TLG 3023 003 :: CONSTANTINUS VII PORPHYROGENITUS Imperator :: De insidiis CONSTANTINUS VII PORPHYROGENITUS Imperator Hist., Filius Leonis VI Imperatoris
Imperator De insidiis Citation: Page — (line) | ||
1(1t) | Ἐκ τῆς ἱστορίας Νικολάου Δαμασκηνοῦ. | |
2t | Περὶ ἐπιβουλῶν κατὰ βασιλέων γεγονυιῶν. | |
---|---|---|
3 | 1. Ὅτι ἐστράτευσεν ἐπὶ τὴν Ἀραβίαν Ἡρώδης, οὐ συνδοκοῦν Καίσαρι, ἐφ’ οἷς ἐκεῖνος ἠφίει φωνάς, καὶ ὀργὴν εἶχε χαλεπὴν εἰς | |
5 | τὸν Ἡρώδην, ἐπέστειλέ τε αὐτῷ πικρότατα, καὶ τοὺς ἥκοντας παρ’ αὐτοῦ πρέσβεις οὐ κατὰ κόσμον ἀπέλυσεν· ἀφικόμενος δ’ ὡς Καί‐ σαρα Νικόλαος οὐ μόνον τῶν ἐγκλημάτων ἐρρύσατο Ἡρώδην, ἀλλὰ καὶ τὴν ὀργὴν ἀπέστρεψεν ἐπὶ τοὺς κατηγόρους. ὁ μὲν οὖν Ἄραψ ἤδη ἐτεθνήκει, τοῦ δὲ διοικητοῦ ἤδη κατέγνω πεισθεὶς τῇ Νικολάου | |
10 | κατηγορίᾳ, καὶ ὕστερον εὑρὼν κάκιστον ἀπέκτεινεν. Ἐν τούτῳ δὲ Ἡρώδου ὁ οἶκος ἐταράχθη, τοῦ πρεσβυτάτου τῶν υἱέων τοὺς μετ’ αὐτὸν δύω διαβάλλοντος 〈ὡσ〉 ἐπιβουλεύοντας τῷ πατρί, οἳ τῇ μὲν ἡλικίᾳ μετ’ αὐτὸν ἦσαν, ἀξιώματι δὲ πρότεροι διὰ τὸ ἐκ βασιλίδος γεγονέναι, τὸν δὲ ἐξ ἰδιώτιδος γυναικός. πρὶν | |
15 | δὲ ἐλθεῖν ἐκ Ῥώμης Νικόλαον ἐν συνεδρίῳ κατεδικάσθησαν οἱ νεα‐ νίσκοι, 〈καὶ〉 παρωξυσμένος εὖ μάλα ὁ πατὴρ ἔμελλεν αὐτοὺς ἀναι‐ ρήσειν· καταπλεύσαντι δὲ Νικολάῳ περὶ τῶν γεγονότων ἀπήγγελλε καὶ σύμβουλον ἐποιεῖτο. ὁ δὲ αὐτῷ παρῄνεσεν ἀποθέσθαι αὐτοὺς ἔν τινι τῶν ἐρυμάτων, ἄχρις ἂν ἐν τῷ πλέονι χρόνῳ βουλεύσαιτο | |
20 | περὶ αὐτῶν ἄμεινον, μὴ δοκοίη ὑπ’ ὀργῆς προαχθεὶς ἀνήκεστόν τι γνῶναι περὶ τῶν ἀναγκαίων. αἰσθόμενος δὲ τοῦτο Ἀντίπατρος τόν τε Νικόλαον ὑπέβλεπε καὶ ἄλλους ἐπ’ ἄλλοις αὐτὸς καθιεὶς τὸν πατέρα ἐφόβει, ὡς αὐτίκα μάλα ἀναιρεθησόμενον ὑπὸ τῶν νεανίσκων διεφθαρκότων καὶ τὸ στρατιωτικὸν ἅπαν, ὡς ἔφη, καὶ | |
25 | τοὺς ἀπὸ τῆς θεραπείας, εἰ μὴ διὰ ταχέων ἐκποδῶν αὐτοὺς ποιή‐ | |
σαιτο. καὶ ὃς δείσας περὶ αὑτοῦ θᾶττον ἢ κάλλιον ἐβουλεύσατο, | 1 | |
2 | οὐδὲν ἔτι μεταδοὺς Νικολάῳ, ἀλλὰ νύκτωρ τοὺς ἀναιρήσοντας ὑπο‐ πέμψας. καὶ οἱ μὲν ἀπέθανον, Ἡρώδῃ δὲ τῶν συμπάντων ἤδη γίνεται κακῶν ἀρχή, τὰ πρὸ τούτων εὖ ἑστώτων αὐτῷ τῶν πραγ‐ μάτων. | |
5 | Ἐχθρὸν δ’ ἡγεῖτο Ἀντίπατρος Νικόλαον ἀνελὼν τοὺς ἀδελφούς, ἐμισεῖτό γε μὴν δεινόν τι μῖσος οὐχ ὑπὸ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ τῆς Συρίας καὶ τῶν πέραν οἰκούντων. ἐχώρει δὲ ὁ λόγος καὶ εἰς Ῥώμην, καὶ οὐδεὶς ἦν οὔτε μέγας οὔτε μικρός, ὃς οὐκ ἐμίσει τὸν ἄνθρωπον δι’ ἀμφότερα, καὶ ὅτι πολὺ κρείττους αὑτοῦ ἀδελ‐ | |
10 | φοὺς ἀπέκτεινε καὶ ὅτι τὸν πατέρα ἔπεισε τοιούτου προσάψασθαι μύσους καὶ τὴν προϋποῦσαν εὔνοιαν αἰσχῦναι. ἐπεὶ δ’ οὖν τὰ ἀκόλουθα δρῶν τοῖς προτέροις ἁνὴρ καὶ ἐπὶ τὸν πατέρα ὥρμησε θᾶττον ἐπειγόμενος τὴν βασιλείαν λαβεῖν, καὶ τὸ φάρμακον ἐώ‐ νητο ἐξ Αἰγύπτου, ὅπερ ἐμήνυσεν εἷς τῶν κοινωνούντων τῆς πρά‐ | |
15 | ξεως, ἐβασάνιζέ τε τοὺς οἰκέτας αὐτοῦ ὁ πατήρ, οἳ δὴ τὸ σύμπαν φανερὸν ἐποίησαν, ὡς καὶ τὴν τηθίδα ἔμελλεν ἀναιρήσειν καὶ τοὺς ἄλλους ἀδελφοὺς ὄντας τούς τε τῶν ἀνῃρημένων παῖδας, ὡς μηδεὶς λείποιτο κληρονόμος, ἐτύρευσε δέ τι μιαρὸν καὶ εἰς τὸν οἶκον Καί‐ σαρος πολὺ μεῖζον τῶν εἰς τὸ γένος παρανομημάτων, ἧκε μὲν ὁ | |
20 | τῆς Συρίας στρατηγὸς Οὔαρος καὶ οἱ ἄλλοι ἐπιμεληταί, καθίζει δὲ συνέδριον ὁ πατὴρ αὐτοῦ, παρηνέχθη δὲ εἰς μέσον τὸ φάρμα‐ κον καὶ αἱ τῶν οἰκετῶν βάσανοι τά τε ἐκ Ῥώμης γράμματα, Νι‐ κολάῳ δὲ τὸν ἀγῶνα ἐπέτρεψεν ὁ βασιλεύς. κατηγόρει μὲν οὗτος, ἀπελογεῖτο δὲ Ἀντίπατρος, ἔκρινεν δὲ Οὔαρος μετὰ τῶν φίλων. | |
25 | καταδικάζεται δ’ οὖν Ἀντίπατρος καὶ τὴν ἐπὶ θανάτῳ παραδίδο‐ ται. Νικόλαος δὲ καὶ τότε παρῄνει πέμπειν αὐτὸν ἐπὶ Καίσαρα, ἐπεὶ καὶ εἰς αὐτὸν ἠδίκησεν, καὶ ὅ τι ἂν ἐκεῖνος γνῷ, τοῦτο πράτ‐ τειν. ἔφθη δὲ τὰ παρὰ Καίσαρος γράμματα ἥκοντα καὶ τῷ πατρὶ κολάζειν αὐτὸν ἐπιτρέποντα. καὶ ὁ μὲν ἐκολάσθη, ἀπέκτεινεν δὲ | |
30 | καὶ ὁ Καῖσαρ τὴν συγκακουργήσασαν αὐτῷ ἀπελευθέραν. οὐδεὶς δὲ ἦν ὃς οὐχὶ Νικόλαον * κάλλιστα κατηγορήσαντα τοῦ πατραλοίου τε καὶ ἀδελφοκτόνου. Μετὰ δὲ ταῦτα ὀλίγου χρόνου διελθόντος τελευτᾷ καὶ ὁ βασι‐ λεύς, καὶ τὸ ἔθνος ἐπανίσταται τοῖς τέκνοις αὐτοῦ καὶ τοῖς Ἕλλη‐ | |
35 | σιν. ἦσαν δὲ πλείους μυρίων. γενομένης δὲ μάχης νικᾷ τὸ Ἑλλη‐ | 2 |
3 | νικόν· καὶ ὁ διάδοχος Ἀρχέλαος εἰς Ῥώμην πλέων ἕνεκα τῆς ὅλης ἀρχῆς μετὰ τῶν ἄλλων ἀδελφῶν παρακαλεῖ συμπλεῦσαι Νικό‐ λαον ἀναχωρεῖν ἤδη ὡς ἑαυτὸν ἐγνωκότα· καὶ γὰρ ἦν περὶ ξʹ ἔτη. συνέπλευσε δ’ οὖν· καὶ εὗρεν πάντα κατηγόρων πλέα ἐπὶ τὸν Ἀρ‐ | |
5 | χέλαον. χωρὶς μὲν γὰρ ὁ νεώτερος ἀδελφὸς τῆς βασιλείας ἀντε‐ ποιεῖτο, χωρὶς δ’ οἱ συγγενεῖς ἅπαντες κατηγόρουν αὐτοῦ, οὐ τῷ νεωτέρῳ συναγωνιζόμενοι· ἐπρεσβεύσαντο δὲ καὶ αἱ ὑφ’ Ἡρώδῃ Ἑλληνίδες πόλεις αἰτούμεναι τὴν ἐλευθερίαν παρὰ Καίσαρος, καὶ ὅλον δὲ τὸ Ἰουδαίων ἔθνος ἐπικαλοῦν φόνον τρισχιλίων ἀνδρῶν | |
10 | τῶν ἐν τῇ μάχῃ πεσόντων, καὶ ἀξιοῦν μάλιστα μὲν ὑπὸ Καίσαρι εἶναι, εἰ δὲ μή, ὑπό γε οὖν τῷ νεωτέρῳ ἀδελφῷ. τοσούτων δὲ δικῶν ἐπηγγελμένων, ἀγωνισάμενος ὑπὲρ Ἀρχελάου Νικόλαος τὸν πρὸς τοὺς συγγενεῖς ἀγῶνα πρῶτον κατώρθωσεν, ἔπειτα δὲ τὸν πρὸς τοὺς ὑπηκόους Ἰουδαίους· τὸν μέντοι πρὸς τὰς Ἑλληνίδας | |
15 | πόλεις οὐκ ἠξίου, ἀλλὰ καὶ Ἀρχελάῳ παρῄνει μὴ ἐναντιοῦσθαι αὐταῖς ἐλευθερίας γλιχομέναις· ἀρκεῖν γὰρ αὐτῷ τὴν ἄλλην δυ‐ ναστείαν. ὁμοίως δ’ οὐδὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἠξίου ἀγωνί‐ ζεσθαι διὰ τὴν πρὸς τὸν κοινὸν αὐτῶν πατέρα φιλίαν. διῄτησε δὲ Καῖσαρ καὶ τὸ ὅλον, ἑκάστῳ τῶν παίδων μέρος ἀποδοὺς τῆς | |
20 | ἀρχῆς, τὴν δ’ ἡμίσειαν μοῖραν Ἀρχελάῳ. καὶ Νικόλαον μὲν ἐτί‐ μησεν ὁ Καῖσαρ, Ἀρχέλαον δὲ ἐθνάρχην κατέστησεν· ὑπέσχετο δέ, εἰ αὑτὸν ἄξιον παρασκευάσειεν, καὶ βασιλέα ταχὺ ποιήσειν· τοὺς δὲ μετ’ αὐτὸν ἀδελφοὺς Φίλιππον καὶ Ἀντίπαν τετράρχας ἀπέδειξεν. 2. Ὅτι μετὰ τὸν Ἰνδικὸν πόλεμον Σεμίραμις, ἐπεὶ ὁδοιποροῦσα | |
25 | ἐγένετο ἐν Μήδοις, ἀναβᾶσα ἐπί τι ὑψηλὸν ὄρος πάντοθεν πλὴν καθ’ ἓν μέρος περιερρωγὸς καὶ ἄβατον λισσάδι καὶ ἀποτόμῳ πέτρᾳ, ἐθεᾶτο τὴν στρατιὰν ἀπό τινος ἐξέδρας, ἣν παραχρῆμα ᾠκοδομή‐ σατο. ἐνταῦθα δὲ στρατοπεδευσαμένῃ Σατιβάρας ὁ εὐνοῦχος ἐπε‐ βούλευσε μετὰ τῶν Ὄννεω παίδων, αὐτὸς τὸ πᾶν συστήσας καὶ | |
30 | πρὸς τοὺς νεανίσκους λέγων, ὅτι κίνδυνος αὐτοῖς εἴη ἐκ Νινύου βασιλεύσαντος ἀποθανεῖσθαι· δεῖν οὖν ὑποφθάσαντας ἐκεῖνόν τε | |
καὶ τὴν μητέρα κτείναντας βασιλεύειν. καὶ ἄλλως δὲ αὐτοῖς ἔφη | 3 | |
4 | αἴσχιστον εἶναι περιορᾶν ἀκόλαστον μητέρα ἐν τοιᾷδε ἡλικίᾳ ὁση‐ μέραι λιχνευομένην ὑφ’ ὧν ἐτύγχανεν ἀνθρώπων τοσούσδε νεα‐ νίας ὄντας. πυνθανομένων δ’ ἐκείνων· καὶ τίς γενήσεται τρόπος; εἶπεν ὡς οὐδὲν χρὴ κάμνειν, ἀλλ’ ἀναβάντας πρὸς αὐτὴν ἐπὶ κο‐ | |
5 | ρυφὴν τοῦ ὄρους, ἐπειδὰν αὐτὸς κελεύσῃ (εἶχε δὲ ταύτην τὴν ἐπι‐ μέλειαν) ὠθεῖν αὐτὴν ἀπ’ ἄκρου εἰς τὰ κάτω. καὶ οἱ μὲν ταῦτα συνέθεντο καὶ πίστεις ἔδοσαν ἀλλήλοις ἐπί τινος ἱεροῦ. ἔτυχε δὲ κατόπισθε τοῦ βωμοῦ ἔνθα συνετίθεντο ἀνὴρ Μῆδος ἀναπεπτω‐ κὼς καὶ πάντα ἀκούων· ὃς ἐπεὶ ᾔσθετο, γράψας ἅπαν εἰς διφθέ‐ | |
10 | ραν Σεμιράμει πέμπει διά τινος. ἡ δ’ ἀναγνοῦσα τῇ ὑστεραίᾳ ἐπ’ ἄκρου τοῦ ὄρους ἀναβιβασαμένη καλεῖ τοὺς Ὄννεω παῖδας καὶ κελεύει ὅ τι δήποτ’ ἐννοουμένη ἥκειν ὡπλισμένους. καὶ ὁ Σατι‐ βάρας χαίρων τοὺς νεανίσκους μετῄει, ὡς ὑπὸ θεοῦ ὀρθουμένης σφίσιν τῆς πράξεως, ἐπειδὴ ὡπλισμένους αὐτοὺς ἡ μήτηρ ἐκάλει. | |
15 | ἀφικομένων δέ, μεταστῆναι τὸν εὐνοῦχον κελεύσασα Σεμίραμις λέ‐ γει πρὸς τοὺς νεανίσκους· ὦ καλοῦ κἀγαθοῦ πατρὸς κακοὶ παῖδες, οἳ πεισθέντες ὑπὸ κακοῦ δούλου μητρὶ τῇ ἑαυτῶν θάνατον ἐβου‐ λεύσασθε, ὥς με ἐνθένδε ὤσετε παρὰ θεῶν τὰ κράτη ἔχουσαν· ἀλλ’ ἥδ’ ὑμῖν ἐγώ· καί με κατὰ κρημνοῦ τοῦδε ὠθεῖτε, ἵνα δὴ | |
20 | κλέος ἔχοιτε πρὸς ἀνθρώπων καὶ βασιλεύοιτε κτείναντες τήν τε μητέρα Σεμίραμιν καὶ Νινύαν.† τὸν δ’ αὐτὸν ἐδημηγόρησε πρὸς Ἀσσυρίους. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ.] 3. Ὅτι ἐπὶ Σαρδαναπάλλου τοῦ βασιλέως Ἀσσυρίων Ἀρβά‐ κης ὁ Μῆδος ἀκηκοὼς τὸν βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασι‐ | |
25 | λεύς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσσυρίας κράτη. ἀνδρειότατον δὲ φῦλον τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι. οὗτος οὖν ὁ Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυϊ τῆς Βαβυλῶνος ἄρχοντι, καὶ συνεδρίτης ὢν αὐτῷ πρὸ τῶν βασιλειῶν θυρῶν, ἀνδρὶ τοῦ Χαλ‐ | |
30 | δαίων γένους, (ἱερεῖς δ’ οὗτοι ἦσαν καὶ πρώτην ἔφερον τιμήν) συν‐ τίθεται αὐτῷ, καὶ κοινῇ βουλεύουσιν ἐπιθέσθαι τῇ ὅλῃ ἀρχῇ τά | |
τε Ἀσσυρίων κράτη μεταστῆσαι εἰς Μήδους. ἀστρονομώτατοι δὲ | 4 | |
5 | πάντων ἦσαν Βαβυλώνιοι καὶ σοφίᾳ καὶ μαντικῇ τῇ τε δι’ ὀνει‐ ράτων καὶ τεράτων προύχοντες πάσῃ τε ὡς εἰπεῖν τῇ ἀμφὶ τὰ θεῖα ἐπιστήμῃ. καὶ δὴ καὶ τότε ὁ Βελέσυς τῷ Ἀρβάκῃ διαλεγό‐ μενος πρὸ τῶν θυρῶν πλησίον τινὸς φάτνης, ἐν ᾗ δύω ἵπποι ἐξε‐ | |
5 | φατνίζοντο· καί πως ἐν μεσημβρίᾳ κατέδαρθεν αὐτόθι, καὶ ἐν τῷ ὕπνῳ ἔδοξεν ὁρᾶν τὸν ἕτερον τῶν ἵππων ἐπιφορεῖν τῷ στόματι ἐπὶ τὸν Ἀρβάκην καθεύδοντα καὶ αὐτὸν ἄχυρα, τὸν δὲ ἕτερον ἐρέ‐ σθαι· τί τοῦτο ποιεῖς, ὦ δαιμόνιε, καὶ τὰ ἄχυρα τῷ ἀνθρώπῳ ἐπιφέρεις; τὸν δὲ ἀποκρίνασθαι· φθονῶ αὐτῷ· μέλλει γὰρ βασι‐ | |
10 | λεύειν ἁπάντων ὧν νῦν ἄρχει Σαρδανάπαλλος. ταῦτ’ ἰδών τε καὶ ἀκούσας ὁ Βαβυλώνιος τὸν Μῆδον ἐγείρει καθεύδοντα, καὶ [εἰ] δή τι πλεῖον τὰ θεῖα εἰδὼς συμβάλλει τὴν τοῦ ὀνείρου φήμην καὶ κε‐ λεύει τὸν Ἀρβάκην ἰέναι παρὰ τὸν Τίγριν ποταμὸν ῥέοντα πλη‐ σίον τῆς Νίνου καὶ προσκλύζοντα τὸ τεῖχος. ἰόντων δὲ καὶ πολλὰ | |
15 | λεσχηνευομένων, ὡς ἂν ἑταίρων, λέγει ὁ Βελέσυς· ἄγε δή, ὦ Ἀρ‐ βάκη, εἰ σὲ θείη σατράπην Κιλικίας Σαρδανάπαλλος ὁ δεσπότης, τί ἄν μοι δοίης τῷ εὐαγγελιζομένῳ; ὁ δ’ ἀποκρίνεται· τί μου, ὦ δαιμόνιε, καταγελᾷς; διὰ τί δ’ ἄν με σατράπην Κιλικίας θεῖτο ἄλλους ἐμοῦ κρείττους παρελθών; καὶ ὅς· ἀλλ’ εἴ γε δοίη, πλέον | |
20 | γάρ τι εἰδὼς λέγω, τίς ἐμοὶ κείσεται χάρις παρὰ σοί; κἀκεῖνος· οὔτι μέμψῃ, ἔφη· μεθέξεις γὰρ τῆς ἀρχῆς οὐκ ἐλάχιστον μέρος. ὁ δ’ εἶπεν· εἰ δὲ Βαβυλῶνός σε πάσης σατράπην ποιήσειεν, πῶς ἐμοὶ χρήσῃ; καὶ ὅς· παῦσαι πρὸς τοῦ Διός, ἔφη, σφόδρα μου κα‐ τακερτομῶν· οὐ γὰρ οἶμαι ἐπιτήδειος εἶναι Μῆδος ὢν ὑπὸ Βαβυ‐ | |
25 | λωνίου καταγελᾶσθαι. κἀκεῖνος· ἀλλ’ οὐ μὰ τὸν μέγαν Βῆλον ἔγωγέ σου καταγελῶν ταῦτα λέγω, ἀλλὰ πλέον τι τεκμαιρόμενος. καὶ ὃς ἔφη· ἀλλ’ ἐάν γε Βαβυλῶνος σατραπεύσω, σὲ ὕπαρχον κα‐ ταστήσω τῆς ὅλης σατραπείας. καὶ ὁ Βαβυλώνιος· ἀλλ’ ἔγωγέ σοι οὐκ ἀπιστῶ· τόδε 〈δέ〉 μοι λέξον· εἰ βασιλεὺς εἴης ἁπάσης | |
30 | ὁπόσης νῦν Σαρδανάπαλλος ἄρχει, τί ἐμὲ ποιήσειας; ὁ δ’ Ἀρβά‐ κης εἶπεν· εἴ σου, ὦ τλῆμον, ταῦτα ἀκούσειεν Σαρδανάπαλλος, εὖ ἴσθι ὅτι καὶ σὺ κἀγὼ κακῶς ἀπολούμεθα. ἀλλὰ τί σοι ἐπῆλθε | |
ταῦτα ληρεῖν; οὐ παύῃ φλυαρῶν; καὶ ὃς τῆς χειρὸς αὐτοῦ λαβό‐ | 5 | |
6 | μενος εὐτόνως· ἀλλὰ μὰ τήνδε τὴν δεξιὰν τὴν ἐμοὶ τιμίαν καὶ τὸν μέγαν Βῆλον, οὐ παίζων λέγω, ἀλλὰ τὰ θεῖα κάλλιστα εἰδώς. καὶ ὁ Ἀρβάκης εἶπεν· δώσω σοι Βαβυλῶνα ἔχειν καὶ† ταῦτα ὑπὸ ταύτῃ ἀτελῆ. καὶ ἐπὶ τούτοις δεξιὰν αἰτοῦντος μάλα προθύμως | |
5 | δίδωσι. καὶ ὃς εἶπε· βασιλεύσεις τοίνυν, εὖ ἴσθι, ἀψευδῶς. καὶ ἐπεὶ ταῦτα συνέθεντο, ἐπὶ θύρας ᾤχοντο ὀπίσω θεραπεύσοντες τὰ εἰωθότα. μετὰ δὲ ταῦτα ἐν ὁμιλίᾳ γενόμενος ἑνὶ τῶν πιστο‐ τάτων εὐνούχων ὁ Ἀρβάκης ἐδεήθη αὐτοῦ δεῖξαί οἱ τὸν βασιλέα· σφόδρα γὰρ ἐπιθυμεῖν τὸν δεσπότην ὅστις εἴη θεάσασθαι. τοῦ | |
10 | δὲ εἰπόντος ἀδυνάτων αὐτὸν ἐρᾶν, μηδένα γὰρ πώποτε τυχεῖν τού‐ του, τότε μὲν ἡσύχασεν. αὖθις δὲ μικρὸν διαλιπὼν λιπαρέστερον αὐτοῦ ἐδεῖτο φάσκων ἀντὶ πολλοῦ χρυσοῦ καὶ ἀργύρου ταύτην ἀλ‐ λάττεσθαι τὴν χάριν. ὁ δὲ εὐνοῦχος νικώμενος ὑπ’ αὐτοῦ, ἦν γὰρ ἐς τὰ μάλιστα ἐπιτήδειος, καὶ οὐ βουλόμενος αὐτῷ ἀχαριστεῖν, | |
15 | ὑπέσχετο, εἰ καιρὸς εἴη, μνησθήσεσθαι τῷ δεσπότῃ *** ᾤκει ἔνθα ἐτελεύτησεν. 4. Ὅτι Ἀμφίων καὶ Ζῆθος οἱ τῆς Ἀντιόπης υἱοὶ γεννηθέντες καθ’ ὁδοῦ ἐξετέθησαν. Λύκου δὲ τῆς βασιλείας ἐκπεσόντος, καὶ Λαΐου ἤδη βασιλέως καταστάντος ὑπὸ Καδμείων, Ζῆθος καὶ Ἀμ‐ | |
20 | φίων ἐφοίτων ἐκ τοῦ Κιθαιρῶνος εἰς Θήβας πρὸς τὸν Λύκον καὶ τὴν μητέρα· καὶ ᾔδεσαν οἷα πάσχοι καὶ ἥτις εἴη, οὐ μέντοι μόνῃ ἐδύναντο ἀφικέσθαι εἰς λόγους· εἷρκτο γὰρ τὰ πολλὰ ὑπὸ τῆς Δίρκης. Λαΐου δὲ βασιλεύοντος, ἀφικομένοις εἰς τὸν Λύκου κῆπον ἡ μήτηρ αὐτῶν Ἀντιόπη ὑδρευομένη διψῶσι τὸν γαυλὸν | |
25 | προσσχοῦσα πιεῖν ἔδωκεν καὶ μονωθεῖσα ὠδύρετο τὰς πάθας, προπεπυσμένη ὅτι παῖδές εἰσιν αὐτῆς, ἱκέτευέ τε ἀμφιπίπτουσα τὴν μητέρα κακῶν ἐξελέσθαι, ἐδήλωσέ τε ὅτι ταῦτα πάσχοι διὰ τὸν ἐκείνων τόκον. οἱ δ’ ἐπεὶ πάντα ἔγνωσαν, ἀχθόμενοι τοῖς κακοῖς τῆς μητρὸς Λύκον εὐθέως ἀπέκτειναν, καὶ Δίρκην καταλεύ‐ | |
30 | σαντες εἰς ποταμὸν ἔρριψαν, ὃς ἀπὸ τοῦ πάθους Δίρκη καλεῖται. Λάιος δ’ αὐτοῖς συνέγνω ταῦτα δράσασι, καὶ τὸν Λύκου καὶ Νυκτέως οἶκον ἔδωκεν ἀνθ’ ὧν ἠδίκηντο. καὶ οὕτω τὴν μητέρα | |
ἐρρύσαντο. | 6 | |
7 | 5. Ὅτι βασιλεύοντι τῷ Λαΐῳ καὶ γήμαντι Ἐπικάστην παῖδες οὐκ ἐγίνοντο. τούτων ἕνεκα εἰς Δελφοὺς χρησόμενος τῷ μαντείῳ ἀφίκετο. θεὸς δὲ αὐτῷ ἔχρησε παῖδα ποιήσεσθαι ὅστις αὐτὸν ἀποκτείνας τὴν μητέρα γυναῖκα ἕξει. μετὰ δὲ τὸν χρησμὸν γίνεται | |
5 | τῷ Λαΐῳ κόρος, ὅντινα εὐθὺς γενόμενον ἀπέθετο ἐν Κιθαιρῶνι, ὅπως ἂν φθαρείη. βουκόλοι δὲ Πολύβου τοῦτον ἀνείλοντο· λέγεται δὲ ὁ Πόλυβος Ἑρμοῦ εἶναι· ὃν ἐφευρόντες ἀπεκόμισαν τῷ δεσπότῃ. ὁ δὲ λαβὼν ἔτρεφεν ὡς ἂν αὐτοῦ γενόμενον Οἰδίπουν ὀνομάσας· ᾤδει γὰρ τοὺς πόδας ὑπὸ σπαργάνων. περιιόντι δὲ τῷ χρόνῳ | |
10 | ἐπεὶ ἀνὴρ ἐγένετο, ἐπὶ ζήτησιν ἵππων εἰς Ὀρχόμενον ἀφικνεῖται τῆς Βοιωτίας, καί πως αὐτῷ Λάιος ἀπαντᾷ θεωρὸς εἰς Δελφοὺς βαδίζων μετὰ τῆς γυναικὸς Ἐπικάστης. ὁ δὲ κήρυξ, ὅστις συνῆν αὐτοῖς, ἐκέλευσεν προϊὼν τὸν Οἰδίπουν εἶξαι τῷ βασιλεῖ τῆς ὁδοῦ. ὁ δὲ ὑπὸ μεγαλοφροσύνης τῷ ξίφει πλήξας αὐτὸν καὶ Λάιον ἐπι‐ | |
15 | βοηθοῦντα ἀπέκτεινε, τῆς δὲ γυναικὸς οὐχ ἥψατο. ταῦτα δὲ πράξας ἀνέφυγεν εἰς τὸ ὄρος καὶ ἐν τῇ ὕλῃ ἀφανὴς ἐγένετο. Ἐπικάστη δέ, ὀλίγον ὕστερον ἀφικομένων τῶν θεραπόντων, ἐζήτει τὸν φονέα τοῦ Λαΐου· ἐπεὶ δὲ οὐχ εὑρίσκετο, θάψασα αὐτόθι ἐν Λαφυστίῳ Λάιόν τε καὶ τὸν κήρυκα, ἵναπερ καὶ ἀπέθανον, ἐπανῆλθεν εἰς | |
20 | Θήβας. ὁ δὲ Οἰδίπους ἐκ τοῦ Ὀρχομένου εἰς Κόρινθον παρὰ Πόλυβον ἀφίκετο, καὶ τὰς ἡμιόνους τοῦ Λαΐου (ἤλαυνε γὰρ καὶ ταύτας) ἀγαγὼν Πολύβῳ ἔδωκεν, καὶ† λευκίδα συνῆν καὶ ὡς πάλαι πατέρα αὐτὸν ἐνόμιζεν. 6. Ὅτι ἐπὶ Περσέως ταῦτα ἐγένετο. Τάνταλος ὁ Τμώλου, ἀφ’ | |
25 | οὗ τὸ ὄρος ὁ Τμῶλος ἐν Λυδίᾳ καλεῖται, πόλεμον ἔχων πρὸς Ἶλον τὸν Τρῶα Φρυγῶν βασιλέα, ἡττηθεὶς μάχῃ ἐκλείπει τὴν χώραν· μέλλων δὲ εἰς Πελοπόννησον ἐξοικίζεσθαι, αὐτὸς μὲν ὑπὸ γήρως ἐν Λυδίᾳ ἔμεινεν, τὸν υἱὸν δὲ Πέλοπα σὺν στρατῷ ἔπεμψεν εἰς τὴν γῆν. ὁ δὲ ἐπεὶ ἀφίκετο 〈ὑπὸ〉 πολλῷ πλούτῳ τὴν ἀδελφὴν | |
30 | Νιόβην ἄγων, ὁρμηθεὶς τὸ τελευταῖον ἐκ Σιπύλου, ταύτην μὲν | |
ἔδωκεν Ἀμφίονι τῷ Θηβαίῳ, αὐτὸς δὲ τῆς Πελοποννήσου ἦλθεν | 7 | |
8 | εἰς Πίσαν, ἔνθα ἐβασίλευσεν Οἰνόμαος θυγατέρα ἔχων Ἱπποδά‐ μειαν, ἣν ἄλλοι τε ἐμνῶντο καὶ δὴ καὶ Μυρτίλος ὁ Ὑπεροχίδου, συγγενὴς Οἰνομάου. ταύτης ὁ πατὴρ ἐρῶν οὐδενὶ ἤθελε καταινεῖν πρὸς γάμον· ἡ δ’ ἀναινομένη ἔφυγε τὸν πατέρα. ὡς δὲ ἦλθεν | |
5 | εἰς Πίσαν ὁ Πέλοψ ὑπὸ πολλῷ στρατῷ, πέμψας Μυρτίλον Οἰνό‐ μαος πρὸς αὐτὸν ἐπυνθάνετο ὅτου χάριν ἀφίκοιτο· προσεδόκα δὲ μνηστῆρα αὐτὸν γενέσθαι τῆς θυγατρός. ὁ δὲ ἀπεκρίνατο πρὸς τὸν Μυρτίλον, ὅτι τὴν χώραν οἰκήσων. καὶ ὁ Μυρτίλος εἶπεν, ὅτι οὐκ εὐπετὲς εἴη ἄκοντος Οἰνομάου· αὐτὸς μέντοι δύνασθαι | |
10 | ἀντ’ ἐκείνου πρᾶξαι, εἰ ὑπόσχοιτο Οἰνομάου κρατήσας δώσειν αὐτῷ πρὸς γάμον τὴν ἐκείνου θυγατέρα. ὁ δ’ ὑπέσχετο καὶ ὤμοσε ταῦτα ποιήσειν. μετὰ ταῦτα ἔρχεται πρὸς Οἰνόμαον ὁ Μυρτίλος καὶ τὰ παρὰ Πέλοπος διηγήσατο· ὁ δὲ τὸν στρατὸν ἁλίσας καὶ αὐτὸς ὁπλισθεὶς ἐξῆλθεν εἰς μάχην ἐκβαλεῖν Πέλοπα χρῄζων ἀπὸ | |
15 | τῆς χώρας. ὁ δὲ αὐτῷ ὑπαντιάζει μετὰ τῶν ἑπομένων, καὶ ἀρχο‐ μένης τῆς μάχης ὁ Μυρτίλος παραιβάτης ὢν ἐπὶ τοῦ ἅρματος πλήξας ξίφει τὸν Οἰνόμαον ἀπὸ τοῦ δίφρου κατέβαλε, καὶ ταῦτα πράξας πρὸς Πέλοπα ἀπεχώρησεν. πεσόντος δὲ Οἰνομάου ὁ στρα‐ τὸς διεσκεδάσθη, καὶ ἄλλοι ἄλλῃ ἔφευγον. ὁ δὲ Πέλοψ καθ’ ἡσυ‐ | |
20 | χίαν εἰς Πίσαν ἐλάσας ἐκείνην κατέσχε καὶ τὴν Οἰνομάου πᾶσαν ἀρχήν. ὕστερον δὲ Ἱπποδάμειαν γῆμαι θέλων, τὸν Μυρτίλον, διά τε τοῦτο καὶ τῇ Ἱπποδαμείᾳ χαριζόμενος δεομένῃ τιμωρήσασθαι τὸν φονέα τοῦ πατρός, ἀγαγὼν εἰς πέλαγος ἐπόντωσεν καὶ μετὰ ταῦτα ἔγημε τὴν Ἱπποδάμειαν. | |
25 | 7. Ὅτι Λάρισα ὑπὸ Πιάσου τοῦ πατρὸς ἐρασθεῖσα καὶ βια‐ σθεῖσα καὶ βαρέως φέρουσα τὸ πάθος, τῶν τινας οἰκετῶν προσ‐ ποιησαμένη τὸν πατέρα κεκυφότα εἰς πίθον οἴνου ὤσασα ἐπὶ κεφαλῆς ἀπέκτεινεν. 8. Ὅτι Αἴγισθος Ἀγαμέμνονα κτείνας τὸν βασιλέα συμβουλῇ | |
30 | τῆς γυναικὸς Κλυταιμνήστρας καὶ τὸν Ὀρέστην τὸν τοῦ Ἀγαμέμ‐ νονος υἱὸν ἔμελλεν ἀνελεῖν. τοῦτον δὲ ἐρρύσατο Ταλθύβιος ἐξαρ‐ πάσας καὶ ἐκθέμενος εἰς τὴν Φωκίδα παρὰ Στρόφιον. δεκάτῳ δ’ ἔτει ἐκ Φωκέων ἐλθὼν μετὰ Πυλάδου τοῦ Στροφίου, Αἴγισθον | |
καὶ τὴν μητέρα κτείνας τῶν Μυκηνῶν ἐβασίλευεν. ἐλαυνόμενος | 8 | |
9 | δὲ ὑπὸ τῶν Αἰγίσθου φίλων, κατὰ δὲ τὸν πλεῖστον λόγον ὑπὸ Ἐρινύων, ὡς ἐναγής, θεοῦ κελεύσαντος εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐν Ἀρείῳ πάγῳ κριθεὶς ἀπέφυγεν. αὕτη 〈ἡ〉 δίκη φόνου τετάρτη ἐν Ἀθήναις ἐκρίθη. | |
5 | 9. Ὅτι Τήμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων ἀπέθανε δι’ αἰτίαν τοιάνδε. ἦσαν αὐτῷ τέτταρες υἱεῖς, Κίσσος καὶ Φάλκης καὶ Κερύ‐ νης καὶ Ἀγαῖος, θυγάτηρ δὲ τοὔνομα Ὑρνηθώ, ἥντινα ἔδωκε γυ‐ ναῖκα Δηιφόντῃ τῷ Ἀντιμάχου τοῦ Θρασυάνορος τοῦ Κτησίππου τοῦ Ἡρακλέους. στέργων οὖν ταύτην καὶ τὸν γαμβρὸν πολὺ μᾶλλον | |
10 | 〈ἢ〉 τοὺς υἱεῖς καὶ εἰς ἅπαντα χρώμενος διετέλει. ἐπὶ τούτῳ οἱ νεα‐ νίσκοι βαρέως φέροντες ἐξεῦρον κακούργους ἀνθρώπους, 〈οὓσ〉 ἐπὶ μισθῷ ἔπεισαν τὸν Τήμενον ἀνελεῖν. Ἀγαῖος δὲ ὁ νεώτατος οὐ μετεῖχε τοῦ βουλεύματος. καὶ οἱ μὲν τὸν ἄνθρωπον λουόμενον παρὰ τὸν ποταμὸν ἐν ἐρημίᾳ ἐπιπεσόντες καὶ κατατρώσαντες ἐκποδῶν ἐγέ‐ | |
15 | νοντο, ἔτι ζῶντα ὑπὸ θορύβου λιπόντες. ὁ δὲ κομισθεὶς εἰς τὸ στράτευμα ἀγνοῶν τοὺς φονέας θνήσκει, τὴν ἀρχὴν Ὑρνηθοῖ καὶ Δηιφόντῃ καταλιπὼν καὶ τὰ λόγια φράσας ἅπερ ᾔδει τοῦ πολέμου πέρι. μετὰ ταῦτα δὲ ζητουμένου τοῦ φόνου, τὸ σύμπαν ἐγνώσθη, ὅτι ὑπὸ τῶν περὶ Κίσσον ἐβουλεύθη, καὶ ἅμα διὰ τὴν Τημένου | |
20 | ἐπισκίασιν ἐξεώσθησαν ἐκ τῆς ἀρχῆς, Δηιφόντης δὲ 〈καὶ〉 Ὑρνηθὼ ἐβασίλευον διά τε ταῦτα καὶ ὅτι τὰ λόγια ᾔδεσαν, ἐν οἷς τῆς κα‐ θόδου ἡ ἐλπὶς ἦν. οἵ γε μὴν παῖδες ἔξαρνοι ἦσαν τὸν φόνον κοὐκ ἄρα ἔμελλον τῆς ἀρχῆς πέρι ἀτρεμήσειν. τοὐντεῦθεν Δηιφόν‐ της πρῶτον μὲν ὑποπέμψας πρέσβεις κρύφα Τροιζηνίους καὶ | |
25 | Ἀσιναίους καὶ Ἑρμιονεῖς καὶ πάντας ὅσοι τῇδε Δρύοπες ᾤκουν ἀφίστησι τῶν Ἀργείων ἐθελοντὰς καὶ αὐτούς, μὴ τῷ χρόνῳ ὁμοῦ κείνοις ὑπὸ Δωριέων ἐξανασταῖεν. 10. Ὅτι Κρεσφόντης πάντων ἐβασίλευεν τῶν Σπαρτιατῶν· ὃς | |
ἐπειδὴ διένειμε τὴν γῆν εἰς εʹ, μετεμέλησε δ’ αὐτῷ ἐξ ἴσου διε‐ | 9 | |
10 | λόντι, εἰς ὃ συνετέλουν οἱ λοιποί. ταῦτα δὲ μεταβουλευσάμενος κινεῖν τὰ πράγματα ἐπειρᾶτο, ἐκ μὲν τοῦ εὐπρεποῦς λέγων ἅπερ καὶ οἱ ἐν Λακεδαίμονι, ὅτι οὐ δίκαιον εἴη τῶν ἴσων μετέχειν τοὺς ἐγχωρίους τοῖς Δωριεῦσι. συνέβη δ’ αὐτῷ πρός τ’ ἐκείνους δια‐ | |
5 | βεβλῆσθαι καὶ πρὸς τοὺς Δωριέας, οἳ καὶ τότε αὐτοῦ ἤχθοντο τῇ βίᾳ οὐκ ἀνεχόμενοι τὸ ἰσόμοιρον, καὶ πάλαι δ’ αὐτῷ προσεκεκρού‐ κεσαν ἄνευ σφῶν συμβαίνοντι τοῖς ἐγχωρίοις καὶ μετὰ ταῦτα τῶν ἴσων αὐτοῖς μεταδιδόντι· πάντων δὲ μάλιστα ὑφεωρῶντο τὴν μετακόσμησιν τῶν τότε καθεστώτων, πρὸς ἧς ἄμεινον ἡγήσαντο | |
10 | εἶναι ἀνελόντες αὐτὸν κατὰ χώραν ἀτρεμεῖν. καὶ ἐποίησαν ταῦτα, καὶ Κρεσφόντην μὲν δι’ ἐπιβουλῆς ἀπέκτειναν, ταχὺ δὲ καὶ τοὺς υἱεῖς ἤθελον, οὓς τότε ὁ μητροπάτωρ ἅμα τῇ θυγατρὶ κυούσῃ θύειν μέλλων Διὶ Ἀκραίῳ εἰς Τραπεζοῦντα μετεπέμψατο· καὶ παρ’ αὐτῷ ἔτεκεν ἡ θυγάτηρ Αἴπυτον τὸν τρίτον. ἐτεχνάσαντο | |
15 | οὖν οἱ φονεῖς ἀφικόμενοι παρὰ Κύψελον ὡς ἂν παραλαβόντες τοὺς Κρεσφόντου παῖδας ἀνέλοιεν, λέγοντες ὅτι ὁ πατὴρ αὐτοὺς εἰς Μεσσήνην μέτεισιν ἱερὰ θύειν μέλλων εὐκταῖα. ὁ δὲ Κύψελος τοὺς μὲν δύω ἐξέπεμψε σὺν αὐτοῖς ἐξαπατηθείς, οὓς ἐκεῖνοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν, τὸν δὲ τρίτον ἅτε νεογενῆ οὐκ ἔδωκε φήσας | |
20 | ἐν σπαργάνοις εἶναι· καὶ οὗτος μὲν παρὰ τῷ μητροπάτορι ἐτρέφετο. 11. Ὅτι Αἴπυτος ὁ υἱὸς Κρεσφόντου ἐπεβουλεύθη παρὰ τῶν ἐμπρησάντων τὴν αὐτοῦ οἰκίαν, καὶ τῆς ἐπιβουλῆς ἀνώτερος γέ‐ γονεν. αὖθις δὲ πάλιν ἐπεβουλεύετο ὑπὸ τοῦ δήμου καὶ αὐτὸς καὶ οἱ | |
25 | ἀπόγονοι, καὶ οὐ διέλιπον ἀλλήλοις διαστασιάζοντες, ἄχρις ὅτου ὑπὸ Λακεδαιμονίων ἠνδραποδίσθησαν. 12. Ὅτι Φείδων κατὰ φιλίαν στασιάζουσιν Κορινθίοις βοηθῶν, ἐπιθέσεως ἐκ τῶν ἑταίρων γενομένης, ἀπέθανεν. 13. Ὅτι Κορίνθῳ, ἐξ οὗ Κόρινθος ἡ πόλις, ὑπὸ τῶν ἐγχωρίων | |
30 | ἐξ ἐπιβουλῆς σφαγέντι Σίσυφος ἀμύνων τούς τε αὐτόχειρας ἐτιμω‐ ρήσατο καὶ ἀντὶ τούτου βασιλεὺς γίνεται. 14. Ὅτι Ἀδυάττεω τοῦ Λυδῶν βασιλέως παῖδες δίδυμοι, | |
Καδὺς καὶ Ἄρδυς· τούτοις κατέλιπε τὴν ἀρχήν, καὶ ὁμοῦ ἐβασί‐ | 10 | |
11 | λευον ἀμφότεροι στέργοντες ἀλλήλους καὶ αὐτοὶ ὑπὸ τοῦ πλήθους στεργόμενοι. καί πως ἡ τοῦ Καδύος γυνή, Δαμοννὼ λεγομένη, ὑπό τινος ἀνεψιοῦ τοῦ ἀνδρός, Σπέρμου ὄνομα, μοιχευθεῖσα, σὺν ἐκείνῳ θάνατον ἐβουλεύετο τῷ ἀνδρί· δοῦσα δὲ αὐτῷ φάρμαχον | |
5 | ἔκτεινε μὲν οὔ, εἰς νόσον δ’ ἐνέβαλεν. θεραπευθεὶς δ’ ὑπὸ ἰατροῦ ὁ Καδὺς ῥᾷον ἔσχεν. ἐκ τούτου τὸν ἰατρὸν ἀνελεῖν βουλομένη ἡ γυνὴ φάρμακα μὲν αὐτῷ οὐκ ἔκρινε διδόναι διὰ τὴν τέχνην, βόθρον δ’ ἐν τῇ οἰκίᾳ ὀρύξασα καὶ ἐπιπολῆς αὐτὸν ἄδηλον ποιήσασα, κλίνην καθύπερθεν ἔστρωσεν καὶ ἄλλας ἐφεξῆς. καλέσασα δ’ αὐτὸν | |
10 | ἐπὶ δεῖπνον ἐλθόντα κατέκλινεν ἵναπερ ὁ βόθρος ἦν. οἰχομένου δὲ κάτω, ἐπαμησαμένη τὴν γῆν ἄδηλον ἐποίησεν. Μετ’ οὐ πολὺ δὲ καὶ ὁ Καδὺς ἀπέθανεν· αὐτὴ δὲ σὺν τῷ μοιχῷ πρῶτον μὲν ἐξελαύνει τὸν ἐκείνου ἀδελφὸν Ἄρδυν πολλοὺς Λυδῶν χρήμασι θεραπεύσασα, ἔπειτα συνῴκησεν αὐτῷ καὶ βασιλέα | |
15 | ἀπέδειξεν. ὁ δὲ Ἄρδυς ἐξαπιναίως φυγὼν ὁμοῦ γυναικί τε καὶ θυγατρί, οὕτω σφόδρα ἐπενήτευσεν, ὥστε ἐν Κύμῃ ἁμαξοπηγῶν διέζη, ὕστερον δὲ πανδοκεύων. φασὶ δ’ αὐτὸν τοὺς ἐγκαταγομένους Λυδῶν φιλανθρωπευόμενον φίλους πάντας ἀποπέμπεσθαι. τῷ δὲ μοιχῷ Σπέρμῳ οὐκ ἤρκεσε ταῦτα δράσαντι, ἀλλὰ καὶ ἐς Κύμην | |
20 | πέμψας τινὰ λῃστήν, Κέρσην ὄνομα, κτεῖναι τὸν ἄνδρα παρεκελεύ‐ ετο. ὁ δὲ ὑπέστη τὸ ἔργον ἐπὶ τῷ γῆμαι τοῦ Σπέρμου τὴν Θυγα‐ τέρα καὶ χιλίους στατῆρας λαβεῖν δωρεάν. Ἀφικόμενος δ’ ὁ Κέρσης εἰς Κύμην κατήγετο ἐν τῷ Ἄρδυος πανδοκείῳ· ὁ δὲ αὐτὸν ὁμοίως ἐθεράπευε, καὶ τοῖς τε ἄλλοις ἠρέ‐ | |
25 | σκετο Κέρσης καὶ δὴ καὶ τὴν θυγατέρα αὐτοῦ διακονοῦσαν ἠράσθη· καί πως αὐτὸν εἰς γάμον αἰτεῖται τὴν κόρην ἐπὶ τῷ τὰ μέγιστα ὑπ’ αὐτοῦ εὖ πείσεσθαι. ὁ δ’ ἄλλως οὐκ ἂν διδοὺς διὰ τὴν φαυλό‐ τητα τἀνθρώπου ἐπ’ εὐγενείᾳ μέγα φρονῶν, ὅμως διὰ τὴν ὑπόσχε‐ σιν δώσειν ὡμολόγησεν. ὡς δὲ ταῦτα συνέθεντο, πᾶσαν αὐτῷ | |
30 | κατεῖπεν ὁ Κέρσης τὴν ἀλήθειαν, ὅτι ἥκοι ἀναπεισθεὶς ὑπὸ Σπέρ‐ μου ἐπὶ τῷ γάμῳ τῆς ἐκείνου θυγατρὸς ἀνελεῖν τὸν Ἄρδυν, ἕτοι‐ | |
μος δὲ νῦν εἶναι τὴν Σπέρμου κεφαλὴν κομίσας ἐπὶ τούτοις τὴν | 11 | |
12 | Ἄρδυος γῆμαι θυγατέρα. ὡς δὲ συνεπῄνεσεν, ἐκέλευσεν αὐτὸν ἀποκείρασθαι τέως κομῶντα, κατασκευάσας δὲ ξυλίνην κεφαλὴν ἐοικυῖαν τῇ Ἄρδυος, καὶ τὰς κόμας αὐτῇ προσπλάσας, ἵετο εἰς Λυδίαν. ἀφικόμενος δὲ τῷ Σπέρμῳ πυνθανομένῳ περὶ ὧν αὐτὸν | |
5 | ἔπεμψεν ἔφη· πάντα διαπέπρακται, καταθεὶς πρότερον τὴν κεφα‐ λὴν ἐν οἰκίσκῳ. κελεύσαντος δὲ τοῦ Σπέρμου δεῖξαι τὴν κεφαλὴν ἣν ἐκόμισεν, ἔφη ἄτοπον εἶναι πολλῶν ὁρώντων δεικνύναι, ἀλλὰ παρελθόντα αὐτὸν ἐς τὸ οἴκημα ἐκέλευσεν ὁρᾶν μόνον μετὰ μόνου· καὶ ὃς ἐπείσθη, δείξαντος αὐτῷ χαμαὶ κειμένην, καὶ ἐπέκυπτεν | |
10 | ὡς καταμάθοι. ἐν τῷδε ξίφει αὐτὸν παίσας κατέβαλεν, καὶ τὴν κεφαλὴν ἀποτεμὼν διεξέπεσε διὰ τῆς θύρας καὶ ἔξω πρὸς τὸν Ἄρδυν ἠπείγετο. οἱ δὲ πρὸς ταῖς θύραις Λυδοὶ τέως μέν, εἰσελ‐ θόντος τοῦ Σπέρμου, προσέμενον· ὡς δ’ οὐκ ἐξῄει πολλοῦ χρόνου διαγενομένου, εἰσελθόντες ὁρῶσι χαμαὶ νεκρὸν κείμενον, κεφαλὴν | |
15 | οὐκ ἔχοντα. γνόντες δὴ τὸ γεγονὸς ἡσυχίαν ἦγον ἐπιχαίροντες αὐτῷ· ἦν γὰρ δὴ κάκιστος, καὶ ἄλλως βασιλεύοντος αὐτοῦ ηὔχμησεν ἡ γῆ. Σπέρμης μὲν οὕτως ἐτελεύτησεν βασιλεύσας ἔτη δύω· ἐν δὲ τοῖς βασιλείοις οὐκ ἀναγράφεται. Κέρσης δὲ φεύγων εἴς τι καπηλεῖον ἀφίκετο· ἐγκαταχθεὶς δέ, | |
20 | ἅτε περιχαρὴς τῷ ἔργῳ, εἰς μέθην ὥρμησε, καὶ τῷ καπήλῳ πάντα διηγήσατο καὶ τὴν κεφαλὴν ἔδειξε τὴν Σπέρμου. ὁ δὲ συμφρονήσας ὅτι ἐκ τούτων Ἄρδυς βασιλεύσει, τὸν Κέρσην μεθύσας πολλῷ οἴνῳ ἀπέκτεινεν, καὶ τὴν κεφαλὴν αὐτοῦ τε καὶ τοῦ Σπέρμου λαβὼν εἰς Κύμην ἦλθε παρὰ τὸν Ἄρδυν. ἐν φροντίδι δ’ αὐτῷ ὄντι περὶ | |
25 | τούτων ἔλεξεν ὅτι ἀγαθὰ μέγιστα ἥκοι κομίζων. ὁ δ’ εἶπε Σπέρ‐ μον ἄρα τεθνηκέναι καὶ Κέρσην οὐκ ἔσεσθαί μοι γαμβρόν; ἐμοὶ γὰρ ταῦτα μέγιστά ἐστιν. ἀποκρίνεται Θύοσος, τοῦτο γὰρ ἦν ὄνομα τῷ καπήλῳ· ἀλλὰ ταῦτα δὴ ταῦτα φέρω· καὶ ἅμα δείκνυσιν ἀμφοτέρας τὰς κεφαλάς. ὁ δὲ ἡσθεὶς ἐκέλευεν αἰτεῖν αὐτὸν ὅ τι | |
30 | θέλοι ἀντὶ τούτων. Θύοσος δ’ εἶπεν· οὔτι σε οὔτε τὴν θυγατέρα οὔτε χρυσὸν αἰτῶ, ἀλλά μοι τὸ καπηλεῖον τοὐμὸν ἀτελὲς ἔχειν δός, ὅταν βασιλεὺς γένῃ. καὶ ὃς ἔδωκεν αὐτῷ. καὶ Θύοσος ἀνὰ χρόνον ἐκ τοῦ καπηλεύειν ἐπλούτησεν, καὶ ἀπὸ τούτου ἀγορὰν πλησίον | |
αὐτοῦ καὶ Ἑρμαῖον εἵσατο, Θυόσου λεγόμενον. Λυδοὶ δὲ Ἄρδυν | 12 | |
13 | ἐπὶ βασιλείαν καλοῦσιν ἀγγέλους τε ἄλλους πέμψαντες καὶ τῶν Ἡρακλειδῶν τινας. κατελθὼν δὲ ὁ Ἄρδυς ἐβασίλευσε μετὰ Ἀκί‐ μιον πάντων ἄριστα, καὶ σφόδρα γίνεται Λυδοῖς καταθύμιος καὶ φιλοδίκαιος. συνηρίθμησε δὲ καὶ τὸν Λύδιον στρατὸν ὁ Ἄρδυς, | |
5 | (ἦν δ’ ἱππότης ὁ πλεῖστος,) καὶ εὗρεν, ὥς φασι, μυριάδας γʹ ἱππέων. Ἄρδυϊ δὲ γηράσκοντι ἤδη προσφιλέστατος ἦν Δάσκυλος Γύγεω γένος Μερμνάδης. οὗτος ἅπασαν ὡς εἰπεῖν τὴν Λυδῶν ἀρχὴν διὰ χειρὸς εἶχεν. δείσας οὖν Ἀδυάττης ὁ Ἄρδυος μὴ τοῦ πατρὸς τε‐ | |
10 | λευτήσαντος ἐκεῖνος μὲν πάνθ’ ὑφ’ ἑαυτῷ ποιήσαιτο, ἀποκτείνει κρύφα τὸν Δάσκυλον. ἡ δ’ ἐκείνου γυνὴ κύουσα ἔφυγεν εἰς Φρυ‐ γίαν, ὅθεν καὶ ἦν, δείσασα τοὺς φονέας τοῦ ἀνδρός. ὡς δὲ ταῦ‐ τα ᾔσθετο ὁ Ἄρδυς, σφόδρα ἠχθέσθη, καὶ Λυδοὺς ἐκάλεσεν εἰς ἐκκλησίαν· καὶ αὐτὸς εἰς τούτους κομισθείς, (δεμνιοπετὴς γὰρ ἦν | |
15 | ὑπὸ γήρως) κατηγόρει τῶν αἰτίων, οὐθὲν εἰδὼς οἵτινες ἦσαν, καὶ Λυδοὺς παρεκάλει ζητεῖν τὸν Δασκύλου φόνον, ἐπηρᾶτό τε μυρία τοῖς φονεῦσι καὶ τέλος ἀνεῖπεν ἐξεῖναι τῷ χρῄζοντι κτείνειν αὐτούς, εἰ ἀνεύροι. Ἄρδυς μὲν οὖν βασιλεύσας οʹ ἔτη θνήσκει. Ἐπὶ Μήλεω δὲ βασιλεύοντος Λυδῶν σφόδρα ἐλίμηνε Λυδία, | |
20 | καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείας ἐτράποντο. τοῖς δ’ ἐσήμαινε τὸ δαιμόνιον δίκας πράττεσθαι τοῦ Δασκύλου φόνου παρὰ τῶν βασι‐ λέων. ταῦτα ἀκούσας παρὰ τῶν χρησμολόγων, καὶ ὅτι δεῖ φεύγον‐ τα ἐπὶ γʹ ἔτη καθήρασθαι τὸν φόνον, ἔφυγεν ἐθελουσίως εἰς Βα‐ βυλῶνα. ἔπεμψε δὲ καὶ εἰς Φρυγίαν παρὰ τὸν Δασκύλου παῖδα, | |
25 | Δάσκυλον καὶ αὐτὸν ὄνομα, ὅντινα ἡ μήτηρ ἐν γαστρὶ ἔχουσα ἔφυγε, κελεύων εἰς Σάρδεις ἀφικνεῖσθαι καὶ δίκας δέχεσθαι τοῦ πατρῴου φόνου παρ’ αὐτῶν, οὕτως γὰρ ἐθέσπιζον οἱ μάντεις. ὁ δ’ οὐκ ἐπείσθη, λέγων μὴ ἑωρακέναι τὸν πατέρα· κυεῖσθαι γὰρ ἔτι ὅτε ἀνῄρητο· οὔκουν προσήκειν αὐτῷ ταῦτα πολυπραγμονεῖν. Μήλης | |
30 | δὲ φεύγων τὴν ἀρχὴν ἐπίστευσε Σαδυάττῃ τῷ Καδύος, γένος ὄντι τὸ ἀνέκαθεν ἀπὸ Τύλωνος, ὃς τὸν φεύγοντα ἐπετρόπευσε καὶ κατι‐ όντα ἐκ Βαβυλῶνος ἐδέξατο μετὰ τρία ἔτη καὶ τὴν βασιλείαν οἱ ἀπέδωκε πιστῶς. Βασιλεύοντος δὲ Μύρσου, Δάσκυλος ὁ Δασκύλου τοῦ σφα‐ | |
35 | γέντος ὑπὸ Σαδυάττεω, μὴ τὴν ἐπιβουλὴν εἰς ἑαυτὸν ἐπισπάσηται | |
ὑπὸ τῶν Ἡρακλειδῶν φοβηθείς, ἐκ Φρυγίας φεύγων ᾤχετο εἰς Σύ‐ | 13 | |
14 | ρους τοὺς ἐν τῷ Πόντῳ ὑπὲρ Σινώπης οἰκοῦντας· ἐκεῖ δὲ κατα‐ μείνας γυναῖκα τῶν ἐγχωρίων ἔγημε Σύραν, ἐξ ἧς αὐτῷ γίνεται Γύγης. 15. Ὅτι Σαδυάττης ὁ ἔσχατος βασιλεὺς Λυδῶν κατελύθη τρό‐ | |
5 | πῳ τοιούτῳ. ἦν τις ἐν Σάρδεσι Δασκύλου θεῖος τοῦ εἰς Πόντον ἀποχωρήσαντος, Ἄρδυς ὄνομα, Γύγεω παῖς· οὗτος Σαδυάττῃ τῷ βασιλεῖ ἐνέτυχεν ἀχθόμενος ἀτεκνίᾳ δοῦναί οἱ μεταπεμψαμένῳ Δά‐ σκυλον ἐκ τοῦ Πόντου θέσθαι παῖδα, ὡς μὴ ἔρημος αὐτοῖς ὁ οἶ‐ κος γένοιτο, αὐτοῦ μὲν ὄντος ἄπαιδος, ἐκείνων δὲ οἰχομένων· ἐπι‐ | |
10 | εικὲς δὲ ἤδη εἶναι σπένδεσθαι τοῖς Δασκυλίοις· καὶ γὰρ τοὺς τοῦ βασιλέως προπάτορας ἔφη καλεῖν αὐτοὺς εἰς Λυδίαν ἀπὸ τῆς φυγῆς. ταῦτα δεομένῳ τῷ Ἄρδυϊ δίδωσιν ὁ βασιλεύς, καὶ ὃς ἐπὶ Δάσκυλον πέμψας εἰς Λυδίαν αὐτὸν ἐκάλει. ὁ δὲ φιλοχωρῶν οὐχ ὑπήκουσεν, τὸν μέντοι παῖδα Γύγην ἔπεμψε περὶ ιηʹ ἔτη γεγονότα. | |
15 | τοῦτον ἐλθόντα δέχεται ὁ Ἄρδυς καὶ παῖδα ἀπέδειξεν. ἦν δὲ ὁ Γύγης κάλλει τε καὶ μεγέθει διαφέρων, τά τε πολέμια γενναῖος καὶ τῶν ἡλίκων μακρῷ τὰ πάντα ἄριστος, ἵππων τε καὶ ὅπλων χρῆ‐ σιν ἤσκει. καί τις ὑπὲρ αὐτοῦ λόγος ἐφοίτησεν πρὸς βασιλέα, οἷος εἴη κατά τε ἔργα καὶ ἰδέαν, εἴτε καὶ ὄντως ἐπαινοῦντος τοῦ λέ‐ | |
20 | γοντος, εἴτε καὶ ὑπὸ φθόνου, ὡς ἂν αὐτῷ κακόν τι γένοιτο. βα‐ σιλεὺς δὲ ἡσθεὶς μετεπέμψατο τὸν Γύγην, καὶ θεασάμενος ἠγάσθη τό τε εἶδος καὶ τὸ μέγεθος, ἐκέλευσέ τε μετὰ τῶν δορυφόρων εἶναι. ὀλίγου δὲ χρόνου καὶ αὐτός, ὥς φασιν, ὑποτοπήσας τὸ γενναῖον τοῦ νεανίσκου, ἐκ μὲν τοῦ φανεροῦ διαφθείρειν αὐτὸν οὐκ ἐβούλετο, | |
25 | μηδεμιᾶς ὑπούσης αἰτίας, ἑτέρῳ μέντοι τρόπῳ, πόνους προστάτ‐ των χαλεπούς τε καὶ μεγάλους, ἐπί τε κάπρους καὶ ἄλλα θηρία στέλλων. ἅπαντα δὲ Γύγης ῥώμῃ κατειργάζετο· κἄπειτα ὑπ’ αὐτῶν τούτων μεταβαλὼν ὁ Σαδυάττης ἔστεργεν αὐτόν, θαυμάζων τὸ δραστήριον, καὶ τῆς πρόσθεν ὑποψίας λήξας γῆν αὐτῷ πολλὴν | |
30 | ἐνεχείρισεν· ἐν ᾧ ἄριστα ἔπραξεν ὁ Γύγης. ἐπεὶ δὲ αὐτὸν σφό‐ δρα ἔστεργεν καὶ πάντων μάλιστα προυτίμα, πολλοὶ δὴ διὰ φθό‐ νον ἤχθοντό οἱ καὶ ἐμέμφοντο τῷ βασιλεῖ, ὧν καὶ Λίξος τοῦ Τυ‐ | |
λωνίου γένους. οὗτος τὸν Σαδυάττην ᾐτιᾶτο, ὅτι τὸν Γύγην ἐχ‐ | 14 | |
15 | θρὸν πατρῷον ὄντα μεγάλως ἀσπάζεται καὶ πάντων ἡγεμόνα ἀποδείξει. ὁ δ’ οὐ προσεῖχε τὸν νοῦν, ἀλλ’ ὑπὸ φθόνου ᾤετο ταῦτα λέγειν. ἐπεὶ δὲ πολλάκις ταῦτα λέγων ὁ Λίξος οὐκ ἔπειθεν, μαίνεσθαι προσποιηθεὶς διὰ τοῦ Σάρδεων ἄστεος φοιτῶν ἐβόα, | |
5 | ὅτι Σαδυάττην τὸν βασιλέα κτείνειν μέλλοι Γύγης ὁ Δασκύλου. ἐκ τούτων 〈γαμεῖν〉 ἔμελλε Σαδυάττης τὴν Ἀρνώσσου θυγατέρα ὄνομα Τουδὼ τοῦ Μυσῶν βασιλέως, ὅστις πόλιν Ἀρδύνιον ἔκτισεν ἐν Θήβης πεδίῳ. ἐπεὶ δὲ καιρὸς ἦν μετιέναι τὴν γυναῖκα, ἅρμα ζεύξας καὶ Γύγην ἐπιβιβάσας ἐπ’ αὐτὸ ἐξέπεμψε παρὰ τὸν πεν‐ | |
10 | θερόν, ὡς ἂν κομίσειεν τὴν νύμφην. φασὶ δὲ τέρας αὐτοῖς τοι‐ όνδε συνενεχθῆναι· ἀετοὺς βʹ ὑπερμεγέθεις, ἡνίκ’ ἔμελλεν ἐξορμᾶν, ἐφίζεσθαι ἐπὶ τὸν θάλαμον ἔνθα ἦν, τοὺς δὲ μάντεις εἰπεῖν ὅτι δυοῖν βασιλέων ἡ παῖς γυνὴ ἔσοιτο ἐν τῇ πρώτῃ νυκτί. μετ’ οὐ πολὺ δὲ Γύγης παρῆν, καὶ τοῦ πατρὸς δόντος τὴν νύμφην ἀπε‐ | |
15 | κόμιζεν· ὀχούμενος δ’ ἐπὶ τοῦ ἅρματος ὁ Γύγης εἰς ἔρωτα ἐνέ‐ πεσεν, καὶ καρτερεῖν οὐ δυνάμενος ἐπειρᾶτο αὐτὴν καί τι καὶ προσ‐ εφιλοφρονεῖτο. ἡ δὲ μάλα καρτερῶς ἀναινομένη ἐξεπικραίνετό τε καὶ ἠπείλει αὐτῷ πολλὰ καὶ δεινά. ὡς δὲ ἀφίκετο παρὰ τὸν βασιλέα, πάντ’ ἔφρασεν ὅσα ὁ Γύγης ἐποίει, καὶ ὡς μιγῆναί οἱ | |
20 | ἤθελεν. ὁ δὲ ὀργισθεὶς ὤμοσε τῇ ὑστεραίᾳ Γύγην κτείνειν. ταῦτα ἤκουσε θεράπαινα παροῦσα ἐν τῷ δωματίῳ στέργουσα σφόδρα τὸν Γύγην· ἡ δὲ πάντ’ ἐκείνῳ παραχρῆμα ἤγγειλεν. ὁ δὲ νυκτὸς ἔτι οὔσης περιδραμὼν τοῖς φίλοις κοινοῦται τὸν λόγον καὶ ἀξιοῖ βοη‐ θεῖν ὁρμῶντι κτεῖναι τὸν βασιλέα. προσανεμίμνησκε δὲ καὶ τῆς | |
25 | Ἄρδυος ἀρᾶς, ὅτι ἐπηράσατο τοῖς Δασκύλου φονεῦσι. κρίνων δ’ οὖν ἐκ τῶν παρόντων ἀνελεῖν Σαδυάττην μᾶλλόν περ ἢ αὐτὸς ἀπο‐ θανεῖν ὑπ’ αὐτοῦ, ἐπεὶ τοὺς πιστοτάτους τῶν φίλων ηὐτρεπίσατο, ἵεται σὺν ξίφει ἐπ’ αὐτόν, τῆς δὲ θεραπαίνης τὰς θύρας τοῦ δωματίου διοιξάσης, ἐπεισελθὼν κτείνει καθεύδοντα Σαδυάττην | |
30 | βασιλεύσαντα ἔτη γʹ. Ἕωθεν δὲ καθ’ ἡσυχίαν μετεπέμπετο ἕκαστον τῶν φίλων καὶ τῶν ἐχθρῶν, ὡς τοῦ βασιλέως αὐτοὺς καλοῦντος, καὶ τοὺς μὲν | |
ἀνῄρει οὓς ᾤετο ἐναντίους ἔσεσθαι, τοῖς δὲ δῶρα διδοὺς ἐπικού‐ | 15 | |
16 | ρους ἐποιεῖτο. ἐπεὶ δὲ αὐτῷ πολλοὶ συνηλίσθησαν, ἐπιβατεύων τῆς ἀρχῆς πασσυδεὶ ἐξοπλίζεται, καὶ ἐξέρχεται εἰς τὴν ἀγορὰν καὶ συγκαλεῖ Λυδοὺς εἰς ἐκκλησίαν. οἱ δὲ τὸ μὲν πρῶτον ἐτα‐ ράχθησαν δυσανασχετοῦντες τὸ ἔργον, καὶ ἐπὶ Γύγην ὡρμῶντο· | |
5 | πραΰνοντος δ’ αὐτοὺς ἐκείνου καὶ λόγον αἰτουμένου, ὡς ἂν διδάξῃ τὸ πλῆθος περὶ ὧν ἠγνόει, μόλις τοῦ θορύβου ἔληξαν, τὰ μὲν ἀκοῦσαί τι σαφὲς ἐπιποθοῦντες, τὰ δὲ καὶ φοβούμενοι τοὺς ὁπλί‐ τας, καὶ ἐσιώπησαν. καὶ ἔπεμψαν εἰς Δελφοὺς πευσόμενοι εἰ Γύγην στήσαιντο ἑαυτῶν βασιλέα. θεὸς δ’ ἐκέλευσε τοσόνδε προ‐ | |
10 | ειπὼν ὅτι τοῖς Ἡρακλείδαις εἰς πέμπτην γενεὰν ἥκοι τίσις παρὰ τῶν Μερμναδῶν. τοὐντεῦθεν Γύγης ὁ Δασκύλου Λυδῶν βασιλεύει καὶ γαμεῖ τὴν Μυσὴν γυναῖκα, ἥντινα Σαδυάττης ἠγάγετο, οὐδὲν μνησικακήσας ὧν αὐτοῦ κατεῖπε πρὸς ἐκεῖνον. Λίξον δὲ προεῖ‐ πεν εἰς ὄψιν μὴ ἀφικνεῖσθαι ἐπομόσας ἦ μὴν κατορύξειν αὐτὸν | |
15 | ἐν ᾧ ἂν ἴδοι χωρίῳ πρῶτον. ὁ δ’ ἐξετρέπετο τὸν πάντα χρόνον καθ’ ἑτέρας ὁδοὺς φοιτῶν, εἰργόμενος τῶν βασιλείων. συλλαβεῖν δ’ οὖν αὐτὸν ἐπιθυμῶν Γύγης, ὅμως οὐκ ἐβούλετο παρὰ τὴν ῥή‐ τραν. καί τις αὐτῷ τῶν φίλων ὑπέθετο, εἰ κατὰ τὰ συγκείμενα λαβεῖν αὐτὸν ἐθέλοι, τρέπεσθαι κατὰ τὰς ὁδοὺς ἃς ἔθος ἦν ἐκείνῳ | |
20 | διεξιέναι· αὐτὸς δ’ ἔφη ταύτας γινώσκειν. ὁ δὲ Γύγης ἐκέλευε τὸν ἄνθρωπον ἡγεῖσθαι· καὶ αὐτὸς ἐκείνῃ τὸ ἅρμα κατήλαυνεν, καί πως αὐτῷ κατὰ δαίμονα συντυγχάνει Γύγης ἐν ἐπικάμψει τῆς ὁδοῦ. στενῆς δ’ οὔσης, οὐκ ἔχων ὅπῃ τράπηται ἐξ ὀφθαλμῶν τοῦ βασιλέως ὁ Λίξος, ὑποδύεται ὑπὸ τὸ ἅρμα καὶ κρύπτεται. Γύ‐ | |
25 | γης δὲ προνοήσας ἐκσπᾶν αὐτὸν ἐκέλευεν, καὶ ἐπεὶ ἐξείλκυσαν οἱ θεράποντες καὶ ἐναντίον ἔστησαν τοῦ ἅρματος, εἶπεν ὁ Γύγης· ἐνταῦθα δή σε χρή, ὦ Λίξε, κατορύξαι· τοῦτο γὰρ ἡμῖν συγκεί‐ μενον. καὶ ὃς οὐδὲν ὑποθωπεύσας· σὲ μὲν οὖν, ἔφη, ταῦτα παθεῖν δικαιότερον, ὃς ἐμὲ διώκων ἐκτρεπόμενον ὁδοὺς ἦλθες οὐ πρεπού‐ | |
30 | σας βασιλεῖ. οἱ δὲ φίλοι τὸν Γύγην ἐπὶ συννοίας γενόμενον πολὺν χρόνον ἔπεισαν ἀφεῖναι Λίξον τοῦ θανάτου. καὶ ὃς ἔφη ὀμωμο‐ κέναι κατορύξειν αὐτὸν ἔνθα ἂν τύχοι πρῶτον· οἱ δ’ ἔφασαν· ἐπειδὰν τελευτήσῃ τοιγαροῦν, ἐνταυθοῖ κατόρυξον, καὶ εὔορκά σοι ἔσται. ὁ δὲ ἐπείσθη τε καὶ διὰ ταῦτα ἀφῆκεν Λίξον. μετὰ δὲ | |
35 | ταῦτα ἐπὶ δεῖπνον ἐκάλεσε χαμαί τε ἀνέκλινε καὶ τὰ ὀστᾶ παρε‐ | 16 |
17 | τίθει φαῦλά τε σιτία, πίνειν τε ὄξος ἐνέχει· καί πως δειπνοῦντα ἤρετο πῶς τε δειπνοίη. ὁ δ’ εἶπεν· ὡς εἰκὸς παρὰ ἀνδρὶ ἐχθρῷ. ὁ δὲ γελάσας εὖ μάλα τῶν αὑτῷ παρακειμένων ἐπεδαψιλεύετό τε καὶ εὐμενέστερος ἐγένετο. χρόνου δὲ προϊόντος διαλλαγεὶς φίλον | |
5 | ἐποιήσατο καὶ οὐδὲν ἔτι εἶχεν ἐν γνώμῃ τῶν πάλαι. 16. Ὅτι ἐν Ἀθήναις Δημοφῶν ἐβασίλευσεν, ἐφ’ οὗ Ὀρέστης μητροκτονήσας εἰς Ἀθήνας ἧκεν, μετὰ δὲ τοῦτον Ὀξύντης, μετὰ δ’ ἐκεῖνον Θυμοίτης, ὃς τοῦ πατρὸς τελευτήσαντος εἰδὼς τὴν βα‐ σιλείαν τῷ γνησίῳ ἀδελφῷ προσήκουσαν, δολοφονήσας αὐτὸν κατ‐ | |
10 | έσχε τὴν ἀρχήν. 17. Ὅτι Κυρηναίοις οἱ Βάττου παῖδες Ἀρκεσίλαος * πρὸς ἀλ‐ λήλους στασιάσαντες μάχην ἤγειραν Λίβυας ἐπ’ αὐτοὺς ἐνεγκόν‐ τες. καὶ ἡττῶνται Κυρηναῖοι· ἑπτακισχίλιοι γὰρ ἀπέθανον ἐν τῷ πολέμῳ. Ἀρκεσίλαος δ’ ἐπὶ τούτοις φάρμακον πίνει· δυσθνη‐ | |
15 | τοῦντα δ’ αὐτὸν ὁ ἀδελφὸς ἦγξε Λέαρχος. τὸν δὲ Λέαρχον ἡ τοῦ Ἀρκεσίλεω γυνὴ κτείνει Ἐρυξώ· τὴν δὲ ἀρχὴν ὁ τοῦ Ἀρκεσίλεω παῖς ἐκδέχεται Βάττος χωλὸς ὤν. 18. Ὅτι Ἴωνες ἐν τῷ πρὸς Ὀρχομενίους πολέμῳ καταδραμόν‐ τες αὐτῶν τὰς κώμας γυναῖκας αἰχμαλώτους πολλὰς ἠγάγοντο· | |
20 | καταπαλλακεύοντες δ’ αὐτὰς παῖδας ἐξεγέννησαν. ὑποτραφείσης δὲ τῶν νόθων νεότητος οὐκ ὀλίγης, δείσαντες οἱ γνήσιοι ἐκ τῆς χώρας αὐτοὺς ἐξανέστησαν. οἱ δ’ εἰς Θορικὸν τῆς Ἀττικῆς ἀπο‐ χωρήσαντες, ἡγεμόνας αὑτῶν προστησάμενοι ὁμοῦ τοῖς Ἴωσιν ἐξέ‐ πλευσαν. συνῄεσαν δὲ αὐτοῖς πολλοὶ Πελοποννήσιοι· σχόντες | |
25 | δὲ πρὸς τῷ Ἕρμῳ ταῖς ναυσὶ καί τινα νησῖδα καταλαβόμενοι οὐχ ἑκὰς τῆς ἠπείρου, πολλῶν αὐτοῖς βαρβάρων ἐπιόντων, ἀντεῖχον κρατοῦντες, καὶ ἐπί τινα λόφον τῆς ἠπείρου περάσαντες τὸ δὴ με‐ ταξὺ πᾶν χωννύναι διενοοῦντο. κἀνταῦθα τειχοδομεῖν κωλύοντος αὐτοὺς Μέννεω τοῦ Κύμης τυράννου, ὃς τότε τῶν ταύτῃ χωρίων | |
30 | ἐκράτει, Οὐατίας ἀδελφὸς αὐτοῦ φιλίαν καὶ ἐπιγαμίαν συντίθεται | 17 |
18 | πρὸς αὐτοὺς ἐπὶ τῷ κεῖνον καταλῦσαι καὶ αὐτοῖς χώραν δοῦναι αὐτάρκη. οἱ δὲ ὡμολόγησαν ἐκείνοις τε καὶ τῶν Κυμαίων ὅσους ἐδύναντο * καὶ ἐπεξῆλθον ἐπὶ τὸν Μέννην. ταχὺ δὲ καὶ τοῦ δήμου προσθεμένου αὐτῷ, νικήσας μάχῃ παραδίδωσι τοῖς Κυμαίοις τὸν | |
5 | ἀδελφόν· οἱ δ’ ἐκ χειρὸς βαλόντες αὐτὸν κατέλευσαν καὶ τὸν Οὐ‐ ατίαν ἐστήσαντο βασιλέα. ὁ δ’ εὐθέως τὰς πρὸς Φωκαίους συν‐ θήκας ἠξίου ἐμπεδοῦν, ἃς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας συνέθετο· οἱ δ’ ἐπείσθησαν καὶ τὴν γῆν ἔδοσαν. 19. Ὅτι Λεωδάμας ἐβασίλευσε Μιλησίων, καὶ ἐν τοῖς μάλιστα | |
10 | ἐπῃνεῖτο δίκαιός τε ὢν καὶ τῇ πόλει καταθύμιος, εἰς ὃ φόνον αὐτῷ βουλεύσας Ἀμφιτρὴς ἐν ἑορτῇ Ἀπόλλωνος ἄγοντα ἑκατόμβην τῷ θεῷ Λεωδάμαντα κατὰ τὴν ὁδὸν ἀπέκτεινεν, αὐτὸς δὲ μετὰ τῶν αὐτοῦ στασιωτῶν τὴν πόλιν κατελάβετο καὶ τύραννος ἐγένετο, ἰσχύϊ προύχων Μιλησίων. οἱ δὲ Λεωδάμαντος παῖδες καὶ φίλοι | |
15 | νυκτὸς ἀπεχώρησαν εἰς Ἀσσησόν, ὑποδεχομένου αὐτοὺς προθύμως τοῦ ἐνόντος ἄρχοντος, ὅντινα Λεωδάμας πρότερον κατέστησεν. μετ’ οὐ πολὺ δὲ Ἀμφιτρὴς ἐπ’ αὐτοὺς σὺν στρατῷ ἦλθε καὶ προσ‐ καθίσας ἐπολιόρκει. οἱ δὲ μέχρι μέν τινος ταλαιπωρούμενοι ἀντεῖχον· μετὰ δὲ ταῦτα εἰς μαντεῖον πέμψαντες ἐχρηστηριάζοντο | |
20 | περὶ τοῦ πολέμου. θεὸς δ’ ἔφη ἐκ Φρυγίας αὐτοῖς ἥξειν βοηθούς, οἳ τίσιν τε πράξονται τοῦ Λεωδάμαντος φόνου κἀκείνους τε καὶ Μιλησίους κακῶν ἀπαλλάξουσιν. χρονιζομένης δὲ τῆς πολιορκίας, ἀφικνοῦνται νεανίσκοι Τόττης καὶ Ὄννης ἐκ Φρυγίας, ἱερὰ ἔχοντες Καβείρων ἐν κίστει κεκαλυμμένα· ἐχόμενοι δὲ τῆς κίστεως ἀμ‐ | |
25 | φότεροι, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, νυκτὸς ἔτι οὔσης προῆλθον εἰς τὸ τεῖχος καὶ ἐκέλευον σφᾶς δέχεσθαι. βαρυνόμενοι δὲ ὑπὸ τῶν φυλάκων καὶ ἐρωτώμενοι τίνες εἶεν, ἔφασαν ὅτι κατὰ πρόσταξιν θεοῦ ἱερὰ ἐκ Φρυγίας κομίζοιεν ἐπὶ τῷ Μιλησίων τε καὶ Ἀσση‐ σίων ἀγαθῷ. οἱ δ’ εἰς νοῦν βαλόμενοι τὸν χρησμὸν δέχονται τοὺς | |
30 | νεανίσκους. ἕωθεν δ’ εἰς ἐκκλησίαν συνῆλθον οἵ τε τοῦ Λεωδά‐ μαντος παῖδες καὶ οἱ ἄλλοι ἅπαντες καὶ τοὺς Φρύγας ἤροντο, οἵ‐ | |
τινές τε εἶεν καὶ ἐφ’ ὅτῳ ἥκοιεν. οἱ δ’ ἔφασαν θεὸν αὐτοῖς κε‐ | 18 | |
19 | λεῦσαι σὺν τοῖς ἱεροῖς εἰς Ἀσσησὸν ἐλθεῖν τιμωροὺς ἐσομένους τοῦ Λεωδάμαντος φόνου, ὅστις αὐτοῖς εἴη ὁ Λεωδάμας, (αὐτοὶ γὰρ οὐ γινώσκειν·) καὶ κακῶν ῥύεσθαι Μιλησίους καὶ Ἀσσησίους. δεῖν οὖν, ὅπως ἂν ταῦτα γένοιντο ἐπιτελῆ, θῦσαι τὰ νομιζόμενα | |
5 | αὐτοῖς. οἱ δὲ ταῦτα ἀκούοντες ὁ πᾶς δῆμος ἐν χαρᾷ ἦσαν, (τοῖς γὰρ λογίοις σύνδρομα ἐφαίνετο) ὑπέσχοντό τε τὰ ἱερὰ ἱδρύσειν παρὰ σφίσιν καὶ τιμήσειν, εἰ ταῦτα γένοιτο. ἐκ τούτου μετὰ τὰς ἱερουργίας ἐκέλευον αὐτοὺς οἱ Φρύγες ὁπλισαμένους πανστρατιᾷ χωρεῖν ἐπὶ τοὺς πολεμίους, ἡγουμένων τῶν ἱερῶν πρὸ τῆς φάλαγ‐ | |
10 | γος· καὶ ἐποίησαν ταῦτα. οἱ δὲ περὶ Ἀμφιτρὴν ὑπαντιάσαντες, ὡς ἤδη πλησίον ἐγένοντο, εἰς φυγὴν ἐτράποντο, δείματος θείου ἐμπεσόντος· οἱ δ’ ἑπόμενοι τοὺς μὲν ἔσφαττον, τοὺς δ’ ἐδίωκον, Ἀμφιτρὴν δ’ οἱ Λεωδάμαντος παῖδες κτείνουσι, καὶ ὁ πόλεμος καὶ ἡ τυραννὶς ἐπέπαυτο Μιλησίοις. | |
15 | 20. Ὅτι Ἐπιμένης μετὰ ταῦτα αἰσυμνήτης ὑπὸ τοῦ δήμου χειροτονεῖται λαβὼν ἐξουσίαν κτείνειν οὓς βούλεται· καὶ ὃς τῶν μὲν παίδων Ἀμφιτρῆτος οὐδενὸς οἷός τ’ ἦν ἐγκρατὴς γενέσθαι· ὑπεξῆλθον γὰρ παραχρῆμα δείσαντες· τὰ δὲ ὄντα αὐτοῖς ἐδήμευ‐ σεν, καὶ ἀργύριον ἐκήρυξεν, εἴ τις αὐτοὺς κτείνειεν· τῶν δὲ κοι‐ | |
20 | νωνῶν τοῦ φόνου τρεῖς ἀπέκτεινε, τοῖς δὲ ἄλλοις φυγὴν προεῖπεν· οἱ δὲ ᾤχοντο. οἱ μὲν δὴ Νηλεῖδαι κατελύθησαν ὧδε. 21. Ὅτι μετὰ τὸ ἀγαγεῖν τὸ νάκος τοὺς Ἀργοναύτας τῷ Πελίᾳ Ἰάσων εὐθὺς ἐλθὼν Πελίᾳ φόνον ἐβούλευε τῆς ἀρχῆς πέρι, Μήδεια δ’ αὐτῷ ὑπέστη ἀνιδρωτὶ τοῦτο πράξειν. ταχὺ δὲ ταῖς ἐκείνου | |
25 | θυγατράσιν ἐν ὁμιλίᾳ γενομένη ἔπειθεν, ὅτι αὐταῖς τὸν πατέρα γηραιὸν ὄντα ἀνηβῆσαι ποιήσειε διὰ φαρμάκων, εἴ μιν κατακόψα‐ σαι εἰς λέβητα ζέοντα ἐμβάλοιεν· εἰς δὲ πίστιν τοῦ λόγου, ὥς φασιν, ἄλλα ἄττα κατακόψασα πρόβατα νέα ἐκ παλαιῶν ἐποίει. αἱ δὲ διὰ τοῦτο μάλιστα πεισθεῖσαι τὸν πατέρα ἔκτειναν· καὶ ὡς οὐδὲν | |
30 | ἐγίνετο ὧν προσεδόκων, ἐν πένθει μεγάλῳ ἦσαν. οἱ δὲ Ἰωλκοὶ ἐπὶ τῷ ἔργῳ ἤχθηραν Μήδειάν τε καὶ Ἰάσονα, καὶ τοὺς μὲν φυγῇ ἐζημίωσαν· οἱ δ’ εἰς Κόρινθον ἀπεχώρησαν· ταῖς δὲ παισὶ συνέγνω‐ σαν ὑπὸ ἀκακίας ἐξαπατηθείσαις· θανάτου γὰρ ῥυόμεναι τὸν | |
πατέρα ἐκ γήρως ἄκουσαι ἀπέκτειναν. ἐπὶ δὲ τῷ Πελίου τάφῳ | 19 | |
20 | ἆθλα ἐτέθη μέγιστα, καὶ τὰς θυγατέρας αὐτοῦ ἠγάγοντο, ὡς ἂν καθαρὰς φόνου, οἱ ἄριστοι. ἐκ Πελοπίας δὲ Κύκνος ἐγένετο, ᾧ Ἡρακλῆς ἐμαχέσατο ἐν Ἰτώνῳ τῆς Ἀχαΐας· Ἄκαστος δ’ ὁ Πελίου ἐν Ἰωλκῷ ἐβασίλευεν, τοῦ πατρὸς τελευτήσαντος, Ἰάσονος φυγόντος | |
5 | εἰς Κόρινθον σὺν Μηδείᾳ. 22. Ὅτι Κύψελος Βακχιάδης καὶ αὐτὸς ὢν ἐκ κήδους γυναι‐ κείου πρῶτος κτείνας τὸν τελευταῖον Ἱπποκλείδην ἐβασίλευσεν ἀντ’ αὐτοῦ τρόπῳ τοιῷδε. λόγιον ἦν τοῖς Βακχιάδαις ὑπὸ τοῦ Κυψέλου τοῦ Ἀετίωνος καταλυθεῖσιν τὴν ἀρχὴν ἀφαιρεθῆναι. γενόμενον οὖν | |
10 | αὐτὸν καὶ ἐν σπαργάνοις ἔτι ὄντα ὑποπέμψαντες τῶν ὑπασπι‐ στῶν τινὰς ἐκέλευον κτεῖναι. τῶν δὲ ἐπὶ τούτῳ ἐλθόντων ἐπὶ τὴν οἰκίαν καὶ μελλόντων ἀναιρεῖν, ὀρέγον τὰς χεῖρας τὸ παιδάριον προσεμειδία τοῖς ἀνθρώποις· τοὺς δὲ οἶκτος εἰσῆλθε, καὶ ἔγνωσαν μηκέτι ἀναιρεῖν, ἀλλὰ φράσαντες τῷ πατρὶ τὰς ἀληθείας ἐκποδῶν | |
15 | ἀπιέναι. δόξαν δὲ οἱ μὲν εἶπαν, ὁ δὲ Ἀετίων εἰς Ὀλυμπίαν αὐτὸ ὑπεκτίθεται καὶ ἔτρεφεν, ὡς ἂν ἱκέτην τοῦ θεοῦ. μετὰ δὲ ταῦτα θαρσήσας εἰς Κλεωνὰς ἤγαγε μειράκιον ἔτι ὄντα καὶ πολλῶν δια‐ φέροντα τὴν ἰδέαν καὶ τὴν ἀρετήν. ἀνὰ δὲ χρόνον ὁ Κύψελος βουλόμενος κατελθεῖν εἰς Κόρινθον ἐχρηστηριάζετο ἐν Δελφοῖς. | |
20 | συμφέρουσαν δὲ δεξάμενος φήμην οὐδὲν μελλήσας ἧκεν εἰς Κόριν‐ θον, καὶ ταχὺ τῶν ἀστῶν ἐν τοῖς μάλιστα ἀγαστὸς ἦν, ἀνδρεῖός τε καὶ σώφρων καὶ δημωφελὴς δοκῶν εἶναι παρὰ τοὺς ἄλλους Βακχιάδας ὑβριστάς τε ὄντας καὶ βιαίους. πολεμαρχήσας δὲ ἔτι μᾶλλον ἐστέρχθη τῶν πώποτε ταύτην ἀρξάντων τὴν ἀρχὴν μακρῷ | |
