ὑπὸ τὸν ζυγὸν ἀνθυπήγαγον, ἐξαρκεῖν σφισι νομίσαντες τὴν τῆς ὁμοίας αἰσχύνης ἀνταπόδοσιν. οὕτω μὲν ἡ τύχη πρὸς τὰ ἐναντία τοῖς ἀμφοτέροις διὰ βραχυτάτου περιστᾶσα, καὶ τοὺς Σαυνίτας ὑπ’ | |
25 | αὐτῶν τῶν ὑβρισθέντων τὰ αὐτὰ ἀντιποιήσασα, διέδειξε καὶ ἐν τούτῳ τὸ ὅλον αὐτὴ δυναμένη. 71. Ὅτι ὁ Παπίριος στρατεύσας ἐπὶ τοὺς Σαυνίτας καὶ κατα‐ στήσας αὐτοὺς ἐς πολιορκίαν προσήδρευέ σφισι. κἀν τούτῳ ὀνει‐ δίσαντός τινος αὐτῷ ὅτι οἴνῳ πολλῷ ἐχρῆτο, ἔφη ὅτι „τὸ μὲν μὴ | |
30 | εἶναί με μεθυστικὸν παντί που δῆλον ἔκ τε τοῦ πρωιαίτατά με | |
ὀρθρεύεσθαι καὶ ἐκ τοῦ ὀψιαίτατα καταδαρθάνειν ἐστίν· διὰ δὲ | 427 | |
428 | 〈τὸ〉 τὰ κοινὰ ἀεὶ καὶ μεθ’ ἡμέραν καὶ νύκτωρ ὁμοίως ἐν φρον‐ τίδι ποιεῖσθαι, καὶ ὑπὸ τοῦ μὴ δύνασθαι ῥᾳδίως ὕπνου λαχεῖν, τὸν οἶνον κατακοιμήσοντά με παραλαμβάνω.“ 72. Ὅτι ὁ αὐτὸς ἐφοδεύων ποτὲ τὰς φυλακὰς καὶ μὴ εὑρὼν | |
5 | τὸν Πραινεστίνων στρατηγὸν ἐν τῇ τάξει ὄντα ἠγανάκτησεν, εἶτα μεταπεμψάμενος αὐτὸν ἐκέλευσε τῷ ῥαβδούχῳ τὸν πέλεκυν προ‐ χειρίσασθαι· ἐκπλαγέντος τε αὐτοῦ πρὸς τοῦτο καὶ καταδείσαν‐ τος, τῷ τε φόβῳ αὐτοῦ ἠρκέσθη καὶ οὐδὲν ἔτι δεινὸν αὐτὸν ἔδρα‐ σεν, ἀλλὰ ῥίζας τινὰς παρὰ τὰ σκηνώματα οὔσας ἐκκόψαι τῷ | |
10 | ῥαβδούχῳ, ἵνα μὴ τοὺς παριόντας λυπῶσι, προσέταξεν. 73. Ὅτι αἱ εὐπραγίαι οὐ πάνυ τοῖς πολλοῖς παραμένουσιν, ἀλλὰ καὶ συχνοὺς ἐς ἀφυλαξίαν παραγαγοῦσαι φθείρουσιν. 74. Ὅτι Ἄππιος ὁ τυφλὸς καὶ Βουλούμνιος διεφέροντο πρὸς ἀλλήλους· ἀφ’ οὗπερ Βουλούμνιος, τοῦ Ἀππίου προενεγκόντος | |
15 | ποτὲ αὐτῷ ἐν ἐκκλησίᾳ ὅτι σοφώτερος ὑφ’ ἑαυτοῦ γεγονὼς οὐδε‐ μίαν οἱ χάριν εἰδείη, αὐτὸς μὲν καὶ γεγονέναι οὕτως σοφώτερος καὶ ὁμολογεῖν τοῦτ’ ἔφη, ἐκεῖνον δὲ μηδὲν πρὸς τὰ τοῦ πολέμου πράγματα ἐπιδεδωκέναι. 75. Ὅτι ὁ ὅμιλος περὶ τῆς μαντείας παραχρῆμα μὲν οὔθ’ | |
20 | ὅπως πιστεύσῃ οὔθ’ ὅπως ἀπιστήσῃ αὐτῷ εἶχεν· οὔτε γὰρ ἐλπί‐ ζειν πάντα ἐβούλετο, ὅτι μηδὲ γενέσθαι πάντα ἤθελεν, οὔτ’ αὖ ἀπιστεῖν ἅπασιν ἐτόλμα, ὅτι νικῆσαι ἐπεθύμει, ἀλλ’ οἷα ἐν μέσῳ τῆς ταραχῆς καὶ τοῦ φόβου ὢν χαλεπώτατα διῆγεν. συμβάντων δ’ αὐτῶν ὡς ἑκάστων καὶ τὴν ἑρμήνευσίν σφισιν ἐκ τῆς τῶν ἔρ‐ | |
25 | γων πείρας ἐφήρμοσαν, καὶ αὐτὸς σοφίας τινὰ δόξαν ἐς τὴν 〈τοῦ〉 ἀφανοῦς πρόγνωσιν προσποιεῖσθαι ἐπεχείρει. 76. Ὅτι οἱ Σαυνῖται ἀγανακτήσαντες ἐπὶ τοῖς γεγονόσι, καὶ ἀπαξιώσαντες ἐπὶ πολὺ ἡττᾶσθαι, πρὸς ἀποκινδύνευσιν καὶ πρὸς ἀπόνοιαν ὡς ἤτοι κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι ὥρμη‐ | |
30 | σαν, καὶ τήν τε ἡλικίαν πᾶσαν ἐπελέξαντο, θάνατόν τε προειπόν‐ | 428 |
429 | τες ὅστις ἂν αὐτῶν οἴκοι καταμένῃ, καὶ ὅρκοις σφᾶς φρικώδεσι πιστωσάμενοι μήτ’ αὐτόν τινα ἐκ μάχης φεύξεσθαι καὶ τὸν ἐπι‐ χειρήσοντα τοῦτο ποιῆσαι φονεύσειν. 77. Ὅτι οἱ .......... στρατιῶται σὺν Ποστουμίῳ ἐξελ‐ | |
5 | θόντες κατὰ τὴν ὁδόν τε ἐνόσησαν καὶ ἐδόκουν διὰ τὴν τοῦ ἄλ‐ σους τομὴν πονεῖσθαι. ἐπ’ οὖν τούτοις ἀνακληθεὶς ἐν ὀλιγωρίᾳ κἀνταῦθα αὐτοὺς ἐποιήσατο λέγων οὐχ ἑαυτοῦ τὴν βουλήν, ἀλλ’ ἐκείνης αὑτὸν ἄρχειν. 78. Ὅτι Φαβρίκιος ἐδοξάσθη κρείττων τοῦ φθόνου γενόμενος | |
10 | ὅσπερ που καὶ τῶν ἀρίστων ἀνδρῶν πολλοῖς ὑπὸ φιλοτιμίας ἐγ‐ γίγνεται. 79. Ὅτι ἐρωτηθεὶς Γάιος Φαβρίκιος διὰ τί τῷ ἐχθρῷ τὰ πράγματα ἐπέτρεψε τήν τε ἄλλην ἀρετὴν .............. καὶ πρὸς εἶπεν ὅτι αἱρετώτερόν ἐστιν ὑπὸ τοῦ πολίτου συληθῆναι ἡ | |
15 | ὑπὸ τῶν πολεμίων πραθῆναι. 80. Ὅτι Κούριος τὰ πεπραγμένα οἱ ἐν τῷ δήμῳ ἀπολογιζό‐ | |
μενος ἔφη ὅτι γῆν μὲν τοσαύτην προσεκτήσατο ὅσην οὐκ ἂν ἄν‐ | 429 | |
430 | θρωποι ἐλάττους ἐξειργάσαντο καὶ ἀνθρώπους τόσους ἐθηράσατο ὅσοις οὐκ ἂν ἐλάττων χώρα ἐξήρκεσεν. 81. Ὅτι χρεῶν ἀποκοπὴν εἰσηγουμένων τῶν δημάρχων ὁ νό‐ μος κελεύων τὴν ἄφεσιν τῶν ὑπερημεριῶν πολλάκις μάτην ἐξε‐ | |
5 | τέθη, πᾶν ἀπολαβεῖν τῶν δανειστῶν βουλομένων, τῶν δὲ δὴ δη‐ μάρχων αἵρεσιν διδόντων τοῖς δυνατοῖς ἢ τοῦτον ἐπιψηφίσαντας τὸν νόμον τὰ ἀρχαῖα μόνα λαβεῖν ἢ καὶ ἐκείνους τοὺς .......... ἀποφοραῖς τριέτεσι κομίσασθαι. καὶ ἐν μὲν τῷ παραχρῆμα οἵ τ’ ἀσθενέστεροι ὀκνήσαντες μὴ καὶ τοῦ παντὸς ἁμαρτάνοιεν ἀμφό‐ | |
10 | τερα προσήκαντο καὶ οἱ εὐπορώτεροι θαρσήσαντες ὡς οὐδέτερον ἀναγκασθήσονται ἤχθοντο· ἐπειδὴ δὲ ἐπίσχειν τὸ μεταστάν τι ἔμελλεν, ἐς τοὐναντίον ἀμφοτέροις αὐτοῖς περιέστη· τοῖς τε γὰρ ὀφείλουσιν οὐδέτερον ἔτ’ αὐτῶν ἐξήρκεσε, καὶ τοῖς δυνατοῖς ἀγα‐ πητὸν ἐδόκει εἶναι, εἰ μὴ καὶ τῶν ἀρχαίων στερηθεῖεν. οὔτ’ οὖν | |
15 | ἐν τῷ τότε παρόντι ἡ στάσις διεκρίθη, καὶ μετὰ ταῦτα ἐπὶ μακρό‐ τερον ἐς τὸ φιλονεικεῖν συνέβαλλον ἀλλήλοις· οὔτ’ ἄλλο οὐδὲν ἐν τῷ καθεστῶτι προσώπῳ ἐποίουν. τελευτῶντες οὖν οὐδὲ ἐθελόν‐ των τῶν δυνατῶν πολλῷ πλείω τῶν κατ’ ἀρχὰς ἐλπισθέντων σφίσιν ἀφεῖναι συνηλλάγησαν, ἀλλ’ ὅσῳ μᾶλλον εἴκοντας αὐτοὺς | |
20 | ἑώρων, ἐπὶ πλεῖον ὡς καὶ δικαιώματί τινι περιγινόμενοι ἐθρα‐ σύνοντο, καὶ διὰ τοῦτο τά τε ἀεὶ συγχωρούμενα αὐτοῖς ὡς καὶ ἀναγκαῖα παρὰ μικρὸν ἐτίθεντο καὶ ἑτέρων ἐπωρέγοντο, ἐπιβασίαν ἐς αὐτὰ τὸ τινῶν ἤδη τετυχηκέναι ποιούμενοι. 82. Ὅτι ὡς εἶδον οἱ ἐναντίοι καὶ ἕτερον στρατηγὸν ἐλθόντα, | |
25 | τοῦ μὲν κοινοῦ τῆς στρατείας σφῶν ἠμέλησαν, τὴν δὲ ἰδίαν ἕκα‐ στοι σωτηρίαν διεσκόπουν, οἷά που φιλοῦσι ποιεῖν οἱ μήτε ἐξ ὁμοφύλων συνιόντες μήτ’ ἀπὸ κοινῶν ἐγκλημάτων στρατεύοντες μήτ’ ἄρχοντα ἕνα [ἔχοντα ἕνα] ἔχοντες· ἐν μὲν γὰρ ταῖς εὐπρα‐ γίαις συμφρονοῦσιν, ἐν δὲ δὴ ταῖς συμφοραῖς τὸ καθ’ ἑαυτὸν | |
30 | ἕκαστος μόνον προορᾶται. καὶ ὥρμησαν ἐς φυγήν, ἐπειδὴ συν‐ | |
εσκότασε, μηδὲν ἀλλήλοις ἐπικοινωνήσαντες· ἀθρόοι μὲν γὰρ οὔτ’ | 430 | |
431 | ἂν βιάσασθαι οὔτ’ ἂν λαθεῖν τὴν ἀπόδρασιν ἐνόμισαν, ἂν δὲ αὐτοὶ ἰδίᾳ ἕκαστοι καὶ ὡς ᾤοντο μόνοι ποι ἀπίωσι, ῥᾷόν που διαπεσεῖσθαι. καὶ οὕτω τῷ οἰκείῳ ἕκαστος αὐτῶν δόγματι ὅτι ἀσφαλέστατα τὴν φυγὴν ποιησάμενοι ... | |