25 | ἄριστος γενόμενος· τἄλλα τε γὰρ ὀρθῶς ἔπραξε καὶ τόδε· νόμος καθεστήκει Κορινθίοις τοὺς ἐν δικαστηρίῳ ἁλισκομένους ἀπάγεσθαι πρὸς τὸν πολέμαρχον καὶ καθείργνυσθαι τῶν ἐπιτιμίων ἕνεκα, ὧν καὶ αὐτῷ μέρος τι ἦν. ὁ δὲ οὔτε καθεῖρξέ τινα πολίτην οὔτε ἔδησεν, ἀλλὰ τοὺς μὲν ἀπέλυεν δεχόμενος ἐγγυητάς, τῶν δὲ αὐτὸς | |
30 | ἐγίνετο, πᾶσί τε ἠφίει τὸ αὑτοῦ μέρος· ἐξ ὧν μάλιστα ἐν τῷ πλήθει ἐστέργετο. ὁρῶν δὲ τοὺς Κορινθίους ἐχθρωδῶς πρὸς Βακχιάδας διακειμένους, προστάτην δ’ οὐκ ἔχοντας, ᾧ χρησάμενοι καταλύσειαν αὐτούς, ἐπέδωκεν αὑτὸν καὶ ἐδημαγώγει τὸ πλῆθος, | |
τόν τε χρησμὸν λέγων, ὅτι ὑπ’ αὐτοῦ πέπρωται καταλυθῆναι | 20 | |
21 | αὐτούς, ἀνθ’ ὅτου καὶ πάλαι γενόμενον αὐτὸν ὁρμήσειαν ἀνελεῖν, καὶ νῦν ἐπιβουλεύειν· ἀλλ’ οὐ δεδυνῆσθαι παρατρέψαι τὰ μοιρί‐ δια. οἱ δ’ ἀσμένως προσίεντο τοὺς λόγους, τοῖς μὲν δυσμενεῖς ὄντες, τῷ δὲ εὖνοι, καὶ τὸ βέβαιον τοῦ κατορθώσειν τὸ ἔργον ἐκ | |
5 | τῆς περὶ αὐτὸν ἀνδρείας ἔχοντες. τέλος δὲ συστήσας ἑταιρικὸν κτείνει βασιλεύοντα Πατροκλείδην παράνομον ὄντα καὶ ἐπαχθῆ· ταχὺ δὲ ἀντ’ ἐκείνου ὁ δῆμος αὐτὸν βασιλέα κατέστησεν. ὁ δὲ τούς τε φυγάδας κατάγει καὶ τοὺς ἀτίμους ὑπὸ τῶν Βακχιαδῶν γενομένους ἐπιτίμους πάλιν ἐποίησεν· καὶ διὰ τοῦτο ἐχρῆτο εἰς | |
10 | ὅ τι βούλοιτο αὐτοῖς· εἴς τε ἀποικίαν ἐξῆγε τοὺς μὴ φίλους, ὅπως ἂν ῥᾷον ἄρχοι τῶν λοιπῶν· ἔπεμψε δὲ εἴς τε Λευκάδα καὶ Ἀνα‐ κτόριον, οἰκιστὰς αὐτῶν Πυλάδην καὶ Ἐχιάδην τάξας, παῖδας αὐτοῦ νόθους· τοὺς δὲ Βακχιάδας φυγαδεύσας ἐδήμευσε τὰς οὐσίας αὐτῶν. οἱ δὲ εἰς Κέρκυραν ἀπεχώρησαν. Κύψελος δὲ Κορίνθου | |
15 | πράως ἦρχεν οὔτε δορυφόρους ἔχων οὔτ’ ἀποθύμιος ὢν Κοριν‐ θίοις. βασιλεύσας δὲ ἔτη λʹ ἐτελεύτησεν τέσσαρας υἱοὺς καταλι‐ πών, ὧν γνήσιος μὲν ἦν Περίανδρος, οἱ δὲ λοιποὶ νόθοι. 23. Ὅτι Περιάνδρῳ τῷ τυράννῳ Κορινθίων γηραιῷ ἤδη ὄντι πάντες οἱ υἱεῖς ἐτελεύτησαν, ὧν Εὐαγόρας μὲν ἀποικίαν εἰς Ποτί‐ | |
20 | δαιαν ἐξαγαγών, Λυκόφρων δὲ τυραννίδα κατασκευαζόμενος παρὰ τοῖς περιοίκοις, Γόργος δὲ ἅρμα ἡνιοχῶν καὶ πεσὼν ἐπὶ τράχηλον, Νικόλαος δέ, ὅσπερ ἐδόκει μετριώτατος εἶναι, ὑπὸ Κερκυραίων δολοφονηθεὶς τρόπῳ τοιῷδε. Περίανδρος βουλόμενος τελευτήσαντος αὐτοῦ μένειν τοῖς ἐκγόνοις τὴν ἀρχὴν καὶ λογιζόμενος ὅτι αὐτῷ μὲν | |
25 | ἐπίθοιντο Κορίνθιοι, Νικόλαον δὲ βασιλεύοντα ἀνάσχοιντο διὰ τὴν ἐπιείκειαν, ἔγνω ἀποχωρήσας αὐτὸς εἰς Κέρκυραν Νικολάῳ παρα‐ δοῦναι τὴν Κόρινθον. αἰσθόμενοι δὲ [ταῦτα] Κερκυραίων τινὲς τὴν Περιάνδρου γνώμην καὶ ἐλευθεροῦν τὴν μητρόπολιν θέλοντες, τόν τε Περίανδρον, εἰ ἀφίκοιτο, ὀρρωδοῦντες, συστάντες κτείνουσι | |
30 | τὸν Νικόλαον διαιτώμενον παρὰ σφίσιν. ὁ δὲ Περίανδρος ἀθροί‐ σας στράτευμα ἐνέβαλεν εἰς Κέρκυραν, καὶ τὴν πόλιν ἑλὼν νʹ τοὺς αἰτίους τοῦ φόνου ἀπέκτεινεν, τοὺς δὲ τούτων υἱέας πλείστους ὄντας ἔπεμψε πρὸς Ἀλυάττην τὸν Λυδῶν βασιλέα ἐπ’ ἐκτομῇ. | |
οἱ δὲ προσσχόντες Σάμῳ ἱκέται τῆς Ἥρας ἐγένοντο, καὶ αὐτοὺς | 21 | |
22 | Σάμιοι αἰσθόμενοι τὸ σύμπαν ἐρρύσαντο. Περίανδρος δὲ Ψαμ‐ μητίχῳ Κέρκυραν παραδούς, ὅστις ἦν Γόργου μὲν υἱός, ἀδελφιδοῦς δὲ ἑαυτῷ, ἐπανῆλθεν εἰς Κόρινθον. 24. Ὅτι ἐκδέκτορα τῆς βασιλείας κατέλιπε Περίανδρος Κύψε‐ | |
5 | λον τὸν Γόργου παῖδα, τοῦ σφετέρου ἀδελφοῦ· ὃς ἐκ Κερκύρας ἀφικόμενος ἐτυράννευσε Κορίνθου ἄχρι αὐτὸν συστάντες τινὲς τῶν Κορινθίων ἔκτειναν βραχὺν χρόνον κατασχόντα τὴν τυραννίδα, καὶ τὴν πόλιν ἠλευθέρωσαν. ὁ δὲ δῆμος τάς τε οἰκίας τῶν τυράν‐ νων κατέσκαψεν καὶ τὰς οὐσίας ἐδήμευσεν, ἄταφόν τε ἐξώρισε | |
10 | τὸν Κύψελον, καὶ τῶν προγόνων τοὺς τάφους ἀνορύξας τὰ ὀστᾶ ἐξέρριψεν, αὐτὸς δὲ παραχρῆμα† ἐστρατεύσατο πολιτείαν τοιάνδε· μίαν μὲν ὀκτάδα προβούλων ἐποίησεν, ἐκ δὲ τῶν λοιπῶν βουλὴν κατέλεξεν ἀνδρῶν θʹ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΠΟΛΙΤΙΚΩΝ.] 25. Ὅτι Μύρων ὁ Σικυωνίων βασιλεύς, ἀπὸ Ὀρθαγόρου κατά‐ | |
15 | γων τὸ γένος, ἦν περί τε τὰ ἄλλα καὶ περὶ τὰς γυναῖκας ἀκό‐ λαστος· 〈ἃσ〉 οὐ λάθρα μόνον, ἀλλὰ καὶ φανερῶς βιασάμενος ᾔσ‐ χυνεν· τελευτῶν δὲ καὶ τὴν Ἰσοδήμου τοῦ ἀδελφοῦ γυναῖκα ἐμοί‐ χευσεν. ὁ δὲ ᾐσθημένος πρότερον μὲν ἡσύχαζεν, ἐλθόντι δὲ ἐκ Λιβύης τῷ ἑτέρῳ ἀδελφῷ ἔφρασεν ἀδημονῶν. ἦν δ’, ὥς φασιν, | |
20 | αὐτὸς μὲν ἁπλοῦς τὸ ἦθος καὶ ἄκακος, ὁ δὲ Κλεισθένης δόλιος. καί ποτε πυνθανομένου τί χρὴ ποιεῖν, αὐτὸς μὲν εἶπεν οὐδ’ ἂν μίαν ἡμέραν ἀνασχέσθαι τοιαῦτα παθών, ἀλλὰ δι’ αὐτοχειρίας ἂν τὸν δράσαντα τιμωρήσασθαι. ἔλεγε δὲ ταῦτα καὶ παρώξυνε τὸν Ἰσόδημον ἐπὶ τὸν Μύρωνα ἐπιβουλεύων τῇ τυραννίδι, τοῦ μὲν | |
25 | ἀποθανόντος, τοῦ δὲ θύειν τοῖς θεοῖς οὐκ ἂν ἔτι δυναμένου διὰ τὸ αἷμα τοῦ ἀδελφοῦ. ὅπερ ἐδήλωσεν. ὡς γὰρ ὁ Ἰσόδημος ἔ‐ κτεινε τὸν Μύρωνα ζʹ ἔτη τυραννεύσαντα εὑρὼν ἐπὶ τῇ γυναικί, καὶ πρὸς τὸν Κλεισθένη ἔφρασε μέγα στενάξας, ἐκεῖνος συνάχθεσθαι ἀμφοτέροις ἔφη, τῷ μὲν ἀποθανόντι, ὅτι ὑπὸ τἀδελφοῦ πάθοι | |
30 | ταῦτα, ἐκείνῳ δ’ αὖ, ὅτι τὸν ἀδελφὸν κτείνας οὐκ ἂν ἔτι δύναιτο τοῖς θεοῖς θύειν, ἀλλὰ δεῖν ἕτερον τοῦτο ποιεῖν. ὁ δ’ ἵνα μὴ τῆς | |
ἀρχῆς διὰ τοῦτ’ ἐκπέσοι, πεισθεὶς ἀληθῆ λέγειν αὐτόν, ἐνιαυτὸν | 22 | |
23 | διαλιπὼν προσείλετο κοινωνόν. καὶ ὁ μὲν τοῦθ’ ὅπερ ἐτέχναζεν κατειργάσατο διὰ τὴν εὐήθειαν ἐκείνου, καὶ ἀμφότεροι Σικυῶνος ἦρχον. πολὺ μέντοι μᾶλλον Κλεισθένει προσεῖχον οἱ ἄνθρωποι ἅτε φοβερῷ ὄντι καὶ δραστηρίῳ, καὶ οἱ ἐκείνου φίλοι τούτῳ προσ‐ | |
5 | εχώρουν. τελευτῶν δὲ καὶ τῆς ἀρχῆς τὸν Ἰσόδημον ἀπεστέρησεν τοιόνδε τι τεχνάσας. ἦν τις Χαιρέδημος, ἀνὴρ τῶν ἀστῶν Ἰσο‐ δήμου φίλος. οὗτος ὁρῶν τὸν Κλεισθένη ἐργασιμώτερον, προσιὼν περὶ φιλίας διελέγετο. πολλὰ δὲ ὑπισχνουμένου, Κλεισθένης ἐκέ‐ λευσεν αὐτὸν εἰς πίστιν ὧν φησι παρελθόντα Ἰσοδήμῳ παραινεῖν | |
10 | ἀπενιαυτίσαι διὰ τὸν φόνον, ὅπερ ἔθος ἦν ποιεῖν, ὡς καὶ θύειν αὐτῷ καὶ τὰ ἱερὰ ἐξέσται κεκαθαρμένῳ καὶ τοῖς ἐκείνου παισὶν ἄρχειν· εἰ δὲ μή, ἔνοχον ὄντα χαλεπῶς μὲν αὐτὸν ἐμμενεῖν τῇ τυραννίδι, χαλεπῶς δὲ ἐγγόνοις λείψειν. ταῦτα λέγοντα ὁ Χαιρέ‐ δημος ἐδέξατο, καὶ τῷ Ἰσοδήμῳ συνεβούλευε μεταστῆναι ἐπ’ ἐνι‐ | |
15 | αυτόν. ὁ δὲ οἷα ἀνὴρ ἄκακος πεισθεὶς ἐπ’ εὐνοίᾳ λέγειν αὐτόν. ἀπεχώρησεν εἰς Κόρινθον, παραδοὺς Κλεισθένει τὴν τυραννίδα. ὁ δὲ παραχρῆμα ἐξελθόντος διέβαλλεν ὡς μετὰ τῶν Κυψελιδῶν οἱ ἐπιβουλεύοντα, ὅπως ἂν μόνος ἄρχοι. καὶ διὰ τοῦτο στρατὸν ὁπλίσας ἐξεῖργε κατιόντα, καὶ αὐτὸς ἐτυράννει βιαιότατος ὢν τῶν | |
20 | πρὸ αὐτοῦ καὶ ὠμότατος, καὶ βοηθείας πολλοῖς ἐκπέμπων, ὡς ἂν ἔχοι συμμάχους. κατασχὼν δὲ τὴν ἀρχὴν ἓν καὶ λʹ 〈ἔτη〉 ἐτε‐ λεύτησεν. 26. Ὅτι ἐν τῇ Ἀσίᾳ τελευτήσαντος τοῦ Μήδων βασιλέως ἐκ‐ δέχεται τὴν ἀρχὴν Ἀστυάγης ὁ παῖς, ὅντινα μετὰ Ἀρβάκην λόγος | |
25 | ἔχει γενναιότατον γεγονέναι. ἐπὶ τούτου βασιλεύοντος ἡ μεγάλη γίνεται μεταβολή, καθ’ ἣν εἰς Πέρσας ἐκ Μήδων περιῆλθεν ἡ ἀρχή, δι’ αἰτίαν τοιάνδε. νόμος ἐγένετο ἐν Μήδοις, ὅστις πένης τροφῆς ἕνεκα προσίῃ ἀνδρὶ εὐπόρῳ ἑαυτὸν διδοὺς ὅπως τρέφοιτό τε καὶ ἀμπέχοιτο, ἴσα καὶ δοῦλον νομίζεσθαι ἐκείνου· ἢν δὲ μὴ | |
30 | παρέχῃ ταῦτα ὁ λαβών, ἐξεῖναι παρ’ ἄλλον ἀποχωρεῖν. προσέρ‐ | |
χεται δή τις μειρακίσκος, ὄνομα Κῦρος, Μάρδος γένος, θεράποντι | 23 | |
24 | βασιλείῳ, ὃς ἦν ἐπὶ τοῖς καλλύνουσι τὰ βασίλεια. ἦν δὲ ὁ Κῦρος τοῦ Ἀτραδάτου παῖς, ὅστις ἐλῄστευεν ὑπὸ πενίας· ἡ δὲ γυνὴ αὐτοῦ, Ἀργόστη ὄνομα, ἡ Κύρου μήτηρ, αἰπολοῦσα ἔζη. ἐκδίδωσιν οὖν αὑτὸν ὁ Κῦρος ἐπὶ τῷ τρέφεσθαι τῷ ἀνδρί, καὶ ἐκάλλυνε τὰ βα‐ | |
5 | σίλεια, καὶ ἦν ἐπιμελητής. βελτίω οὖν αὐτῷ στολὴν ὁ ἐπιστάτης δίδωσι, καὶ ἐκ τῶν ἔξω εἰσήγαγεν εἰς τοὺς ἔσω καλλύνοντας παρὰ βασιλεῖ, καὶ τῷ τούτων ἐπιστάτῃ συνίστησι. χαλεπὸς δ’ ἦν οὗτος καὶ ἐμαστίγου πολλάκις Κῦρον· καὶ ὃς ἀφίσταται παρὰ τὸν λυχνοφόρον· κἀκεῖνος αὐτὸν ἠγάπα, καὶ προσάγεται πλησίον βασι‐ | |
10 | λέως, ἵν’ ἐν τοῖς λυχνοφοροῦσιν αὐτῷ εἴη. εὐδοκιμῶν δὲ καὶ ἐν τούτοις μετῆλθε παρὰ Ἀρτεμβάρην, ὅστις τῶν οἰνοχόων ἐπεστάτει καὶ αὐτὸς βασιλεῖ ὤρεγε πιεῖν τὴν φιάλην. ὁ δὲ αὐτὸν προθύμως δέχεται καὶ οἰνοχοεῖν κελεύει τοῖς ὁμοτραπέζοις βασιλέως. οὐ πολλοῦ δὲ χρόνου, ἐπεὶ ἑώρα αὐτὸν Ἀρτεμβάρης εὖ καὶ ἐπιστρε‐ | |
15 | φῶς διακονοῦντα καὶ τὴν φιάλην εὐσχημόνως ἐπιδιδόντα, πυνθά‐ νεται βασιλεὺς Ἀρτεμβάρου ὁπόθεν εἴη ὁ νεανίσκος, ὡς καλῶς οἰνοχοεῖ. ὁ δ’ εἶπεν· ὦ δέσποτα, σὸς δοῦλος, Πέρσης γένος, ἐκ τῶν Μάρδων, τροφῆς δὲ χάριν ἑαυτὸν δεδωκώς μοι. ἦν δὲ ὁ Ἀρτεμβάρης πρεσβύτης· καί ποτε δεῖται βασιλέως, ἐπεὶ ἐπύρεξε, | |
20 | μεθεῖναι αὐτὸν εἰς οἶκον ἔστ’ ἂν ὑγιάνῃ. ἀντὶ δ’ ἐμαυτοῦ, ἔφη, ὁ νεανίσκος ὅδε, (Κῦρον λέγων), ὃν σὺ ἐπαινεῖς, οἰνοχοήσει· υἱὸν δ’ αὐτὸν κἀγὼ ποιήσομαι, εὐνοῦχος ὤν, εἴ σοι τῷ δεσπότῃ οἰνο‐ χοῶν καταθύμιος γένοιτο. ταῦτα ἐπῄνει ὁ Ἀστυάγης· καὶ ὁ μὲν ἀπελύετο πολλὰ ἐντειλάμενος Κύρῳ καὶ φιλοφρονησάμενος ὡς ἂν | |
25 | υἱῷ, ὁ δὲ παρεστὼς βασιλεῖ τήν τε φιάλην ἐδίδου καὶ ᾠνοχόει νύκτα καὶ ἡμέραν, ὑπέφαινέ τε πολλὴν σωφροσύνην καὶ ἀνδρείαν. ὁ δ’ Ἀρτεμβάρης ἐκ τῆς νόσου ταύτης θνήσκει υἱοποιησάμενος τὸν Κῦρον. δίδωσιν οὖν αὐτῷ ὁ Ἀστυάγης ὡς ἂν υἱεῖ τὸν σύμ‐ παντα βίον Ἀρτεμβάρεω καὶ ἄλλα πολλὰ δῶρα, μέγας τε ἦν καὶ | |
30 | ὄνομα αὐτοῦ πάντῃ διεφέρετο. Ἦν δὲ Ἀστυάγῃ θυγάτηρ πάνυ γε γενναία καὶ εὐειδής, ἥντινα Σπιτάμᾳ δίδωσι τῷ Μήδῳ ἐπὶ προικὶ πάσῃ Μηδίᾳ. Κῦρος δὲ μεταπέμπεται τόν τε πατέρα Ἀτραδάτην καὶ Ἀργόστην τὴν μη‐ | |
τέρα ἐκ Μάρδων. οἱ δὲ ἧκον ἐπ’ αὐτῷ μεγάλῳ ὄντι. ἐξηγήσατο | 24 | |
25 | δ’ αὐτῷ καὶ ἡ μήτηρ ὄνειρον, ὡς κύουσα αὐτὸν δόξαι κοιμηθεῖσα ἐν τῷ ἱερῷ, ἡνίκα ἐν Μάρδοις 〈ἦν〉 αἰπολοῦσα. ἔδοξα γάρ, ἔφη, οὐρῆσαι τοσοῦτον κύουσα, ὦ Κῦρε, σέ, ὥστε ποταμοῦ μεγάλου ῥεύ‐ ματι ὅμοιον γενέσθαι τὸ πλῆθος τοῦ οὔρου καὶ κατακλύσαι πᾶ‐ | |
5 | σαν τὴν Ἀσίαν, ῥυῆναι δὲ αὐτὸ ἄχρι θαλάττης. καὶ ὁ πατὴρ ἀκούσας κελεύει τοῖς ἐν Βαβυλῶνι Χαλδαίοις ὑπερθεῖναι. Κῦρος δὲ τὸν λογιώτατον αὐτῶν καλέσας ἐξηγήσατο· καὶ ὃς ἀποκρίνεται μέγα τε εἶναι τὸ προφαινόμενον ἀγαθὸν καὶ τὴν πρώτην αὐτῷ τιμὴν φέρον ἐν Ἀσίᾳ· δεῖν δὲ κρύπτειν, ὡς μὴ Ἀστυάγης ἀκούσῃ· | |
10 | κάκιστα γὰρ σέ τε ἀποκτενεῖ κἀμὲ τὸν κριτῆρα αὐτοῦ. ὤμοσαν δὲ ἀλλήλοις μηδενὶ κατερεῖν τὴν ὄψιν μεγάλην τε οὖσαν καὶ οἵαν οὐκ ἄλλην. ἐκ τούτου πολὺ μείζων ὁ Κῦρος γενόμενος σατράπην τὸν αὐτοῦ πατέρα Περσῶν ἐποίησεν καὶ τὴν μητέρα πλούτῳ τε καὶ δυνάμει Περσίδων πρώτην. | |
15 | Καδούσιοι δὲ τότε πολέμιοι ἦσαν βασιλεῖ, ἄρχοντα ἔχοντες Ὀναφέρνην, ὅστις προδιδοὺς τὸ ἔθνος τὰ βασιλέως ἐφρόνει, καὶ πέμψας ἄγγελον παρὰ Ἀστυάγην ᾐτεῖτο ἄνδρα πιστόν, ὡς σὺν αὐτῷ βουλεύσειεν τὰ περὶ τῆς προδοσίας. καὶ ὃς ἐκπέμπει Κῦ‐ ρον, ὡς ἂν πάντα συμπράξειεν· ἡμέρᾳ δὲ τεσσαρακοστῇ ὥρισεν | |
20 | αὐτῷ παρ’ αὐτὸν εἰς Ἐκβάτανα ἀνελθεῖν. καὶ ὁ τοῦ ὀνείρου κρι‐ τὴς παρεθάρρυνεν αὐτὸν εἰς Καδουσίους ἀπελθεῖν, καὶ φρονήμα‐ τος ἐνεπίμπλα. εἰσῄει δὲ Κῦρον, ἅτε φύσει γενναῖον καὶ μεγα‐ λόφρονα, ὡς χρὴ θεοῦ συλλαμβανομένου Πέρσας ἀποστῆσαι καὶ Ἀστυάγην πειρᾶσθαι τῆς ἀρχῆς παύειν, πιστεύειν τε τῷ Βαβυλω‐ | |
25 | νίῳ τὰ θεῖα κάλλιστα ἐξεπισταμένῳ. ἐθάρρυνον δὲ ἀλλήλους· ὁ μὲν Βαβυλώνιος Κῦρον ὅτι εἱμαρμένον εἴη αὐτὸν καταλῦσαι Ἀστυ‐ άγην καὶ τὴν ἐκείνου βασιλείαν ἑλεῖν, καὶ τοῦτ’ αὐτὸς ἄριστα γι‐ νώσκειν· ὁ δ’ αὖ Κῦρος τὸν Βαβυλώνιον, ὅτι μεγάλων αὐτὸν κατ‐ αξιώσει γενομένων τούτων, ἐὰν αὐτὸς βασιλεὺς γένηται. ἐνεθυ‐ | |
30 | μεῖτο δὲ ὡς καὶ Ἀρβάκης παύσας Σαρδανάπαλλον πρότερον τὴν ἐκείνου τιμὴν ἀφέλοιτο. καίτοι οὔτε Μῆδοι κρείσσους Περσῶν, οἷς ἐκεῖνος ἐπίστευεν, οὔτε Ἀρβάκης φρονιμώτερος ἐμοῦ· τύχη δὲ καὶ μοῖρα κἀμοὶ προδείκνυσιν, ὥσπερ ἄρα κἀκείνῳ. ταῦτα ἐνθυμου‐ μένῳ ὑπήντησε μεμαστιγωμένος ἀνὴρ κόπρον ἐν κοφίνῳ ἐκφέρων, | |
35 | ἐπειδὴ ἐν τοῖς ὅροις γίνεται Καδουσίων· οἰωνισάμενος καθυπερ‐ | |
τίθεται τῷ Βαβυλωνίῳ. ὁ δὲ ἐκέλευε πυθέσθαι τίς τε εἴη ὁ | 25 | |
26 | ἀνὴρ καὶ ποδαπὸς γένος. πυθομένῳ δὲ Κύρῳ ἀποκρίνεται ἐκεῖνος ὅτι Πέρσης εἴη, Οἱβάρας ὄνομα. καὶ ὃς ἥσθη πάνυ· ὁ γὰρ οἱβά‐ ρας δύναται Ἑλλάδι γλώσσῃ ἀγαθάγγελος. ἔφη δ’ ὁ Βαβυλώνιος πρὸς Κῦρον καὶ τἄλλα σύμβολα εἶναι ἄριστα, ὅτι τε Πέρσης ἐστί | |
5 | σοι πολίτης καὶ ὅτι κόπρον ἱππίαν φέρει, ἥτις πλοῦτον καὶ δύ‐ ναμιν προσημαίνει, ὥσπερ καὶ τοὔνομα λέγει. ταχὺ δὴ τὸν ἄν‐ θρωπον ὁ Κῦρος παραλαμβάνει συνεῖναί τε ἐκέλευεν αὐτῷ· ὁ δὲ πείθεται. Ἐκ τούτου παρὰ τὸν Ὀναφέρνην εἰς Καδουσίους ἧκε, καὶ πίστεις | |
10 | λαμβάνει τε καὶ δίδωσι περὶ τῆς προδοσίας· ἐπανῄει τε εἰς Μη‐ δίαν· τὸν δὲ Οἱβάραν ἵππῳ τε καὶ στολῇ Περσίδι καὶ θεραπείᾳ ἐτίμησεν, εἶχέ τε πέλας, τὴν γνώμην ὁρῶν ἀγαθόν, καὶ ἅμα τοῦ Βαβυλωνίου κελεύοντος διαλέγεσθαι αὐτῷ. ἐκ δὲ τοῦ κατ’ ὀλίγον ἑταιριζόμενος ἐποιεῖτο καὶ σύμβουλον, καί ποτ’ εἰς λόγους ἦλθε | |
15 | τοιούτους, ὡς ἄχθοιτο ὁρῶν Πέρσας ὑπὸ Μήδων κακουμένους, καὶ ταῦτα οὐδὲν χείρους ὄντας τὰς φύσεις. καὶ ὁ Οἱβάρας εἶπεν· ὦ Κῦρε, οὐ γὰρ ἔστιν ἀνὴρ τὰ νῦν μεγαλόφρων τε καὶ μεγαλογνώ‐ μων, ὃς παῦσαι Μήδους ἐθελήσει τῶν κρειττόνων ἄρχειν ἀξιοῦν‐ τας. καὶ Κῦρος ἔφη· πῶς οὐκ ἔστιν, ὦ Οἱβάρα; ἔστιν μὲν ἴσως, | |
20 | ἀλλὰ πολλῇ καὶ κακῇ ἀτολμίᾳ χρῆται, δι’ ἣν οὐδὲν δρᾷ δυνά‐ μενος. καὶ ὁ Κῦρος ἐκπειρώμενος· εἰ δὲ φανείη τολμητὴς ἀνήρ, πῶς ἂν δύναιτο τοῦτο κατεργάζεσθαι; ὁ δὲ ἀποκρίνεται· πρῶτον μὲν Καδουσίους προσαγαγόμενος ἐθέλοντας· Πέρσας μὲν φιλοῦσι, Μήδους δὲ πάνυ μισοῦσι· ἔπειτα δὲ καὶ Πέρσας θαρρύνας τε καὶ | |
25 | ὁπλίσας περὶ μʹ ὄντας μυριάδας, καὶ ἀσμένως ἂν ἐθελήσαντας δι’ ἃ πάσχουσιν ὑπὸ Μήδων· ἐπιτηδειοτάτη δ’ αὐτοῖς πρὸς τοῦτο καὶ ἡ χώρα πετρώδης τε καὶ† θρανὴ οὖσα, ἐφ’ ἣν εἰ στρατεύειν Μῆδοι θέλοιεν, κακῶς ἀπαλλάξουσι. Κῦρος δὲ ἠρώτα· εἰ ἀνὴρ φανείη ταῦτα δρῶν, συνανακινδυνεύσεις αὐτῷ; καὶ ὅς· εἰ γάρ, ὦ | |
30 | Ζεῦ, ἔφη, μάλιστα μὲν σὺ εἴης ὁ τούτοις ἐγχειρῶν, ἐπειδὴ καὶ ὁ σὸς πατὴρ ἄρχει Περσῶν, καὶ σὺ †ἐνασυλώτατος εἶ καὶ δυνατώτατος· | |
εἰ δὲ μή, ὅστις οὖν εἴη. | 26 | |
27 | Ἐκ τούτου τὸ ὅλον βούλευμα ἐκκαλύπτει τε αὐτῷ ὁ Κῦρος καὶ συμβούλῳ χρῆται, ὁρῶν ἄνδρα φρόνιμον καὶ ἀνδρεῖον καὶ ἐν αὐτῷ πάσας ἔχοντα τὰς ἐλπίδας. καὶ ὃς συνεπῄνει τε καὶ συνεξώτρυνε γνώμας τε ἀγαθὰς ὑφηγεῖτο, καὶ ὡς χρὴ πέμψαντα παρὰ Ἀτρα‐ | |
5 | δάτην τὸν πατέρα κελεύειν ὁπλίζειν Πέρσας, τῷ λόγῳ μέν, ὡς ἕτοιμοι εἶεν βασιλεῖ ἐπὶ Καδουσίους, τῷ ἔργῳ δὲ εἰς ἀπόστασιν· ἔπειτα ὡς χρὴ παρὰ Ἀστυάγου αἰτησάμενον ἡμέρας ἐλθεῖν αὐτὸν εἰς τὴν Περσίδα, ὡς ἱερὰ εὐκταῖα θύσειεν ὑπὲρ βασιλέως καὶ τῆς ἐκείνου σωτηρίας, ἅμα δὲ καὶ τοῦ πατρός, ἐπειδὴ φαύλως ἔχει ὑπὸ | |
10 | νόσου. εἰ δὲ ταῦτα πράξει, ἐγχειρητέον ἔσται τῷ σύμπαντι ἀν‐ δρείως. οὔτοι δεινόν, ὦ Κῦρε, καὶ ἀποκινδυνεύειν τῇ ψυχῇ μεγά‐ λοις ἐγχειροῦντα ἔργοις, καὶ παθεῖν, εἰ δέοι, τοῦτο ὃ καὶ μηδὲν δρῶντας ἀναμένει παθεῖν. ἥσθη τε οὖν ὁ Κῦρος ἐπὶ τῇ γενναιό‐ τητι τοῦ ἀνδρός, καὶ ἅμα θαρρύνων αὐτὸν καὶ τὸν ὄνειρον ἐξηγή‐ | |
15 | σατο τῆς μητρὸς καὶ τὴν τοῦ Βαβυλωνίου γνώμην, ἣν εἶπε περὶ αὐτοῦ. καὶ ὁ Οἱβάρας ἅτε ἀγχίνους πολὺ μᾶλλον αὐτὸν ἐξώτρυ‐ νεν καὶ διεκελεύσατο φυλάττειν τὸν Βαβυλώνιον, ὡς μὴ ἐξάγγελος εἴη βασιλεῖ τοῦ ὀνείρου, εἰ ἄρα κτείνειν αὐτὸν οὐχ ὑπομένοις, ὅπερ ἦν ἄριστον. καὶ ὁ Κῦρος· ἀποτρόπαιον 〈ἂν〉 εἴη τοῦτό γ’, εἶπεν. | |
20 | συνεσιτοῦντο δὴ καὶ συνῆσαν Κύρῳ τὸ ἀπὸ τοῦδε ὅ τε Οἱβάρας καὶ ὁ Βαβυλώνιος. ἐν δέει δὲ ὢν ὁ Πέρσης, μὴ κατείποι πρὸς Ἀστυάγην ὁ Βαβυλώνιος περὶ τοῦ ὀνείρου, προσεποιήσατο ἱερὰ πάτρια νύκτωρ ἐπιτελεῖν τῇ σελήνῃ, καὶ τὸν Κῦρον ᾔτησε θύματά τε καὶ οἶνον καὶ οἰκέτας καὶ στρώματα καὶ τἄλλα ὧν ἔδει· ἠξίου | |
25 | δὲ Κῦρον προστάξαι τοῖς θεραπεύουσι πείθεσθαι αὐτῷ. καὶ ὃς προσέταξέ τε καὶ τῆς θυσίας οὐ μετεῖχεν, Οἱβάρα τεχνήσαντος, 〈ὃσ〉 παρασκευάζεται τά τε ἄλλα † νύκτα καὶ στιβάδας βαθείας ἐφ’ ὧν εὐωχήσονται, καὶ βόθρον ὤρυξεν ἐν τῇ αὑτοῦ σκηνῇ βαθύ‐ τατον. ἐπεὶ δὲ πάντα ἔπραξε καὶ εὐώχησε τὸν Βαβυλώνιον καὶ | |
30 | ἐμέθυσεν, ὑπέρ τε τὸν βόθρον αὐτῷ κοίτην στορέσας, ὡς κατα‐ κλίνει ἐς ταύτην, ὦσεν αὐτὸν εἰς τὸν βόθρον κάτω· συνέ‐ βαλε δ’ αὐτῷ καὶ τὸν οἰκέτην. καὶ ἅμα ὄρθρῳ Κύρου ἀπάραντος | |
συνωδοιπόρει. οὐ πολὺ δὲ προελθόντων, ἐπεζήτει τὸν ἄνθρωπον | 27 | |
28 | ὁ Κῦρος· ὁ δὲ τὸ μὲν πρῶτον ἔφη καταλελοιπέναι αὐτὸν ἔτι καθεύ‐ δοντα ὑπὸ μέθης. ἀγανακτοῦντος δὲ Κύρου, τελευταῖον ἐξέφηνε τἀληθές, ὅτι αὐτὸν κτείνειεν, ἐπειδὴ μόνην σωτηρίαν ταύτην ἑώρα Κύρῳ τε καὶ τοῖς Κύρου παισὶν οὖσαν. λυπηθεὶς δὲ πάνυ ἐπὶ | |
5 | τοῖς πραχθεῖσι καὶ ἔτι μᾶλλον ὀργισθείς, ὥστε μηκέτι προσί‐ εσθαι τὸν Οἱβάραν, αὖθις μετέγνω καὶ προσίετο αὐτὸν συμβούλῳ τε ἐχρῆτο περὶ τῶν αὐτῶν. τῇ δὲ τοῦ Βαβυλωνίου γυναικὶ πυν‐ θανομένῃ περὶ τοῦ ἀνδρὸς εἶπεν ὅτι ὑπὸ λῃστῶν ἀποθάνοι καὶ ταφείη ὑπ’ αὐτοῦ. | |
10 | Μετὰ ταῦτα παρὰ βασιλέα Κῦρον ἀφικόμενον ὁ Οἱβάρας ἀνε‐ δίδασκε καὶ ἐξώτρυνε τὰ βεβουλευμένα σφίσιν δρᾶν καὶ πέμπειν τε εἰς Πέρσας καὶ ὁπλίζειν τοὺς ἐν ἥβῃ καὶ Ἀστυάγην αἰτεῖσθαι δοῦναί οἱ ἡμέρας, ὥς τε τὰ ἱερὰ θύσειε καὶ τὸν πατέρα νοσηλεύ‐ σειε φαύλως ἔχοντα. καὶ ὃς ἐπείσθη, τά τε ἄλλα ὅπλα ἤδη ἦν | |
15 | ἕτοιμα, καὶ ὁ Κῦρος ᾐτήσατο βασιλέα τὴν εἰς Πέρσας πορείαν, ὡς ἂν θύσειεν ὑπὲρ αὐτοῦ καὶ ἅμα τὸν πατέρα ἴδοι κακῶς δια‐ κείμενον. ὁ δ’ οὐ δίδωσιν αὐτῷ ὑπ’ εὐνοίας συνεῖναι θέλων· καὶ ὁ Κῦρος ἐν ἀθυμίᾳ ἦν Οἱβάρᾳ δηλώσας ὡς ἀποτύχοι. καὶ ὃς ἐθάρρυνέ τε αὐτὸν καὶ αὖθις ἐκέλευε διαλιπόντα ἡμέρας δεῖσθαι | |
20 | αὐτοῦ περὶ τῶν αὐτῶν, καὶ τεύξεσθαι· δεῖν δὲ αὐτὸν θεραπεύειν προθύμως ἔτι μᾶλλον ἢ πρότερον· καὶ ἐπειδὰν δέηται, δι’ ἑτέ‐ ρου τοῦτο ποιεῖν καὶ μὴ δι’ αὑτοῦ. καὶ ὁ μὲν ᾤχετο παρὰ βα‐ σιλέα, καὶ τοῦ πιστοτάτου τῶν εὐνούχων ἔχρῃζεν, ὅταν ᾖ καιρός, αἰτήσασθαι αὐτῷ τὴν ἄφοδον παρὰ βασιλέως. ἐπεὶ δ’ οὖν ποτε | |
25 | ἑώρα βασιλέα ἐν πολλῇ ὄντα παιδιᾷ τε καὶ μέθῃ, νεύει τῷ εὐ‐ νούχῳ λέγειν βασιλεῖ ὅτι· Κῦρος ὁ σὸς δοῦλος αἰτεῖται δοῦναι αὐτῷ ἅ ποτε εὔξατο ἱερὰ ὑπὲρ σοῦ, ὅπως ἂν αὐτῷ εὐμενὴς εἴης, θῦσαι, καὶ ἅμα τὸν αὑτοῦ πατέρα ἀσθενῶς ἔχοντα θεραπεῦσαι. καὶ ὁ Ἀστυάγης καλέσας Κῦρον καὶ μειδιῶν δίδωσι αὐτῷ εʹ μῆ‐ | |
30 | νας ὁρίσας, τῷ δὲ ἕκτῳ ὅπως ἐπάνεισι διεκελεύσατο. *προσκυνή‐ σας καθίστησιν ἀνθ’ ἑαυτοῦ Τιριδάτην οἰνοχόον βασιλεῖ, ἄχρι αὐτὸς ἐπανίοι. καὶ ἐπὶ Οἱβάραν ἦλθε γεγηθώς. ὁ δ’ αὐτὸν ἐκέλευσε | |
παραχρῆμα τοὺς οἰκέτας συλλαβόντα ἀπαίρειν· καί, ἦν γὰρ αὐτὸς | 28 | |
29 | ἐπιμελητής, νύκτωρ πάντα εὐτρεπίζει, καὶ ἕωθεν εἰς Πέρσας ὁδοι‐ πόρουν. Ἡ δὲ τοῦ Βαβυλωνίου γυνή, ὃς τὸν ὄνειρον ἔφρασε Κύρῳ, προακηκουῗα ἄρα παρὰ τοῦ ἑαυτῆς ἀνδρός, ἡνίκα ἔζη, τὴν ὄψιν, | |
5 | ἥντινα ἔφρασεν αὐτῷ ὁ Κῦρος, τελευτήσαντος αὐτῇ τοῦ ἀνδρός, συν‐ οικοῦσα τῷ ἐκείνου ἀδελφῷ, ἐκείνης τῆς νυκτὸς συναναπαυομένη ἤκουσε παρ’ αὐτοῦ ὅτι μέγας γενόμενος οἴχοιτο εἰς Πέρσας. ἡ δὲ αὐτῷ διηγεῖτο τὸν ὄνειρον καὶ τὴν τούτου κρίσιν, ὥσπερ ἤκουσε παρὰ τοῦ ἀνδρός, ὅτι βασιλεύσει Περσῶν. ἕωθεν δὲ ὁ ἀνὴρ ἀτρέμας | |
10 | ἧκε παρὰ Ἀστυάγην, καὶ δι’ εὐνούχου ἐρόμενος τὴν εἴσοδον πάντα ἀπήγγειλεν, ὡς ἀκούσειε παρὰ τῆς ἑαυτοῦ γυναικός, ὅτι Κύρῳ ἐφρά‐ σθη ὑπὸ τοῦ ἀποθανόντος ἀνδρὸς θεολόγου πρὸς τὴν γενομένην ὄψιν βασιλεῦσαι, καὶ τοῦδ’ οὕνεκα ἄρα οἴχοιτο νῦν εἰς Πέρσας οὐ πάλαι δὲ καὶ αὐτὸς ταῦτα ἀκηκοέναι παρὰ τῆς γυναικός· ἕκαστά | |
15 | τε σαφῶς διηγήσατο τοῦ τε ὀνείρου καὶ τῆς †χρηστύος. ἐν πολ‐ λῇ δὲ συννοίᾳ γενόμενος Ἀστυάγης πυνθάνεται τοῦ Βαβυλωνίου· τί οὖν χρὴ ποιεῖν. καὶ ὃς ἔφη· κτείνειν αὐτὸν ἐπανελθόντα ὡς τάχιστα· μόνη περ αὕτη ἀσφάλεια ἂν εἴη. καὶ ὁ Ἀστυάγης ἀπο‐ πεμψάμενος τὸν Βαβυλώνιον μᾶλλόν τι ἐνεθυμεῖτο τοὺς λόγους | |
20 | αὐτοῦ. εἰς ἑσπέραν δὲ πίνων ἐκάλεσε τὰς παλλακίδας ὀρχηστρί‐ δας οὔσας καὶ κιθαριστρίδας. καί τις αὐτῶν ᾄδουσα τοιαῦτ’ ἔλεγεν· ὁ λέων τὸν κάπρον ὑποχείριον ἔχων μεθῆκεν εἰς τὰς λόχ‐ μας τὰς ἑαυτοῦ, ἐν αἷς κρείττων γενόμενος πολὺν πόνον αὐτῷ παρέξει, καὶ τελευτῶν ἀσθενέστερος ὢν τὸν ἰσχυρότερον χειρώσε‐ | |
25 | ται. ταῦτα ᾀδούσης ἐνθύμια ποιεῖται Ἀστυάγης ὡς τείνοντα εἰς αὐτόν. παραχρῆμα δὴ πέμπει τʹ ἱππεῖς ἐπὶ Κῦρον, οἷς ἐκέλευσεν αὐτὸν καλεῖν ὀπίσω· ἐὰν δὲ μὴ ἕπηται, τὴν κεφαλὴν ἀποτεμόντας φέρειν. οἱ δὲ ᾤχοντο, καὶ ἐπεὶ ἧκον παρὰ Κῦρον, ἔφρασαν τὰ παρ’ Ἀστυάγους. κἀκεῖνος, οἷα ἀγχίνους, εἴτε καὶ Οἱβάρα παραι‐ | |
30 | νοῦντος, εἶπεν· πῶς δ’ οὐ μέλλω ἰέναι, καλοῦντός με τοῦ δεσπό‐ του; ἀλλὰ νῦν δειπνήσατε, πρωῒ δὲ χωρῶμεν παρ’ αὐτόν. οἱ δὲ ταῦτ’ ἐπῄνουν. ὁ δὲ περσικῶς ὀπτὰ κατακόψας ἱερεῖα πολλὰ καὶ βοῦς εἱστία τε τοὺς ἱππέας καὶ μεθύσκει· προαπέσταλτο δ’ αὐτῷ ἄγγελος ἐπὶ τὸν πατέρα χιλίους ἱππεῖς κελεύων καὶ πεντακισ‐ | |
35 | χιλίους πεζοὺς ἐπὶ Ὕρβαν †ἑτέραν πόλιν πέμπειν πρὸ ὁδοῦ κει‐ | |
μένην, τοὺς δὲ ἄλλους Πέρσας ὁπλίζειν αὐτὸν τάχιστα, ὡς βασι‐ | 29 | |
30 | λέως προστάττοντος· οὐ γὰρ ἐδήλωσε τὸν ὄντα λόγον. μετὰ δὲ τὴν ἑστίασιν εἰς ὕπνον τετραμμένων τῶν ἱππέων, αὐτός τε καὶ Οἱβά‐ ρας ὡς εἶχον ἀναβάντες ἐπὶ τοὺς ἵππους ἀπελαύνουσι, καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν ἔτι νυκτὸς οὔσης, καὶ ὁπλίζει ὁ Κῦρος τοὺς ἀνθρώ‐ | |
5 | πους· καὶ συντάττει τοὺς παρὰ τοῦ πατρὸς ἥκοντας ὡς εἰς μάχην· καὶ αὐτὸς μὲν ἐν τῷ δεξιῷ ἵσταται, καὶ Οἱβάρας ἐν τῷ εὐωνύμῳ. καὶ ὁ οἶνος ἀνῆκε τοὺς παρὰ Ἀστυάγους πρωῒ οἰχομένους, καὶ γνόντες Κῦρον διώκουσι. καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν, καὶ εὑρόντες ἐκτεταγμένον συμβάλλουσιν ὡς εἰς μάχην. ἔνθα δὴ πρῶτον πολ‐ | |
10 | λὴν ἀνδρείαν Κῦρος ἀποδειξάμενος σὺν τρισὶ Πέρσαις κτείνει περὶ σʹ καὶ νʹ ἱππεῖς· οἱ λοιποὶ δὲ φεύγουσι παρὰ βασιλέα καὶ ταῦτ’ ἀπήγγειλαν. καὶ ὃς παίσας τὸν μηρὸν εἶπεν· ὤ μοι ὡς πολλάκις γνοὺς ὅτι οὐ χρὴ κακοὺς εὖ ποιεῖν ὅμως ἁλίσκομαι χρηστοῖς λόγοις, ὃς καὶ Κῦρον παραλαβὼν πολλῶν κακῶν, Μάρδον γένος, ὄλεθρον | |
15 | τηλικοῦτον ἐποίησα κατ’ ἐμαυτοῦ· ἀλλὰ καὶ νῦν οὐ χαιρήσει οἷς θέλει. καὶ παραχρῆμα καλέσας τοὺς στρατηγοὺς ἀθροίζειν τὴν δύναμιν κελεύει. ὡς δὲ ἠθροίσθη εἰς ρʹ μὲν πεζῶν μυριάδας, εἴκοσιν δὲ ἱππέων, τρισχίλια δὲ ἅρματα, ἐλαύνει ἐπὶ Πέρσας. ἤδη δὲ ὥπλιστο κἀκεῖ ἡ στρατιὰ ὑπὸ Ἀτραδάτα πάντα εἰδότος· καὶ | |
20 | ἦσαν λʹ μὲν μυριάδες πελταστῶν, εʹ δὲ ἱππέων, ρʹ 〈δὲ〉 δρεπανη‐ φόρα. ὡς δ’ εἰς ἓν συνῆλθε Κύρῳ ἡ δύναμις, παρῄνεσε τούτοις. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ.] Ἐκ τούτου αὐτός τε καὶ ὁ πατὴρ συνέταττον τὴν στρατιάν, καὶ Οἱβάραν ἀποφαίνουσι στρατηγόν, ἄνδρα εὔβουλον καὶ δραστή‐ | |
25 | ριον, ὃς προκαταλαμβάνει μὲν τὰς στενοπόρους ὁδοὺς φυλακαῖς καὶ τὰ ὑψηλότατα ὄρη, τὸν δὲ ὄχλον ἐκ τῶν ἀτειχίστων πόλεων εἰς τὰς εὐερκεῖς μετάγει, φρούρια δ’ ἔνθα καιρὸς ἦν ἐντειχίζεται. καὶ μετ’ οὐ πολὺ Ἀστυάγης ἧκε σὺν τῷ στρατῷ καὶ τὰς ἐρήμους πόλεις κατέκαε· πρός τε Κῦρον καὶ Ἀτραδάταν τὸν τούτου πα‐ | |
30 | τέρα πέμψας ἀγγέλους πολλά τε ἠπείλει καὶ ὠνείδιζε τὴν πρόσθεν πτωχείαν, ἐκέλευέ τε ὀπίσω παρ’ αὐτὸν ἰέναι· δήσειν γὰρ αὐτοὺς μόνον παχείαις πέδαις· εἰ δ’ ἁλώσεσθε, ἔφη, κακοὶ κακῶς ἀπο‐ | |
λεῖσθε. Κῦρος δὲ ἀποκρίνεται· οὐκ ἄρα σύ γε, ὦ Ἀστυάγη, θεῶν | 30 | |
31 | δύναμιν ᾔδεις, ὃς οὐκ οἶσθα ὑπ’ ἐκείνων τοὺς αἰπόλους ἐποτρυν‐ θέντας ἐπὶ τάδε τὰ πράγματα, οἷς ἑπόμεθα καὶ εἰς τέλος. καὶ σοὶ παραινοῦμεν, ὅτι ἡμᾶς καὶ αὐτὸς εὖ ποιεῖς, θεῶν σοι ἐπὶ νοῦν ἀγόντων, ἀπάγειν τὴν δύναμιν καὶ Πέρσας ἐλευθέρους ἐᾶν | |
5 | κρείττους ὄντας Μήδων, ὡς μὴ τούτους δουλούμενος καὶ τῶν ἄλλων ἀποστερηθῇς. ταῦτα μὲν ὁ ἄγγελος ἀπήγγειλεν Ἀστυάγῃ. ὁ δὲ ὑπὸ ὀργῆς ἐξάγει τὴν στρατιὰν εἰς μάχην καὶ ἐκτάττει· αὐτὸς δὲ προεκάθητο ἀναβὰς δισμυρίους ἔχων δορυφόρους περὶ αὑτόν. ἀντ‐ επῄει δὲ Κῦρος, Ἀτραδάτην μὲν ἐν τῷ δεξιῷ κέρατι στήσας, | |
10 | Οἱβάραν δὲ ἐπὶ τῷ εὐωνύμῳ· αὐτός τε μετὰ τῶν ἀρίστων Περσῶν ἐν μέσοις ἦν. ἔνθα δὴ δεινὴ μάχη γίνεται· καὶ πλείστους ἔκτεινε Κῦρός τε καὶ οἱ λοιποὶ Πέρσαι. σχετλιάζων δὲ ὁ Ἀστυάγης ἐπὶ τοῦ θρόνου εἶπεν· οἴ μοι τοὺς τερμινθοφάγους Πέρσας οἷα ἀρι‐ στεύουσι. καὶ πέμψας ἠπείλει τοῖς ἑαυτοῦ στρατηγοῖς, εἰ μὴ νι‐ | |
15 | κήσουσι τοὺς ἀντίους, οἷα πείσονται. κάμνοντες δὲ οἱ Πέρσαι ὑπὸ πλήθους πολεμίων ἄλλων ἐπ’ ἄλλοις ἐπιόντων, κλιθέντες ἀναχω‐ ροῦσιν εἰς τὴν πόλιν, πρὸ ἧς ἐμάχοντο. εἰσεληλυθότας δὲ θαρ‐ ρύνει Κῦρος καὶ Οἱβάρας, ὅτι πλείους αὐτοὶ τῶν πολεμίων ἔκτει‐ ναν, καὶ παραινοῦσι παῖδας μὲν καὶ γυναῖκας εἰς Πασαργάδας τὸ | |
20 | ὑψηλότατον ὄρος ἀποπέμψαι, αὐτοὶ δὲ εἰς αὔριον ἐπεξελθόντες τέλος ἐπιθεῖναι τῇ νίκῃ. πρόκειται γὰρ ἀποθανεῖν πᾶσιν [ἢ] ἡτ‐ τηθεῖσι· βέλτιον οὖν μετὰ τοῦ νικᾶν, εἰ δέοι, παθεῖν τοῦτο ἐλευ‐ θερώσαντας τὴν πατρίδα. ταῦτα εἰπόντος, ὀργὴ καὶ μῖσος παρί‐ σταται πᾶσιν ἐπὶ Μήδους, καὶ ἕωθεν ἀναπετάσαντες τὰς πύλας | |
25 | ἐπεξίασιν, ἡγουμένου Κύρου καὶ Οἱβάρα. ὁ δ’ Ἀτραδάτης μετὰ τῶν γερόντων ἐρρύετο τὸ τεῖχος. ἀντεπίασι δ’ αὐτοῖς παμπληθεῖς Ἀστυάγου φάλαγγες σὺν ὁπλίταις τε καὶ ἱππεῦσι. τῶν δὲ μα‐ χομένων, ιʹ μυριάδες ἐκπεριελθοῦσαι, καθότι ἔταξεν Ἀστυάγης, αἱροῦσι τὴν πόλιν καὶ Ἀτραδάτην πολλὰ τραύματα ἔχοντα ἀνα‐ | |
30 | πέμπουσιν ἐπὶ βασιλέα. γενναίως δὲ καὶ οἱ Κύρου ἀγωνισάμενοι φεύγουσιν εἰς Πασαργάδας, ἔνθ’ αὐτοῖς τέκνα καὶ γύναια ἦν. Ἀστυάγης δ’, ἐπεὶ αὐτῷ ἤχθη ὁ Κύρου πατήρ, ἔφη· οὗτος σὺ δή μοι ἀγαθὸς σατράπης, ὃν ἐγὼ ἐτίμησα, τοιαύτας χάριτας σὺν τῷ υἱεῖ ἀπεδώκατε. καὶ ὁ γέρων ἐκπνέων ἤδη· οὐκ οἶδ’, ἔφη, ὦ δέ‐ | |
35 | σποτα, ὅστις θεῶν τήνδε τὴν μανίαν ἐφώρμησε τῷ ἐμῷ παιδί· | |
σὺ δὲ μή με αἰκίζου· ταχὺ γὰρ ὧδ’ ἔχων ἀποπνεύσομαί σοι. | 31 | |
32 | καὶ ὃς ᾤκτειρεν αὐτὸν καὶ εἶπεν· τοιγαροῦν σὲ ἐγὼ οὐδὲν αἰκίζο‐ μαι· οἶδα γὰρ ὅτι, εἴ σοι ὁ υἱὸς ἐπείσθη, οὐκ ἂν ταῦτα ἔπραξεν. ἀλλὰ καὶ θάπτειν σε κελεύω οὐκ ὄντα ἐκείνῳ ὁμογνώμονα τῆσδε τῆς μανίας. τοῦτον μὲν οὖν ταχὺ ἀποθανόντα θάπτουσι καλῶς τε | |
5 | καὶ εὖ, Ἀστυάγης δ’ ἐπὶ Πασαργάδας ᾔει διὰ στενῶν ὁδῶν. ἔν‐ θεν δὲ καὶ ἔνθεν λισσάδες πέτραι καὶ ὄρος διερρωγὸς ὑψηλὸν ἦν· διὰ μέσου δὲ διεξιέναι τὰς ἐμβολὰς Οἱβάρας ἐφύλαττε μυρίοις ὁπλίταις· καὶ ἦν ἀνέλπιστον διελθεῖν. ἃ δὴ γνοὺς Ἀστυάγης ἐκ‐ περιελθεῖν ἐκέλευε τὸ ὄρος δέκα μυριάσι ἐν κύκλῳ, εἰς ὃ εὑρόντες | |
10 | ἄνοδον ἀνέρπουσι καὶ τῶν ἄκρων κρατοῦσιν. Οἱβάρας δὲ καὶ Κῦ‐ ρος σὺν τῷ πλήθει παντὶ νύκτωρ φεύγουσιν εἰς ἄλλο ὄρος χθα‐ μαλώτερον τοῦ προτέρου. εἵπετο δ’ ἡ Ἀστυάγεω στρατιὰ κατ’ ἴχνος διώκουσα ἤδη μεταξὺ τῶν ὀρῶν· ἐπῄει δὴ τοὐντεῦθεν ἡ Ἀστυάγου στρατιὰ καὶ ἐμάχετο πρὸς τὸ ὄρος ἀνιοῦσα μάλα εὐ‐ | |
15 | ψύχως. κρημνοὶ δὲ πάντῃ καὶ δρυμῶνες ἀγριέλαιοί τε συνεχεῖς ἦσαν. γενναιότερον δ’ ἔτι οἱ Πέρσαι ἐμάχοντο, ἔνθεν Κύρου ἐξορμῶντος, ἔνθεν Οἱβάρα, ὃς αὐτοὺς ἀνεμίμνησκε παίδων τε καὶ γυναικῶν καὶ πατέρων γερόντων καὶ μητέρων, οὓς αἰσχρὸν εἶναι προέσθαι Μήδοις κατατέμνειν τε καὶ αἰκίζεσθαι. ὧν ἀκούοντες ἐρρώσθησαν καὶ σὺν | |
20 | ἀλαλαγμῷ κατιόντες χερμάσι τε ἀπλέτοις βάλλοντες ἀπορίᾳ βελῶν καταράσσουσιν ἐκ τοῦ ὄρους τοὺς πολεμίους. καί πως Κῦρος ἧκεν ἐπὶ τὸ πατρῷον οἴκημα αὐτοῦ, ἔνθα αἰπολῶν, ὅτε μικρὸς ἦν, ηὐλί‐ ζετο, καὶ ἐν αὐτῷ ἔθυσεν ἄλευρα πυρῶν καὶ κυπαρίττου ὕλην δάφνην τε ὑποθεὶς καὶ πῦρ ἐκτρίψας, ὡς ἂν κεκμηκώς τε καὶ ἀπόρως ἔχων. | |
25 | εὐθὺς δ’ ἐκ δεξιᾶς ἤστραψέ τε καὶ ἐβρόντησεν. Κῦρος δὲ προσε‐ κύνησεν, οἰωνοί τε αἴσιοι ἐπὶ τῷ οἰκήματι αὐτῷ ἑζόμενοι πρού‐ φαινον ὡς εἰς Πασαργάδας ἀφίκοιτο. ἐκ τούτου δειπνοποιησά‐ μενοι ἐκοιμήθησαν ἐν τῷ ὄρει· καὶ τῇ ὑστεραίᾳ τοῖς οἰωνοῖς πίσυνοι ἐπικαταβαίνουσιν ἐπὶ τοὺς πολεμίους ἀνέρποντας ἤδη εἰς | |
30 | τὸ ὄρος· καὶ ἐπὶ πολὺ ἐμάχοντο ἀνδρείως. Ἀστυάγης δὲ πεντα‐ κισμυρίους ἐπὶ τὸ ὄρος ἔστησε, καὶ ἐκέλευσε τοὺς κατορρωδοῦντας τὴν ἀνάβασιν ἢ φεύγοντας κάτω παρὰ σφᾶς ἀποκτείνειν. ἀνάγκῃ οὖν ἐχόμενοι Μῆδοί τε καὶ οἱ σύμμαχοι ἀνῄεσαν ἐπὶ τοὺς Πέρσας. ἔνθα δὴ κάμνοντες ὑπὸ τοῦ πλήθους οἱ Πέρσαι ἔφευγον ἐπ’ ἄκρον | |
35 | τὸ ὄρος, ἵνα αὐτοῖς αἱ γυναῖκες ἦσαν. αἱ δὲ ἀνασυράμεναι ἐβόων | 32 |
33 | ποῖ φέρεσθε, ὦ κάκιστοι; ἢ ἄχρι ἂν εἰσδύητε ἔνθεν γεγένησθε; διὰ τοῦτο ὁ Περσῶν βασιλεύς, ἐπειδὰν εἰς Πασαργάδας ἀφίκηται, χρυσὸν δωρεῖται ταῖς Περσίσι γυναιξίν, καὶ διανέμει ἑκάστῃ εἰς λόγον δραχμῶν εἴκοσιν Ἀττικῶν. οἱ δὲ Πέρσαι καταισχυνθέντες | |
5 | ἐφ’ οἷς εἶδον καὶ ἤκουσαν ἐπιστρέφουσιν ἐπὶ τοὺς πολεμίους, καὶ μιᾷ ὁρμῇ ἐπιδραμόντες ἐξωθοῦσιν αὐτοὺς ἐκ τοῦ ὄρους καὶ κτεί‐ νουσιν οὐκ ἐλάττους ἑξακισμυρίων. οὐ μὴν Ἀστυάγης ἀφίστατο τῆς πολιορκίας. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΗΜΑΤΩΝ ΚΑΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ]. | |
10 | Πολλῶν δὲ ἀναμεταξὺ γενομένων, Κῦρος εἰς τὴν σκηνὴν παρ‐ ελθὼν καθίζει εἰς τὸν τοῦ Ἀστυάγου θρόνον καὶ τὸ σκῆπτρον αὐτοῦ λαμβάνει. ἐπευφήμησαν δὲ Πέρσαι, καὶ Οἱβάρας αὐτῷ τὴν κίδαριν ἐπιτίθησιν εἰπών· ἀξιώτερος σύ γε εἶ Ἀστυάγου φορεῖν, θεοῦ σοι διδόντος δι’ ἀρετήν, καὶ Πέρσας Μήδων βασιλεύειν. τά | |
15 | τε χρήματα πάντα εἰς Πασαργάδας ἀπεκόμιζον, ἐφεστῶτος Οἱβάρα καὶ ἐπιμελητὰς καταστήσαντος. ἄπλετα δ’ ἦν καὶ ἃ οἱ Πέρσαι κατὰ σκηνὰς τρεπόμενοι τὰς ἰδιωτικὰς ὠφελοῦντο. καὶ μετ’ οὐ πολὺ φήμη πάντῃ διήγγειλεν τὴν Ἀστυάγου φυγήν τε καὶ ἧτταν, ὥς τε ὑπὸ θεῶν του ἀφῄρηται τὸ κράτος. καὶ οἱ ἄνθρωποι | |
20 | ἀφίσταντο καὶ τὰ ἔθνη. πρῶτος δ’ Ὑρκανῶν ἄρχων Ἀρτασύρας ἧκε εʹ μυριάδας ἄγων στρατιᾶς Κύρῳ, καὶ προσεκύνησεν εἶπέ τε ἑτοί‐ μην εἶναι καὶ ἄλλην πολὺ πλείω, ἐὰν κελεύῃ· μετὰ δὲ ὅ τε Παρ‐ θυαῖος καὶ Σάκης καὶ Βάκτριος καὶ οἱ ἐφεξῆς ἅπαντες, ὥστε σπου‐ δὴν εἶναι ἑκάστου τὸν ἕτερον φθῆναι θέλοντος· εἰς ὃ Ἀστυάγης | |
25 | μετ’ ὀλίγων ὑπολειφθείς, ἐπᾴξαντος μετ’ οὐ πολὺ Κύρου καὶ ἐκ τοῦ ῥᾴστου μάχῃ κρατήσαντος, αἰχμάλωτος ἐπ’ αὐτὸν ἄγεται. 27. Ὅτι ὁ νέος Καῖσαρ τρίτον ἄγων ἐν τῇ Ῥώμῃ μῆνα ἐν‐ ταυθοῖ παρεπεδήμει, ζηλούμενος μὲν ὑπὸ τῶν ἡλίκων καὶ φίλων, θαυμαζόμενος δὲ ὑπὸ τῶν ἐν τῇ πόλει πάντων, ἐπαινούμενος δ’ | |
30 | ὑπὸ τῶν παιδευτῶν. τετάρτῳ δὲ μηνὶ ἧκεν ἐκ τῆς πατρίδος πεμ‐ φθεὶς ὑπὸ τῆς μητρὸς ὡς αὐτὸν ἀπελεύθερος τεταραγμένος καὶ | |
πολλῆς ἀθυμίας μεστός, ἐπιστολὴν κομίζων, ἐν ᾗ ἐγέγραπτο ὡς | 33 | |
34 | Καῖσαρ μὲν ἐν τῇ συγκλήτῳ ἀποθάνοι ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον. ἠξίου δὲ τὸν παῖδα ἐπανελθεῖν ὡς αὐτήν· ἀγνοεῖν γὰρ ἔφη καὐτὴ τἀπὸ τοῦδε ἐσόμενα· δεῖν δὲ ἤδη ἄνδρα γίγνεσθαι, καὶ γνώμῃ τε ἃ χρὴ φρονεῖν καὶ ἔργῳ πράττειν ἑπόμενον τῇ τύχῃ τε | |
5 | καὶ τοῖς καιροῖς. τοιαῦτα ἐδήλου τὰ παρὰ τῆς μητρὸς γράμματα. ὅμοια δὲ καὶ ὁ ταῦτα κομίζων ἀπήγγελλεν· ἔφη τε ὡς παραχρῆμα Καίσαρος ἀναιρεθέντος πεμφθείη καὶ οὐδαμῇ διατρίψειεν, ὡς θᾶττον ἔχοι μαθὼν τὰ γενόμενα βουλεύσασθαι περὶ αὐτῶν· μέγαν δ’ εἶναι τὸν κίνδυνον τοῖς τοῦ ἀνῃρημένου συγγενέσι, ὃν δεῖ πρῶτον | |
10 | σκοπεῖν ὅπως διαφεύξεται· οὐ μικρὰν γὰρ εἶναι μερίδα τὴν τῶν σφαγέων, οἳ τοὺς Καίσαρος ἐλαύνουσί τε καὶ ἀναιροῦσι. ταῦτ’ ἀκούσαντες ἐν πολλῷ θορύβῳ ἦσαν, μέλλοντες ὅσον οὔπω δειπνή‐ σειν. ταχὺ δ’ ἡ φήμη καὶ τοῖς ἔξω διήγγειλε καὶ ἀνὰ πᾶσαν ἐφοίτα τὴν πόλιν τἀκριβὲς μὲν οὐ δηλοῦσα, ὅτι μέντοι κακόν τι | |
15 | μέγα εἴη προσπεπτωκός. συνῄεσαν γοῦν πολλοὶ περὶ ἄκραν ἑσπέ‐ ραν σὺν φωτὶ τῶν πρώτων Ἀπολλωνιατῶν διαπυνθανόμενοι ὑπ’ εὐνοίας ὅ τι εἴη τὸ ἠγγελμένον. βουλευομένῳ δὲ Καίσαρι μετὰ τῶν φίλων ἔδοξε χρῆναι τοῖς ἐπιφανεστάτοις δηλῶσαι, τὸ πλῆθος δὲ ἀποπέμψασθαι. καὶ ἐπεὶ ταῦτα ἔπραξαν, μόλις μὲν ἀπῆλθεν | |
20 | ὁ ὄχλος πεισθεὶς ὑπὸ τῶν πρώτων, καιρὸν δ’ ἔσχεν Καῖσαρ περὶ τῶν ὅλων βουλεύσασθαι μετὰ τῶν φίλων, πόρρω τῆς νυκτὸς ἤδη διεληλυθυίας, ὅ τι ποιητέον εἴη καὶ ὅπως χρηστέον τοῖς πράγ‐ μασιν. πολλῆς δὲ σκέψεως γενομένης, οἱ μὲν παρῄνουν τῶν φίλων ἐπὶ τὸ ἐν Μακεδονίᾳ στράτευμα χωρεῖν, ὃ προεξεπέπεμπτο ἐπὶ τὸν | |
25 | Παρθικὸν πόλεμον, (ἡγεῖτο δ’ αὐτοῦ Μάρκος Αἰμίλιος) καὶ σὺν αὐτῷ ἥκειν τἀσφαλοῦς ἕνεκεν εἰς Ῥώμην ἐπὶ ἄμυναν τῶν σφαγέων· ὑπάρχειν δὲ καὶ τοὺς στρατιώτας ὑπ’ εὐνοίας τῆς πρὸς ἐκεῖνον τοῖς* ἀχθομένους· προσγενήσεσθαι δὲ καὶ τὸν ἀπὸ τοῦ παιδὸς οἶκτον ὀφθέντος τῷ στρατῷ. ἀλλὰ ταῦτα δυσχερῆ ὑπεφαίνετο ἀνδρὶ | |
30 | κομιδῆ νέῳ καὶ μείζω ἢ κατὰ τὴν παροῦσαν ἡλικίαν τε καὶ ἀπειρίαν, ἄλλως τε καὶ ἀδήλου ἔτι οὔσης τῆς τῶν πολλῶν διανοίας, καὶ πολλῶν ἐφεστώτων ἐχθρῶν. οὐκ ἐκράτει οὖν ἥδε ἡ γνώμη. τιμωροί τε ἔσεσθαι | |
Καίσαρι προσεδοκῶντο οἳ καὶ ζῶντος ἀπήλαυον τῆς τύχης, εἴς τε | 34 | |
35 | ἀρχὰς καὶ πλοῦτον ὑπ’ αὐτοῦ προηγμένοι δωρεάς τε μεγάλας ἔχον‐ τες καὶ οἵας οὐδ’ ὄναρ ἤλπισαν. ἄλλων δὲ ἄλλα παραινούντων, ὡς ἂν ἐν ἀσκόποις καὶ ἀσταθμήτοις πράγμασι, κράτιστον εἶναι ἐδόκει Καίσαρι τὴν ὑπὲρ τῶν ὅλων βουλὴν ἀναβαλέσθαι ἄχρι ἂν | |
5 | τοῖς καὶ γήρᾳ καὶ φρονήσει διαφέρουσι τῶν φίλων συμμίξας κοι‐ νωνοὺς ποιήσαιτο τῆς γνώμης. ἔδοξεν οὖν δεῖν ἠρέμα ἔχειν καὶ εἰς Ῥώμην βαδίζειν, πρότερον δ’ ἐν Ἰταλίᾳ γενόμενον γνῶναι τὰ μετὰ τὴν Καίσαρος τελευτὴν ἐπισυμβάντα καὶ μετὰ τῶν ἐκεῖ βου‐ λεύσασθαι περὶ τῶν ὅλων. | |
10 | Καὶ οἱ μὲν πρὸς τὸν πλοῦν παρεσκευάζοντο· Ἀλέξανδρος δὲ ὑποτιμώμενος τό τε γῆρας καὶ τὴν ἀσθένειαν εἰς τὴν πατρίδα τὸ Πέργαμον ἀπελύετο. Ἀπολλωνιᾶται δὲ ἀθροισθέντες ἄχρι μέν τινος ἐδέοντο Καίσαρος ὑπὸ φιλοστοργίας μένειν παρὰ σφᾶς· παρ‐ έξειν γὰρ αὐτῷ τὴν πόλιν εἰς ὅ τι βούλεται, ὑπό τε τῆς πρὸς | |
15 | αὐτὸν εὐνοίας καὶ τῆς πρὸς τὸν τεθνηκότα εὐσεβείας· καὶ αὐτῷ δὲ ἄμεινον εἶναι, τοσούτων ἐχθρῶν ἐφεστώτων, ἐν φίλῃ πόλει τὰ ἐσόμενα καραδοκεῖν. ὁ δὲ βουλόμενος παρὼν τοῖς πραττομένοις καιροφυλακεῖν, οὐ παρέλυε τὴν γνώμην, ἀλλ’ ἀναγκαῖον ἔφη εἶναι ἀποπλεῖν· Ἀπολλωνιάτας δὲ τότε ἐπῄνεσε, καὶ παρελθὼν εἰς τὴν | |
20 | ἀρχὴν ἐλευθερίαν τε αὐτοῖς καὶ ἀτέλειαν ἄλλας τε οὐκ ὀλίγας χά‐ ριτας ἐπιδοὺς καὶ εὐδαίμονα τὴν πόλιν ἐν τοῖς μάλιστα ποιήσας. τότε δὲ μετὰ δακρύων αὐτὸν ὁ πᾶς δῆμος ἀποσπώμενον πρού‐ πεμψε, θαυμάζων τὸ ἐν τῇ παρεπιδημίᾳ κόσμιον καὶ σῶφρον, καὶ ἅμα οἰκτείρων τὴν τύχην. ἦλθον δ’ ὡς αὐτὸν ἐκ τῆς στρατιᾶς οὐκ | |
25 | ὀλίγοι ἱππεῖς τε καὶ πεζοί, χιλίαρχοί τε καὶ ἑκατοντάρχαι ἄλλοι τε πάμπολλοι θεραπείας χάριν, οἱ δὲ κατ’ ἰδίας χρείας· οἳ τότε παρῄνουν ἐπὶ τὰ ὅπλα χωρεῖν, καὶ αὐτοὶ ὑπισχνοῦντο συστρατεύ‐ σειν τε καὶ ἄλλους προσποιήσειν ἐπεξιόντας τὸν Καίσαρος θάνα‐ τον. ὁ δ’ ἐπαινέσας αὐτοὺς οὐθὲν δεῖν ἔφη ἐν τῷ παρόντι· ὅταν | |
30 | μέντοι καλῇ ἐπὶ τὴν τιμωρίαν, ἠξίου ἑτοίμους εἶναι. οἱ δ’ ἐπεί‐ θοντο. Καῖσαρ δ’ ἀνήχθη τοῖς ἐπιτυχοῦσι πλοίοις χειμῶνος ἔτι ὄντος σφαλερώτατα, καὶ διαβαλὼν τὸν Ἰόνιον πόντον ἴσχει τῆς Κα‐ λαβρίας τὴν ἔγγιστα ἄκραν, ἔνθα οὐδέν πω σαφὲς διηγγέλλετο τοῖς ἐνοικοῦσι τοῦ ἐν Ῥώμῃ νεωτερισμοῦ. ἐκβὰς οὖν ταύτῃ πεζὸς | |
35 | ὥδευεν ἐπὶ Λύππας. καὶ ὡς ἀφίκετο, ἐντυγχάνει τοῖς ἐν Ῥώμῃ | |
θαπτομένῳ Καίσαρι *, οἳ ἀπήγγελλον τά τε ἄλλα καὶ ὡς ἐν ταῖς | 35 | |
36 | διαθήκαις ὡς υἱὸς εἴη Καίσαρι ἐγγεγραμμένος, καὶ τρία μέρη τῶν χρημάτων, τὸ δὲ τέταρτον τοῖς ἄλλοις εἴη δεδομένον, ἐξ οὗ καὶ τῷ δήμῳ δοίη κατ’ ἄνδρα εʹ καὶ οʹ δραχμάς, ἐπισκήψειε δὲ καὶ Ἀτίᾳ τῇ μητρὶ τοῦ παιδὸς τῆς ἑαυτοῦ ταφῆς ἐπιμεληθῆναι, ὅπως | |
5 | τε ὁ ὄχλος βιασάμενος ἐν μέσῃ ἀγορᾷ αὐτὸν καύσειέ τε καὶ θά‐ ψειεν· τοὺς δὲ περὶ Βροῦτον καὶ Κάσσιον σφαγεῖς κατειληφότας τὸ Καπιτώλιον φρουρεῖν τούς τε δούλους καλεῖν ἐπ’ ἐλευθερίᾳ συμμάχους· τῇ τε πρώτῃ ἡμέρᾳ καὶ δευτέρᾳ, καταπεπληγμένων ἔτι τῶν Καίσαρος φίλων, πολλοὺς αὐτοῖς προσέχειν, ἐπεὶ δ’ οἱ ἐκ τῶν | |
10 | περιοικίδων πόλεων κληροῦχοι, οὓς ἐκεῖνος κατῴκισέ τε καὶ ταῖς πό‐ λεσιν ἐγκατέστησεν, ἧκον παμπληθεῖς ὡς τοὺς περὶ Λέπιδον τὸν ἱππάρχην καὶ Ἀντώνιον τὸν συνύπατον Καίσαρος ἐπεξιέναι αὐτοῦ τὸν φόνον ὑπισχνουμένους, σκεδασθῆναι τοὺς πολλούς· ἐκείνους δὲ μονωθέντας μονομάχους τινὰς ἀθροίζειν καὶ ἄλλους, οἷς ἦν | |
15 | ἀκήρυκτος ἔχθρα πρὸς Καίσαρα, οἳ τῆς ἐπιβουλῆς ἐκοινώνουν. καὶ τούτους μέντοι ὀλίγον ὕστερον καταβῆναι πάντας ἐκ τοῦ Καπιτω‐ λίου πίστεις λαβόντας παρὰ Ἀντωνίου δύναμιν ἤδη μεγάλην ἔχον‐ τος καὶ διαμεθιέντος ἐν τῷ παρόντι τὴν ὑπὲρ Καίσαρος ἐπέξο‐ δον· ὃ κἀκείνοις αἴτιον ἐγένετο τοῦ ἀσφαλῶς ἐκ τῆς Ῥώμης ὑπεξ‐ | |
20 | ελθεῖν ἐς Ἄντιον· πολιορκηθῆναι δ’ αὐτῶν ὑπὸ τοῦ δήμου καὶ τὰς οἰκίας, ἡγεμόνος μηδενὸς ἐφεστῶτος, ἀλλ’ αὐτοῦ τοῦ πλήθους ὑπὸ τῆς περὶ Καίσαρα εὐνοίας δυσχεραίνοντος τὸν φόνον, καὶ μά‐ λιστα ἐπειδὴ τήν τε ἐσθῆτα εἶδεν ᾑμαγμένην καὶ τὸ σῶμα νεο‐ σφαγὲς ἐκκομιζόμενον εἰς ταφήν, ὅτε καὶ βιασάμενος θάψειεν | |
25 | αὐτὸ ἐν μέσῃ ἀγορᾷ. Ταῦτα ὡς ἤκουσε Καῖσαρ ὁ νέος, εἴς τε δάκρυα καὶ οἶκτον ὑπὸ μνήμης τἀνδρὸς καὶ φιλοστοργίας ἐρρύη, καινότερόν τε τὸ πένθος ἐποίει. παυσάμενος δέ ποτε ἀνέμενεν ἕτερα γράμματα παρὰ τῆς μητρὸς καὶ τῶν ἐν Ῥώμῃ φίλων, καίπερ οὐκ ἀπιστῶν | |
30 | τοῖς τὰ γινόμενα ἀπηγγελκόσιν· οὐ γὰρ ἑώρα διότι ἂν πλάσαιντο τὰ ψευδῆ. καὶ μετὰ ταῦτα ἀπῆρεν εἰς Βρεντέσιον· ἔγνω γὰρ οὐ‐ δένα ἐνόντα τῶν ἐχθρῶν αὐτόθι, πρότερον δ’ ὑπειδόμενος μὴ ὑπό του φρουροῖτο ἡ πόλις, οὐκ εἰκῆ τὸν πλοῦν ἐκ τοῦ πέραν ἀπηύ‐ θυνεν. ἧκε δ’ αὐτῷ καὶ παρὰ τῆς μητρὸς ἐπιστολή, ἐν ᾗ ἐγέγραπτο | |
35 | δέησις ἰσχυρὰ ὡς τάχιστα ἀφικέσθαι καὶ ἑαυτὸν ἐκείνῃ τε ἀπο‐ | 36 |
37 | δοῦναι καὶ τῷ σύμπαντι οἴκῳ, ὡς μήτις ἐπ’ αὐτὸν ἔξωθεν ἐπι‐ βουλὴ συσταίη παῖδα Καίσαρος ἀναδεδειγμένον. ἐδήλου δ’ ὅμοια τοῖς πρότερον ἠγγελμένοις, καὶ ὡς ἐπὶ τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐγήγερται ὁ πᾶς δῆμος δυσανασχετῶν ἃ δράσειαν. ἐπέ‐ | |
5 | στειλε δ’ αὐτῷ καὶ ὁ πατρῳὸς Φίλιππος δεόμενος μὴ προσελθεῖν τῇ Καίσαρος κληρονομίᾳ, φυλάξασθαι δὲ καὶ αὐτὸ τοὔνομα, δι’ ἃ πάθοι κεῖνος, ζῆν δ’ ἀπραγμόνως καὶ ἀσφαλῶς. ὁ δὲ Καῖσαρ ᾔδει μὲν ὑπ’ εὐνοίας ταῦτα παραινοῦντα, ἐγίνωσκε δὲ τἀναντία, μεγάλα ἐπινοῶν ἤδη καὶ φρονήματος μεστὸς ὤν, ποιούμενος δὲ | |
10 | ἴδια πόνον καὶ κίνδυνον ἢ ἀνδρῶν ἀπέχθειαν, οἷς οὐκ ἔμελλεν ἀρεστὸς φανεῖσθαι, 〈εἰ〉 τοσοῦδε ὀνόματος καὶ ἀρχῆς παραχωρή‐ σειεν ὁτῳοῦν, ἄλλως τε καὶ τῆς πατρίδος συμπροθυμουμένης καὶ ἐπὶ τὰς πατρῴους τιμὰς καλούσης αὐτὸν ἐκ τοῦ δικαιοτάτου· καὶ γὰρ φύσει καὶ νόμῳ τὰς ἀρχὰς αὐτῷ προσήκειν, ἄγχιστα τοῦ γέ‐ | |
15 | νους ὄντι καὶ ὑπ’ αὐτοῦ κείνου παιδὶ τεθειμένῳ· καὶ τὸ ἐπεξελ‐ θεῖν δ’ αὐτῷ καὶ τιμωρῆσαι τοιαῦτα πεπονθότι πάντων εἶναι δι‐ καιότατον. ὁ μὲν δὴ ταῦτα ἐφρόνει τε καὶ τὸν Φίλιππον γράφων ἀνεδίδασκεν οὐ μάλα πειθόμενον. Ἀτία δὲ ἡ μήτηρ τὸ μὲν εὐ‐ κλεὲς τῆς τύχης καὶ τὸ μέγεθος τῆς δυναστείας ἔχαιρεν ὁρῶσα πε‐ | |
20 | ριεληλυθὸς τῷ ἑαυτῆς παιδί, εἰδυῖα δὲ μεστὸν τὸ πρᾶγμα φόβων τε καὶ κινδύνων, καὶ ἅμα ἑωρακυῖα Καίσαρα τὸν ἑαυτῆς θεῖον οἷα πάθοι, οὐ πάνυ προσίετο πάλιν· ἐῴκει δὲ μεταξὺ ἀμφοτέ‐ ρων εἶναι τῶν γνωμῶν, τῆς τε τοῦ ἀνδρὸς Φιλίππου καὶ τοῦ υἱέος. καὶ ἡ μὲν διὰ τοῦτο ἐν φροντίσι μυρίαις ἦν, τοτὲ μὲν ἀνιωμένη, | |
25 | ἐπειδὰν τοὺς ἠρτημένους ἀριθμῆται κινδύνους τῶν συμπάντων ἄρχειν ἀξιοῦντι, τοτὲ δ’ ἐπαιρομένη, ἐπειδὰν τὸ μέγεθος τῆς ἐξουσίας τε καὶ τιμῆς λογίζηται. διὸ ἀποτρέπειν μὲν τὸν παῖδα οὐκ ἐτόλμα μεγάλοις ἐγχειροῦντα καὶ ἐπὶ δικαίαν ἄμυναν ὡρμη‐ μένον, οὐ μὴν δὴ οὐδὲ συμπαρορμᾶν διὰ τὸ ἄδηλον τοῦ δαίμονος· | |
30 | συνεχώρει δ’ ὅμως τοὔνομα ἔχειν τὸ Καίσαρος, καὶ αὐτὴ πρώτη συνέπαινος ἦν. πάντων δὲ τῶν φίλων καὶ περὶ τοῦδε ὁ Καῖσαρ πυθόμενος ἃ ἐφρόνουν, οὐδὲν μελλήσας τύχῃ ἀγαθῇ καὶ ἐπ’ εὐ‐ φήμῳ κληδόνι δέχεται τοὔνομά τε καὶ τὴν υἱοθεσίαν, ἣ καὶ αὐτῷ καὶ πᾶσιν ἀνθρώποις ἀρχὴ ἀγαθῶν ἦν, πολὺ δὲ μάλιστα τῇ πα‐ | |
35 | τρίδι καὶ σύμπαντι τῷ Ῥωμαίων γένει. ἔπεμψε δὲ παραχρῆμα | 37 |
38 | καὶ ἐπὶ τὰς ἐν τῇ Ἀσίᾳ παρασκευὰς καὶ τὰ χρήματα ἃ πρού‐ πεμψε Καῖσαρ πρότερον ἐπὶ τὸν Παρθικὸν πόλεμον. καὶ ἐπειδὴ ἐκομίσθη, καὶ σὺν αὐτοῖς ὁ ἐτήσιος φόρος τῶν ἐν Ἀσίᾳ ἐθνῶν, ἀρκούμενος Καῖσαρ τοῖς πατρῴοις τὰ δημόσια εἰς τὸ ταμιεῖον τῆς | |
5 | πόλεως ἀπέπεμψεν. παρῄνουν δὲ καὶ τότε αὐτῷ τῶν φίλων οἱ καὶ ἐν Ἀπολλωνίᾳ χωρεῖν ἐπὶ τὰς ἀποικίας τοῦ πατρὸς καὶ τὰ στρατεύματα συγκροτεῖν, κἀκείνους εἰς τὴν ὑπὲρ αὐτοῦ ἔξοδον ἄλλως τε καὶ τοῦ ὀνόματος μεγάλου *. ἥδιστα γὰρ καὶ τοὺς στρατιώτας ἡγουμένου τοῦ Καίσαρος υἱέος ἀκολουθήσειν τε καὶ πάντα δράσειν· | |
10 | θαυμαστὴ γάρ τις αὐτοῖς πίστις τε καὶ εὔνοια ὑπῆρχε πρὸς ἐκεῖ‐ νον καὶ μνήμη ὧν συγκατειργάσαντο ζῶντι, πόθος τε ἐπὶ τοῦ ἐκεί‐ νου ὀνόματος συναγωνίζειν ἣν αὐτοὶ ἐκείνῳ πρότερον περιέθεσαν ἀρχήν. ἀλλὰ τῶνδε μὲν οὐδέπω ὁ καιρὸς ἐφαίνετο εἶναι· ἐσπού‐ δαζε 〈δὲ〉 νομίμως τὰς πατρίους ἀρχὰς μετιὼν γνώμῃ συγκλήτου | |
15 | μὴ λαβεῖν δόξαν φιλοτιμουμένου μᾶλλόν περ ἢ νομίμου. διὸ τῶν φίλων τοῖς πρεσβυτάτιος τε καὶ ἐμπειρίᾳ προύχουσι μάλιστα ἐπεί‐ θετο, ἀπό τε Βρεντεσίου ὥρμησεν ἐπὶ Ῥώμης. Ἐπιζητεῖ δὲ τοὐντεῦθεν ὁ λόγος ὅπως συστήσειαν τὴν ἐπι‐ βουλὴν οἱ σφαγεῖς ἐπὶ Καίσαρα καὶ ὡς τὸ σύμπαν κατειργάσαντο, | |
20 | τά τε μετὰ ταῦτα πραχθέντα, κινηθέντων τῶν ὅλων. διέξειμι οὖν, αὐτήν τε πρῶτον καθότι ἐγένετο καὶ ὅπως τάς τε αἰτίας ὑφ’ ὧν συστᾶσα τοσόνδε ἐπεξῆλθεν· ἔπειτα δὲ περὶ τοῦ ἑτέρου Καίσαρος, οὗ ἕνεκα ὅδε ὁ λόγος ὥρμηται, ὅπως τε παρῆλθεν εἰς τὴν ἀρχὴν καί, ἐπειδὴ ἀντ’ ἐκείνου κατέστη, ὅπως ἔργα πολέμου | |
25 | καὶ εἰρήνης ἀπεδείξατο. ἦρξαν μὲν οὖν τῆς ἐπιβουλῆς ἄνδρες τὸ μὲν πρῶτον ὀλίγοι, μετὰ δὲ ταῦτα πολλοὶ καὶ ὅσοι οὔτε πρότερον ἐπὶ ἡγεμόνα μνημονεύονται συστῆναι. φασὶ γὰρ τοὺς μετασχόντας τοῦ λόγου γενέσθαι ὑπὲρ πʹ· ἐν οἷς μέγιστον ἠδύνατο Δέκμος τε Βροῦτος, φίλος ἐς τὰ μάλιστα ὢν Καίσαρι, καὶ Γάιος Κάσσιός τε | |
30 | καὶ Μάρκος Βροῦτος, οὐδενὸς ἧττον παρὰ Ῥωμαίοις τότε ἐπαινού‐ μενος· πάντες δὲ πρότερον ἀντιπόλεμοί τε ἦσαν καὶ τὰ Πομπη‐ ίου ηὖξον· ἐκείνου τε ἡττηθέντος, γενόμενοι ὑπὸ Καίσαρι τὸ ἀπ’ αὐτοῦ εἰρηνικὸν βίον εἶχον· οὐδὲ γὰρ ἄλλως φιλανθρώπως προσα‐ | |
γομένου ἕκαστον ἐν τῇ διανοίᾳ τὸ δύσελπι αὐτῶν ἀφῃροῦντο, | 38 | |
39 | ἀμνησίκακος ὢν τὸ ἦθος πρὸς τοὺς κρατηθέντας διά τινα πρα‐ ότητα. καρπούμενοι δὴ τὸ ἀπ’ ἐκείνου ἀνύποπτον κατεχρήσαντο αὐτῷ εἰς τὸ μᾶλλόν τι λανθάνειν ἐπιβουλεύοντες ἐπαγωγοῖς τε λόγοις καὶ ἔργοις προσποιητοῖς. αἰτίαι δ’ αὐτοὺς ἐνῆγον ἐπιχει‐ | |
5 | ρεῖν τἀνδρὶ οὐκ ἀπὸ μικρῶν διαφόρων ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσι γεγονυῖαι. οἱ μὲν γὰρ ἐλπίδος τι ἔχοντες, εἰ ἐκεῖνον ἐκποδῶν ποιήσαιντο, αὐτοὶ ἡγεμόνες ἀντ’ ἐκείνου ἔσεσθαι τὴν ἐπιβουλὴν συνίστασαν, οἱ δὲ ὑπὸ ὀργῆς ὧν πάθοιεν παρὰ τὸν πόλεμον, οἰκείων αὐτοῖς ἀπολωλότων, ἢ τὰ χρήματα ἀφῃρημένοι ἢ ἀρχὰς | |
10 | ἐν τῇ πόλει, ἐνεπικραίνοντο, καὶ τὸ ὀργιζόμενον ὑποκρυπτόμενοι τοῦ εὐπρεποῦς τι μετεποιοῦντο, ὡς δυσχεραίνοιεν τὴν ἑνὸς ἀρχήν, ζητοῖεν δὲ κατ’ ἰσονομίαν πολιτεύεσθαι. ἄλλα δὲ ἄλλοις αἴτια συνενεχθέντα ὑφ’ ὧν ἔτυχε προφάσεων τὸ μὲν πρῶτον αὐτοὺς τοὺς δυνατωτάτους συνέστησεν, ἔπειτα πολὺ πλείους προσήγετο, | |
15 | τοὺς μὲν αὐτεπαγγέλτους κατ’ ἴδια ἐγκλήματα, τοὺς δὲ κατὰ σύμ‐ πραξιν ἑτέροις ἐκ τῆς πάλαι φιλίας πολὺ τὸ πιστὸν ὑποφαίνοντας καὶ κατὰ τοῦτο προσηταιρισμένους. ἦσαν δέ τινες οἱ κατ’ οὐδέ‐ τερον, ἀλλὰ τῇ τε ἀξιώσει τῶν ἀνδρῶν συνεπιδιδόντες τὴν γνώμην, καὶ ἐκ τῆς πάλαι δημοκρατίας ἀχθόμενοι τῇ ἑνὸς ἰσχύι, ἄσμενοί | |