5 | 83. Ὅτι οἱ Ταραντῖνοι, καίπερ τὸν πόλεμον αὐτοὶ παρασκευ‐ άσαντες, ὅμως ἐν σκέπῃ τοῦ φόβου ἦσαν· οἱ γὰρ Ῥωμαῖοι ᾐσθά‐ νοντο μὲν τὰ πραττόμενα ὑπ’ αὐτῶν, οὐ μέντοι καὶ προσεποι‐ οῦντο διὰ τὰ παρόντα σφίσι. μετὰ δὲ δὴ τοῦτο νομίσαντες γοῦν ἢ δ.α..λειν ἢ πάντως γε λανθάνειν, ὅτι μηδ’ ἔγκλημα ἐλάμ‐ | |
10 | βανον, ἐπὶ πλεῖον ἐξύβρισαν καὶ ἄκοντας αὐτοῖς τοὺς Ῥωμαίους ἐξεπολέμωσαν, ὥστε καὶ ἐπαληθεῦσαι ὅτι καὶ εὐπραγίαι, ἐπειδὰν ἔξω τοῦ συμμέτρου τισὶ γένωνται, συμφορῶν σφισιν αἴτιαι καθί‐ στανται· προαγαγοῦσαι γὰρ αὐτοὺς ἐς τὸ ἔκφρον (〈οὐδὲ γὰρ ἐθέλει τὸ σῶφρον〉 τῷ χαύνῳ συνεῖναι) 〈τὰ μέγιστα〉 σφάλλουσιν, | |
15 | ὥσπερ που καὶ ἐκεῖνοι ὑπερανθήσαντες ἀντίπαλον τῆς ἀσελγείας κακοπραγίαν ἀντέλαβον. 84. Ὅτι ὁ Ποστούμιος τῶν Ταραντίνων τὴν ἐσθῆτα αὐτοῦ κηλιδωσάντων καὶ ἀνάπαιστά τινα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ | |
τῆς βαδίσεως ᾀδόντων ἔφη „γελᾶτε, ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε | 431 | |
432 | γὰρ ἐπὶ μακρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.“ Ἀκούσαντες τοῦτ’ ἐκεῖνοι τῶν μὲν σκωμμάτων ἐπέσχον, ἐς δὲ τὴν παραίτησιν τοῦ ὑβρίσματος οὐδὲν ἔπραξαν, ἀλλ’ ὅτι καὶ σῶς | |
5 | αὐτοὺς ἀφῆκαν, ἐν εὐεργεσίας μέρει ἐτίθεντο. 85. Ὅτι Μέτων ὡς οὐκ ἔπεισε Ταραντίνους τὸ μὴ Ῥωμαίοις ἐκπολεμωθῆναι, ἔκ τε τῆς ἐκκλησίας ὑπεξῆλθε καὶ στεφάνους ἀνε‐ δήσατο, συγκωμαστάς τέ τινας καὶ αὐλητρίδα λαβὼν ὑπέστρεψεν. ᾄδοντος δὲ αὐτοῦ καὶ κορδακίζοντος ἐξέστησαν τῶν προκειμένων | |
10 | καὶ ἐπεβόων καὶ ἐπεκρότουν, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι. καὶ ὃς σιγάσας αὐτοὺς „νῦν μὲν καὶ μεθύειν“ ἔφη „καὶ κωμάζειν ἔξεστιν ἡμῖν· ἂν δ’ ὅσα βουλεύεσθε ἐπιτελέσητε, δουλεύσομεν.“ 86. Ὅτι Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου τό τε φρόνημα πολλῷ μεῖζον ἔσχεν ἅτε καὶ ὑπὸ τῶν ἀλλοφύλων ἀντίπαλος τοῖς | |
15 | Ῥωμαίοις εἶναι νομιζόμενος, καὶ ἐν τύχῃ οἱ ἡγήσατο ἔσεσθαι τοῖς τε πρὸς αὐτὸν καταφυγοῦσιν, ἄλλως τε καὶ Ἕλλησιν οὖσιν, ἐπι‐ κουρῆσαι καὶ ἐκείνους σὺν προφάσει τινὶ εὐπρεπεῖ προκαταλαβεῖν πρίν τι δεινὸν ὑπ’ αὐτῶν παθεῖν. οὕτω γάρ που καὶ τῆς εὐδο‐ ξίας αὐτῷ ἔμελεν ὥστε καὶ ἐκ πολλοῦ χρόνου Σικελίας ἐφιέμενος | |
20 | καὶ τὰ τῶν Ῥωμαίων ὅπῃ χειρώσαιτο διασκοπῶν, ὀκνεῖν τῆς πρὸς αὐτοὺς ἔχθρας, ἐπειδὴ μηδὲν ἠδίκητο, προκατάρξασθαι. 87. Ὅτι Πύρρος πέμψας ἐς Δωδώνην ἐμαντεύσατο περὶ τῆς στρατείας· καί οἱ χρησμοῦ ἐλθόντος, ἂν ἐς τὴν Ἰταλίαν περαι‐ ωθῇ, Ῥωμαίους νικήσειν, συμβαλὼν αὐτὸν πρὸς τὸ βούλημα (δεινὴ | |
25 | γὰρ ἐξαπατῆσαί τινα ἐπιθυμία ἐστίν) οὐδὲ τὸ ἔαρ ἔμεινεν. 88. Ὅτι ὁ Δέκιος ὁ φρούραρχος τοὺς Ῥηγίνους ἀποσφάξας φιλίαν πρὸς Μαμερτίνους ἐσπείσατο, νομίζων αὐτοὺς ἐκ τοῦ ὁμοιο‐ τρόπου τῶν τολμημάτων πιστοτάτους σφίσι συμμάχους ἔσεσθαι, ἅτε καὶ εὖ εἰδὼς ὅτι συχνοὶ τῶν ἀνθρώπων ἰσχυροτέραις δή τισιν | |
30 | ἀνάγκαις ὑπὸ τοῦ τῶν ὁμοίων τι παρανομῆσαι τοῦ τε κατὰ νόμους ἑταιρικοῦ καὶ τοῦ κατὰ γένος οἰκείου συνίστανται. | |
89. Ὅτι διαβολὴν ἀπ’ αὐτῶν οἱ Ῥωμαῖοι χρόνον τινὰ ἔσχον, | 432 | |
433 | μέχρι οὗ ἐπεξῆλθον αὐτοῖς· πρὸς γὰρ τὰ μείζω καὶ πρὸς τὰ μᾶλ‐ λον κατεπείγοντα ἀσχολίαν ἄγοντες παρὰ σμικρόν τισιν αὐτὰ ποι‐ εῖσθαι ἔδοξαν. 90. Ὅτι οἱ Ῥωμαῖοι μαθόντες ἥξειν τὸν Πύρρον κατέδεισαν, | |
5 | ἐκεῖνόν τε αὐτὸν εὐπόλεμον εἶναι μαθόντες καὶ δύναμιν πολλὴν καὶ ἀνανταγώνιστον ἔχειν, οἷά που συμβαίνει περί τε τῶν ἀγνώ‐ στων σφίσι καὶ περὶ τῶν διὰ πλείστου μάλιστα ὄντων θρυλλεῖ‐ σθαι 〈τοῖσ〉 πυνθανομένοις. 91. Ὅτι ἥ τε φιλοτιμία καὶ ἡ ἀπιστία ἀεὶ τοῖς τυράννοις | |
10 | σύνεστιν, ἐξ ὧν ἀνάγκη μηδένα αὐτοὺς ἀκριβῆ φίλον ἔχειν· ἀπι‐ στούμενος γὰρ καὶ φθονούμενός τις οὐδένα ἂν καθαρῶς ἀγαπήσειε. πρὸς δ’ ἔτι καὶ ἡ τῶν τρόπων ὁμοιότης ἥ τε τοῦ βίου ἰσότης καὶ τὸ τὰ αὐτά τισι καὶ σφαλερὰ καὶ σωτήρια εἶναι καὶ ἀληθεῖς καὶ βεβαίους φίλους μόνα ποιεῖ. ὅπου δ’ ἂν τούτων τι ἐνδεήσῃ, | |
15 | προσποιητὸν μέν τι σχῆμα ἑταιρείας ὁρᾶται, ἕρμα δ’ οὐδὲν αὐτῆς ἐχέγγυον εὑρίσκεται. 92. Ὅτι στρατηγία ἂν μὲν καὶ δυνάμεις ἀξιόχρεως λάβῃ, πλεῖστον καὶ πρὸς σωτηρίαν σφῶν καὶ πρὸς ἐπικράτησιν φέρει, αὐτὴ δὲ καθ’ ἑαυτὴν οὐδενὸς ἐν μέρει 〈ἐστίν〉· οὐδὲ γὰρ οὐδ’ | |
20 | ἄλλη τις τέχνη χωρὶς τῶν συμπραξόντων καὶ συνδιοικησόντων αὐτῇ ἰσχύει. 93. Ὅτι τοῦ Μεγακλέους τελευτήσαντος καὶ τοῦ Πύρρου τὸν πῖλον ἀπορρίψαντος ἐς τὸ ἐναντίον ἡ μάχη περιέστη· τοῖς μὲν γὰρ ἡ σωτηρία αὐτοῦ πολὺ πλεῖον ἐκ τοῦ παρὰ τὴν ἐλπίδα σφῶν | |
25 | αὐτὸν περιεῖναι ἢ εἰ μηδ’ ἀρχὴν τεθνηκέναι ἐνενόμιστο θάρσος ἐνεποίησεν, οἱ δὲ ἀπατηθέντες δεύτερον οὐδὲν ἔτι πρόθυμον ἔσχον, | |
κολουσθέντες τε αὖθις τὸ μάτην θαρσῆσαι, καὶ ἐκ τῆς δι’ ὀλίγου | 433 | |
434 | μεταβολῆς σφων ἐς τὴν τοῦ χείρονος δόκησιν οὐδ’ ὕστερόν ποτε αὐτὸν φθαρήσεσθαι ἐλπίσαντες. 94. Ὅτι συγχαιρόντων τινῶν τῷ Πύρρῳ τῆς νίκης, τὴν μὲν δόξαν τοῦ ἔργου ἐδέχετο, εἰ δὲ δὴ καὶ αὖθίς ποτε ὁμοίως κρατή‐ | |
5 | σειεν, ἀπολεῖσθαι ἔφη. καὶ τοῦτό τε αὐτοῦ φερόμενόν ἐστιν, καὶ ὅτι τοὺς Ῥωμαίους καίτοι νικηθέντας ἐθαύμασε καὶ προέκρινε τῶν ἑαυτοῦ στρατιωτῶν, εἰπὼν ὅτι „τὴν οἰκουμένην ἂν ἤδη πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον.“ 95. Ὅτι Πύρρος λαμπρός τε ἐπὶ τῇ νίκῃ ἦν καὶ ὄνομα ἀπ’ | |
10 | αὐτῆς μέγα ἔσχεν, ὥστε πολλοὺς μὲν τῶν ἐκ τοῦ μέσου καθημέ‐ νων προσχωρῆσαί οἱ, πάντας δὲ τοὺς περιορωμένους τῶν συμμά‐ χων ἀφικέσθαι. οὐ μὴν οὔτε ἐμφανῆ ὀργὴν αὐτοῖς ἐποιήσατο, οὔτ’ αὖ παντελῶς τὴν ὑποψίαν ἀπεκρύψατο, ἀλλ’ ὀλίγα σφίσιν ἐπὶ τῇ διαμελλήσει ἐπιτιμήσας ................ ἔδεισε | |
15 | μὴ καὶ ἐς φανερὰν αὐτοὺς ἀλλοτρίωσιν προαγάγῃ, καὶ ἐκ τοῦ μη‐ δὲν ἐνδείξασθαι ἐνόμισεν ἤτοι καταγνωσθήσεσθαι ὑπ’ αὐτῶν εὐήθειαν ὡς οὐ συνεὶς ὧν ἔπραξαν, ἢ καὶ ὑποπτευθήσεσθαι ὀργὴν κρυφαίαν ἔχειν, καὶ ἀπ’ αὐτῶν 〈ἢ〉 καταφρόνησιν ἢ μῖσος προ‐ επιβουλήν τε ἐς αὐτόν, ὅπως μὴ προπάθωσί τι, ἐγγενήσεσθαί | |