20 | τε ἄν, εἰ καὶ μὴ αὐτοὶ ἄρξαι τοῦ πράγματος, ἀλλ’ ἑτέρου γε ἄρξαντος συλλαβέσθαι τότ’ ἀγαπητῶς μετὰ τοιούτων ἀνδρῶν, εἰ καί τι δέοι παθεῖν, οὐκ ὀκνοῦντες. πολλὰ δ’ ἐξώτρυνε καὶ ἡ ἐκ παλαιοῦ Βρούτοις ὑποῦσα εὔκλεια τῶν προγόνων τοὺς ἀπὸ Ῥωμύ‐ λου βασιλέας τῆς Ῥώμης καταλελυκότων καὶ δημοκρατίαν πρῶτον | |
25 | καταστησαμένων. οἵ τε φίλοι πρότερον ὄντες τῷ Καίσαρι οὐκέθ’ ὁμοίως εὖνοι ἦσαν, εἰς ἴσον ἑαυτοῖς ὁρῶντες τιμωμένους τοὺς πάλαι μὲν πολεμίους, ὑπ’ ἐκείνου δὲ σωθέντας. οὐ μὴν οὐδὲ αὐ‐ τοῖς ἐκείνοις τὸ εὔνουν ὑπῆρχεν, ἀλλ’ ἐπίπροσθεν τῆς χάριτος γινόμενον τὸ ἀρχαῖον μῖσος οὐχ ὧν εὖ ἔπαθον σωθέντες μνήμην | |
30 | ἐνεποίει, ἀλλ’ ὧν ἀπεστερήθησαν ἀγαθῶν κρατηθέντες ἐννοούμενοι παρωξύνοντο. πολλοὶ δὲ καὶ αὐτῷ ἤχθοντο τῷ δι’ ἐκείνου σεσῶ‐ σθαι, καίτοι γε ἀνονείδιστα αὐτοὺς πάντα πεποιηκότι· ἀλλ’ ὅμως αὐτὸ τὸ ἐν χάριτος μέρει λαβεῖν ταῦθ’ ἃ κατὰ πολλὴν εὐμάρειαν 〈ἂν〉 κρατοῦσιν ὑπῆρχε, σφόδρα ἐν τῇ διανοίᾳ ἐνὸν ἐλύπει. καὶ | |
35 | μὲν δὴ κἀκείνων τὰ ἤθη αὐτῷ διάφορα ἤδη ἦν, τῶν τε συστρα‐ | 39 |
40 | τευομένων πάλαι ἐν ἰδιωτῶν μοίρᾳ τῶν τε ἡγεμόνων καὶ οὐ τιμῆς μεταποιουμένων· τὸ μὲν ὅτι συγκατελέλεκτο εἰς τὸ ἀρχαῖον στρατι‐ ωτικὸν τὸ πολέμῳ ἁλόν, καὶ τοὺς ἴσους μισθοὺς ἔφερεν. ἤχθοντο οὖν οἱ φίλοι ἐν ἴσῳ τιμώμενοι τοῖς ὑπ’ αὐτῶν αἰχμαλώτοις γενο‐ | |
5 | μένοις, ἔστι δ’ ὑφ’ ὧν καὶ παρωθούμενοι τιμῆς· πολλοῖς δὲ καὶ τὸ εὖ πάσχειν ὑπ’ αὐτοῦ διαφερόντως ἀνιαρὸν ἦν κατά τε χρημά‐ των δόσεις καὶ ἀρχῶν συντάξεις, ὡς μόνου δυναμένου τοῦτο ποιεῖν, τῶν δὲ ἄλλων πάντων ἐν οὐδενὸς μοίρᾳ παρεωσμένων. αὐτός τε ἐκεῖνος ἐπὶ πολλαῖς καὶ καλαῖς νίκαις ἀγαλλόμενος οὐκ ἀπεικότως | |
10 | πλέον τε ἢ ἄνθρωπος ἀξιῶν ἤδη εἶναι τοῖς μὲν πολλοῖς ἐθαυμά‐ ζετο, τοῖς δὲ μεγάλοις καὶ δυναστείας μεταποιουμένοις ἐπαχθὴς ἐδόκει εἶναι. παντοδαπὰ οὖν συνέστη φῦλα ἐπ’ αὐτὸν ἀνδρῶν μεγάλων, μικρῶν, φίλων, πολεμίων, στρατιωτῶν, πολιτικῶν, ἑκά‐ στων προφάσεις ἰδίας εἰς τὸ ἔργον ὑποτιμωμένων καὶ ἀπὸ τῶν | |
15 | οἰκείων ἐγκλημάτων ἐμπιστευόντων καὶ ταῖς παρὰ τῶν ἄλλων κατηγορίαις· ἕκαστός τε ἕκαστον συνιστάμενοι παρώξυνον, καὶ τὸ εἰς ἀλλήλους βέβαιον ἐκ τῶν ἰδίᾳ ὑπόντων πρὸς αὐτὸν ἐγκλημάτων παρείχοντο. διὸ καί, τοσούτων γενομένων τῶν συστάντων, οὐ‐ δεὶς ἐτόλμησε καταμηνῦσαι τὴν πρᾶξιν. φασὶ δέ τινες ὀλίγον | |
20 | πρὸ τοῦ θανάτου γραμματίδιον αὐτῷ ὑπό του δεδόσθαι μηνῦον τὴν ἐπιβουλήν· ὃ μετὰ χεῖρας ἔχων πρὶν ἀναγνῶναι ἀπεσφάγη· μετὰ δὲ ἀποθανόντος ἀνευρέθη ἐν τοῖς ἄλλοις γραμματιδίοις. Ταῦτα μὲν οὖν ὕστερον ἐγνώσθη· τότε δὲ 〈ἄλλαισ〉 ἐπ’ ἄλλαις τιμαῖς αὐτῷ ψηφιζομέναις τῶν μὲν χαρίζεσθαι βουλομένων, ἐνίων | |
25 | δὲ μετὰ ἐνέδρας δεχομένων τὰς ὑπερβεβλημένας καὶ εἰς ἅπαντας ἐκφερόντων, ὡς ἂν φθόνος ὁμοῦ 〈καὶ〉 ὑποψία ἐγγένοιτο ἐπαχθής, ὁ δὲ ἅτε ἁπλοῦς ὢν τὸ ἦθος καὶ ἄπειρος πολιτικῆς τέχνης διὰ τὰς ἐκδήμους στρατείας, ἡλίσκετο ῥᾳδίως τούτοις, ἐκ τοῦ εἰκότος οἰόμενος γίνεσθαι τοὺς ἐπαίνους θαυμαζόντων αὐτὸν μᾶλλόν περ | |
30 | ἢ ἐπιβουλευόντων. μάλιστα δὲ τῶν ἐψηφισμένων ἐλύπει τοὺς ἐν τέλει τὸ καὶ τῶν ἀρχῶν ἄκυρον γενέσθαι τῆς καταστάσεως τὸν δῆμον, ἐκείνῳ δ’ αὐτὰς ἀποδεδόσθαι οἷς βούλοιτο διδόναι, ὥσπερ τὸ δόγμα ἐκέλευεν οὐ πρὸ πολλοῦ κεκυρωμένον. παντοδαπαὶ δὲ | |
καὶ ἐν τῷ ὁμίλῳ λογοποιίαι διεφέροντο, ἄλλων ἄλλα διεξιόντων | 40 | |
41 | οἱ μὲν γὰρ ἔφασκον βασίλειον αὑτῷ ἐγνωκέναι συμπάσης γῆς καὶ θαλάττης Αἴγυπτον ἀποδεικνύναι, ἔνθα βασιλίδα Κλεοπάτραν αὐ‐ τῷ τεκεῖν παῖδα Κῦρον φοιτήσασαν εἰς εὐνήν· ὅπερ αὐτὸς ἤλεγξεν ἐν ταῖς διαθήκαις ψεῦδος ὄν· οἱ δ’ ἐν Ἰλίῳ τοῦτο ἔφασαν αὐτὸν | |
5 | μέλλειν καθίστασθαι διὰ τὴν παλαιὰν πρὸς τὸ Δαρδανιδῶν γένος συγγένειαν. γενόμενον δέ τι καὶ τόσον παρώξυνε τὰ μάλιστα τοὺς ἐπ’ αὐτὸν συνεστῶτας. ἦν αὐτῷ χρυσοῦς ἀνδριάς, ὥσπερ ἐψή‐ φιστο, ἐπὶ τῶν ἐμβόλων. τούτου διάδημα ὤφθη περὶ τῇ κεφαλῇ κείμενον· ὑπόπτως δὲ πάνυ πρὸς αὐτὸ ἔχουσι Ῥωμαῖοι δουλείας | |
10 | οἰόμενοι εἶναι σύμβολον· ἐπελθόντες δὲ τῶν δημάρχων Λεύκιος καὶ Γάιος ἐκέλευσάν τινι τῶν ὑπηρετῶν ἀναβάντι καθελεῖν αὐτὸ καὶ ῥῖψαι. τοῦτο γενόμενον Καῖσαρ ὡς ᾔσθετο, καλέσας τὴν σύγκλητον εἰς τὸ τῆς Ὁμονοίας ἱερὸν κατηγόρησε τῶν δημάρχων, φάσκων αὐτοὺς εἶναι τοὺς περιθέντας κρύφα τὸ διάδημα, ὅπως | |
15 | ἂν ἐν φανερῷ αὐτὸν ὑβρίσειαν καὶ δοκοῖεν ἀνδραγαθίζεσθαι ἐπὶ τῇ ἐκείνου ἀτιμίᾳ, ὡς οὔτε βουλῆς οὔτ’ αὐτοῦ ἐπιστρεφόμενοι· μείζονός τε γνώμης καὶ ἐπιβουλῆς εἶναι αὐτοῖς τὸ δρασθέν, εἴ πως δύναιντο εἰς τὸ πλῆθος αὐτὸν διαβαλόντες ὡς ἂν δυναστείας παρανόμου ἐρῶντα καὶ αὐτοὶ ἐξάρχοντες νεωτεροποιίας ἀποκτεῖναι. | |
20 | ταῦτα εἰπών, συνδόξαν τῇ συγκλήτῳ, ἤλασεν αὐτοὺς φυγάδας. καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἕτεροι δ’ ἀντ’ αὐτῶν δήμαρχοι ἐγένοντο· ὁ δὲ δῆμος ἐβόα βασιλέα τε αὐτὸν εἶναι καὶ ἀναδεῖσθαι μηδὲν ἔτι μέλλοντα, ἐπεὶ καὶ ἡ Τύχη αὐτὸν ἀναδέδεκεν. ὁ δὲ πᾶν ἂν ἔφη χαρισάμενος τῷ δήμῳ διὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τοῦτο | |
25 | οὔποτε δώσειν, καὶ συγγνώμην ᾐτεῖτο εἰ ἀντιλέγει σώζων τὰ πά‐ τρια· βούλεσθαι γὰρ τὴν ὕπατον ἀρχὴν ἔχειν νομίμως ἢ βασιλείαν παρανόμως. Τοιαῦτα μὲν δὴ τότε ἐλέγετο· μετὰ δὲ ταῦτα ἑορτὴ ἐν τῇ Ῥώμῃ ἐγένετο χειμῶνος, (Λουπερκάλια καλεῖται), ἐν ᾗ γηραιοί τε ὁμοῦ πομ‐ | |
30 | πεύουσι καὶ νέοι γυμνοί, ἀληλιμμένοι τε καὶ διεζωσμένοι, τούς τε ὑπαντῶντας κατακερτομοῦντες καὶ τύπτοντες αἰγείοις δοραῖς. τότε δὲ ἐνστάσης, ἡγεμὼν ᾑρέθη Μάρκος Ἀντώνιος· καὶ προῄει διὰ τῆς | |
ἀγορᾶς, ὥσπερ ἔθος ἦν, συνείπετο δὲ αὐτῷ καὶ ἄλλος ὄχλος. καθη‐ | 41 | |
42 | μένῳ δὲ Καίσαρι ἐπὶ τῶν ἐμβόλων λεγομένων ἐπὶ χρυσοῦ θρόνου καὶ ἱμάτιον ἁλουργὲς ἀμπεχομένῳ πρῶτον Λικίνιος δάφνινον ἔχων στέφανον, ἐντὸς δὲ διάδημα περιφαινόμενον, προσέρχεται (ἦν γὰρ ὑψηλὸς ὁ τόπος ἐφ’ οὗ Καῖσαρ ἐδημηγόρει) βασταχθεὶς ὑπὸ τῶν | |
5 | συναρχόντων, 〈καὶ〉 κατέθηκεν αὐτοῦ πρὸ τῶν ποδῶν τὸ διάδημα. βοῶντος δὲ τοῦ δήμου ἐπὶ τὴν κεφαλὴν τιθέναι καὶ ἐπὶ τοῦτο Λέπιδον καλοῦντος τὸν ἱππάρχην, ὁ μὲν ὤκνει· ἐν τούτῳ δὲ Κάσσιος Λογγῖνος, εἷς τῶν ἐπιβουλευόντων, ὡς δῆθεν εὔνους ὤν, ἵνα καὶ λανθάνειν μᾶλλον δύναιτο, ὑποφθὰς ἀνείλετο τὸ διάδημα καὶ ἐπὶ | |
10 | τὰ γόνατα αὐτοῦ ἔθηκεν. συνῆν δὲ καὶ Πόπλιος Κάσκας. Καίσαρος δὲ διωθουμένου, καὶ τοῦ δήμου βοῶντος, ταχὺ προσδραμὼν Ἀντώ‐ νιος γυμνὸς ἀληλιμμένος, ὥσπερ ἐπόμπευεν, ἐπὶ τὴν κεφαλὴν ἐπι‐ τίθησιν. Καῖσαρ δὲ ἀνελόμενος αὐτὸ εἰς τὸν ὄχλον ἔρριψε. καὶ οἱ μὲν τελευταῖοι ἐκρότησαν ἐπὶ τούτῳ, οἱ δὲ πλησίον ἐβόων | |
15 | δέχεσθαι καὶ μὴ διωθεῖσθαι τὴν τοῦ δήμου χάριν. ἄλλοι γὰρ ἄλλην γνώμην περὶ τῶν δρωμένων εἶχον· οἱ μὲν γὰρ ἐδυσχέ‐ ραινον, ἅτε δυναστείας δήλωσιν μείζονος ἢ κατὰ δημοκρατίαν· οἱ δὲ χαρίζεσθαι οἰόμενοι συνέπραττον· οἱ δὲ οὐκ ἔξω τῆς γνώμης αὐτοῦ διεθρόουν τοῦτο Ἀντώνιον πεποιηκέναι· πολλοῖς δ’ ἦν καὶ | |
20 | βουλομένοις βασιλέα αὐτὸν ἀναμφιλόγως γενέσθαι. παντοδαπαὶ μὲν φῆμαι ἐν τῷ ὁμίλῳ ἦσαν. τὸ δ’ οὖν δεύτερον Ἀντωνίου ἐπι‐ τιθέντος, ὁ δῆμος ἐβόησε· χαῖρε, βασιλεῦ, τῆς ἑαυτοῦ γλώττης. ὁ δὲ οὐ δεχόμενος ἐκέλευσεν εἰς τὸ τοῦ Καπιτωλίου Διὸς ἱερὸν ἀποφέρειν αὐτό· ἐκείνῳ γὰρ μᾶλλον ἁρμόττειν. καὶ πάλιν ἐκρό‐ | |
25 | τησαν οἱ αὐτοί, ὥσπερ καὶ πάλαι. λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς ταῦτα ἔπραττεν Ἀντώνιος ἐκείνῳ μέν, ὥς γε ᾤετο, χαρίζεσθαι βουλόμενος, αὑτῷ δὲ ἐλπίδα μνώμενος, εἰ γένοιτο ποιητὸς υἱός. τελευταῖον δὲ ἀσπασάμενος Καίσαρα δίδωσι τῶν παρεστώτων τισὶν ἐπιθεῖναι αὐτὸ ἐπὶ τὴν κεφαλὴν τοῦ πλησίον ἀνδριάντος Καίσαρος· | |
30 | οἱ δ’ ἐπέθεσαν. ἐν δ’ οὖν 〈τοῖσ〉 τότε οὐδενὸς ἧττον καὶ τόδε πραχθὲν ἤγειρε θᾶττον τοὺς ἐπιβουλεύοντας, πίστιν ἐν ὀφθαλμοῖς μείζω παρασχὸν ὧν δι’ ὑποψίας εἶχον. Κίννας δὲ μετ’ οὐ πολὺ στρατηγῶν Καίσαρα παραιτησάμενος δόγμα ἐκύρωσεν κατιέναι τοὺς ἀπελαθέντας δημάρχους καί, ὥσπερ | |
35 | βούλεται ὁ δῆμος, πεπαυμένους τῆς ἀρχῆς ἰδιώτας εἶναι τῶν | 42 |
43 | κοινῶν μὴ εἰργομένους. Καῖσαρ δὲ οὐ διεκώλυε τὴν κάθοδον· καὶ οἱ μὲν κατῄεσαν. ἀρχαιρεσίαι δ’ ἦσαν ἐνιαύσιοι ὑπὸ Καίσαρος ἀγόμεναι· αὐτὸς γὰρ εἶχε τὴν τούτων ἐξουσίαν, ὥσπερ ἐκέλευε τὸ δόγμα· καὶ δὴ ἀποδείκνυσι εἰς τὸ ἐπιὸν ὑπάτους Οὐίβιον Πάνσαν | |
5 | καὶ Αὖλον Ἴρτιον, εἰς δὲ τρίτον ἔτος Δέκμον Βροῦτον, ἕνα τῶν ἐπιβούλων, καὶ Μουνάτιον Πλάγκον. κατόπιν δὲ τούτου καὶ ἕτερον ἐπράχθη, ὃ σφόδρα ἤγειρε τοὺς συνεστῶτας. ἀγορὰν κατεσκεύαζε μεγάλην καὶ ἀξιοπρεπῆ ἐν Ῥώμῃ, καὶ τοὺς τεχνί‐ τας ἀθροίσας τὰ ἔργα εἰς τὴν κατασκευὴν διεπίπρασκεν. | |
10 | ἐν τούτῳ δὲ αὐτῷ προσῆλθον οἱ Ῥωμαίων ἄριστοι τιμὰς φέ‐ ροντες, ἅστινας τότε ἐψηφίσαντο ἐν κοινῷ. τούτων δ’ ἡγεῖτο μὲν ὁ ὕπατος, συνάρχων τότε αὐτῷ ὤν, κομίζων τὰ ἐψηφισμένα· ῥαβδοφόροι τε προῄεσαν ἔνθεν καὶ ἔνθεν τὸν ὄχλον ἀνείργοντες· συνῄεσαν δὲ τῷ ὑπάτῳ οἵ τε στρατηγοὶ καὶ δήμαρχοι καὶ ταμίαι | |
15 | καὶ ἄλλαι πᾶσαι ἀρχαί· μετὰ δὲ ἡ σύγκλητος ἐν κόσμῳ εἵπετο καὶ ὁ πᾶς 〈δῆμοσ〉 ἄπειρος τὸ πλῆθος καὶ ὅσος οὐκ ἄλλος· πολλὴ δὲ ἥ τε ἔκπληξις ἦν καὶ τὸ ἀξίωμα τῶν πρώτων, εἰς οὓς τὰ συμ‐ πάντων ἀνήρτητο κράτη, θαυμαζόντων ἄλλον κρείττω. ὁ δὲ προσ‐ ιόντων ἐκάθητο καὶ διὰ τὸ τοῖς ἐκ πλαγίου ὁμιλεῖν οὔτ’ ἐπι‐ | |
20 | στρέψας πρὸς αὐτοὺς τὸ πρόσωπον οὔτε προσέχων, ἀλλ’ ὁμοίως διοικῶν ἃ ἐν χερσὶν εἶχεν, εἰς ὃ τῶν πλησίον φίλων τις εἶπεν· ὅρα τοὺς ἐξ ἐναντίας προσιόντας· καὶ τότε ἀποθέμενος τὰ γραμ‐ ματίδια ἐπεστράφη καὶ περὶ ὧν ἦλθον ἤκουεν. † συνόντες οὖν αὐτοῖς οἱ ἐπιβουλεύοντες τὸ γεγονὸς καὶ τοὺς ἄλλους τῆς πρὸς | |
25 | αὐτὸν δυσμενείας ἀνέπλησαν καὶ αὐτοὺς ἤδη ἀχθομένους· ὤργων τότε καὶ οἱ ἐπὶ ὀλέθρῳ τῶν συμπάντων, μήτι γε ἐπ’ ἐλευθερίᾳ ἐπιχειρεῖν τῷ ἀνδρί, καὶ προσεδόκων χειρώσεσθαι αὐτὸν ἀνίκητον παντάπασι δοκοῦντα εἶναι· δυσὶ γὰρ καὶ τριακοσίαις μάχαις ἐδόκει συμβαλὼν εἰς ἐκεῖνον τὸν χρόνον ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ οὔποθ’ | |
30 | ἡττῆσθαι. μόνος δὲ πολλάκις ἐξιὼν καὶ φαινόμενος αὐτοῖς ἐλπίδα ἐνεδίδου τοῦ ἐπιβουλῇ ἁλώσιμος εἶναι· ἐμηχανῶντό τε, εἴ πως παραλύσειαν αὐτοῦ τὴν ἀμφὶ τὸ σῶμα φυλακήν, λόγῳ τε κηλοῦν‐ τες ὡς χρεὼν εἴη ἱερὸν αὐτὸν πρὸς πάντων νομίζεσθαι πατέρα τε καλεῖσθαι τῆς πόλεως, καὶ ψηφίσματα περὶ τούτων γράφοντες, | |
35 | εἴ πως ἐκεῖνος τούτοις παραχθεὶς τῷ ὄντι πιστεύσειεν ὑπ’ αὐτῶν | |
στέργεσθαι, καὶ τοὺς δορυφόρους ἀπολύσειεν οἰόμενος τῇ πάντων | 43 | |
44 | εὐνοίᾳ φυλάττεσθαι. ὅπερ γενόμενον πολλὴν αὐτοῖς εἰς τὸ ἔργον ῥᾳστώνην παρέσχεν. Συνῄεσαν δ’ ἐν φανερῷ μὲν οὔποτε βουλευσόμενοι, λάθρα δὲ κατ’ ὀλίγους εἰς τὰς ἀλλήλων οἰκίας· καὶ πολλὰ μέν, ὥσπερ εἰκὸς | |
5 | ἦν, ἐλέχθη τε αὐτοῖς καὶ ἐκινήθη σκοπουμένοις τοσόνδε ἔργον ὅπως τε ἐπιθήσονται καὶ ὅποι. τινὲς μὲν οὖν εἰσέφερον διὰ τῆς ἱερᾶς καλουμένης ὁδοῦ ἰόντι ἐγχειρεῖν· ἐφοίτα γὰρ πολλάκις ἐκείνῃ· ἄλλοι δ’ ἐν ταῖς ἀρχαιρεσίαις, ἐν αἷς αὐτὸν ἔδει καθιστάντα ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ τὰς ἀρχὰς διιέναι τινὰ γέφυραν, δια‐ | |
10 | κληρωσάμενοι τὸ ἔργον, ὅπως οἱ μὲν ὤσειαν αὐτὸν ἀπὸ τῆς γε‐ φύρας, οἱ δὲ ἐπιδραμόντες κτείνειαν· ἄλλοι δὲ ὅταν θέαι μονο‐ μάχων ἄγωνται, (ὑπόγυοι δ’ ἦσαν) ἔνθα καὶ ὅπλα ὁρᾶσθαι παρε‐ σκευασμένα ἐπὶ τὴν πρᾶξιν ἀνύποπτον ἦν διὰ τὸν ἀγῶνα. οἱ πλεῖστοι δὲ παρῄνουν ἐν τῇ βουλῇ συνεδρεύοντα κτείνειν, ἡνίκα | |
15 | μόνος αὐτὸς ἔμελλεν ἔσεσθαι· οὐ γὰρ συνεισίασιν οἱ μὴ μετέχον‐ τες αὐτῆς, πολλοὶ δ’ οἱ ἐπιβουλεύοντες ὑπὸ τοῖς ἱματίοις ἔχοντες ἐγχειρίδια. καὶ ἐκράτει ἥδε ἡ γνώμη. συνέλαβε δὲ καὶ τύχη τις εἰς τοῦτο ποιήσασα ἡμέραν ῥητὴν αὐτὸν ὁρίσαι, εἰς ἣν συνίασιν οἱ ἐκ τοῦ συνεδρίου βουλευσόμενοι περὶ ὧν αὐτὸς ἔμελλεν εἰσοίσειν. | |
20 | ἐπεὶ δὲ ἐνέστη ἡ κυρία ἡμέρα, συνῄεσαν παρεσκευασμένοι τοῖς πᾶσι. ἐγίνετο δὲ αὐτοῖς ἡ σύνοδος εἰς τὴν Πομπηίου στοάν, ἔνθα ἑκάστοτε συνελέγοντο. τῷ δ’ ἄρα ὁ δαίμων διεδείκνυε τὰ †ἔθη ὁποῖα εἴη, ὡς πάντα ἀστάθμητα καὶ τῆς τύχης ἥττω, εἰς τὸ τοῦ ἐχθροῦ αὐτὸν ὑπάγων χωρίον, ἐν ᾧ ἔμελλε πρὸ τοῦ ἐκείνου ἀνδρι‐ | |
25 | άντος νεκρὸς κείσεσθαι, καὶ οὗ ζῶντος περιεγένετο, τούτου τε‐ θνεῶτος πρὸς τῷ εἰδώλῳ ἀποσφάττεσθαι. ἰσχυρότερον δέ τι καὶ ἡ μοῖρα, εἰ δή τις ἐπέστη τούτοις. οἵ τε γὰρ φίλοι ἐκείνης τῆς ἡμέρας ἐκώλυον διά τινας φήμας οἰωνιζόμενοι πορεύεσθαι εἰς τὸ βουλευτήριον, ἰατροί τε διὰ νόσον σκοτώδη ἑκάστοτε συμβαίνουσαν | |
30 | αὐτῷ καὶ τότε προσπεσοῦσαν, ἥ τε γυνὴ πάντων μάλιστα, Καλ‐ πουρνία ὄνομα, διά τινας ὄψεις ἐνυπνίων δειματωθεῖσα ἐνέφυ τε αὐτῷ καὶ οὐκ ἔφη ἐάσειν ἐκείνης ἐξιέναι τῆς ἡμέρας. παραστὰς δὲ Βροῦτος, εἷς τῶν ἐπιβουλευόντων, ἐν δὲ τοῖς μάλιστα φίλος τότε νομιζόμενος· τί σὺ λέγεις, εἶπεν, ὦ Καῖσαρ; καὶ σὺ ὁ τηλι‐ | |
35 | κόσδε γυναικὸς ἐνυπνίοις καὶ ἀνδρῶν ματαίων κληδόσι προσσχὼν | |
ὑβριεῖς τήν σε τιμήσασαν σύγκλητον, ἣν αὐτὸς συνεκάλεσας, οὐκ | 44 | |
45 | ἐξιών; ἀλλ’ οὐκ, ἤν γέ μοι πείθῃ, ἀλλὰ ῥίψας τὰ τούτων ὀνειρο‐ πολήματα πορεύσῃ· κάθηται γὰρ ἐξ ἑωθινοῦ σὲ περιμένουσα. καὶ ὃς ἐπείσθη τε καὶ ἐξῆλθεν. Ἐν τούτῳ οἱ μὲν σφαγεῖς ηὐτρεπίζοντο τάττοντες αὑτοὺς οἱ | |
5 | μὲν εἰς πλησίον αὐτοῦ καθέδρας, οἱ δὲ ἐξ ἐναντίας, οἱ δὲ κατό‐ πισθεν. οἱ δὲ ἱερεῖς θύματα προσέφερον πρὸ τῆς εἰς τὸ βου‐ λευτήριον εἰσόδου θυσομένῳ τὴν ὑστάτην θυσίαν ἐκείνην. καὶ δῆλον ὡς οὐκ ἐκαλλιέρει. δυσθυτοῦντες δ’ οἱ μάντεις ἕτερα ἐφ’ ἑτέροις θύματα ὑπήλλαττον, εἴ τι αὐτοῖς ἄμεινον ὧν ἐσημαίνετο | |
10 | φανείη· τελευτῶντες δὲ χαλεπῶς τἀκ θεῶν ὁρᾶν ἔφασαν, καί τινα ἀλάστορα ἐν τοῖς ἱεροῖς ἐγκεκρυμμένον δίοπτον εἶναι. ὁ δὲ ἀχθε‐ σθεὶς ἀπεστράφη πρὸς δυόμενον τὸν ἥλιον· καὶ οἱ μάντεις πολὺ μᾶλλον τοῦτο οἰωνίσαντο. παρόντες δὲ οἱ φονεῖς ἥσθησαν ἐπὶ τούτοις. ὁ δὲ Καῖσαρ, πολὺ μάλιστα τῶν φίλων δεομένων ἀνα‐ | |
15 | βαλέσθαι τὸν σύλλογον ἐκείνης τῆς ἡμέρας διὰ τὰ λεγόμενα ὑπὸ τῶν μάντεων, ἐκέλευσε καὶ δὴ τοῦτο δρᾶν. ταχὺ δ’ οἱ ὑπηρέται αὐτῷ ἐπέστησαν καλοῦντες καὶ λέγοντες ὅτι πλήρης ἡ βουλὴ εἴη. καὶ ὁ μὲν εἰς τοὺς φίλους διέβλεψεν, ὁ δὲ Βροῦτος αὐτῷ πάλιν παραστάς· ἴθι, ὦ ἀγαθέ, ἔφη, τοῖς λήροις τούτων χαίρειν φράσας, | |
20 | καὶ ἃ Καίσαρί τε καὶ τῇ τοσαύτῃ ἀρχῇ διοικεῖν πρέπει μὴ ἀνα‐ βάλλου, αἴσιον οἰωνὸν τὴν σεαυτοῦ ἀρετὴν ποιούμενος. καὶ ὁ μὲν ταῦτα παραπείθων, ὁμοῦ τῆς δεξιᾶς λαβόμενος, (ἐγγὺς δ’ ἦν καὶ τὸ συνέδριον), ἦγεν αὐτόν. ὁ δὲ εἵπετο σιωπῇ. εἰσιόντα δὲ αὐτὸν ὡς εἶδεν ἡ σύγκλητος, ὑπανέστη εἰς τιμῆς ἀξίωσιν. οἱ δὲ μέλλον‐ | |
25 | τες ἐγχειρήσειν περὶ αὐτὸν ἦσαν. πρῶτος δὲ πάντων ἐπ’ αὐτὸν καθίει Τύλλιος Κίμβρος, ᾧ ἔφευγεν ἀδελφὸς ἐληλαμένος ὑπὸ Καίσαρος. ἐν προσχήματι δὴ τοῦ ἀντιβολεῖν αὐτὸν λιπαρῶς ὑπὲρ τοῦ ἀδελφοῦ προσελθὼν ἥπτετο τῆς ἀναβολῆς, καί τι θρασύτερον εἴσω τὰς χεῖρας ἔχοντος ἐδόκει δρᾶν, ἐκώλυέ τε, εἰ βούλοιτο ἀνί‐ | |
30 | στασθαι καὶ ταῖς χερσὶ χρῆσθαι· ὀργιζομένου δ’ ἐπιστρεφῶς ἐκείνου, ἔργου εἴχοντο οἱ ἄνδρες, ταχὺ δὲ πάντες γυμνώσαντες τὰ ἐγχειρίδια ἐπ’ αὐτὸν ὥρμησαν. καὶ πρῶτος μὲν Σερουίλιος Κάσκας κατὰ τὸν ἀριστερὸν ὦμον ὀρθῷ τῷ ξίφει παίει μικρὸν ὑπὲρ τὴν κλεῖν, εὐθύνων ἐπ’ αὐτήν, ταραττόμενος δὲ οὐκ ἠδυνήθη. Καῖσαρ | |
35 | δ’ ἀνέστη ὡς ἀμυνόμενος ἐπ’ αὐτόν· καὶ ὃς τὸν ἀδελφὸν βοᾷ Ἑλ‐ | |
λάδι γλώττῃ ὑπὸ θορύβου. ὁ δ’ ὑπακούσας ἐρείδει τὸ ξίφος κατὰ | 45 | |
46 | τῆς πλευρᾶς. μικρὸν δὲ Κάσσιος ὑποφθὰς εἰς τὸ πρόσωπον ἐγκαρσίαν αὐτῷ πληγὴν δίδωσι, Δέκμος δὲ Βροῦτος ὑπὸ ταῖς λαγόσι διαμπερὲς παίει, Κάσσιος δὲ Λογγῖνος ἑτέραν ἐπενδοῦναι πληγὴν σπεύδων τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς Μάρκου | |
5 | Βρούτου χειρός, Μινούκιος δὲ καὶ αὐτὸς τύπτων Καίσαρα παίει Ῥούβριον εἰς τὸν μηρόν, ἐῴκεσάν τε μαχομένοις ἐπ’ αὐτῷ. πίπτει δὲ ὑπὸ πλήθους τραυμάτων πρὸ τοῦ Πομπηίου ἀνδριάντος. καὶ οὐδεὶς ἔτι λοιπὸν ἦν ὃς οὐχὶ νεκρὸν κείμενον ἔπαιεν, ὅπως ἂν καὶ αὐτὸς δοκοίη τοῦ ἔργου συνῆφθαι, εἰς ὃ εʹ καὶ λʹ λαβὼν τραύματα | |
10 | ἀπέπνευσε. Κραυγὴ δὲ μυρία ἐφέρετο, τῶν μὲν ἐκ τοῦ συνεδρίου φυγόν‐ των μετ’ ἐκπλήξεως, ὅσοι μὴ μετεῖχον τοῦ βουλεύματος, καὶ οἰο‐ μένων αὐτίκα καὶ ἐπὶ σφᾶς τὸ δεινὸν ἥξειν, τῶν δ’ ἔξω Καίσαρι συνόντων πάσης οἰομένων εἶναι τῆς βουλῆς τὸ ἔργον καὶ στρά‐ | |
15 | τευμα μέγα εἶναι τὸ ἐπὶ τοῦτο ἐληλυθός, τῶν δ’ ἄλλων ὑπ’ ἀγνοί‐ ας τοῦ γεγονότος πρὸς τὸ ἐξαπιναῖον τοῦ θορύβου καὶ τὰ ἐν ὄψει ὁρώμενα, (ταχὺ γὰρ οἱ σφαγεῖς τὰ ἐγχειρίδια ᾑμαγμένα ἔχοντες *) δειματουμένων τε καὶ δρόμῳ φερομένων. πάντα δ’ ἦν φευγόντων πλέα μετὰ κραυγῆς. ἐξανέστη δὲ καὶ ὁ δῆμος οὐδενὶ σὺν κόσμῳ | |
20 | φεύγων ἐκ τοῦ θεάτρου (ἐτύγχανε γὰρ θεώμενος μονομαχίας), τὸ μὲν πραχθὲν βεβαίως οὐκ εἰδώς, ὑπὸ δὲ τῆς πάντοθεν βοῆς ταρατ‐ τόμενος. οἱ μὲν γὰρ ἔφασαν τὴν σύγκλητον ὑπὸ τῶν μονομάχων σφάττεσθαι, οἱ δὲ Καίσαρος ἀποσφαγέντος τὴν στρατιὰν ἐφ’ ἁρ‐ παγὴν τῆς πόλεως τετράφθαι, ἄλλοι δὲ ἄλλα ὑπελάμβανον. ἀκοῦ‐ | |
25 | σαι δ’ οὐδὲν ἦν σαφές· ἄκριτος γάρ τις ἐπεῖχε τάραχος εἰς ὃ τοὺς σφαγέας εἶδον καὶ Μάρκον Βροῦτον παύοντα τὸν θόρυβον καὶ θαρρεῖν παρακελευόμενον, ὡς οὐδενὸς κακοῦ γεγονότος· ἡ δὲ σύμπασα διάνοια ἦν καὶ τὰ λόγῳ κομπαζόμενα τοῖς σφαγεῦσιν, ὡς τύραννον κτείνειαν. ἐγένοντο δ’ ἐν αὐτοῖς λόγοι ὡς χρὴ καὶ | |
30 | ἄλλους ἀναιρεῖν, οἳ ἔμελλον σφίσιν ἐναντιώσεσθαι καὶ περὶ τῆς ἀρχῆς αὖθις ἀγωνιεῖσθαι· οὓς ἐπισχεῖν φασι Μάρκον Βροῦτον, οὐ δίκαιον λέγοντα εἶναι, πρὸς οὓς ἐμφανῆ μὴ ὕπεστιν ἐγκλήματα, τούτους δι’ ὑποψίας ἀφανοῦς ἀποσφάττειν. καὶ ἐνίκα ταῦτα. | |
ἐξαΐξαντες δὴ τοὐντεῦθεν οἱ σφαγεῖς ἔφευγον θέοντες διὰ τῆς | 46 | |
47 | ἀγορᾶς εἰς τὸ Καπιτώλιον γυμνὰ ἔχοντες τὰ ξίφη, ὑπὲρ κοινῆς ἐλευθερίας ταῦτα βοῶντες εἰργάσθαι. εἵπετο δ’ αὐτοῖς πολὺς μονομάχων καὶ οἰκετῶν ὄχλος ἐπ’ αὐτὸ τοῦτο εὐτρεπής. διαδρο‐ μαὶ δ’ εὐρεῖαι ἦσαν ἔν τε ταῖς ὁδοῖς καὶ κατ’ ἀγοράν, διεξελθόντος | |
5 | ἤδη τοῦ λόγου εἰς τὸ πλῆθος, ὅτι σφαγείη Καῖσαρ, ἐῴκει τε ἡ πόλις ἁλισκομένῃ. ἀναβάντες δὲ εἰς τὸ Καπιτώλιον καὶ διανει‐ μάμενοι τὸ χωρίον ἐν κύκλῳ ἐφρούρουν, δεδοικότες μὴ τὸ Καίσαρος στρατιωτικὸν αὐτοῖς ἐπίοι. Ὁ δὲ νεκρὸς ἔτι ἔκειτο ἔνθα ἔπεσεν ἀτίμως πεφυρμένος αἵ‐ | |
10 | ματι, ἀνδρὸς ἐλάσαντος μὲν πρὸς ἑσπέραν ἄχρι Βρεττανῶν τε καὶ Ὠκεανοῦ, διανοουμένου δ’ ἐλαύνειν πρὸς ἕω ἐπὶ τὰ Πάρθων ἀρ‐ χεῖα καὶ Ἰνδῶν, ὡς ἄν, κἀκείνων ὑπηκόων γενομένων, εἰς μίαν ἀρχὴν κεφαλαιωθείη γῆς πάσης καὶ θαλάττης τὰ κράτη· τότε δ’ οὖν ἔκειτο, μηδενὸς τολμῶντος ὑπομένειν καὶ τὸν νεκρὸν ἀναι‐ | |
15 | ρεῖσθαι. οἱ μὲν γὰρ παρόντες ἐπεφεύγεσαν, οἱ δ’ ἔξω ὄντες τῶν φίλων ἐκρύπτοντο ἐν ταῖς οἰκίαις· οἱ δ’ ἐξῄεσαν μεταμφιεννύμενοι εἴς τε τοὺς ἀγροὺς καὶ τὰ σύνεγγυς χωρία. παρέστη δ’ αὐτῷ τῶν φίλων οὐδεὶς πολλῶν ὄντων οὔτε σφαττομένῳ οὔτε μετὰ ταῦτα, ὅτι μὴ Σαβῖνος Καλουίσιος καὶ Κηνσωρῖνος. οὗτοι δὲ ἐπιφερο‐ | |
20 | μένων τῶν περὶ Βροῦτον καὶ Κάσσιον μικρὸν ἀντιστάντες ἔφυγον διὰ τὸ ἐκείνων πλῆθος· οἱ δὲ ἄλλοι τὸ κατὰ σφᾶς περιέβλεπον· τοῖς δὲ καὶ βουλομένοις ἦν τὰ γιγνόμενα. φασί γέ τοί τινα αὐτῶν εἰπεῖν ἐπὶ τεθνεῶτι· ἅλις τυράννου θεραπείας. οἰκέται δὲ δὴ τρεῖς, οἵπερ ἦσαν πλησίον, ὀλίγον ὕστερον ἐνθέμενοι τὸν νεκρὸν | |
25 | εἰς φορεῖον οἴκαδε ἐκόμιζον διὰ τῆς ἀγορᾶς ὁρώμενον, ἔνθεν καὶ ἔνθεν ἀνεσταλμένων τῶν παρακαλυμμάτων, αἰωρουμένας τὰς χεῖρας καὶ τὰς ἐπὶ τοῦ προσώπου πληγάς. ἔνθα οὐδεὶς ἄδακρυς ἦν ὁρῶν τὸν πάλαι ἴσα καὶ θεὸν τιμώμενον· οἰμωγῇ τε πολλῇ καὶ στόνῳ συμπαρεπέμπετο ἔνθεν καὶ ἔνθεν ὀλοφυρομένων ἀπό τε τῶν | |
30 | τεγῶν καθ’ οὓς ἂν γένοιτο καὶ ἐν ταῖς ὁδοῖς καὶ προθύροις. καὶ ἐπειδὴ πλησίον τῆς οἰκίας ἐγένετο, πολὺ δὴ μείζων ὑπήντα κωκυ‐ τός· ἐξεπεπηδήκει γὰρ ἡ γυνὴ μετὰ πολλοῦ ὄχλου γυναικῶν τε καὶ οἰκετῶν, ἀνακαλουμένη τὸν ἄνδρα καὶ ἑαυτὴν ὀδυρομένη, ὅτι μάτην προύλεγε μὴ ἐξιέναι τὴν ἡμέραν ἐκείνην. τῷ δ’ ἤδη μοῖρα ἐφει‐ | |
35 | στήκει πολὺ κρείττων ἢ κατὰ τὴν αὐτῆς ἐλπίδα. | 47 |
48 | Καὶ οἱ μὲν αὐτῷ τάφον ηὐτρέπιζον, οἱ δ’ αὐτόχειρες πολλοὺς πρὸ τοῦ ἔργου ἑτοιμασάμενοι μονομάχους, ἡνίκα μὲν ἔμελλον ἐγ‐ χειρήσειν, ἵδρυσαν αὐτοὺς ἐν ὅπλοις μεταξὺ τοῦ τε βουλευτηρίου καὶ 〈τοῦ〉 θεάτρου ἐν τῷ Πομπηίου περιπάτῳ. ἦν δ’ ὁ τούτους | |
5 | εὐτρεπίζων Δέκμος Βροῦτος, προφάσεσι μὲν ὡς ἐπ’ ἄλλῳ, συναρ‐ πάσαι δή τινα βουλόμενος, ὡς ἔφη, τῶν εἰς τὸ θέατρον συνιόν‐ των μονομάχων, ὃς αὑτὸν ἐκείνῳ προαπεμίσθωσεν, (ἀγῶνες γὰρ τότε ἦσαν· οὓς δὴ καὶ αὐτὸς δώσειν μέλλων προσεποιεῖτο φιλο‐ τίμως ἔχειν πρὸς τὸν τότε ἀγωνοθέτην) τῷ δ’ ἔργῳ ἡ παρασκευὴ | |
10 | ἐγίνετο ἐπὶ τὸν φόνον, ἵν’, εἴ τι ἀντικρούσεται τῶν Καίσαρι ἀμυ‐ νομένων, παρείη αὐτοῖς ἡ βοήθεια. τούτους οὖν ἔχοντες κατέβαι‐ νον ἐκ τοῦ Καπιτωλίου καὶ ἄλλο οἰκετῶν πλῆθος. συγκαλέσαντες δὲ τὸν δῆμον διάπειραν ἔγνωσαν αὐτοῦ καὶ τῶν ἐν τέλει ποιή‐ σασθαι πῶς ἔχουσι γνώμης πρὸς αὐτούς, πότερον ὡς τυραννίδα | |
15 | παύσαντας ἀποδέχοιντο ἢ ὡς φονέας * μείζω κακὰ ἀπ’ αὐτῶν ἐκρα‐ γήσεσθαι· οὐ γὰρ ἀπὸ μικρᾶς διανοίας καὶ παρασκευῆς γεγονέναι ταῦτα, οὔτε ὑφ’ ὧν ἐπράχθη οὔτε ἐπὶ οὓς ἐβουλεύθη· μεγάλα γὰρ δὴ στρατόπεδα εἶναι τὰ Καίσαρος ἐπικουρικὰ καὶ μεγάλους ἡγεμό‐ νας τοὺς διαδόχους αὐτοῦ τῆς διανοίας ὑπολελειμμένους. σιγὴ δὲ | |
20 | τότε παρὰ τὸ ἄηθες ἐν θορύβῳ τῆς γνώμης πολλή, καραδοκούν‐ των πάντων ὅ τι πρῶτον ὡς ἐν τοιῷδε τολμηθείη καὶ ἄρξειε τῆς νεωτεροποιίας. ἐν τούτῳ δὲ Μάρκος Βροῦτος, κατὰ πολλὴν ἡσυ‐ χίαν τοῦ δήμου τὸ μέλλον προσδεχομένου, σωφροσύνῃ τε βίου διὰ παντὸς τιμώμενος κατά τε εὔκλειαν προγόνων καὶ τὴν ἐπ’ αὐτοῦ | |
25 | ἐπιείκειαν εἶναι δοκοῦσαν, ἔλεξε τοιάδε. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ] Μετὰ δὲ τὴν δημηγορίαν ἀναχωρήσαντες πάλιν εἰς τὸ Καπι‐ τώλιον ἐβουλεύοντο περὶ τῶν παρόντων ὃ χρὴ ποιεῖν. ἔδοξε δ’ οὖν αὐτοῖς πέμψαι πρέσβεις πρός τε Λέπιδον καὶ Ἀντώνιον, ὅπως | |
30 | ἂν πείσειαν ἐλθεῖν τε πρὸς αὐτοὺς εἰς τὸ ἱερὸν καὶ ἐν κοινῷ βου‐ λεύεσθαι περὶ τοῦ μέλλοντος συνοίσειν τῇ πόλει, ὑπισχνεῖσθαί τε αὐτοῖς πάνθ’ ὅσα ἔχουσι παρὰ Καίσαρος ἐν δωρεᾶς μέρει κύρια ποιήσειν, ὥστε τούτων γ’ οὕνεκα μὴ διαφέρεσθαι. τοῖς δ’ ἥκου‐ σιν ἐκείνοις ἔφασαν εἰς τὴν ὑστεραίαν ἀπόκρισιν δώσειν. γενο‐ | |
35 | μένων δὲ τούτων περὶ δείλην ὀψίαν, πολὺ μείζων κατέσχε τὴν πό‐ | |
λιν θόρυβος, ἕκαστός τε τὸ καθ’ ἑαυτὸν ἐφυλάττετο τοῦ κοινοῦ | 48 | |
49 | ἤδη ἀφεστηκώς, φοβούμενος τὰς ἐξαπίνης ἐπιβουλὰς καὶ 〈ἐπι〉χει‐ ρήσεις, τῶν πρώτων ἐν ὅπλοις ὄντων καὶ ἀλλήλοις ἀντικαθημέ‐ νων, σφίσι δὲ ἔτι ἀδήλου ὄντος τοῦ βεβαίως προστησομένου. καὶ τότε μέν, ἐπεὶ νὺξ ἦν, διελύθησαν ἀπ’ ἀλλήλων· τῇ δὲ ὑστεραίᾳ | |
5 | ἦν μὲν ἐν ὅπλοις Ἀντώνιος ὕπατος ὤν, Λέπιδος δὲ ἀθροίσας οὐκ ὀλίγην στρατιὰν ἐπικούρων διὰ μέσης ἀγορᾶς διεξῄει ἀμύνειν ἐ‐ γνωκὼς Καίσαρι. ὡς δὲ τοῦτο γεγονὸς εἶδον οἱ πρότερον ἐνδοιά‐ ζοντες, συνέρρεον πρὸς αὐτοὺς μεθ’ ὅπλων κατὰ ἰδίας ἑταιρείας, καὶ μέγα στράτευμα ἐγένετο. ἦσαν δὲ οἳ τοῦτο δέει ἔδρων οὐ βου‐ | |
10 | λόμενοι φανεροὶ εἶναι χαίροντες ἐπὶ τῇ Καίσαρος τελευτῇ, ἀλλὰ τῷ συνίστασθαι μετὰ τούτων θεραπεύοντες τὴν ἔπειτα ἐλπίδα. πολλὰ δὲ ἐπέμπετο καὶ εἰς τοὺς ὑπὸ Καίσαρος εὖ πεπονθότας ἢ πόλεων κατοικησίαις ἢ γῆς κληρουχήσεσι ἢ χρημάτων νομαῖς, ὡς μέλλοι πάντα κινεῖσθαι, εἰ μή τι φανείη καὶ ἀπ’ αὐτῶν καρτερόν. | |
15 | πολλαὶ δὲ καὶ ὀλοφύρσεις καὶ ἱκετεῖαι πρὸς τοὺς ἐκείνου φίλους ἐγίγνοντο, καὶ μάλιστα τοὺς συνεστρατευμένους πρότερον μνημο‐ νεύειν παρακελευόμεναι οἷος ὢν οἷα πάθοι ἐν ἐρημίᾳ φίλων. συν‐ έρρεον δὲ ἤδη πολλοὶ κατά τε οἶκτον καὶ φιλότητα καὶ κέρδη ἴδια δέ, καὶ νεωτερισμοῦ ἐρῶντες, καὶ μάλιστα ἐπειδὴ μαλακώτερα τὰ | |
20 | ἐκ τῶν ἐναντίων ἐφαίνετο καὶ οὐχ ὁποῖα τὸ πρότερον προσεδο‐ κήθη κατὰ ὑπόνοιαν ἰσχύος μείζονος. ἐλέγετο δ’ ἤδη ἐκ τοῦ φα‐ νεροῦ ὅτι χρὴ ἀμύνειν αὐτῷ μηδὲ ἄλλως ποιεῖν μηδὲ περιορᾶν ἀτιμώρητον 〈τὸν〉 φόνον. ἄλλοι δὲ ἄλλα κατὰ συστάσεις ἀθροιζό‐ μενοι ἔλεγον, οἱ μὲν πρὸς τῶνδε, οἱ δὲ πρὸς τῶνδε. ὅσοι δὲ πο‐ | |
25 | λιτείας τι μετεποιοῦντο ἡδόμενοι ἐπὶ τῇ συμπάσῃ μεταβολῇ, ἐκά‐ κιζον τοὺς Καίσαρος σφαγέας, ὅτι οὐχὶ πλείους ἀνέλοιεν τῶν τότε ὑπόπτων καὶ βέβαιον ἀποδοῖεν σφίσι τὴν ἐλευθερίαν· πράγματα γὰρ αὐτοῖς τοὺς λειπομένους οὐκ ὀλίγα παρέξειν· ἦσαν δ’ οἱ προ‐ μηθείᾳ πλέονι δοκοῦντες καὶ πείρᾳ τῶν ἐπὶ Σύλλα πρότερόν ποτε | |
30 | συμπεσόντων εἰδότες παρακελεύεσθαι ἐκ μέσου συστῆναι ἀμφοτέ‐ ροις· καὶ γὰρ τότε οἱ ἀπολωλέναι δόξαντες αὖθις ἀναθαρρήσαν‐ τες τοὺς νενικηκότας ἤλασαν· πολὺν οὖν πόνον παρέξειν Καίσαρα καὶ ἀπολωλότα τοῖς τε σφαγεῦσι καὶ τῇ τούτων ἑταιρείᾳ, μεγάλων στρατευμάτων ἐνεστώτων καὶ ἀνδρῶν ἐπ’ αὐτοῖς δραστηρίων. οἱ | |
35 | δὲ περὶ Ἀντώνιον πρὶν μὲν παρασκευάσασθαι διεπρεσβεύοντο καὶ | 49 |
50 | διελέγοντο τοῖς ἐν Καπιτωλίῳ. ἐπεὶ δὲ πλήθει ὅπλων καὶ στρα‐ τιᾶς ἐθάρρησαν, διοικεῖν ἠξίουν τὰ κοινὰ παύσαντες τὸν ἐν τῇ πόλει τάραχον. πρῶτον δὲ ἐν σφίσι βουλὴν προύθεσαν ὅπως χρὴ ἔχειν πρὸς τοὺς σφαγέας, συγκαλέσαντες τοὺς φίλους. τῶν δὲ Λέ‐ | |
5 | πιδος μὲν ἀπεφήνατο γνώμην πολεμεῖν ἄντικρυς αὐτοὺς καὶ τι‐ μωρεῖν Καίσαρι, Ἴρτιος δὲ διαλέγεσθαι καὶ φιλίαν τίθεσθαι. ἄλλος δὲ τὴν ἐναντίαν εἶπε τῷ Λεπίδῳ προσθέμενος, ὡς καὶ ἀνόσιον εἴη περιορᾶν νήποινον τὸν Καίσαρος φόνον καὶ αὐτοῖς μέντοι οὐκ ἀσφα‐ λές, ὅσοι ἐκείνῳ ἦσαν φίλοι· καὶ γὰρ εἰ ἐν τῷ παρόντι ἡσυχάζουσιν | |
10 | οἱ αὐτόχειρες, ἀλλὰ δύναμίν γε κτησάμενοι χωρήσουσιν ἐπὶ πλέον. Ἀν‐ τώνιος δὲ τῇ Ἰρτίου προσθέμενος γνώμῃ σώζειν αὐτοὺς ἠξίου. ἦσαν δ’ οἱ ἀποπέμψασθαι παρακελευόμενοι ἐκ τῆς πόλεως ὑποσπόνδους. Μετὰ δὲ θάνατον καὶ κηδείαν τοῦ μεγάλου Καίσαρος συνε‐ βούλευσαν οἱ φίλοι Καίσαρι τῷ νέῳ Ἀντώνιον ποιήσασθαι φίλον | |
15 | καὶ τῶν πραγμάτων ἐπιμελητήν. πολλῶν δὲ καὶ ἄλλων αἰτίων συμβάντων πρὸς τὴν πρὸς ἀλλήλους διαφοράν, ἐδόκει αὐτοῖς τὴν ἔχθραν ἐξάπτειν μᾶλλον †πρὸς ἀλλήλους, διάφορος μὲν ὢν πρὸς Καίσαρα, συμπράττων δ’ Ἀντωνίῳ. Καῖσαρ δ’ οὐδὲν ὀρρωδῶν ἐκ τοῦ μεγαλόφρονος θέας ἐποίει ἐνστάσης ἑορτῆς, ἣν ὁ πατὴρ | |
20 | αὐτοῦ κατεστήσατο Ἀφροδίτῃ. καὶ αὖθις προελθὼν σὺν πλείο‐ σιν ἔτι καὶ φίλοις παρεκάλει Ἀντώνιον συγχωρῆσαι τὸν δίφρον μετὰ τοῦ στεφάνου τίθεσθαι τῷ πατρί. ὁ δ’ ὅμοια ἠπείλησεν, εἰ μὴ τούτων ἀποστὰς ἡσυχίαν ἄγοι. καὶ ὃς ἀπῄει καὶ οὐδὲν ἠναντιοῦτο, κωλύοντος τοῦ ὑπάτου· εἰσιόντα γε μὴν αὐτὸν εἰς τὸ | |
25 | θέατρον ἐκρότει ὁ δῆμος εὖ μάλα καὶ οἱ πατρικοὶ στρατιῶται ἠχθη‐ μένοι διότι τὰς πατρῴους ἀνανεούμενος τιμὰς διεκωλύθη, ἄλλους τε ἐπ’ ἄλλοις κρότους ἐδίδουν παρ’ ὅλην τὴν θέαν ἐπισημαινόμε‐ νοι. ὁ δὲ τὸ ἀργύριον ἠρίθμει τῷ δήμῳ· ὅπερ αὐτῷ μεγάλην εὔ‐ νοιαν παρέσχεν. ἐξ ἐκείνης δὲ τῆς ἡμέρας μᾶλλόν τι φανερὸς ἦν | |
30 | Ἀντώνιος δυσμενῶς ἔχων πρὸς Καίσαρα ἐμποδῶν γενόμενον τῇ τοῦ δήμου σπουδῇ πρὸς ἑαυτόν· ἑώρα τε Καῖσαρ, ὅπερ αὐτῷ ἐκ τῶν τότε παρόντων καταφανὲς γενόμενον, προστασίας δεόμενος πολιτικῆς. ἑώρα δὲ καὶ τοὺς ὑπάτους ἐκ τοῦ φανεροῦ ἀνθεστῶ‐ τας ἰσχύν τε πολλὴν ἔχοντας καὶ ἄλλην ἔτι σφίσι προσποιοῦντας. | |
35 | καὶ γὰρ τὸ ταμιεῖον τῆς πόλεως, ὃ πολλῶν χρημάτων ὁ πατὴρ | 50 |
51 | αὐτοῦ ἐνέπλησεν, ἐντὸς δυοῖν μηνοῖν ἢ Καίσαρα τελευτῆσαι κενὸν ἐποίησαν καθ’ ἣν τύχοι πρόφασιν ἐν ἀκαταστασίᾳ πολλῇ πραγμά‐ των ἐκφοροῦντες ἀθρόον τὸ ἀργύριον, καὶ τοῖς σφαγεῦσι φίλοι ἦσαν. μόνος δ’ ἔτι λοιπὸς ἦν Καῖσαρ τιμωρὸς τῷ πατρί, δια‐ | |
5 | μεθέντος Ἀντωνίου τὸ σύμπαν καὶ τὴν πρὸς τοὺς φονεῖς ἀγα‐ πῶντος ἀμνηστίαν. συνῄεσαν οὖν πολλοὶ πρὸς αὐτόν, οὐκ ὀλίγοι δὲ καὶ πρὸς τοὺς περὶ Ἀντώνιον καὶ Δολοβέλλαν. ἦσαν δ’ οἱ ἐν μέσῳ τὴν ἔχθραν ἀνάγοντες αὐτῶν καὶ πράττοντες τοῦτο. τούτων δ’ ἦσαν κορυφαῖοι Πόπλιος, Οὐίβιος, Λεύκιος, πάντων δὲ μάλι‐ | |
10 | στα Κικέρων. Καῖσαρ δὲ οὐκ ἀγνοῶν ὅντινα τρόπον αὐτῷ συνία‐ σιν οὗτοι παροξύνοντες ἐπὶ Ἀντώνιον, οὐ διωθεῖτο, ὅπως αὐτῶν τὴν βοήθειαν φυλακήν τε ἐρρωμενεστέραν περὶ ἑαυτὸν καταστή‐ σοιτο· ᾔδει γὰρ ἑκάστους ἐλάχιστα μὲν τοῦ κοινοῦ προεστῶτας, περισκοποῦντας δὲ ἀρχὴν καὶ δυναστείαν, ὡς ἂν τοῦ ταῦτα κεκτη‐ | |
15 | μένου πρότερον ἐκποδῶν ὄντος, αὐτοῦ δὲ κομιδῆ νεωτέρου καὶ οὐκ ἂν ἀνταρκέσαντος, ὥς γε ὑπολαμβάνειν, πρὸς τοσόνδε τάραχον, ἄλλων ἄλλα προσδοκώντων καὶ ἰδίᾳ σφίσιν ἃ δύναιντο κτωμένων. ἀνῃ‐ ρημένης γὰρ τῆς εἰς τὸ κοινὸν γνώμης, κατὰ πολλὰ δὲ μέρη τῶν δυνατῶν διεσχισμένων, καὶ ἑκάστων ἑαυτοῖς τὰ κράτη περιποιούν‐ | |
20 | των τὰ σύμπαντα ἢ ὁπόσα γοῦν δύναιντο παρασπάσασθαι, πολυ‐ πρόσωπός τις ἦν καὶ ἀλλόκοτος ἡ ταραχή. καὶ Λέπιδος μὲν μοῖράν τινα τῆς Καίσαρος στρατιᾶς ἀπορρήξας ἀντείχετο καὶ αὐτὸς ἐξουσίας ἐν Ἰβηρίᾳ τῇ ἐπὶ τάδε, Κελτούς τε τοὺς γειτνιῶν‐ τας τῇ ἄνω θαλάττῃ κατέχων· τοὺς δὲ Κομάτους Λεύκιος Πλάγκος | |
25 | ὑφ’ αὑτῷ πεποίητο σὺν ἑτέρῳ στρατῷ ὕπατος καὶ αὐτὸς ἀποδε‐ δειγμένος. Ἰβηρίας δὲ τοὺς ἐπέκεινα οἰκοῦντας Γάιος Ἀσίνιος ἄλλου στρατοῦ ἄρχων ὑπῆκτο. Δέκμος δὲ Βροῦτος τὴν ἰσόνομον ἐκράτει Γαλατίαν σὺν δυοῖν τάγμασιν, ἐφ’ ὃν ἔμελλεν αὐτίκα μάλα χωρεῖν Ἀντώνιος, Μακεδονίᾳ δὲ Γάιος Βροῦτος ἔφεδρος ἦν, ὅσον | |
30 | οὔπω περαιωθεὶς ἐκ τῆς Ἰταλίας ἐπ’ αὐτήν, καὶ Συρίᾳ Κάσσιος Λογγῖνος, ὅστις ἀποδέδεικτο τῆς Ἰλλυρίδος στρατηγός. τοσαῦτα μὲν στρατεύματα ἐν τῷ τότε συνειστήκει, καὶ τοσοίδε ἄρχοντες, | |
αὐτός τις ἕκαστος ἑαυτὸν ἀξιῶν τὴν τῶν ὅλων δυναστείαν ἔχειν, | 51 | |
52 | ἀνῃρημένου παντὸς νομίμου καὶ δικαίου, κατ’ ἰσχὺν δὲ τὴν ἑκά‐ στοις προσοῦσαν τοῦ πράγματος βραβευομένου. μόνος δὲ Καῖσαρ, ᾧ τὸ σύμπαν κράτος καταλέλειπτο νομίμως κατά τ’ ἐξουσίαν τοῦ πρότερον κεκτημένου καὶ συγγένειαν, ἄμοιρος ὢν δυνάμεως ἡστι‐ | |
5 | νοσοῦν, ἐπλάζετο μεταξὺ αἰωρούμενος φθόνου τε πολιτικοῦ καὶ πλεονεξίας τῶν [τε] ἐφεδρευόντων αὐτῷ καὶ τοῖς σύμπασι πράγμα‐ σιν· ἅπερ ὕστερον ἐπρυτάνευσεν ὀρθῶς τὸ δαιμόνιον καὶ ἡ τύχη. ὁ δὲ Καῖσαρ ἤδη καὶ περὶ τῆς ψυχῆς δεδοικώς, ἐνδήλου αὐτῷ τῆς Ἀντωνίου γνώμης γιγνομένης, καὶ οὐδενὶ τρόπῳ δυνάμενος | |
10 | αὐτὸν μεταπεῖσαι, οἴκοι καθῆστο καιρὸν ἐπιτηρῶν. Πρώτη δ’ ἐν τῇ πόλει κίνησις γίνεται ἐκ τῶν πατρικῶν αὐ‐ τοῦ στρατιωτῶν ἀχθομένων ἐπὶ τῇ τοῦ Ἀντωνίου περιοψίᾳ, καὶ κατ’ ἀρχὰς μὲν ἐν ἑαυτοῖς λογοποιούντων, ὅτι ἀμνημονοῦσι τοῦ Καίσαρος τὸν ἐκείνου παῖδα προπηλακιζόμενον περιορῶντες, ὃν | |
15 | ἐχρῆν ὑπὸ πάντων αὐτῶν ἐπιτροπεύεσθαι, εἴ τις δικαίου λόγος ἢ ὁσίου. μετὰ δὲ ταῦτα ἀθρόοι γινόμενοι μᾶλλόν τι κατεμέμφοντο σφᾶς συνιόντες ἐπὶ τὴν Ἀντωνίου οἰκίαν, (τούτοις γὰρ κἀκεῖνος ἐθάρρει) καί τινας λόγους ἐποιοῦντο ἐκ φανεροῦ, διότι καλῶς ἔχει μετριώτερον αὐτὸν χρῆσθαι Καίσαρι καὶ μεμνῆσθαι ὧν ἐπέ‐ | |
20 | σκηψεν ὁ πατήρ· καὶ γὰρ αὐτοῖς εὐσεβέστερον εἶναι μὴ περιορᾶν ταῦτα, ἀλλὰ καὶ τὰ τυχόντα τῶν ἐκείνου ὑπομνημάτων διασώζειν, μήτι γε τὸν παῖδα καὶ διάδοχον ἀποδειχθέντα, ἐκείνοις τε ὁρᾶν τὴν ὁμοφροσύνην ἐν τῷ παρόντι διὰ τὸ πλῆθος τῶν περιεστώτων ἐχθρῶν ὠφελιμωτάτην. ταῦτα λεγόντων, ὡς μὴ δοκοίη ἐναντιοῦ‐ | |
25 | σθαι τῇ ὁρμῇ Ἀντώνιος, ἐπειδὴ καὶ δεόμενος αὐτῶν ἐτύγχανεν, ἔφη βούλεσθαι καὶ ταῦτα δοκιμάζειν, εἴ γε μετριάζοι κἀκεῖνος τήν τε προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμοι, ἕτοιμός τε εἶναι εἰς λόγους ἐλθεῖν, παρόντων ἐκείνων καὶ ἐπακροωμένων. οἱ δ’ ἐπῄνουν καὶ συνέθεντο αὐτὸν ἄξειν εἰς τὸ Καπιτώλιον καὶ μεσιτεύειν τὰς | |
30 | διαλλαγάς, εἰ αὐτὸς ἐθέλοι. συνέφη δ’ οὖν, καὶ εὐθὺς ἐξαναστὰς ᾤχετο εἰς τὸ τοῦ Διὸς ἱερόν, ἐκεῖνοί τε ἔπεμψαν ὡς τὸν Καίσαρα. οἱ δὲ συνερρύησαν ἄσμενοι πολλοὶ καὶ ἦλθον, ὥστ’ ἐν ἀγωνίᾳ κἀκεῖνον γενέσθαι, ἀπαγγείλαντός τινος αὐτῷ, διότι πλῆθος ἥκοι στρατιωτῶν ἐπὶ τὰς θύρας, οἱ δ’ ἐντὸς εἶεν ζητοῦντες αὐτόν. ὁ | |
35 | δὲ ταραχθεὶς τὸ μὲν πρῶτον εἴς τι ὑπερῷον ἀπεχώρησε σὺν τοῖς | |
φίλοις, οἳ ἔτυχον παρόντες, καὶ τῶν ἀνθρώπων ἐπυνθάνετο δια‐ | 52 | |
53 | κύπτων ὅ τι βούλοιντο καὶ τοῦ χάριν ἐληλύθοιεν, ἐγνώριζέ τε αὐ‐ τοὺς οἰκείους ὄντας στρατιώτας. οἱ δ’ ἀποκρίνονται ἐπὶ τῷ ἀγαθῷ αὐτοῦ τε καὶ τῆς ὅλης μερίδος, εἰ κἀκεῖνος θέλοι ἀμνησικακεῖν ὧν εἴργασται Ἀντώνιος· οὐδὲ γὰρ αὐτοῖς ἀρεστὰ γέγονε ταῦτα· δεῖν | |
5 | δ’ αὐτοὺς πᾶσαν ὀργὴν ἐκβαλόντας διαλλάττεσθαι ἁπλῶς καὶ ἀδόλως. εἷς δ’ αὐτῶν καὶ μείζονι τῇ βοῇ βοήσας θαρρεῖν ἐκέλευε καὶ γινώσκειν ὅτι κληρονομία οἱ πάντες εἶεν αὐτοῦ· μεμνῆσθαι γὰρ τοῦ κατὰ γῆς πατρὸς ἴσα καὶ θεοῦ, καὶ περὶ τῶν διαδόχων αὐτοῦ ἅπαν ἂν δρᾶσαι καὶ παθεῖν. ἄλλος δὲ μεῖζον ἐπιφθεγξά‐ | |
10 | μενος καὶ Ἀντώνιον ἂν διαχρήσασθαι αὐτόχειρ ἔφη, εἰ μὴ τὰς Καίσαρος διαθήκας ἅμα καὶ βουλῆς ἴσα φυλάττοι. καὶ ὃς θαρ‐ ρῶν ἤδη ἐπ’ αὐτοῖς κατέβη τε καὶ φιλοφρονηθεὶς ἥσθη ἐπὶ τῇ εὐνοίᾳ τε καὶ προθυμίᾳ. ἐκεῖνοι μὲν αὐτὸν παραλαβόντες διὰ τῆς ἀγορᾶς λαμπρότατα ἦγον εἰς τὸ Καπιτώλιον ἁμιλλώμενοι | |
15 | τῇ σπουδῇ πρὸς ἀλλήλους, οἱ μὲν ἤδη ἀχθόμενοι τῇ Ἀντωνίου δυ‐ ναστείᾳ, οἱ δὲ κατ’ εὐσέβειαν τὴν πρὸς Καίσαρα καὶ τὸν ἐκείνου διάδοχον, οἱ δ’ ἐλπίδος ἕνεκα τῆς ἀπ’ αὐτοῦ, μεγάλα ὠφεληθή‐ σεσθαι σὺν τῷ δικαίῳ προσδοκῶντες, οἱ δὲ τιμωρίαν σπουδάζον‐ τες γενέσθαι παρὰ τῶν σφαγέων ὑπὲρ τοῦ φόνου, καὶ ταύτην | |
20 | μάλιστα πεπράξεσθαι διὰ τοῦ παιδὸς οἰόμενοι, εἰ συλλήπτωρ εἴη καὶ ὁ ὕπατος. πάντες γε μὴν παρῄνουν αὐτῷ ὑπὸ εὐνοίας προσ‐ ιόντες μὴ φιλονεικεῖν, ἀλλὰ προσέχειν τῷ σφετέρῳ ἀσφαλεῖ καὶ οὓς δύναιτο συμπροσλαμβάνειν βοηθούς, μεμνημένον ὡς σφαλερὸς εἴη ὁ Καίσαρος θάνατος. ταῦτα ἀκούων Καῖσαρ καὶ ὁρῶν τὴν | |
25 | τῶν ἀνθρώπων σπουδὴν οὐκ ἀπεικότως περὶ αὐτόν, ἧκεν εἰς τὸ Καπιτώλιον, ἔνθα πολὺ πλείους ἑώρα πατρικοὺς στρατιώτας, οἷς ἐθάρρει Ἀντώνιος, πολὺ μᾶλλον εὔνους αὐτῷ ὄντας, εἴ τι ἀδικεῖν περὶ αὐτὸν ἐγχειροίη. ἐκ τούτου ἀπεχώρουν οἱ πλείους· περι‐ λειφθέντες δὲ ἀμφότεροι μετὰ τῶν φίλων διελέγοντο. | |
30 | Ὅτι τοῦ Καίσαρος εἰς τὴν οἰκίαν ἀπιόντος μετὰ τὸ διαλλα‐ γῆναι πρὸς Ἀντώνιον, μονωθέντα Ἀντώνιον αὖθις ἀνερεθίζεσθαι τὴν εὔνοιαν ὁρῶντα παρὰ πολὺ τοῦ στρατιωτικοῦ παντὸς ἀπονεύ‐ ουσαν ὡς πρὸς * ἐκεῖνον μὲν γὰρ ἐποιοῦντο παῖδά τε εἶναι καὶ διάδοχον ἀποδεδεῖχθαι ἐν ταῖς διαθήκαις τῷ τε ὀνόματι ὁμοίως | |
35 | προσαγορεύεσθαι, γενναίαν τε ὑποφαίνειν ἐλπίδα καὶ ἀπὸ τοῦ | |
τῆς φύσεως δραστηρίου, εἰς ὃ ὁ Καῖσαρ ἀποβλέψας οὐχ ἧττον | 53 | |
54 | ἢ τὴν συγγένειαν ἀποδείξειεν αὐτὸν παῖδα, ὡς μόνον ἐχέγγυον αὐτοῦ τήν τε σύμπασαν ἀρχὴν καὶ τὸ τοῦ οἴκου ἀξίωμα διασώ‐ ζειν. ἃ δὴ τότε ἐνθυμιαζόμενος Ἀντώνιος μετεγίνωσκε καὶ ἠλλοί‐ ωτο τῇ γνώμῃ, καὶ μάλισθ’ ὅτε τοὺς Καίσαρος στρατιώτας ἐν | |
5 | ὀφθαλμοῖς εἶδεν ἑαυτὸν μὲν καταλελοιπότας, Καίσαρα δ’ ἐκ τοῦ ἱεροῦ ἀθρόως προπέμποντας. ἐδόκει δέ τισι μηδ’ ἂν ἀποσχέσθαι αὐτοῦ, εἰ μὴ ἐδεδίει τοὺς στρατιώτας, μὴ ἐπ’ αὐτὸν ὁρμήσαντες τιμωρίαν ποιοῖντο, καὶ ἀκονιτὶ πᾶσαν αὐτοῦ τὴν μερίδα ἀφέλοιντο. κατελείπετο γὰρ ἀμφοτέροις στρατεύματα ἔφεδροι. ὁ μὲν δὴ τοι‐ | |
10 | αῦτα λογιζόμενος ἔμελλέ τε καὶ ὤκνει, καίπερ ἠλλοιωμένος τῇ γνώμῃ. Καῖσάρ γε μὴν πιθανὸς ἀδόλως γεγονέναι σφίσι τὰς δι‐ αλλαγὰς ἐφοίτα ὁσημέραι ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὥσπερ ἐχρῆν, ὑπάτου τε ὄντος καὶ πρεσβυτέρου καὶ πατρικοῦ φίλου, τήν τε ἄλλην πᾶσαν ἀπένεμε τιμήν, καθότι ὑπέσχετο, εἰς ὃ Ἀντώνιος | |
15 | τῆς δευτέρας ὑπῆρξεν αὖθις ἀδικίας τρόπῳ τοιῷδε. ἀλλαξάμενος Γαλατίαν ἐπαρχίαν πρὸς Μακεδονίαν μετεβίβαζε τὰς ἐν αὐτῇ δυνάμεις εἰς Ἰταλίαν· καὶ ἐπεὶ ἧκον, ἐξῄει ἐκ τῆς Ῥώμης ὑπαν‐ τησόμενος αὐταῖς ἄχρι Βρεντεσίου. οἰόμενος δὲ καιρὸν ἐπιτήδειον ἔχειν πρὸς ἃ ἐπενόει διαδίδωσι λόγον, ὡς ἄρα ἐπιβουλεύοιτο. | |
20 | καί τινας συλλαβὼν στρατιώτας ἔδησεν ὡς ἐπ’ αὐτὸ τοῦτο πεμ‐ φθέντας, ὅπως αὐτὸν ἀνέλοιεν· ᾐνίττετο δὲ Καίσαρα, οὐ μήν πω σαφῶς ἐδήλου. ταχὺ δ’ ἡ φήμη κατὰ τὴν πόλιν διήγγελλεν ὡς ἐπιβουλευθείη ὁ ὕπατος καὶ συλλάβοι τοὺς ἐπ’ αὐτὸν ἥκοντας, σύνοδοί τε τῶν ἐκείνου φίλων εἰς τὴν οἰκίαν ἐγίγνοντο καὶ στρα‐ | |
25 | τιωτῶν σὺν ὅπλοις μεταπέμψεις. περὶ δὲ δείλην ὀψίαν ἔρχεται καὶ εἰς Καίσαρα ὁ λόγος ὅτι κινδυνεύσειεν Ἀντώνιος ἀποσφαγῆναι καὶ μεταπέμποιτο τοὺς φυλάξοντας αὐτὸν ἐκείνην τὴν νύκτα. καὶ παραχρῆμα πέμψας ὡς αὐτὸν ἕτοιμος ἔφη εἶναι καὶ αὐτὸς σὺν τῇ ἑαυτοῦ θεραπείᾳ παραγενόμενος πρὸς κοίτην αὐτοῦ [καὶ] τἀ‐ | |
30 | σφαλὲς παρέχειν, οἰηθεὶς ὑπὸ τῶν περὶ Κάσσιον αὐτὸν καὶ Βροῦτον ἐπιβεβουλεῦσθαι. καὶ ὁ μὲν ταῦτα ἐφιλανθρωπεύετο οὐδὲν ὑπονοῶν περὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων τε καὶ βεβουλευ‐ μένων. Ἀντώνιος δ’ οὖν οὐδ’ αὐτὸν παραδέξασθαι τὸν ἄγγελον ἐφῆκεν ἐντὸς τῶν θυρῶν, ἀλλ’ ἀπεῖρξεν ἀτίμως. ὁ δ’ ἐπανελθὼν | |
35 | καί τι πλέον ἀκηκοὼς ἀπήγγελλε Καίσαρι ὡς †οὐδὲ τοὔνομα αὐτοῦ | 54 |
55 | διαφέροιτο περὶ τὰς Ἀντωνίου θύρας ἐν τοῖς ἀνθρώποις ὡς αὐ‐ τὸς εἴη ὁ τοὺς φονέας πεπομφὼς Ἀντωνίῳ, οἳ δὴ καὶ δεσμῶται εἶεν. ὁ δὲ ἀκούσας τὸ μὲν πρῶτον ὑπὸ τοῦ ἀδοκήτου ἠπίστει· μετὰ δὲ αἰσθόμενος τὴν ὅλην γνώμην ὡς ἐπ’ αὐτὸν εἴη τετραμ‐ | |
5 | μένον, μετὰ τῶν φίλων ἐσκόπει ὅ τι χρὴ ποιεῖν. ἧκε δὲ ὁ Φίλιπ‐ πος καὶ Ἀτία ἡ μήτηρ διαπορούμενοι τῷ παραδόξῳ καὶ πυνθα‐ νόμενοι τίς ὁ λόγος εἴη καὶ τίς ἡ διάνοια τἀνθρώπου, παρῄνουν τε αὐτῷ ὑποχωρῆσαι ἐκποδῶν ἐκείνας τὰς ἡμέρας, ἄχρι ταῦτα ἐξετασθέντα ἐκκαλυφθείη. καὶ ὅς, ἅτε οὐδὲν ἑαυτῷ συνειδὼς | |
10 | τοιοῦτο, οὐ δεῖν ᾤετο ἐκ μέσου εἶναι καὶ τρόπον τινὰ καταγινώ‐ σκειν ἑαυτοῦ· πλέον γὰρ οὐδὲν περαίνειν εἰς τἀσφαλὲς ἐκποδῶν γενόμενος, ἀλλ’ ἴσως καὶ διάρας ποι μᾶλλον ἐκ τοῦ ἀφανοῦς ἀναιρεθήσεσθαι. τότε μὲν οὖν ἐν τοιούτοις λόγοις ἦν. τῇ δὲ ὑστεραίᾳ ἕωθεν καθίζει, ὥσπερ εἰώθει, μετὰ τῶν ἑαυτοῦ φίλων, | |
15 | ἀναπεταννύναι δὲ τὰς θύρας κελεύει τοῖς εἰωθόσι φοιτᾶν καὶ δεξιοῦσθαι καὶ ἀστῶν καὶ ξένων καὶ στρατιωτῶν, διελέγετό 〈τε〉 πᾶσιν, ὥσπερ καὶ ἄλλοτε εἰώθει, μηδὲν ἐναλλάξας τοῦ καθ’ ἡμέ‐ ραν ἔθους. Ἀντώνιος δὲ συνέδριον τῶν φίλων ἀθροίσας εἶπεν ἐν μέσοις ὡς ἐπιβουλευόμενος καὶ πρότερον ὑπὸ Καίσαρος οὐκ | |
20 | ἀγνοοίη, ἐπειδὴ δ’ ἔμελλεν ἔξω τῆς πόλεως βαδιεῖσθαι, ὥς τ’ ἐληλυθὸς τὸ στράτευμα καιρὸν παράσχοι τοῦτον καθ’ αὑτοῦ, καί τινα τῶν ἐπὶ τὴν σφαγὴν πεμφθέντων ἀφικόμενον μηνυτὴν αὐτῷ γενέσθαι μεγάλαις δωρεαῖς, καὶ διὰ τοῦτο τοὺς μὲν συλλαβεῖν, ἐκείνους δ’ εἰς τὸ παρὸν ἀθροῖσαι συνέδριον, ὡς γνώμας ἀκούσειεν | |
25 | καὶ ὅπως χρηστέον εἴη τοῖς παροῦσι. ταῦτα εἰπόντος Ἀντωνίου ἐπυνθάνοντο οἱ σύνεδροι ὅπου εἶεν οἱ συνειλημμένοι ἄνθρωποι ὥς τι γνοῖεν παρ’ αὐτῶν. καὶ ὁ Ἀντώνιος προσποιηθεὶς μηδὲν τοῦτο εἶναι πρὸς τὸ παρόν, ὡς δῆθεν ὁμολογουμένου τούτου, καὶ εἰς ἄλλα ἄττα ἐκτρέψας τὸν λόγον, ἐκαραδόκει μάλιστα εἴ τις | |
30 | εἴποι ὡς χρὴ Καίσαρα ἀμύνεσθαι καὶ μὴ ἡσυχάζειν. σιωπῆς δ’ ἐκ πάντων γενομένης 〈καὶ〉 συννοίας διὰ τὸ μηδένα ὁρᾶν ἐν μέσῳ ἔλεγχον, εἶπέ τις, ὡς ἂν εὐπρεπῶς διαλύσειε τὸν σύλλογον, ὅτι ἐπιεικῶς προσήκει αὐτὸν φέρειν τε καὶ τίθε‐ σθαι καὶ μή τινα ταραχὴν ὕπατον ὄντα ἐγείρειν. ὁ μὲν τοι‐ | |
35 | αῦτα εἰπών τε καὶ ἀκούσας διέλυσε τὸν σύλλογον· τρίτῃ δ’ ἢ τε‐ | |
τάρτῃ ἡμέρᾳ εἰς Βρεντέσιον ὥρμησεν, ὡς παραλάβοι τὴν ἀφιγμέ‐ | 55 | |
56 | νην στρατιάν· λόγος τε οὐδὲ εἷς ἦν περὶ τῆς ἐπιβουλῆς, ἀλλὰ οἰχομένου διαλύουσι τὸ σύμπαν πρᾶγμα οἱ ὑπολειφθέντες ἐκείνου φίλοι, καὶ τοὺς λεγομένους συνειλῆφθαι τῶν ἐπιβούλων εἶδεν οὐδείς. | |
5 | Καῖσαρ δὲ καίπερ ἀπολελυμένος τῆς αἰτίας οὐδὲν ἧττον ἠγα‐ νάκτει ἐπὶ τῷ λόγῳ, καὶ μεγάλης ἐπιβουλῆς εἰς αὑτὸν τοῦτο. ἐποι‐ εῖτο τεκμήριον· εἴ τε παροῦσα ἐτύγχανεν Ἀντωνίῳ ἡ στρατιὰ τε‐ θεραπευμένη χρήμασιν, ᾤετο μὴ ἂν ὀκνῆσαι καὶ ἐπιχειρεῖν αὐτῷ, 〈καὶ〉 ταῦτα μηδὲν ἀδικούμενον, ἀλλ’ ἀπὸ ἑτέρας ἐλπίδος ἐπὶ | |
10 | τοῦτο προαγόμενον· δῆλόν τε εἶναι ταῦτα συνθέντα καὶ ἐπὶ ἕτερα χωρήσειν, καὶ ἐθελῆσαι ἂν ἔτι ἐξ ἀρχῆς, εἴπερ ἐνῆν αὐτῷ τοῦτο πράξαντι τὸ ἀδεὲς ἐκ τῆς στρατιᾶς ἔχειν. ὀργῆς οὖν δικαίας ἐπίμ‐ πλατο εἰς αὐτὸν ἅμα καὶ προνοίας περὶ αὑτοῦ, φανερᾶς τῆς ἐκεί‐ νου γνώμης γενομένης, πάντο〈σέ τε〉 περισκοπῶν ἑώρα οὐχ ἡσυ‐ | |
15 | χαστέον ὃν ἑαυτῷ (οὐ γὰρ εἶναι τοῦτο ἀκίνδυνον), ἀλλὰ ζητητέον τινὰ ἐπικουρίαν ἀντίπαλον τῇ ἐκείνου δυνάμει τε καὶ ἐπινοίᾳ. ταῦτ’ οὖν ἐνθυμούμενος ἔγνω χρῆναι φεύγειν ἐπὶ τὰς πατρῴους ἀποικίας, αἷς ἔδωκε τὰς κληρουχίας ὁ πατὴρ αὐτοῦ καὶ οἰκιστὴς ἐγένετο τῶν πόλεων, ὡς ἀναμνήσας τοὺς ἀνθρώπους τῶν ἐκείνου | |
20 | εὐεργεσιῶν καὶ ὀδυρόμενος περὶ ὧν ἐκεῖνός τε ἔπαθε καὶ αὐτὸς πάσχει, λάβοι βοηθούς, τοὺς δὲ καὶ χρημάτων δόσει προσαγάγοιτο. τοῦτο γὰρ αὐτῷ μόνον καὶ τἀσφαλὲς ἅμα καὶ εὔκλειαν μεγάλην παρέξειν, ἀνασώσεσθαί τε καὶ τὸ τοῦ οἴκου κράτος· πολὺ γὰρ ἄμεινον εἶναι καὶ δικαιότερον μᾶλλόν περ ἢ ὑπὸ τῶν μηδὲν προσ‐ | |
25 | ηκόντων περιωθούμενον τῆς πατρῴας τιμῆς ἔτι καὶ προσαπο‐ λέσθαι ἀνόμως τε καὶ ἀδίκως ὃν τρόπον καὶ ὁ πατήρ. ταῦτα βουλευσάμενος μετὰ τῶν φίλων καὶ θεοῖς θύσας τύχῃ ἀγαθῇ συλ‐ λήπτορας αὐτῷ γενέσθαι δικαίας καὶ εὐκλεοῦς ἐλπίδος ὥρμησεν, οὐκ ὀλίγα ἐπιφερόμενος χρήματα, εἰς Καμπανίαν πρῶτον· ἡ γὰρ | |
30 | ζʹ λεγεὼν καὶ ἡ ὀγδόη (οὕτω γὰρ τὴν σύνταξιν καλοῦσι Ῥωμαῖοι)* διαπειρᾶσθαι δὲ πρότερον ἐδόκει χρῆναι τῆς ἑβδόμης· μεῖζόν τε | |
γὰρ ἀξίωμα*· ἐνδοθείσης δὲ ταύτης τῆς ἀποικίας, καὶ ἄλλων πολ‐ | 56 | |
57 | λῶν συνεληλυθότων*. καὶ ταῦτα αὐτῷ βουλευομένῳ καὶ τοῖς ἄλλοις συνεδόκει φίλοις, οἳ μετεῖχον τῆς στρατείας τῶν τε μετὰ ταῦτα πραγμάτων. ἦσαν δὲ οὗτοι Μάρκος Ἀγρίππας, Λεύκιος Μαική‐ νας, Κόιντος Ἰουέντιος, Μάρκος Μοδιάλιος καὶ Λεύκιος. εἵποντο | |
5 | δὲ αὐτῷ καὶ ἄλλοι ἡγεμόνες καὶ στρατιῶται καὶ ἑκατοντάρχαι, καὶ οἰκετῶν πλῆθος 〈καὶ〉 ὑποζυγίων τά τε χρήματα κομιζόντων καὶ τὰς ἄλλας ἀποσκευάς. τῇ μητρὶ δ’ οὐκ ἐδόκει τὴν γνώμην δηλοῦν, μὴ ὑπὸ φιλοστοργίας ἅμα καὶ ἀσθενείας, οἷα γυνή τε καὶ μήτηρ, μεγάλαις ἐπινοίαις ἐμποδῶν γένοιτο. ἔλεγε μὲν ἐκ τοῦ φανεροῦ | |
10 | ὅτι ἐπὶ τὰ ἐν Καμπανίᾳ βαδίζει τῶν πατρῴων κτημάτων, ὡς κἀκεῖνα ἀποδόμενος ἀθροίσειε τἀργύριον καὶ εἰς ἃ προσέταξεν ὁ πατὴρ ἀναλοίη. ἀλλ’ ὁ μὲν οὐ πάνυ τι πείθων αὐτὴν ἀνέζευξεν. τότε δὲ Μάρκος Βροῦτος καὶ Γάιος Κάσσιος ἐπὶ Δικαιαρχίαν ἦσαν· καὶ πυθόμενοι τὸ πλῆθος τῶν ἐκ Ῥώμης συνεξεληλυθότων | |
15 | Καίσαρι, καὶ τῶν ἀγγέλων ἐπὶ τὸ μεῖζον ταῦτα διηγουμένων, οἷα φιλεῖ γίνεσθαι, συνεταράχθησαν καὶ ἐν μεγάλῳ δείματι ἦσαν οἰό‐ μενοι ἐπὶ σφᾶς εἶναι τὴν ἔξοδον· καὶ φεύγουσι διὰ τῆς Ἀδριανῆς θαλάττης. καὶ Βροῦτος μὲν εἰς Ἀχαΐαν ἧκε, Κάσσιος 〈δ’〉 εἰς Συρίαν. Καῖσαρ δὲ τῆς Καμπανίας εἰς Καλλατίαν ἐλθὼν ἐδέξαντο | |
20 | αὐτὸν ὡς εὐεργέτου παῖδα καὶ διὰ πλείστης τιμῆς ἦγον. καὶ τῇ ὑστεραίᾳ ἐγύμνου τὸν πάντα λόγον αὐτοῖς, καὶ παρεκάλει τοὺς στρατιώτας, ὡς ἀδίκως καὶ ὁ πατὴρ ἀποθάνοι καὶ αὐτὸς ἐπιβου‐ λεύοιτο. ταῦτα λέγοντος, οἱ μὲν ἐκ τῆς βουλῆς οὐ πάνυ τι εἰσή‐ κουον, ὁ δὲ δῆμος καὶ μάλα προθύμως καὶ εὐνόως καὶ τοῦτον | |
25 | ᾤκτειραν καὶ ἐπεβόων πολλάκις θαρρεῖν· εἰς ἅπαν γὰρ συλλήψε‐ σθαι αὐτὸν καὶ οὐ περιόψεσθαι, ἄχρι ἂν ἐν τῇ πατρῴᾳ καταστήσῃ τιμῇ. καὶ προσκαλεσάμενος αὐτοὺς εἰς τὴν οἰκίαν δίδωσιν ἑκάστῳ φʹ δραχμάς, καὶ τῇ ὑστεραίᾳ τοὺς βουλευτὰς συγκαλέσας παρεκάλει μὴ ἀπολείπεσθαι τῆς τοῦ δήμου εὐνοίας, μεμνημένους Καίσαρος, | |
30 | ὃς αὐτοῖς τήν τε κατοικίαν καὶ τὴν τιμὴν περιέθηκε· πείσονται δ’ οὐκ ἐλάττω ἀγαθὰ ὑπ’ αὐτοῦ· προσήκειν τε οὐκ Ἀντωνίῳ, ἀλλ’ ἑαυτῷ καὶ καρποῦσθαι τὴν ἀπ’ αὐτῶν ὠφέλειαν καὶ χρῆσθαι τῇ δυνάμει τε καὶ τοῖς ὅπλοις. καὶ μείζονι σπουδῇ ὥρμηντο βοηθεῖν αὐτῷ 〈καὶ〉 συνάρασθαι πόνον τε καὶ κίνδυνον, εἰ δέοι. ὁ δὲ Καῖ‐ | |
35 | σαρ ἐπαινέσας τὴν προθυμίαν παρεκάλεσε συμπροπέμψαι αὐτὸν | 57 |
58 | καὶ τἀσφαλὲς τῷ σώματι παρασχεῖν ἄχρι τῆς ἀστυγείτονος ἀποι‐ κίας. ὁ δὲ δῆμος μάλα ἡδόμενος ἐπ’ αὐτῷ ἀσμένως ὑπήκουσεν, καὶ σὺν τοῖς ὅπλοις ἤγαγον αὐτὸν εἰς τὴν δευτέραν ἀποικίαν. ἀθροίσας 〈δὲ〉 καὶ τούτους εἰς ἐκκλησίαν ὅμοια διελέχθη. καὶ | |
5 | πείθει ἀμφότερα τὰ τάγματα εἰς Ῥώμην αὐτὸν παρὰ τὰς ἄλλας κατοικίας προπέμψαι, τήν τε Ἀντωνίου βίαν, εἴ τι κινοίη, ἐρρω‐ μένως ἀμύνεσθαι. προσκατέλεξε δὲ καὶ ἄλλους στρατιώτας μεγά‐ λοις μισθοῖς, καὶ τοὺς μὲν νεολέκτους ἐγύμναζέ τε καὶ ἀνεδίδασκε κατὰ τὴν ὁδὸν ἰδίᾳ τε καὶ κοινῇ πάντας διαλεγόμενος ἐπὶ Ἀντώ‐ | |
10 | νιον ἥκειν. πέμπει δ’ ἑτέρους τῶν ἑπομένων φρονήσει τε καὶ τόλμῃ διαφέροντας εἰς τὸ Βρεντέσιον, εἴ πως δύναιντο καὶ τοὺς νεωστὶ ἥκοντας ἐκ Μακεδονίας στρατιώτας πεῖσαι τὰ αὑτῶν ἑλέσθαι μεμνημένους Καίσαρος τοῦ πατρὸς καὶ μηδενὶ τρόπῳ καταπροδόντας τὸν ἐκείνου παῖδα. εἴρητο δ’ αὐτοῖς, εἰ ἐκ τοῦ | |
15 | φανεροῦ μὴ δύναιντο, ἀλλὰ ταῦτα γράψαντας διαρρῖψαι πολλαχοῦ, ὡς διαράμενοι οἱ ἄνθρωποι τὰ γράμματα ἀναγινώσκοιεν. προσ‐ έσκηψε δὲ καὶ τοῖς λοιποῖς ἐλπίδων ἐμπλήσας, ἡνίκα δύναμις αὐτῷ συνέσται, ὡς ἂν ἕλοιντο τὰ αὐτοῦ. καὶ οἱ μὲν ᾤχοντο. Τέλος τοῦ βίου Καίσαρος καὶ τῆς Νικολάου Δαμασκηνοῦ συγ‐ | |
20 | γραφῆς. | |
21t | Περὶ ἐπιβουλῶν κατὰ βασιλέων γεγονυιῶν. | |
22t | Β. Ἐκ τῆς ἱστορίας Ἰωάννου Ἀντιοχέως. | |
23 | 1. Ὅτι Δαβὶδ ὁ βασιλεὺς Ἱερουσαλήμ, ἕως μὲν ἦν τῶν νόμων φύλαξ, πάντας τοὺς πολεμίους ἐχειρώσατο, ὀλίγοις δέ τισι πταί‐ | |
25 | σμασι τοῦ σώματος πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ τῆς βασιλείας ἐξέπεσεν. 2. Ὅτι Σεναχειρὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπὸ τοῦ ἰδίου | |
παιδὸς ἀνῃρέθη πρὸς Αἰθίοπας διαγωνιζόμενος. | 58 | |
59 | 3. Ὅτι ὁ βασιλεὺς Ἀγαμέμνων ἀποπλεύσας ἀπὸ τῆς Ἰλίου εἰς τὴν ἰδίαν πατρίδα εὗρε τὴν ἑαυτοῦ γυναῖκα Κλυταιμνήστραν ὑπὸ Αἰγίσθου μοιχευομένην. ἀκούσασα γὰρ αὕτη ὅτι τὴν Κασσάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατα‐ | |
5 | σκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. ἐνδύσασα γὰρ τὸν ἄνδρα χιτῶνα πανταχόθεν ὑφασμένον παρεσκεύασεν αὐτὸν ὑπὸ Αἰγίσθου σφαγῆναι· καὶ λαμ‐ βάνει τοῦτον ἄνδρα καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα Ἠριγόνην. ταῦτα τοίνυν ἀκούσας ὁ Ὀρέστης ὁ τοῦ Ἀγαμέμνονος υἱὸς ἦλθεν ἀπὸ | |
10 | τοῦ Σχοινέως, τοῦ θρέψαντος αὐτόν, τοῦ πατρὸς τὸν θάνατον ἐκδικήσων. οἱ δὲ περὶ τὸν Αἴγισθον καὶ τὴν Κλυταιμνήστραν ἐβουλεύοντο καὶ αὐτὸν ἀνελεῖν· ἀλλ’ ἡ τούτου ἀδελφὴ Ἠλέκτρα ἐξεῖπεν αὐτῷ τὴν βουλήν. καὶ σὺν τῷ Στροφίῳ γενόμενος καὶ τῷ υἱῷ αὐτοῦ Πυλάδῃ, συγγενῶν ὄντων τοῦ Ἀγαμέμνονος, παραγίνεται | |
15 | εἰς τὸ μαντεῖον· καὶ λαμβάνει χρησμόν, ὅτι δεῖ αὐτὸν ἐκδικῆσαι τὸν θάνατον τοῦ πατρὸς καὶ ἀνελεῖν τὸν Αἴγισθον καὶ τὴν αὐτοῦ μητέρα, καὶ τὴν βασιλείαν ἀναλαβεῖν τοῦ πατρός· ὅπερ πέπραχεν ἐπιλαβόμενος καιροῦ, καὶ ἐπελθὼν αὐτοῖς ἐν τῷ παλλατίῳ ἀμφο‐ τέρους κατασφάζει. | |
20 | Κινήσεως οὖν κατ’ αὐτοῦ γενομένης ὑπό τε τοῦ πατρὸς Κλυ‐ ταιμνήστρας καὶ τῶν συγγενῶν Αἰγίσθου, καὶ δίκης ἀγωνισθείσης παρὰ τῷ Ἀρείῳ πάγῳ, ψῆφον ἔλαβεν ὁ Ὀρέστης, δικαίως ἀνελεῖν τὴν μητέρα. τούτῳ τοίνυν τῷ τρόπῳ διαφυγὼν τὰς κατηγορίας βασιλεύει τοῦ Ἄργους· καὶ εἰς μανίαν ἐλθὼν μετὰ ταῦτα ἀπεδή‐ | |
25 | μησε τῆς χώρας ἐν ὅλοις τοῖς ἱεροῖς θυσιάζων καὶ δεόμενος ἀπαλλαγῆ‐ ναι τῆς μανίας, ἄχρις οὗ παραγέγονεν εἰς τὸ Σίλπιον ὄρος, ἐν ᾧ νῦν Ἀντιόχεια ἡ μεγάλη κεῖται· καὶ ἐκεῖ θεραπευθεὶς ἐπανῆλ‐ θε. καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφι‐ γένειαν ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος καὶ προσάγουσαν τοὺς ξένους | |
30 | εἰς θυσίαν, λέγει τῷ Πυλάδῃ· ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμμένα ὀστέα. ὁ δὲ πρὸς αὐτὸν ἔφη· ἄγωμεν εἰς τὸ ἱερὸν καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφιγένεια ἡ σὴ ἀδελφή, καὶ προσπί‐ πτοντες αὐτῇ σωζόμεθα. καὶ ποιήσαντες τοῦτο καὶ γνωρισθέντες | |
35 | ὑπ’ αὐτῆς ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέ‐ | 59 |
60 | μιδος. καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρχονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. οἱ δὲ κατὰ τὴν Πα‐ | |
5 | λαιστίνην ἐλθόντες καὶ ἀρεσθέντες τοῖς τόποις ᾤκησαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν. 4. Ὅτι Καμβύσης ὁ Περσῶν βασιλεὺς καθεῖλε τὰς Αἰγυπτίας Θήβας καὶ ταύτας εἰς ἔδαφος κατέσκαψεν, Ἄμασίς τε ὁ τῶν Αἰγυ‐ πτίων βασιλεὺς ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέστρεψεν, τοῦ | |
10 | ἔθνους τῶν Αἰγυπτίων τελεῖν ὑπὸ Πέρσας ὁμολογήσαντος. ἐπὶ δὲ τὴν ἐνδοτέραν ἐλαύνειν προθυμούμενος ὑπὸ τῆς εἱμαρμένης ἐκωλύθη, δολοφονηθεὶς ὑπὸ τῶν περὶ αὐτὸν μάγων, βασιλεύσας ἔτη ηʹ. οὗτοι γὰρ μετὰ τὸν Καμβύσου θάνατον τῇ ἀρχῇ προσπη‐ δήσαντες μῆνας ζʹ κατετρύφησαν, ἄχρις οἱ τῶν Περσῶν ἄρχοντες | |
15 | αὐτοὺς μὲν ἐπὶ τῆς αὐλῆς κατεχρήσαντο, τῆς δὲ βασιλείας προ‐ στάτην ἀπέδειξαν Δαρεῖον. 5. Ὅτι ἐπὶ τῆς ἀναγορεύσεως Ἀλεξάνδρου τοῦ Μακεδόνος τῶν Αἰγυπτίων ἐβασίλευε Νεκταναβώ. καὶ ὁ τῶν Ἀργείων βασιλεὺς Δαναὸς διὰ τῶν αὐτοῦ νʹ θυγατέρων τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου | |
20 | παισὶ νʹ οὖσιν ἐμηχανήσατο θάνατον, πλὴν Λυγκέως. 6. Ὅτι Ῥωμύλος βασιλεύσας Ῥωμαίων διετέλει εἰς μὲν τοὺς πολέμους διαπρέπων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν, καὶ μάλι‐ στα εἰς τοὺς τῆς βουλῆς ἐξέχοντας. τοῖς μὲν γὰρ στρατευομένοις προσφιλὴς ἦν, καὶ χώρας αὐτοῖς νέμων, καὶ τῶν λαφύρων διδούς· | |
25 | πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως διέκειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βουλευτηρίῳ δημηγοροῦντα διεσπά‐ ραξάν τε καὶ διέφθειραν. συνήρατο δὲ αὐτοῖς πρὸς τὸ λαθεῖν ζάλη μεγίστη τοῦ ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ ποῦ καὶ ὡς ἐγεννᾶτο γέγονεν. καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοιοῦτον | |
30 | ἔσχε τὸ τέλος· ἀφανισθέντος τε οὕτως αὐτοῦ, τὸ πλῆθος καὶ οἱ στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν. αὐτοὶ δ’ ἐν ἀπόρῳ ἦσαν μήτε ἐξειπεῖν τὸ πραχθὲν ἔχοντες, μήτε βασιλέα καταστῆσαι δυνά‐ μενοι. ταρασσομένων οὖν αὐτῶν καί τι παρασκευαζομένων δράσαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεύς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν | |
35 | ποθεν ἥκων εἰσεπήδησεν ἐν τῷ μέσῳ καὶ ἔφη· μὴ λυπεῖσθε Κυι‐ | 60 |
61 | ρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον. καί μοι ἔφη, εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο, καὶ ὅτι Κυιρῖνος ὀνομάζεται, καὶ προσπαραινέσαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέσθαι τινά, καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι. λεχθέντων δὲ | |
5 | τούτων, ἅπαντες ἐπίστευσαν καὶ τῆς ταραχῆς ἀπεπαύσαντο, εὐ‐ θέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν, καὶ πᾶσι μὲν ἐδόκει βασιλεύ‐ εσθαι, οὐ μέντοι καὶ ὁμοφρόνουν· οἵ τε γὰρ κατ’ ἀρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες ἑκάτεροι ἐξ ἑαυτῶν βασι‐ λέα γενέσθαι ἠξίουν, ἐκ τούτου τε ἀναρχία συνέβαινεν· ἐνιαυτὸν | |
10 | γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. 7. Ὅτι Πρίσκος Ταρκύνιος ὁ τῆς Ῥώμης βασιλεὺς τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας ἔτει ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρό‐ | |
15 | τερον δυναστεύσαντος τῆς Ῥώμης, ἀναιρεθεὶς ὁμοῦ τε τῆς βασι‐ λείας καὶ τοῦ βίου παύεται. 8. Ὅτι Σέρβιος Ταρκύνιος ἐπὶ βιωφελεστάταις πράξεσι κοσ‐ μούμενος τετάρτῳ καὶ τεσσαρακοστῷ τῆς ἀρχῆς ἔτει διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου, συνοικοῦντος μὲν τῇ αὐ‐ | |
20 | τοῦ Σερβίου θυγατρὶ Τουλλίᾳ, ἕλκοντος δὲ τὸ γένος ἀπὸ Ταρκυνίου Πρίσκου τοῦ πρὸ Σερβίου βασιλεύσαντος, συνεφαψαμένης, ὥς φασι, τῆς γυναικὸς τοῦ μιάσματος καὶ χεῖρας ἐναγεῖς τῷ τοῦ πατρὸς προσενεγκούσης φόνῳ. 9. Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυνα‐ | |
25 | στείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ κινήσαντος τὸ πλῆθος ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. ὁ μὲν γὰρ ἔτυχε τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν κʹ πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύ‐ νιος δέ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα γένους | |
30 | παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν ἐμίανεν. ἐπανελθοῦσι δὲ καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ’ αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος, | |
ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόν‐ | 61 | |
62 | των κατειργάσατο. τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους) καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον· ὃς μάλιστα τὸ | |
5 | πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμη‐ | |
10 | χανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταρα‐ χὴν καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. καθ’ ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραν‐ νίδος· ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ | |
15 | σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς οἱ Ἕλληνες ὑπά‐ τους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. 10. Ὅτι Δαρεῖος ὁ Περσῶν βασιλεύς, Ἀρσάμου παῖς, μέχρι τῆς | |
20 | κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξε‐ σιν, τὸν μὲν ὑπὸ Βαγόου τοῦ προκοίτου θάνατον διαφυγών, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. καὶ ὁ μὲν Βαγόας δίκας ὑποστὰς ὧν περὶ τοὺς προ‐ | |
25 | τέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ Δαρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυνα‐ στεύσας ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν. 11. Ὅτι ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ πολλήν τε τῆς Ἑλλάδος | |
30 | καταστρεψαμένου μοῖραν, καὶ τοῦ τε πρὸς Ἀθηναίους καὶ τὸν στρατηγὸν Δημοσθένην ἐχομένου πολέμου, ἐκκοπεὶς πρότερον τὸν δεξιὸν ὀφθαλμὸν ὑπὸ Παυσανίου τοῦ ὑπασπιστοῦ διαφθείρεται ἐν θεάτρῳ· κινήσεώς τε μεγίστης τῶν στρατιωτῶν ἐπὶ τῷ θανάτῳ | |
τούτου γενομένης, ἔμεινεν ἡ ἀρχὴ τετραετίαν γυμνή. | 62 | |
63 | 12. Ὅτι Ἀλέξανδρος ὁ Μακεδών, ὥς φησι Ἰωάννης ὁ Ἀντιοχεύς, ἐπὶ τοσούτοις κατορθώμασιν ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος τὸν βίον μετήλλαξεν. 13. Ὅτι ἕκτῳ τῆς ὑπατείας χρόνῳ μετὰ τὴν τῶν τυράννων | |
5 | ἐξέλασιν, Κασσίου τε καὶ Σουλπικίου τὴν ἀρχὴν παραλαβόντων, ἐς πᾶν μὲν κινδύνου προῆλθεν ἡ πόλις, τοῦ δουλικοῦ πλήθους ὑπὸ τῶν τυράννων ἀναπεισθέντος ἐπιθέσθαι νύκτωρ τοῖς κεκτη‐ μένοις καὶ διαφθεῖραι τοὺς ἄνδρας ἐν ταῖς εὐναῖς, ἐπειδὰν αὐτοί τε προσάγωσι, καὶ οἱ συλλαβόμενοι σφίσι τῶν πολιτῶν τὰ ἐρυμνὰ | |
10 | καταλάβοιεν τοῦ ἄστεως. οὐ μὴν ἀπέβη τι τούτων, Σουλπικίου τοῦ ὑπάτου σωφρόνως τούς θ’ ἡγεμόνας τῆς ἐπιχειρήσεως συλλα‐ βόντος καὶ τὸ κεκινημένον τοῦ δημοτικοῦ κατασπάσαντος. 14. Ὅτι ἐνάτῳ τῆς ἐλευθερίας ἐνιαυτῷ, Πόπλου Καμινίου καὶ Τίτου Λευκίου ὑπατευόντων, ἐπειδὴ Μαμήλιος ἀνὴρ Λατῖνος μὲν | |
15 | τὸ γένος καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, συνοικῶν δὲ τῶν Ταρκυνίου θυγατρῶν τῇ νεωτάτῃ, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας τιμωρεῖν τοῖς κηδεσταῖς ἀτίμως παρεωσμένοις τῆς δυναστείας ἠξίου, ἡ βουλὴ [δὲ] καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους καινὸν | |
20 | ἡγεμονίας ἀνευρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα. 15. Ὅτι καὶ κατὰ τὴν πόλιν ἐμφύλιος ἀνεφλέγετο ταραχή, τοῦ δήμου πρὸς τὸ συνέδριον ἀπεχθῶς ἔχειν ἠρεθισμένου, ἀποστάν‐ τος δὲ σὺν ὅπλοις τῆς πόλεως, καὶ οὔτε συνοικεῖν ἔτι οὔτε κοι‐ νωνεῖν τῶν ἀγώνων βουλομένου τοῖς εὐπατρίδαις, εἰ μὴ τῶν τ’ | |
25 | ὀφλημάτων ἀπολυθείη καὶ δικασταῖς χρῆσθαι τὸ ἐντεῦθεν οἰκείοις ἐπιτραπείη, ὡς ἐπικουρίαν τοῦ δημοτικοῦ τε καὶ εὐτελοῦς ὄχλου, οἳ τοῖς παρὰ τὸ προσῆκον ὑπὸ τῶν δυνατῶν κατειργομένοις ἀρή‐ ξοιεν καὶ τῶν πολλῶν ἐλεύθερα διαφυλάξαιεν τὰ σώματα. δείσαντες δὴ οὖν οἱ ἐν τέλει, μὴ ἐν τούτῳ τι πρὸς τῶν περιοίκων νεωτερι‐ | |
30 | σθείη, τοῦ δήμου πολεμίου τε ὄντος, καὶ πρὸς τὰς ἔξω στρατιὰς οὐχ ὑπακούοντος, τὰ ἐξαιτησόμενα* καὶ διαλλαγὰς ἐπὶ τούτοι εὑρίσκονται. | |
16. Ὅτι Ποπλίου αὖθις καὶ Βαλερίου τὴν ἀρχὴν διαδεξαμένων, | 63 | |
64 | ἥ τε κατὰ πόλιν ἐμφύλιος ἀνάπτεται ζάλη, τοῦ δήμου πρὸς τοὺς πατρικίους στασιάζοντος. καὶ πρῶτον μὲν Καίσωνα τὸν ἀπὸ ὑπατείας κρατήσαντες μικροῦ δεῖν ἐσπάραξαν, εἰ μὴ ὁ πατὴρ περι‐ πλεξάμενος εἰς οἶκτον τοὺς ὁρῶντας συνήλασεν, ἔπειτα καὶ Σα‐ | |
5 | βῖνον Σερδώνιον πρὸς τυραννίδα ἐκίνησαν, ὃς ταχείας ἔτυχε κα‐ θαιρέσεως, θεραπευθέντος τοῦ δήμου καὶ τοῖς ὑπάτοις συμπρά‐ ξαντος. 17. Ὅτι κατὰ τὸν χρόνον, ὅτε Ἀννίβας ἐπολέμει τοῖς Ῥωμαίοις, Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς ὑπὸ Πτολεμαίου τοῦ Αἰγυπτίων | |
10 | ἄρχοντος πολεμούμενος Ξέρξῃ τῷ Ἀρμενίων τυράννῳ τὴν ἑαυτοῦ ἀδελφὴν συνοικήσας, ἐκεῖνον μὲν διὰ τῆς ἀδελφῆς διεχρήσατο, τὴν δὲ Περσῶν βασιλείαν αὖθις ἀνεκτήσατο. 18. Ὅτι Πτολεμαίου Ἀγαθόκλειαν τὴν ἑαυτοῦ γυναῖκα ἐκβα‐ λόντος καὶ μιᾷ τινι τῶν ἑταιρίδων συναφθέντος, εἶτα τελευτή‐ | |
15 | σαντος Πτολεμαίου, ἡ Ἀγαθόκλεια Ἀρσινόην διαφθείρει δόλῳ· καὶ ταύτης σὺν τοῖς βασιλείοις διαφθαρείσης, πολλῆς τε ταραχῆς ἐντεῦθεν Αἰγυπτίοις ἀναφθείσης, ὅ τε τῆς Συρίας βασιλεὺς Σέ‐ λευκος καὶ τῆς Μακεδονίας Φίλιππος ἐλπίδι τοῦ κρατήσειν τῆς χώρας σὺν προθυμίᾳ στρατεύουσιν. οὓς δὴ Ῥωμαῖοι φθάσαντες | |
20 | τῆς ἐγχειρήσεως τὴν τῶν Αἰγυπτίων ἐμφύλιον ἀπέσβεσαν ἐπα‐ νάστασιν, Πτολεμαῖον τὸν Ἐπιφανῆ αὐτοκράτορα τοῦ ἔθνους ἀπο‐ δείξαντες, Προυσίου τότε τῶν Βιθυνῶν βασιλεύσαντος. 19. Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πόλις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ’ ὁ μὲν Σέ‐ | |
25 | λευκος ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ κατακτείνεται. 20. Ὅτι Δημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασι‐ λέως, ὃν οἱ Ῥωμαῖοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς εὐνοίας ἀφιᾶσι τὸν παῖδα τῆς ὁμηρείας. ἐπανελθόντα δὲ τὸν Δημήτριον ἐκποδῶν ὁ Φίλιππος | |
30 | ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γένους μιαιφονήσας ἐς τοὺς οἰκείους. 21. Ὅτι Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς τὸν Σελεύκου τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθειρεν, ἑτέροις τὸν τούτου φόνον | |
ἐπενεγκών, οὓς δὴ καὶ διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτο‐ | 64 | |
65 | λεμαῖον στρατεύει ἀναπαλαίειν ταῖς συνθήκαις ἐπιχειροῦντα. καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πηλούσιον κρατήσας τε παντελῶς τοῖς ὅπλοις φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. καὶ ὁ μὲν Πτο‐ λεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰγυπτίων προσφεύγει τῷ γαμ‐ | |
5 | βρῷ Ἀντιόχῳ. ὁ δὲ τοῦτον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστη‐ σιν, ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας αἱρεῖ μὲν αὐτὸ τὸ ἄστυ καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν ἑλληνίζειν ἠνάγκαζε, τόν τε πάτριον αὐτῶν ἀφε‐ | |
10 | λόμενος κόσμον Διὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντεῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε καὶ Διὸς Ξενίου τέμενος ᾠκοδόμη‐ σεν. καὶ Ματθίας Ἀσαμωνέου παῖς τὴν ἱερατείαν παρείληφεν ἐν Ἱερουσαλὴμ καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. ἀλλ’ ὁ μὲν ἀπὸ Σαμαρείας ἥκων αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ καὶ | |
15 | τοὺς λεγομένους Μακκαβαίους κολάζει τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξαμένου. Ἐπειδὴ δὲ Δημήτριος Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς παρὰ | |
20 | Ῥωμαίοις ὁμηρεύων τὸν τοῦ πατρὸς ἐπύθετο θάνατον, καὶ τὴν βασιλείαν πρὸς τοῦ Εὐπάτορος ἁρπαγεῖσαν, ἱκετεύσας τὴν βουλὴν καὶ πολλῆς ἐπικουρίας τυχὼν ἐπὶ τὴν Συρίαν ἐπανέρχεται, καὶ κατακτείνει μὲν τὸν Εὐπάτορα δύω ἔτεσιν ἐπιτρυφήσαντα, ἀνα‐ λαμβάνει 〈δὲ〉 τὴν βασιλείαν· καὶ σύμμαχος τοῦ Ῥωμαίων δήμου | |
25 | κληθεὶς βεβαίως ἀπήλαυσε τῆς ἡγεμονίας. ἐνιαυτοὺς δὲ βʹ πρὸς τοῖς δέκα βιώσας ὑπὸ Ἀλεξάνδρου δολοφονεῖται, τοῦ καὶ τὴν ἀρχὴν διαδεξαμένου. 22. Ὅτι κατὰ τὴν Ἰβηρίαν Βορίανθος ἦν ἀνὴρ ἀφανὴς μὲν τὸ γένος, εὐτελής τε τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ’ | |
30 | ἀρχάς. οὗτος μετὰ ταῦτα λῃστρικοῦ τινος ἡγήσατο τάγματος· τελευταῖον τοσαύτην περιεβάλετο δύναμιν καὶ τοσαῦτα κοινωνῆσαί οἱ τῆς ἐπιχειρήσεως ἀνέπεισε γένη, ὡς ἀξιόμαχος νομισθῆναι Ῥω‐ μαίοις ἱκανός τε πρὸς τὴν ἀρχαίαν καὶ πάτριον τοὺς Ἴβηρας | |
ἐπαναγαγεῖν πολιτείαν. πρῶτος γοῦν Κόιντος Κεκίλιος Μέτελλος | 65 | |
66 | ἐπὶ τόνδε τὸν πόλεμον στρατηγὸς ἐκπέμπεται, ἄριστα καὶ τῆς Ῥωμαίων δυνάμεως ἀξίως τοῖς ἀποστᾶσι Κελτιβήρων προσεπολέ‐ μησεν. μηκυνομένου δὲ παρ’ ἐλπίδα τοῦ πολέμου, Κόιντος Πομ‐ πήιος αὖθις στρατηγὸς ἐξέπλει, μεθ’ ὃν Κόιντος Σκιπίων ἐπὶ τὸν | |
5 | αὐτὸν ἐξεπέμφθη πόλεμον. ὧν μάλιστα πάντων ἕνεκα δείσαντες οἱ βάρβαροι κτείνουσιν τὸν Βορίανθον τέσσαρα καὶ δέκα Ῥωμαί‐ οις ἔτη ἐναντία πολεμήσαντα, ταύτῃ προσάγεσθαι τὸν ἡγούμενον τῆς Ῥωμαϊκῆς στρατιᾶς ἐς εὔνοιαν αὐτῶν καὶ φειδὼ λογισάμενοι. καὶ δὴ ἀφικόμενοι τῶν αὐθεντῶν τοῦ Βοριάνθου τινὲς ἆθλα τῶν | |
10 | περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ τοῦ ὑπάτου κομίζεσθαι οἷς ὁ Σκιπίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐν ἐπαίνῳ ποιεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπι‐ χειρουμένας ἐπιβουλάς. 23. Ὅτι ἐπὶ ὑπάτων Γαΐου Κεκιλίου Μετέλλου καὶ Γναΐου | |
15 | Κάρβωνος ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν πολλῇ τῶν ἐπι‐ τηδείων ἐντρυφῶντες δαψιλείᾳ οὐ σταθμητὸν ἐκτήσαντο δούλιον πλῆθος, πρός γε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτοὶ τριβὰς καὶ πρός γε τῇ πανοπλίᾳ γυμνάζοντες οὐ μόνον τοὺς περιοίκους ἐληΐ‐ | |
20 | ζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. καὶ τοῖς μὲν δραπέ‐ ταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων ἐκράτουν μανικῶς ἁπάσης τῆς Λιβύης. οἱ γοῦν δραπέ‐ ται τῇ σπάνει τῶν ἀναγκαίων βεβιασμένοι τῇ τε τῶν ὅπλων θαρ‐ | |
25 | ροῦντες ἀσκήσει καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθεμα νυκτερι‐ νὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λε‐ γόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον, καὶ τῆς μυσα‐ ρᾶς μιαιφονίας αὐθέντην ἀποδεικνύντες. ἐπειδὴ δὲ οὗτος τῆς | |
30 | νυκτερινῆς ἐκείνης μανίας βασιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς | 66 |
67 | ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευ‐ όμενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυναστείας μυριάδας τε πλείους ἢ μʹ συναθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις | |
5 | ἀναιρεῖ τοὺς δεσπότας, τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν ῥευμάτων ἀκοντίζων, ἑτέρους δὲ τῶν κεφαλῶν ζημιῶν διετίθει· γυναικῶν δὲ ὅσαι μὲν ἐν παρθενίᾳ ὑπῆρχον, συνηρπά‐ ζοντο δουλεύειν τοῖς δραπέταις ἠναγκασμέναι, ὅσαι δὲ τὸ πρὶν ἤδη τοῖς ἀνδράσι συνῴκουν, πρὸς βίαν ᾐσχύνοντο. τοῦ δὲ πάθους | |
10 | καὶ ταῖς ἄλλαις πόλεσιν ἐπιδημοῦντος μέλλοντός τε καὶ ἐν αὐτῇ ἐπιφοιτᾶν τῇ Ῥώμῃ, Πόπλιος Σκιπίων κατ’ αὐτῶν στρατεύσας τούτων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ὑπὸ ζυγὸν τίθησι. 24. Ὅτι μετὰ τὴν τῶν ἀποστατῶν δούλων καθαίρεσιν Σκιπίων Ἀφρικανὸς κατὰ τὸ βουλευτήριον Τιβέριον Γράκχον, ἄνδρα τῶν | |
15 | ἐν τέλει στρατηγῶν, νεωτέρων ἁπτόμενον καὶ τὸν δῆμον ἀνασεί‐ οντα ξύλῳ παίσας κατέκτεινεν. 25. Ὅτι ἐν τούτῳ τῷ χρόνῳ, ἐπαναστάντος τοῦ δήμου, Σκι‐ πίων Ἀφρικανὸς φυγὰς τῆς πόλεως γίνεται, ζημιοῦται δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα σὺν παρθένῳ παιδί, καὶ τῆς οἰκίας ἅμα τοῖς | |
20 | ὑπάρχουσιν ἀποστερεῖται. τὰ μὲν γὰρ πυρὶ κατεφλέχθη, τὰ δὲ ὑπὸ τοῦ δήμου διηρπάγη τε καὶ ἀνῃρέθη· ὡς δόγματι τῆς βουλῆς μετὰ ταῦτα ἐκ τοῦ δημοσίου μοῖραν οὐ μικρὰν τῷ ἀνδρὶ ἐπι‐ δοθῆναι. 26. Ὅτι Ποπλίου Σκιπίωνος ἐπίκλησιν Νασικᾶ καὶ Καλα‐ | |
25 | βιστίου ὑπατευόντων, αὖθις ἐς τὴν Λιβύην ἐπεραιοῦντο Ῥωμαῖοι ἐναντία Ἰουγούρθα τῷ Νουμιδῶν δυνάστῃ πολεμήσοντες. αἰτία δὲ τῆς πρὸς τὸν ἄνδρα διαφορᾶς τοιάδε τις ἦν. Μασσανάσης ἐγεγόνει κατὰ τοὺς ἄνω χρόνους βασιλεὺς τῆς Νουμιδίας, Ῥωμαί‐ οις γεγονὼς πιστὸς σύμμαχος. τούτῳ παῖδες γίνονται Μασθανά‐ | |
30 | βαλλός τε καὶ Γολούσσας καὶ τρίτος Μιχίψας. τελευτησάντων δὲ τῶν ἑτέρων νέων ἔτι, Μιχίψας χρόνοις ὕστερον τὴν βασιλείαν ἐκ‐ δέχεται. γενομένοις δὲ ἀφ’ ἑαυτοῦ δύω παισὶ Ἀδερβάλλῳ τε καὶ | |
Ἱεμψάλῳ τὸ τῆς Νουμιδίας παραπέμπει τούτοις κράτος, συνάρ‐ | 67 | |
68 | χοντα τοῖς ἑαυτοῦ παισὶν ἀποφήνας τουτονὶ τὸν Ἰουγούρθαν, Μασθαναβάλλου μὲν τοῦ ἀδελφοῦ παῖδα τυγχάνοντα, τεχθέντα δὲ ἐκ παλλακίδος. Ὁ δὲ δὴ Ἰουγούρθας, τοῦ θείου μεταστάντος, οὐκ ἀγαπήσας | |
5 | τὴν οἰκείαν τῆς βασιλείας μοῖραν ἐπιβουλεύει τοῖς περὶ τὸν Ἀδέρ‐ βαλλον, ἅμα τῷ παππῴῳ καὶ πατρῴῳ κλήρῳ καὶ τὴν πρὸς Ῥω‐ μαίους εὔνοιάν τε καὶ φιλίαν διαδεξαμένοις, καὶ διαφθείρας τοὺς ἄνδρας αὐτὸς ἁπάσης παρανόμως ἐκράτει τῆς Νουμιδίας. ἐδόκει δὴ οὖν τῷ δήμῳ μὴ περιορᾶν ἀνδρῶν ἀνέκαθεν φίλων τε καὶ συμ‐ | |
10 | μάχων συμφοράν, ἀλλ’ ἀμύνειν πάσῃ δυνάμει. καὶ δὴ στρατεύειν ἐπ’ αὐτὸν ἅτερος τῶν ὑπάτων Βεστίας προστάττεται· ὃς τοῖς δώροις τοῦ Ἰουγούρθου διαφθαρεὶς ἐς διαλλαγὰς αἰσχράς τε καὶ τῆς Ῥωμαίων δυνάμεως ἀναξίας ἀφίκετο. Ταύτας οὖν διαλῦσαν καὶ ἀκύρους εἶναι ψηφισάμενον τὸ συνέδριον ἀπαλλάττει τῆς ἀρ‐ | |
15 | χῆς τὸν Βιστίαν, ἡγεμόνα δὲ τῷ κατόπιν ἐνιαυτῷ τοῦδε τοῦ πολέ‐ μου Σπόριον Ποστούμιον Ἀλβῖνον ἀποδείκνυσιν. ἐπειδὴ δὲ καὶ οὗτος ἀμαθῶς τε καὶ λίαν ἀσθενῶς διὰ τοῦ ἀδελφοῦ τοῖς ἐναντίοις προσεπολέμησεν ἥττων τῶν βασιλικῶν χρημάτων γενόμενος, τρί‐ τον Κόιντον Κεκίλιον Μέτελλον τὸν ὕπατον ἐπὶ τὸν αὐτὸν τοῦτον | |
20 | ἐκπέμπει πόλεμον. ὃς ἀφικόμενος τὴν μὲν στρατιὰν διεφθαρμέ‐ νην ὑπὸ τῆς κακίας τῶν ἔμπροσθεν ἡγησαμένων φρονήματι γεν‐ ναίῳ καὶ μετρίᾳ τῶν ἁμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥω‐ μαϊκὸν ἐπανήγαγε κόσμον, οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰργασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐταπείνωσε | |
25 | μάχαις, πόλεις τῶν Νουμιδῶν πολλὰς κατὰ κράτος ἐξελὼν καὶ τῶν ἐλεφάντων τοὺς μὲν διαφθείρας, τοὺς δὲ ζῶντας χειρωσάμε‐ νος. οὐ πόρρω γοῦν ἀπέχων τοῦ τέλους τῶν πραττομένων, παρε‐ λύθη τῆς ἀρχῆς, Γαΐου Μαρίου τὴν ἀρχὴν διαδεξαμένου. παρα‐ λαβὼν δὲ τὰς δυνάμεις ὁ Μάριος κρατεῖ μὲν ἀντιταξαμένων τῶν | |
30 | περὶ τὸν Ἰουγούρθαν τὸν βασιλέα τῶν Μαυρουσίων, πόλεις δὲ καὶ οὗτός τινας τῶν Νουμιδῶν καθελὼν ἐς πέρας εὐτυχὲς δι’ ὀλίγου | |
τοῦ παντὸς ἀγῶνος ἀφίκετο, ἑλὼν ὑπὸ χεῖρα τὸν βασιλέα τῶν | 68 | |
69 | ἐναντίων, προδοθέντα μὲν ὑπὸ τοῦ Βόκχου τοῦ Μαυρουσίου συμ‐ μάχου τοῖς ἐναντίοις, ἀχθέντα δὲ αἰχμάλωτον ὑπὸ Κορνηλίου Σύλλου, ἀνδρὸς μεγάλου τε καὶ γενναίου τὰ πολεμικά. Ὁ γάρ τοι Βόκχος τιθασσευθεὶς ὑπὸ τοῦ Σύλλου καὶ φιλο‐ | |
5 | φροσύνῃ λόγου πρὸς εὔνοιαν ὑπαχθεὶς τὸν μὲν Ἰουγούρθαν κατα‐ φυγόντα μετὰ τὴν ἧτταν ὡς αὐτόν, καίτοι γαμβρὸν ὄντα, σὺν ὀλίγοις στρατιώταις ἀφικομένῳ τῷ Σύλλᾳ δίδωσιν ἄγειν, αὐτὸς δὲ τὰ Ῥωμαίων εἵλετο. οὕτως ἄρα λόγος μέτριος καὶ φιλοφρο‐ σύνη μείζονα πολλάκις τῶν ὅπλων καὶ τῶν πολυανθρώπων καθώρ‐ | |
10 | θωσε στρατοπέδων. ὁ γοῦν Σύλλας ἐπὶ τούτων μεγαλαυχούμενος καὶ πᾶν τὸ πραχθὲν περὶ τὸν Ἰουγούρθαν οἰκειούμενος ἐς τοῦτο προῆλθε φιλοτιμίας, ὡς ἐντυπῶσαι δακτυλίῳ τὴν εἰκόνα τῆς πράξεως· ἐνεγέγλυπτο γὰρ ὁ μὲν Βόκχος παραδιδούς, ὁ δὲ Σύλλας τὸν Ἰουγούρθαν παραλαμβάνων· ἐφ’ ᾧ δὴ χαλεπαίνειν αὐτῷ καὶ | |
15 | φθονεῖν ἀδήλως ὁ Μάριος ἤρξατο. 27. Ὅτι Τρύφων τὸν βασιλέα Συρίας Ἀντίοχον, οὗ μικρὸν πρόσθεν σύμμαχος ἐγεγόνει, διεχρήσατο δόλῳ· αὐτός τε τὴν ἀρχὴν διαδεξάμενος αὐτίκα ὑπὸ τῶν Σύρων διαφθείρεται. κρατεῖ δὲ τῆς ἡγεμονίας Ἀντίοχος ὁ Σιδήτης, Δημητρίου μὲν παῖς τοῦ προτέρου | |
20 | γεγονώς, ἀδελφὸς δὲ τοῦ δευτέρου Δημητρίου. 28. Ὅτι Ἀντίοχος ὁ Σιδήτης ἐπίκλην, ὁ τὴν Ἱερουσαλὴμ πορ‐ θήσας Συρίας βασιλεύς, Ἀρσάκῃ τῷ Παρθυαίων δυνάστῃ προσπο‐ λεμήσας ἀναιρεῖται ἐνάτῳ τῆς βασιλείας ἐνιαυτῷ, Σέλευκος δὲ ἐπὶ τούτῳ τὴν ἀρχὴν διαδέχεται. ἀλλ’ ὁ μὲν ὑπὸ Δημητρίου αὖθις | |
25 | ἐπανελθόντος καθαιρεῖται τῆς ἐξουσίας καταφεύγει τε πρὸς τὸν Παρθυαῖον, καὶ τὴν αὐτοῦ θυγατέρα λαβὼν μένει κατὰ τὴν χώραν. Σκυθῶν δὲ τότε τὴν μέσην τῶν ποταμῶν ἐπιτρεχόντων καὶ τὴν Ἀρσάκου βασιλείαν ληιζομένων, αὐτός τε ὁ Παρθυαῖος κατὰ τὸν πόλεμον ἀναιρεῖται, καὶ ὁ μετὰ τοῦτον τὴν ἡγεμονίαν παρειληφὼς | |
30 | ὑπόφορος γίνεται Σκύθαις. Ἀλέξανδρος δὲ ὁ πρεσβύτερος ἐκ τῆς Ἀραβίας ἥκων πολύ τε πλῆθος ἀκοντιστῶν ἐπαγόμενος Δμητρίῳ κατὰ τὴν Συρίαν ἐπολέμει· ἐπὶ πολύ τε αὐτοῖς τῆς μάχης ἐκτει‐ νομένης, φεύγει Δημήτριος εἰς Τύρον, καὶ συλληφθεὶς ἀναιρεῖται ἔτη δʹ τῆς ἀρχῆς ἀπολαύσας. συνδιαφθείρεται δὲ τούτῳ κατὰ τὴν Δαμασκὸν | |
35 | καὶ ὁ παῖς Σέλευκος ὑπὸ τῆς ἑαυτοῦ μητρὸς δολοφονηθεὶς Ἀπάμης. | 69 |
70 | 29. Ὅτι Μιθριδάτης ὁ τοῦ Πόντου βασιλεὺς χαλεπὸς ὢν καὶ τραχὺς καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, πρός τε θάνατον ἀναγκαῖον συνελασθείς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. | |
5 | 30. Ὅτι Κάσσιος ὁ ταμίας πρῶτος τὸν τοῦ Καίσαρος φόνον ἐπὶ νοῦν ἐβάλετο τοὺς περὶ Βροῦτον ἐς τὴν τοῦ ἔργου κοινωνίαν προελόμενος. μετὰ δὲ τὴν τοῦ Κράσσου συμφορὰν ὁ πολιτικὸς διεδέξατο πόλεμος, ἐπάρατός τε καὶ πολλῶν δακρύων γεγονὼς αἴτιος, ὅτι δὴ πρὸς ταῖς ἄλλαις ταῖς κατ’ αὐτὸν συμβεβηκυίαις | |
10 | συμφοραῖς καὶ ἡ τύχη τοῦ δήμου τοῦ Ῥωμαίων ἐκ τοῦ ἡγεμονικοῦ μετέστη πρὸς τὸ ὑπήκοον. Γάιος δὴ Καῖσαρ ἀναστρέφων ἐκ τῆς Γαλατίας πολλῶν τε καὶ ἀλκίμων ἐθνῶν νικητὴς ὑπατείαν ἐπήγ‐ γελλεν, ἀναμφιλόγως οἱ διὰ τῶν πεπραγμένων προστεθήσεσθαι ταύτην ὑπολαμβάνων. ἀντειπόντων δὲ τῇ ἐξαιτήσει Μαρκέλλου | |
15 | τε τοῦ ὑπάτου καὶ Βιβούλου ἔτι τε Πομπηίου καὶ τοῦ φιλοσόφου Κάτωνος, ἐπανιέναι πρὸς τὴν πόλιν τὰς δυνάμεις διαφεὶς παρα‐ τάττεται. οἱ δὲ οὐχ ὑπατείαν, ἀλλὰ θριάμβου καταγωγὴν αἰτοῦντι τῷ Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσ‐ θήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ | |
20 | πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς. Κουρίωνος δὲ τοῦ κατ’ ἐκεῖνο δημαρχοῦντος μόνου ψηφισαμένου, διαλύει μὲν τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ὁ Καῖσαρ, θυμωθεὶς δὲ πολέμια κατὰ τῆς βουλῆς φρονεῖν ἤρξατο. ἄρας δὲ ἐξ Ἀριμηνοῦ πόλεως, οὗ τὰς | |
25 | δυνάμεις εἶχεν ἠθροισμένας, συντεταγμένην ἐπῆγε τῇ πόλει τὴν στρατιάν. οἱ δὲ ὕπατοι καὶ ὁ Πομπήιος ἅμα τῇ βουλῇ καὶ παντὶ τῶν ἀστῶν γνωριμωτέρῳ, καταδείσαντες τὴν τοῦ Καίσαρος ὁρμὴν τὴν μὲν πόλιν ἐκλείπουσιν, ἐς δὲ τὴν Μακεδονίαν καὶ τὴν Ἤπειρον φεύγοντες ᾤχοντο. | |
30 | Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνά‐ μεις ἤθροιζεν καὶ τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο, Καῖσαρ δὲ παρελθὼν ἐς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν δικτάτορα, τούς τε δημοσίους θησαυροὺς ἀναρρήξας, ἐς | |
τοὺς στρατιώτας ἐκένωσεν. καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνά‐ | 70 | |
71 | μεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο κατὰ νώτου πολέμιος. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βριττήσιον στρατοπεδεύσας ἐς χεῖρας τῷ Καίσαρι γίνεται. | |
5 | διαμαρτήσας δὲ τῆς ἐλπίδος, αὖθις ἐπὶ τὸ Δυρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον ἅπαντα τὰ τοῦ πολέμου παρεσκευά‐ ζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ πολέμῳ ἕνεκεν σημείων τινῶν. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι πρὸς τὴν κατ’ ἀλλή‐ | |
10 | λων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγαγοῦσα προεκάθητο τῶν πραττομένων· αὐτός τε Καῖσαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. τρεῖς δ’ οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖσαρ καταγωνισάμενος ὑφ’ ἡγεμόσι ταττομένας Λουκίῳ τε Ἀφρενίῳ καὶ Μάρκῳ Πετρο‐ | |
15 | κίῳ καὶ Μάρκῳ Βάρωνι ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης ἐλθὼν τῷ Πομπηίῳ φεύγει τὸ πρῶτον ἐλαττωθεὶς καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν. οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακόν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ ἔργῳ τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσεν, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ | |
20 | δεῖ παρεσκεύασεν κατὰ σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προελό‐ μενον. φασὶ γοῦν τὸν Καίσαρα παρ’ ὅσον ἦλθε κινδύνου λογιζό‐ μενον πολλάκις εἰπεῖν, ὡς μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι τοῖς ἐναντίοις ἁλώσιμος. μετὰ δὲ τοῦτο πόλεως Θεσ‐ | |
25 | σαλικῆς Φαρσάλου πλησίον μεγάλας αὖθις ἑκάτεροι δυνάμεις ἀγεί‐ ραντες συνῄεσαν. Πομπηίῳ μὲν οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι καθ’ ἑκάτερον τῶν κε‐ ράτων νενεμημένοι· πρὸς δὲ τούτοις τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικόν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ | |
30 | τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον ὄν, συνετάττοντο, ἐν 〈οἷσ〉 στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρα‐ τοπέδων ἐξηγησάμενοι καὶ πολλοὺς διαπεπραγμένοι πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαϊκαὶ συνῆλθον | |
35 | ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμεναι· | 71 |
72 | αἳ ῥᾳδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς γῆς ὑποκύψαι Ῥωμαίοις ἠνάγ‐ κασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχ‐ θησαν. Τότε δ’ οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐδέτεροι διά τε | |
5 | ἀρετὴν καὶ τὴν ἐς τοὺς ἐναντίους ἀπέχθειαν εἴκοντες. πολλῆς τε διαφθορᾶς ἀφ’ ἑκατέρων γενομένης, τέλος οἱ περὶ τὸν Πομπήιον ἐκλείπουσι, καὶ πολλοὶ μὲν αὐτοῦ πίπτουσι, πολλοὶ δὲ σποράδες ἀπεχώρουν τὸ στρατόπεδον ἔρημον διαρπάσαι τοῖς ἐναντίοις παρα‐ δόντες. αὐτὸς δὲ Πομπήιος ὀλίγοις ἅμα τῶν ἑταίρων καὶ τοῖς | |
10 | φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλαβεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πατέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν. Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ Χίου, πο‐ | |
15 | νηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυχούντων, πρὶν καταπλεῦσαι μηδὲν μήτε εἰπόντα μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. ὡς γὰρ ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα καὶ ἀπώλετο. ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ | |
20 | Πτολεμαῖος ἀσέβημα τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πολέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμένος. ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. | |
25 | ἀνοιχθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀναφαίνε‐ ται καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις κατ’ αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρι‐ κωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον | |
30 | βασιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος ἐγνωσμένῃ. φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. ἐνδημοῦντος δὲ διὰ ταύτην τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε τὸ πλῆθος. ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχω‐ ρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν ὅπλων | |
35 | ἐντεῦθεν διαφθαρῆναι. | 72 |
73 | Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖ‐ θις νεωτερίζειν ἀρξάμενον ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ’ αὐτὸν καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς | |
5 | ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἣν αὐτὸς πρότερον τὸν πατέρα συνήλασεν. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν καὶ κοινωνὸν τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν | |
10 | ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ. πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δω‐ ρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε τῶν ἀναγκαίων ἐπιμελητὰς καὶ ἱερεῖς ὑπὲρ τὸ νενομισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, | |
15 | Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγη‐ ρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπεραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαϊκῆς εὐγενείας συνελθὸν συμμάχῳ τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων ἀνενε‐ οῦτο τὸν πόλεμον. | |
20 | Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥωμαίων Πόπλιος Κορνήλιος Σκιπίων ἐκ τοῦ παλαιτάτου μὲν γένους Σκιπίωνος Ἀφρικανοῦ γεγονώς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρκος Πετρήιος καὶ Κόιντος Βάρος καὶ Μάρκος Πόρκιος Κάτων ὁ φι‐ λόσοφος καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς | |
25 | ὤν. οἷς ἀντιταξάμενος ὁ Καῖσαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πραττομένων τύχας κρατεῖ παντάπασιν· ὡς Κά‐ τωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυ‐ γατρὶ Πομπηίου πρὸς αὐτοῦ διαφθαρῆναι τοῦ Καίσαρος. | |
30 | Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάιος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν εὐθὺ τὰς Ἰβηρίας ἐχώρει. οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυ‐ τοῖς τε καὶ τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σέξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις ἀνενε‐ | |
35 | οῦντο τὸν πόλεμον. ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι, ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον | |
γίνεται· καθ’ ἥν φασι παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, | 73 | |
74 | ὡς, παρερρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ’ ἑαυ‐ τοῦ τὸ ξίφος τεθνάναι βουλόμενον, πρὶν μετὰ τοσήνδε τῶν πολε‐ μικῶν ἔργων δόξαν ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. ἀνακαλεσάμενος δὲ ὅμως τοὺς | |
5 | φεύγοντας καὶ τὰς τάξεις ἀνανεωσάμενος ἐπιπίπτει τοῖς ἐναντίοις καὶ κρατεῖ περιφανῶς. τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρεσβύ‐ τερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολέμων κατ‐ | |
10 | ειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευθερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. ἐπεὶ γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐ‐ τὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καί, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, | |
15 | οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε ἀληθέστερον εἰπεῖν τυραν‐ νικοῖς χαίρων δῆλος ἦν ἐπιτηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδρι‐ άντας καὶ ἀφιδρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς διὰ τὴν ὑπὲρ ἄνθρωπον δύναμιν θεὸς | |
20 | ὠνομάσθη. εἰσὶ δὲ ἀπὸ τῶν Τρωϊκῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνι‐ αυτοὶ χίλιοι ρκδʹ. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον δι‐ εγένετο, βουλεύουσι κατ’ αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσή‐ κοντος καὶ μίσει τοῦ προτετιμημένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ | |
25 | τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ’ αὐτοῦ σύστασιν βεβαιωσάμενοι. ἐνῆγον δὲ ἄρα μάλιστα πάντων τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵ‐ ματος ἀνέφερον τὴν ἀρχήν, ὃς τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω | |
30 | χρόνοις ἐκβαλὼν πρῶτος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ γὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι γένος ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ | |
35 | Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ’ οὗ τὸ γένος εἰς | |
τούσδε καθήκειν. μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλοσόφου Κάτω‐ | 74 | |
75 | νος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ Κάτω‐ νος συνῴκησε θυγατρί, γυναικὶ σώφρονι καὶ γενναίᾳ. ἐπὶ δὲ τοῖς Βρούτοις Γάιος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ | |
5 | Παρθυαίους συστρατευσάμενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπάσαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει τὴν βουλὴν συνελ‐ θοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον μεθέξων τῶν γινομένων. ὡς δὲ τὰ ξίφη διεκό‐ | |
10 | μισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀναστάντες καὶ περιστάντες τὸν Καί‐ σαρα κατετίτρωσκον, ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώ‐ θει τοὺς ἐπιόντας καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦ‐ τον γυμνῷ τῷ ξίφει ἐπ’ αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις | |
15 | τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέδωκε παίειν τὸ σῶμα. τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀναδεξάμενος ἀναλίσκεται· ἐτῶν δὲ τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων. Ἐπειδὴ Καῖσαρ ἀνῃρέθη κατὰ τὸ βουλευτήριον, αὖθις ἐμφύ‐ λιος ἀνήφθη πόλεμος. τοὺς μὲν γὰρ αὐθέντας τοῦ Καίσαρος, οἷα | |
20 | τῆς κοινῆς ἐλευθερίας προστάτας, περιεῖπε τὸ συνέδριον· ὅ γε μὴν ὕπατος Ἀντώνιος τοῖς ἀχθομένοις τῇ τοῦ Καίσαρος τελευτῇ προσθέμενος πιέζειν τοὺς ἄνδρας καὶ καταναλίσκειν ἐκ παντὸς ἐπενόει τρόπου, καὶ οὐ καθῆκεν, ἄχρις οὗ φυγάδας τῆς πόλεως τοὺς περὶ τὸν Βροῦτον κατέστησεν. οἱ μὲν γὰρ ὑπεξῆλθον δεί‐ | |
25 | σαντες τὴν τοῦ Ἀντωνίου δύναμιν δημαγωγοῦντος κατ’ αὐτῶν τὸ πλῆθος· ἡ δὲ βουλὴ ἀρχάς τε καὶ τιμὰς τοῖς ἀνδράσι προσένειμεν ἄρχειν Συρίας τε καὶ Μακεδονίας ψηφισαμένη. ταραχθείσης δὲ τῆς πόλεως ἐν ἑαυτῇ, πολλά τε καὶ ἔκνομα τὸν Ἀντώνιον δια‐ πραττόμενον, πολέμιον ἀνεῖπεν ἡ βουλή, ἐπί τε τῇ συλλήψει τοῦ | |
30 | ἀνδρὸς ἤδη τῆς πόλεως σὺν ταῖς οἰκείαις δυνάμεσιν ἀπεληλυθότος Πάνσαν τε καὶ Ἵρκτιον τοὺς ὑπάτους ἐκπέμπει, τρίτον ἡγεμόνα τούτοις ἐπιτάξασα τὸν Ὀκταούιον ἔτι νέον ὄντα. [ΖΗΤΕΙ ΕΝ ΤΩ | |
ΠΕΡΙ ΚΑΙΣΑΡΩΝ]. | 75 | |
76 | 31. Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦτον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρος τὸν Αὔγουστον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ | |
5 | καὶ Κασσίῳ συμπολεμήσαντος. οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Πε‐ ρουσίῳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς ἥλω μέν, οὐ μὴν ἀνῃρέθη, ἀλλ’ ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. | |
10 | 32. Ὅτι Ἡρώδης ὁ τὸν πρόδρομον ἀποκεφαλίσας γενόμενος ἐμπληθὴς ἐκρίνετο μῆνας ηʹ, καὶ κατὰ τὸν αὐτοῦ κοιτῶνα ἀνῃρέθη ξίφει, συνειδυίας, ὥς φασι, καὶ τῆς γυναικὸς αὐτοῦ. 33. Ὅτι ἐπὶ Τιβερίου τοῦ βασιλέως γενόμενος ὁ κύριος Ἰη‐ σοῦς ἐτῶν λγʹ ὑπὸ τῶν Ἰουδαίων κατηγορεῖτο, ὡς καταλύων αὐ‐ | |
15 | τῶν τὴν δόξαν καὶ ἑτέραν ἀντεισάγων καινήν. καὶ συναχθέντες ἅπαντες ἐν Ἱεροσολύμοις στάσιν ἐκίνουν κατ’ αὐτοῦ, βλασφημίας καταχέοντες εἴς τε τὸν θεὸν καὶ τὸν Καίσαρα. ἐντεῦθεν παρρη‐ σίαν λαβόντες καὶ κρατήσαντες αὐτὸν ἐν νυκτὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι· ὅστις εἴτε διὰ δειλίαν τοῦ πλήθους εἴτε δι’ | |
20 | ἐπαγγελίαν χρημάτων, μηδεμίαν αἰτίαν εὑρηκώς, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. καὶ σταυρωθέντος αὐτοῦ, σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐπὶ πᾶσαν τὴν γῆν. γευσάμενος δὲ θανάτου ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. μάρτυρες γεγόνασι πολλοὶ θεασάμενοι καὶ συγγράψαντες. | |
25 | 34. Ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν τῷ ἱπποδρομίῳ καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε καὶ Χεραίας, Κορνήλιός τε καὶ Σαβῖνος, καίτοι χιλιαρχίας παρ’ αὐτοῦ πεπιστευμένοι, συνωμό‐ σαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν | |
30 | κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχό‐ μενον, ὅτε δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. εὐθέως τε τὴν γυναῖκα | |
καὶ τὴν θυγατέρα διεχρήσαντο. καὶ τὰ μὲν Γαΐου τοιαῦτα τρισὶν | 76 | |
77 | ἔτεσι καὶ μησὶ θʹ ἡμέραις τε ηʹ καὶ κʹ βασιλεύσαντος. καὶ αὐτὸς τοῖς ἔργοις ὡς οὐκ ἦν θεὸς ἐξέμαθεν, ὑφ’ ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο, καὶ ὑφ’ ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ | |
5 | καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ ἐστασίαζον, ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. τούτων δὲ περὶ τὸν Γάιον πραττομένων, Σέντιός | |
10 | τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα ἐς τὸ Καπιτώλιον μετεκόμισαν, φύλακάς τε τοὺς πλείους τῆς γε‐ ρουσίας ἐπέστησαν καὶ στρατιώτας ἱκανούς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χεραίαν τὸ πρακτέον ἐσκοποῦντο. | |
15 | 35. Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χεραίαν καὶ τοὺς ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθείς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ’ ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. | |
20 | 36. Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη ἐν τοῖς καλουμένοις μύκησιν ἐνέβαλεν. ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπεβουλεύθη· καὶ ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθῃ ἐξεκομίσθη, διά τε | |