20 | σφισι προσεδόκησε. δι’ οὖν ταῦτα πράως τε αὐτοῖς διελέχθη καὶ τῶν σκύλων τινὰ ἔδωκεν. 96. Ὅτι οἱ Ῥωμαῖοι ἐν ἀπόρῳ γενόμενοι διὰ τοὺς ἐλέφαντας, ἅτε μηπώποτε τοιοῦτο θηρίον ἰδόντες, τὴν μέντοι θνητὴν φύσιν ἐνθυμούμενοι καὶ ὅτι θηρίον οὐδὲν ἀνθρώπου κρεῖττόν ἐστιν, | |
25 | ἀλλὰ πάντα δὴ πάντως, εἰ καὶ μὴ κατ’ ἰσχύν, ταῖς γοῦν σοφίαις σφῶν ἐλαττοῦται, ἐθάρσουν. 97. Ὅτι καὶ οἱ στρατιῶται οἱ τοῦ Πύρρου, οἵ τε οἴκοθεν καὶ οἱ σύμμαχοι, δεινῶς πρὸς τὰς ἁρπαγὰς ὡς καὶ ἑτοίμους καὶ ἀκιν‐ δύνους σφίσιν οὔσας ἠπείγοντο. | |
30 | 98. Ὅτι οἱ Ἠπειρῶται τὴν φιλίαν, ἀγανακτήσει ὅτι ἐπὶ με‐ | 434 |
435 | γάλαις δή τισιν ἐλπίσιν στρατεύσαντες οὐδὲν ἔξω τῶν πραγμάτων εἶχον, ἐλυμήναντο, καὶ πάνυ γε ἐν καιρῷ τοῦτο τοῖς Ῥωμαίοις ἐγένετο· συνιστάμενοι γὰρ πρὸς αὐτὸν οἱ τὴν Ἰταλίαν οἰκοῦντες ἀνεκόπησαν, ἐξ ἴσου τὰ τῶν συμμάχων 〈καὶ τὰ〉 τῶν πολεμίων | |
5 | πορθοῦντας αὐτοὺς ὁρῶντες· τὰ γὰρ ἔργα αὐτοῦ μᾶλλον ἢ τὰς ὑποσχέσεις ἐσκόπουν. 99. Ὅτι ὁ Πύρρος ἐφοβήθη μὴ καὶ πανταχόθεν ὑπὸ τῶν Ῥωμαίων ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ. χαλεπῶς δ’ ἐπὶ τού‐ τῳ τῶν συμμάχων αὐτοῦ φερόντων, εἶπέ σφισιν ὅτι σαφῶς ἐξ | |
10 | αὐτῆς τῆς χώρας ὁρῴη ὅσον τῶν Ῥωμαίων διαφέρουσι· τὴν μὲν γὰρ ἐκείνων ὑπήκοον καὶ δένδρα παντοδαπὰ καὶ ἀμπελουργίας καὶ γεωργίας κατασκευάς τε τῶν ἀγρῶν πολυτελεῖς ἔχειν, τὰ δὲ δὴ τῶν ἑαυτοῦ φίλων οὕτω πεπορθῆσθαι ὥστε μηδ’ εἰ κατῳκήθη ποτὲ γιγνώσκεσθαι. | |
15 | 100. Ὅτι ὁ αὐτός, ἐπειδή γε ἀναχωροῦντι αὐτῷ τὸ στράτευμα τοῦ Λαμινίου πολλῷ πλεῖον τοῦ πρόσθεν εἶδεν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. οὐ μέντοι παρὰ τοῦθ’ ἧττον ἐθάρσησεν· ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέ‐ σατο δέ. | |
20 | 101. Ὅτι τοῦ Φαβρικίου αὐτὸ τοῦτο μόνον εἰπόντος, ὅτι „Ῥω‐ μαῖοι ἡμᾶς ἔπεμψαν τούς τε ἑαλωκότας ἐν τῇ μάχῃ κομιουμένους καὶ λύτρα ἀντ’ αὐτῶν ἀντιδώσοντας, ὅσα ἂν ἀμφοτέροις ἡμῖν συμβῇ“, διηπορήθη τε ὅτι μὴ περὶ τῆς εἰρήνης πρεσβεύειν ἔφη, καὶ μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν φίλων ὧνπερ | |
25 | εἰώθει, τὸ μέν τι καὶ περὶ τῆς ἀνταποδόσεως τῶν αἰχμαλώτων, τὸ δὲ δὴ πλεῖστον περί τε τοῦ πολέμου καὶ περὶ τῆς διαχειρί‐ σεως αὐτοῦ, εἴτε κατὰ τὸ ἰσχυρὸν εἴτε καὶ ἄλλως πως αὐτὸν ..... 102. „....... μεταχειρίσασθαι, ἐς μάχας καὶ παρατάξεις | |
ἀσταθμήτους ἀναρρῖψαι· ὥστε πεισθείς, ὦ Μίλων, ἐμοὶ καὶ τῷ | 435 | |
436 | παλαιῷ λόγῳ μηδὲ ἐς ἄλλο τι βίᾳ μᾶλλον ἢ σοφίᾳ, ὅπου γε καὶ ἐνδέχεται, χρήσῃ, ἐπεὶ Πύρρος γε πάντα τὰ πρακτέα οἱ ἀκριβῶς οἶδε καὶ οὐδὲν αὐτῶν δεῖται παρ’ ἡμῶν μαθεῖν.“ ταῦτ’ εἶπε, καὶ πάντες ὁμογνώμονες ἐγένοντο, καὶ μάλισθ’ ὅτι ἐκ μὲν τούτων | |
5 | οὔτε ζημιωθήσεσθαί τι οὔτε κινδυνεύσειν, ἐκ δὲ τῶν ἑτέρων ἑκά‐ τερον πείσεσθαι ἔμελλον. καὶ ὁ Πύρρος οὕτω φρονῶν εἶπε πρὸς τοὺς πρέσβεις „οὔτε πρότερον ἑκὼν ὑμῖν, ὦ Ῥωμαῖοι, ἐπολέμησα, οὔτ’ ἂν νῦν πολεμήσαιμι· φίλος τε γὰρ ὑμῶν γενέσθαι περὶ παν‐ τὸς ποιοῦμαι, καὶ διὰ τοῦτο τούς τε αἰχμαλώτους πάντας ἄνευ | |
10 | λύτρων ἀφίημι καὶ τὴν εἰρήνην σπένδομαι.“ καὶ ἰδίᾳ τούτους ἐθεράπευεν, ὅπως μάλιστα μὲν τὰ ἑαυτοῦ ἀνθέλωνται, εἰ δὲ μή, τήν γε φιλίαν οἱ πρυτανεύσωσιν. 103. Ὁ δὲ Πύρρος τούς τε ἄλλους προσηταιρίσατο καὶ τῷ Φαβρικίῳ διελέχθη ὧδε· „ἐγώ, ὦ Φαβρίκιε, πολεμεῖν μὲν ὑμῖν | |
15 | οὐδὲν ἔτι δέομαι, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν τοῖς Ταραντίνοις ἐπεί‐ σθην καὶ δεῦρο ἦλθον μεταγινώσκω, καίπερ πολὺ ὑμᾶς ἐν τῇ μάχῃ κρατήσας· φίλος δὲ δὴ καὶ πᾶσι μὲν Ῥωμαίων ἡδέως ἂν ἐγενόμην, μάλιστα δὲ δὴ σοί· πάνυ γάρ σε καὶ ἀγαθὸν καὶ ἐλλό‐ γιμον ἄνδρα ὁρῶ ὄντα. τήν τε οὖν εἰρήνην συμπρᾶξαί σέ μοι ἀξιῶ, | |
20 | καὶ προσέτι καὶ οἴκαδε καὶ ἐς τὴν Ἤπειρον ἐπισπέσθαι· ἐπί τε γὰρ τὴν Ἑλλάδα στρατευσείω καὶ συμβούλου στρατηγοῦ τέ σου δέομαι.“ ὁ οὖν Φαβρίκιος „ἐπαινῶ μέν σε“ εἶπεν „ὅτι καὶ ἐπὶ τῇ στρατείᾳ μεταγινώσκεις καὶ τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι πρὸς αὐτήν, εἴγε συμφέρει ἡμῖν, σπουδάσω (οὐ γάρ που καὶ κατὰ τῆς πατρί‐ | |
25 | δος τι πρᾶξαί με ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα ἀξιώσεις) σύμβου‐ λον δὲ δὴ καὶ στρατηγὸν μηδένα ποτὲ ἐκ δημοκρατίας παραλάβῃς· ἐμοὶ ἔμοιγ’ οὐδ’ ἡτισοῦν ἐστι σχολή. οὐ μέντοι οὐδὲ τούτων τι .......... ἀλλ’ ὅτι οὐ προσήκει τὸ παράπαν πρεσβευτὴν δωροδοκεῖν. πυνθάνομαι γοῦν πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς | |
30 | νομίζεις ἄνδρα εἶναι ἢ οὔ· εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με | 436 |
437 | δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; εὖ τοίνυν ἴσθ’ ὅτι ἐγὼ μὲν καὶ πάνυ πολλὰ ἔχω καὶ οὐδὲν δέομαι πλειόνων· ἀρκεῖ γάρ μοι τὰ ὄντα, καὶ οὐδενὸς τῶν ἀλλοτρίων ἐπιθυμῶ· σὺ δ’ εἰ καὶ σφόδρα πλουτεῖν νομίζεις, ἐν πενίᾳ μυρίᾳ | |
5 | καθέστηκας· οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τἄλλα ὅσα κέκτη‐ σαι καταλιπὼν δεῦρ’ ἐπεραιώθης, εἴγε ἐκείνοις τε ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου. ὅταν γάρ τις τοῦτο πάσχῃ καὶ μηδένα ὅρον τῆς ἀπληστίας ποιῆται, πτωχότατός ἐστι· διὰ τί; ὅτι πᾶν τὸ μὴ ὑπάρχον αὐτῷ ὡς καὶ ἀναγκαῖον ποθεῖ, καθάπερ ἄνευ ἐκείνου μὴ | |
10 | δυνάμενος ζῆσαι. ὥστ’ ἔγωγε ἡδέως ἄν σοι, ἐπειδὴ καὶ φίλος μοι φὴς εἶναι, ἐκ τοῦ ἐμαυτοῦ τι πλούτου χαρισαίμην· πολλῷ γάρ τοι καὶ ἀσφαλέστερος καὶ ἀθανατώτερός ἐστι τοῦ σοῦ, καὶ οὔτε τις αὐτῷ φθονεῖ οὔτε τις ἐπιβουλεύει, οὐ δῆμος, οὐ τύραννος· καὶ τὸ μέγιστον, ὅσῳ τις ἂν αὐτοῦ πλείοσι μεταδιδῷ, καὶ αὐτὸς | |
15 | ἐπὶ μεῖζον αὔξεται. τίς οὖν οὗτός ἐστιν; τὸ τοῖς ὑπάρχουσί τινι ὡς καὶ παμπληθέσιν οὖσιν ἡδέως χρῆσθαι, τὸ τῶν ἀλλοτρίων ὡς καὶ μέγα τι κακὸν ἐχόντων ἀπέχεσθαι, τὸ μηδένα ἀδικεῖν, τὸ πολλοὺς εὐεργετεῖν, ἄλλα μυρία, ἃ σχολὴν ἄν τις ἄγων εἴποι. ὡς ἔγωγε βουλοίμην ἄν, εἴπερ που πάντως ἀναγκαῖον εἴη θάτερον | |
20 | αὐτῶν παθεῖν, βιασθεὶς ἂν μᾶλλον ἢ φενακισθεὶς ἀπολέσθαι· τὸ μὲν γὰρ τῆς τύχης ἀξιώσει φιλεῖ τισι συμβαίνειν, τὸ δὲ ἔκ τε ἀνοίας καὶ ἐξ αἰσχροκερδείας πολλῆς, ὥσθ’ αἱρετώτερον εἶναί τι τῇ τοῦ θείου πλεονεξίᾳ μᾶλλον ἢ τῇ ἑαυτοῦ κακίᾳ σφαλῆναι· ἐν ἐκείνῳ μὲν γὰρ τὸ σῶμά τινος ἡττᾶται, ἐν δὲ τούτῳ καὶ ἡ ψυχὴ | |
25 | προσδιαφθείρεται· ..., ἐνταυθοῖ δ’ αὐτοέντης τρόπον τινὰ αὐ‐ τός τις ἑαυτοῦ γίγνεται, ὅτι ὁ τὴν ψυχὴν ἅπαξ τὴν ἑαυτοῦ τὸ μὴ τοῖς παροῦσιν ἀρκεῖσθαι διδάξας ἀόριστον τὴν τῆς πλεονεξίας ἐπιθυμίαν λαμβάνει. 104. Καὶ προθυμότατα ἐς τοὺς καταλόγους ἀπήντησαν, τὸ | |
30 | καθ’ ἑαυτὸν ἕκαστος ἐλλιπὲς ἀνάστασιν τῆς πατρίδος [εἶναι] νομί‐ | |
ζοντες ἔσεσθαι. | 437 | |
438 | 105. Τοιαύτη μὲν ἡ τοῦ λόγου φύσις ἐστὶ καὶ τοσαύτην ἰσχὺν ἔχει ὥστε καὶ ἐκείνους ὑπ’ αὐτοῦ τότε μεταβαλεῖν καὶ ἐς ἀντί‐ παλον καὶ μῖσος καὶ θάρσος τοῦ τε δέους τοῦ Πύρρου καὶ τῆς ἐκ τῶν δώρων αὐτοῦ ἀλλοιώσεως ἀντιστῆναι. | |
5 | 106. Ὅτι πᾶν τὸ τῇ γνώμῃ παρὰ δόξαν ταπεινωθὲν καὶ τῆς ῥώμης ὑποδίδωσιν. 107. Ὅτι τῷ Δεκίῳ ὁ Πύρρος προσπέμψας οὔτε προχωρή‐ σειν οἱ τοῦτο πρᾶξαι ἐθελήσαντι ἔφη, τοῦτ’ ἔστι τὸ μὴ συλλη‐ φθέντα ἀποκτανθῆναι, καὶ ζωγρηθέντα κακῶς αὐτὸν ἀπολεῖσθαι | |
10 | ἐπηπείλησεν. οἱ δὲ ὕπατοι πρὸς ταῦτα ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρα‐ τήσειν. 108. Οὔθ’ ὅπως τὸν ἕτερον αὐτῶν πρότερον οὔθ’ ὅπως ἀμ‐ φοτέρους ἅμα ἀμύναιτο ἔσχεν, καὶ ἐν ἀμηχανίᾳ ἦν· τό τε γὰρ | |
15 | διελεῖν τὸ στράτευμα ἔλαττον ὂν τῶν ἐναντίων ἐδεδίει, καὶ τὸ τῷ ἑτέρῳ τὴν χώραν ἀδεῶς κακοῦν ἀφεῖναι δεινὸν ἐποιεῖτο. 109. Ἐπεὶ μέντοι ἄλλως τε δι’ ἀκριβείας αὐτοὺς ἐποιεῖτο, μεῖζον μέρος ἐς ἀσφάλειαν τοῦ μηδ’ 〈ἂν〉 ἐπιθυμῆσαί τινα κακῶς αὐτὸν δρᾶσαι τῷ μηδ’ ἂν ἐθελήσῃ 〈δύνασθαι〉 νέμων, καὶ διὰ | |
20 | τοῦτο πολλοὺς τῶν ἐν τέλει, καὶ τοὺς ἐπικαλεσαμένους αὐτόν, τὸ μέν τι βαρυνόμενός σφισιν ὅτι ὑπ’ αὐτῶν ἐν κράτει τῆς πόλεως γεγονέναι ἐλέγετο, τὸ δὲ καὶ προσυποπτεύων σφᾶς μὴ ὥσπερ αὐ‐ τῷ οὕτω καὶ ἄλλῳ τινὶ προσχωρήσωσιν, ἐξήλασε καὶ διέφθειρεν, ... 110. Ὅτι τοῦ Πύρρου ἐκεῖνο δὴ πάντες ἐθαύμαζον, ὅτι νεανίσ‐ | |
25 | κων τινῶν ἐν συμποσίῳ σκωψάντων αὐτὸν τὰ μὲν πρῶτα ἐξελέγ‐ ξαι σφᾶς ἠθέλησεν, ὅπως τιμωρήσηται, ἔπειτ’ εἰπόντων αὐτῶν ὅτι „πολὺ πλείω καὶ χαλεπώτερα ἂν εἰρήκειμεν εἰ μήπερ ὁ οἶνος ἡμᾶς ἐπελελοίπει“, ἐγέλασε καὶ ἀφῆκεν αὐτούς. 111. Ὅτι αἰτίαι ἐγένοντο τῆς πρὸς ἀλλήλους διαφορᾶς τοῖς | |
30 | μὲν Ῥωμαίοις ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, τοῖς | 438 |
439 | δὲ Καρχηδονίοις ὅτι Ῥωμαῖοι φιλίαν τῷ Ἱέρωνι συνέθεντο. ἀλλὰ ταῦτα μέν, οἷά που πεφύκασιν οἱ τῷ μὲν ἔργῳ πλεονεκτεῖν βου‐ λόμενοι τὴν δὲ δόξαν αὐτοῦ αἰσχυνόμενοι, σκήψεις ἐποιοῦντο· ἡ δὲ ἀλήθεια ἄλλως ἔχει. δυνάμενοι γὰρ ἐκ πολλοῦ οἱ Καρχηδόνιοι, | |
5 | αὐξανόμενοι δὲ ἤδη οἱ Ῥωμαῖοι ἀλλήλους τε ὑφεωρῶντο, καὶ τὰ μὲν ἐπιθυμίᾳ τοῦ ἀεὶ πλείονος κατὰ τὸ 〈τοῖσ〉 πολλοῖς τῶν ἀν‐ θρώπων, καὶ μάλισθ’ ὅταν εὖ πράττωσιν, ἔμφυτον, τὰ δὲ καὶ φόβῳ προήχθησαν εἰς τὸν πόλεμον, 〈μίαν〉 καὶ τὴν αὐτὴν ἑκά‐ τεροι τῶν οἰκείων σωτηρίαν ἀσφαλῆ τὸ τὰ τῶν ἑτέρων προσκτή‐ | |
10 | σασθαι νομίζοντες εἶναι· τά τε γὰρ ἄλλα καὶ χαλεπώτατον ἀδύ‐ νατόν τε ἦν δύο δήμους ἔν τε ἐλευθερίᾳ καὶ ἐν δυνάμει φρονήματί τε ὄντας, καὶ βραχύτατον 〈ὡσ〉 εἰπεῖν ταῖς τῆς ναυτιλίας ὀξύτησι διεστηκότας, ἄλλων μέν τινων ἄρχειν, ἀλλήλων δὲ ἀπέχεσθαι ἐθελῆσαι. τοιοῦτον κατὰ τύχην συμπεσὸν τάς τε σπονδάς σφων | |
15 | διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς συνέρρηξεν. 112. Ὅτι τὸ ἀγώνισμα λόγῳ μὲν περὶ Μεσσήνης καὶ Σικε‐ λίας, ἔργῳ δὲ καὶ περὶ τῆς οἰκείας ἑκάτεροι ἐκεῖθεν ἤδη κινού‐ μενον ᾐσθάνοντο, καὶ τὴν νῆσον, ἅτε ἐν μέσῳ σφῶν κειμένην, ἐπί‐ βασιν τοῖς κρατήσασιν αὐτῆς ἐπὶ τοὺς ἑτέρους ἀσφαλῆ παρέξειν | |
20 | ἐνόμιζον. 113. Ὅτι Γάιος Κλαύδιος ἐλθὼν ἐς ἐκκλησίαν ἄλλα τε ἐπα‐ γωγὰ εἶπε καὶ ὅτι ἐπ’ ἐλευθερώσει τῆς πόλεως ἥκει, οὐ γὰρ δεῖ‐ σθαί γε Ῥωμαίους Μεσσήνης οὐδέν· καὶ ὅτι εὐθύς, ἐπειδὰν τὰ πράγματα αὐτῶν καταστήσῃ, ἀποπλευσεῖται. κἀκ τούτου καὶ τοὺς | |
25 | Καρχηδονίους ἤτοι καὶ ἀποχωρῆσαι ἐκέλευσεν, ἤ, εἰ δή τι δίκαιον εἰπεῖν ἔχουσιν, εἰς κρίσιν καταστῆναι. ὡς δ’ οὔτε τῶν Μαμερ‐ τίνων τις ὑπὸ δέους ἐφθέγγετο καὶ οἱ Καρχηδόνιοι ἅτε καὶ βίᾳ τὴν πόλιν κατέχοντες βραχὺ αὐτοῦ ἐφρόντιζον, αὔταρκες ἔφη μαρ‐ τύριον τὴν σιωπὴν παρ’ ἀμφοτέρων ἔχειν, τῶν μὲν ὅτι ἀδικοῖεν, | |
30 | δεδικαιολογῆσθαι γὰρ ἄν, εἴπερ τι ὑγιὲς ἐφρόνουν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐπιθυμοῖεν· παρρησίᾳ γὰρ ἄν, εἴπερ τὰ τῶν Καρχη‐ | |
δονίων ᾑροῦντο, ἄλλως τε καὶ ἰσχύος αὐτῶν παρούσης κεχρῆσθαι. | 439 | |
440 | καὶ προσυπέσχετό σφισι βοηθήσειν καὶ διὰ τὸ γένος αὐτῶν τῆς Ἰταλίας ὂν καὶ διὰ τὴν αἴτησιν τῆς ἐπικουρίας ἣν ἐπεποίηντο. 114. Ὅτι Γάιος Κλαύδιος τῶν τε τριήρων τινὰς ἀπέβαλε καὶ χαλεπῶς ἀπεσώθη· οὐ μέντοι παρὰ τοῦθ’ ἧττον οὔτε ἐκεῖνος οὔτε | |
5 | οἱ ἐν τῷ ἄστει Ῥωμαῖοι ἀντελάβοντο τῆς θαλάσσης, ὅτι πρῶτον πειρασάμενοι αὐτῆς ἡττήθησαν, ὅπερ που φιλοῦσιν οἱ πρῶτόν τι ἐγχειρισάμενοι καὶ σφαλέντες ποιεῖν, πρὸς οἰωνοῦ τὸ πταισθὲν τιθέμενοι καὶ μηδ’ αὖθίς ποτε κατορθώσειν νομίζοντες· ἀλλὰ καὶ προθυμότερον αὐτῆς διά τε τἄλλα καὶ διὰ φιλοτιμίαν, ἵνα μὴ καὶ | |
10 | ὑπὸ τῆς συμφορᾶς ἀποτετράφθαι δόξωσι, μετεποιήσαντο. 115. Ὅτι ὁ Ἄννων οὔτ’ ἄλλως ἐν ἐλαφρῷ τὸν πόλεμον ποι‐ ούμενος, εἴ τε καὶ δέοι αὐτὸν γενέσθαι, τὴν γοῦν αἰτίαν τῆς δια‐ λύσεως τῶν σπονδῶν ἐς ἐκεῖνον τρέψαι, μὴ κατάρχειν αὐτῆς νομι‐ σθείη, θέλων, προσέπεμψε αὐτῷ τὰς ναῦς καὶ τοὺς αἰχμαλώτους, | |