25 | τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ ἡμέρας ιγʹ, αὐταρχήσας δὲ ἔτη ιʹ καὶ γʹ. ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη μὴ παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη παρὰ | |
30 | τῷ τῆς Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμω‐ ρίαν ἐκείνης ἐνομίσθη. καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι’ ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐ‐ τῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπό‐ | |
35 | λωνται. | 77 |
78 | 37. Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάιος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσ‐ λαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος | |
5 | ἐπὶ τὴν Ῥώμην ἐλαύνει. ὁ γοῦν Νέρων οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει, ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν ὁμολογεῖ τί καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα, αὐτὸς μὲν τῶν Γαλλίων ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ | |
10 | πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν καὶ ὅσα τῇ Ῥωμαίων ἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρα‐ τιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. ἀλλ’ ὁ μὲν Οὐίνδιξ, καίτοι | |
15 | ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυρόμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία ἀμφότεροι τῷ Νέρωνι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀν‐ θρωπείου βίου καταγνούς, καί τι πρὸς τὸ δαιμόνιον εἰπών, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατ‐ | |
20 | ειργάσατο. ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπερ‐ αλγήσας καί τινας τῶν στρατιωτῶν κολάσας ἐν ἀφασίᾳ κατέστη. ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ’ ἐβουλεύσατο ἀμφ’ αὑτὸν ἄλλο πρᾶξαι. καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀπο‐ | |
25 | κτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, εἰπὼν ὅτι· κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τὸ δὲ τέχνιον ἡμᾶς θρέψει. οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα πρὸς τοὺς δο‐ ρυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλήν, προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι καὶ μετα‐ | |
30 | ποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατο‐ πέδου ἔπαρχον Σκίπουλον ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βα‐ | |
σιλέως φρουρᾶς. | 78 | |
79 | Ὁ δὲ Νέρων, ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ, φυγεῖν δὲ ἐπεχείρησεν, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέ‐ ζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος καὶ ἐφ’ ἵππον οὐδὲν βελτίονα | |
5 | ἀναβάς, κατακεκαλυμμένος πρὸς χωρίον τι λεγόμενον Καισαρίου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. νυκτὸς δ’ ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονεν. καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου πα‐ ραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα, ἐν ᾧ μέχρι | |
10 | πολλοῦ ἐρριμμένος πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν ὡς καὶ ἀναζητοῦσαν ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ’ ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ | |
15 | διψήσας ἔπιεν ὕδωρ. ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνόν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. | |
20 | ἃ δὴ προαισθόμενος ὁ Νέρων τούς τε χωροῦντας ἐπ’ αὐτὸν κατα‐ δείσας προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διή‐ | |
25 | μαρτεν, ἀποφυγόντος ἐκείνου. τότε ἔφη· ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω· καὶ τοῦτο εἰπὼν ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. καὶ ὁ μὲν Νέρων φὺς ἄρι‐ στα καὶ τραφεὶς κάκιστα οὕτως τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐ‐ τῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. | |
30 | καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις διακεκόσμηται, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τι δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες, εἰκόνας τε καὶ ἀνδριάντας κατασπῶντες ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. 38. Ὅτι Γάλβας ὁ μετὰ Νέρωνα θαυμαζόμενος ἐν τοῖς κατὰ | |
35 | τὴν ἀρχὴν ἐπιτηδεύμασιν ἔδοξέ πως εἶναι τραχύς τε καὶ πρόχει‐ | 79 |
80 | ρος ἐν ταῖς τῶν ἁμαρτανομένων ἐπανορθώσεσι· βραχὺν γάρ τινα †πρὸς τὸν τῆς ἡγεμονίας διατελέσας, ἐπιβουλευθεὶς ὑπὸ τοῦ Ὄθω‐ νος ἀναιρεῖται κατὰ μέσην ἀγοράν. 39. Ὅτι Ὄθων ἀνελὼν τὸν Γάλβαν ὡς παρῆλθεν εἰς τὴν ἡγε‐ | |
5 | μονίαν, Βιτέλλιος ὑπὸ τῶν Γαλατικῶν τε καὶ Γερμανικῶν στρατο‐ πέδων αὐτοκράτωρ ἀναγορευθεὶς ἤλασεν ἐπ’ αὐτόν. Ὄθων δὲ σὺν ταῖς οἰκείαις ὑπαντήσας δυνάμεσιν ἐλαττοῦται κατὰ τὴν πρώ‐ την συμβολήν, καὶ τοῖς παροῦσιν ἀθύμως διατεθείς, καίτοι στρα‐ τιᾶς αὐτάρκους αὐτῷ καθεστηκυίας, ὑπεξάγειν ἑαυτὸν ἐκ παντὸς | |
10 | ἔγνω τρόπου. δεομένων δὲ τῶν στρατιωτῶν, μὴ ταχέως οὕτω τὰς περὶ τοῦ παντὸς καταβαλεῖν ἐλπίδας, ἀποκρινάμενος, οὐδαμῶς ἄξιον ἑαυτὸν ἡγεῖσθαι τοσαύτης ἐμφυλίου ταραχῆς καὶ κινήσεως, ἑκουσίως ὑποδέχεται τὸν θάνατον ὀγδόῳ καὶ λʹ τῆς ἡλικίας ἔτει, τῆς γε μὴν βασιλείας ἡμέρᾳ εʹ καὶ Ϟʹ. ἡ δὲ στρατιὰ ἐπένθησεν | |
15 | αὐτὸν ἡττηθέντες τοῦ πάθους. καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμ‐ προσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι. 40. Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰου‐ δαίων νεωτερίζειν ἀρξαμένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει | |
20 | τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. ὡς οὖν ἐπολιόρκει τὴν Ἱερουσαλήμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροι‐ σθέντες ἀναγορεύουσιν αὐτὸν βασιλέα. ὅπερ ἀκηκοὼς Βιτέλλιος Σαβῖνον τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτολίῳ προσφυγόντα συγκατέπρησε τῷ ἱερῷ. κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, | |
25 | ἐπειδὴ καὶ ὁ τοῦ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συνδραμόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον καὶ προσάγουσι τοῖς Βεσπασιανοῦ στρατιώταις καὶ κατακρίνουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. εἱλκύσθη γὰρ διὰ πάσης τῆς πόλεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν | |
30 | αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ἀνθερεῶνι, βαλλόμενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνεβλήθη τῷ Θύβριδι ἕβδομον καὶ νʹ ἔτος | |
ἄγων. | 80 | |
81 | 41. Ὅτι ὁ Βεσπασιανὸς οὕτως ἄρα τὸ πεπρωμένον ἐπὶ τοῖς ταισὶ ἐγίνωσκε τέλος, βίου τε αὐτῶν πέρι καὶ τῆς ἐς τὴν ἡγεμο‐ νίαν παρόδου, ὡς πολλάκις, μηνυθείσης ἐπιβουλῆς, μηδὲν μὲν ἐργάσασθαι τοὺς ἐπ’ αὐτῷ συνεστῶτας κακόν, διαρρήδην δὲ ἐν τῷ | |
5 | βουλευτηρίῳ ὑπὸ τῇ πάντων ἀκοῇ προσειπεῖν, ἢ τοὺς παῖδας ἕξειν ἢ μηδένα παντελῶς τῆς βασιλείας διάδοχον. 42. Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως ἀνήρ τις Ἴων τὸ γένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσ‐ εοικὼς τῷ Νέρωνι, (καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν) Νέ‐ | |
10 | ρων τε εἶναι ἐπλάττετο καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ’ αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατρι‐ βὰς ἐς τόδε. πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπα‐ τήσας τοῖς λόγοις ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσεποιήσατο. τέλος πρὸς Παρθυαίους, | |
15 | ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο. 43. Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάν‐ των ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς | |
20 | τῆς ἡγεμονίας Ῥωμαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. γέγονε μὲν οὖν πολλοῖς οὐ διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μιν πρὸς τοῦ ἀδελφοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσενεγκά‐ μενον. φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβουλήν. τοῦ δὲ ἐρομένου· | |
25 | ἀποθανοῦμαι δὲ τίνα τρόπον; εἰπεῖν τὸν Ἀπολλώνιον· ὅν γε Ὀδυσσεὺς λέγεται. φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. φασὶ δὲ αὐτὸν ἔτι ἔμπνουν ὄντα καὶ τυχὸν περιγενόμενον ἐς λάρ‐ νακα πλήρη χιόνος ἐμβαλών, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸν ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. | |
30 | ὁ δ’ οὖν Τίτος ψυχοραγῶν ἤδη ἔφη· ἓν μόνον ἐπλημμέλησα· τὸ δὲ τί τοῦτο ἦν αὐτὸς μὲν οὐ διεσάφησεν, οἱ δὲ παρόντες ἐς τὸν Δομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν | |
ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκεν, καὶ περιέμεινεν αὐ‐ | 81 | |
82 | τὸς ὑπ’ ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν. 44. Ὅτι ἅπασιν ὁ Δομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ | |
5 | κατακτείνεται, εʹ καὶ λʹ γεγονὼς ἔτη, ἄρξας δὲ ιεʹ. τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἐκφορηθὲν ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρχῆς διέποντα βιβλίδια, οὔτε τῆς Δομιτίας | |
10 | τῆς τοῦ τυράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλήν, οὔτε Νορβάνου καὶ Σε‐ κούνδου τῶν ὑπάρχων. τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκ‐ ποδῶν ἀθρόως ὁ Δομετιανὸς ποιήσασθαι διέγνωκεν, καί τινα καὶ γράμματα περὶ τούτου θεασαμένους οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, | |
15 | ἀλλ’ ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον, καὶ τοῦτον προσπεσόντα Δο‐ μετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν. ἀναπηδήσαντος γοῦν ἐκείνου καὶ τὸν Στέφανον καταβάλλοντος, δεί‐ σαντας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν | |
20 | καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. προσημῆναι δὲ τῷ Δο‐ μετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλά, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων Λάργικνον ἀστρολόγον τινά. τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ. τὴν τε‐ λευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ | |
25 | ὑπάρχου ἀναπεμφθῆναι τῷ Δομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μέν, οὐ μὴν ἀποθανεῖν, τοῦ τυράννου ἀναβαλλομένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δικαιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειεν· κἀν τούτῳ, ἀναιρεθέντος τοῦ Δομετιανοῦ, | |
30 | διαφυγεῖν τὸν ἄνδρα. κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τε‐ λευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ’ ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ’ αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς, προ‐ | |
ειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν Δομετιανὸν πάθος τοῖσδε | 82 | |
83 | τοῖς ῥήμασι· καλῶς, ὦ Στέφανε, εὖ γε, ὦ Στέφανε, παῖε τὸν μιαι‐ φόνον. ἔπληξας, ἔτρωσας, ἀπέκτεινας. 45. Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας κατα‐ φρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν | |
5 | Παρθένιον προσφιλεστάτους οἱ ὄντας ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ’ οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. λέγεται δὲ Τραιανῷ ἄλλα τέ τινα τε‐ λευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν ἐπιθεῖναι στίχον· Τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. | |
10 | 46. Ὅτι ὁ Τραιανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνητον, ὥστε Σούραν Λικίννιον, ἄνδρα μέγα μὲν παρ’ αὐτῷ δυνάμενον, διαβληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπρα‐ γίας, μήτε ὑποπτεύσας μήτε μισήσας, ἐγκειμένων τῶν διαβαλλόν‐ των καὶ ἐπιβουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόντων, ἐπὶ δεῖπνον | |
15 | ὡς τὸν Λικίννιον ἀπῆλθεν ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀπο‐ πεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικιννίου καλέσας ὑπ’ ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακαλεσάμενος ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. ἐπεὶ δ’ ἀπῆλθεν οἴκαδε πρὸς τοὺς εἰωθότας διαβάλλειν τὸν ἄνδρα· εἰ | |
20 | ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν. οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον, ἐβεβαιοῦτο. διὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυσάμενος κατ’ ἴσον προσεκυνεῖτο τοῖς κρείττοσιν. | |
25 | 47. Ὅτι Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια πλεῖστά τε καὶ λόγου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξάμενος, ἄλλως δὲ οὖν νεωτεροποιός, καινοτομεῖν ἐπήρθη, πρὸς τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προαχθεὶς τὴν ἔννοιαν. αὕτη γὰρ τὸν Μάρκον ἀρρωστήσαντα τεθνήξεσθαί | |
30 | τε καὶ ἄλλως νοσώδη ὄντα οἰηθεῖσα, δείσασα τὸ μὴ εἰς ἕτερον | |
περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέου ὄν‐ | 83 | |
84 | τος καὶ ἄρχειν οὐκ ἐπιτηδείου, ἔπεισε τὸν Κάσσιον, κρύφα πέμ‐ ψασα τῶν αὐτῇ πιστῶν τινας, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθη‐ ται τὸν Μάρκον τεθνεῶτα, συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμ‐ πράξειν ὑποσχομένη. ὅς, φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ | |
5 | δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. Τούτων μὲν οὖν ἕνεκα ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο, καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη. οὐ μὴν ὅπλων αὐτῷ κατὰ τῶν ἐπαναστάντων ἐδέησεν. ὁ γάρ τοι | |
10 | Κάσσιος ἀναιρεθεὶς πρός τινος τῶν ἀμφ’ αὐτὸν ἔφθασεν. καθ’ ἡσυχίαν δ’ οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθὼν οὔτε δῆμον οὔτε πόλιν οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ Κασ‐ σίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι γὰρ ἦσαν κἀνταῦθα τῶν | |
15 | βουλευτῶν συχνοὶ τὰ τοῦ Κασσίου περιφανῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ μηδὲν χαλεπὸν γνῶναι, τούτοις ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται τὴν χρηστότητα τοῦ ἀν‐ δρὸς σαφῶς ἐνδεικνύμενα. ἦν δ’ οὖν τοιαῦτα· ἱκετεύω ὑμᾶς, ὦ βουλή, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς αἵματος βουλευτικοῦ | |
20 | φυλάξασθαι· μὴ γένοιτό τινα ἐξ ὑμῶν ἐπ’ ἐμοῦ ἢ τῇ ἐμῇ ἢ τῇ ὑμετέρᾳ ψήφῳ θανατωθῆναι. καὶ τέλος ἔφη ὅτι· ἂν μὴ τούτου τύχω, ἀποίσομαι πρὸς τὸν θάνατον. καὶ οὐκ ἐπῆρε τὸν Μάρκον οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετολμημένων, οὐχ ἡ ἀπιστία τῶν τολμησάντων, | |
25 | οὐ τὸ ὑπὲρ τῶν ὁμοίων ἐς αὖθις δέος. 48. Ὅτι μέχρι μέν τινος ὁ Κόμοδος πάντα ἔπραττε τοῖς πατρικοῖς φίλοις συμβούλοις χρώμενος. ἐπειδὴ δὲ Περέννιον ἔπαρχον τῶν στρατοπέδων κατέστησεν, ἄνδρα τὸ μὲν γένος Ἰτα‐ λιώτην, πονηρὸν δὲ τὸ ἦθος, αὐτὸς μὲν τρυφαῖς καὶ συμποσίοις | |
30 | ἐσχόλαζεν, οὗτος 〈δὲ〉 πάσης τῆς ἀρχῆς τὴν ἐξουσίαν ἐνδυσάμενος τούς τε πατρῴους φίλους πρῶτος διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοι ἦσαν, τούτους εἰς ὑποψίαν ἄγων τὸ μειράκιον ἐξεφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὐτῷ παράσχοι ἁρπάζειν τὰ ἐκείνων. μέχρι μὲν οὖν τινος ἐπεῖχε τὸν νέον ἡ τοῦ πατρὸς | |
35 | μνήμη καὶ ἡ τῶν φίλων αἰδώς· ἀλλ’ ὥσπερ τινὸς βασκάνου τύχης | 84 |
85 | ἀνατρεπούσης αὐτοῦ τὴν κοσμίαν ἀρχήν, συνέβη τι τοιοῦτον. Λου‐ κίλλα ἦν τῷ Κομόδῳ πρεσβυτάτη ἀδελφή· αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ἐποιήσατο. ἐπειδὴ οὖν συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων | |
5 | τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων, Πομπηιανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν· ἀλλὰ καὶ ὁ Κόμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελ‐ φῇ. ἐπειδὴ δὲ ἠγάγετο αὐτὸς Κρισπίναν, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικί, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα τῷ μὲν ἀνδρὶ οὐκ ἐθάρρησεν εἰπεῖν, | |
10 | Κοδράτῳ δέ τινι, εἰς ὃν καὶ διεβάλλετο, ὑπέθετο τὸν Κόμοδον ἀνελεῖν· ὁ δὲ Κυντιανῷ νεανίᾳ θρασυτάτῳ τε καὶ φονικωτάτῳ τὴν ὀλεθρίαν ἐπέτρεψε πρᾶξιν. ὅστις λαβὼν ἐγχειρίδιον καὶ ὑπο‐ στὰς ἐν τῇ τοῦ θεάτρου εἰσόδῳ (ἔστιν δὲ αὕτη ζοφώδης) ὥρμησε κατὰ τοῦ Κομόδου. ὡς δὲ διήμαρτε τῆς πληγῆς, κρατηθεὶς ὑπὸ | |
15 | τῶν σωματοφυλάκων ἅπαντα διήλεγξε. καὶ αὐτὸς μὲν παραχρῆμα δίκην ἀνοίας ὑπέσχεν, ὁ δὲ Κόμοδος ἔκτοτε κοινοὺς ἐχθροὺς ἅπαντας ἐλογίζετο. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασις, ἣν ἐζήτει· τήν τε γὰρ ἀδελφὴν ὁ Κόμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ὡς ἔτυχε δια‐ | |
20 | βαλλομένους ἀπεσκευάζετο, μάλιστα τοὺς πατρῴους καὶ ἀναγκαίους φίλους, τοῦτο τοῦ Περεννίου κατασκευάζοντος. ποιησάμενός τε γὰρ ἑαυτὸν ὑπὸ ἐξουσίαν ἐπεβούλευε τῇ ἀρχῇ, τόν τε Κόμοδον κατερ‐ γάσασθαι βουλόμενος καὶ τοῖς ἑαυτοῦ παισὶ τὴν βασιλείαν δια‐ νεῖμαι. ἐγνώσθη δὲ ἡ ἐπιβουλὴ παραδόξως ὑπὸ φιλοσόφου τινὸς | |
25 | ἐν τῷ θεάτρῳ μεγάλῃ τῇ φωνῇ ἀνακράζοντος. καὶ ὁ μὲν ὑπὸ τοῦ Περεννίου δίκας τῆς παρρησίας λαβὼν πυρὶ παρεδόθη, ὁ δὲ Κόμοδος ὑπετόπει τε τὸν Περέννιον καὶ ἐμέμνητο τῶν λεχθέντων. ὀλίγου δὲ χρόνου διελθόντος, στρατιῶταί τινες τῶν Ἰλλυριῶν λαθόντες τὸν Περεννίου παῖδα νομίσματα ἐκόμισαν ἐκτετυπω‐ | |
30 | μένα τὴν ἐκείνου εἰκόνα· ἅπερ ἑωρακὼς ὁ Κόμοδος, πεισθεὶς δὲ τοῖς λεχθεῖσιν αὐτῷ πολλάκις, πέμψας διὰ νυκτὸς ἀποτέμνει τὴν κεφαλὴν τοῦ Περεννίου, καὶ τὴν ταχίστην ἐκπέμπει πρὸς τὸν αὐτοῦ παῖδα, ὃς ἦν ἔπαρχος τοῦ ἐν Ἰλλυριοῖς στρατοπέδου, τὰ ἐπὶ τῆς Ῥώμης ἔτι ἀγνοοῦντι, κελεύει τε αὐτὸν διά τε φιλικῶν | |
35 | γραμμάτων ἥκειν ἐν τῇ Ῥώμῃ, ὡς καὶ τοῦ πατρὸς αὐτοῦ βουλο‐ | |
μένου, καὶ τὴν ὕπατον ἀρχὴν αὐτοῦ ληψομένου. ὁ δέ, τῶν ἀγγέλων | 85 | |
86 | εἰπόντων ταῦτα, ἀσχάλλων μὲν ὅτι ἀτελῆ κατέλιπε τὰ τῆς τυραν‐ νίδος, θαρρῶν δὲ τῇ τοῦ πατρὸς δυνάμει, ποιεῖται τὴν ὁδοιπορίαν. γενομένου δὲ αὐτοῦ κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διε‐ χρήσαντο. | |
5 | Τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν. ὁ δὲ Κόμοδος δύω τοὺς ἐπάρχους καταστήσας ἀσφαλέστερον ᾠήθη πράττειν. χρόνου δέ τινος διαδραμόντος, ἑτέρα τις ἐπιβουλὴ κατ’ αὐτοῦ γέγονεν. Μάτερνός τις ἐκ τῶν στρατιωτῶν φυγάς, πολλὰ καὶ δεινὰ διαφόρως τολμήσας πείσας τέ τινας ἀπὸ τῶν αὐτῶν ἔργων | |
10 | χεῖρα πολλὴν κακούργων συναθροίζει. καὶ πρότερον μὲν τὰς πλησίον ἐλῄστευσε πόλεις, εἶτα καὶ μείζονα τολμήσας εἰς τὴν Ἰταλίαν εἰσέδυ· καὶ ἐπιτηρήσας ἡμέραν, ἐν ᾗ ὁ βασιλεὺς πανδημεὶ ἑορτὰς ἐπιτελεῖ, καὶ πάντες τὰ ἑαυτῶν σχήματα διήλλαττον ὡς ἐβούλοντο, καιρὸν ἐπιτήδειον νομίσας λαβών τε δορυφόρου σχῆμα | |
15 | ἐπεπήδησε διαχρήσασθαι τῷ Κομόδῳ. ἀλλ’ εἷς τῶν σὺν αὐτῷ κακούργων παροξυνθεὶς ὑπὸ φθόνου προδιαγγέλλει τοῖς τοῦ βασιλέως οἰκείοις· καὶ συλλαβόντες τὸν Μάτερνον ἀπέτεμον αὐτοῦ τὸν αὐχένα. Κόμοδος δὲ τοῖς ἑαυτοῦ θεοῖς ὁμολογήσας χαριστη‐ ρίους τιμὰς ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς βασιλείας ἐπανη‐ | |
20 | γύριζεν. Ὁ δὲ Κόμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλὴν πλείονί τε φρουρᾷ ἐχρήσατο καὶ σπανίως τοῖς δήμοις ἐφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις διατρίβων. συνέβη γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον καὶ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν καὶ πολλοὺς διαφθεί‐ | |
25 | ρειν. ἐπέσχε δὲ καὶ λιμὸς κατ’ αὐτὸ τοὺς ἀνθρώπους, ἐκ τοιαύτης αἰτίας. Κλέανδρός τις, τῷ μὲν γένει Φρὺξ συναυξηθείς τε τῷ Κομόδῳ, εἰς τοσοῦτον ὑπ’ αὐτοῦ τιμῆς προῆλθεν, ὡς καὶ τὴν τοῦ σώματος φρουρὰν καὶ τοῦ θαλάμου καὶ τῶν στρατιωτῶν πρόνοιαν ἐγχειρισθῆναι· ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ πρὸς | |
30 | βασιλείας ἐπιθυμίαν προῆλθεν· ὠνούμενος δὲ πλεῖστον σῖτον ἀπέκλειεν, ἐλπίζων τόν τε δῆμον καὶ τὸ στρατόπεδον ἐν σπάνει καταστήσας, ἐπιδόσεσι λαμπραῖς ἁλόντας ὑπαγαγέσθαι· καὶ γυμνάσιον καὶ λουτρὸν μέγιστον κατασκευάσας τούτους ἐδελέαζεν. οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτὸν καὶ τῶν δεινῶν τὰς | |
35 | αἰτίας εἰς ἐκεῖνον ἀναφέροντες τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις κακῶς ἠγόρευον, τὸ δὲ τελευταῖον καὶ ἐν τῷ προαστείῳ τοῦ | |
Κομόδου πανδημεὶ ἐπελθόντες κατεβόων καὶ τὸν Κλέανδρον πρὸς | 86 | |
87 | θάνατον ᾔτουν. ταραχῆς δὲ οὔσης, τῷ μὲν Κομόδῳ ἐκώλυσεν γνωσθῆναι, αὐτὸς δὲ στρατιώτας ἐπαφῆκεν τῷ δήμῳ καὶ μέχρι τῆς πόλεως διωκόμενον ἔκοπτεν. ὡς δὲ ἐν τῇ πόλει εἰσῆλθεν, οἱ ἐν αὐτῇ μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλεί‐ | |
5 | σαντες τὰς εἰσόδους ἐκ τῶν δωμάτων λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππέας. οἱ δὲ ἔπασχον ἅπερ ἐδεδράκεισαν. τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες εἰς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ καὶ διεφθάρησαν. ἐμφυλίου τε πολέμου τηλικούτου τὴν Ῥώμην κατέ‐ χοντος, ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τῷ Κομόδῳ τὰ πραττόμενα | |
10 | ἐβούλετο δέει τῆς Κλεάνδρου ἐξουσίας· ἡ δὲ πρεσβυτάτη τῶν ἀδελφῶν τοῦ βασιλέως λυσαμένη τὰς τρίχας καὶ ῥίψασα ἑαυτὴν ἐπὶ τῆς γῆς ἅπαντα διηγόρευε τὰ τῷ Κλεάνδρῳ πεπραγμένα, καὶ ὅτι τῆς βασιλείας ἐκβάλλονται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδοθείη. τότε καὶ τῶν παρόντων τινὲς ἐθάρρησαν καὶ τοῖς τῆς | |
15 | ἀδελφῆς λόγοις τὸν Κόμοδον ἐξετάραξαν. ἐκπλαγεὶς δὲ ἐκεῖνος τόν τε ἐπικείμενον κίνδυνον καταλαβὼν τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύει τοῦ Κλεάνδρου, καὶ ἐπὶ δόρατος μακροῦ ἐκπέμπει τῷ δήμῳ. ὁ δὲ παραχρῆμα τῆς μανίας ἐπαύσατο προσανελὼν μέντοι καὶ τοὺς υἱοὺς τοῦ Κλεάνδρου. | |
20 | Καὶ ὁ μὲν Κλέανδρος οὕτω τε ἤνθησεν ἐν ὀλίγῳ καὶ οὕτω διεμαράνθη· ὁ δὲ Κόμοδος εἰσελθὼν ἐν τῷ ἄστει μεγαλοφρόνως ὑπεδέχθη. πειραθεὶς δὲ τοσούτων κινδύνων ἀπίστως προσεφέρετο πᾶσιν ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς πιστεύων, σχολάζων τε ἀλλεπαλλήλοις καὶ ἀκολάστοις τοῦ σώματος ἡδοναῖς | |
25 | ἡνιόχοις τε καὶ ὑποκριταῖς καὶ θηρίων σφαγαῖς. ὑπὸ δέ τινος τύχης ἐλαυνόμενος εἰς τοσοῦτον μανίας καὶ παροινίας προυχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΚΑΚΙΑΣ ΚΑΙ ΑΡΕΤΗΣ.] 49. Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων | |
30 | τοὺς μὲν ἀπεπέμψατο· αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον γράφει ὅσους χρὴ φονευθῆναι. ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων, ὥς ποτε τὰς Στυμφαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ | |
35 | βουλόμενος. τοὺς μὲν γὰρ ὡς πρεσβύτας καὶ πατρῴους φίλους | 87 |
88 | αἰδούμενος ἔχειν αἰσχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι βουλόμενος μονομάχοις. τὴν δὲ δέλτον τίθησιν ἐπὶ τοῦ σκίμποδος, ἔνθα μηδεὶς εἰσῄει. παιδίον δέ τι μικρόν, ὅπερ ἠγάπα ὁ Κόμοδος καὶ ἐπετέρπετο Φιλοκόμοδόν τε | |
5 | ὠνόμασεν, τοῦτο λαβὸν τὴν δέλτον ἔπαιζεν ἐπὶ τοῦ σκίμποδος αἰφνιδίου δὲ τοῦ Κομόδου προελθόντος, ἔμεινε παρὰ τῷ παιδίῳ τὸ γραμμάτιον· ὅπερ ἀνελομένη ἡ Μαρκία δεδοικυῖα μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος διαφθείρῃ, γνωρίσασα τὴν τοῦ Κομόδου χεῖρα διεξῆλθε καὶ εὗρεν αὐτὸ θανατηφόρον, καὶ πρὸ πάντων | |
10 | αὐτῇ. ἀνοιμώξασα δὲ καθ’ ἑαυτὴν τὸν Ἔκλεκτον μεταπέμπεται· δοῦσα δὲ τὸ γραμμάτιον· ὅρα, ἔφη, ποίαν μέλλομεν παννυχίζειν ἑορτήν. ὁ δὲ ἀναγνοὺς κατεπλάγη καὶ τοῦτο διά τινος πιστοτάτου πέμπει παραχρῆμα τῷ Λαίτῳ. ταραχθεὶς δὲ κἀκεῖνος ἀφικνεῖται πρὸς Μαρκίαν, ὡς δὴ συσκεψόμενος αὐτοῖς· οὐδὲ γὰρ ἦν καιρὸς | |
15 | μελλήσεως. ἀρέσκει δὲ δοῦναι φάρμακον τῷ Κομόδῳ· ὑπέσχετο δὲ αὐτὸ ῥᾷστα δώσειν ἡ Μαρκία· εἰώθει γὰρ αὐτὴ κιρνᾶν αὐτῷ ἐν τῷ δείπνῳ τὴν πρώτην δόσιν. ἐλθόντι δὲ αὐτῷ ἀπὸ λουτροῦ δίδωσι καλῶς κεράσασα· ὁ δὲ πιὼν ἀναισθήτως αὐτίκα ἔπεσεν εἰς ὕπνον, ὑπό τε τοῦ κόπου καὶ τῆς ἀλλεπαλλήλου ἡδονῆς ἑλκό‐ | |
20 | μενος· καὶ μικρόν τι ἡσυχάσας ἤρξατο ἐμεῖν σὺν τῇ προεγκειμένῃ τροφῇ καὶ τὸ φάρμακον. ἡ δὲ Μαρκία φοβηθεῖσα μὴ εἰς πᾶν ἐξεμεθῇ, ἢ διὰ τὴν πλήμην τῆς τροφῆς, ἢ διὰ τὸ προλαμβανό‐ μενον ὑπὸ τῶν βασιλέων ἀλεξιφάρμακον, καὶ πάντες ἀπόλωνται, μετακαλεῖται νύκτωρ τὸν Λαῖτον καὶ τὸν Ἔκλεκτον. οἱ δὲ ὡς | |
25 | ταῦτα ἐπύθοντο, θαρροῦσι τοῦτο Ναρκίσσῳ τινὶ ἀκμαιοτάτῳ ἀποπνίξαι τὸν Κόμοδον. ὁ δὲ εἰσδραμὼν καὶ παρειμένον εὑρὼν ὑπὸ τοῦ φαρμάκου καὶ τῆς μέθης, ἀποσφίγξας τὸν τράχηλον φονεύει. Τοιούτῳ μὲν τέλει βίου ὁ Κόμοδος βασιλεύσας ἔτεσι ιγʹ | |
30 | μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἐχρήσατο. οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ κρύψαι τὸ γενόμενον βουλευσάμενοι εἰς στρωμνήν τινα εὐτελῆ ὑποβαλόντες τὸ σωμάτιον καὶ καταρράψαντες, δι’ οἰκετῶν, πάντας λαθόντες, τῆς βασιλείου αὐλῆς ἐξεφόρησαν. αὐτοὶ δὲ τὸ | |
πρακτέον ἐβουλεύοντο, φήμην ἐγκατασπείραντες, ὅτι ἐν τῷ μονο‐ | 88 | |
89 | μαχίῳ ἀποπληξίᾳ ὁ Κόμοδος ἐτελεύτησεν. ἔδοξεν δὲ αὐτοῖς ἐπι‐ λέξασθαι ἄνδρα πρεσβύτην τινὰ τὸν διαδεξόμενον τὴν ἀρχήν, ὅπως ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειαν. καθ’ ἑαυτοὺς δὲ λογιζόμενοι οὐδένα οὕτως ἐπιτήδειον εὕρισκον | |
5 | ὡς Περτίνακα, τὸ μὲν γένος Ἰταλιώτην, ἐν πολλαῖς πράξεσι στρατιωτικαῖς εὐδοκιμήσαντα, μόνον τε τῶν Μάρκου φίλων περι‐ λειφθέντα· πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. ἐπιστάντες δὲ ταῖς θύραις διεγείρουσι τὸν φύλακα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρα‐ | |
10 | τιώτας καὶ τὸν ἔπαρχον, ἀγγέλλει τῷ δεσπότῃ. ὁ δὲ ἥκειν αὐτοὺς κελεύει προσδοκῶν παραχρῆμα ἀποτέμνεσθαι. εἰσελθόντας δὲ αὐτοὺς ἠσπάσατο καὶ τὸ κελευσθὲν γενέσθαι προέτρεπεν. τοῦτο γάρ, ἔφη, διὰ παντὸς ἐνενόει μόνος περιλειφθεὶς τῶν πατρῴων αὐτοῦ φίλων. προέτεινέ τε πολλάκις τὸν τράχηλον ἀπὸ τοῦ σκίμ‐ | |
15 | ποδος. πρὸς ταῦτα ὁ Λαῖτος· παῦσαι, φησίν, ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων. οὐ γὰρ ἐπ’ ὀλέθρῳ τῷ σῷ ἥκομεν, ἀλλ’ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥώμης. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, ἤπερ αὐτὸς ἡμᾶς δρᾶσαι διενοεῖτο. ἡμεῖς δὲ ἥκομεν 〈σοὶ〉 τὴν βασι‐ | |
20 | λείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ βίῳ, μεγέθει, ἀξιώματι, ἡλικίᾳ, σεμνότητι, πόθῳ τε τοῦ δήμου. ὁ δὲ Περτίναξ· παύσασθε χλευάζοντες πρεσβύτην. ἀλλὰ μήν, ἔφη ὁ Ἔκλεκτος, ἀνάγνωθι τὸ γραμμάτιον· γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα. ἐπιγνοὺς δὲ τὰ γεγραμμένα ὁ Περτίναξ πεισθείς | |
25 | τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν· καὶ συμπαραλαβόντες καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. διαπέμ‐ πουσι δέ τινας τοὺς διαβοήσοντας, ὅτι Κόμοδος τέθνηκεν, Περ‐ τίναξ δὲ ἐπὶ τὸ στρατόπεδον ἄπεισι βασιλεύς. διαδραμούσης δὲ | |
30 | τῆς φήμης, πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβάκχευε καὶ διέτρεχε, βοῶν τε ἀπρεπῆ, καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ἐλέγετο. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ ὅ τε Λαῖτος καὶ Ἔκλεκτος, εἰσῆλθον | |
ἄγοντες τὸν Περτίνακα· καὶ ἀναγορεύεται βασιλεύς. | 89 | |
90 | 50. Ὅτι εὐταξίας καὶ εὐμοιρίας κατεχούσης τὸν βίον βασι‐ λεύοντος Περτίνακος, μόνοι οἱ δορυφόροι ἀσχάλλοντες μνήμῃ μάλιστα τῆς προγεγενημένης αὐτοῖς τυραννίδος, ἁρπαγάς τε καὶ βίας ποθοῦντες ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα, | |
5 | ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς παρέξοντα ἀκόλαστον ἐξουσίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἡσυχα‐ ζόντων, προσπηδῶσι τοῖς βασιλείοις τὰ ξίφη σπασάμενοι. οἱ δὲ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες οὐκ ἔμενον, ἀλλ’ ἕκαστος ἣν εἶχε φρουρὰν καταλιπὼν ἔφυγεν. ὀλίγοι δέ τινες ἀπαγ‐ | |
10 | γείλαντες τῷ Περτίνακι τὴν ἔφοδον συνεβούλευον φυγεῖν καὶ τῇ τοῦ δήμου καὶ τῇ τῆς συγκλήτου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. ὁ δὲ οὐκ ἀνασχόμενος βασιλείας τε οὐκ ἄξια ταῦτα νομίσας ἐξῆλθε τοῦ δωματίου, προσδοκῶν πείθειν αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ὁρμῆς, αἰδουμένους τὸ τοῦ βασιλέως σχῆμα καὶ τὴν τοῦ ἀνδρὸς | |
15 | φιλοσοφίαν. ἔτι δὲ λαλοῦντος τοῦ πρεσβύτου καὶ πολλὰ παραι‐ νοῦντος, ἐπιπίπτουσί τε αὐτῷ καὶ φονεύουσιν. δράσαντες δὲ οὕτως ὠμὸν ἔργον καὶ δεδιότες τὴν ἔφοδον τὴν τοῦ δήμου, εἰς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες καὶ τὰς πύλας ἀποκλεί‐ σαντες ἐπὶ τοῦ τείχους ἀνῆλθον, φρουρὰς καταστήσαντες, ἀμυνού‐ | |
20 | μενοι τοῖς ἐπιοῦσιν. Ἐπειδὴ δὲ διεφοίτησεν εἰς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναί‐ ρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε ἐνθουσιῶ‐ σιν ἐοικότες, μηδὲ εὑρεῖν μηδὲ ἀμύνασθαι δυνάμενοι τοῖς δεδρα‐ κόσι. μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης, οἱ μὲν | |
25 | δημόται ἕκαστος καθ’ ἑαυτὸν δεδιὼς ὑπανεχώρει, οἱ δὲ ἐν ἀξιώ‐ μασιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτήματα ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν. Τοιοῦτον μὲν δὴ τέλος τῷ Περτίνακι βασιλεύσαντι μῆνας ἕξ· οἱ δὲ στρατιῶται, ὡς εἶδον μηδένα τολμῶντα ἐπεξελθεῖν τῷ | |
30 | φόνῳ, ἀναβάντες ἐπὶ τὸ τεῖχος ἐκήρυττον· τίς βούλεται τὴν βα‐ σιλείαν ὠνήσασθαι; ὡς δὲ διεφοίτησεν ἡ φήμη, Ἰουλιανός τις ἤδη μὲν τετελεκὼς τὴν ὕπατον ἀρχήν, ἐν εὐπορίᾳ δὲ πολλῇ ζῶν, ταύτην ὠνεῖται καὶ βασιλεὺς ἀναγορεύεται. σχολάζων δὲ κραι‐ πάλαις καὶ τρυφαῖς καὶ ἄλλοις κακοῖς, ἐκ ταύτης τῆς αἰτίας οἵ | |
35 | τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν κατα‐ | 90 |
91 | φρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις ἐπεκάλει βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ· καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, | |
5 | καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο εἰς ἑορτὰς καὶ θέας ἐπιδιδούς, τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμογνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. | |
10 | ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικεί‐ μενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους καὶ φρουρεῖ τὴν Ῥω‐ μαίων ἀρχήν. ἡγεῖτο δὲ τούτων Σεβῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος. | |
15 | Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάσαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν. ἀνέ‐ πειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα. τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ’ ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα. | |
20 | οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρα‐ τιωτῶν ἐποιεῖτο. τὰ μὲν πρῶτα κατ’ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος περὶ τῆς τῶν Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἔρριπτο, οὐδενὸς ὄντος τοῦ κατ’ ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος. ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ | |
25 | Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ’ αὐτοῖς μεγάλως. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. ὁ δὲ τὴν ἀρχὴν ὑποδε‐ ξάμενος καί τινα προσδιαλεχθεὶς τῷ στρατοπέδῳ εὐθέως τὴν ἐπὶ | |
30 | τὴν Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφο‐ | |
35 | ροῦντες καὶ ταῖς πύλαις ἠνεῳγμέναις ἐδέχοντο. †τὸ γὰρ πλῆθος | 91 |
92 | τοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν, οὓς ἐψεύσατο, καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελθεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρε‐ σκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. | |
5 | Ἐκείνου δὲ ταῦτα βουλευομένου, ὁ Σεβῆρος κατέλαβε τὰ τείχη καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνοντας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσδύνειν τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέ‐ μιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πραττόμενα. ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο ἐν | |
10 | πολλῇ ταραχῇ ὄντι διά [τε] τὴν δύναμιν τοῦ Σεβήρου, τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀναν‐ δρείαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν. ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοινωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλια‐ | |
15 | νὸν ἐν ἀπογνώσει, τῷ δὲ Σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀπο‐ δεχθῆναι δὲ μόνον αὐτοκράτορα Σεβῆρον. πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς πάσας τε αὐτῷ | |
20 | προσφέρει τὰς σεβασμίους τιμάς, ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. ὁ μὲν οὖν εὑρεθεὶς ἔρημος αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ | |
25 | τοῦ βήματος αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνη‐ γορεύθη. *** Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρήσατο, καὶ τοῦ Ἀλβίνου τὴν κεφαλὴν δημοσίᾳ ἀνασταυρωθῆναι ἔπεμψεν. αὐτὸς δὲ τὰ κατὰ τὴν Βρεττανίαν | |
30 | διοικήσας δύω τε ἡγεμόνας ἀντὶ ἑνὸς καταστήσας πάντας τε τοὺς Ἀλβίνου φίλους φονεύσας ἐς τὴν Ῥώμην εἰσήλασεν. 51. Ὅτι Σεβῆρος τῷ υἱῷ Ἀντωνίνῳ τὴν τοῦ Πλαυτιανοῦ | |
θυγατέρα κατενεγύησεν, ὃς ἦν ἔπαρχος. ὁ δὲ Ἀντωνῖνος ἀπαρε‐ | 92 | |
93 | σκόμενος τῷ γάμῳ τήν τε γυναῖκα ἐμυσάττετο καὶ τῷ πατρὶ αὐτῆς ἠπείλει. ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύτην καὶ ὑπὸ νόσου ὀχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλάς, δρᾶσαί τι μᾶλλον φθάσας | |
5 | ἢ παθεῖν ἀναμείνας, μηχανᾶται τὸν Σατουρνῖνον ἀναπεῖσαι, ὃς ἦν χιλίαρχος τῶν στρατιωτῶν, οἰκειότατος δὲ τοῦ Πλαυτιανοῦ, ὑποσχόμενος αὐτῷ τὴν ἐπαρχότητα παρασχεῖν, εἰ τῆς βασιλείας ἐπιτύχοι. ταῦτά τε καὶ τοιαῦτα ἀκούσας ὁ ἀνὴρ ἐξεπλάγη μὲν τὴν ψυχήν, οὐκ ἐτόλμησε δὲ ἀντειπεῖν, ὡς μὴ παραυτὰ κολασθείη. | |
10 | εἰδὼς δὲ ἀδύνατον ὂν βʹ βασιλεῖς διαχρήσασθαι, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, μηνύει τε ἑαυτὸν τῷ Σεβήρῳ καὶ διαγγέλλει ἅπαντα, δεικνύει τε αὐτῷ καὶ γραμματεῖον τῆς ὑπο‐ σχέσεως. τοιαῦτα δέ τινα λέγοντος αὐτοῦ, ὡς εἶδε τὸν Σεβῆρον μὴ πιστεύοντα διὰ τὸ πρὸς Πλαυτιανὸν φίλτρον, ἀλλὰ μᾶλλον | |
15 | καὶ τὸν υἱὸν ὑποπτεύοντα, ἔφη· δέσποτα, κελεύσατέ μοι δηλῶσαι αὐτῷ διά τινος τῶν ἐμῶν, ὅτι δὴ τὸ ἔργον κατείργασται, καὶ εὐθέως ὁρᾶτε αὐτὸν ἐνταῦθα προερχόμενον, οἰόμενον ἔρημα τὰ βασίλεια καταλήψεσθαι· ἡσυχίαν δὲ εἶναι τῶν πραττομένων κελεύσατε. | |
20 | Ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων· ὁ δὲ ἄγει τὸν Πλαυτιανὸν παραχρῆμα ἐνδυσάμενον θώρακα τῆς τοῦ σώματος ἀσφαλείας χάριν. ὡς δὲ πάντες αὐτὸν ὑπεδέχοντο οἰόμενοι ὑπὸ τῶν βασιλέων κεκλῆσθαι, ὅ τε χιλίαρχος ἐνεδρεύων προσεῖπεν αὐ‐ τοκράτορα, καὶ τῆς χειρὸς λαβόμενος εἰς τὸ δωμάτιον ἐσήγαγεν, | |
25 | ἔνθα ἔφασκεν ἐρρῖφθαι τὰ τῶν βασιλέων σώματα· ἤδη δὲ παρε‐ σκευάκει ὁ Σεβῆρος νεανίας τῶν περὶ αὐτὸν σωματοφυλάκων, οἳ συλληψόμενοι εἰσελθόντα ἐτάχθησαν. ὁ δὲ Πλαυτιανός, ὡς εἶδε τοὺς βασιλεῖς ἑστῶτας, ἑαυτὸν δὲ συνεχόμενον, ἀπολογεῖσθαι ἐβούλετο. ὡς δὲ καὶ τὸ τοῦ θώρακος ὑπεφάνη μέρος, τότε ὁ Ἀν‐ | |
30 | τωνῖνος τοῖς σωματοφύλαξιν ἐπέτρεψεν ἀνελεῖν αὐτὸν καὶ δημοσίᾳ ῥῖψαι. Ὁ μὲν οὖν Πλαυτιανὸς τοιούτῳ ἐχρήσατο τέλει· ὁ δὲ Σεβῆρος τοῦ λοιποῦ βʹ ἐπάρχους τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις τοῖς παρα‐ | |
35 | λίοις τῆς Καμπανίας δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν· τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα καὶ τὸν ταύτης ἀδελφὸν εἰς Σικελίαν | |
ἐξέπεμψεν αὐτάρκη δοὺς περιουσίαν, μιμησάμενος τὸν Σεβαστόν· | 93 | |
94 | καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισὶν οὕτως ἐχρήσατο. ἐπειρᾶτο δὲ καὶ τοὺς παῖδας συνάγειν εἰς φιλίαν, μύθοις τε ἀρχαίοις χρώμενος καὶ τὰ παρεσκευασμένα ὑποδεικνύς. οἱ δὲ οὐδαμῶς ἐπείθοντο, ἀλλὰ καὶ εἰς τὸ χεῖρον ἐτράποντο, οἷά τε νεανίαι ὄντες | |
5 | καὶ ὑπὸ βασιλικῆς ἐξουσίας εἰς πάσας ἡδονῶν ῥοπὰς ἀπλήστως ὁρμώμενοι· καὶ ἤσχαλλεν ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων. νικήσας δὲ τοὺς Βρεττανικοὺς καὶ ἤδη γηραιὸς ὢν καὶ ὑπὸ τῆς νόσου ὀχλούμενος ἠναγκάζετο οἴκοι μένειν· τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν διοικήσοντα τὰ τῶν στρατοπέδων. ὅστις τοῦ μὲν πολέμου | |
10 | κατεφρόνει, μοναρχήσειν δὲ ἠπείγετο, καὶ τὸν πατέρα βραδύνοντα πρὸς τὸν θάνατον ὀχληρὸν ἐνόμιζεν, καὶ τοὺς μὲν ἰατροὺς καὶ ὑπηρέτας ἀνέπειθε κακουργῆσαι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. πλὴν ἀλλὰ μόλις ποτὲ Σεβῆρος λύπῃ τὸ πλεῖστον διαφθαρεὶς ἀνεπαύσατο, βασιλεύσας ιʹ καὶ ηʹ ἔτη. | |
15 | Ὁ δὲ Ἀντωνῖνος, τοῦ πατρὸς ἀποθανόντος, λαβόμενος ἐξουσίας εὐθὺς πάντας φονεύειν ἤρξατο, τούς τε ἰατροὺς μάλιστα, οἳ μὴ ὑπήκουσαν αὐτῷ· ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατιωτῶν ἡγεμόνας ἐθεράπευεν, ὡς ἂν μόνον αὐτὸν αὐτο‐ κράτορα ἀποδείξωσιν. οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν. μεμνη‐ | |
20 | μένοι γὰρ τοῦ Σεβήρου ἴσην αὐτοῖς τιμήν τε καὶ εὔνοιαν παρεί‐ χοντο. ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προεχώρει αὐτῷ τὰ τῶν στρατο‐ πέδων, σπεισάμενος εἰρήνην εἰς τοὺς βαρβάρους ἐπὶ τὴν Ῥώμην ἠπείγετο. καὶ ἐπειδὴ κατέλαβε τὴν μητέρα καὶ τὸν ἀδελφὸν ἐν τοῖς μεθορίοις τῆς Ῥώμης, ἅμα αὐτοῖς ἐπὶ τὴν πόλιν ἀφίκετο. | |
25 | ὡς δὲ αὐτοὺς ὁ δῆμος δαφνηφορῶν ὑπεδέξατο, ἥ τε σύγκλητος αὐτοκράτορας προσηγόρευσεν, καὶ κηδεύσαντες τὸν πατέρα ἀνῆλθον ἐς τὰ βασίλεια. διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττε‐ σθαι κελεύσαντες πάσας εἰσόδους, εἴ τινες λανθάνουσαι ἦσαν, μόναις δὲ δημοσίαις ἐχρῶντο ἰδίας φρουρὰς ἐπιστήσαντες, οὐδὲ | |
30 | συνιόντες, εἰ μὴ πρὸς ὀλίγον ὅσον δημοσίᾳ ἰέναι· καὶ ἐπιτελέ‐ σαντες τὴν εἰς τὸν πατέρα τιμὴν ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐβουλεύοντο κατ’ ἀλλήλων, [καὶ] τίς πρῶτος τὸν | |
ἕτερον ἀποσκευάσεται. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, | 94 | |
95 | ὅσοι ἐν ἀξιώμασιν ἦσαν. ὁ μὲν γὰρ Γέτας ἐπιεικείας τρόπον ἐπεδείκνυτο, ὁ δὲ Ἀντωνῖνος ὠμότητος. Τούτους δὲ ἡ μήτηρ †μέλλοντας διαιρεῖσθαι τὴν ἀρχήν· καὶ τοῦ μὲν Ἀντωνίνου πάντα τὰ ὑπὲρ Εὐρώπην δεχομένου, τοῦ δὲ | |
5 | Γέτα τὴν ἀντικειμένην ἤπειρον Ἀσίαν τε καλουμένην πᾶσαν, ἤρεσκεν τὸν μὲν Ἀντωνῖνον ἐπὶ τὸ Βυζάντιον ἱδρῦσαι τὸ στρατό‐ πεδον, τὸν δὲ Γέταν ἐν Χαλκηδόνι τῆς Βιθυνίας, οὕτω τε τήν τε σύγκλητον καὶ τὰ ἔθνη καὶ τοὺς στρατιώτας μερίσασθαι. ταῦτα δὲ αὐτῶν διατυπούντων, οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσ‐ | |
10 | ώποις ἐς τὴν γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία· γῆν μέν, ἔφη, ὦ τέκνα, καὶ θάλασσαν εὑρίσκετε ὅπως νείμησθε, τὴν δὲ μητέρα πῶς ἂν διέλησθε, καὶ πῶς ἡ ἀθλία εἰς ἑκάτερον ὑμῶν νεμηθείην; πρῶτον δὲ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ’ ἑαυτῷ τὸ μέρος θαπτέτω. ταῦτα λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς ἀμφοτέροις | |
15 | τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας λαβοῦσα συνά‐ γειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου λαβόντος, διελύθη τὸ συνέδριον, τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἰς πάντα γὰρ τὰ ἐναντία ἀλλήλοις ἐφρόνουν καὶ οἰνοχόους καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβα‐ λεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ πρου‐ | |
20 | χώρει· πολλῇ γὰρ ἐχρῶντο περὶ τὰ τοιαῦτα φρουρᾷ. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλὰ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διὰ ξίφους ἐχώρησεν, καὶ τὸν ἀδελφὸν ἐπὶ τοῖς στήθεσι τῆς μητρὸς καταφυγόντα διεχρήσατο. Κατεργασθέντος οὖν αὐτῷ τοῦ φόνου, προπηδᾷ τοῦ οἴκου θέων, | |
25 | φερόμενός τε δι’ ὅλων τῶν βασιλείων ἐβόα μέγαν κίνδυνον ἐκπε‐ φευγέναι μόλις τε σωθῆναι· τούς τε στρατιώτας, οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν ἐς τὸ σρατόπεδον. πιστεύσαντές τε ἐκεῖνοι, τὸ πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ συνεξέδραμον πάντες· ταραχή τε τὸν δῆμον κατεῖχεν ὁρῶν‐ | |
30 | τας περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν βα‐ σιλέα. ὡς δὲ εἰσεπήδησεν εἰς τὸ στρατόπεδον ἔς τε τὸν ναόν, ἔνθα τὰ σημεῖα ἔκειτο, ῥίψας ἑαυτὸν ὡμολόγει χάριτας τῆς σωτη‐ ρίας. καὶ τοῖς μὲν στρατιώταις τὸ πραχθὲν οὐχ ὡμολόγει· ἐβού‐ | |
λετο γὰρ νοεῖσθαι μᾶλλον ἢ ἀκούεσθαι· καὶ διὰ τοῦτο ὅσα ἐν | 95 | |
96 | ιηʹ ἔτεσιν ὁ Σεβῆρος ἤθροισεν, ἐν μιᾷ ἡμέρᾳ ἐς τοὺς στρατιώτας ἐξέ‐ χεεν, ἵνα τὸν ἀδελφοῦ θάνατον κυρώσωσι καὶ τοῦτον αὐτοκράτορα ψηφίσωνται. καὶ ἐπιβὰς τοῦ θρόνου τοῦ τε ἀδελφοῦ πολλὰ κατη‐ γόρει καὶ τοὺς αὐτοῦ φίλους δριμέα διεβλέπετο. οἱ δὲ καὶ ὀδυρό‐ | |
5 | μενοι ἐπὶ τοῖς πεπραγμένοις αὐτοκράτορα αὐτὸν καὶ μονάρχην προσηγόρευσαν. ὁ δὲ Ἀντωνῖνος τρέμοντας καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπὼν ἀνέδραμεν ἐπὶ τὰ βασίλεια. ὅσοι τε τῆς συγκλήτου βουλῆς καὶ ὅσοι γένει ἢ πλούτῳ περιεῖχον 〈ἀνῃροῦντο〉, καὶ ἡ Κομόδου ἀδελφὴ πρεσβῦτις ἤδη καὶ ὑπὸ πάντων ὡς Μάρκου | |
10 | θυγάτηρ τιμωμένη προσαπώλετο, διὸ ἐδάκρυσε παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε γυναῖκα γενομένην αὐτῷ Πλαυτίαν οὖσαν ἐν Σικελίᾳ, καὶ τὸν ἀνεψιὸν αὑτοῦ Σεβήρου τε ὁμώνυμον καὶ τὸν Περτίνακος υἱὸν τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἐν συγκλήτῳ ἐξ | |
15 | εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν· εἴς τε τὰ ἔθνη πέμπων ἡγεμόνας τε καὶ ἐπιτρόπους ὡς ἐκείνου φίλους διεχρήσατο πάντας. πᾶσά τε νὺξ ἔφερε † τῶν ἀνθρώπων φόνους πάντων ἀνθρώπων, καὶ ἐν ἱπποδρομίᾳ πολλοὺς ἐφόνευσεν. 52. Ὅτι ἔδει τὸν Ἀντωνίνου βίον τέλος λαβεῖν. περιεργότατος | |
20 | γὰρ ὢν ἐβουλήθη μαθεῖν τὸν μετ’ αὐτὸν βασιλεύσαντα, ὑπο‐ πτεύων τε πάντας αὐτῷ πρὸς κολακείαν θεσπίζοντας ἐπιστέλλει Ματερνιανῷ τινι τότε πάσας αὐτῷ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκε‐ χειρισμένῳ πιστοτάτῳ τε εἶναι δοκοῦντι, κελεύει τε αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι, νεκυίᾳ τε χρησάμενον μαθεῖν. ὁ δὲ | |
25 | ἀδεῶς τοῖς κελευθεῖσι χρησάμενος καὶ μαθὼν σημαίνει τῷ βασιλεῖ. οἱ δὲ διακομίζοντες ἐφίστανται τῷ Ἀντωνίνῳ ἤδη τε σκευὴν ἡνιόχου ἀναλαβόντι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι, προσκομίζουσί τε τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ περὶ Μακρίνου γράμ‐ ματα. ὁ δὲ Ἀντωνῖνος ὁρμὴν ἤδη περὶ τὴν ἱπποδρομίαν ἔχων | |
30 | κελεύει τῷ Μακρίνῳ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι καί, εἴ τι ἐπεῖγον εἴη, ἄγειν εἰς αὐτόν. ὁ δὲ ἀναγνοὺς καὶ περιτυχὼν τῇ κατ’ αὐτοῦ θανατηφόρῳ γραφῇ ταύτην μὲν ἀποκρύπτει, περὶ δὲ | |