15 | πρός τε τὴν εἰρήνην προυκαλεῖτο, καὶ προσπαρῄνει οἱ μὴ πολυ‐ πραγμονεῖν τὴν θάλατταν. 116. Ὅτι ἐπεὶ οὐδὲν ἐδέξατο, ἀπειλὴν ὑπέρφρονα καὶ νεμε‐ σητὴν ἠπείλησεν· ἔφη τε γὰρ μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ τοῖς Ῥωμαίοις ἐπιτρέψειν, καὶ μετὰ ταύτης ἀπέ‐ | |
20 | βαλε καὶ τὴν Μεσσήνην οὐ πολλῷ ὕστερον. 117. Ὅτι ὁ Κλαύδιος καταλαβὼν τοὺς Μαμερτίνους ἐν τῷ λιμένι συνεστραμμένους ἐκκλησίαν τε αὐτῶν ἐποίησε καὶ εἶπεν ὅτι „οὐδὲν δέομαι τῶν ὅπλων, ἀλλ’ αὐτοῖς ὑμῖν διαγνῶναι πάντα ἐπιτρέπω“. ἔπεισέ σφας μεταπέμψασθαι τὸν Ἄννωνα· μὴ βουλη‐ | |
25 | θέντος τε αὐτοῦ καταβῆναι πολὺς ἐνέκειτο κατατρέχων καὶ λέγων ὅτι, εἰ δή τι καὶ τὸ βραχύτατον δικαίωμα εἶχεν, πάντως ἂν ἐς λόγους οἱ ἀφίκετο καὶ οὐκ ἂν βίᾳ τὴν πόλιν κατεῖχεν. | |
118. Ὅτι ὁ ὕπατος Κλαύδιος τοὺς στρατιώτας προσπαρῄνεσε | 440 | |
441 | θαρρεῖν μηδὲ ἐπὶ τῇ τοῦ χιλιάρχου ἥττῃ καταπεπλῆχθαι, διδάσ‐ κων αὐτοὺς ὅτι τε αἱ νῖκαι τοῖς ἄμεινον παρεσκευασμένοις γί‐ γνοιντο καὶ ὅτι ἡ σφετέρα ἀρετὴ πολὺ τῆς τῶν ἐναντίων τέχνης προέχουσα εἴη· ἑαυτοὺς μὲν γὰρ τὴν ἐπιστήμην τῶν ναυτικῶν δι’ | |
5 | ὀλίγου προσλήψεσθαι, τοῖς δὲ δὴ Καρχηδονίοις μηδέποτε τὴν ἀν‐ δρείαν ἐκ τοῦ ἴσου σφίσιν ὑπάρξειν ἔφη· τὸ μὲν γὰρ κτητὸν διὰ βραχέος τοῖς τὸν νοῦν αὐτῷ προσέχουσι καὶ καθαιρετὸν μελέτῃ εἶναι, τὸ δὲ εἰ μὴ φύσει τῳ προσείη, οὐκ ἂν διδαχῇ πορισθῆναι. 119. Ὅτι θαρσήσαντες οἱ Λίβυες οὐ τῇ φύσει τοῦ χωρίου | |
10 | ἀλλὰ τῇ σφετέρᾳ ἀρετῇ κεκρατηκότες ἐπέξοδον ἐποιήσαντο· ὁ δὲ Κλαύδιος οὕτως αὐτοὺς δεδιέναι ἐποίησεν ὡς μηδ’ ἔξω τοῦ στρα‐ τοπέδου παρακῦψαι. 120. Καὶ γάρ πως πᾶν τὸ παρὰ λόγον θρασυνόμενον καὶ δεδιέναι ἀλόγως πέφυκεν· ὁ μὲν γὰρ λογισμὸς τήν τε γνώμην τῇ προνοίᾳ | |
15 | βεβαίαν καὶ τὴν ἐλπίδα πιστὴν ἐκ τοῦ ἐχεγγύου αὐτῆς ἔχων, οὔτε καταπτήσσειν τινὰ οὐδ’ ὑπερφρονεῖν ἐᾷ· ἡ δ’ ἀλόγιστος ἐμπληξία πολλοὺς ἔν τε ταῖς εὐπραγίαις ἐξαίρει κἀν ταῖς συμφοραῖς ταπεινοῖ, οἷα μηδὲν ἔρυμα ἔχουσα, ἀλλ’ ἀεὶ τῷ συμπίπτοντι ἐξομοιουμένη. 121. Ὅτι Ῥωμαῖοι καὶ Καρχηδόνιοι πρὸς ναυμαχίαν ἐλθόντες | |
20 | τῷ μὲν ἀριθμῷ τῶν νηῶν καὶ ταῖς προθυμίαις ἀντίρροποι ἦσαν, ὕστερον δὲ πρῶτόν τ’ ἐς ναυμαχίαν ἀπ’ ἀντιπάλου παρασκευῆς καθιστάμενοι, καὶ ἐλπίζοντες καὶ τὸν πάντα πόλεμον ὑπ’ αὐτῆς κριθήσεσθαι, τό τε ἆθλον τὴν Σικελίαν ἐν τοῖς ὀφθαλμοῖς ἔχον‐ τες, καὶ περὶ δουλείας καὶ περὶ ἀρχῆς, τῆς μὲν μὴ πειραθῆναι | |
25 | νικηθέντες τὴν δὲ προσκτήσασθαι κρατήσαντες, ἀγωνιζόμενοι. προέφερον δὲ οἱ μὲν τῇ ἐμπειρίᾳ τῶν τριηριτῶν ἅτε ἀπὸ παλαιοῦ ναυκρατοῦντες, οἱ δὲ τῇ τε ῥώμῃ τῶν ἐπιβατῶν καὶ ταῖς τόλμαις· | |
ὅσῳ γὰρ ἀπειρότεροι τῶν ναυτικῶν ἦσαν, τόσῳ καὶ προπετέστε‐ | 441 | |
442 | ρον καὶ θρασύτερον ἐμάχοντο. τὸ μὲν γὰρ ἐν πείρᾳ σφίσιν ὂν ἀκριβῶς πάντες ὡς εἰπεῖν ἐκλογίζονται, καὶ ὀκνοῦσιν, ἄν γε καὶ ταύτῃ σφᾶς ἡ γνώμη φέρῃ, τὸ δὲ ἀπειρότατον ἀλογίστως τε θαρ‐ σοῦσι καὶ ἐς χεῖρας ἐξ ἀπροβουλίας ἄγονται. | |
5 | 122. Ὅτι ἡττηθέντων Καρχηδονίων κατὰ τὴν ναυμαχίαν ὑπὸ Ῥωμαίων ὀλίγου καὶ τὸν Ἀννίβαν ἀπέκτειναν (πᾶσί τε γὰρ ὡς εἰπεῖν τοῖς στρατεύματά ποι πέμπουσι πρόσεστι φύσει τῶν μὲν πλεονεξιῶν προσποιεῖσθαι, τὰς δὲ ἐλαττώσεις ἐς τοὺς στρατηγή‐ σαντας ἀνωθεῖν· καὶ οἱ Καρχηδόνιοι προχειρότατα τοὺς πταίσαν‐ | |
10 | τάς τι ἐκόλαζον), εἰ μὴ φοβηθεὶς εὐθὺς μετὰ τὴν ἧτταν ἐπερωτῶν αὐτούς, ὡς καὶ ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, πότερον ναυ‐ μαχῆσαί οἱ κελεύουσιν ἢ μή, συνεπαινεσάντων αὐτῶν ὥσπερ που καὶ προσεδόκα, ἅτε καὶ τοσοῦτον τῷ ναυτικῷ προέχειν ἐπαιρομέ‐ νων, ὑπεῖπε διὰ τῶν αὐτῶν ἀγγέλων ὅτι „οὐδὲν ἄρα ἠδίκηκα ὅτι | |
15 | τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ’ οὐ τῆς τύχης ἦν κύριος.“ 123. Ἀλλ’ ἐν τῷ ἴσῳ 〈τὸ〉 τὴν οἰκείαν μὴ προέσθαι καὶ τὸ τὴν ἀλλοτρίαν προσκτήσασθαι τιθέμενοι θυμῷ καὶ ῥώμῃ ἠγωνί‐ ζοντο· τῶν γὰρ πολλῶν τὰ μὲν σφέτερα καὶ παρὰ δύναμιν περι‐ | |
20 | στελλόντων, τῶν δὲ ἀλλοτρίων οὐκ ἐθελόντων μετὰ κινδύνων ἀντι‐ ποιεῖσθαι, ἐκεῖνοι ἐν τῷ ὁμοίῳ τό τε κεχειρωμένον καὶ τὸ προσ‐ δοκώμενον ποιούμενοι πρὸς ἀμφότερα ὁμοίως ἔρρωντο. οἱ δὲ δὴ Ῥωμαῖοι ἄμεινον εἶναι νομίσαντες μηκέτι πόρρω τὸν πόλεμον ποιεῖσθαι, μηδὲ ἐν ταῖς νήσοις προκινδυνεύειν, ἀλλ’ ἐν τῇ οἰκείᾳ | |
25 | τῇ τῶν Καρχηδονίων ἀγωνίζεσθαι (πταίσαντες γὰρ οὐδενὸς ἐστε‐ ρήσεσθαι καὶ κρατήσαντες οὐκ ἐν ἐλπίσιν ἔσεσθαι), καὶ διὰ τοῦτ’ ἀκόλουθον τῇ διανοίᾳ σφῶν παρασκευὴν ποιησάμενοι ἐξεστρά‐ τευσαν. 124. Ὅτι Ἄννωνα πρὸς Ῥωμαίους λόγῳ μὲν ὑπὲρ εἰρήνης | |
30 | ἔργῳ δὲ τριβῆς ἕνεκα ἔπεμψεν Ἀμίλκας· καὶ ὃς ἐπιβοώντων τινῶν | |
συλλαβεῖν αὐτόν, ὅτι Καρχηδόνιοι τὸν Κορνήλιον ἀπάτῃ ....... | 442 | |
443 | 125. ... οἱ δὲ μὴ τὰ αὐτὰ ἀντιπάθωσιν, ὥστε καὶ πάνυ ἀσμένως οἱ μὲν τὴν ἐκ τοῦ πρόσθεν εὐτυχίαν διασώσασθαι, οἱ δ’ ἐπὶ γοῦν τῶν ὑπαρχόντων σφίσι μεῖναι αἱρούμενοι διεμέλλησαν, καὶ ταῖς ἀπειλαῖς μηκέτι τὴν εἰρήνην ἄγοντες, τοῖς ἔργοις ἐπι‐ | |
5 | διασκοποῦντες περὶ τῆς αὐτῆς ἀνέσχον, ὥσθ’ ἅπασι δῆλον γενέ‐ σθαι ὅτι ὁποτέροις ἂν αὐτῶν προτέροις παρακινῆσαί τι συνενέγκῃ, καὶ τοῦ πολέμου προκατάρξουσιν. ἐς γὰρ τοσοῦτον οἱ πολλοὶ ταῖς ὁμολογίαις ἐμμένουσιν ἐς ὅσον αὐτοῖς καὶ καθήκῃ· πρὸς δὲ δὴ τὸ μᾶλλόν σφισι συμφέρον ἀσφαλὲς καὶ τὸ [μὴ] παρασπονδῆσαί τι | |
10 | νομίζουσιν εἶναι. 126. Ὅτι πρέσβεις ποτὲ ἐπὶ κατασκοπῇ ............... Γαΐου Παπιρίου, καίπερ μηδὲν μηδέπω τῶν Ἰβηρικῶν σφισι προσηκόντων, ἀπέστειλαν, καὶ αὐτοὺς ἐκεῖνος τά τε ἄλλα ἐδεξιώ‐ σατο καὶ λόγοις ἐπιτηδείοις διήγαγεν, εἰπὼν ἄλλα τε καὶ ὅτι | |
15 | ἀναγκαίως τοῖς Ἴβηρσι πολεμεῖ, ἵνα τὰ χρήματα ἃ τοῖς Ῥωμαίοις ἔτι πρὸς τῶν Καρχηδονίων ἐπωφείλετο ἀποδοθῇ, διὰ τὸ μὴ δύ‐ νασθαι ἄλλοθέν ποθεν αὐτὰ ἀπαλλαγῆναι, ὥστε τοὺς πρέσβεις ἀπορῆσαι ὅ τι οἱ ἐπιτιμήσωσιν. 127. Ὅτι Ἴσσα ἡ νῆσος ἑκουσία ἑαυτὴν Ῥωμαίοις παρέδωκεν. | |
20 | ἐπειδὴ γὰρ τότε πρῶτον πειρᾶσθαί σφων ἔμελλον, καὶ προσφι‐ λεστέρους αὐτοὺς καὶ πιστοτέρους τῶν ἤδη φοβερῶν ἐνόμιζον εἶναι, κρείττους ἐς τὸ ἀφανὲς τοῦ προδήλου τῶν λογισμῶν γιγνόμενοι, ὅτι τὸ μὲν ἐκ τοῦ ἤδη προσκεῖσθαί σφισιν ἀχθηδόνα, τὸ δὲ ἐκ τοῦ προσδοκᾶσθαι ἐλπίδα χρηστὴν ἔφερεν. | |
25 | 128. Ὅτι χρησμός τις τῆς Σιβύλλης τοὺς Ῥωμαίους ἐδειμάτου φυλάξασθαι τοὺς Γαλάτας δεῖν κελεύων, ὅταν κεραυνὸς εἰς τὸ Καπιτώλιον πλησίον Ἀπολλωνίου κατασκήψῃ. | |
129. Ὅτι οἱ Γαλάται τοὺς Ῥωμαίους ἰδόντες τὰ ἐπιτηδειό‐ | 443 | |
444 | τατα τῶν χωρῶν προκατειληφότας ἠθύμησαν· πάντες μὲν γὰρ ἄνθρωποι καὶ ἐπιτυχόντες ὧν ἂν ὀριγνηθῶσι πρῶτον ἑτοιμότερον πρὸς τὰ λοιπὰ χωροῦσιν, καὶ διαμαρτόντες ἐς πάντα ἀπαμβλύ‐ νονται, τὸ δὲ δὴ Γαλατικὸν πλέον τι ἢ κατὰ τοὺς ἄλλους ὀξύτατα | |
5 | μὲν ὧν ἂν ἐπιθυμήσωσιν ἀντιλαμβάνονται καὶ ἐρρωμενέστατα τῶν προχωρούντων αὐτοῖς ἀντέχονται, ἂν δ’ ἄρα τι καὶ βραχύτατον ἐπισυγκρούσωσιν, οὐδὲν οὐδ’ εἰς τὰ λοιπὰ ἐλπίζουσι, πρόχειροι μὲν ὑπ’ ἀνοίας πᾶν ὃ βούλονται προσδοκῆσαι, πρόχειροι δὲ ὑπὸ θυμοῦ πᾶν ὃ ἂν ἐγχειρίσωνται ἐπεξελθεῖν ὄντες. καὶ ὀργῇ ἀκρά‐ | |
10 | τως καὶ ὁρμῇ ἀπλήστως χρῶνται, καὶ δι’ αὐτὰ οὔτε τι διαρκὲς ἐν αὐταῖς ἔχουσιν (ἀδύνατον γάρ ἐστιν ἐπὶ πολὺ τὸ προπετῶς θρα‐ συνόμενον ἀνταρκέσαι), κἂν ἅπαξ ἀλλοιωθῶσιν, οὔτ’ ἀναλαβεῖν ἑαυτοὺς ἄλλως τε καὶ δέους τινὸς προσγενομένου δύνανται, καὶ ἐς ἀντίπαλον ἔκπληξιν τῆς πρόσθεν ἀδεοῦς τόλμης καθίστανται· | |
15 | δι’ ὀλίγου γὰρ πρὸς τὰ ἐναντιώτατα ὀξυρρόπως, ἅτε μηδὲν ἐκ τοῦ λογισμοῦ ἐχέγγυον ἐς μηδέτερον αὐτῶν παρεχόμενοι, φέρονται. 130. Ὅτι Αἰμίλιος τοὺς Ἰνσούμβρους νικήσας τὰ ἐπινίκια ἤγαγε, καὶ ἐν αὐτοῖς τοὺς πρώτους τῶν ἁλόντων ἐς τὸ Καπιτώλιον ὡπλισμένους ἀνεκόμισεν ἐπισκώπτων σφίσιν, ὅτι ὀμομοκότας αὐ‐ | |
20 | τοὺς ᾔσθετο μὴ πρότερον τοὺς θώρακας ἀποδύσεσθαι πρὶν ἐς τὸ Καπιτώλιον ἀναβῆναι. 131. Ὅτι εἴ τι τῶν ἐν ταῖς πανηγύρεσι νομιζομένων καὶ τὸ βραχύτατον ἡμαρτήθη, πάντως που καὶ δεύτερον καὶ τρίτον ἐπὶ πλεῖόν τε ἔτι, μέχρι περ καὶ ἀμέμπτως πάντα γεγονέναι σφίσιν | |
25 | ἔδοξεν, μιᾷ γέ τινι ἡμέρᾳ ἀνεορτάζετο. 132. Ὅτι οἱ Ῥωμαῖοι τὰ τοῦ πολέμου ἤκμαζον καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ ἀκριβῶς ἐχρῶντο, ὥσθ’ ἅπερ τοῖς πολλοῖς ἐκ μὲν ἀκράτου εὐπραγίας ἐς θάρσος, ἐκ δὲ ἰσχυροῦ δέους ἐς ἐπιεί‐ κειαν φέρει, ταῦτά τε αὐτοῖς τότε διαλλαγῆναι· ὅσῳ γὰρ ἐπὶ | |
30 | πλεῖον εὐτύχησαν, ἐπὶ μᾶλλον ἐσωφρόνησαν, τὸ μὲν θράσος, οὗ | 444 |
445 | τὸ ἀνδρεῖον μετέχει, πρὸς τοὺς ἀντιπάλους ἐνδεικνύμενοι, τὸ δὲ ἐπιεικὲς οὐκ ἐν εὐψυχίᾳ κατ’ ἀλλήλους παρεχόμενοι· τήν τε γὰρ ἰσχὺν πρὸς μετριότητος ἐξουσίαν καὶ τὸ κόσμιον πρὸς ἀνδρείας ἀληθοῦς κτῆσιν ἐλάμβανον, μήτε τὴν εὐπραγίαν εἰς ὕβριν μήτε | |
5 | τὴν ἐπιείκειαν εἰς δειλίαν ἐξάγοντες. οὕτω μὲν γὰρ τό τε σωφρο‐ νοῦν ἐξ ἀνδρείας καὶ τὸ θαρσοῦν ἐκ θάρσους φθείρεσθαι, ἐκείνως δὲ τὸ μέτριον ὑπ’ ἀνδρείας ἀσφαλέστερον καὶ τὸ εὐτυχοῦν ὑπ’ εὐταξίας βεβαιότερον γίγνεσθαι ἐνόμιζον. καὶ διὰ τοῦτο καὶ τὰ μάλιστα τούς τε προσπεσόντας σφίσι πολέμους κράτιστα διήνεγ‐ | |
10 | καν καὶ τὰ σφέτερα τά τε τῶν συμμάχων ἄριστα ἐπολίτευσαν. 133. Ὅτι ὅσοι ἐντὸς τῶν Ἄλπεων ἐνέμοντο τοῖς Καρχηδο‐ νίοις συνεπανέστησαν, οὐχ ὅτι τοὺς Καρχηδονίους ἀντὶ τῶν Ῥω‐ μαίων ἡγεμόνας ἀνθῃροῦντο, ἀλλ’ ὅτι τὸ μὲν ἄρχον σφῶν ἐμί‐ σουν, τὸ δὲ ἀπείρατον ἠγάπων. ἐκ πάντων μὲν δὴ τότε ἐθνῶν | |
15 | σύμμαχοι τοῖς Καρχηδονίοις ἐπὶ τοὺς Ῥωμαίους ὑπῆρξαν· πρὸς ἅπαντας δ’ ὡς εἰπεῖν αὐτοὺς ἰσοστάσιος ὁ Ἀννίβας ἐγένετο· συνεῖναί τε γὰρ ὀξύτατα καὶ ἐκφροντίσαι πάνθ’ ὅσα ἐνεθυμεῖτο τάχιστα ἐδύνατο. καίτοι πέφυκεν ὡς πλήθει τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος, τὸ δ’ ὀξύρροπον ἐκ τάχους διανοίας ὑπάρχειν. .... | |
20 | ώτατός τε γὰρ ἐκ τοῦ ὑπογυωτάτου καὶ διαρκέστατος ἐς τὸ φερεγ‐ γυώτατον ἦν· τό τε ἀεὶ παρὸν ἀσφαλῶς διετίθετο καὶ τὸ μέλλον ἰσχυρῶς προενόει, βουλευτής τε τοῦ συνήθους ἱκανώτατος καὶ εἰ‐ καστὴς τοῦ παραδόξου ἀκριβέστατος γενόμενος, ἀφ’ ὧν τό τε ἤδη προσπῖπτόν οἱ ἑτοιμότατα καὶ δι’ ἐλαχίστου καθίστατο, καὶ τὸ | |
25 | μέλλον ἐκ πολλοῦ τοῖς λογισμοῖς προλαμβάνων ὡς καὶ παρὸν | 445 |
446 | διεσκόπει. κἀκ τούτου καὶ τοῖς καιροῖς ἐπὶ πλεῖστον ἀνθρώπων καὶ τοὺς λόγους καὶ τὰς πράξεις ἐφήρμοζεν, ἅτε καὶ ἐν τῷ ὁμοίῳ τό τε ὑπάρχον καὶ τὸ ἐλπιζόμενον ποιούμενος. ἠδύνατο δὲ ταῦθ’ οὕτω πράττειν, ὅτι πρὸς τῇ τῆς φύσεως ἀρετῇ καὶ παιδείᾳ πολλῇ | |
5 | μὲν Φοινικικῇ κατὰ τὸ πάτριον πολλῇ δὲ καὶ Ἑλληνικῇ ἤσκητο, καὶ προσέτι καὶ μαντικῆς τῆς διὰ σπλάγχνων ἠπίστατο. 134. Ὅτι ἡ μὲν εἰρήνη καὶ πορίζει χρήματα καὶ φυλάσσει, ὁ δὲ δὴ πόλεμος καὶ ἀναλίσκει καὶ διαφθείρει. 135. Ὅτι πέφυκε πᾶν τὸ ἀνθρώπειον δεσπόζειν τε ἐπιθυ‐ | |
10 | μεῖν τῶν ὑπηκόων καὶ τῇ παρὰ τῆς τύχης ῥοπῇ κατὰ τῶν ἐθελο‐ δουλούντων χρῆσθαι. 136. Ἀλλὰ μὴν συνειδότες αὐτὸ καὶ πεπειραμένοι αὐτῶν ἐξαρ‐ κεῖν ὑμῖν πρὸς ἀσφάλειαν τήν τε ἐπιείκειαν καὶ τὴν φιλανθρω‐ πίαν νομίζετε; καὶ ὅσα ἂν ἢ λαθόντες ἢ ἐξαπατήσαντες ἡμᾶς ἢ | |
15 | καὶ βιασάμενοι ἀδικήσωσιν ἐν ἀμελείᾳ τίθεσθε μήτε παρορμᾶσθε μήτε προφυλάττεσθε μήτε ἀμύνεσθε; καὶ μέντοι καὶ ὅτι οὐδέποτε ἐλογίσασθε τοῦθ’ ὅτι τὰ τοιαῦτα πρὸς μὲν ἀλλήλους ὀρθῶς ὑμῖν ἔχει ποιεῖν, πρὸς δὲ δὴ Καρχηδονίους αἰσχρῶς καὶ κακῶς· τοῖς μὲν γὰρ πολίταις καὶ πράως καὶ πολιτικῶς χρῆσθαι δεῖ (κἂν | |
20 | γὰρ ἀλόγως τις σωθῇ ἡμέτερόν ἐστιν), τοῖς δὲ δὴ πολεμίοις ἀφει‐ δῶς· οὐ γὰρ ἐξ ὧν ἂν σφαλῶμεν φεισάμενοι αὐτῶν, ἀλλ’ ἐξ ὧν ἂν κρατήσωμεν κολούσαντες αὐτοὺς σωθησόμεθα. 137. Ὅτι ὁ μὲν πόλεμος καὶ τὰ οἰκεῖά τισι σώζει καὶ τὰ ἀλλότρια προσκτᾶται, ἡ δ’ εἰρήνη οὐχ ὅπως τὰ πορισθέντα δι’ | |