τῶν λοιπῶν ἀγγέλλει. φοβηθεὶς δέ, μὴ καὶ δεύτερον ταῦτα ὁ | 96 | |
97 | Ματερνιανὸς ἐπιστείλῃ, τολμᾷ δή τι τοιοῦτον. ἦν τις ἑκατόνταρχος Μαρτιάλιος τῶν σωματοφυλάκων Ἀντωνίνου. τούτου τὸν ἀδελφὸν ἀνῃρήκει ἐπὶ ψευδεῖ διαβολῇ ἠπείλει τε καὶ αὐτῷ τῷ Μαρτιαλίῳ. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντα πείθει ἐπιβουλεῦσαι | |
5 | τῷ Ἀντωνίνῳ. καιροῦ δέ τινος δραξάμενος ὅτε ὁ βασιλεὺς ἀπὸ τῆς ἐν Κάραις αὐλῆς ἐπὶ τὸν νεὼν ἠπείγετο τῆς Σελήνης (ἀφει‐ στήκει δὲ τῆς πόλεως οὐ μικρόν), ἐπειχθέντα αὐτὸν πρὸς χρείας ὑποτοπεῖ καὶ μονωθέντα παίει. καιρίου δὲ τῆς πληγῆς γενο‐ μένης, καὶ πεσόντος αὐτοῦ, πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος | |
10 | καὶ ἐπιδιωχθεὶς κατηκοντίσθη. Οἱ δὲ ἐν τῷ στρατοπέδῳ συνέδραμον ἅπαντες· καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί τε καὶ θνήσκειν προσεποιεῖτο· οἱ δὲ λοιποὶ ἐχαλέπαινον· συστρατιώτην γὰρ καὶ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι, καὶ οὐδεμίαν ἐπιβουλὴν ὑπώ‐ | |
15 | πτευον ἐκ τοῦ Μακρίνου. οὕτω μὲν οὖν ἕκαστος εἰς τὰς σκηνὰς ἐπανῄεσαν. ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σῶμα καὶ τὴν κόνιν ἐν κάλπει βαλὼν ἔπεμψε τῇ μητρὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατρι‐ βούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων συμφοραῖς ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο Ἀντωνῖνος καὶ ἡ μήτηρ αὐτοῦ. ὁ | |
20 | δὲ χρόνος ἐν ᾧ ἐμονάρχησεν ἐν ἓξ ἔτεσιν συνετελέσθη. 53. Ὅτι Μακρῖνος ὁ βασιλεὺς Ῥωμαίων ἐν Ἀντιοχείᾳ δια‐ τρίβων τρόπῳ τέ τινι φιλοσόφου τὸ γένειον καὶ τὸ βῆμα φυλάτ‐ των ἐπεβουλεύθη. οἱ γὰρ στρατιῶται παραλαβόντες τὰς Ἀντω‐ νίνου μνήμας κατεγίνωσκον τῆς Μακρίνου διαίτης, ἐλυποῦντο δὲ | |
25 | διότι μὴ ἐπὶ τὴν Ῥώμην ἠπείγετο, ἀλλ’ ἐν ἀλλοδαπῇ διέτριβε χώρᾳ, ἔσθ’ ὅτε καὶ τῶν ἀναγκαίων σπανίζοντες. ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν τρυφῇ καὶ χλιδῇ ζῶντα προφάσεως ὀλίγης λαβέσθαι ηὔχοντο εἰς τὸ ἀποσκευάσασθαι τὸ λοιπόν. ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐπιτρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν | |
30 | ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις τῆς τύχης παρασχούσης. | |
Μέσα ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα ἀπὸ Ἐμέσου καλου‐ | 97 | |
98 | μένης οὕτω πόλεως, ἀδελφὴ δὲ Ἰουλίας τῆς Σεβήρου γυναικός, Ἀντωνίνου δὲ μητρός· παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τοῖς βασιλείοις διέτριψε. ταύτην ὁ Μακρῖνος μετὰ τὴν τῆς ἀδελ‐ φῆς τελευτὴν προσέταξεν εἰς τὴν πατρίδα ἐπανελθοῦσαν ἐν τοῖς | |
5 | οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς· πλείστων γὰρ ἦν χρημάτων πλήρης. ἐπανελθοῦσα δὲ διέτριβε 〈ἐν〉 τοῖς ἑαυτῆς. ἦσαν δὲ θυγατέρες αὐτῇ βʹ, Σοαιμὶς μὲν ἡ πρεσβυτέρα, ἡ δὲ ἑτέρα Μαμαία. παῖδες ἦσαν τῇ μὲν πρεσβυτέρᾳ Βασιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός· ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ | |
10 | ἀνετρέφοντο. καὶ ὁ μὲν Βασιανὸς περὶ ἔτη γεγονὼς τεσσαρισκαί‐ δεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου ἐπιβεβηκὼς ἔτους, ἱερῶντο σχήματι βαρβάρῳ χιτῶνάς τε χρυσοϋφεῖς φοροῦντες καὶ ἁλουργίδα ἐνδι‐ δυσκόμενοι. οὕτω τε ὁ Βασιανὸς ὡραῖος τοῖς στρατιώταις ἐφαί‐ νετο, γένους τε βασιλικοῦ ὑπάρχων, καὶ ἀκμῇ ἡλικίας, ἄλλως τε | |
15 | καὶ τοὺς Φοινίκης στρατιώτας ἔχων ὑπερασπίζοντας, ἔτι δὲ καὶ Ἀντωνίνου υἱὸς ἐφημίζετο, βασιλεύς τε παρὰ παντὸς τοῦ στρα‐ τεύματος ὠνομάζετο. Ὡς δὲ ταῦτα διηγγέλθη, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις ἑλο‐ μένη πάντα κίνδυνον ἀναδέξασθαι, νύκτωρ τε λάθρα τῆς πόλεως | |
20 | ὑπεξῆλθε σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις· καὶ γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου ῥᾷστα ὑπεδέχθησαν. εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσεν, τῇ τε πορφυρᾷ χλανίδι περιβαλόντες ἦγον· πάντα τε τὰ ἐπιτήδεια καὶ παῖδας καὶ γυναῖκας ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλη‐ | |
25 | σίον εἰσκομίσαντες καὶ τὰς πύλας ἀποκλείσαντες ἑαυτοὺς παρ‐ εσκεύαζον. Ὡς δὲ ταῦτα ἀπηγγέλθη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρί‐ βοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα, ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη, καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι, | |
30 | πάντα τὰ λεγόμενα ἀληθῆ πιστεύσαντες τάς [τε] ψυχὰς ἐξεπτό‐ ηντο. ἐνῆγε δὲ αὐτοὺς εἰς πραγμάτων καινοτομίαν τὸ Μακρίνου μῖσος καὶ ἡ Ἀντωνίνου μνήμη καὶ πρό γε πάντων ἡ τῶν χρημά‐ | |
των ἐλπίς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν. ὁ δὲ Μακρῖνος | 98 | |
99 | καταφρονῶν τοῦ πράγματος ὡς παιδαριώδους, χρώμενος δὲ τῇ συνήθει ῥᾳθυμίᾳ, αὐτὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἐπάρχων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ἐκπορθήσειν τοὺς ἀνθεστηκότας. ἦν δὲ ὁ ἔπαρχος Ἰουλιανός. οὗτος ὡς τῷ | |
5 | τείχει τοῦ στρατοπέδου παρέστη, οἱ ἔνδοθεν στρατιῶται ἀνελ‐ θόντες ἐπὶ τοὺς πύργους τὸν παῖδα τῷ ἔξωθεν στρατῷ δεικνύ‐ ουσι, [καὶ] Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιά τε χρημάτων μεστὰ ἐπεδείκνυον. οἱ δὲ πιστεύσαντες αὐτοῖς τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσιν καὶ πέμπουσι τῷ Μακρίνῳ, αὐτοὶ δὲ | |
10 | πάντες εἰς τὸ στρατόπεδον εἰσεδέχθησαν. οὕτως ἡ δύναμις αὐ‐ ξηθεῖσα οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ ἀλλὰ καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως. Ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπύθετο, ἀθροίσας πάντα ὃν εἶχε στρατὸν ἀπῄει· καὶ ὁ Ἀντωνῖνος οὐκ ἀναμείνας ὑπήντησε. συμ‐ | |
15 | μιξάντων δὲ ἀλλήλοις τῶν στρατοπέδων, προεδόθη τε ὁ Μακρῖνος καὶ φοβηθεὶς ἀποδιδράσκει ἐν ἰδιώτου σχήματι. καὶ ὁ μὲν ἔφευ‐ γεν, ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχετο, ἄχρις οὗ Ἀντωνῖνος διεκη‐ ρυκεύσατο, τήν τε Μακρίνου φυγὴν διαγγέλλων καὶ ἀμνηστίαν τοῖς ὑπὲρ ἐκείνου μαχομένοις ἔνορκον ὑπισχνούμενος. οἱ μὲν οὖν | |
20 | πεισθέντες προσεχώρησαν. ὁ δὲ Ἀντωνῖνος ἐκπέμπει τοὺς διώ‐ ξοντας τὸν Μακρῖνον, καὶ καταλαβόντες αὐτὸν ἐν Χαλκηδόνι τῆς Βιθυνίας κρυπτόμενον τῆς κεφαλῆς ἀπέτεμον· ἐλέγετο δὲ εἰς τὴν Ῥώμην σπεύδειν. τέλει μὲν δὴ τοιούτῳ ἐχρήσατο ὁ Μακρῖνος, συναναιρεθέντος αὐτῷ καὶ τοῦ παιδός, βασιλεύσας ἐνιαυτὸν ἕνα. | |
25 | 54. Ὅτι οἱ στρατιῶται ὁρῶντες τὸν Ἀντωνῖνον τὸν νέον καλ‐ λωπιζόμενον καὶ ἀνάνδρως κοσμούμενον ἐπιρρεπεστέρας τὰς γνώ‐ μας πρὸς τὸν τῆς Μαμαίας Ἀλέξανδρον εἶχον καὶ ἐλπίδας κρείτ‐ τους, ἐφρούρουν τε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. ἥ τε μήτηρ αὐτοῦ οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι | |
30 | εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ’ ἐκείνου πεμπομένων, ὀψο‐ ποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο οὐ τοῖς βασιλικοῖς, ἀλλὰ τοῖς τῆς μητρός, ἐδίδου δὲ καὶ χρήματα λαθραίως τοῖς στρατιώ‐ ταις. ταῦτα μαθὼν ὁ Ἀντωνῖνος παντὶ τρόπῳ ἐπεβούλευε τῷ | |
Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ· ἀλλὰ τὰς ἐπιβουλὰς διεκώλυεν | 99 | |
100 | ἡ κοινὴ μάμμη. ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ 〈οὐ〉 προυχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα· καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος ἑωρᾶτο· οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτὸν καὶ ἠγανάκτουν μηδὲ τὴν | |
5 | συνήθη φρουρὰν τῷ Ἀντωνίνῳ πέμποντες. Ὁ δὲ Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος, παραλαβὼν τὸν Ἀλέξανδρον κατῆλθεν εἰς τὸ στρατόπεδον· οἱ δὲ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο αὐτοὺς ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημοῦντες. ἐφ’ οἷς ὁ Ἀντωνῖνος ἀγανακτήσας ἐκέλευσέ τινας πρὸς τιμωρίαν | |
10 | ἐκδοθῆναι. ἐκεῖνοι δὲ μᾶλλον ταραχθέντες, ἄλλως τε καὶ τὸν Ἀντωνῖνον ἀποσκευάσασθαι θέλοντες ἀσχημονοῦντα βασιλέα, τότε δὴ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα (παρῆν γάρ) ἀναιροῦσι τούς | |
15 | τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέται 〈τε〉 καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων. τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς μητρὸς παρέδοσαν σύρειν τε καὶ ὑβρί‐ ζειν τοῖς βουλομένοις· ἅπερ ἐπὶ πολὺ διὰ μέσης τῆς πόλεως συρέντα καὶ λωβηθέντα ἐς τὰς ὄχθας ἀπερρίφη τοῦ Θύβριδος. | |
20 | Ἀντωνῖνος μὲν οὖν εἰς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας καὶ χρησά‐ μενος τῷ προειρημένῳ βίῳ οὕτως ἅμα τῇ μητρὶ κατέστρεψε. 55. Ὅτι Ἀλεξάνδρου τοῦ Μαμαίας μετὰ τὴν ἐν Πέρσαις συμ‐ φορὰν κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος, ἀγγέλλεται αὐτῷ, ὅτι Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβάντες τὴν Ῥωμαίων πορθοῦσιν | |
25 | γῆν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρατόπεδα κατατρέχουσιν, πόλεις τε καὶ κώμας ἐμπιπρᾶσι· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας. δηλωθέντα δὲ ταῦτα τὸν Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε διπλῆ δοκοῦντας κεχρῆσθαι συμ‐ φορᾷ, ἔκ τε ὧν ἐπεπόνθεισαν Πέρσαις μαχόμενοι, καὶ ἐξ ὧν | |
30 | ἐπυνθάνοντο τοὺς οἰκείους ὑπὸ Γερμανῶν ἀπολωλότας. ἠγανάκτουν οὖν καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ. ἦν δὲ καὶ αὐτῷ δέος περὶ τῆς Ἰταλίας· οὐδὲ γὰρ πολλὴν ὁδὸν ἀπέχει ἀπὸ τῶν Ἰλλυριῶν ἐθνῶν τὰ Ῥωμαίων. ἐπαγγέλλει δὲ καὶ ἄκων τὴν ἔξοδον κατα‐ | |
λιπὼν δύναμιν αὐτάρκη ταῖς Ῥωμαίων ὄχθαις. ἀνύσας δὲ τὴν | 100 | |
101 | ὁδοιπορίαν ἐφίσταται τῷ Ῥήνῳ καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκεύαζε, τόν τε ποταμὸν ναυσὶ γεφυρώσας Παρ‐ θυαίους τε καὶ Μαυρουσίους πολλοὺς τῷ Ῥωμαίων στρατῷ συμ‐ μίξας ἤρτυε τὸν πόλεμον. ἔδοξε δὲ πρότερον πρεσβείαν πέμψαι | |
5 | πρὸς αὐτοὺς καὶ χρήματα ἐπαγγείλασθαι, ὡς ἂν τῇ φιλαργυρίᾳ πεισθέντες παύσωνται τοῦ πολέμου. καὶ οἱ μὲν στρατιῶται χαλε‐ πῶς ἔφερον, διατριβῆς τε ματαίας αὐτοῖς γινομένης, καὶ μηδὲν πρόθυμον ἢ γενναῖον παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ’ ἐν ἡνιο‐ χείαις τε καὶ τρυφαῖς σχολάζοντος. | |
10 | Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος Θρᾲξ μιξοβάρβαρος, πρότερον μὲν ἐν πεδίῳ ποιμαίνων, ἐν ἀκμῇ δὲ τῆς ἡλικίας γενόμενος εἰς τοὺς ἱππεῖς στρατιώτας ταγείς, εἶτα, κατ’ ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης, καὶ ἐθνῶν ἀρχὰς πιστευθείς. τότε δὴ ὁ Ἀλέξανδρος πάσης αὐτὸν τῆς τοῦ στρατοῦ | |
15 | νεολαίας ἐπέστησεν, ὡς ἂν ἀσκοίη τε αὐτοὺς καὶ εἰς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. ὁ δὲ μετὰ πάσης σπουδῆς τὰ ἐγκε‐ χειρισμένα ποιούμενος εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο. ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος 〈Παιόνων〉 μάλιστα, τῇ μὲν ἀνδρείᾳ τῇ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξαν‐ | |
20 | δρον ἐπέσκωπτον ὡς ὑπὸ τῆς μητρὸς ἀρχόμενον. ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισ‐ μάτων, καὶ ὅτι μηδὲν γενναῖον παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. ὄντες οὖν καὶ ἄλλως ἐς τὸ καινοτομεῖν ἐπιτήδειοι καὶ τὸ μὲν 〈παρὸν〉 τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι ἀκερδές τε | |
25 | ἤδη, πάσης προανηλωμένης φιλοτιμίας, ἐβουλεύσαντο ἀποσκευά‐ σασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δ’ αὐτοκράτορα καὶ Αὔ‐ γουστον τὸν Μαξιμῖνον. Ἀθροισθέντες οὖν εἰς τὸ πεδίον ὡπλισμένοι ὡς ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον πορ‐ | |
30 | φύρᾳ [τε] περιβαλόντες βασιλικῇ αὐτοκράτορα ἀναγορεύουσιν. ὁ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορφύραν ἀπέρριπτεν· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προελόμενος ἀνεδέξατο τὴν τιμήν. ὡς δὲ ταῦτα | |
ἠγγέλθη τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ ταραχῇ γενόμενος, προπη‐ | 101 | |
102 | δήσας τῆς σκηνῆς ἐνθουσιῶν καὶ δακρύων καὶ τρέμων, τοῦ τε Μαξιμίνου τῆς ἀπιστίας κατηγόρει, καὶ τοὺς νεανίας ἐπιόρκως ἔλεγε ταῦτα τετολμηκέναι, δώσειν τε πάντα ὑπισχνεῖτο ὅσα αὐτοὶ βούλονται. ὡς δὲ ὁ Μαξιμῖνος ὤφθη πλησίον, βοή τε καὶ ἦχος | |
5 | ἐξηκούσθη, πάλιν ὁ Ἀλέξανδρος τοὺς στρατιώτας ἐλιπάρει προ‐ μαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο καὶ ὑφ’ ᾧ βασιλεύοντι τεσ‐ σαρισκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεισαν· πάντας τε εἰς οἶκτον καὶ ἔλεον προκαλούμενος ὁπλίζεσθαι ἐκέλευσεν. οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ’ ὀλίγους δὲ ἀνεχώρουν καὶ οὐδὲ | |
10 | ὅπλα λαβεῖν ἤθελον, ἀλλὰ καὶ τὸν ἐπάρχοντα καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν. Παπιανὸς δὲ ἦν ὁ νομοθέτης. οἱ δὲ καὶ τὴν μητέρα ἐμέμφοντο· καὶ μέχρι μέν τινος τοιαῦτα βοῶντες προσέμενον. ὡς δὲ ὁ τοῦ Μαξιμίνου στρατὸς ἤγγισεν, 〈καὶ〉 βοῶντες οἱ νεανίαι προσεκαλοῦντο τοὺς συστρατιώτας κατα‐ | |
15 | λιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ συστρατιώτῃ ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ, πεισθέντες οἱ στρατιῶται τὸν μὲν Ἀλέξανδρον κατα‐ λιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ, αὐτοκράτωρ τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ | |
20 | λειποψυχῶν μόλις εἰς τὴν σκηνὴν ἐπανέρχεται, καὶ τῇ μητρὶ περι‐ πλακεὶς καὶ ἀποδυρόμενός τε καὶ αἰτιώμενος αὐτὴν ἀνέμενε τὸν φονεύσοντα. Ὁ δὲ Μαξιμῖνος ὑπὸ πάντων Σεβαστὸς προσαγορευθεὶς πέμπει τινὰς τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα καὶ εἴ | |
25 | τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. οἱ δὲ ἐπιπηδήσαντες τῇ σκηνῇ αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν δυνηθέντων· πάντας γὰρ ὁ Μαξιμῖνος μετ’ οὐ πολὺ συλλαβὼν ἀπέκτεινεν. τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα | |
30 | ἔτεσι ιδʹ, ὅσον πρὸς τοὺς ἀρχομένους ἀμέμπτως καὶ ἀναιμωτί. φόνων τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο εἴς τε τὸ φιλάνθρωπον καὶ εὐεργετικὸν ἐπιρρεπής. πάνυ γοῦν ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν εἰς τὸ ὁλόκληρον, εἰ μὴ διεβέ‐ βλητο αὐτῷ τὰ τῆς μητρὸς εἰς φιλαργυρίαν τε καὶ μικρολογίαν. | |
35 | 56. Ὅτι ἐπὶ Μαξιμίνου τοῦ βασιλέως ἐγένετό τις καὶ Ὀσροη‐ | |
νῶν ἀπόστασις· οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ | 102 | |
103 | τινὶ Κουαρτίωνι τὴν ὕπατον ἀρχὴν διανύσαντι, φίλῳ δὲ γενομένῳ τοῦ Ἀλεξάνδρου, πορφυρίδα τε ὀλεθρίαν περιέβαλον ἄκοντι καὶ αὐτοκράτορα ὠνόμασαν. ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ ἀνῃρέθη ὑπό του συνόντος αὐτῷ φίλου πρὸς | |
5 | χάριν τοῦ Μαξιμίνου. 57. Ὅτι διὰ τὴν τραχύτητα καὶ ὠμότητα τοῦ Μαξιμίνου εἰς μῖσος καὶ ἀπόστασιν πάντες παρωξύνοντο, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἄχρις οὗ Λίβυες ἐπανέστησαν ἐξ αἰτίας τοιᾶσδε. ἐπε‐ τρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα καὶ μετὰ πάσης | |
10 | ὠμότητος καταδίκας τε ποιῶν καὶ χρημάτων εἰσπράξεις, βουλό‐ μενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ· ἐκεῖνός τε γὰρ τοὺς ἁρμό‐ ζοντας τῇ αὑτοῦ γνώμῃ ἐπελέγετο. διὸ τῆς Λιβύης ἄρχων πᾶσιν μὲν βιαίως ἐπεφέρετο, νεανίσκους δέ τινας τῶν παρ’ ἐκείνοις εὖ γεγονότων πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν χρήματα | |
15 | εὐθέως ἐπειρᾶτο πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ’ οἷς ἀλγήσαντες οὗτοι τὰ μὲν χρήματα δώσειν ὑπέσχοντο τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν, συνωμοσίαν δὲ ποιησάμενοι πάντας τε, οὓς ᾔδεισαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας, πείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς | |
20 | ἐκ τῶν ἀγρῶν νεανίσκους ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. οἱ δὲ μέγα τι πλῆθος συνελθόντες, ἅμα τῷ περιόρθριον γενέσθαι εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαντῶσι καὶ σὺν αὐτοῖς πάντες ὁρμῶσι ξιφήρεις· καὶ πρότερον μὲν τὸν ἐπίτροπον αἰφνιδίως ἀναι‐ ροῦσι καὶ πολλοὺς τῶν περὶ αὐτὸν στρατιώτας, ἔπειτα καὶ τὸν | |
25 | τῆς χώρας ἡγούμενον. Ὡς δὲ ταῦτα αὐτοῖς προεχώρησεν, † ἐνέργοις μείζοσιν ἔδοσαν, πᾶν τε τὸ ἔθνος ἀναπείσαντες εἰς ἀπόστασιν (ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι) μεσαζούσης ἡμέρας 〈ἐπίασιν〉 ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν· Γορδιανὸς | |
30 | δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθύπατον λαχών, πρεσβύτης δὲ εἰς ἔτος πʹ ἐληλακὼς πολλῶν τε πρότερον *** *** πράξεις ὑπατικάς, Σαβῖνός τε ἦν ὄνομα αὐτῷ, βου‐ | |
λόμενον κωλῦσαι τὰ γινόμενα ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου | 103 | |
104 | τελευτῆσαι. καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν· ἡ δὲ σύγκλητος, ἅπαξ ἀναρριφθέντος κινδύνου, πάντα ἔπραττεν εἰς τὸ ἀποστῆσαι τὰ ἔθνη, πρεσβείαν πρὸς πάντας ἡγουμένους πέμπουσα καὶ τὴν Ῥωμαίων γνώμην δηλοῦσα δεομένη τε συναράσθαι τῇ πατρίδι. οἱ | |
5 | πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, ὀλίγοι δέ τινες διε‐ χρήσαντο τοὺς ἐλθόντας. Καὶ τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν· ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἤλπισαν τὰ πράγματα προυχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα τῶν ἀπὸ συγκλήτου, ἡγεῖτο δὲ | |
10 | Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παρα‐ λύσας τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. ὁ δὲ ἀγανακτήσας τῷ τε Μαξιμίνῳ καθοσιούμενος, ἅπαντα τὸν στρατὸν ἀθροίσας κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα. ὡς δὲ ἀπηγγέλθη τῷ Γορδιανῷ ὁ στρατὸς | |
15 | προσιὼν τῇ πόλει αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες οἰόμενοί τε ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ νικᾶν, πανδημεὶ πάντες ἐξίασιν. Ὁ Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, | |
20 | οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον, ἀνήρτησεν ἑαυτὸν βρόχῳ. κρυπτομένης αὐτοῦ τῆς τελευτῆς, τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα τοῦ πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς, ἅπαντες οἱ Καρ‐ χηδόνιοι διεφθάρησαν. οὐχ ὑπομείναντες γὰρ τὴν ἔφοδον τῶν βαρβάρων, ἀλλὰ πάντα ἃ ἐπεφέροντο ὅπλα ῥίψαντες, ἔφευγον· | |
25 | ὠθούμενοι δὲ ὑπ’ ἀλλήλων οἱ πλείους ἀπώλοντο. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀνῃρέθη καὶ οἱ περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μηδὲ τοὺς νεκροὺς ταφῆναι μηδὲ τοῦ Γορ‐ διανοῦ τοῦ νέου εὑρεθῆναι σῶμα. πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παίδων ἐγίνετο. | |
30 | Τοιούτῳ μὲν δὴ τέλει ὁ Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας. ὁ δὲ Κα‐ πελλιανὸς εἰς Καρχηδόνα εἰσελθὼν πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν καί, εἴ τινες διεσώθησαν ἐκ τῆς μάχης, ἐφείδετο οὐ‐ δενός, οὔτε ἱερῶν συλήσεως, οὔτε χρημάτων ἁρπαγῆς, ἀλλὰ καὶ τὰς | |
35 | λοιπὰς περιῄει πόλεις τοιαῦτα δρῶν. ὡς δὲ ἐς τὴν Ῥώμην ἐδη‐ | |
λώθη ἡ τοῦ πρεσβύτου τελευτή, ἐν πολλῇ ἀφασίᾳ ἐγένοντο. ἔδοξεν | 104 | |
105 | οὖν αὐτοῖς συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι καὶ προστησαμένους ἐπιλέξασθαι βασιλέα, συνῆλθον 〈οὖν〉 εἰς τὸ Κα‐ πιτώλιον· καὶ ψηφίζονται βασιλεῖς Μάξιμόν τε καὶ Βαλβῖνον, εὐθέως τε αὐτοκράτορας ὠνομάζουσιν. | |
5 | Ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ ἐλπίζων πάντας τοῦτο ποιήσειν, ὁ δὲ στρατὸς ἤχθετο ἐν ἀρχῇ λιμοῦ πειρώμενος. διανυκτερεύοντες οὖν ἐπὶ τὰς Ἄλπεις ἤγοντο, ὄρη ὑψηλά. ὡς δὲ ταύτας διέβησαν ἀκωλύτως, καταβαίνοντες εἰς τὸ πεδίον ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιώνισαν. ἔνθα ἦν πόλις | |
10 | Ἀκυληία, πρὸς ἣν καταχθεὶς ὁ Μαξιμῖνος εὗρε μὲν τὰς πύλας κεκλεισμένας, τὸν δὲ στρατὸν ἤδη ἀπαγορεύειν καὶ ἀναχωρεῖν βου‐ λόμενον τῆς πολιορκίας, βαλλόμενον λίθοις τε καὶ δόρασιν. ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς ὡς ἀμελέστερον μαχομένους αὐτὸς τῆς μάχης εἴχετο. οἱ δὲ ἀπὸ τῆς Ἀκυληίας | |
15 | πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ καὶ μεθ’ ἡμέραν ἀπεμάχοντο. ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα διὰ φροντίδος εἶχον ἄνδρες βʹ ἀπὸ ὑπατείας, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου, ὧν ὁ μὲν Κρι‐ σπῖνος, ὁ δὲ Μηνόφιλος ἐκαλεῖτο· καὶ μετὰ πολλῆς προνοίας τὰ ἐπιτήδεια εἰσεκομίσαντο. ἦν δὲ καὶ ὕδατος ἀφθονία. ὁ δὲ Μαξι‐ | |
20 | μῖνος ἔδοξε πέμπειν ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξο‐ μένους, εἰ ἄρα πείσειαν αὐτοὺς ἀνοῖξαι τὰς πύλας. ὁ δὲ Κρι‐ σπῖνος περιέθεε δεόμενος μὴ πείθεσθαι ὑποσχέσεσι τυράννου ἐπιόρκου, ἀλλὰ πρὸς τὴν Ῥωμαίων σύγκλητον εὔνοιαν φυλάττειν. πολλῶν δὲ καὶ χρησμῶν αὐτοῖς καὶ μαντείων αἰσίων γενομένων, | |
25 | ἔπεισεν αὐτοὺς ἀποδιῶξαι τοὺς πρέσβεις. Ὁ δὲ Μαξιμῖνος ταῦτα μαθὼν πλείονι τῷ θυμῷ ἐχρήσατο, καὶ γεφυρώσας τὸν παραρρέοντα ποταμὸν προσήγγισε τῷ τείχει καὶ τειχομαχεῖν ἤρξατο παντὶ σθένει. πολλῶν δὲ σχεδὸν ἑκάστης ἡμέρας γενομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ | |
30 | σαγηνεύοντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης ἀντεῖχον οἱ Ἀκυλήσιοι πανδημεὶ ἅμα γυναιξὶ καὶ παισίν, οὐδέ τις ἦν, ὃς μὴ μετεῖχε τῶν ὑπὲρ πατρίδος πόνων. οὐδὲ ᾤετο Μαξι‐ μῖνος ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν ἔσεσθαι εὐπρεπῆ, εἰ μὴ πρότερον τὴν ἀντιστᾶσαν τῆς Ἰταλίας πόλιν καθέλῃ. ὑποσχέσεσί | |
35 | τε οὖν καὶ δωρεαῖς αὐτός τε καὶ ὁ παῖς αὐτοῦ, ὃν πεποιήκει Καί‐ | |
σαρα, περιθέοντες τὸν στρατὸν ἀνέπειθον. | 105 | |
106 | Οἱ δὲ Ἀκυλήσιοι λίθοις τε κιρνῶντες θείῳ καὶ ἀσφάλτῳ καὶ πίσσῃ καὶ ἐλαίῳ ἔβαλλον τὸν στρατόν. πυρώσαντες γὰρ ταῦτα ὄμβρου δίκην κατεχώννυον, ὥστε γυμνοῦσθαι αὐτοὺς τῶν ὅπλων καιομένους καὶ διαφθείρεσθαι τά τε πρόσωπα καὶ τὰς χεῖρας | |
5 | ἀκρωτηριαζομένους· ἀλλὰ μὴν καὶ τὰς προσαγομένας μηχανὰς ταύτῃ τῇ σοφίᾳ κατέκαιον. τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντί‐ παλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ γενομένου, ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγένετο καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο. οἱ δὲ Ἀκυλήσιοι ἐρρώ‐ | |
10 | νυντό τε καὶ τῶν στρατιωτῶν κατεφρόνουν, ὥστε καὶ σκώπτειν τὸν Μαξιμῖνον καὶ ὕβρεις αἰσχρὰς 〈ἐσ〉 αὐτὸν ἀπορριπτεῖν. ἐφ’ αἷς ἐκεῖνος κινούμενος τοὺς ἰδίους ἐκόλαζεν ὡς ῥᾳθύμως καὶ ἀνάν‐ δρως προσφερομένους τῇ πολιορκίᾳ· ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργή, πρὸς δὲ τῶν ἀντιπάλων κατα‐ | |
15 | φρόνησις. Συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πολλὴν ὑπάρχειν τῶν ἐπιτη‐ δείων ἀφθονίαν, πάντων ἐν τῇ πόλει σεσωρευμένων. ὁ δὲ στρατὸς τοὐναντίον ἐν σπάνει πάντων ὑπῆρχεν, ὑπὸ σκηναῖς τε αὐτοσχεδίοις καὶ γυμνῷ τῷ ἀέρι διατρίβων. οἱ γὰρ Ῥωμαῖοι πάντα προκατέλα‐ | |
20 | βον, ὑπατικοὺς ἄνδρας προχειρισάμενοι τῆς κατὰ τὴν Ἰταλίαν φρουρᾶς. συνέβαινε δὲ καὶ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν αὐ‐ τὸν πολιορκεῖσθαι. ὅθεν ἐν ἀπογνώσει γενόμενοι οἱ στρατιῶται τά τε κατὰ τὴν Ῥώμην καὶ πᾶσαν τὴν Ἰταλίαν πυθόμενοι, αἰφνι‐ δίως, ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας | |
25 | ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων εἰς τὰς σκηνὰς ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις, οἳ πρὸς τῇ Ῥω‐ μαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξι‐ μῖνον, ὡς παύσαιντο χρονίου πολιορκίας, μηκέτι δὲ πορθοῖεν | |
30 | Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου. τολμή‐ σαντές τε οὖν ἐπίασι τῇ σκηνῇ περὶ μέσην ἡμέραν, συναραμένων αὐτοῖς καὶ τῶν δορυφόρων. τάς τε εἰκόνας ἐκ τῶν σημείων κατα‐ σπῶσι καὶ αὐτὸν σὺν τῷ παιδὶ ἀναιροῦσι. φονεύουσι δὲ καὶ τὸν ἐπάρχοντα τοῦ στρατοῦ, πάντας τε ἀναιροῦσι τοὺς ἐκείνῳ θυμή‐ | |
35 | ρεις, ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν. τού‐ των δὲ τὰς κεφαλὰς ἐς τὴν Ῥώμην ἔπεμψαν. Τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ ἐχρήσαντο | |
βασιλεύσαντες ἔτη γʹ, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες. ὁ δὲ | 106 | |
107 | στρατὸς ὡς ἐπύθετο τὰ γινόμενα, πρὸς τὴν Ἀκυληίαν παραγενό‐ μενος ἐν εἰρηνικῷ σχήματι ἐντὸς μὲν τῶν τειχῶν οὐχ ὑπεδέχθη, τούς τε ὑπὸ τῆς συγκλήτου ἀναδειχθέντας αὐτοκράτορας εὐφήμει· οὕτω τε ἔμεινεν παρὰ τὰ τείχη κομιζόμενος τὰ χρειώδη παρὰ τῶν | |
5 | ἔνδον. οἱ δὲ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες μεταξὺ Ἀλτίνου τε καὶ Ῥαβέννης περιέτυχον Μαξίμῳ αὐτοκράτορι, δια‐ τρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ Ἰταλίας λογάδας ἤθροιζε· ἀφῖκτο δὲ αὐτῷ καὶ συμ‐ μάχων πλῆθος. παρασκευάζοντι δὲ αὐτῷ τὰς δυνάμεις προσίασιν | |
10 | 〈οἱ〉 τὴν κεφαλὴν Μαξιμίνου φέροντες καὶ τοῦ παιδός. εὐθέως τε Μάξιμος πέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην ἀγγέλλοντας τὰ πραχθέντα τῷ δήμῳ καὶ τὴν κεφαλὴν κομίζοντας τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη. καὶ οὐδὲ εἰπεῖν ἔστιν λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. οὐδὲ γὰρ ἡλικία τις ἦν, ἣ | |
15 | μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο, συνηδόμενοί τε ἀλλήλοις καὶ εἰς τὸν ἱππόδρομον συνθέοντες. καὶ αὐτὸς ἑκα‐ τόμβας ἔθυεν, ἀρχαί τε πᾶσαι καὶ ἡ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον ὑπερευφραίνετο· εἴς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες διεπέμποντο. καὶ ὁ Μάξιμος | |
20 | ἐπιστὰς τῇ Ἀκυληίᾳ ὑπεδέχθη μεγαλοφρόνως, πρεσβείας τε ἐκ πάσης τῆς Ἰταλίας δεχόμενος εἰκόνας τε καὶ ἀγάλματα καὶ στε‐ φάνους. καὶ αὐτὸς δὲ ὁ στρατὸς ὁ τὴν Ἀκυληίαν πορθήσας προῄει ἐν εἰρηνικῷ σχήματι δαφνηφορῶν ἀνάγκῃ· ἠγανάκτουν γὰρ ὁρῶντες τὸν μὲν ὑπ’ αὐτῶν ἐπιλεχθέντα βασιλεύειν καθῃρημένον, | |
25 | κρατοῦντας δὲ τοὺς ὑπὸ τῆς συγκλήτου ᾑρημένους. Ὁ δὲ Μάξιμος συγκαλέσας πάντας βασιλικῶς τε ἀπεφήνατο ἀμνηστίαν τε πάντων ὑποσχόμενος καὶ χρημάτων πολλῶν δια‐ νομάς, ὀλίγων τε ἡμερῶν διατρίψας τὴν εἰς τὴν Ῥώμην ἐπάνοδον συνεκρότει. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν εἰς τὰ ἔθνη | |
30 | καὶ εἰς τὰ οἰκεῖα στρατόπεδα· αὐτὸς δὲ ἐπανῆλθεν εἰς τὴν Ῥώμην σὺν τοῖς δορυφόροις καὶ τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις. ἐπαν‐ ῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι· ἐθάρρει γὰρ αὐτῶν τῇ εὐνοίᾳ, ὡς καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε | |
ἰδιώτευσεν. εἰσιόντι δὲ αὐτῷ εἰς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήν‐ | 107 | |
108 | τητο ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέχοντο· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας. οἱ δὲ στρατιῶται διοίδαινον τὰς ψυχὰς ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν | |
5 | εὐγένειαν καὶ ἠγανάκτουν, ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βουλῆς βασιλέας. ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες (ἀντι‐ πάλους γὰρ ἤλπιζον ἔχειν) τό τε Σεβήρου ὑπόδειγμα αὐτοὺς ἐτά‐ ραττεν, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέζωσεν. ἐπιτελου‐ μένου δὲ ἀγῶνος τοῦ τῶν Καπιτωλίων, πάντων τε περὶ τὴν πανή‐ | |
10 | γυριν ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέ‐ φηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες ἀνῆλθον ὁμοθυμαδὸν εἰς τὰ βασίλεια καὶ τοῖς πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον. συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, οἷάπερ ἡ μοναρχίας ἐπιθυμία εἴωθε ποιεῖν· ὅπερ αὐτοῖς γέγονεν ἀπωλείας αἴτιον. ὡς | |
15 | γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι τοὺς πραιτωριανοὺς καλου‐ μένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους. ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι κατ’ αὐτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας), ἐκώλυε φάσκων οὐ διὰ τοὺς πραιτωριανοὺς αὐτοὺς ἀφίξεσθαι, ἀλλ’ εἰς τὸ περι‐ | |
20 | ποιῆσαι τῷ Μαξίμῳ τὴν μοναρχίαν. ἐν ᾧ δὴ περὶ τούτων διε‐ φέροντο, εἰσδραμόντες οἱ στρατιῶται, ἐκστάντων αὐτοῖς τῶν πυ‐ λωρῶν, ἁρπάζουσι τοὺς πρεσβύτας. περιρρήξαντες δὲ ἃς εἶχον ἐσθῆτας γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξάγουσιν μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως παίοντες καὶ ἀποσκώπτοντες, γενείων τε καὶ | |
25 | ὀφρύων σπαραγμοῖς καὶ πάσαις τοῦ σώματος λώβαις ἐμπαροι‐ νοῦντες διὰ μέσης τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον ἀπῆγον. ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοὶ ὅπλα ἐλάμβανον ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους αὐτοὺς ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας ἐπὶ τῆς λεωφόρου ἀπέρ‐ | |
30 | ριψαν, ἀράμενοί τε τὸν Γορδιανὸν αὐτοκράτορα ἀναγορεύουσιν, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον· βοῶντές τε πρὸς τὸν δῆμον, ὅτι ἄρα εἴησαν ἀποκτείναντες, οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο, ἐκείνου τε ἀπόγονον, καὶ οἷον αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο· ἔχοντές τε αὐτὸν ἀπῆλθον εἰς | |
35 | τὸ στρατόπεδον καὶ κλείσαντες τὰς θύρας ἡσύχαζον. οἱ δὲ Γερ‐ | 108 |
109 | μανοὶ μαθόντες ἀνῃρημένους καὶ ἐρριμμένους, ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων ἐπανῆλ‐ θον ἐς τὸ αὐτῶν καταγώγιον. τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο οἱ προειρημένοι πρεσβῦται. | |
5 | 58. Ὅτι ἐπειδὴ καὶ Γορδιανὸν ἔμελλε τὸ κοινὸν τοῦ βίου κατα‐ λαβεῖν τέλος, ὁ τῆς Συρίας ἡγούμενος ἐπιστέλλει τὸν Περσῶν βασιλέα τοὺς ἰδίους ὅρους ὑπερβάντα τὴν τῶν Ῥωμαίων γῆν κατατρέχειν· καὶ δεῖσθαι τῆς αὐτοῦ παρουσίας τὸν πόλεμον. ταῦτα Γορδιανὸς ὁ νέος πυθόμενος λίαν τε ἐν ἀθυμίᾳ γενόμενος | |
10 | ὅμως ἐπαγγέλλει τὴν ἐπὶ Πέρσας ἔξοδον, καὶ τὰς τοῦ Ἰανοῦ πύλας ἀναπετάσας, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω. καὶ ὡς εἰς τὸν Εὐφράτην ἀφίκετο εἴς τε τὰ τοῦ Τίγρητος στόμια, συμβαλὼν τοῖς βαρβάροις εὐτυχέστατα τὸν πόλεμον διεχείρισεν μεγάλοις ἀγῶσι τὰς Παρθικὰς δυνάμεις κατα‐ | |
15 | βαλών. ἐκεῖθεν δὲ μετὰ τὸ πέρας ἐπανιών, ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς οἰκείας ἀρχῆς ὑπὸ Φι‐ λίππου, τὴν βασιλείαν διαδεξαμένου, τοῦ κατ’ ἐκεῖνο καιροῦ τὴν τῶν στρατιωτῶν νεολαίαν ἀσκοῦντος, ἐδολοφονήθη. καὶ Φίλιππος ἀναγορευθεὶς βασιλεύς ...... | |
20 | 59. Ὅτι Φίλιππος βασιλεύσας καὶ τοὺς Σκύθας νικήσας ἐπὶ τὸ Βυζάντιον ἤλαυνεν. καὶ ἐλθὼν ἐς Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμβῆναι κατὰ τὴν Ῥώμην, ἅστινας Δέκιος ἐποίησεν ἀπὸ ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπισχεῖν τὰ πραττόμενα στέλλει καὶ τὴν Δεκίου προκαταληψο‐ | |
25 | μένους ἐπανάστασιν· αὐτός τε σὺν τοῖς παισὶν ἐπακολουθεῖν ἐπηγ‐ γείλατο. ὡς δὲ ἐς τὴν Ῥώμην ἔφθασαν οὓς ἔπεμψε Φίλιππος, δώροις τε καὶ κολακείαις τοῦ δήμου καὶ τῆς βουλῆς ὑπαχθέντες ἀπαγορεύουσί τε Φιλίππῳ καὶ τὸν Δέκιον αὐτοκράτορα σὺν τοῖς Ῥωμαίοις προσαγορεύουσι. τούτων ἀγγελθέντων τῷ Φιλίππῳ | |
30 | κατὰ τὴν Βερόην φεύγοντι ** καὶ τοῖς ὑποκολπίοις ξίφεσιν ἀναι‐ ροῦσιν πέμπτον ἐνιαυτὸν προστάντα τῶν πραγμάτων. ἐν δὲ τῇ Ῥώμῃ τὸν παῖδα τούτου οἱ τῆς πόλεως στρατιῶται διέφθειραν. | |
καὶ τὰ μὲν κατὰ τούτους τοιοῦτον ἔσχε τέλος. | 109 | |
110 | 60. Ὅτι ἐπὶ Γάλλου καὶ Βουλουσιανοῦ Αἰμιλιανὸς ὁ τῆς Μυσίας ἔπαρχος καινοτομεῖν ἐπεβάλετο, αὑτῷ τε τὴν βασιλείαν ἐκ προγόνων ἁρμόττειν φιλονεικῶν καὶ τῆς Ῥωμαίων βουλῆς με‐ γίστας κατηγορίας ποιούμενος. ἐφ’ ὃν οἱ τῆς Ῥωμαίων προστα‐ | |
5 | τοῦντες ἐξουσίας μεγίστῳ πλήθει στρατεύσαντες ὑπὸ τῶν οἰκείων ἐπιβουλευθέντες διεφθάρησαν, οὔπω τρίτον ἐνιαυτὸν ἐν τῇ προ‐ στασίᾳ τῶν κοινῶν διατετελεκότες οὐδέ τι λαμπρὸν ἢ βασιλείας ἄξιον κατειργασμένοι, ἐν μνήμῃ δὲ μόνῃ τῶν βασιλέων γενόμενοι. ὅ γε μὴν Αἰμιλιανὸς ἐπιπηδήσας τῇ ἀρχῇ κατὰ τὴν Σκυθῶν | |
10 | χώραν καὶ τὴν ἐπὶ Ῥώμην ἄφιξιν προθυμούμενος τετάρτῳ μηνὶ τῆς τυραννίδος προδιεφθάρη τε καὶ ἐκ τῶν ἀνθρώπων ἠφάνισται. 61. Ὅτι Γαλλιηνὸς ἀνῃρέθη πρὸς τῶν οἰκείων στρατιωτῶν ἐς ὀργὴν ἀναφθέντων, ὅτι δὴ πόλιν Μογοντίναν συναραμένην Λολλι‐ ανῷ, ὃν νεωτερίσαντα καθεῖλε Ποστούμιος, διαρπάσαι μετὰ τὴν | |
15 | νίκην οὐ συνεχώρησεν. μετὰ δὲ τοῦτον Μάριος, ἀνὴρ εὐτελὴς καὶ τῶν περὶ τὰς βαναύσους γεγονὼς τέχνας, τὴν ἁλουργίδα περιθέ‐ μενος δευτέρᾳ τῆς βασιλείας ἡμέρᾳ κατακτείνεται. ἐφ’ ᾧ Βικτω‐ ρῖνος τῶν Γαλλίων τὸ κράτος ἐκδέχεται, ἄριστος μὲν ἐν τοῖς πο‐ λέμοις, ταῖς δὲ τοῦ σώματος ἡδοναῖς ἡττημένος ἀλλοτρίους τε | |
20 | ἐνυβρίζων γάμους καὶ παρθένους ἁρπάζων. ὅθεν ἐν Ἀγριππίνῃ πόλει Γαλατικῇ πρός τινος στρατιώτου διαφθείρεται δευτέρῳ τῆς ἡγεμονίας ἐνιαυτῷ. καὶ τοῦτον τῆς ἀρχῆς διαδέχεται Τέτρικος τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς· ὃς τὴν Ἀκυτανίαν πρότερον ἡγεμονεύων βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν καὶ μὴ παρὼν ᾑρέθη· περιθέμενός | |
25 | τε τὴν πορφύραν ἐν Βουρδογάλλῳ πόλει τῆς Γαλατίας μεγίσταις ἐνέπεσε ταραχαῖς. 62. Ὅτι Ὀδενάθος ἐξ ἐπιβουλῆς Γαλλιηνοῦ ἀναιρεῖται· καὶ τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνοβία, συνοικοῦσα μὲν Ὀδενάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη καὶ διὰ τῶν ἐκείνῳ συν‐ | |
30 | όντων τὸν θάνατον τοῦ ἀνδρὸς ἐκδικοῦσα. | 110 |
111 | 63. Ὅτι Γαλλιηνὸς περὶ Μεδιόλανον πόλιν σὺν τῷ ἀδελφῷ Βα‐ λεριανῷ μετὰ τὴν τοῦ πατρὸς τελευτήν, ὃς ἐβασίλευσεν ἐνιαυτοὺς ἕξ, ἀπὸ τοῦ Δελματῶν ἱππάρχου κατακτείνεται· οὗτος δὲ ἦν Ἡρα‐ κλειανός, ὃς συμπραξάμενος Κλαυδίῳ διά τινος τῶν τολμηροτάτων | |
5 | κατὰ τὸ δεῖπνον τὸν Γαλλιηνὸν ἀποσφάττει. 64. Ὅτι ἐπὶ Κλαυδίου τοῦ βασιλέως Αὐρίολος ἐπὶ χρόνον συχνὸν ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας ἐπικηρυ‐ κεύεται παραχρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται τῇ διὰ τὴν ἀπόστασιν | |
10 | ἐχομένων ὀργῇ. 65. Ὅτι Κυντίλιος ἀδελφὸς Κλαυδίου, ὃς ἐβασίλευσε Ῥωμαίων, ἅμα δὲ τῷ γνῶναι τὴν βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑκόντα τῆς ἀρχῆς ἀποστῆναι, καὶ τῶν ἰατρῶν τινος τεμόντος φλέβα αὐτῷ, καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα, μέχρις ἄναυδος ἐγένετο. | |
15 | 66. Ὅτι Αὐρηλιανὸς ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ διαφθείρε‐ ται, τῶν εἰς τάχος γραφόντων οἰκετῶν τινὸς κατασκευάσαντος αὐτῷ τὸν θάνατον. ὃς τὴν τοῦ ἀνδρὸς μιμησάμενος χεῖρα πρός τινας χιλιάρχους αὐτῷ τε τῷ Αὐρηλιανῷ φίλους γραμματίδιόν τι ἐκό‐ μισε τὰς τῶν ἀνδρῶν τούτων φέρον προσηγορίας σεσημειωμένον | |
20 | τὸν εἰωθότα τρόπον τῶν ὑπάγεσθαι θανάτῳ κατεγνωσμένων, ἐπι‐ ψευσάμενος ταῦτα τὸν Αὐρηλιανὸν ἀναγεγραφέναι. οἱ δὲ τὸ πι‐ στὸν ἐκ τῆς τοῦ βασιλέως πρὸς ἅπασαν πρᾶξιν ἄτοπον καὶ σκλη‐ ρὰν ὀξύτητος εἰληφότες φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔ‐ γνωσαν, διαφθείρουσί τε αὐτὸν κατὰ μέσην τὴν πορείαν ἐκ Βυζαντίου | |
25 | πρὸς Ἡράκλειαν ἰόντα, περὶ τὸ λεγόμενον Καινὸν φρούριον. οὐ μὴν ἀτιμώρητος ἐτελεύτα. οἵ τε γὰρ φονεῖς αὐτοῦ δίκας ὑπέσχον, καὶ αὐτὸς τοῖς θείοις τῶν αὐτοκρατόρων ἐψηφίσθη. 67. Ὅτι Τακίτου τὰ τῆς Ῥώμης ἀναδεξαμένου βασίλεια, Σκύθαι διὰ τῆς Μαιώτιδος λίμνης ἐπεραιώθησαν· οὓς καταπολεμήσας ἐπὶ | |
30 | τὴν Εὐρώπην ἐξώρμησεν. ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. Μαξιμίνῳ γένει προσήκοντι τὴν | |
Συρίας ἀρχὴν παραδέδωκεν. οὗτος τοῖς ἐν τέλει τραχύτατα προσ‐ | 111 | |
112 | φερόμενος εἰς φθόνον ἅμα καὶ φόβον τὸν βασιλέα κατέστησεν. τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτη‐ σεν, ἧς κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας, αὐτῷ μὲν ἐπιθέμενοι τῷ Μαξιμίνῳ κατέσφαξαν, διώξαντες δὲ ἀναζευ‐ | |
5 | γνύντα ἐπὶ τὴν Εὐρώπην Τάκιτον ἀναιροῦσιν ἓξ μησὶ τοῖς ὅλοις βασιλεύσαντα. 68. Ὅτι Πρόβος καὶ Φλωριανὸς οἱ δύω ἅμα συνεβασίλευσαν. καὶ ὁ Πρόβος οὐ κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀνεῖλε τὸν Φλωρι‐ ανὸν μῆνας βʹ πρὸς ἡμέρας κʹ ἀπολαύσαντα τῆς ἐξουσίας. | |
10 | 69. Ὅτι Πρόβου βασιλεύσαντος Ῥωμαίων Σατουρνῖνος, τῷ γένει Μαυρούσιος, ὢν ἐς τὰ μάλιστα τῷ βασιλεῖ προσφιλὴς διὰ τοῦτό τε καὶ τὴν τῆς Συρίας ἀρχὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀπο‐ στὰς πίστεως εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν. ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν ἔφθησαν οἱ | |
15 | κατὰ τὴν ἑῴαν στρατιῶται συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. ἔπαυσε δὲ καὶ ἄλλην ἐπανάστασιν ἐν τῇ Βρεττανίᾳ μελετηθεῖσαν διὰ Βικτωρίνου Μαυρουσίου τὸ γένος· ᾧπερ πεισθεὶς ἔτυχε τὸν ἐπαναστάντα τῆς Βρεττανίας ἄρχοντα προστησάμενος. καλέσας δὲ τὸν Βικτωρῖνον πρὸς ἑαυτὸν καὶ ἐπὶ τῇ συμβουλῇ μεμ‐ | |
20 | ψάμενος τὸ πταῖσμα ἐπανορθώσοντα πέμπει. ὁ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας περινοίᾳ οὐκ ἄφρονι τὸν τύραννον ἀναιρεῖ. 70. Ὅτι πολλὰ διαπραξαμένου τοῦ Πρόβου καλῶς τε καὶ δι‐ καίως οἰκονομήσαντος τὴν ἀρχήν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγ‐ | |
25 | γέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ Νωρικῷ δυνάμεων Κάρῳ περιθέντων τὴν ἁλουργίδα. τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς Κάρον μετέστησαν, αὐτοὶ δ’ ἐπιστάντες ἐρήμῳ βοηθείας τῷ Πρόβῳ, κωλύοντος οὐδενός, διεχρήσαντο βα‐ σιλεύσαντα ἐνιαυτοὺς ἓξ μῆνας δʹ. | |
30 | 71. Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰτα‐ λίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμε‐ | |
λείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμε‐ | 112 | |
113 | νοι Σαβίνῳ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. τότε δὴ τῶν στρατι‐ ωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀνα‐ | |
5 | πεισάντων, Διοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουρ‐ γίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν. ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδόν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβίνου Ἰουλιανοῦ στρα‐ τιώταις καὶ στρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελ‐ θόντων, αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνός, οὗ τὴν γυναῖκα | |
10 | διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν. 72. Ὅτι ἐπὶ Διοκλητιανοῦ Καραύσιός τις, ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει, περὶ δὲ τὰ στρατιωτικὰ σπουδῇ καὶ γενναιό‐ τητι διαφέρων, κατὰ μικρὸν δόξαν ἀρίστην κτησάμενος ἐκ τοιαύ‐ της αἰτίας νεωτερίζειν ἤρξατο. Σελβικὸν καλούμενον κλῖμα κατὰ τὴν | |
15 | τῆς ἁλμυρίδος θάλασσαν Φράγκοι τε καὶ Σάξονες ἔθνη Κελτικὰ διετάραττον, ληϊζόμενοι τοὺς ἐμπόρους καὶ τῶν χωρίων πορθοῦν‐ τες τὰ ἐπιθαλάσσια. σταλεὶς τοίνυν οὗτος ἐκ Βονωνίας πόλεως Γαλατικῆς, ἐπειδὴ πολλοὺς μὲν τῶν βαρβάρων ἐχειρώσατο, τὴν δὲ λείαν τὴν ἐκ τοῦ πολέμου οὔτε τοῖς ἐποίκοις τῶν ἐθνῶν ἀπεδίδου, | |
20 | οὔτε τοῖς βασιλεῦσιν ἀπέπεμπεν, ἑκουσίως προπέμπειν τοὺς πο‐ λεμίους ὑπωπτεύθη. ἀναιρεθῆναι τοίνυν ὑπὸ τοῦ Ἐρκουλίου προσ‐ ταχθεὶς τήν τε πορφύραν περιέθετο καὶ τὴν Βρεττανίαν κατα‐ λαμβάνει. καὶ τούτου τοῦτο πεπραχότος, καὶ κεκινημένων ὄντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν Αἴγυπτον ἐνεωτέριζεν, καὶ | |
25 | ἡ Ἀφρικὴ πρὸς εʹ ἀνδρῶν Γεντιανῶν τὴν προσηγορίαν ἐπεπο‐ λέμητο. 73. Ὅτι ὁ Γαλέριος, ἐπειδὴ τῶν κατὰ τὴν Ῥώμην ᾔσθετο νεω‐ τερισθέντων, ἐν μεγάλῳ τὸ πραχθὲν ποιούμενος ἐπὶ καταλύσει τῆς τε τῶν πραιτωριανῶν στάσεως, οἵτινες Μαξιμιανὸν Ἐρκούλιον ἀνεῖ‐ | |
30 | πον βασιλέα, καὶ τῆς Μαξεντίου ἀρχῆς Σεβῆρον σὺν ἀποχρώσῃ στρατιᾷ καταπέμπει τὸν Καίσαρα. ὃς ἀφικόμενος πρὸς τὴν Ῥώ‐ μην τὰ μὲν πρῶτα περιιὼν ἐπολιόρκει τὸν Μαξέντιον, καταληφθεὶς | |
δὲ ἀδοκήτως ὑπὸ τῶν τῆς ἐναντίας γενομένων μοίρας φεύγει καὶ | 113 | |
114 | ἁλοὺς ἐν Ῥαβέννῃ διαφθείρεται. συνέβη γοῦν ἐντεῦθεν τὰς τοῦ Μαξεντίου αὐξηθῆναι δυνάμεις καὶ τὴν ἀρχὴν αὐτῷ βεβαιωθῆναι. ἀλλ’ ὅμως ὁ Ἐρκούλιος μανικῶς τῆς δυναστείας ἐρῶν οὐ πολλῷ ὕστερον, ἀγερθέντων ἐς τὸ αὐτὸ τῶν στρατοπέδων, ἀφελέσθαι τὸν | |
5 | παῖδα τῆς ἁλουργίδος ἐπεχείρησε. καταστασιασθεὶς δὲ ὑπὸ τῶν στρατιωτῶν καὶ κινδυνεύσας ἀναιρεθῆναι ἀπῆρεν ἐς τὴν Γαλατίαν, ἐξεῶσθαι πρὸς τοῦ υἱοῦ τῆς Ἰταλίας πλαττόμενος, ὡς ἂν ὑπὸ τοῦ Κωνσταντίνου κηδεστοῦ ὄντος ἀνυπόπτως ὑποδεχθείη. γνώμην δὲ ἐποιεῖτο καιροῦ πρὸς ἐπιβουλὴν ἀφικόμενος τοῦ κατακτεῖναι τὸν | |
10 | Κωνσταντῖνον. πολλὴ δέ τις κατεῖχεν εὔνοια τοὺς στρατιώτας εἰς τὸν Κωνσταντῖνον διά τε τὰ ἄλλα καὶ τὴν ἐν πολέμοις εὐτυχίαν. Φράγκους γάρ τοι καὶ Ἀλαμανούς, οἳ Κελτῶν εἰσι δυνατώτεροι, πανστρατιᾷ διαφθείρας καὶ τοὺς ἡγεμόνας τούτων ἑλὼν ἐν τῇ τῶν ἐπινικίων πανηγύρει διαγωνίσασθαι πρὸς θηρία παρεσκεύασεν. | |
15 | ἀνοιχθείσης οὖν τῆς ἐπιβουλῆς διὰ Φαύστης τῆς τοῦ Μαξιμιανοῦ θυγατρός (αὐτὴ γὰρ συνοικοῦσα τῷ Κωνσταντίνῳ κατεμήνυσε τὸν τοῦ πατρὸς δόλον), φεύγει μὲν ὁ Ἐρκούλιος, καταληφθεὶς δὲ περὶ Μασσαλίαν, ὡς πρὸς τὸν παῖδα πάλιν ἀπαίρειν εἰς Ἰταλίαν διε‐ γνώκει, τιμωρίαν ἐξέτισεν ἀναιρεθεὶς ἐν δίκῃ. *** | |
20 | 74. *** Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς διεφθάρη, τῆς κεφαλῆς ἀφαιρεθείς· ἣν ἐπὶ κοντοῦ τινος αἰωρήσαντες περὶ πᾶσαν τὴν πόλιν οἱ ἁλόντες ἤγαγον. ἐφ’ ᾧ δὴ χρημάτων τε ἀπαγωγαὶ βαρεῖαι καὶ φόνοι τῶν ἐπιφανεστάτων Ῥωμαίων, ὑπονοίᾳ τῆς πρὸς Νεπωτι‐ | |
25 | ανὸν κοινωνίας ἐγένοντο. οὐ πολλῷ γε μὴν ὕστερον Μαγνέντιος Μορσῆς πόλεως πλησίον ἐξεωθεὶς τῆς παρατάξεως πρὸς τῶν περὶ τὸν Κωνστάντιον καὶ οὐ πολὺ ἀποσχὼν καὶ αὐτὸς ὑπὸ χεῖρα τοῖς πολεμίοις πεσεῖν φεύγει, πολλῆς ἑκατέρωθεν Ῥωμαϊκῆς ἐν τούτῳ τῷ ἀγῶνι διεφθαρμένης, ἣ πρὸς ὀθνείους τε καὶ βαρβαρικοὺς ἀχ‐ | |
30 | θεῖσα πολέμους ἀξιόχρεος ἂν ἐγένετο καὶ πολλῶν ἐπινικίων πομ‐ πῶν ἀσφαλείας τε τοῖς ὁμοφύλοις κατέστη πρόξενος. Κωνστάν‐ τιος δὲ πρὸς τὸν ἐμφύλιον τρέπεται πόλεμον. μεθ’ ὃ δὴ Μα‐ | |
γνέντιος συχναῖς ἐλαττωθεὶς μάχαις ἑαυτὸν αὐτοχειρὶ θανάτῳ περὶ | 114 | |
115 | Λουγδοῦνον πόλιν ἐξάγει τοῦ βίου, τὴν μητέρα προανελών, τετάρ‐ τῳ τῆς βασιλείας ἐνιαυτῷ καὶ μηνὶ ἑβδόμῳ· ὅ τε ἀδελφὸς αὐτῷ κοινωνεῖ τοῦ θανάτου Καῖσαρ ἐπὶ φυλακῇ τῶν Γαλλίων ἀποδε‐ δειγμένος. | |
5 | Περὶ τούτους γε μὴν τοὺς χρόνους ὑπὸ Κωνσταντίου τοῦ βα‐ σιλέως Γάλλος ὁ Καῖσαρ ἐπὶ πολλαῖς καὶ ἀτόποις ἀναιρεῖται πρά‐ ξεσιν, ἀνὴρ ἄγριος τὴν φύσιν ὢν καὶ τυραννίδα τὴν ἀρχὴν κατα‐ στησόμενος ἄν, εἴπερ αὐτοκράτορι γνώμῃ προστῆναί οἱ τῆς ἡγεμονίας ἐξεγένετο. Σιλβανός τέ τις κατὰ τὴν Γαλλίαν νεωτέρων ἁπτόμε‐ | |
10 | νος πρὸ τριακοστῆς ἡμέρας ἐκποδῶν κατέστη. 75. Ὅτι Ἰουλιανὸς ὁ παραβάτης μέχρι μέν τινος δεύτερα λόγων διετέλει τῷ αὐτοκράτορι. ἐπεὶ δὲ πρὸς φθόνον τῶν οἱ δρω‐ μένων κινηθεὶς Κωνστάντιος τὰς Γερμανικὰς καλουμένας φάλαγγας ἐπὶ φυλακῇ τῆς Γαλατίας ἐκ τοῦ παλαιοτάτου καθιδρυμένας ἀπι‐ | |
15 | έναι τῆς συνήθους ἠνάγκαζε διατριβῆς, ὡς μονωθεὶς Ἰουλιανὸς αὐτῷ τε καὶ τοῖς βαρβάροις εὐεπιχείρητος εἴη, καταινέσει τῶν στρα‐ τιωτῶν αἰσθομένων τῆς τοῦ Κωνσταντίου γνώμης αὐτοκράτωρ ἀπο‐ δείκνυται, ἐνιαυτόν τε καταμείνας αὐτόθι τὴν Γαλατίαν κατεστή‐ σατο. ἄρας δὲ τὸν στρατὸν οὔτε ἐπὶ Ἰταλίας τὴν πορείαν ἐποι‐ | |
20 | εῖτο, οὔτε εὔδηλος ἦν πρὸς τὸν ἐμφύλιον ὡρμημένος πόλεμον, ἀλλ’ ἐπὶ τοὺς βαρβάρους αὖθις ἵετο. γενόμενος δὲ πρὸς τῷ πο‐ ταμῷ καὶ ἐπιστρέψας τὴν πορείαν ἐχώρει 〈ἐπὶ〉 τῶν Ὀρκυωνίων κα‐ λουμένων δρυμῶν. ἐκεῖ δὲ ναῦς ποταμίας κατασκευασάμενος καὶ τῆς στρατιᾶς ὅσον ἦν κράτιστον ἀναλαβὼν παρὰ τὴν ποταμίαν | |
25 | ὄχθην ἐκομίζετο, ὡς ἂν λάθοι. καὶ πολλὰ εἰργάσατο. ὁ δὲ Κων‐ στάντιος ἐπεὶ ᾔσθετο τοῦτο, πρὸς τὸν ἐμφύλιον πόλεμον σὺν ὀργῇ τρέπεται· οὐ μὴν ἐξεγένετό οἱ διὰ μάχης ἐλθεῖν τῷ Ἰουλιανῷ, βρα‐ βεύσαντος τοῦ θεοῦ τὸν πόλεμον, καὶ κατὰ μέσην αὐτῷ τὴν πο‐ ρείαν ἐπιγενομένης τῆς τελευτῆς περὶ Μοψουεστίαν πόλιν, ἐν ὅροις | |
30 | Κιλίκων τε καὶ Σύρων κειμένην, μεʹ τῆς ἡλικίας ἐνιαυτῷ, τῆς δὲ βασιλείας ληʹ. 76. Ὅτι ἐπὶ Οὐάλεντος τοῦ ἀρειανόφρονος καὶ Γρατιανοῦ | |
Προκόπιος τῆς σχολῆς ἐπιλαβόμενος ἐπανίσταται τῇ Κωνσταντινου‐ | 115 | |
116 | πόλει, ἐθορύβει τε τὰ ἐν αὐτῇ βασίλεια ἱκανῶς, πολλῶν τε γίνε‐ ται φόνων καὶ συμφορῶν αἴτιος. καὶ μέχρι μὲν οὖν τινος, τῆς τύχης διαφόρως αὐτῷ τε καὶ Οὐάλεντι βραβευούσης, ἔμενεν ὁ τύ‐ ραννος ἀκλινής· ἐπειδὴ δὲ ὑπὸ τῶν ἰδίων ἐγυμνώθη, δέσμιος ἐν | |
5 | Νακωλείᾳ πόλει Οὐάλεντι προσήχθη ἐκεῖ τε δύω δένδρων ἐκδε‐ θεὶς διεσπαράχθη. καὶ ὁ Οὐάλης τῇ κατὰ Βιθυνίαν ὀργισθεὶς Χαλκηδόνι, οἷα τῷ τυράννῳ συνελθούσῃ καὶ αὐτὸν ἐξυβρισάσῃ, τοὺς μὲν εἰς αὐτὴν οἰκοῦντας διέφθειρεν καὶ τὴν τοῦ τείχους αὐτῆς κατάλυσιν ἐποιεῖτο, τοὺς ἐκεῖθεν λίθους εἰς τὸ λεγόμενον Κων‐ | |
10 | σταντίνου λουτρὸν μεταφέρων· ἔνθα καὶ χρησμὸν εὑρεθῆναι ἐγκε‐ κολαμμένον ἐντὸς τῶν ἀφελκομένων λίθων. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΓΝΩΜΩΝ] 77. Ὅτι Οὐάλης ὁ ἀρειανόφρων τὸ τῶν Γότθων γένος χριστια‐ νίζειν παρασκευάσας ὑπ’ αὐτῶν ὕστερον ἐπολεμεῖτο, ὡς καὶ μέχρι | |
15 | τειχῶν τῆς πόλεως ἀφικέσθαι. ἀπέσφαξε δὲ καὶ τὸν Μάρκελλον καὶ πολλοὺς ἄλλους ἐκ τῆς εἰς βασιλείαν ὑποψίας. καὶ ἁπλῶς εἰπεῖν ἐκινδύνευον ἅπαντες, ὅσοι τὸ θ ἀρχὴν τῆς προσηγορίας ἐλάμβανον, μάλιστα Θεοδόσιοι καὶ Θεόδοτοι· τοῦτο γὰρ ἡ τῆς νεκυίας αὐτῷ μαντεία ἀπέφηνεν. αὐτίκα δὲ κατὰ τῶν βαρβάρων | |
20 | ἐχώρει, καὶ τελευτᾷ ἡττηθείς. 78. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ κάμνοντι τῷ Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμαννῶν πόλεμον ἐπιτίθεται, καὶ δι’ Ἀνδραγαθίου τοῦ τῆς τυραννίδος κοινωνοῦ πρὸ Λουγδουνοῦ τῆς | |
25 | ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι ἐπιβουλεύεται δολίως. ἐτε‐ λεύτα μὲν οὖν Γρατιανὸς βιώσας ἔτη κδʹ, βασιλεύσας ἔτη ιθʹ. αἰτία δὲ τῆς κατὰ Γρατιανοῦ κινήσεως τῷ Μαξίμῳ γέγονεν ἥδε. οὗτος Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμε‐ νος ἐν τοῖς Οὐάλεντος χρόνοις, δυσανασχετῶν ὅτι Θεοδόσιος ὑπὸ | |
30 | Γρατιανοῦ βασιλείας ἠξιώθη, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθών, ἤγειρε τοὺς ἐν Βρεττανίᾳ στρατιώτας εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος, καὶ ἀνηγορεύθη παρ’ αὐτῶν βασιλεύς. τοῦ | |
τοίνυν Γρατιανοῦ κατὰ τὸν εἰρημένον τρόπον ἀναιρεθέντος, περι‐ | 116 | |
117 | ῆλθεν ἡ ἀρχὴ εἰς Οὐαλεντινιανὸν τὸν νέον καὶ Θεοδόσιον. ὁπηνίκα δὲ τὸν τοῦ βασιλέως φόνον εἰργάσατο Μάξιμος, εὐθέως ἐπὶ τὴν Ῥώμην ἀφίκετο. τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγίστῃ καθίστατο δύναμίν τε κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐ‐ | |
5 | λαβούμενος μὴ καὶ τῷ νεωτέρῳ Οὐαλεντινιανῷ ἐπιβουλεύσειεν. Καὶ ὁ μὲν βασιλεὺς εἰς τὸν κατὰ Μαξίμου πόλεμον ἤλαυνε καταλιπὼν ἐν τῇ Κωνσταντίνου πόλει Ἀρκάδιον βασιλεύοντα. καὶ καταλαβὼν τὴν Θεσσαλονίκην εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν ἐν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δι’ ἀνάγκην τοῦ τυράννου ὡς βα‐ | |
10 | σιλέα ἐδέξαντο. ἀναλαβὼν οὖν τὰς δυνάμεις τῶν στρατιωτικῶν ταγμάτων ἐπὶ τὴν Μεδιόλανον ἐχώρει· ἐκεῖ γὰρ ὁ Μάξιμος τὰ τοῦ πολέμου διήρτυεν. οἱ δὲ περὶ τὸν τύραννον, ὡς τὴν τοῦ βασιλέως ἄφιξιν ἐπύθοντο, οὐ πρὸς μικρὸν τὴν ὁρμὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν Μάξιμον ἄγουσιν· ὃς ἀνῃ‐ | |
15 | ρέθη ἐν τῇ κʹ τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βα‐ σιλέως φονεύς, τῆς ἥττης γενομένης, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν, συμπαρομαρτοῦντος αὐτοῖς καὶ τοῦ Θεοδοσίου παιδὸς Ὀνωρίου. ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτε‐ | |
20 | λοῦντες· ὅτε δὴ καὶ τὴν ἑαυτοῦ ἀγαθότητα Θεοδόσιος περὶ τὸν Σύμμαχον ἐπεδείξατο. οὗτος γὰρ εἰς τοὺς ἀπὸ ὑπατίας τελῶν βασιλικὸν λόγον εἰς τὸν Μάξιμον διεξῆλθεν, καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα τοῖς τῶν ἐκκλησιῶν σηκοῖς προσκατέφυγεν· ὃν ὁ βασιλεὺς πάσης φιλανθρωπίας ἠξίωσε καὶ τῷ τῆς βουλῆς | |
25 | τάγματι συγκατέγραψεν. 79. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Οὐαλεντινιανὸς ὁ νέος βασιλεὺς ἀγγέλλεται ἐξ ἐπιβουλῆς τοιᾶσδε τεθνηκέναι. ὁ τούτου πατὴρ Οὐαλεντινιανὸς γυναιξὶ πλείοσιν ἐχρήσατο παρὰ τοὺς δια‐ τεταγμένους Ῥωμαίων νόμους. ἡ τοίνυν τούτου δευτέρα γυνὴ θυγά‐ | |
30 | τηρ μὲν ἐλέγετο γεγενῆσθαι Ἰούστου, Μαγνεντίου δὲ γυνὴ τοῦ τυραννήσαντος κατὰ τοὺς Κωνσταντίου χρόνους, διὰ νεότητά τε οὐ | |
τυχοῦσα τέκνων ἐξ ἐκείνου χηρεύουσα καὶ ἐγκρατευομένη διετέλει. | 117 | |
118 | ἧς διὰ κάλλους ὑπερβολὴν ἐρασθεὶς ὁ βασιλεὺς ἄγεται ταύτην κατὰ δεύτερον γάμον· ἐξ ἧς Οὐαλεντινιανὸς ὁ νέος ὁ Θεοδοσίῳ συμβασιλεύσας ἐτέχθη, καὶ Γάλλα ἡ Θεοδοσίῳ συναφθεῖσα μετὰ τὴν Φλακίλλης τελευτήν, καθ’ ὃν καιρὸν τόν τε Μάξιμον ἐνίκα | |
5 | καὶ τὸν Οὐαλεντινιανὸν ἔσωζεν· ὥστε ὑπῆρχεν αὐτῷ πρὸς τὰ κοινὰ τῆς βασιλείας καὶ ἡ τῆς κηδείας συνάφεια. τότε δὴ οὖν τῆς τοῦ Οὐαλεντινιανοῦ ἀναιρέσεως διαγγελθείσης, μέγιστον κατ‐ εῖχε πένθος αὐτόν τε τὸν βασιλέα τῆς ἕω καὶ τὴν ἀδελφὴν τοῦ τετελευτηκότος βασιλίδα Γάλλαν, μεγάλη τε ἐμελετᾶτο τοῦ | |
10 | πολέμου σπουδὴ κατὰ τοῦ τὸν φόνον ἐργασαμένου. Ἀρβωγάστης δὲ ἦν, ἐκ τοῦ Φράγκων γένους, Βάνδωνος τοῦ πρὸς Γρατιανοῦ τοῦ βασιλεύσαντος τὴν στρατοπεδαρχικὴν ἐξουσίαν ἐπιτραπέντος υἱός, φλογοειδής τε καὶ βάρβαρος τὴν ψυχήν, ὃς τὸν Οὐαλεντινια‐ νὸν βιασάμενος εἰς τὴν τοῦ πατρὸς παρῆλθε στρατηλασίαν· οὐ | |
15 | γὰρ ἦν ἀντιλέγειν αὐτῷ διὰ τὴν ἐν τοῖς πολέμοις ῥώμην. οὗτος γοῦν πολλοὺς τῶν ἐν ἀξιώμασι παρὰ τὴν τοῦ βασιλέως βουλὴν διεχειρίζετο, καὶ τούτους οὐ μόνον ἀγνοοῦντος τοῦ κρατοῦντος, ἀλλὰ καὶ κωλύοντος· ἐν οἷς καὶ τὸν Ἀρμόνιον, ὃς Ταύρου μὲν ἦν παῖς τοῦ τὴν ὕπατον διέποντος, ἐπειδή τι τὸν Ἀρβωγάστην ἐλύ‐ | |
20 | πησεν, ὁ μὲν ἐπὶ τὸ ξίφος τὴν χεῖρα ἔτρεψεν, ὁ δὲ Ἀρμόνιος τῷ βασιλεῖ τὸ σῶμα παραδοὺς σὺν τῇ ἁλουργίδι κατετέμνετο· ἐκ τούτου τε πολλὴ πρὸς τὸν στρατοπεδάρχην καὶ τὸν βασιλέα γέγονεν ἡ ὑπόνοια. καὶ ὁ μὲν Οὐαλεντινιανὸς τὴν Θεοδοσίου λάθρα μετεπέμπετο συμμαχίαν, ὡς μὴ δυνάμενος φέρειν τὴν τοῦ τυράννου | |
25 | θρασύτητα· πλὴν ὥς τι σοφὸν κατὰ τοῦ τυράννου πράττειν ἡγού‐ μενος γραμματεῖον αὐτῷ τῆς διαδοχῆς ἐπὶ τοῦ συνεδρίου δίδωσιν. ὅπερ δεξάμενος ὁ βάρβαρος καὶ ἀναγνοὺς παραχρῆμα τοῖς ὄνυξι διεσπάραξεν, λεοντώδει δὲ τῇ φωνῇ κατὰ τοῦ βασιλέως ὀργισθείς, ἀπῄει πρόκωπον ἔχων τὸ ξίφος. πολέμιος τοίνυν ἀπεδείχθη φα‐ | |
30 | νερὸς τῇ Ῥωμαίων ἀρχῇ. καὶ ὁ μὲν Οὐαλεντινιανὸς ἐβούλετο παραχρῆμα πρὸς τὸν Θεοδόσιον ἐξιππεύσασθαι, ὁ δὲ βάρβαρος τὴν κατ’ αὐτοῦ κίνησιν ἐπιτείνας, πρός τι πολισμάτιον Ἰταλικὸν Βέρναν λεγόμενον διατρίβοντι καὶ ῥᾳθυμότερον περὶ τὴν τοῦ πο‐ | |
λιχνίου φρουρὰν διαγενομένῳ προσπεσὼν καὶ ἀφύλακτον τοῦτον | 118 | |
119 | εὑρὼν ξίφει διεχρήσατο. οὕτω μὲν οὖν Οὐαλεντινιανὸς ὁ νέος βιώσας ἔτη κʹ, βασιλεύσας δὲ ἔτη ηʹ, καταστρέφει τὸν βίον. Ὁ δὲ Ἀρβωγάστης, Εὐγένιον αὐτῷ ἐπὶ σοφιστικὸν ἐγκαθή‐ μενον θρόνον, καὶ ὑπὸ γλώττης εὐδοκιμοῦντα, ὁ θεῖος ἐπέστη | |
5 | Σεριχομήριος, ἡνίκα παρὰ τὸν Θεοδόσιον μετὰ τὴν Μαξίμου νίκην ἐν τοῖς ἑῴοις βασιλείοις ἀπήγετο. καὶ ὁ μὲν Σεριχομήριος τὸ σῶμα καμὼν ἐτελεύτα κατὰ τὴν Κωνσταντίνου· τὸν δὲ Εὐγένιον ὁ βάρβαρος βασιλέα τῶν ἑσπερίων ἀποδείξας ἄκοντί γε περι‐ τίθησι τὸ σχῆμα. ὅστις εὐθέως πρεσβείαν πρὸς τὸν Θεοδόσιον | |
10 | ἔστειλε πειρώμενος, εἰ ὁμολογοίη φίλος εἶναι καὶ δέχοιτο αὐτὸν βασιλεύοντα. οὓς δὴ ὁ Θεοδόσιος ποικίλοις διακρουσάμενος λόγοις καὶ φιλανθρώποις ἀποκρίσεσι δελεάσας ἀπεπέμψατο. αὐτὸς δὲ Ῥωμαϊκὸν μὲν τὸν Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαινάν, ἐξ Ἀλανῶν δὲ τὸν Σαοὺλ ἄρχοντας τῶν στρατοπέδων παραλαβών, ἅμα δὲ καὶ | |
15 | Στελίχωνα τοῖς στρατεύμασιν ἐπιστήσας (ὃς ἦν μὲν καὶ αὐτὸς ἀνέκαθεν τοῦ Σκυθικοῦ γένους, τῆς δὲ τοῦ βασιλέως ἀδελφῆς Βερήνης αὐτῷ προσμανείσης, βασιλέως οὐδὲν ἀπελείπετο), πολλούς τε τῶν Θρᾳκίων Οὔννων σὺν τοῖς παρεπομένοις φυλάρχοις δια‐ ναστήσας εἴχετο τῆς πρὸς τὴν Ἰταλίαν πορείας, ὡς ἂν τὸν Εὐγέ‐ | |
20 | νιον μηδέν τι προσδοκῶντα ἀπαράσκευον καταλάβοι. ἐξιόντι δὲ αὐτῷ τῆς αὐλῆς ἡ βασίλισσα τελευτᾷ. Ὁπηνίκα δὲ τοῖς τῆς Ἰταλίας προσῆλθεν ὅροις, τῷ παραλόγῳ τῆς ὀξύτητος καὶ τῷ τάχει τῆς ἀφράστου διαδρομῆς ὁ Εὐγένιος ἔπτηξεν, ἀνὴρ ἄπειρος πολέμου καὶ σάλπιγγος. ὁ δὲ Ἀρβωγάστης | |
25 | ἀντεμάνη ἐπιθυμῶν πολέμου καὶ μάχης καὶ φόνων καὶ πολὺ τῆς ἡμέρας διαγωνισάμενος· καθ’ ἣν ὁ ἥλιος ἀφανὴς ἐγένετο τοῖς ἀν‐ θρώποις περὶ μέσην τῆς ἡμέρας ὥραν, ὥστε καὶ ἀστέρας φανῆναι, καὶ νυκτομαχοῦντες ἅπαντες ἀνηλίσκοντο συνδαπανώμενοι ξίφεσιν. ἄχρι μὲν οὖν περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἐν τούτοις τὰ τῶν | |
30 | στρατοπέδων ὑπῆρχεν. ἐπειδὴ δὲ Θεοδόσιος, τότε μὲν ὑπανα‐ χωρήσας, τὸν δὲ θεὸν ἱκετεύσας, καθεύδουσι τῇ ἑξῆς τοῖς ἐναντίοις ἐπιπίπτει, τὸ μὲν πλεῖστον ἐν ταῖς εὐναῖς, τὸ δὲ ἀνιστάμενον τῶν ὅπλων γεγυμνωμένον διεχειρίζετο, αὐτόν τε τὸν Εὐγένιον ζωγρήσας | |
τῆς κεφαλῆς ἀποτέμνει, καὶ μακρῷ δόρατι περιπήξας ἐν ὅλοις | 119 | |
120 | τοῖς τῆς Ἰταλίας ὅροις διεπόμπευσεν, ὡς ἅπαν τὸ τῶν πολεμίων πλῆθος πρὸς τὸν νενικηκότα χωρεῖν καὶ τοῖς αὐτοῦ πείθεσθαι διατάγμασιν. ὁ δὲ Ἀρβωγάστης, ἐν τούτῳ τε τὸ μανικὸν τῆς βαρβάρου φύσεως ἀποδείξας, αὐτοχειρίᾳ διεφθάρη τῷ σφετέρῳ | |
5 | περιπεσὼν ξίφει. ἐπὶ τούτοις τε θρίαμβοι κατὰ τὴν Ῥώμην ἐγέ‐ νοντο, καὶ στεφανηφορεῖν τὴν ἁπανταχοῦ τῶν ὑπηκόων γῆν ἐδόκει καὶ πανηγυρίζειν ἐπὶ τῇ καθαιρέσει τοῦ τυράννου. 80. Ὅτι Ῥουφῖνος ὁ ἐπίτροπος Ἀρκαδίου ἐξ ἐπιβουλῆς Εὐ‐ τροπίου τοῦ προκοίτου τῆς Ἀρκαδίου διήμαρτε κηδείας· ἀλλ’ ὅμως | |
10 | τῇ πλεονεξίᾳ καὶ τῇ χαλεπότητι τῶν τρόπων πᾶσιν ὑπέροπτος ἦν, τόν τε βασιλέα οἰκειότητι τῶν βαρβάρων καταπλήττων καὶ βαρεῖαν ἐπιτιθεὶς ἀνάγκην πρὸς τὸ κοινωνῆσαι τῆς ἁλουργίδος αὐτῷ· ποτὲ δὲ καὶ πλῆθος βαρβάρων εἰσαγαγών, ὧν Ἀλάριχος ἡγεῖτο, πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα καὶ τὰ περὶ τὴν Ἰλλυρίδα | |
15 | διεπόρθει, ὡς καὶ δῆλος ἅπασι γενέσθαι τῇ τῆς τυραννίδος ἐπιβουλῇ. Ὁ μὲν γὰρ ὑπέχαιρε καὶ τὸν κοινὸν ὄλεθρον ἰδίαν κρηπῖδα τῆς βασιλείας ὑπελάμβανεν· ὁ δὲ βασιλεὺς ἐν ἀφασίᾳ διετέλει. οὐ μὴν καὶ ὁ Στελίχων ἐνταῦθα ὅμοιος ἦν, ἀλλὰ διέπλευσε μὲν | |
20 | αὐτὸς ἐς τὴν Ἑλλάδα, καίτοι μηδὲν προσήκουσαν τοῖς τῆς ἑσπερίας τέρμασι, τὰς τῶν ἐνοικούντων οἰκτείρας συμφοράς· καὶ τοὺς βαρ‐ βάρους σπάνει τῶν ἀναγκαίων διαφθείρας ἔπαυσε τῆς τῶν ἐπι‐ χωρίων ὁρμῆς. συγκαλεσάμενος δὲ Γαινάν, ὃς τότε τῶν ἑσπερίων στρατοπέδων ἔξαρχος ἦν, ἀρτύει τὴν κατὰ Ῥουφίνου σκευήν· ὅτε | |
25 | δὴ καὶ ὁ τοῦ Ἀρκαδίου στρατὸς ἔκ τε τῆς Εὐγενίου καθαιρέσεως καὶ τῆς τῶν βαρβάρων τῶν κατὰ τὴν Ἰλλυρίδα διώξεως ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐχώρει. ὁ μὲν γὰρ βασιλεὺς κατὰ τοὺς παλαιοὺς νόμους εἰς ὑπάντησιν τῶν στρατοπέδων ἐκ τῆς πόλεως προῆλθεν, καὶ ὁ Γαινὰς αὐτὸν ἐφρούρει, πᾶσα δὲ ἦν ἀνάγκη καὶ | |
30 | τὸν τῆς αὐλῆς ἔπαρχον συνεξιέναι· Ῥουφῖνός τε ἦν καὶ ἅμα τε ὁ βασιλεὺς ὑπὸ τῶν στρατοπέδων Αὔγουστος ὀνομάζεται, καὶ Ῥου‐ φῖνος κατετέμνετο, ταύτης τε ἔτυχε τῆς τελευτῆς. παῖδες δὲ αὐτοῦ καὶ γαμετὴ πρὸς τὴν ἐκκλησίαν κατέφυγον, διηρπάζοντο δὲ ἀκωλύτως ἅπαντα ὅσα κατὰ τὴν δυναστείαν ἐκτήσατο. | |
35 | 81. Ὅτι Γαινὰς ὁ τῶν ἑῴων στρατοπέδων ἔξαρχος βάρβαρος | 120 |
121 | ὢν τὸ γένος καὶ ὑπὸ Ῥωμαίων κατ’ ὀλίγου ἐπὶ τὴν στρατηγίδα προελθὼν ἄρχειν διενοεῖτο, ὅπως ἂν καὶ αὐτῆς τῆς βασιλείας κρατήσοι. καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς ἑαυτοῦ χώρας μετεπέμψατο, τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτῶν ἀριθμὸν | |
5 | ἔχειν κατέστησεν. Τριβιγίλδου δὲ ἑνὸς τῶν ὑποστρατήγων αὐτοῦ χιλιαρχοῦντος τῶν ἐνιδρυμένων τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ αὐτοῦ Γαινᾶ νεωτερίσαντος καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνα‐ τρέποντος, ἐπειδὴ Ἀρκάδιος μηδὲν προειδόμενος τὸν Γαινὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ | |
10 | ἔργῳ τυραννῆσαι βουλόμενος. ἦγε δὲ μετ’ αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀλίγας μυριάδας, καὶ καταλαβὼν τὴν Φρυ‐ γίαν πάντα ἀνέτρεπεν. εὐθὺς οὖν ἐν ταραχῇ τὰ Ῥωμαίων οὐ μόνον διὰ τὸ † πρὸς τὸ γενναῖον, ἀλλ’ ὅτι καὶ τὰ τῆς ἑῴας ἐπί‐ καιρα μέρη κινδυνεύειν ἔμελλεν. | |
15 | Ἀλλὰ τότε μὲν ὁ βασιλεὺς διαπεμψάμενος πρὸς τὸν βάρβα‐ ρον λόγοις αὐτὸν καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἐγίνετο. τοῦ δὲ ἐξαιτοῦντος δύω τῶν προεστώτων τῆς συγκλήτου λαβεῖν ἀπὸ τῶν ὑπάτων ἄνδρας, Σατορνῖνόν τε καὶ Αὐρηλιανόν, ἀκοντὶ αὐτοὺς ὁ βασιλεὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχε. καὶ οἱ μὲν ὑπὲρ κοινοῦ | |
20 | προαποθνήσκειν αἱρούμενοι γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον, καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ὑπήν‐ των, ἕτοιμοι πάσχειν πᾶν ὅ τι ὁ βάρβαρος ἤθελεν. ἀλλ’ οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν, ὁ δὲ παρῆν ἐπὶ τὴν Χαλκηδόνα. ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. γενόμενοι δὲ πρὸς | |
25 | τῷ οἴκῳ τῆς μάρτυρος Εὐφημίας ὅρκοις ἐπιστοῦντο ἀλλήλους. καὶ ὁ μὲν βασιλεὺς ἐφύλαττεν· Γαινὰς δὲ παρεσπόνδει καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν, ἀλλ’ ἐμπρησμόν τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατὰ τῆς Κωνσταντίνου πόλεως καὶ κατὰ πάσης τῆς Ῥωμαίων ἀρχῆς. βεβαρβάρωτο γοῦν ἡ πόλις ὑπὸ τοῦ | |
30 | πολλοῦ πλήθους, καὶ πάντες οἱ κατ’ αὐτὴν ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. τοσοῦτος ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς | |
καὶ κομήτην μέγιστον ὑπὸ τοῦ οὐρανοῦ φανῆναι. | 121 | |
122 | Ὁ μέντοι Γαινὰς πρῶτον μὲν ἐπειράθη ἁρπαγὴν τῶν ἐργαστη‐ ρίων ποιήσασθαι· τῆς δὲ φήμης προμηνυσάσης τὴν ἔφοδον, ἐφυ‐ λάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν ἐχώρει γνώμην. νυκτὸς γὰρ ἐπιμεσούσης, ἐκπέμπει πλῆθος βαρ‐ | |
5 | βάρων ἐπὶ τῷ ἐμπρῆσαι τὰ βασίλεια καὶ τὴν πόλιν. ὅτε δὴ καὶ ἡ τοῦ θεοῦ περιφανῶς ἐδείχθη πρόνοια περί τε τὴν Ῥωμαίων ἀρχὴν καὶ τὴν πόλιν. ἀπροόπτως γὰρ τοῖς ἐπελθοῦσιν ἐφάνησαν ἄγγελοι ἐν σχήματι ὁπλιτῶν, μεγάλα ἔχοντες σώματα· οὓς ὑπο‐ τοπήσαντες οἱ πολέμιοι ἀληθῆ στρατὸν εἶναι πολὺν καὶ γενναῖον | |
10 | καταπλαγέντες ὑπεχώρησαν. ὡς δὲ ἀπαγγελθέντος τούτου Γαινᾷ ἄπιστον κατεφαίνετο (ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικόν, κατὰ γὰρ τὰς πόλεις ἐνίδρυτο), πέμπει τε αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτί, καὶ μετὰ ταῦτα πολλάκις. ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο (ἀεὶ γὰρ τοῖς | |
15 | ἐπιβουλεύουσιν οἱ ἄγγελοι τὴν αὐτὴν παρεῖχον φαντασίαν), τέλος αὐτὸς σὺν πλήθει πολλῷ παρελθὼν πεῖραν τῶν ἀκουσθέντων λαμβάνει, ὑπονοήσας τε ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος ὑπο‐ κρίνεται ὡς ἐπὶ τὸν μάρτυρα Ἰωάννην ὁδεύειν, ὃς ζʹ σημείοις τῆς πόλεως ἀφειστήκει· συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι τὰ ὅπλα | |
20 | λαθραίως κομίζοντες. ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη γυμνώσαντες τοὺς ἐπὶ ταῖς πύλαις διεχειρί‐ σαντο. Ἐντεῦθεν πολέμιος ἀπεδείχθη Γαινάς. καὶ οἱ μὲν περὶ τὴν πόλιν ἅπαντες πρὸς τὴν τοῦ τείχους φυλακὴν διέθεον, ὁ δὲ βα‐ | |
25 | σιλεὺς κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναι‐ ρεῖσθαι. συμβαλόντες οὖν οἱ στρατιῶται τοῖς πολεμίοις περὶ τὴν ἐκκλησίαν τῶν Γότθων (ἐνταῦθα γὰρ οἱ περιλειφθέντες ἠθροί‐ σθησαν), διαφθείρουσιν ἅπαντας, ἐμπιπρῶσι δὲ καὶ αὐτὴν τὴν ἐκκλησίαν. Γαινὰς δὲ μαθὼν ἀναιρεῖσθαι τοὺς μὴ φθάσαντας | |
30 | ἐξελθεῖν τῶν πυλῶν, γνοὺς δὲ αὐτῷ μηκέτι προχωρεῖν τὰς ἀπαν‐ τήσεις, ἄρας ἀπὸ τοῦ μαρτυρίου ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη· καὶ καταλαβὼν τὴν Χερόνησον ἐξ αὐτῆς διαπεραιοῦσθαι καὶ κατα‐ λαμβάνειν τὴν Λάμψακον ἔσπευδεν, ὅπως ἂν τῶν ἑῴων κρατῆσαι δυνήσηται. ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε | |
35 | γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ θεοῦ προνοίας ἐδείκνυτο θαύματα. ὡς γὰρ οἱ βάρβαροι σχεδίας συμπήξαντες ἐπεραιοῦντο, αἵ τε τῶν Ῥωμαίων νῆες παρῆσαν, οἱ μὲν στρατιῶται ῥᾳδίως ταῖς | |
ὁλκάσι διέπλεον, οἱ δὲ βάρβαροι ἐν ταῖς σχεδίαις διώλλυντο ὑπὸ | 122 | |
123 | τοῦ κλύδωνος ἐκριπτούμενοι. πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο, καὶ τὸ πλεῖστον τῶν πολεμίων ἀπώλετο. Γαινὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης καὶ φυγῇ χρησάμενος περιπίπτει Ῥω‐ μαϊκῇ δυνάμει καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. | |
5 | Φραυιανὸς μὲν οὖν ὁ στρατηγὸς τοῦδε τοῦ πολέμου γενόμενος ἐπὶ τὴν ὕπατον προῆλθεν ἀρχήν, καθ’ ἣν ἐτέχθη Ἀρκαδίῳ τῷ βασιλεῖ ὁ μικρὸς Θεοδόσιος. 82. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου Ἰωάννης, πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας | |
10 | ἀξίας τὴν βασιλείαν ἁρπάζει καὶ πρεσβείαν ἀποστέλλει πρὸς τὸν Θεοδόσιον δεχθῆναι εἰς βασιλέα δεομένην· οὓς δὴ ὁ βασιλεὺς ἐν φρουρᾷ ποιησάμενος πέμπει τὸν στρατοπεδάρχην Ἀρδαβούριον, ὃς τὸν Περσικὸν πόλεμον ἠγωνίσατο. καὶ ὁ μὲν εἰς Σαλώνας παραγενόμενος ἔπλει ἐπὶ τὴν Ἀκυληίαν, καὶ χρῆται τύχης ἐναν‐ | |
15 | τιότητι, μᾶλλον δὲ ἐπιτηδειότητι, ὡς ὕστερον ἀπεδείχθη. ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας ἐς τὰς χεῖρας αὐτὸν τοῦ τυράννου ἐνέ‐ βαλεν· ὃς συλλαβὼν αὐτὸν ἤλπιζεν εἰς ἀνάγκην τὸν αὐτοκράτορα καταστῆσαι τοῦ ψηφίσασθαι αὐτὸν συμβασιλεύοντα. ἀλλ’ ὁ μὲν Θεοδόσιος ἐν ἀγῶνι ἐγένετο καὶ ὁ τοῦ Ἀρδαβουρίου παῖς Ἄσπαρ, | |
20 | καὶ ἀφασία κατεῖχε τὰ Ῥωμαίων πράγματα. ὁ δὲ θεὸς ἄγγελον ἐν σχήματι ποιμένος ἀπέστειλεν ὁδηγεῖν τὰ Ῥωμαίων στρατόπεδα καὶ τὸν στρατηγὸν Ἀρδαβούριον, ἄγει τε ἅπαντας διὰ τῆς παρα‐ κειμένης τῇ Ῥαβέννῃ λίμνης (ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διέτριβεν), ὅθεν οὐδεὶς οὐδέποτε διαβεβηκέναι ἱστόρηται. οὕτως | |
25 | οὖν διαβάντες τὴν ἄβατον καὶ βατὴν διὰ ξηρᾶς τὴν πορείαν εὑ‐ ρόντες, ἀνεῳγμένας τε τὰς πύλας κατιδόντες, τῆς πόλεως ἐγκρατὴς ἐγένετο· καὶ τοῦτον ἀνελόντες γνώριμα τῷ βασιλεῖ τὰ πεπραγμένα ἐποιήσαντο. ὃς εὐχαριστήσας τῷ θεῷ ἐσκόπει τίνα τῶν ἑσπερίων ἀναδείξει βασιλέα. | |
30 | 83. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου Χρυσάφιος διῴκει τὰ πάντα, τὰ πάντων ἁρπάζων καὶ ὑπὸ πάντων μισούμενος. τότε μὲν οὖν Ἀττήλας πρόφασιν τὴν Κωνσταντίου προβαλλόμενος αἴτησιν, ἣν | |
αὐτὸν περὶ τοῦ γάμου τῆς Σατορνίλου θυγατρὸς ᾔτει, ἐπανί‐ | 123 | |
124 | σταται τῇ Ῥωμαίων ἀρχῇ καὶ τὸν εὐνοῦχον Χρυσάφιον ἐκδοθῆναί οἱ παρεκελεύετο, ὡς φωραθέντα τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς. ἐν‐ τεῦθεν πάλιν Ἀνατόλιος καὶ Νόμος πρὸς τὸν Ἀττήλαν παρα‐ γίνονται, καὶ πείθουσιν αὐτὸν δώροις ἀποσχέσθαι τῆς κατὰ τοῦ | |
5 | εὐνούχου ὀργῆς. 84. Ὅτι Θεοδόσιος ὁ νέος πρὸς τὸν Ζήνωνα ἐχαλέπαινεν. ἐδεδίει γὰρ μήποτε καὶ τυραννίδι ἐπίθηται, ἀκινδύνου αὐτῷ † γενέσθαι τῆς ἁρπαγῆς. ὅπερ ἔτι μάλιστα ἐξετάραττεν αὐτόν. καὶ πᾶσι τοῖς ἁμαρτήμασι ῥᾳδίως νέμων συγγνώμην, χαλεπός τε καὶ | |
10 | ἀμετάτρεπτος ἦν οὐ μόνον κατὰ τῶν τυραννίδα μελετησάντων ἀλλὰ καὶ τῶν βασιλείας ἀξίων νομισθέντων, καί σφας ἐκποδῶν ποιεῖν διὰ παντὸς ἐχώρει τρόπου. καὶ πρὸς τοῖς εἰρημένοις προσώποις καὶ Βάνδωνα καὶ Δανίηλον ὡς τυραννίδι ἐπιθεμένους ἐξέβαλεν. ἀπὸ τῆς αὐτῆς τοίνυν προαιρέσεως καὶ τὸν Ζήνωνα | |
15 | ἀμύνασθαι ἐσπουδακὼς τῆς προτέρας εἴχετο βουλῆς, ὥστε δια‐ βῆναι μὲν τὸν Μαξιμῖνον εἰς τὴν Ἰσαυρόπολιν καὶ τὰ ἐκεῖ χωρία προκαταλαβεῖν, στεῖλαι δὲ διὰ θαλάσσης ἐπὶ τὴν ἕω δύναμιν τὴν τὸν Ζήνωνα παραστησομένην· καὶ τῶν αὐτῷ δεδογμένων οὐκ ἀφί‐ στατο· μείζονος δὲ αὐτὸν ἐκταράξαντος φόβου, τὴν παρασκευὴν | |
20 | ἀνεβάλετο. Ἧκε γάρ τις ἀγγέλλων, τὸν Ἀττήλαν τοῖς κατὰ τὴν Ῥώμην ἐπιθέσθαι βασιλείοις, Ὀνωρίας τῆς Βαλεντινιανοῦ ἀδελφῆς ἐς ἐπικουρίαν ἐπικαλεσαμένης αὐτόν. ἡ γὰρ Ὀνωρία τῶν βασιλικῶν καὶ αὐτὴ ἐχομένη σκήπτρων Εὐγενίῳ τινὶ τὴν ἐπιμέλειαν τῶν αὐ‐ | |
25 | τῆς ἔχοντι πραγμάτων ἥλω ἐς λαθραῖον ἐρχομένη λέχος, καὶ ἐπὶ τῷ ἁμαρτήματι ἀνῃρέθη μὲν ἐκεῖνος, ἡ δὲ τῶν βασιλείων ἐλαθεῖσα Ἐρκουλάνῳ κατεγγυᾶται, ἀνδρὶ ὑπατικῷ καὶ τρόπων εὖ ἔχοντι, ὡς μήτε πρὸς βασιλείαν μήτε πρὸς νεωτερισμὸν ὑποτοπεῖσθαι. ἐν συμφορᾷ δὲ καὶ ἀνίᾳ δεινῇ τὸ πρᾶγμα ποιουμένη παρὰ τὸν | |
30 | Ἀττήλαν Ὑάκινθον εὐνοῦχον ἐκπέμπει τινά, ὥστε ἐπὶ χρήμασιν αὐτῇ τιμωρήσει τῷ γάμῳ· ἐπὶ δὲ τούτοις καὶ δακτύλιον ἔπεμψε πιστουμένη τὸν βάρβαρον. καὶ ὁ μὲν παρεσκεύαζεν ἑαυτὸν χωρεῖν κατὰ τῆς τῶν ἑσπερίων βασιλείας, ἐβούλετο δὲ ὅπως τὸν Ἀέτιον προκαταλάβοι· μὴ γὰρ ἄλλως τεύξεσθαι τῆς ἐλπίδος, εἰ μή γε | |
35 | ἐκεῖνον ποιήσοιτο ἐκποδῶν. | 124 |
125 | Ταῦτα τοίνυν Θεοδόσιος μεμαθηκὼς ἐπιστέλλει τῷ Βαλεντι‐ νιανῷ τὴν Ὀνωρίαν ἐκπέμπειν τῷ Ἀττήλᾳ. καὶ ὁ μὲν συλλαβὼν τὸν Ὑάκινθον ἅπαντα διηρεύνησε καὶ μετὰ πολλοὺς τοῦ σώματος αἰκισμοὺς τῆς κεφαλῆς ἀποτμηθῆναι ἐκέλευσεν, Ὀνωρίαν δὲ τὴν | |
5 | ἀδελφὴν Βαλεντινιανὸς τῇ μητρὶ δῶρον ἔδωκε πολλὰ αἰτησαμένῃ αὐτήν. οὕτως μὲν οὖν Ὀνωρία τότε τῆς ** ἀπελύετο. 85. Ὅτι τὰ τῶν ἑσπερίων Ῥωμαίων ἐν ταραχῇ ἦν. Μάξιμός τις ἀνὴρ εὐγενὴς καὶ δυνατὸς καὶ δεύτερον ὑπατεύσας Ἀετίῳ τῷ στρατηγῷ τῶν κατὰ τὴν Ἰταλίαν ταγμάτων δυσμενὴς ὤν, ὡς ἔγνω | |
10 | καὶ τὸν Ἡράκλειον (εὐνοῦχος δὲ οὗτος καὶ τὴν μεγίστην παρὰ τῷ βασιλεύοντι ἔχων ῥοπήν), τῆς αὐτῆς τῷ Ἀετίῳ ἔχθιστον ὄντα προ‐ αιρέσεως (ἄμφω γὰρ τῆς ἐκείνου τὴν σφετέραν ἐπειρῶντο ἀντεισ‐ άγειν δύναμιν), ἐς συνωμοσίαν ἔρχεται· καὶ πείθουσι τὸν βασι‐ λέα ὡς, εἰ μὴ φθάσοι τὸν Ἀέτιον ἀνελεῖν ταχέως, ὑπ’ αὐτοῦ φθα‐ | |
15 | ρήσεται. Ὁ δὲ Βαλεντινιανός, ἐπειδὴ αὐτῷ ἐχρῆν γενέσθαι κακῶς τὸ τεῖχος τῆς ἑαυτοῦ ἀρχῆς καταλύοντι, προσίετό τε τοὺς λόγους Μα‐ ξίμου τε καὶ Ἡρακλείου καὶ διαρτύει τῷ ἀνδρὶ τὸν θάνατον, ὅτε δὴ ὁ Ἀέτιος ἐν τοῖς βασιλείοις ἐγίνετο κοινωνεῖν τῷ κρατοῦντι | |
20 | μέλλων ἐπὶ τοῖς βουλεύμασιν καὶ προνοίας χρυσίον εἰσάγειν πειρώ‐ μενος. ὡς δὲ τὰ περὶ τῶν πόρων Ἀέτιος προύθηκε καὶ ἀναλο‐ γισμὸν ἐποιεῖτο τῶν ἐκ τῆς εἰσφορᾶς ἀθροισθέντων χρημάτων, ἀθρόον ὁ Βαλεντινιανὸς ἀνακραγὼν ἀνέθορέ τε τοῦ θάκου καὶ οὐ‐ κέτι ἔφη οἴσειν τοσαύταις ἐμπαροινούμενος μοχθηρίαις· ἐπ’ αὐτὸν | |
25 | γὰρ φέροντα τὴν κακῶν αἰτίαν παρελέσθαι αὐτόν, ὥσπερ τῆς ἑῴας βασιλείας, καὶ τοῦ τῆς ἑσπέρας βούλεσθαι κράτους, παραδηλῶν ὡς δι’ ἐκεῖνον† οἰκείει τὸν Μαρκιανὸν ἐκβαλὼν τῆς ἀρχῆς. τὸ δὲ παράδοξον τῆς ὀργῆς ὡς ἀπεθαύμαζεν ὁ Ἀέτιος καὶ ἐπειρᾶτο τῆς ἀλόγου κινήσεως ἀπαγαγεῖν αὐτόν, σπασάμενος ὁ Βαλεντινιανὸς | |
30 | τοῦ κολεοῦ τὸ ξίφος σὺν τῷ Ἡρακλείῳ ὥρμησεν, ἤδη καὶ αὐτοῦ | |
τὴν κοπίδα εὐτρεπῆ ὑπὸ τὴν χλαμύδα φέροντος· πριμικήριος γὰρ | 125 | |
126 | τῶν κοιτώνων ἦν. καὶ ἄμφω κατὰ τοῦ Ἀετίου κεφαλῆς συνεχεῖς ἐπενεγκόντες πληγὰς ἀνεῖλον αὐτόν, πολλὰ ἀνδρὸς ἔργα δια‐ πραξάμενον πρός τε ἐμφυλίους καὶ ὀθνείους πολέμους. τὴν μὲν γὰρ Πλακιδίαν, ἥτις τοῦ Βαλεντινιανοῦ μήτηρ ἦν, καὶ τὸν παῖδα | |
5 | νέον ὄντα ἐπετρόπευε διὰ τῆς τῶν βαρβάρων συμμαχίας, τὸν δὲ Βονιφάτιον σὺν πολλῇ διαβάντα χειρὶ ἀπὸ τῆς Λιβύης κατεστρα‐ τήγησεν, ὥστε ἐκεῖνον μὲν ὑπὸ φροντίδων νόσῳ τελευτῆσαι, αὐτὸν δὲ τῆς αὐτοῦ γαμετῆς καὶ τῆς περιουσίας κύριον γενέσθαι. ἀνεῖλε δὲ καὶ Φίληκα δόλῳ τὴν στρατηγικὴν σὺν αὐτῷ λαχόντα ἀρχήν, | |
10 | ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρα‐ σκευαζόμενον. κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν ῥωμαίων ἐμβατεύσαντας χωρίοις. παρε‐ στήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων. ὡς δὲ συνε‐ λόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύναμιν, ὥστε μὴ μόνον βα‐ | |
15 | σιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου εἴκειν ἐπιτάγ‐ μασιν. Μετὰ δὲ τὸν Ἀετίου φόνον καὶ Βοήθιον ὁ Βαλεντινιανός, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ ἐς τὰ μάλιστα κεχαρισμένον. ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προύθηκεν, εὐθέως τὴν γερουσίαν | |
20 | μετακαλεσάμενος πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐλα‐ βούμενος μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπομείνοι. ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ δια‐ μαρτὼν τῆς πατρικιότητος τυχεῖν ἐβούλετο. ἀλλ’ οὐδὲ ταύτης | |
25 | αὐτὸν ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρ‐ μώμενος προαιρέσεως καὶ βουλόμενος μὴ ἔχειν ἀντίρροπον δύναμιν τὰς τοῦ Μαξίμου ἀνέκοπτεν ὁρμάς, παραπείθων τὸν Βαλεντινι‐ ανόν, ἀπηλλαγμένον τῆς Ἀετίου βαρύτητος μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἑτέρους μεταφέρειν δύναμιν. ἐντεῦθέν τε ὁ Μάξιμος | |
30 | ἀμφοτέρων διαμαρτὼν ἐχαλέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυ‐ στήλαν μεταπεμψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρί‐ στους, σὺν Ἀετίῳ δὲ στρατευσαμένους καὶ Βαλεντινιανῷ προσ‐ | |
οικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν τὸν | 126 | |
127 | βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδασκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ μέγιστα ἀγαθὰ ἐν δίκῃ τῷ πεσόντι τιμωροῦσιν. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ | |
5 | ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον ὀλίγοις ἅμα δορυφόροις καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. ὡς δὲ ἀποβὰς τοῦ ἵππου ἐπὶ τὴν τοξείαν ἐχώρει, ἔνθα δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτὸν καὶ τὰ παραιωρημένα αὐτοῖς ἑλκύσαντες ξίφη ὥρ‐ μησαν. καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεν‐ | |
10 | τινιανόν, ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατάξαντα δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν καταβάλλει· ὁ δὲ Θραυστήλας τὸν Ἡράκλειον καθεῖλε, καὶ ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λαβόντες ἐς τὸν Μάξιμον ἀπέτρεχον. εἴτε δὲ πρὸς τὴν ἀδόκητον τόλμαν, εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν | |
15 | παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. δαι‐ μόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. μελισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ’ αὐτοῦ ῥυὲν αἷμα ἀνι‐ μήσατο καὶ ἅπαν ἐμύζησεν. τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν | |
20 | θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχήν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πατρὸς Δομνί‐ νου Αἰγυπτίου πραγματευτοῦ, εὐημερήσαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν. τῷ δὲ | |
25 | Μαιωρίνῳ ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη. ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν τῶν βασιλείων ἐκράτει· οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν βιάζεται τὴν Εὐδοξίαν θάνατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἦλθε. καὶ | |
30 | Γιζέριχος ὁ τῶν Βανδήλων ἄρχων τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμενος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυθείσης, τοῦ δὲ | |
εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιόχρεων κεκτημένου δύναμιν, | 127 | |
128 | οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην λάθρα ἐπικαλεσαμένης αὐτόν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ’ αὐτὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. ἐπειδὰν δὲ ἐν τῷ | |
5 | Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμης ἐγγύς) τὸν Γιζέριχον ὁ Μάξι‐ μος ἔγνω στρατοπεδευόμενον, περιδεὴς γενόμενος ἔφευγεν ἵππῳ ἀναβὰς καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ’ αὐ‐ τὸν ἐλευθέρων, οἷς μάλιστα ἐκεῖνος ἐπίστευε, ἀπολιπόντων, οἳ ὁρῶντες ἐξελαύνοντα ἐλοιδόρουν τε καὶ δειλίαν ὠνείδιζον· τῆς δὲ | |
10 | πόλεως ἐξιέναι μέλλοντα βαλών τις λίθον κατὰ τοῦ κροτάφου ἀνεῖλε· καὶ τὸ πλῆθος ἐπελθὸν τόν τε νεκρὸν διέσπασε καὶ τὰ μέλη ἐπὶ κοντῷ φέρον ἐπαιωνίζετο. ταύτης μὲν οὖν ἐκεῖνος ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἐπὶ τῇ τυραννίδι μηνῶν αὐτῷ δια‐ γενομένων τριῶν. ἐν τούτῳ δὲ καὶ Γιζέριχος ἐς τὴν Ῥώμην | |
15 | ἐσέβαλε. 86. Ὅτι Ἀβίτου βασιλεύσαντος τῆς Ῥώμης, καὶ λιμοῦ κατὰ τὸν αὐτὸν καιρὸν γενομένου, ἐν αἰτίᾳ τὸν Ἄβιτον ὁ δῆμος ποιησά‐ μενος ἠνάγκασε τοὺς ἐκ Γαλατίας αὐτῷ συνεισφρήσαντας συμ‐ μάχους ἀπάγειν τῆς Ῥωμαίων πόλεως. ἀπέπεμπε δὲ καὶ τοὺς | |
20 | Γότθους, οὓς ἐπὶ τῇ σφετέρᾳ ἐπήγετο φυλακῇ, χρημάτων αὐτοῖς ποιησάμενος διανομὴν ἐκ τῶν δημοσίων ἔργων, τοῖς ἐμπόροις χαλκὸν ἀποδόμενος· οὐ γὰρ χρυσίον ἐν τοῖς βασιλικοῖς ταμείοις ἔτυχεν ὄν. ὅπερ τοὺς Ῥωμαίους πρὸς στάσιν διανέστησεν ἀφῃ‐ ρημένους τοῦ τῆς πόλεως κόσμου. | |
25 | Περιφανῶς δὲ καὶ ὁ Μαιωρῖνος καὶ ὁ Ῥεκίμερ ἐπανίσταντο τοῦ ἐκ τῶν Γότθων ἀπηλλαγμένοι δέους, ὥστε αὐτὸν πῇ μὲν τὰς ἐμφυλίους ταραχὰς πῇ δὲ τοὺς τῶν Βανδήλων πολέμους ὑφορα‐ θέντα ὑπεξελθεῖν τῆς Ῥώμης καὶ ἔχεσθαι τῆς ἐπὶ Γαλατίαν ὁδοῦ. ἐπιθέμενοι δὲ αὐτῷ κατὰ τὴν ὁδὸν Μαιωρῖνός τε καὶ Ῥεκί‐ | |
30 | μερ εἰς τέμενος φυγεῖν κατηνάγκασαν, ἀπαγορεύοντα τῇ ἀρχῇ καὶ τὴν βασίλειον ἀποδυσάμενον στολήν. ἔνθα οἱ περὶ τὸν Μαι‐ ωρῖνον οὐ πρότερον τῆς πολιορκίας ἀπέστησαν, πρὶν ἢ λιμῷ | |
πιεσθεὶς τὸν βίον ἀπέλειπε, ὀκτὼ ἐπὶ τῆς βασιλείας διαγενομένων | 128 | |
129 | μηνῶν· οἱ δέ φασι ὅτι ἀπεπνίγη. καὶ τοῦτο μὲν Ἀβίτῳ τοῦ βίου τέλος καὶ τῆς βασιλείας ἐγένετο. 87. Ὅτι Μαιωρῖνος ὁ τῶν ἑσπερίων βασιλεύς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τῇ | |
5 | ἑαυτοῦ ἐπικρατείᾳ ἔθνη τὰ μὲν λόγοις τὰ δὲ ὅπλοις παρεστή‐ σατο, καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τʹ αὐτῷ ἠθροισμένων· καὶ ἐπὶ συνθήκαις αἰσχραῖς καταλύσας τὸν πόλεμον, ἐπανεζεύγνυεν. ἤδη δὲ ἐς τὴν Ἰταλίαν διαβεβηκότι ὁ Ῥεκίμερ θάνατον ἐπεβούλευσεν. ὁ μὲν γὰρ τοὺς | |
10 | συμμάχους μετὰ τὴν ἐπάνοδον ἀποπέμψας σὺν τοῖς οἰκείοις ἐπὶ τὴν Ῥώμην ἐπανήρχετο, οἱ δὲ περὶ τὸν Ῥεκίμερα συλλαβόντες αὐτὸν τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐγύμνωσαν, πληγάς τε ἐντείναντες τῆς κεφαλῆς ἀπετέμνοντο. τοῦτο μὲν τῷ Μαιω‐ ρίνῳ τῆς τοῦ βίου καταστροφῆς γίνεται τὸ τέλος. | |
15 | 88. Ὅτι ὁ Γιζέριχος ἐπόρθει τὰς Ἰταλίας βουλόμενος βασιλεῦ‐ σαι τῶν ἑσπερίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν. οὐκ ἐποιεῖτο δὲ προφανῆ τοῦ πολέμου αἰτίαν τὸ μὴ τὸν Ὀλύβριον ἐς τὰ τῆς ἑσπερίας διαβῆναι βασίλεια, ἀλλὰ τὸ μὴ τὴν Βαλεντινιανοῦ καὶ Ἀετίου δεδόσθαι αὐτῷ περιουσίαν, τὴν μὲν ὀνόματι Εὐδοκίας, | |
20 | ἣν ὁ τούτου παῖς εἶχε, τὴν δὲ ὡς Γαυδεντίου παιδὸς διάγοντος παρ’ αὐτῷ. 89. Ὅτι ἐπὶ Ἀνθεμίου καὶ Λέοντος τῶν βασιλέων Οὔλλιβος ὑπὸ Ἀναγάστου ἀνῃρέθη κατὰ τὴν Θρᾴκην, ἀμφότεροι τοῦ Σκυθι‐ κοῦ γένους καὶ πρὸς τὸ νεωτερίζειν ἐπιτήδειοι. | |
25 | 90. Ὅτι τῶν Ἰσαύρων ἐν τῇ Ῥοδίων νήσῳ πρὸς ἁρπαγὴν τραπέντων καὶ φόνους ἐργασαμένων, οἱ στρατιῶται τούτους διε‐ χειρίσαντο. καὶ οἱ μὲν ἐπὶ τὰς ναῦς φυγόντες ἐπὶ τὴν Κων‐ σταντίνου ἅμα Ζήνωνι τῷ ἐπὶ θυγατρὶ τοῦ βασιλέως γαμβρῷ παραγενόμενοι καὶ τοὺς τὴν ἀγορὰν προτιθέντας διαθορυβοῦντες | |
30 | τὸν δῆμον εἰς λιθοβολίας διανέστησαν. ἐμφυλίου δὲ ἐντεῦθεν κινηθέντος πολέμου, νὺξ ἐπιλαβοῦσα τὴν στάσιν διέλυσεν. Καὶ κατὰ τοῦτον τὸν χρόνον Ἀναγάστης, ὁ τῶν Θρᾳκίων τε‐ | |
λῶν ἔξαρχος, πρὸς τὸ νεωτερίζειν ἀρθεὶς τὰ Ῥωμαίων ἐπέτρεχε | 129 | |
130 | φρούρια. αἰτία δὲ τῆς αὐτοῦ διαφορᾶς ἐλέγετο, ὡς Ἰορδάνου τοῦ Ἰωάννου παιδός, ὅνπερ Ἀνέγισκλος ὁ Ἀναγάστου πατὴρ ἀνῃρήκει, ἐς τὴν ὕπατον ἀνιέντος τιμήν· τὴν γὰρ ἐπ’ αὐτῷ γενομένην ὁ Ἀναγάστης οὐκ ἐδέξατο ψῆφον, ὡς ἐπιληψίαν νοσῶν τε καὶ δε‐ | |
5 | διώς, φησί, μήποτε ἐν τῷ τῆς γερουσίας αἶσχος ἀπενέγκοιτο τῷ πάθει, ἂν οὕτω τύχοι. ἄλλοι δέ φασι αὐτὸν χρημάτων ἐφιέμενον ἐς τὴν ἐπανάστασιν χωρεῖν. πολλῆς δὲ τῆς περὶ αὐτοῦ γενομένης ὑποψίας, τέλος ἐκ τῆς βασιλικῆς αὐλῆς σταλέντες τινὲς ἔπεισαν αὐτὸν παύσασθαι τῆς ἐπιχειρήσεως. ὁ μὲν οὖν Ἀρδαβούριον τὸν | |
10 | Ἄσπαρος αἴτιον τῆς τυραννίδος ἀπέφηνε καὶ τὰ τούτου γράμματα παρὰ τὸν βασιλεύοντα ἔπεμπεν. ὁ δὲ τοῦ βασιλέως γαμβρὸς Ζήνων τὴν ὕπατον ἔχων ἀρχὴν ἔστελλε τοὺς τὸν Ἰνδακὸν ἀπο‐ στήσοντας ἀπὸ τοῦ λεγομένου Παπιρίου λόφου. τοῦτον γὰρ πρῶτος Νέων ἐφώλευε· μεθ’ ὃν Παπίριος καὶ ὁ τοῦδε παῖς | |
15 | Ἰνδακός, τοὺς προσοίκους ἅπαντας βιαζόμενοι καὶ τοὺς διοδεύον‐ τας ἀναιροῦντες. ἐστέλλετο δὲ καὶ κατὰ Τζάνων βοήθεια ληιζο‐ μένων τὰ περὶ τὴν Τραπεζοῦντα χωρία. διανέστη δὲ τότε πρὸς πόλεμον καὶ τὸ Γότθων ἔθνος Γαλατίαν τὴν πρὸς ἑσπέραν νεμό‐ μενον, οἵπερ πάλαι μὲν Ἀλλαρίχου ὠνομάζοντο· ἔτι γε μὴν καὶ τὸ | |
20 | ἐν Παιονίᾳ βαρβαρικὸν πλῆθος, πρότερον μὲν ὑπὸ Βαλίμερι, μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὑπὸ Θευδίμερι ταττόμενον τῷ Βαλί‐ μερος ἀδελφῷ. 91. Ὅτι ὁ τῶν ἑσπερίων βασιλεὺς Ἀνθέμιος νόσῳ περιπεσὼν ὑπὸ μαγγανείας χαλεπῇ πολλοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε, μά‐ | |
25 | λιστα Ῥωμανὸν ἐν τῇ τοῦ μαγίστρου ἀρχῇ τελέσαντα καὶ ἐν τοῖς πατρικίοις ἐγγεγραμμένον, ἐπιτήδειόν τε ἐς τὰ μάλιστα ὄντα τῷ Ῥεκίμερι· δι’ ὃν ἀνιαθεὶς τῆς τε Ῥώμης ἐξῆλθε καὶ ἑξακισχιλίους ἄνδρας ἐς τὸν κατὰ Βανδήλων πόλεμον ὑπ’ αὐτὸν ταττομένους ἀνεκαλέσατο. | |
30 | 92. Ὅτι ἐπὶ Λέοντος τοῦ βασιλέως Ἰορδάνης ὁ τῆς ἑῴας στρατηγὸς καὶ ὕπατος εἰς ἔσχατον ἦλθε κινδύνου, ἅμα δὲ αὐτῷ Μισαὴλ καὶ Κοσμὰς τῶν βασιλείων ὄντες θαλαμηπόλοι, ὅτι τὰ βασίλεια φυλάττειν καταλελησμένοι, τοῦ βασιλέως ἔξω διαιτω‐ | |
μένου, Ἰορδάνῃ τὰ ἔνδον ἱστορῆσαι βουληθέντι ἐφῆκαν. | 130 | |
131 | 93. Ὅτι ὁ Ῥεκίμερ εἰς διαφορὰν πρὸς τὸν Ἀνθέμιον καταστὰς τὸν βασιλέα τῶν ἑσπερίων, καὶ ταῦτα θυγατέρα αὐτοῦ κατεγγυη‐ θεὶς Ἀλυπίαν, ἐμφύλιον ἔνδον τῆς πόλεως συνεκρότησε πόλεμον ἐπὶ μῆνας θʹ. καὶ Ἀνθεμίῳ μὲν συνεμάχουν οἵ τε ἐν τέλει καὶ | |
5 | ὁ δῆμος, τῷ δὲ Ῥεκίμερι τὸ τῶν οἰκείων βαρβάρων πλῆθος. συνῆν δὲ καὶ Ὁδόακρος, γένος ὢν τῶν προσαγορευομένων Σκίρων, πατρὸς δὲ Ἰδικῶνος, καὶ ἀδελφὸς Ὀνοούλφου καὶ Ἁρματίου, σωματο‐ φύλακός τε καὶ σφαγέως γενομένου. καὶ ὁ μὲν Ἀνθέμιος κατῴκει ἐν τοῖς βασιλείοις, ὁ δὲ Ῥεκίμερ τὰ περὶ τὸν Τίβεριν διαφράξας | |
10 | λιμῷ τοὺς ἔνδον ἐβιάζετο. ἐντεῦθέν τε αὐτοῖς συμβολῆς γενο‐ μένης, πολὺ τῆς Ἀνθεμίου κατέπεσε μοίρας· τοὺς δὲ λοιποὺς ὁ Ῥεκίμερ παραστησάμενος δόλῳ βασιλέα τὸν Ὀλύβριον ἀποδείκνυσιν. πέντε γοῦν διόλου μῆνας ἐμφύλιος τῆς Ῥώμης ἐπεκράτει πόλεμος, ἄχρις οὗ, τῶν περὶ τὸν Ἀνθέμιον ἐνδόντων τοῖς βαρβάροις καὶ | |
15 | τὸν βασιλεύοντα γυμνὸν καταλιπόντων, αὐτοῖς τοῖς πτωχεύουσιν ἀναμιχθεὶς ἐν τοῖς πρόσφυξι τοῦ μάρτυρος Χρυσογόνου γίνεται· ἐκεῖ τε τῆς κεφαλῆς ἀποτέμνεται ὑπὸ Γονδουβάνδου τοῦ Ῥεκίμερος ἀδελφοῦ βασιλεύσας ἔτη πέντε μῆνας γʹ ἡμέρας ὀκτωκαίδεκα. Ὁ δὲ Ῥεκίμερ αὐτὸν μὲν βασιλικῆς ἠξίωσε ταφῆς, τὸν δὲ | |
20 | Ὀλύβριον ἐπὶ τὴν βασίλειον ἀνήγαγεν αὐλήν. Ὀλυβρίου δὲ κατὰ τὸν εἰρημένον τρόπον τὴν Ῥωμαίων παρειληφότος ἀρχήν, Ῥεκίμερ ἡμερῶν εἴσω λʹ καταλύει τὸν βίον, αἵματος αὐτῷ πλείστου ἐξεμε‐ θέντος. Ὀλύβριος δὲ μετὰ τοῦτον ιϛʹ μόνας ἐπιβιοὺς ἡμέρας ὑδέρῳ συσχεθεὶς μεταλλάττει, τοῖς βασιλεῦσιν ἀριθμηθεὶς εἰς μῆ‐ | |
25 | νας ἓξ ἥμισυ. τὴν δὲ τοῦ Ῥεκίμερος τάξιν ὑπεισελθὼν Γουνδου‐ βάλης, ἀνεψιὸς ὢν αὐτοῦ, Γλυκέριον τὴν τοῦ κόμητος τῶν δομε‐ στίκων ἀξίαν ἔχοντα ἐπὶ τὴν βασιλείαν ἄγει. γνοὺς δὲ Λέων ὁ τῶν ἑῴων βασιλεὺς τὴν τοῦ Γλυκερίου ἀναγόρευσιν ἐπιστρατεύει κατ’ αὐτοῦ, Νέπωτα στρατηγὸν ἀποδείξας· ὃς ἐπειδὴ τὴν Ῥώμην | |
30 | κατέλαβεν, ἀμαχεὶ τὸν Γλυκέριον ἐχειρώσατο καὶ τῶν βασιλείων | 131 |
132 | ἐξώσας ἐπίσκοπον τοῦτον Σάλωνος προχειρίζεται ηʹ μῆνας ἐντρυ‐ φήσαντα τῇ ἀρχῇ. εὐθὺς γοῦν ὁ Νέπως βασιλεὺς ἀναδειχθεὶς ἦρχε τῆς Ῥώμης. 94. Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως Θεοδώριχος ὁ Τριαρίου | |
5 | τὴν στρατηγίδα τῶν Θρᾳκίων διέπων Ἡράκλειον τὸν Φλώρου πρὸς τὸ Χερρονήσου τεῖχος ἀνεῖλεν, καὶ τῆς πρὸς Ῥωμαίους ὑπα‐ κοῆς καταφρονήσας ἐμφανῶς εἰς πόλεμον ὥρμησεν. βοηθήσων τοίνυν τοῖς ἐκεῖσε ὁ Ἰλλοῦς σταλεὶς ὑπὸ Ζήνωνος πολλὴν ὠφέ‐ λειαν ἐπεδείξατο. ἀναμιχθεὶς δὲ Βασιλίσκῳ καὶ συνδιατρίψας | |
10 | αὐτῷ κοινωνὸν τῆς κατὰ τοῦ βασιλέως ποιεῖται βουλῆς. καὶ δὴ καὶ Ἁρμάτιον προστεθῆναι αὐτοῖς ὑποσχομένου Βασιλίσκου, γράμ‐ ματα λαβὼν ὁ Ἰλλοῦς πρὸς τὸν Ἁρμάτιον ἐς τὴν Κωνσταντίνου πόλιν ἐπανῆκεν. ὁ δὲ αὐτίκα εἰσηγεῖτο Βηρίνῃ ἄνδρα ποιησα‐ μένῃ Πατρίκιον τὸν ἀπὸ τῆς ἀρχῆς τοῦ μαγίστρου τῆς αὐτοκρά‐ | |
15 | τορος ἐπιλαβέσθαι ἐξουσίας, μηδὲ ἑτέρῳ ταύτην προεῖσθαι. ἣ δὲ καὶ ἐξ αὐτῆς τούτου ἐφιεμένη ῥᾷστά τε ἐπέκλινε πρὸς τὰ εἰρη‐ μένα καί, τὴν πρώτην τῆς ἱπποδρομίας θέαν τοῦ Ζήνωνος συν‐ τελοῦντος, στέλλει τινὰ πρὸς αὐτὸν ἥκειν θᾶττον αὐτὸν παρα‐ κελευσαμένη. ὡς δὲ καταλιπὼν ἅπαντα Ζήνων πρὸς αὐτὴν ἐγένετο, | |
20 | ἔφη ταχεῖαν αὐτοῖς δεῖν φυγὴν ἢ γενέσθαι ὑπὸ τοῖς ἀναιροῦσιν· ἁπάντων γὰρ εἰς τοῦτο συνεληλυθέναι τὴν γνώμην. ὁ μὲν οὖν Ζήνων εἰς οὐδὲν ἀναβαλόμενος, 〈ὡσ〉 ἤκουσεν ὡς δέον αὐτοὺς ἀπο‐ δρᾶναι, νύκτωρ ἅμα τῇ γαμετῇ Ἀριάδνῃ καὶ τῇ αὐτοῦ μητρὶ Λαλ‐ λίδι ἀναλαβὼν πάντα ὁπόσα τοῖς βασιλείοις κειμήλια ἦν ἔν τε | |
25 | ἐσθῆτι καὶ τῷ ἄλλῳ κόσμῳ, ἐνάτῃ τῆς ὑπατείας ἡμέρᾳ περαιω‐ θεὶς κατὰ Χαλκηδόνα σὺν πολλοῖς τῶν Ἰσαύρων ᾤχετο, ἡμιόνοις καὶ ἵπποις χρώμενος. 95. Ὅτι μετὰ τὴν ἐπάνοδον Ζήνωνος φωραθέντες τινὲς ἐπὶ προφάσει τυραννίδος ἀπώλοντο. οὔπω δὲ τοῦ πρώτου διαγενο‐ | |
30 | μένου ἐνιαυτοῦ ἐκ τῆς ἐπανόδου Ζήνωνος, μικροῦ πρὸς διαφορὰν | |
ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ | 132 | |
133 | βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος, εἰς ἐπιβουλὴν Ἰλλοῦ. ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δεινὸν ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ, ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ καὶ πρὸς τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος | |
5 | στοᾶς, ἑτέρα τις κατ’ αὐτοῦ γίνεται ἐπιβουλὴ ἐξ αἰτίας τοιᾶσδε. βάρβαρός τις Ἀλανὸς τὸ γένος κατὰ τὴν τοῦ μαγίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν ἐξ ὑποθήκης Ἐπινίκου τὸ πραχθὲν ὡμολόγησεν. οὗτος δὲ ἦν γένος μὲν Φρύξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβι‐ | |
10 | κίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἔκ τινος περιπετείας γνωρισθεὶς καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκώς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος, ἐπὶ τὴν τῶν πριβάτων ἀνέδραμεν ἀρχήν, ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὑπάρχων ἀνέβη θρόνον. οὗ δὴ διελεγχθέντος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ | |
15 | θησαυρίζειν τὰς ὀργὰς ἐπιτήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ καθελὼν τοῦ θρόνου καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύμνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακώς, καὶ τὸν Θευδέριχον προχειρίζεται τὸν ἐπι‐ | |
20 | λεγόμενον Στραβόν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιήσατο. ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνικον κατὰ τὴν Ἰσαύρων ἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως ἀφωρμήθη. καὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν καὶ | |
25 | γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης συνταγέντα προσεποιήσατο, ἄχρις οὗ Ζήνων μεταπεμψάμενος αὐτὸν ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμφορᾶς. ** ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλλοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰ‐ γύπτου, γραμματικὴν δὲ μετιόντα καὶ ἐκ πολλοῦ κατὰ τὴν Ἑλ‐ | |
30 | λήνων οἰκήσαντα, ἧκεν, πρῶτα μὲν αὐτὸν Ζήνων ἀποδέχεται σὺν πᾶσι τοῖς τέλεσι πρὸ πεντήκοντά που σταδίων τῆς Χαλκηδόνος· ἔπειτα τὰ ἐκ τοῦ Ἐπινίκου λεχθέντα ἀπαγγείλας καὶ διαλογισά‐ | |
μενος οὐκ ἀσφαλὲς εἶναι αὐτῷ ἐπιβαίνειν τῇ Κωνσταντίνου, | 133 | |
134 | ἐξαιτεῖ τὴν Βηρίναν, καὶ λαβὼν αὐτὴν παρὰ τοῦ Ζήνωνος ἔκδοτον Ματρωνιανῷ κατατίθεται, τῷ τῆς ἑαυτοῦ γαμετῆς ἀδελφῷ· ὃς ἐπὶ τὴν Ἰσαυρίαν σὺν πλήθει πολλῷ ταύτην ἀγαγὼν ἐν τῇ κατὰ Ταρσὸν ἐκκλησίᾳ καθιεροῖ, ἐκεῖθέν τε ἐς Δαλισανδὸν ἐφρούρει. | |
5 | Καὶ ὁ Ἰλλοῦς ἅμα Ζήνωνι καὶ τῇ βασιλίδι ἐς τὴν Κωνσταν‐ τίνου πόλιν παραγενόμενος παραυτίκα τῷ Ἐπινίκῳ τὴν κάθοδον διεπράξατο τῆς καταμηνύσεως χάριν. τῷ δὲ Παμπρεπίῳ τὸ λοι‐ πὸν ἐν πάσῃ εὐροίᾳ τὰ πράγματα ἦν τιμηθέντι καὶ τῇ τοῦ κοιαί‐ στορος ἀξίᾳ. συνέστη δὲ καὶ πόλεμος ἐμφύλιος πρὸς τῷ τέλει | |
10 | τῆς Ζήνωνος ὑπατείας ὑπὸ Μαρκιανοῦ καὶ Προκοπίου τῶν ἀδελ‐ φῶν διὰ τὴν πρόφασιν Βηρίνης· καὶ πλῆθος ἀθροίσαντες βαρ‐ βάρων ἅμα πολλοῖς τῶν πολιτῶν πρὸς τὴν Καισαρίου λεγομένην οἰκίαν στρατοπεδεύουσιν, ἐκεῖθέν τε ὁ μὲν ἐν τοῖς βασιλείοις κατὰ τοῦ Ζήνωνος ἐπανίσταται, ὁ δὲ ἕτερος κατὰ Ἰλλοῦ ἐν τοῖς λεγο‐ | |
15 | μένοις Οὐαράνου. ἄρτι τε τῆς ἡμέρας μεσούσης, καὶ τῶν βασι‐ λείων ἠρεμούντων, ἐφίσταται κατὰ τὴν τοῦ Δέλφακος στοάν, ἐν ᾗ οἱ Δελφικοὶ κίονες ἑστήκασι, ποικίλου χρώματος ὄντες. καὶ συμπεσόντες τοῖς φρουροῖς πολλοὺς διεχειρίσαντο τῶν ἔνδον, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως ἐκράτησαν ἄν, εἰ μὴ μικρὸν ἀποδρὰς διε‐ | |