25 | ἐκεῖνον ἀλλὰ καὶ ἑαυτὴν προσαπόλλυσιν. | 446 |
447 | 138. Ὅτι αἰσχρόν ἐστι πρὸς τὰ ἔργα πρὸ τῶν λόγων τῶν περὶ αὐτῶν χωρεῖν, ἐν ᾧ κατορθώσαντες μὲν εὐτυχηκέναι μᾶλλον ἢ καλῶς βεβουλεῦσθαι δόξετε, σφαλέντες δὲ τὴν σκέψιν ἀπρονο‐ ήτως ὅτε οὐδὲν ὄφελος ἔτι ποιεῖσθαι. καὶ μέντοι καὶ ἐκεῖνο τίς | |
5 | οὐκ οἶδεν, ὅτι τὸ μὲν ἐπιτιμῆσαί τι καὶ κατηγορῆσαί τινων προσ‐ πολεμησάντων ποτὲ ἡμῖν ῥᾷστόν που καὶ παντός ἐστι, τὸ δ’ αὖ τῇ πόλει συμφέρον 〈οὐ〉 πρὸς ὀργὴν ὧν πεποιήκασί τινες, ἀλλὰ πρὸς τὸ χρήσιμον αὐτῆς εἰπεῖν τῇ τοῦ συμβούλου τάξει προσήκει; μὴ παρόξυνε πρότερον ἡμᾶς, ὦ Λέντουλε, μηδ’ ἀνάπειθε πολε‐ | |
10 | μῆσαι πρὶν ὅτι καὶ συνοίσει τοῦθ’ ἡμῖν ἐπιδεῖξαι, σκοπῶν τά τε ἄλλα καὶ μάλισθ’ ὅτι οὐχ ὁμοίως ἐνταυθοῖ τε περὶ τῶν τοῦ πο‐ λέμου πραγμάτων λέγεται καὶ ἐν αὐτοῖς τοῖς ἔργοις πράττεται. 139. Ὅτι αἱ μὲν εὐπραγίαι σφάλλουσιν ἔστιν ὅτε τοὺς ἀπε‐ ρισκέπτως τι δι’ αὐτὰς ἐλπίσαντας ὡς καὶ αὖθις κρατήσοντας, | |
15 | τὰ δὲ δὴ πταίσματα ἀναγκάζει πάντα τινὰ ἐξ αὐτῶν ὧν πεπείρα‐ ται καὶ τοῦ μέλλοντος ἀσφαλῶς προορᾶσθαι. 140.—141. Ὅτι οὐκ ἔστι σμικρὸν οὔτε πρὸς τὴν παρὰ τῶν θεῶν εὔνοιαν οὔτε πρὸς τὴν παρὰ τῶν ἀνθρώπων εὐδοξίαν τὸ μὴ δο‐ κεῖν πολεμοποιεῖν, ἀλλ’ ἀναγκάζεσθαι τοὺς ὑπάρξαντας ἀμύνασθαι. | |
20 | Τοιούτων δή τινων ἐπ’ ἀμφότερα λεχθέντων ἔδοξέ σφισι παρασκευάζεσθαι μὲν ὡς καὶ πολεμήσουσι, μὴ μέντοι καὶ τοῦτο ψηφίσασθαι, ἀλλὰ πρέσβεις εἰς τὴν Καρχηδόνα πέμψασι τοῦ Ἀν‐ νίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα ὑπ’ αὐτοῦ, δικάσαι, εἰ δ’ ἐς ἐκεῖνον ἀναφέροιεν αὐτά, ἐξαίτησιν αὐτοῦ | |
25 | ποιήσασθαι, κἂν μὲν ἐκδῶσιν αὐτόν, εἰ δὲ μή, τὸν πόλεμόν σφισιν ἐπαγγεῖλαι. | |
142. Ὅτι ὡς οὐδὲν σαφὲς οἱ Καρχηδόνιοι τοῖς πρέσβεσιν | 447 | |
448 | ἀπεκρίναντο, ἀλλὰ καὶ ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιοῦντο, ὁ Φάβιος ὁ Μάρκος τάς τε χεῖρας ὑπὸ τὸ ἱμάτιον ὑπέβαλε καὶ ὑπτιάσας αὐ‐ τὰς ἔφη „ἐγὼ μὲν ἐνταῦθ’, ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ’ ὁπότερον αὐτῶν βούλεσθε ἄντικρυς | |
5 | ἕλεσθε“. ἀποκριναμένων δὲ πρὸς τοῦτο καὶ τότε αὐτῶν αἱρεῖ‐ σθαι μὲν μηδέτερον, δέχεσθαι δὲ ἑτοίμως ὁπότερον ἄν σφισι κατα‐ λίπωσι, τὸν πόλεμον αὐτοῖς ἐπήγγειλε. 143. Ὅτι οἱ Ῥωμαῖοι Ναρβωνησίους πρὸς συμμαχίαν ἐκάλουν· οἱ δὲ οὔτε τι πρὸς τῶν Καρχηδονίων κακὸν οὔτ’ αὖ πρὸς τῶν | |
10 | Ῥωμαίων ἀγαθόν, ὥστε τοῖς μὲν πολεμῆσαι τοῖς δὲ ἀμῦναι, πεπονθέναι πώποτε ἔφασαν, καὶ πάνυ δι’ ὀργῆς αὐτοὺς ἔσχον ἐπικαλοῦντές σφισιν ὅτι πολλὰ καὶ δεινὰ τοὺς ὁμοφύλους αὐτῶν ἐδεδράκεσαν. 144. Ὅτι ἀπὸ τοιαύτης φησὶν ὁ Δίων ἐκεῖθεν ἤδη προσ‐ | |
15 | δοκίας Ῥωμαίους καὶ Καρχηδονίους καθίστασθαι μέγιστον τῇ γνώμῃ τὸ διάφορον ἐς τὴν τοῦ πολέμου διαχείρισιν εἰληφότας. τό τε γὰρ εὔελπι πρὸς εὐθυμίαν πάντας ἀνθρώπους ἄγον προθυ‐ μοτέρους τε αὐτοὺς καὶ ἐχεγγυωτέρους πρὸς πίστιν τοῦ κρατήσειν παρέχεται, καὶ τὸ δύσελπι ἔς τε ἀθυμίαν καὶ ἐς ἀπόγνωσιν ἐμ‐ | |
20 | βαλὸν καὶ τὴν ῥώμην τῆς εὐψυχίας ἀφαιρεῖται. 145. Οἷά ποτ’ οὖν φιλεῖ τά τε διὰ πλείστου καὶ τὰ ἐν ἀγνω‐ σίᾳ ὄντα πολλοὺς ἐκταράσσειν, δέος τοῖς Ἴβηρσιν οὐκ ἐλάχιστον ἐνεποίει. τὸ γάρ τοι πολὺ τοῦ ὁμίλου, τὸ μὴ ἀπ’ οἰκείας τινὸς αἰτίας, ἀλλ’ ἐν συμμαχίας λόγῳ στρατευόμενον, ἐπὶ τοσοῦτον ἔρ‐ | |
25 | ρωται ἐφ’ ὅσον ἂν ὠφεληθήσεσθαί τι ἀκινδύνως ἐλπίσωσιν· ὅταν δὲ δὴ ἐγγὺς τῶν ἀγώνων γένωνται, τάς τε ἐλπίδας τῶν κερδῶν ἐξίστανται καὶ τὰς πίστεις τῶν ὑποσχέσεων ἐγκαταλείπουσι. καὶ τὸ μὲν πλεῖστον ταῖς γνώμαις, ὡς καὶ πάντη πάντως κατορθώ‐ σοντας, λαβεῖν· εἰ δ’ οὖν τι καὶ σφαλεῖεν, ἐλάχιστον αὐτὸ πρὸς | |
30 | ἃ ἀντήλπιζον νομίζειν. | |
146. Ὅτι ἐπεὶ τῷ πλήθει τοῦ στρατοῦ τοῦ Ἀννίβαλ οὐδὲν | 448 | |
449 | τῶν παρασκευαζομένων ἐξήρκει, καί τινος αὐτῷ διὰ τοῦτο γνώμην δόντος ταῖς τῶν ἐναντίων σαρξὶ τοὺς στρατιώτας σιτίζειν, τὸ μὲν πρᾶγμα οὐκ ἐδυσχέραινε, φοβεῖσθαι δὲ ἔφη μήποτε τοιούτων σωμάτων ἀπορήσαντες ἐπ’ ἀλληλοφαγίαν τράπωνται. | |
5 | 147. Ὅτι Ἀννίβαλ πρὶν ἔργου ἔχεσθαι συγκαλέσας τοὺς στρα‐ τιώτας παρήγαγε τοὺς αἰχμαλώτους οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἐπύθετο αὐτῶν πότερα δεδέσθαι τε ἐν πέδαις καὶ δουλεύειν κακῶς ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστ’ ἀφεθῆναι προῖκα τοὺς νική‐ σαντας, ἐθέλοιεν. ἐπειδὴ δὲ τοῦθ’ εἵλοντο, συνέβαλεν αὐτούς, καὶ | |
10 | μαχεσαμένων σφῶν εἶπεν „εἶτ’ οὐκ αἰσχρόν, ὦ ἄνδρες στρατιῶται, τούτους μὲν τοὺς ὑφ’ ἡμῶν ἑαλωκότας οὕτω πρὸς τὴν ἀνδρείαν ἔχειν ὥστε καὶ ἀποθανεῖν ἀντὶ τοῦ δουλεῦσαι ἐπιθυμῆσαι, ἡμᾶς δ’ ὀκνῆσαι πόνον τινὰ καὶ κίνδυνον ὑπὲρ τοῦ μὴ ἀκούειν ἑτέρων καὶ προσέτι καὶ ἄρχειν ἄλλων ὑποστῆναι.“ | |
15 | 148. Ὅτι τοῦ κρατήσαντος πᾶν παραχρῆμα φίλιόν ἐστιν, κἂν μισοῦν αὐτὸ τυγχάνῃ, καὶ τὸ νικηθὲν οὐδεὶς οὐδὲ τῶν οἰκείων ἔτι θεραπεύει. 149. Ὅτι τὸ ἅπαξ προσπταῖσαν πρός τινας ἀεί τε δυσω‐ πεῖταί σφας καὶ θαρρεῖν οὐκέτι τολμᾷ. | |
20 | 150. ..... γάρ τι καὶ δειλὸν καὶ ἄπιστον φύσει πᾶν τὸ Γαλατικὸν γένος ἐστίν· ὥσπερ γὰρ ἑτοίμως θρασύνεται πρὸς τὰς ἐλπίδας, οὕτως ἑτοιμότερον φοβηθὲν ἐκπλήττεται· πιστότερον τ’ οὐδὲν τοῖς .......... τοὺς ἄλλους ἀνθρώπους ἐκδιδάξει τε μηδέποτε ἐς τὴν Ἰταλίαν ἐμβάλλειν τολμῆσαι.... | |
25 | 151. Ὅτι πολλὰ τέρατα τὰ μὲν ὡς ἀληθῶς συμβάντα, τὰ δὲ | |
καὶ μάτην θρυλλούμενα ἐλογοποιήθη· ὅταν γάρ τινες ἰσχυρῶς | 449 | |
450 | φοβηθῶσιν καί σφισι καὶ ἐκεῖνα ὡς ὄντως γενόμενα ἀποδειχθῇ, πολλάκις ἕτερα προσφαντάζεται· κἂν ἅπαξ τι καὶ ἐκείνων πιστευ‐ θῇ, προπετῶς ἤδη καὶ τἄλλα πίστιν λαμβάνει. ἐθύοντο οὖν αἱ θυσίαι καὶ τἄλλα ὅσα οἱ ἄνθρωποι πρός τε τὴν τοῦ παρόντος | |
5 | δεινοῦ σφισιν ἄκεσιν καὶ πρὸς τὴν τοῦ ὑποπτευομένου διάφευξιν εἰώθασι ποιεῖν ἐγίγνετο. ἀλλά, καὶ γὰρ φιλοῦσιν οἱ πολλοὶ τοῖς τοιούτοις παρὰ τὸ κρεῖττον ἐλπίζοντες πιστεῦσαι, καὶ τότε, εἰ καὶ μᾶλλον διὰ τὸ τοῦ προσδοκωμένου κινδύνου μέγεθος ἐνόμιζον ὅτι καὶ τὸ τραχύτατον αὐτοῖς συμπέσοι, οὐ προσεδόκων ἡττηθήσεσθαι. | |
10 | 152. Ὅτι οἱ 〈Ῥωμαῖοι〉 δικτάτωρα τὸν Φάβιον ἀνεῖπον, ἀγα‐ πῶντες εἰ αὐτοί γε περιγένοιντο οὐδὲ τοῖς συμμάχοις βοήθειαν ἀπέστειλαν οὐδεμίαν οὐδὲ εστ........, πυθόμενοι δὲ τὸν Ἀννίβαλ τῆς τε ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀποτετράφθαι καὶ ἐς Καμ‐ πανίαν ὡρμῆσθαι τότε δὴ καὶ ἐκείνους, μή πως εἴτε ἑκούσιοι εἴτε | |
15 | βιασθέντες μεταστῶσιν, ἐς ἀσφάλειαν ἐποιήσαντο. 153. Ὅτι ὁ Φάβιος δι’ ἀσφαλείας μᾶλλον ἢ διὰ κινδύνων προσεδρεύων οὔτε πεῖραν λαβεῖν ἀνδρῶν χειροτεχνῶν τοῦ πολέ‐ μου ὄντων ἐτόλμα, καὶ ἐν πολλῇ περιωπῇ τὴν τῶν στρατιωτῶν σωτηρίαν, ἄλλως τε 〈καὶ〉 διὰ τὴν τῶν πολιτῶν ὀλιγανθρωπίαν, | |
20 | ἐποιεῖτο, συμφορὰν οὐ τὸ μὴ φθεῖραι τὰ τῶν ἐναντίων ἀλλὰ τὸ τῶν οἰκείων ἀποβαλεῖν μεγάλην εἶναι νομίζων· ἐκείνους μὲν γὰρ τῇ περιουσίᾳ τοῦ πλήθους κἂν ἀνακινδυνεῦσαί ποτε σφαλέντας ἡγεῖτο, αὐτοῦ δ’ εἰ καὶ τὸ βραχύτατον πταίσειεν, 〈ἐν〉 παντὶ κακοῦ, οὐ πρὸς τὸν ἀριθμὸν τῶν τότε ἀποθανόντων ἀλλὰ πρὸς τὸ μέγε‐ | |
25 | θος τῶν πρὶν παθημάτων, γενήσεσθαι ἐλογίζετο· τοῖς μὲν γὰρ ἀκεραίοις πράγμασι καὶ τὰ δεινότατα ῥᾳδίως πολλάκις τοὺς ἀν‐ θρώπους ὑφίστασθαι, τοὺς δὲ προκεκμηκότας καὶ τὰ βραχύτατα | |
κακοῦν ἔλεγεν. καὶ διὰ τοῦτο καὶ τοῦ υἱέος συμβουλεύοντός ποτε | 450 | |
451 | αὐτῷ ἀποκινδυνεῦσαι, καί τι τοιοῦτον εἰπόντος ὅτι οὐκ ἂν πλείους ἑκατὸν ἀνδρῶν ἀπόλοιντο, οὔτε ἐπείσθη, καὶ προσανήρετο αὐτόν, εἰ καὶ αὐτὸς ἂν ἐθελήσειε τῶν ἑκατὸν ἀνδρῶν γενέσθαι. 154. Ὅτι οἱ Καρχηδόνιοι οὐχ ὅπως αὐτεπάγγελτοί τι τῷ | |
5 | Ἀννίβαλι ἔπεμψαν, ἀλλ’ ἐν γέλωτί τε αὐτὸν ἐποιοῦντο ὅτι τε εὖ πράττειν καὶ ὅτι πολλὰ κατορθοῦν ἀεί ποτε γράφων σφίσι καὶ χρήματα καὶ στρατιώτας παρ’ αὐτῶν ᾔτει, λέγοντες μηδὲν ὁμο‐ λογεῖν τὰς αἰτήσεις αὐτοῦ ταῖς κατορθώσεσι· τοὺς γὰρ κρατοῦντας προσήκειν καὶ τῷ παρόντι στρατεύματι ἀρκεῖσθαι καὶ χρήματα | |
10 | οἴκαδε πέμπειν, ἀλλ’ οὐχ ἕτερα πρὸς ἑαυτῶν προσεπαιτεῖν. 155. Ὅτι τοῖς πολλοῖς σύνηθες τοῖς ἀρχομένοις εὖ φέρεσθαι ῥᾳδίως, ἄλλως τε καὶ ἐπὶ διαβολῇ τῶν εὐδοκιμούντων, προστί‐ θεσθαι, διότι τὸ μὲν ἄρτι προφαινόμενον συναύξειν τὸ δ’ ὑπερ‐ έχον ἔτι καθαιρεῖν πεφύκασι· τοῖς μὲν γὰρ ἐκ πλείονος σφῶν | |
15 | προφέρουσιν οὐκ ἄν τις ἐξαίφνης παρισωθείη, τὸ δ’ ἀδόκητον αὐξηθὲν ἐλπίδα καὶ ἐκείνοις ἐς τὴν ὁμοίαν εὐτυχίαν φέρει. 156. Ὅτι ὁ Ῥοῦφος ἰσομοιρίαν λαχὼν τῷ δικτάτωρι καὶ ἡτ‐ τηθεὶς ὑπὸ Καρχηδονίων μετεβάλετο (σωφρονίζουσι γάρ πως τοὺς μὴ πάνυ ἀνοήτους αἱ συμφοραί) καὶ ἐθελοντὴς τὴν ἡγεμονίαν | |
20 | ἀφῆκε. καὶ αὐτὸν ἰσχυρῶς ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν· οὐ γὰρ ὅτι μὴ κατ’ ἀρχὰς τὸ δέον ἔγνω, μεμπτὸς ἐνομίζετο, ἀλλ’ ὅτι μὴ κατώκνησε μετανοῆσαι, καλῶς ἤκουε. τὸ μὲν γὰρ ἀπὸ πρώτης εὐθὺς τὰ προσήκοντά τινα ἑλέσθαι καὶ εὐτυχίας ἔργον ἡγοῦντο εἶναι, τὸ δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων τὰ βελτίω μαθόντα μὴ | |
25 | αἰσχυνθῆναι μεταθέσθαι μεγάλως ἐπῄνουν· 〈ὥστε〉 καὶ ἐκ τούτου δειχθῆναι σαφῶς ὅσον ἀνὴρ ἀνδρὸς ἀρετή τε ἀληθὴς δοκήσεως διαφέρει· ἃ γοῦν φθόνῳ καὶ διαβολῇ πρὸς τῶν πολιτῶν ὁ Φάβιος ἀφῃρέθη, ταῦτα παρ’ ἑκόντος τοῦ συνάρχοντος καὶ δεομένου γε ἀνεκτήσατο. | |
30 | 157. Ὅτι ὁ αὐτὸς μέλλων ἐκ τῆς ἀρχῆς ἀπαλλαγήσεσθαι τοὺς ὑπάτους μετεπέμψατο καὶ ἐκεῖνό τε αὐτοῖς παρέδωκε καὶ προσ‐ παρῄνεσε πάνθ’ ὅσα πραχθῆναι ἐχρῆν ἀφθονώτατα· τήν τε γὰρ σωτηρίαν τῆς πόλεως προετίμα τοῦ μόνος γε δοκεῖν καλῶς ἄρχειν, | |
καὶ οὐκ ἐξ ὧν ἂν ἔπταισαν ἰδιογνωμονήσαντες, ἀλλ’ ἐξ ὧν κατώρ‐ | 451 | |
452 | θωσαν πεισθέντες αὐτῷ μᾶλλον ἐπαινεθήσεσθαι προσεδόκησε. καὶ οἱ ὕπατοι δὲ οὐδὲν θρασέως κατὰ τὴν τοῦ Φαβίου ὑποθήκην ἔπραξαν, ἀλλ’ ἐν ἀμείνονι τὸ μή τι καταπρᾶξαι τοῦ καὶ σφαλῆναι τιθέμενοι κατὰ χώραν πάντα τὸν τῆς ἡγεμονίας χρόνον ἔμειναν. | |
5 | 158. Ὅτι περὶ μαντικῆς καὶ ἀστρονομίας φησὶν ὁ Δίων· ἐγὼ μέντοι οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῶν ἐκ μαν‐ τικῆς προλεγομένων τισὶ συμβαλεῖν ἔχω· τί γάρ που καὶ βούλεται 〈τὸ〉 προσημαίνειν, εἴ γε πάντως τέ τι ἔσται καὶ μηδεμία ἂν αὐ‐ τοῦ ἀποτροπὴ μήτ’ ἀνθρωπίνῃ περιτεχνήσει μήτ’ αὖ θείᾳ προ‐ | |
10 | νοίᾳ γένοιτο; ταῦτα μὲν οὖν ὅπη ποτὲ ἑκάστῳ δοκεῖ νομιζέσθω. 159. Ὅτι ἦρχον Παῦλος καὶ Τερέντιος ἄνδρες οὐχ ὁμοιότρο‐ ποι, ἀλλ’ ἐξ ἴσου τῷ διαφόρῳ τοῦ γένους καὶ τὰ ἤθη διαλλάτ‐ τοντες. ὁ μὲν εὐπατρίδης τε ἦν καὶ παιδείᾳ ἐκεκόσμητο, τό τε ἀσφαλὲς πρὸ τοῦ προπετοῦς προετίμα, καί πη καὶ ἐκ τῆς αἰτίας, | |
15 | ἣν ἐπὶ τῇ προτέρᾳ ἀρχῇ εἰλήφει, κεκολουσμένος οὐκ ἐθρασύνετο, ἀλλ’ ὅπως μὴ καὶ αὖθίς τι δεινὸν πάθοι μᾶλλον ἢ ὅπως ἀπο‐ τολμήσας τι κατορθώσῃ ..., Τερέντιος δὲ ἔν τε τῷ ὁμίλῳ ἐτέ‐ θραπτο καὶ ἐν θρασύτητι βαναυσικῇ ἤσκητο, καὶ διὰ ταῦτ’ ἔς τε τἄλλ’ ἐξεφρόνει καὶ τὸ κράτος ἑαυτῷ τοῦ πολέμου προσυπισχνεῖτο, | |
20 | τοῖς τε εὐπατρίδαις πολὺς ἐνέκειτο, καὶ τὴν ἡγεμονίαν μόνος πρὸς τὴν τοῦ συνάρχοντος ἐπιείκειαν ἔχειν ἡγεῖτο. 160. Ὅτι τὸ τοῦ Τερεντίου ἀπερίσκεπτον καὶ τὸ τοῦ Παύ‐ λου ἐπιεικές, βουλομένου μὲν ἀεὶ τὰ προσήκοντα, συγχωροῦντος δὲ τὰ πολλὰ τῷ συνάρχοντι (δεινὴ γάρ ἐστιν ἐλαττωθῆναι θράσους | |
25 | πρᾳότης) ἥττησεν αὐτούς. 161. Ὅτι ἐν τῇ συμπλοκῇ τοῦ πολέμου οὐδ’ οἱ πάνυ θαρ‐ σοῦντες ἐλαφροτέραν τὴν ἐλπίδα τοῦ φόβου πρὸς τὸ ἄδηλον αὐ‐ τῆς εἶχον, ἀλλὰ καὶ ὅσῳ μᾶλλον ἡγοῦντο νικήσειν, τόσῳ μᾶλλον ἐδεδίεσαν μή πη καὶ σφαλῶσι· τοῖς μὲν γὰρ ἀγνοοῦσί τι οὐδέν ἐστι | |
30 | φοβερὸν ἐκ τῆς ἀπονοίας ὑπομένειν, τὸ δὲ ἐκ λογισμοῦ θαρσοῦν.... | 452 |