20 | σώθη. συνεμάχουν δὲ τούτοις Βουσαλβός τις, ἡγούμενος στρα‐ τιωτικοῦ τάγματος, καὶ Νικήτας καὶ ὁ Τριαρίου Θευδέριχος. καὶ ὁ τῆς πόλεως ὅμιλος ἐκ τῶν δωμάτων διὰ πάσης ὕλης ἐχώρει κατὰ τῶν ὑπὲρ τοῦ βασιλέως ἀγωνιζομένων. ἄχρι μὲν οὖν φῶς ἦν, οἱ περὶ τὸν Μαρκιανὸν ἐνίκων· ἐπιλαβομένης δὲ τῆς νυκτός, | |
25 | Ἰλλοῦς διὰ προνοίας τοὺς ἐκ τῆς Χαλκηδόνος Ἰσαύρους Πυλιανοῖς διεβίβασε πλοίοις, τῶν ἐκεῖσε διαπορθμευόντων ὑπὸ τοῦ Μαρ‐ κιανοῦ προκαταλελημμένων, ἅτε καὶ κυρίου ὄντος τοῦ ἐκεῖσε λι‐ μένος. καὶ τῇ ὑστεραίᾳ τοῦ βασιλέως τοὺς ἐν τέλει πάντας συν‐ αγαγόντος καὶ ἐπισχόντος ἐν ταῖς βασιλείοις αὐλαῖς, εἶτα καὶ | |
30 | τὴν στρατιωτικὴν ἐπαφέντος χεῖρα, τρέπεται τὸ τοῦ Μαρκιανοῦ μέρος καὶ φεύγει, πολλῶν ἐξ ἑκατέρων ἀναιρεθέντων. ὀλίγοι δέ τινες τῶν φυγάδων καὶ τὴν Ἰλλοῦ ἐπίμπρασαν οἰκίαν. ὁ μὲν οὖν Ζήνων, τῆς ἐμφυλίου ταραχῆς πεπαυμένης, τὸν Μαρκιανὸν ἐν τοῖς λεγομένοις πρεσβυτέροις κατατάττει καὶ εἰς τὴν Καππαδοκῶν | |
35 | Καισάρειαν ἐλαύνει· καὶ τὴν τούτου γυναῖκα Λεοντίαν ἐν τοῖς λεγομένοις Ἀκοιμήτοις φυγοῦσαν καταλιμπάνει, τοὺς δὲ λοιποὺς | |
πρὸς Θευδέριχον ἀποδράντας ἀφαιρεῖται τῶν ὑπαρχόντων. κατὰ | 134 | |
135 | δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ ἕτερος Θεοδώριχος ὁ Οὐαλάμερος ἐπὶ τὴν Νέαν Ἤπειρον ἐκδραμὼν ἐγκρατὴς γίνεται πόλεως Δυρραχίου, Ἴσαυροί τε Κώρυκον καὶ Σεβαστὴν τῆς Κιλικίας εἷλον. καὶ Μαρ‐ κιανὸς δὲ ἀποδρὰς τοὺς φρουροῦντας καὶ σὺν πολλῷ πλήθει | |
5 | γεωργικῷ ἐπελθὼν τῇ κατὰ Γαλατίαν Ἀγκύρᾳ ἀπεκρούσθη, Τρο‐ κούνδου προκαταλαβόντος 〈τὸ〉 χωρίον· καὶ διὰ τῶν αὐτοῦ δορυ‐ φόρων κρατηθέντα τοῦτον ἅμα γυναικὶ καὶ παισὶν εἴς τι φρούριον τῶν ἐν Ἰσαυρίᾳ καταστῆσαι **. ὅθεν ὁ βασιλεὺς Θευδέριχον τὸν Τριαρίου παραλύσας τῆς ἀρχῆς Τροκούνδην προχειρίζεται, καὶ | |
10 | Ἀέτιον τῶν ἐν Ἰσαυρίᾳ τελῶν προκαθίζει. ἐν ᾧ χρόνῳ συνω‐ μοσίαν ποιησάμενοι Ἐπίνικός τε καὶ Διονύσιος, ὕπαρχος τῆς αὐ‐ λῆς ὤν, καὶ Θραυστήλας στρατηγικὴν ἀξίωσιν ἔχων, ἁλόντες ὑπὸ τοῦ βασιλέως ἐτιμωρήθησαν. καὶ ἡ τῶν Θεοδωρίχων συζυγία αὖθις τὰ Ῥωμαίων ἐτάραττε καὶ τὰς περὶ τὴν Θρᾴκην πόλεις | |
15 | ἐξεπόρθει, ὡς ἀναγκασθῆναι τὸν Ζήνωνα τότε πρῶτον τοὺς κα‐ λουμένους Βουλγάρους εἰς συμμαχίαν προτρέψασθαι. Ἐπειδὴ δὲ Θεοδώριχος ὁ Τριαρίου ἐπιτυχὼν πρὸς τοὺς Οὔννους ἔπραξε πολέμῳ, καὶ ἐπ’ αὐτὴν τὴν Κωνσταντίνου πόλιν ὥρμησεν, καὶ ταύτην ῥᾳδίως ἂν ὑπηγάγετο, εἰ μὴ ὁ Ἰλλοῦς προκαταλαβὼν | |
20 | τὰς πύλας ἐφύλαττεν· ἐκεῖθέν τε ἐπὶ τὰς λεγομένας Συκὰς δια‐ δραμὼν αὖθις τῆς ἐγχειρήσεως ἥμαρτεν, ὡς λοιπὸν ἐπὶ τὸν Πρὸς Ἑστίαις τόπον καὶ τὸ καλούμενον Λωσθένιν διελθεῖν καὶ διαπορθ‐ μεύσασθαι κατὰ τὴν Βιθυνίαν ἐγχειρεῖν. ἀλλὰ καὶ κατὰ ναυμα‐ χίαν ἡττηθεὶς ᾤχετο πρὸς τὴν Θρᾴκην, ἐκεῖθέν τε ἐπὶ τὴν Ἑλ‐ | |
25 | λάδα ἀφορμηθεὶς σὺν τῷ παιδὶ Ῥεκιτὰχ καὶ ἀδελφοῖς δύω καὶ γαμετῇ Σκυθῶν τε ἀμφὶ τὰς λʹ χιλιάδας, γενόμενός τε κατὰ τὸν Διομήδους καλούμενον Στάβλον ἀναιρεῖται, ἐξ ἑωθινοῦ ἀναβὰς τὸν ἵππον καὶ καταβληθεὶς ὑπ’ αὐτοῦ ἐπὶ δόρατος ὀρθοῦ παρὰ τὸν τῆς σκηνῆς τοῖχον ἱσταμένου. οἱ δὲ καὶ τὴν πληγὴν αὐτῷ | |
30 | ἐπενεχθῆναι ἰσχυρίσαντο ὑπὸ τοῦ παιδὸς Ῥεκιτὰχ μαστιγωθέντος πρὸς αὐτοῦ. παροῦσα δὲ ἡ γαμετὴ Σιγίλδα νύκτωρ καταθάπτει τοῦτον. καὶ τὴν μὲν τοῦ πλήθους ἐπικράτειαν διαδέχεται Ῥεκιτὰχ | |
Θεοδωρίχου παῖς· παρεδυνάστευόν τε αὐτῷ οἱ ἐκ τοῦ πατρὸς θεῖοι, | 135 | |
136 | οὓς ἀνελὼν μικρὸν ὕστερον μόνος τῆς Θρᾳκῶν ἐδυνάστευεν ἀτο‐ πώτερα τοῦ πατρὸς ἀπεργαζόμενος. 96. Ὅτι ἐπὶ Ζήνωνος Θεοσέβιός τις Προκοπίῳ τῷ Μαρκιανοῦ ἐμφερὴς πλείστας περινοστήσας τῶν τῆς ἀνατολῆς πόλεων πολ‐ | |
5 | λοὺς τῇ περὶ αὐτοῦ† ἀπατῆσαι δόξῃ. 97. Ὅτι Θεοδώριχον τὸν ἕτερον αὖθις νεωτερίσαντα καὶ τὴν Ῥωμαίων ἀρχὴν καὶ τὰ πρόσοικα τῆς Ἑλλάδος ληιζόμενον Ἰωάννην τὸν Σκύθην πέμπει καὶ Μοσχιανὸν στρατηγούς, δολοφονήσας πρό‐ τερον Σαβινιανὸν τὸν ἐν Ἰλλυριοῖς ἄρχοντα. | |
10 | 98. Ὅτι Ζήνων τῆς πρὸς Ἰλλοῦν ἔχθρας κατάρχεται, πρῶτα μὲν Λογγῖνον λαβεῖν ἐξαιτούμενος, ἔπειτα Ἰωάννην τὸν Σκύθην διάδοχον αὐτῷ τῆς ἀρχῆς ἀποστείλας. δημηγορεῖ δὲ καὶ πρὸς τὸν δῆμον ὅσα ἐχθρὸς κατὰ τοῦ Ἰλλοῦ, καὶ κελεύει τοὺς οἰκειοτάτους αὐτοῦ τῆς πόλεως ἀπελαύνεσθαι, καὶ τὰς περιουσίας τούτων δω‐ | |
15 | ρεῖται ταῖς Ἰσαύρων πόλεσιν. Ὁ δὲ Ἰλλοῦς ἐς φανερὰν ἀποστασίαν ἐλθὼν τότε Μαρκιανὸν ἀναζώννυσι καὶ πρὸς τὸν Ὁδόακρον ἔστελλε, τὸν τῆς ἑσπερίας Ῥώμης τύραννον, καὶ πρὸς τοὺς τῶν Περσῶν καὶ Ἀρμενίων ἄρχον‐ τας· παρεσκεύαζεν δὲ καὶ πλοῖα. καὶ ὁ μὲν Ὁδόακρος τὸ μὴ δύ‐ | |
20 | νασθαι συμμαχεῖν ἀπεκρίνατο, οἱ δὲ δὴ ἄλλοι τὴν συμμαχίαν ὑπέσχοντο, ἐπειδάν τις πρὸς αὐτοὺς ἥξει. Ζήνων δὲ Κόνωνα τὸν Φουσκιανοῦ ἐν ἱερεῦσι καταλεγόμενον ἀναλαβεῖν αὖθις τὰ ὅπλα παρασκευάζει, καὶ Ἰλλουλίγγην δὲ τὸν νόθον αὐτοῦ ἀδελφὸν στρα‐ τηγὸν ἀναδείκνυσιν. πρὸς ἅπερ Ἰλλοῦς ἐν Ταρσῷ ἀγαγὼν τὴν | |
25 | Βηρίναν στολῇ χρήσασθαι βασιλικῇ παρεσκεύασε καί, οἷα κυρίαν οὖσαν τῆς βασιλείας, Λεόντιον ἀναγορεῦσαι βασιλέα στᾶσαν ἐν βήματι. ἦν δὲ οὗτος γονέων τε ἀφανῶν καὶ πόλεως Δαλισάνδου. ὡς οὖν ἐπὶ τὴν ἡγεμονίαν προῆλθεν, αὐτίκα τὰς ἀρχὰς διῳκήσατο καθ’ ὃν ἐδοκίμασε τρόπον, καὶ χρημάτων διανομὰς ποιησάμενος ἐπὶ | |
30 | τὴν Ἀντιόχειαν ἀφίκετο. Ὁ δὲ Ζήνων τὸν Ῥεκιτὰχ ἐπειδὴ ᾔσθετο φθόνῳ πρὸς Θεο‐ δώριχον ἀφιστάμενον, ἀναιρεθῆναι διεπράξατο πρὸς τοῦ Οὐαλίμερος | |
παιδός, ἀνεψιοῦ ὄντος τοῦ Ῥεκιτάχ, ἔχοντος καὶ παλαιὰν ὀργὴν | 136 | |
137 | πρὸς αὐτὸν οἷα τὸν * αὐτοῦ ἀποκτείναντα. ἔπραττε δὲ τὴν ἀναί‐ ρεσιν ἐν προαστείῳ Βονοφατιαναῖς προσαγορευομένῳ, ἡνίκα πρὸς τὴν ἑστίασιν ἐκ βαλανείου ἤει ὁ Ῥεκιτάχ, διελάσας αὐτοῦ τὴν πλευράν. | |
5 | Ἐπὶ δὲ τὸν Ἰλλοῦ πόλεμον στέλλει Θεοδώριχον ὕπατον, καὶ γενόμενον κατὰ τὴν Νικομήδειαν ἐπανάγει ἔννοιαν λαβὼν ἀπι‐ στίας· πέμπει δὲ ἀντ’ αὐτοῦ τινας τῶν καλουμένων Ῥόγων σὺν Ἁρμεναρίχῳ τῷ Ἄσπαρος παιδί. καὶ στόλον δὲ διὰ θαλάσσης ἠφίει ναυάρχους ἐπιστήσας Ἰωάννην τὸν κατὰ Βασιλίσκον καὶ | |
10 | Παῦλον, τὸν ἐκ δούλων γενόμενον αὐτοῦ σακελλάριον. ἐν δὲ τούτῳ παραγίνονται ἐκ τῶν Ἰλλοῦ ἀποσταλέντες Ἀρτεμίδωρος, ὁ Τρο‐ κούνδου ὑπασπιστής, καὶ Πάπιμος, ὃς ἦν ἵππαρχος τῷ Ἰλλοῦ. ἐξ ἑκατέρων τοίνυν βασιλέων παρασκευῆς γενομένης, ἐμειονεκτεῖτο τὸ Ἰλλοῦ στράτευμα, ὡς εὐλαβηθὲν σφόδρα ἐπὶ τὸ Χέρρεως ἰδεῖν | |
15 | φρούριον· καὶ πρῶτα μὲν τά τε πρὸς ἀποτροφὴν ἀρκοῦντα ἔπεμψεν αὐτῷ, καὶ τὴν γαμετὴν Ἀστερίαν καὶ ἄλλους, καὶ Βηρίνην τὴν βασίλισσαν· ἐπέστελλε δὲ καὶ Λεοντίῳ ἐκλιπόντι τὴν Ἀντιοχέων θᾶττον ἥκειν πρὸς αὐτόν. ὡς δὲ ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς | |
20 | δὲ Ἰλλοῦς ἅμα Λεοντίῳ διανυκτερεύσας ἀνῆλθεν εἰς τὸ Χέρρις φρούριον, τῶν Ἰσαύρων αὐτοὺς κατὰ μικρὸν ἀπολιμπανόντων καὶ τὰ τοῦ βασιλέως Ζήνωνος αἱρουμένων, ξʹ καὶ μόνας ἡμέρας τοῦ Λεοντίου ἐν εἰκόνι βασιλείας διαγενομένου. ἑπομένων δὲ αὐτοῖς οὐ μεῖον ἢ δισχιλίων ἀνδρῶν, τοὺς μάλιστα αὐτῶν εὔνους ἐπι‐ | |
25 | λεξάμενοι τοὺς λοιποὺς ἐν τοῖς ἄντροις ἀπεχώρισαν, ἃ πολλαχοῦ τῇ φύσει τῶν τόπων εἴργαστο. Ἀγγελθείσης δὲ τῆς Ἰλλοῦ καὶ Λεοντίου φυγῆς, ὁ Ζήνων Κοττομένην στρατηγὸν ἑκατέρων ποιεῖται δυνάμεων, Λογγῖνον δὲ τὸν ἐκ Καρδάλων μάγιστρον. καὶ τὸ μὲν Θεοδωρίχου πλῆθος | |
30 | ἀνεκαλέσατο, τοὺς δὲ τῶν Ῥόγων μένειν 〈ἐν〉 τῇ χώρᾳ προσέταξεν. | |
ἐν δὲ τῇ τοῦ φρουρίου προσεδρίᾳ πολλάκις συμβολαὶ διηγωνί‐ | 137 | |
138 | σθησαν. Βηρίνα δὲ μετ’ ἐνάτην ἡμέραν τῆς ἐν φρουρίῳ κατα‐ φυγῆς παρεθεῖσα ἐτελεύτησε καὶ ἐν μολιβδίνῃ ἐταριχεύθη λάρνακι. ἀλλὰ μὴν καὶ Μάρσος μετὰ λʹ ἡμέραν ἀποθανὼν τῇ ἴσῃ παρεδόθη ταφῇ. ὁ δὲ Ἰλλοῦς τὴν τοῦ φρουρίου φυλακὴν ἐπιτρέψας Ἰνδακῷ | |
5 | Κοττούνῃ τὸ λοιπὸν ἐσχόλαζεν ἀναγνώσει βιβλίων, καὶ ὁ Λεόντιος ἐν νηστείᾳ τε καὶ θρήνοις διετέλει. ἐμειονεκτεῖτο δὲ ἐκ τούτου τὰ περὶ τὸν Ἰλλοῦν· καὶ ὁ ἀντικάστελλος δὲ ὑπὸ τῶν ἔνδον Ῥωμαίοις προεδόθη, ὡς ἐν ἀπογνώσει τοὺς περὶ τὸν Ἰλλοῦν γενέσθαι. | |
10 | Ὑπάτου δὲ τοῦ Λογγίνου κατὰ τὸν ἑξῆς ἀποδεδειγμένου χρόνον, ὅ τε Θεοδώριχος πάλιν εἰς ἀπόστασιν εἶδε καὶ τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνετο χωρία, καὶ ὁ Ζήνων πρὸς τὸν Ὁδόακρον τὸ τῶν Ῥόγων ἐπανέστησε γένος, ὡς ἔγνω τοῦτον πρὸς τὴν Ἰλλοῦ συμμαχίαν παρασκευαζόμενον. λαμπρὰν δὲ ἀναδησαμένων νίκην | |
15 | τῶν περὶ τὸν Ὁδόακρον, προσέτι δὲ καὶ πεμψάντων δῶρα τῷ Ζήνωνι τῶν λαφύρων, ἀποπροσποιησάμενος συνήδετο τοῖς πραχ‐ θεῖσιν. οἱ δὲ τῇ Ἰλλοῦ καὶ Λεοντίου προσεδρεύοντες πολιορκίᾳ μετὰ τὸ ἐπιτυχεῖν τοῦ ἀντιφρουρίου πολλοῖς μηχανήμασιν ἐχρῶντο. ἀντικαθεζομένων δὲ τῶν στρατευμάτων, καὶ ἐς λόγους φιλίους | |
20 | συνῆλθον Ἰλλοῦς τε καὶ Ἰωάννης ὁ Σκύθης, καὶ γράμματα πρὸς τὸν Ζήνωνα διεπέμψατο ὑπομιμνήσκων αὐτὸν τῆς προτέρας εὐ‐ νοίας. ὡς δὲ οὐδὲν πλέον ἔδρα, αὖθις ἐν τοῖς ὅπλοις ἐγένοντο. Τῷ δὲ ἑξῆς ἔτει Θεοδώριχος ἐπανελθὼν ἐκ Νοβῶν ἐστρατο‐ πέδευσεν ἐν τῷ λεγομένῳ Ῥηγίῳ καὶ κατέρχεται τὰ πλησίον. ὁ | |
25 | δέ γε Ζήνων βουλόμενος αὐτὸν ὑποκλῖναι ἣν εἶχεν αὐτοῦ ἀδελφὴν τῇ βασιλίδι συνδιαιτωμένην ἀπέπεμπεν ἔτι πολεμοῦντι ἅμα πολλῷ πλούτῳ, ὁπότερον ἐθέλοι διδούς· ἐκ τοῦδε νοεῖν ἦν ὡς φιλοποιού‐ μενος ἔτι. Μετὰ δὲ τὴν Θεοδωρίχου τῆς πολιορκίας ἀπαλλαγὴν Ἄνθουσα | |
30 | ἡ τοῦ Ἰλλοῦ θυγάτηρ ἐν τῷ φρουρίῳ μετήλλαξεν, ἐξ οὗπερ μάλι‐ | |
στα ὁ Ἰλλοῦς κατωλιγώρει τῆς φυλακῆς τῶν ἔνδον. καὶ ὁ τῶν | 138 | |
139 | Περσῶν βασιλεὺς Περόζης †ζʹ βιοὺς χρόνους μετὰ τὸν πατέρα Ἰσδιγέρδην βασιλεύσας ἐτελεύτησεν ἐν τῷ πρὸς τοὺς ὁμοροῦντας Οὔννους πολέμῳ. ἑνὸς δὲ διαγενομένου χρόνου, Καβάδης τῆς βα‐ σιλείας κρατεῖ, ἀλλὰ καὶ αὐτὸς ἐξ ἐπιβουλῆς τῶν ἐν τέλει τινῶν | |
5 | τῆς ἡγεμονίας ὠσθεὶς ἐν φρουρίῳ καθείρχθη, ἐκεῖθέν τε λάθρα διαφυγὼν πρὸς τοὺς Καδισηνοὺς λεγομένους Οὔννους ἀφικνεῖται καὶ δι’ αὐτῶν αὖθις τὴν βασιλείαν κτησάμενος τοὺς ἐπιβουλεύ‐ σαντας ἀνεῖλεν. Ἐπράχθη δὲ καὶ ἡ τοῦ φρουρίου Χέρρις κατάληψις τρόπῳ | |
10 | τοιῷδε. Ἰνδακὸς ὁ Κοττούνης πάλαι τὴν προδοσίαν μελετῶν, ἅμα δὲ καὶ τὴν φυλακὴν τοῦ ἐρύματος ἐπιτετραμμένος, πείθει τὸν Ἰλλοῦν ἔξω τοῦ φρουρίου τοὺς ἀμφ’ αὐτὸν παρασκευάσαι, ὡς δὴ τῶν ἐναντίων διὰ τῆς νυκτὸς ἐπιόντων, αὐτόν τε ἅμα Λεοντίῳ ἐν τῷ συνήθει κατευνασθῆναι κοιτῶνι. ὁ δὲ νυκτὸς ἐπιλαβομένης διὰ | |
15 | τοῦ ἠρεμοῦντος μέρους καλώδιον καθεὶς τοὺς ἐναντίους ἀνάγει. καὶ πρῶτα μὲν οἱ τῶν πυλῶν φύλακες ἀποσφάττονται, ἔπειτα βοῆς ἀκουσθείσης, ὡς ἔθος ἐστὶ Ῥωμαίοις λέγειν· Ζήνων Αὔγουστε τούμβικας, παραχρῆμα μὲν Ἰνδακὸς καὶ οἱ σὺν αὐτῷ προδόντες ἀναιροῦνται, Ἰλλοῦς δὲ καὶ Λεόντιος εἰς τὸ τέμενος τοῦ μάρτυρος | |
20 | Κόνωνος καταφεύγουσιν. καὶ τοῦ Λεοντίου βουληθέντος ἀνελεῖν ἑαυτόν, ἐπέσχεν Ἰλλοῦς· ὡς δὲ εἰς αὐτοὺς ἦλθον οἱ ἐναντίοι, πρὸς βίας ἐκβάλλονται καὶ ξυλοπέδαις δεθέντες ὑπὸ τῶν στρατιωτῶν ἄγονται. καὶ ὁ μὲν Ἰλλοῦς πολλὰ καὶ εἰπὼν καὶ ὀδυράμενος ᾔτησε τοὺς περὶ Παῦλον καὶ Ἰλλοῦν τοὺς δούλους αὐτοῦ γενομένους τὸ | |
25 | μὲν τῆς θυγατρὸς σῶμα ἐν Ταρσῷ ταφῇ δοῦναι, τὴν δὲ γαμετὴν ἀνύβριστον φυλάξαι καὶ τὸν οὕτως εὔνουν γενόμενον Κόνωνα τὸν ἄνδρα φειδοῦς τυχεῖν. οἱ δὲ σπουδαίως ταῦτα ἐπετέλεσαν, καὶ τὸ μὲν σῶμα σὺν τῇ Ἰλλοῦ γαμετῇ καὶ τῇ παιδὶ Θέκλῃ εἰς τὸ εὐκ‐ τήριον τῶν γʹ παίδων ἐν Ταρσῷ ἀπέσωσαν· αὐτοὺς δὲ μικρὸν ἔξω | |
30 | τοῦ φρουρίου λαβόντες καὶ πολλὰ πρὸς τὸ θεῖον σὺν δάκρυσιν ἀπειπόντας καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείναντας τῶν κε‐ φαλῶν ἀπέτεμον. ἀστραπαὶ δὲ καὶ βρονταὶ σὺν χαλάζῃ καὶ ἀνέμῳ κατὰ τῶν παρόντων ἠνέχθησαν, καὶ ὁ ἀνελὼν αὐτοὺς ἐξέστη καὶ ἄναυδος ἐν Ταρσῷ ἐκομίσθη. Ζήνων δὲ τὰς κεφαλὰς τούτων δε‐ | |
35 | ξάμενος ἀντικρὺ τῆς πόλεως ἀνεσκολόπισεν καὶ Κόνωνα θαυμάσας | 139 |
140 | θεραπείας ἀξιοῦσθαι προσέταξεν. ἀλλ’ ὁ μὲν ἔφθη τὸν θάνατον Ἰλλοῦ τε καὶ Λεοντίου μαθεῖν καὶ σπαράξας ἑαυτὸν ἀπεβίου. ὁ δὲ βασιλεὺς δεινῶς ἅπασι τοῖς ἁλοῦσιν ἐπεξῄει, τοὺς μὲν ἀναιρῶν χύδην, τοὺς δὲ τῶν οὐσιῶν ἀλλοτριῶν. τὸ δὲ Βηρίνης σῶμα ἐς τὴν | |
5 | Κωνσταντίνου βασιλικῶς ἐκήδευσεν καὶ πρὸς τῷ τοῦ ἀνδρὸς κατα‐ θέμενος μνήματι Αὐγούσταν ὀνομάζεσθαι διεκελεύσατο, πλεῖστόν τε τῶν ἐν Ἰσαυρίᾳ φρουρίων κατέλυσεν, καὶ οἱ τῆς Ἰλλοῦ κεκοινω‐ νηκότες προδοσίας οἰκτίστοις διώλοντο θανάτοις, Κοττούνης τε ὁ δείλαιος καὶ Κόνων ὁ ἀγρεώτης καὶ Λογγῖνος ὁ τοῦ Λογγίνου παῖς | |
10 | καὶ ὁ Τροκούνδου ὑπασπιστὴς Ἀρτεμίδωρος. 99. Ὅτι Θεοδώριχος καὶ Ὁδόακρος συνθήκας καὶ ξυμβάσεις ἐποιήσαντο πρὸς ἀλλήλους ἄμφω ἡγεῖσθαι τῆς Ῥωμαίων ἀρχῆς, καὶ λοιπὸν ἦσαν αὐτοῖς ἐντεύξεις παρ’ ἀλλήλους φοιτῶσι συχναί. οὔπω δὲ ἠνύετο ἡμέρα δεκάτη, καί, τοῦ Ὁδοάκρου γενομένου παρὰ | |
15 | τὸν Θεοδώριχον, προσελθόντες τῶν αὐτοῦ ἄνδρες δύω τὰς τοῦ Ὁδοάκρου ἅτε ἱκέται γενόμενοι κατέχουσι χεῖρας, μεθ’ ὃ τῶν προ‐ λοχισθέντων ἐν τοῖς παρ’ ἑκάτερα οἰκίσκοις ἐπελθόντων ἅμα τοῖς ξίφεσιν, ἐκ δὲ τῆς θέας καταπλαγέντων καὶ οὐκ ἐπιτιθεμένων τῷ Ὁδοάκρῳ, Θεοδώριχος προσδραμὼν παίει τῷ ξίφει αὐτὸν κατὰ | |
20 | τὴν κλεῖδα, εἰπόντα δέ· ποῦ ὁ θεός; ἀμείβεται· τοῦτό ἐστιν ὃ καὶ σὺ τοὺς ἐμοὺς ἔδρασας. τῆς δὲ πληγῆς καιρίας καὶ μέχρι τῆς ὀσφύος διελθούσης τὸ Ὁδοάκρου σῶμα, εἰπεῖν φασιν Θεοδώριχον ὡς· τάχα οὐδὲ ὀστοῦν ἦν τῷ κακῷ τούτῳ. καὶ τὸν μὲν πέμψας ἔξω θάπτει εἰς τὰς συνόδους τῶν Ἑβραίων ἐν λιθίνῃ λάρνακι ἔτη | |
25 | βεβιωκότα ξʹ, ἄρξαντα δὲ ιδʹ, τὸν δὲ ἀδελφὸν τούτου ἐν τῷ τεμένει φυγόντα κατετόξευσε. συνέχων δὲ καὶ τὴν Ὁδοάκρου γαμετὴν Σουνι‐ γίλδαν καὶ Ὀκλὰν τὸν παῖδα, ὃν Ὁδόακρος Καίσαρα ἀπέδειξεν, τοῦτον μὲν ἐκπέμπει εἰς Γαλλίαν, ἐκεῖθεν δὲ ἀποδράντα κατὰ τὴν Ἰταλίαν διαφθείρει, τὴν δὲ ὑπὸ λιμοῦ φρουρουμένην ἐξήγαγε | |
30 | τοῦ βίου. 100. Ὅτι Ἀναστάσιος ὁ βασιλεὺς λύει 〈τὸν〉 τῶν δημεύσεων | |
φόβον τοῖς ὑπηκόοις, ἀπαγορεύει δὲ τοῖς συκοφάνταις τὴν ἄδειαν | 140 | |
141 | καὶ τὸ τῆς καλουμένης δηλατορίας πάθος τιμωρεῖται καὶ τοὺς ἐκ τῶν εἰσφορῶν ὀφειλέτας ἐλευθεροῖ τῶν ἔμπροσθεν χρόνων. ὡς δὲ κατὰ τὰς θέας ἀτακτοῦσιν ὁ τῆς πόλεως ἔπαρχος διὰ προ‐ γράμματος τὰς ἔνδον διατριβὰς ἀπηγόρευσεν, ὑπονοίᾳ τὸ λοιπὸν | |
5 | ἐκδόντες ἑαυτοὺς οἱ τοῖς πλημμελήμασιν ἐνεχόμενοι ἅπαντα διε‐ τάραττον. καὶ δὴ τοῦ βασιλέως τὴν ἱπποδρομίαν θεωμένου, πολὺς ἐντεῦθεν διηγείρετο θόρυβος, ὡς καὶ αὐτοῦ τοῦ τῆς βουλῆς ἡγου‐ μένου καταβοᾶν. Ἰουλιανὸς δὲ ἦν ὁ Ἀλεξανδρεὺς τῶν ἐκ παιδείας καὶ λόγων εἰσηγητής. ἐν ὀργῇ τοίνυν τοῦ βασιλέως ποιημαμένου | |
10 | τοὺς τὰ τοιαῦτα τολμῶντας καὶ διὰ πλήθους στρατιωτικοῦ ἀνείρ‐ γειν αὐτοὺς ἐπιχειρήσαντος εἰκότως, εἰς ἀπεγνωσμένην ἐτράπησαν πρᾶξιν πῦρ ἐνιέντες τῷ τὰς θύρας τῆς ἱπποδρομίας ἔχοντι τόπῳ, ἐξ οὗπερ καὶ αἱ προσπαρακείμεναι στοαὶ διεφθείραντο ῥᾳδίως· ἐκεῖθέν τε τὰς στήλας τῶν βασιλέων ἐκ χαλκοῦ πεποιημένας τῶν | |
15 | ἱδρυμάτων ὠθήσαντες πᾶν εἶδος ὕβρεως εἰς αὐτὰς ἐπετέλουν, ὡς καὶ αὐτοὺς ἐκείνους αἰκιζόμενοι, καίτοι πολλῶν μὲν ἀναιρου‐ μένων, πολλῶν δὲ καὶ ἡμιθνήτων γενομένων. ὁ βασιλεὺς τοίνυν ὁρῶν τὴν κατὰ τῶν ὑπηκόων αὐτοῦ νίκην οὐ πρέπουσαν εἶναι, ἀποπαύει μὲν τῆς ἀρχῆς τὸν Ἰουλιανόν, ὕπαρχον δὲ προχειρίζεται | |
20 | Σεκουνδῖνον τὸν τῆς ἑαυτοῦ ἀδελφῆς Καισαρίας ἄνδρα, καὶ τούτῳ ληξάσης τῆς τῶν στρατιωτῶν λύττης, οὐ χαλεπῶς καὶ τὰ πεπονθότα τῶν οἰκοδομημάτων ἀνεκτήσατο. κρίνων δὲ εἰκότως ἐκ τῆς τῶν ἐνδημούντων Ἰσαύρων ἐπιβουλῆς διεσκευάσθαι ταῦτα, ἀποχωρεῖν τούτους τῆς βασιλίδος ἐκέλευσεν οὐδ’ ἀξιωμάτων ἀφαιρούμενός | |
25 | τινα αὐτῶν οὐδὲ χρημάτων, καὶ ταῦτα ἤδη ἀγγελθείσης τῆς κατὰ 〈τὴν〉 χώραν αὐτῶν ἀποστάσεως. μελλόντων δὲ καὶ ἐν διατριβῇ ποιουμένων τὴν ἀναχώρησιν, συνεῖδεν αὐτοῖς ἀνάγκην ἐπιθεῖναι, ἐξ οὗπερ λαμπρότερον ἀπεδείχθησαν δυσμενεῖς τῷ κρατοῦντι πο‐ λιτεύματι. ἐντεῦθεν λοιπὸν ὁ τοῦ Ζήνωνος ἀδελφὸς Λογγῖνος κατὰ | |
30 | τὴν Θηβαίων ἀφορίζεται χώραν καὶ αὐτοῦ ἀπεφθάρη λιμῷ μετὰ χρόνους ηʹ, ἥ τε οὖσα αὐτῷ γαμετὴ Οὐαλερία τοὔνομα σὺν τῇ παιδὶ Λογγίνᾳ, ἣ καὶ ὡμολόγητο Ζήνωνι τῷ Ἀνθεμίου καὶ Ἡραΐ‐ δος υἱῷ, καὶ Λαλὶς ἡ Ζήνωνος καὶ Λογγίνου μήτηρ τὸ ἐν Βροχθοῖς οὕτω προσαγορευομένῳ προαστείῳ τῆς Βιθυνῶν κατέλαβον εὐκτή‐ | |
35 | ριον, ἐν ᾧπερ καὶ Ζήνων οὐχ ἥκιστα διεθέριζεν, ἐπιβιώσασαι δὲ | 141 |
142 | χρόνον οὐ μέτριον καὶ τὰ πρὸς τὸ ζῆν ἐξ ἐράνου πορίζουσαι ἄλλοσε ἄλλη μετήλλαξε τὸν βίον. Λογγῖνος δὲ ὁ μάγιστρος καὶ Ἀθηνό‐ δωρος ἀνδρείᾳ τε αὐχῶν καὶ πλούτῳ σὺν ἑτέροις συχνοῖς ἐς τὴν Ἰσαύρων ἐξέπεσον χώραν. ἀποστέρξας δὲ ὁ βασιλεὺς ἐσάπαξ τὰ | |
5 | Ἰσαύρων τήν τε τοῦ βασιλεύσαντος Ζήνωνος περιουσίαν προέγρα‐ ψεν, ὥστε καὶ αὐτή γε ἡ βασίλειος ἐσθὴς ὤνιος προύκειτο, καὶ τὸ Παπειρίου καλούμενον φρούριον πέμψας κατέστρεψεν, ἀναιρεῖ δὲ καὶ τὰς διδομένας αὐτοῖς παρὰ τοῦ Ζήνωνος σιτήσεις τεινού‐ σας εἰς υʹ καὶ χιλίας χρυσίου λίτρας ἐτησίας. ἀρτυσαμένων δὲ τὰ | |
10 | πρὸς ἀντίστασιν καὶ ἤδη κινηθέντων ἐκ τῆς σφετέρας ὑπὸ ἡγε‐ μόσι Λιγγινίνῃ καὶ Ἀθηνοδώρῳ, συνόντων αὐτοῖς καὶ Κόνωνος Φουσκιανοῦ τοῦ ἀπὸ ἐπισκόπων καὶ Λογγίνου μαγίστρου καὶ Ἀθη‐ νοδώρου τοῦ ἑτέρου, πλῆθός τε μαχίμων ἀμφὶ τὰς ρʹ χιλιάδας ἐπαγομένων ἔκ τε Ἰσαύρων καὶ Ῥωμαίων, τῶν μὲν ἑκουσίως ἑλο‐ | |
15 | μένων τὴν συμμαχίαν, τῶν δὲ καὶ ἀνάγκῃ ἑπομένων, καὶ διαδρα‐ μόντων τὰς πόλεις καὶ γενομένων ἐν Κοτιαείῳ τῷ ἄστει τῆς Φρυ‐ γίας, ὑπαντιάσαν αὐτοῖς καὶ τὸ τοῦ βασιλέως στράτευμα *ἀμφὶ τοὺς δισχιλίους. ἡγοῦντο δὲ αὐτῶν στρατηγοὶ βʹ, Ἰωάννης ὁ Σκύ‐ θης καὶ Ἰωάννης ὁ Κυρτός, καὶ αὐτὸς ἐκ Σιλυβρίας ὁρμώμενος, | |
20 | ὑποστράτηγοι δὲ Ἰουστῖνος ἐκ Βεδεριανῆς φρουρίου πλησιάζοντος Ναισσῷ τῇ Ἰλλυρίδι καὶ Ἀψικὰλ βάρβαρος γένους τῶν καλουμένων Γότθων, ἔτι τε Σιγίζαν καὶ Ζόλβων Οὔννων ἄγοντες πλῆθος. ἐπειδὴ δὲ πλησίον ἀλλήλων ἦλθον συρράξαντες περὶ δείλην ἑσπέ‐ ραν, πολλοὺς τῶν ἐναντίων διέφθειραν οἱ Ῥωμαῖοι καὶ αὐτὸν ἀνε‐ | |
25 | λόντες τὸν ἡγεμόνα τῶν Ἰσαύρων Λιγγινίνην, ὡς τοὺς περιλειφθέν‐ τας δρομαίως διαφυγεῖν ἐς τὰ σφέτερα. ὁ δὲ τοῦ βασιλέως στρατὸς ἐπιδιώξας ἕως καὶ τῆς τοῦ Ταύρου ὑπερβολῆς διέμεινεν τὴν τοῦ χειμῶνος ὥραν. 101. Ὅτι ἐπὶ Ἀναστασίου ὁ τὴν ὕπαρχον ἀνύων τῆς πόλεως | |
30 | Ἡλίας τοὔνομα τὴν τῶν καλουμένων Βρυτῶν ἑορτὴν ἐπιτελῶν, ὡς οὔπω πρότερον γέγονεν, ὑπό τινος βασκανίας αἴτιος πολλῶν ἐγέ‐ νετο φόνων. τῶν γὰρ ἀθροισθέντων ἐς δείλην τοῦ δήμου ἅμα | |
ξίφεσι κατ’ ἀλλήλων ὡρμηκότων, πολὺς ἦν τῶν ὀλλυμένων ὁ τρό‐ | 142 | |
143 | πος. ὁμοίως καὶ Κωνστάντιος ὁ ἄρχων τῆς πόλεως τὴν αὐτὴν ἐπιτελεῖν τῶν Βρυτῶν πανήγυριν βουλευσάμενος ὀλίγου διώλεσε τὸν ἅπαντα δῆμον ποικίλοις διαφθαρέντα τρόποις, ὡς τὸν βασιλέα τοῦ λοιποῦ χηρῶσαι τῆς καλλίστης ὀρχήσεως τὰς πόλεις. | |
5 | 102. Ὅτι καθ’ ὃν χρόνον ὁ τοῦ βασιλέως τοῦ Ἀναστασίου γαμ‐ βρὸς Σεκουνδῖνος τὴν ὕπατον ἀρχὴν παρειλήφει, ἐκινήθη τὰ περὶ τὴν Παφλαγονίαν. 103. Ὅτι συνεκύκα κατὰ τὸν αὐτὸν χρόνον τὰ κατὰ τὴν Θρᾴ‐ κην Βιταλιανός, ἀνθρωπίσκος βραχὺς καὶ τραυλὸς τὴν φωνὴν καὶ | |
10 | τὰς ἄκρας τοῖν βλεφάροιν ὑποκεκαυμένος, υἱὸς ὢν Πατρικιόλου πατρίδα ἐσχηκότος Ζάλδαβα τῆς κάτω Μυσίας πόλισμα βραχύ. οὗτος ἐπειδὴ τὰ πολλὰ συνδιατρίβων τοῖς Οὔννοις ἑτοιμότερος πρὸς ἀπόνοιαν ἠγγέλθη τῷ βασιλεῖ· ἀφαιρεθεὶς γὰρ σιτήσεως δη‐ μοσίας τῶν καλουμένων φοιδερατικῶν ἀνώνων εἰσηγεῖται τοῖς τὰ | |
15 | περὶ Σκυθίαν καὶ Θρᾴκην πληροῦσι τάγματα, δυσχεραίνουσι μὲν καὶ ἐξ ἑαυτῶν ἐφ’ οἷς ἔπασχον πρὸς τοῦ τὴν στρατηγίαν ἔχοντος Ὑπατίου, καὶ δὴ πείθει ῥᾳδίως τῷ πρῶτος ἄρξαι τῶν παρανομω‐ τάτων καὶ ἐπέκεινα τόλμης. τοὺς γὰρ τῷ στρατηγῷ παρεδρεύον‐ τας Κωνσταντῖνόν τινα ἐκ Λυδίας καὶ Κελεαρῖνον φονεύσας, | |
20 | ἔτι καὶ Μαξέντιον τὸν τοῦ καλουμένου Δουκὸς τὴν Μυσῶν ἐπιτετραμμένον ἀρχήν, διαφθείρει, καὶ 〈τὸν〉 τῷ στρατηγῷ σύμπνουν καὶ εἰς ἅπαντα κεχαρισμένον Καρῖνον συσχὼν τῆς τοῦ μὴ ἀνελεῖν χάριτος κομίζεται δῶρον τὸ συμπρᾶξαί οἱ πρὸς τὴν τῆς Ὀδύσσου καὶ τῆς στρατηγίας ἐξουσίαν καταφημίσαντα ὡς εἴη | |
25 | αὐτῷ τὰ τῆς ἡγεμονίας ἐπιτετραμμένα, παραδοῦναι δὲ καὶ ὁπόσον ἦν παρ’ αὐτῷ χρυσίον. πείσας οὖν ἐκ τούτων ἅπαντας βλέπειν εἰς αὐτόν, συναθροίσας ἀμφὶ τὰς νʹ χιλιάδας πολεμικῶν τε καὶ ἀγροίκων ἀνδρῶν, τῇ Κωνσταντίνου προσάγειν ἤγγελτο. ὁ δὲ βα‐ σιλεὺς καὶ ἐξ ὧν ἔναγχος ἐπεπόνθει πρὸς δειλίαν κατενεχθεὶς καὶ | |
30 | τῷ παραδόξῳ τῶν περιστάντων αὐτῷ δυσχεραίνων, προσέτι δὲ καὶ τῷ ἀκούειν τοὺς ἐπιόντας τὴν ὁμοίαν τῆς θρησκείας προβάλ‐ λεσθαι μέμψιν, σταυροὺς μὲν ἐκ χαλκοῦ παγῆναι ὑπὲρ τὰς πύλας τῶν τειχῶν παρακελεύεται γράμμασι τὴν αἰτίαν τοῦ συστάντος ἐπ’ | |
αὐτὸν θορύβου προκαθιστῶντας, τῆς δὲ ὑπὲρ τῶν ζώων εἰσφορᾶς | 143 | |
144 | τετάρτην περιελὼν μοῖραν τοῦ Βιθυνῶν τε καὶ Ἀσιανῶν ἔθνους τὸν ταῦτα δηλοῦντα χάρτην τῇ κατὰ τὴν πρωτεύουσαν ἐκκλησίαν ἱερᾷ τραπέζῃ φέρων κατέθηκε καὶ τῆς πόλεως φρουρὰν ἐποιεῖτο διὰ τῶν ἐν τοῖς τέλεσιν. ἤδη δὲ τοῦ Βιταλιανοῦ προσβαλόντος | |
5 | τοῖς τῆς πόλεως προαστείοις καὶ περὶ αὐτὰ τὰ τείχη ἐληλακότος, στέλλεται πρὸς αὐτὸν Πατρίκιος ὁ στρατηγός, ἅμα μὲν ὡς προσή‐ κοντός οἱ διὰ τὴν ἀρχὴν τοῦ τοιοῦδε λόγου, ἅμα δὲ καὶ ὡς γέρασι προύχων καὶ ἀξιώσεσιν, καὶ αὐτῷ δὲ τῷ Βιταλιανῷ μέρος οὐ μι‐ κρὸν τῆς εὐπραγίας γενόμενος. ὅς, ἐπειδὴ παρ’ αὐτὸν ἦλθε καὶ | |
10 | τῇ ἐκ τῆς εὐεργεσίας παρρησίᾳ καθήψατο, τὰ εἰκότα ἤκουεν, ὡς οἷα πολλὰ προηνέχθη ἔκ τε τῶν τὴν βασιλείαν ἐσχηκότων, καὶ νῦν. ἥκειν αὐτοὺς δεομένους ἐπανορθωθῆναι μὲν τῶν ἀδικημάτων τοῦ τῆς Θρᾳκῶν στρατηγοῦ, κυρωθῆναι δὲ καὶ τὴν ὀρθῶς ἔχουσαν τοῦ θείου δόξαν. τῇ δὲ ὑστεραίᾳ τῶν ἐν πρώτοις παρὰ τοῦ βασιλέως | |
15 | εἰσκληθέντων καὶ παραγενομένων Βιταλιανοῦ χωρίς (τοῦτον γὰρ οὐδὲ εἴσω τῆς πόλεως γενέσθαι ἔπεισε), τὰ μὲν ἐπεγκαλέσας ὁ βασιλεὺς καὶ ὡς μηδὲν ὀλιγωρηθέντας διελέγξας, τὰ δὲ ἐκθεραπεύ‐ σας δώροις τε καὶ τῇ τῶν ὀφειλομένων ἐπαγγελίᾳ, ἄξειν τε ὑπο‐ σχόμενος τοὺς τῆς πρεσβυτέρας Ῥώμης τὰ περὶ τῆς δόξης τῶν | |
20 | ἱερῶν καταστήσοντας, ἀπέπεμψεν ὅρκους ὑπὲρ τῆς ἐς τὸ λοιπὸν εὐνοίας αὐτῶν ἀποδεξάμενος. οἱ δὲ τῷ Βιταλιανῷ συγγενόμενοι ἀναλαβόντες αὐτόν τε καὶ τὸ πλῆθος ᾤχοντο. Ὁ δὲ βασιλεὺς Ἀναστάσιος τὴν τῶν ἐν Θρᾴκῃ τελῶν στρατη‐ γίαν Κυρίλλῳ παραδίδωσιν οὐκ ἀσυνέτῳ οὐδὲ πολεμικῆς ἐμπειρίας | |
25 | ἀμαθεῖ. ἐλθὼν δὲ ὁ Κύριλλος κατὰ Μυσίαν καὶ ἐπιβουλεῦσαι σπουδάζων τῷ Βιταλιανῷ αὐτὸς ἐπεβουλεύθη πρῶτος ἐν τοῖς στρα‐ τηγικοῖς οἴκοις διαφθαρεὶς ξίφει. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ συμ‐ βάντα δόγματι τῆς συγκλήτου βουλῆς τῆς Ῥωμαϊκῆς πολιτείας ἀλ‐ λότριον τὸν Βιταλιανὸν ψηφίζεται καὶ στρατιὰν μεγίστην ἀγείρας | |
30 | ἀμφὶ τὰς πʹ χιλιάδας αὐτοκράτορά τε τοῦ πολέμου ἀποδείξας Ὑπάτιον τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ, Ἄλαθαρ δὲ γένος Σκυθικὸν ἐπὶ τῇ τοῦ στρατηγοῦ τῶν Θρᾳκῶν προσηγορίᾳ ἕπεσθαί οἱ προσ‐ τάξας, καὶ Θεόδωρον τὸν τῶν βασιλικῶν θησαυρῶν ταμίαν· οἳ συμμίξαντες αὐτῷ καὶ διαφόροις ἐλασθέντες τύχαις καί ποτε καὶ | |
35 | νίκην ἄραντες μετρίαν ἐγνώρισαν τῷ βασιλεύοντι, ὥστε αὐτὸν καὶ | 144 |
145 | προελθεῖν ἐν τοῖς ἱεροῖς τόποις καὶ θέας ἐπιτελέσαι δημοτελεῖς. οὐ μακρὰν δὲ Ὑπάτιος πάλιν ἐπὶ τὸν τύραννον ὁρμήσας Ἰουλιανὸν ἀπέβαλε ζωγρηθέντα, τὸν ἐκ τοῦ λόγου τῶν λεγομένων μεμοριαλίων, τολμήσαντα ὅλως καὶ θεάσασθαι πόλεμον. καὶ ὁ μὲν ἐν κλωβῷ | |
5 | βληθεὶς καὶ περιαχθεὶς ἀφέθη χρυσίῳ. ἀναστήσας τοίνυν ὁ Ὑπά‐ τιος ἐκ τῶνδε τὸν στρατόν, ἄρτι τε καὶ Τιμοθέου τινὸς τῶν ἐν τοῖς σωματοφύλαξιν τεταγμένων τοῦ βασιλέως ὑπὸ τῶν βαρβάρων ἀναιρεθέντος, ἐπὶ τῆς Ἀκρίδος στρατοπεδεύεται τὸ ἐκ τῶν ἁμαξῶν χαράκωμα προβαλόμενος. τότε δὲ τῶν Οὔννων ἁπάντων συνα‐ | |
10 | θροισθέντων καὶ εἰς ἅμα ἐφορμησάντων, ἐπέσχε μέν τις εἰς βραχὺν χρόνον ἀντίπαλος τοξεία, ὡς δὲ οἱ βάρβαροι τοὺς τῶν ἁμαξῶν βόας ἔβαλλον συσκευασθέντας ἤδη πρὸς μετάστασιν, διαλύεται μὲν ἡ τοῦ χαρακώματος σύνταξις, ἐπ’ αὐτοὺς δὲ ἴασιν οἱ βάρβαροι τοὺς Ῥωμαίους οὐδὲ ἀντᾶραι σφίσιν τὰς χεῖρας τολμῶντας. ὑπὸ | |
15 | δὲ μιᾶς τῆς πρὸς τὸ ἀποδρᾶναι σπουδῆς πιεζομένων πρὸς ἀλλή‐ λων, καὶ ὑπό τινος μαγείας τῶν βαρβάρων ἐπιγενομένης ἀχλύος ἐπισκοτισάσης αὐτοῖς τὰς ὄψεις, οὐ προϊδόντες ἐν οἷς τὴν φυγὴν ἐποιοῦντο τόποις, ἐς κρημνοὺς καὶ φάραγγας καταφερόμενοι διε‐ φθείροντο. ἀπώλοντο μὲν οὖν τῷδε τῷ τρόπῳ πλεῖον ἢ ξʹ χιλι‐ | |
20 | άδες, καὶ ταῖς ἀκρωρείαις τὸ τῆς φάραγγος προσισώθη βάθος ὑπὸ τοῦ πλήθους τῶν ἐμπεσόντων ἀνδρῶν τε καὶ ζώων ἀλόγων. ἥλω‐ σαν δὲ καὶ οἱ τῶν λοχαγῶν τὴν τάξιν πληροῦντες· αὐτὸς δὲ Ὑπά‐ τιος ἐς τὴν θάλατταν καταδὺς καὶ οἷα τὰ πολλὰ τῶν ἐν τῇ ἁλὶ τρεφομένων ὀρνέων ἐκ μόνης ἀνεχούσης τῆς κεφαλῆς ἐπιγνωσθεὶς | |
25 | συνελήφθη. πληρῶν δὲ Βιταλιανὸς τοῖς Οὔννοις ὃν ὑπέσχετο πο‐ ρισμὸν τῶν χρημάτων, ἀποδίδοσθαι αὐτοῖς τοὺς ἁλόντας ἐφῆκεν καὶ τόν τε Ἄλαθαρ ἀπελυτρώσατο καὶ Εὐσίγνιον ἄλλους τε συχ‐ νούς. τὸν δὲ Ὑπάτιον ὁ Βιταλιανὸς κομιδῆς ἠξίου τῆς δεούσης, ὡς ἐπὶ ὠνίῳ μεγάλῳ τὸν ὑπὲρ αὐτοῦ τιθέμενος λόγον. καὶ τὸ | |
30 | λοιπὸν συνεσκεύαστο μὲν ἅπαντα τὰ ἐν Σκύθαις καὶ Μυσοῖς φρού‐ ριά τε καὶ πόλεις, πάντες δὲ αὐτὸν ἐδεδίεσαν καὶ βασιλέα προσε‐ δόκων. ὁ δὲ βασιλεὺς προνοούμενος τοῦ συμβάντος στέλλει τινὰ Οὐράνιον τὴν τοῦ καλουμένου καγκελλαρίου τάξιν πληροῦντα τῷ τῶν ὀφφικίων μαγίστρῳ ἅμα Πολυχρονίῳ τε καὶ Μαρτυρίῳ τοῖς | |
35 | τὰς τῶν Οὔννων πρεσβείας ἐπιτετραμμένοις, σὺν αὐτοῖς δὲ καὶ δέκα χρυσίου λιτρῶν ἑκατοντάδας. οὓς δὴ κατὰ τὴν Σωζόπολιν ὁ | |
τύραννος λοχίσας αὐτήν τε τὴν πόλιν ἐξεῖλε μηχανήματι δολίῳ καὶ | 145 | |
146 | τὸ χρυσίον ἀφαιρεῖται πρὸς βίαν. ἐν δὲ τῇ Κωνσταντίνου κατὰ τὴν τῆς ἱππικῆς θέαν τοῦ δήμου πρὸς στάσιν διαναστάντος, τήν τε τῆς δείλης πανήγυριν ὁ βασιλεὺς ἠρνήσατο, καὶ φόνος οὐκ ὀλίγος ἐγεγόνει, αὐτοῦ τε τοῦ τῆς πόλεως νυκτεπάρχου τοῦ καλουμένου | |
5 | Γέτα ἀναιρεθέντος κατὰ τὴν μάχην. ἤδη δὲ μικροῦ διαδραμόντος χρόνου, Βιταλιανὸς αὖθις ἄρας νηῶν ὡς σʹ στόλον καὶ στρατὸν πεζικόν τε καὶ ἱππικὸν πολὺν παραπορευθεὶς τὸν Εὔξεινον Πόντον ἀθρόως ἐπιὼν ὤφθη τῇ Κωνσταντίνου. μετεώρου δὲ τῆς πόλεως οὔσης καὶ ὑπὸ τοὺς πολεμίους ἐλπιζομένης γενέσθαι, στέλλεται | |
10 | παρ’ αὐτὸν Ἰωάννης τὴν τῶν στρατηλατῶν καὶ ὑπάτων ἀξίωσιν ἔχων, ἐκ τοῦ τῆς μητρὸς ἐπωνύμου Βαλεριανῆς γνωριζόμενος. καὶ ὁ μὲν ὑπαντήσας τοῖς πολεμίοις τὸν ἐκ τῆς πρώτης προσβολῆς διηγωνίζετο κίνδυνον, ἐπὶ δὲ τῷ λεγομένῳ Λαοσθενίῳ ἱκέτευεν, αὐτὸς δὲ ἐπανῄει δρομάδην παρὰ τὸν Ἀναστάσιον ἀγγέλλων τὰ ὑπὸ τοῦ | |
15 | τυράννου ἐπιζητούμενα. ὡς δὲ ὁ βασιλεὺς τῇ τε τῆς πολιορκίας ἀνάγκῃ καὶ τῇ τοῦ στρατηγοῦ καὶ συγγενοῦς ἐποχῇ πάντα ποιεῖν ὡμολόγει, ἐφέρετο μὲν ἡ τοῦ χρυσίου ποσότης εἰς πεντακισχιλίας τείνουσα λίτρας, ἐδίδοτο δὲ καὶ τὰ τῆς Θρᾳκίας ἀρχῆς σύμβολα πα‐ ραχρῆμα, ὅρκοι τε περὶ φιλίας παρείχοντο καὶ τὸ τῆς θρησκείας | |
20 | ἀνενεοῦτο κήρυγμα. ὡς δὲ οὐδὲ οὕτως ἐλθεῖν πρὸς τὸν βασιλέα προεθυμεῖτο, ἀπεχώρει. Ἀνθεμίου δὲ τὴν ὕπατον ἀρχὴν διαδεξαμένου, Βιταλιανὸς αὖθις ἐξογκούμενος δεινῶς τὸν Ἀναστάσιον ἔπαιζεν· καὶ οἱ τῶν λεγο‐ μένων Οὔννων Σαβὴρ ἐκ τῆς προτέρας παροτρυνθέντες πείρας | |
25 | πολλαπλασίονες τῷ πλήθει ταῖς πάσαις σχεδὸν ἐπεχέθησαν ἐπαρ‐ χίαις τῆς καλουμένης Ποντικῆς, δράσαντες δὲ φόνον μυρίον καὶ ἀγέλας αἰχμαλώτων ἀπήγαγον. αὖθίς τε κατὰ τὴν πανήγυριν τῆς γαστρῆς συνέβη θόρυβον ὑπὸ τοῦ δήμου γενέσθαι. ὁ δὲ βασιλεὺς ἅτε οὐκ ἀπὸ γνώμης πεπραχὼς τὰς πρὸς τὸν τύραννον συμβάσεις | |
30 | ἐμηχανᾶτο εἴ τι δυνηθείη δρᾶσαι κατ’ ἐκείνου δολίως. ὁ δὲ παρα‐ χρῆμα τὴν τοῦ βασιλέως πυθόμενος γνώμην αὖθις τὴν προτέραν μετέρχεται πεῖραν καὶ σὺν πολλῷ πλήθει διαπεραιωθεὶς τὸν Εὔξεινον Πόντον ἐς τὸ Λαοσθένιον ἧκεν. πρὸς αὐταῖς δὲ ταῖς καλουμέ‐ ναις Συκαῖς (μοῖρα δὲ αὕτη τῆς πόλεως ἐσχάτη) τῶν βαρβάρων | |
35 | προσελασάντων πεζομαχία τε συνεκροτήθη πρὸς τοὺς ἐν ἐκείνῃ φυλάττειν ἔκ τε Ἰσαύρων καὶ τῶν ἄλλων λαχόντας (ἑώρα γὰρ ἐς τὰς τῶν προδιδόντων ὑποσχέσεις ὁ τύραννος), καὶ νηῶν αὐτοῦ κατὰ | |
τὸ μεσαίτατον τῆς Χρυσοπόλεως γενομένων, ὑπαντήσασα ναῦς ταχυ‐ | 146 | |
147 | δρόμος τοῦ βασιλέως, ἐφ’ ἧς Ἰουστῖνος ἦν τῶν καλουμένων ἐξσκου‐ βιτόρων ἄρχων, συμπλακεὶς μιᾷ τῶν νηῶν καὶ ζωγρήσας τοὺς ἐν αὐτῇ τοὺς ἄλλους ἐς φυγὴν ἔτρεψεν. ἀθροισθέντων δὲ τῶν πεζῶν κατὰ τὸν Ἀνάπλουν νύκτωρ, αἰσθόμενος τῆς ἐπ’ αὐτῷ γενομένης | |
5 | ἐπιβουλῆς ἀπέδρα, οἵ τε σὺν αὐτῷ ἄφαντοι ἅπαντες ἐν ἀκαρεῖ ἐγένοντο χρόνῳ τοὺς τρωθέντας ἐκ τῶν βαρβάρων πῇ μὲν ἡμιθνῆ‐ τας πῇ δὲ καὶ νεκροὺς καταλείψαντες. μετὰ δέ τινα χρόνον ὁ τῶν Βιταλιανῷ συναραμένων Οὔννων ὡς ὅτι μάλιστα κράτιστος, ὃς καὶ τὸν Κυρίλλου τοῦ στρατηγοῦ φόνον αὐτοχειρίᾳ ἔπραξε, Ταρρὰχ | |
10 | τὴν προσηγορίαν, περιελθόντος αὐτὸν ἀπάτῃ Τουργοῦν Οὔννου καὶ αὐτοῦ καὶ χρημάτων ἀποδομένου τὴν τοιαύτην πρᾶξιν, συνδεθεὶς πρὸς αὐτοῦ καὶ τοῖς τοῦ βασιλέως παραδοθεὶς ἐς τὴν Κωνσταν‐ τίνου ἤχθη. καὶ βασάνους πρότερον ὑποστὰς μετὰ τοῦτο ζῶν ἔτι πυρὶ διεφθάρη κατὰ τὸν Χαλκηδόνος ἐπέκεινα τόπον, ὃν Παντεί‐ | |
15 | χιον ὀνομάζουσιν. μετὰ δὲ ταῦτα Ῥουφῖνος ὁ στρατηγὸς Ἀναστάσιόν τε καὶ Δομνίκον τοὺς 〈τοῦ〉 τυράννου σωματοφύλακας ζωγρίᾳ λαβὼν ἐκπέμπει τῷ βασιλεῖ, τοὺς δὲ παραγενομένους ὡς πολλῶν θανά‐ των αἰτίους ὁ αὐτοκράτωρ διαφθαρῆναι κρίνας τοῖς τῶν νυκτῶν φύλαξι παραδίδωσιν. οἱ δὲ κατὰ τὸν ἀντικρὺ τῆς Κωνσταντίνου | |
20 | πόλεως λόφον τὰς κεφαλὰς ἐκτεμόντες ἐπὶ ξυλίνων ἐπέθηκαν κιόνων. 104. Ὅτι ἐπὶ Ἰουστινιανοῦ ἐτυράννησαν οἱ Σαμαρεῖται καὶ ἔστεψαν βασιλέα. 105. Ὅτι Ἰουστῖνος τὸν ἀνεψιὸν αὐτοῦ ἀπεκεφάλισεν ὡς ἐπι‐ | |
25 | βουλευσάμενον αὐτῷ. 106. Ὅτι σκανδαλισθεὶς ὁ Μαυρίκιος ἐπὶ τῷ μισηθῆναι διὰ τὸ προδοῦναι τὴν αἰχμαλωσίαν γράφει πρὸς τὸν στρατηγὸν Κο‐ μεντιόλον κρύφα προδοῦναι τὸν λαὸν τῆς Θρᾴκης εἰς τοὺς βαρ‐ βάρους. ἔγνω οὖν ὁ λαὸς τὸν δόλον· τὸν γὰρ στρατηγὸν κρατή‐ | |
30 | σαντες, ὑπέδειξεν αὐτοῖς τὰ γράμματα. ἀπὸ τότε οὖν ἐζήτουν φονεῦσαι Μαυρίκιον. γνοὺς δὲ ὁ Μαυρίκιος διεδέξατο Κομεντιόλον | |
ποιήσας Φιλιππικόν. ἔπεμψαν οὖν ἐντολικαρίους διὰ Κομεντιόλον. | 147 | |
148 | ἦν δὲ εἷς ἐξ αὐτῶν Φωκᾶς. ὁ οὖν Φωκᾶς ἀντικατέστη τῷ βασιλεῖ, καὶ πάντων ἐξελθόντων εἷς τῶν πατρικίων ἐπιδραμὼν τῷ Φωκᾷ ἀπέσπασε τῶν γενείων αὐτοῦ. ὁ δὲ Φωκᾶς ἐνέβλεψεν αὐτὸν ἀπό‐ κρισιν μὴ δοὺς αὐτῷ. | |
5 | 107. Ὅτι λιτανεύοντος τοῦ βασιλέως Μαυρικίου εἰς τὴν ὑπα‐ παντὴν γυμνόποδος, λίθοι κατ’ αὐτοῦ ἐπέμφθησαν εἰς τὰ Καρ‐ πιανοῦ, καὶ ἐκάθισάν τινα φαλακρὸν εἰς ὄνον, βαλόντες εἰς τὴν κεφαλὴν αὐτοῦ σκόροδα πρὸς μίμησιν Μαυρικίου, λέγοντες· εὗρεν τὴν δάμαλιν ἁπαλὴν καὶ τρυφεράν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριν οὕτως | |
10 | αὐτὴν πεπήδηκεν. 108. Ὅτι ὑφωρᾶτο Μαυρίκιος εἰς τὸν στρατὸν Θρᾴκης καὶ εἰς τὸν γαμβρὸν Φιλιππικόν. καὶ εἶδεν ἀποκάλυψιν ὁ Μαυρίκιος, ὅτι ἵστατο ἐν τῷ πορφυρῷ μαρμάρῳ τῆς Χαλκῆς, καὶ ἔλεγεν αὐτῷ· ποῦ θέλεις ἀποδώσω σοι; ὧδε ἢ ἐν τῷ μέλλοντι; ὁ δὲ εἶπεν· ὧδε. | |
15 | καὶ τότε ἐπέτρεψεν αὐτὸν ἐκδοθῆναι Φωκᾷ στρατιώτῃ· καὶ διυπ‐ νίσθη. ἐποίησεν οὖν μετάνοιαν τῷ Φιλιππικῷ ὁ Μαυρίκιος. ἐπεχείρουν οὖν οἱ στρατοὶ Θρᾴκης ἀνέρχεσθαι πρὸς ἐπιβουλὴν Μαυ‐ ρικίου. ἐβουλεύσαντο οὖν οἱ στρατοὶ τίνα ποιήσουσι βασιλέα. ἐποί‐ ησαν οὖν Φωκᾶν καὶ ἀφίεσαν τόν τε Ἀλέξανδρον καὶ Λίλλιν, καὶ | |
20 | ἦλθαν ἕως τοῦ κάμπου Ἑβδόμου. ὑφωρῶντο οὖν οἱ τῆς πόλεως διὰ Μαυρίκιον, καὶ οὐδεὶς ἐτόλμα ἐξελθεῖν πρὸς αὐτούς. ἐπεσύ‐ ρετο οὖν εἷς καὶ ἀπῄει πρὸς τὸν στρατόν. ἠβουλήθη ὁ Μαυρί‐ κιος τῇ νυκτὶ φυγεῖν πρὸς τὸν ἅγιον Αὐτόνομον, ἀλλ’ ἐπίασεν αὐτὸν ἡ ποδαλγία. προσερρύησαν οὖν καὶ τὰ βʹ μέρη Πράσινοι | |
25 | καὶ Βένετοι, καὶ πάντες, καὶ ἀνήγαγον τὸν Φωκᾶν εἰς σκουτάριν ἐν τῷ τριβουναλίῳ τοῦ κάμπου καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα. ὁ δὲ Μαυρίκιος ἀκούσας, ἐξελθὼν διὰ κοχλίου ἐδόκει μετὰ τοῦ υἱοῦ αὐτοῦ φεύγειν εἰς τὸν ἅγιον Αὐτόνομον καὶ πρὸς Χοσρόην ἐν Περσίδι. ἦν δὲ μετ’ αὐτοῦ καὶ Στέφανος ὁ βαΐουλος Θεοδοσίου | |
30 | ὁ κτίσας τὰ Ἁρματίου καὶ τὸ Σάγμα. ἀντανεμίας γενομένης ἐξῆλθεν εἰς Διαδρόμους. ὁ δὲ Θεοδόσιος ἠδυνήθη διαφυγεῖν, καὶ οὐδεὶς διέγνω. οἱ δὲ ἔφασαν ὅτι φεύγων ἐξέβρασε καὶ ἐτελεύτησεν. ἡ δὲ γυνὴ τοῦ βασιλέως Μαυρικίου καὶ τὰ τέκνα ἀπῆλθον ἐν Χαλκη‐ | |
δόνι. ὁ δὲ Φιλιππικὸς ἐκείρατο τὴν κόμην κληρικὸς ἐν Χρυσο‐ | 148 | |
149 | πόλει. ἐξῄτησεν οὖν ὁ Φωκᾶς τὸν πατρίκιον τὸν κρατήσαντα τὸν πώγωνα αὐτοῦ λέγων· φέρετε τὸν κατά μου, καὶ ἀπεκεφάλισεν αὐ‐ τόν. ἔστεψεν οὖν τὸν Φωκᾶν Κυριακὸς ὁ πατριάρχης εἰς τὸν ἅγιον Ἰωάννην εἰς τὸ Ἕβδομον. ἦν δὲ τῷ γένει Θρᾲξ ἐτῶν νεʹ, εἶχε δὲ | |
5 | γυναῖκα Λεοντίαν καὶ μητέρα καὶ θυγατέρα Δυσμενζιανήν, καὶ ἐβασίλευσεν ἔτη ηʹ. καὶ ἔκραξεν ὁ δῆμος ἐν τῷ ἱπποδρομίῳ· Μαυρίκιος οὐκ ἀπέθανεν, μάθε τὴν ἀλήθειαν. καὶ ἐκέλευσεν ἀπε‐ νεχθῆναι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ εἰς τὸν μῶλον τῶν Εὐ‐ τροπίου καὶ ἀποκτανθῆναι. | |
10 | 109. Ὅτι ποιήσας τὸν πατρίκιον Πρίσκον ὁ Φωκᾶς γαμβρὸν ἐπὶ θυγατρὶ καὶ θεωρήσας τὰ λαυράτα τοῦ γαμβροῦ αὐτοῦ Φωκᾶς καὶ τῆς θυγατρός, εἰς ζῆλον ἐλθὼν ἐξήτασε τοὺς γραμμιστὰς καὶ τοὺς πρώτους τῶν μερῶν. ὁ δὲ γαμβρὸς αὐτοῦ Πρίσκος *** ὧστε ἀποστεῖλαι Ἡράκλειον τὸν υἱὸν αὐτοῦ καὶ Νικήταν τὸν υἱὸν Γρη‐ | |
15 | γορᾶ τοῦ ὑποστρατήγου αὐτοῦ, ὑπισχνούμενος αὐτοῖς προδιδόναι Φωκᾶν. ἠκούετο γὰρ ὅτι καταστρατηγεῖ Φωκᾶ. οἱ δὲ Πράσινοι ἐν ἱπποδρομίᾳ ἔλεγον πρὸς Φωκᾶν· πάλιν εἰς τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας. καὶ πολλοὺς ἐξ αὐτῶν ἀπέκτεινε. θυμωθέν‐ τες οἱ Πράσινοι ἔκαυσαν τὸ πραιτώριον. | |
20 | 110. Ὅτι ἐπιβούλους πολλοὺς ἐπίασε Φωκᾶς ὑπό τε τοῦ ἐπάρ‐ χου αὐτοῦ καὶ ἄλλων. καὶ ἦλθεν Ἡράκλειος δηλωθεὶς παρὰ τοῦ Πρίσκου πατρικίου εἰς Ἄβυδον, καὶ δεξάμενος τὸν κόμητα Ἀβύδου ἔμαθεν παρ’ αὐτοῦ τὰ κινούμενα ἐν τῇ πόλει. ἐπέμφθη δὲ ὁ ἀδελφὸς Φωκᾶ ὁ κονδόχειρ εἰς τὸ Μακρὸν τεῖχος, καὶ μαθὼν εἰς | |
25 | Ἄβυδον εἶναι τὸν Ἡράκλειον ἔφυγεν ἐν τῇ πόλει. ὁ Ἡράκλειος οὖν εἰς Ἄβυδον πάντας τοὺς ἐξορίστους ἐδέξατο, οὓς ἐξώρισε Φωκᾶς. ἦλθε οὖν Ἡράκλειος εἰς Ἡράκλειαν καὶ ηὔξατο εἰς τὴν ἁγίαν Γλυκερίαν, καὶ ἀπὸ Σιλυβρίας εἰσῆλθε πλῷ καὶ ἀπῆλθεν εἰς τὴν νῆσον τὴν καλουμένην Καλώνυμον. μαθὼν οὖν Στέφανος | |
30 | ὁ Κυζικηνὸς λαβὼν ἐκ τῆς θεοτόκου Ἀρτάκης στέμμα ἀπήγαγεν αὐτὸ τῷ Ἡρακλείῳ. ἐξῆλθεν οὖν Φωκᾶς ἐν Βλαχέρναις· ἔκειτο γὰρ Πρίσκος ὁ γαμβρὸς αὐτοῦ εἰς τὴν ἁγίαν σορὸν προσποιούμενος | |
ἀλγεῖν τοὺς πόδας. ὁ Βούνωσος οὖν συνεβουλεύετο ἀποκτεῖναι | 149 | |
150 | τὸν γαμβρὸν αὐτοῦ. μαθόντες οὖν τινες Πράσινοι ὅτι ἦλθεν ὁ βασιλεὺς εἰς τὴν νῆσον τὴν προσπαρακειμένην τῇ πόλει ἐπῆραν τὴν γυναῖκα καὶ τὴν μητέρα Ἡρακλείου Φαβίαν καὶ ἀπήνεγκαν Ἡρακλείῳ. ἐξῆλθεν δὲ ὁ Φωκᾶς καὶ ἀπῆλθεν εἰς Βυρίδας καὶ | |
5 | ἐθεώρει τὴν παράταξιν τῶν πλοίων τῶν ἐλθόντων μετὰ Ἡρα‐ κλείου ἀπὸ Ἀφρικῆς. ἦσαν δὲ τὰ πλοῖα ἕως τοῦ Ἑβδόμου. καὶ ὡς ἐθεώρει ὅτι ἐγγίζουσι τῇ πόλει, ἐνιππεύσας ὁ Φωκᾶς εἰσῆλθεν ἐν τῇ πόλει καὶ ἐπιτρέπει φυλάττεσθαι ἐκ τῶν Πρασίνων τὸν λιμένα τὸν Καισαρίου καὶ τὸν Σοφίας, τοὺς δὲ Βενέτους τὰ ἐπὶ | |
10 | Ὁρμίσδου. ὁ δὲ Πρίσκος ἐδήλωσε συναχθῆναι τοὺς ἐξσκουβίτορας εἰς τὰ Βοραΐδος εἰς τὸν ἱππόδρομον τοῦ οἴκου αὐτοῦ ἅμα τοῖς στρατιώταις Βουκελλαρίοις. εἶχε δὲ Ἡράκλειος Μαυριτῶν πλῆθος πολύ. καὶ εἰσῆλθεν εἰς σάνδαλον Καλλιοπᾶς ὁ Τριμολαίμης ὁ ἡνίοχος φορῶν ἄρμα καὶ κασσίδα, καὶ ἐξελθὼν εἰς τὸ ἀκρόμωλον, | |
15 | καὶ ἐπῆρε τὴν κασσίδα, ἣν ἐφόρει, καὶ γνωρισθέντος αὐτοῦ εὐθὺς ἔβαλον οἱ Πράσινοι εἰς τὰ Καισαρίου πῦρ· ὁ δὲ Πρίσκος ἔνεψεν αὐτὸν πρὸς τὰ ἐξσκουβίτορα. τοῦ δὲ Βουνώσου ἀπελθόντος εἰς τὰ Καισαρίου, ἐπῆλθον αὐτῷ οἱ Πράσινοι, καὶ φοβηθεὶς ἔφυγεν εἰς μίαν τῶν σκαλῶν καὶ ἔλαβε κονταραίαν ἐκεῖσε. οἱ δὲ ἄνθρω‐ | |
20 | ποι τοῦ Φωκᾶ ἀνεχώρησαν. ὁ οὖν Φώτιος ὁ παρὰ Φωκᾶ ἐπιβου‐ λευθεὶς εἰς τὴν γυναῖκα αὐτοῦ εἰσελθὼν εἰς τὸ παλάτιον μετὰ στρατοῦ, κρατήσας αὐτὸν ἀπὸ τοῦ πώγωνος ἐξέβαλεν αὐτὸν τοῦ παλατίου. ἐκδύσαντες οὖν αὐτὸν τὴν βασιλικὴν στολὴν καὶ ἐμ‐ βαλόντες αὐτὸν εἰς ἀγκυρομάχον ἀπήγαγον πρὸς Ἡράκλειον. ἰδὼν | |
25 | δὲ αὐτὸν ὁ Ἡράκλειος ἐξάγκωνα δεδεμένον λέγει αὐτῷ· οὕτως ἐδιοίκησας, ἄθλιε, τὴν βασιλείαν; ὁ δὲ εἶπεν· σὺ κάλλιον ἔχεις διοικῆσαι. ὁ οὖν Ἡράκλειος καθήμενος εἰς τὸ σέλλιν δέδωκεν αὐτῷ λακταίαν. καὶ ἐπὶ τοῦ τόπου ἀπεκεφάλισαν αὐτὸν κόψαντες τὸν ὦμον τὸν δεξιὸν καὶ τὴν χεῖρα καὶ τὴν φύσιν, καὶ βαλόντες | |
30 | εἰς κοντάρια ἔσυραν αὐτὸν καὶ Δομνιτζίολον τὸν ἀδελφὸν αὐτοῦ καὶ Βούνωσον καὶ Λεόντιον τὸν σακελλάριον αὐτοῦ, καὶ ἔκαυσαν | |
αὐτοὺς εἰς τὸν Βοῦν. | 150 | |
151(t1) | [Περὶ ἐπιβουλῶν κατὰ βασιλέων γεγονυιῶν.] | |
t2 | [Γ. Ἐκ τῆς ἱστορίας Ἰωάννου τοῦ ἐπίκλην Μαλέλα.] | |
1 | 1. ***λεύσατο μετὰ τοῦ Αἰγίσθου πῶς ὀφείλει δόλῳ φονευ‐ θῆναι ἐρχόμενος ὁ Ἀγαμέμνων ὑπὸ τοῦ Αἰγίσθου. καὶ καταφθά‐ σαντος τοῦ Ἀγαμέμνονος τὴν Μυκηναίων πόλιν καὶ δεχθέντος ὑπὸ τῆς πόλεως καὶ τῆς συγκλήτου καὶ τοῦ Αἰγίσθου, εἰσελθόντος εἰς | |
5 | τὸ ἴδιον παλλάτιον ἐσφάγη. καὶ ἐποίησε βασιλέα εὐθέως ἡ γυνὴ αὐτοῦ Κλυταιμνήστρα τὸν Αἴγισθον καὶ ἐγαμήθη αὐτῷ νόμῳ, καὶ ἔσχεν ἐξ αὐτῆς θυγατέρα, ἣν ἐκάλεσεν Ἠριγόνην. ἥτις μετὰ τὸν θάνα‐ τον τοῦ πατρὸς καὶ τῆς μητρὸς φοβηθεῖσα τὸν Ὀρέστην ἑαυτὴν ἀγχόνῃ ἀναιρεῖ. ἡ δὲ σύγκλητος καὶ ἡ πόλις ἐμίσει τὸν Αἴγισθον. | |
10 | ἀκούσας δὲ Ὀρέστης ὁ τοῦ Ἀγαμέμνονος υἱὸς τὴν τοῦ ἰδίου πατρὸς ἐπὶ τὴν Μυκήνην πόλιν παρουσίαν ἦλθεν ἀπὸ τοῦ Σχοινέως, ᾧτινι ἔδωκεν αὐτὸν μέλλων ἐπὶ τὸν πόλεμον ἀπελθεῖν ὁ Ἀγα‐ μέμνων ἀνατραφῆναι ὑπ’ αὐτοῦ καὶ ἀναγνῶναι. καὶ λαβοῦσα αὐ‐ τὸν ἡ ἀδελφὴ αὐτοῦ κρύφα ἐξεῖπεν αὐτῷ ὅτι βούλεται ὁ Αἴγισθος | |
15 | ἀνελεῖν αὐτόν. καὶ βουλευομένου τοῦ Ὀρέστου τί δεῖ αὐτὸν πρᾶξαι, ἐν τῷ μεταξὺ παραγίνεται ὁ Στρόφιος εἰς τὴν Μυκήνην, ἐκ γένους ὑπάρχων τοῦ Ἀγαμέμνονος, ἅμα τῷ υἱῷ αὐτοῦ Πυλάδῃ τῷ συνανα‐ τραφέντι μετὰ τοῦ Ὀρέστου καὶ συνανεγνωκότι. καὶ μαθὼν ὁ Στρόφιος τὰ συμβάντα τῷ Ἀγαμέμνονι συνεβουλεύετο ἅμα τῷ | |
20 | Ὀρέστῃ πόλεμον ἄρασθαι πρὸς τὸν Αἴγισθον. καὶ λαβὼν τὸν Ὀρέστην ἔρχεται *** *** ἔπεισε τὴν ἰδίαν αὐτῶν μητέρα, καὶ ἐδέξατο τὸν Ὀρέστην. καὶ παρακληθεῖσα ἡ Κλυταιμνήστρα ἐδυσώπησε τὸν Αἴγισθον· καὶ δεχθεὶς παρὰ τοῦ Αἰγίσθου ὁ Ὀρέστης μαινόμενος ἐκαρτέρει | |
25 | βουλόμενος ἐκδικῆσαι τοῦ ἰδίου πατρὸς τὸ αἷμα, λέγων πᾶσιν ὅτι· ἐμόν ἐστι τὸ βασίλειον. καὶ εὑρηκὼς καιρὸν ἔσφαξεν τὴν ἰδίαν μητέρα καὶ τὸν Αἴγισθον βασιλέα τὸν αὐτοῦ πατρωόν. καὶ εἰς παρατροπὴν ἦλθεν ἀπὸ τῆς μανίας πάρετος γενόμενος, καὶ ποτὲ | |
μὲν ἐφρόνει καὶ διῆγεν ἐν ἀνέσει, ποτὲ δὲ ἐμαίνετο. πρὸς δὲ | 151 | |
152 | θεραπείαν τῶν τῆς πόλεως καὶ τῆς συγκλήτου, ὅτι ἐφίλουν τὸν Ὀρέστην καὶ αὐτὸν ἐβούλοντο βασιλεῦσαι, οἱ ἱερεῖς ἁγνεύσαντες τὸν Ὀρέστην καὶ ἀποκαθαρίσαντες ἐξιλεώσαντο αὐτὸν τοῦ μητρῴου φόνου τοῦ μαίνεσθαι, καὶ ἀπαγαγόντες ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς | |
5 | τὸν Ὀρέστην, ἐφ’ ᾧ ὁ Ἄρειος πάγος ὑπῆρχεν, τῆς δίκης ἀκού‐ σοντα μεταξὺ Οἴακος τοῦ μετὰ Τυνδάρεω βασιλέως πατρὸς Κλυ‐ ταιμνήστρας καὶ τοῦ Ὀρέστου. ὅστις μὲν εὐθὺς ἐξεῖπε ψῆφον δικαίως τὸν Ὀρέστην ἐκδικῆσαι τὸν φόνον τοῦ ἰδίου πατρός, μά‐ λιστα καὶ διὰ τὰς ἄλλας γυναῖκας, ὅπως μὴ καὶ ἑτέρα γυνὴ τοι‐ | |
10 | οῦτο δεινὸν ἐργάσηται. Οἱ οὖν ἱερεῖς λαβόντες τὸν Ὀρέστην ἐκ τῆς κρίσεως τοῦ Ἀρείου πάγου μετὰ τὴν ψῆφον ἀπήγαγον ἐν Δελφοῖς εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος παραμεῖναι, ἵνα τὴν μανίαν ἀποθέμενος βασι‐ λεύσῃ. ὁ δὲ Ὀρέστης ἀπελθὼν εἰς τὸ ἱερόν, ἔχων τὰς ἰδίας | |
15 | φρένας, ἅμα τῷ Πυλάδῃ ποιήσας θυσίαν ᾔτει τὴν Πυθίαν ἐκ‐ φυγεῖν τῆς μανιώδους νόσου. καὶ ἐδόθη αὐτῷ ὑπὸ τῆς Πυθίας χρησμὸς διὰ στίχων, ὅς ἐστι κοινῇ διαλέκτῳ οὕτως· Ὀρέστα, οὐκ ἄλλως σε δεῖ ἀργαλέης νόσου μανίαν ἀποθέσθαι, εἰ μὴ περάσας πόντου κύματα Σκυθίην τε γαῖαν καταλάβοις. Αὐλίδος δὲ χώραν | |
20 | ἐν ἱερῷ Ἀρτέμιδος ληφθεὶς σωθήσῃ ἐκ βωμῶν, κἀκεῖθεν ἐκφυγὼν ἀνὰ χθονίης βαρβάρων χώραν Περσῶν καταλάβοις. καὶ οὕτω χρησμῳδηθεὶς ὁ Ὀρέστης ἐσημειώσατο, καὶ εὐθέως καταπλεύσας ἅμα τῷ Πυλάδῃ κατέφθασεν ἐπὶ τὴν Αὐλίδα χώραν τῆς Σκυθίας. καὶ ἀνελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, προσέσχεν ὁ Ὀρέστης ἱερὸν | |
25 | ἑστὼς ὡς ἀπὸ μιλίων βʹ τῆς θαλάσσης καὶ θανόντων ἀνθρώπων ἐρριμμένα ὀστέα. καὶ λέγει Πυλάδῃ· δοκεῖ σοι θεᾶς εἶναι τάδε μέλαθρα, ἔνθα σὺν ναυσὶν ἥκομεν; ὁρῶ δὲ καὶ τῶν θανόντων ξένων 〈τὰ ὀστέα〉. καὶ προσεσχηκὼς ὁ Πυλάδης λέγει τῷ Ὀρέστῃ· φύγωμεν, ἐὰν σωθησόμεθα. ὁ δὲ Ὀρέστης ἔφη· οὐ φεύγομεν· | |
30 | οὔτε γὰρ φυγεῖν εἰώθαμεν, οὐδὲ τὸν χρησμὸν τοῦ θεοῦ κακιστεύ‐ σομεν. Τούτους δὲ ἑωρακότες βουκόλοι ἔδραμον πρὸς τὴν Ἰφιγένειαν λέγοντες αὐτῇ· Ἀγαμέμνονος καὶ Κλυταιμνήστρας κούρα, ἥκασι | |
δύω νεανίαι παρὰ τὴν κυανέαν. ἡ δὲ πρὸς αὐτούς· ποδαποί; | 152 | |
153 | τίνος γῆς; τί τοὔνομα ἔχουσιν οἱ ξένοι; ἐπερώτα γὰρ πάντας ἡ Ἰφιγένεια τοὺς συλλαμβανομένους καὶ ἀγομένους εἰς θυσίαν ποίας εἰσὶ χώρας, καὶ τότε αὐτοὺς ἔσφαζεν, βουλομένη μαθεῖν περὶ τοῦ πατρὸς αὐτῆς Ἀγαμέμνονος καὶ περὶ τοῦ πολέμου. οἱ | |
5 | δὲ βουκόλοι λέγουσιν αὐτῇ· ἕτερος πρὸς τὸν ἕτερον ἔφη· Πυλάδη· τοῦ δὲ συζύγου τὸ ὄνομα οὐκ ἴσμεν· οὐδὲ γὰρ ἔφη. ἡ δὲ πρὸς αὐτούς· τί γὰρ κοινὸν βουκόλοις ἐν θαλάσσῃ; οἱ δὲ εἶπον· βοῦς ἥκαμεν νίψαι ἐναλίᾳ δρόσῳ. καὶ πέμψασα Σκύθας συνέσχεν αὐ‐ τούς· καὶ ἤχθησαν εἰς θυσίαν δέσμιοι. καὶ δεσμευθέντων αὐτῶν, | |
10 | ἐκέλευσεν ἀφορισθῆναι τὸν ἕνα καὶ ἀχθῆναι τὸν ἄλλον εἰς θυσίαν, καὶ ἀφώρισαν τὸν ἕνα παρὰ μίαν τὸν Ὀρέστην, τὸν δὲ Πυλάδην ἤγαγον πρὸς θυσίαν παρὰ τὸν βωμὸν Ἀρτέμιδος. καὶ ἐπερώτησεν αὐτὸν ἡ Ἰφιγένεια ποίας ἂν εἴη χώρας. ὁ δὲ ἔφη· χώρας μὲν Ἑλλάδος, ἐκ πόλεως δὲ Μυκήνης ὁ δυστυχὴς πάρειμι. ἡ δὲ ἀκού‐ | |
15 | σασα τὴν χώραν καὶ τὴν πόλιν, ἔνθα ἐβασίλευσεν ὁ αὐτῆς πατήρ, ἐδάκρυσεν. νομίσασα δὲ ὅτι ὑπὸ τῶν βουκόλων ἐδιδάχθησαν, λέγει αὐτῷ· εἰ ἐκ Μυκήνης παρεγένου, οἶδας καὶ τίς αὐτῆς βασιλεύει; ὁ δὲ εἶπεν· Ἀγαμέμνων ἦν πρώην. ἡ δὲ πάλιν πρὸς αὐτόν· εἰ τὸν Ἀγαμέμνονα ἀκριβῶς ᾔδεις, τίς ἡ τούτου γυνή, καὶ τίνας ἐξ | |
20 | αὐτῆς παῖδας 〈ἔσχεν;〉 ὁ δὲ εἶπεν· ἔσχεν ἐκ Κλυταιμνήστρας Ὀρέστην καὶ Ἠλέκτραν καὶ Ἰφιγένειαν, ἥτις, ὡς λέγουσι, θυσία προσήχθη Ἀρτέμιδι, καὶ ἡ θεὸς ἐρρύσατο αὐτήν, καὶ οὐκ ἐγνώ‐ σθη ποῦ ὑπάρχει. ἔσχε δὲ καὶ Χρυσόθεμιν καὶ Λαοδίκην θυγα‐ τέρας. ἡ δὲ ἀκούσασα ταῦτα ἐκέλευσεν αὐτὸν λυθῆναι τῶν δεσ‐ | |
25 | μῶν καὶ γράψασα δίπτυχον ἐπιδέδωκεν αὐτῷ εἰποῦσα· ἰδοὺ τὸ ζῆν σοι παρέσχεν ἡ θεὸς δι’ ἐμοῦ. ἐπόμοσον κατ’ αὐτῆς ὅτι 〈τὸ〉 δίπτυχον τοῦτο ἐπιδίδως τῷ Ὀρέστῃ καὶ κομίζεις μοι παρ’ αὐτοῦ γράμματα. ὁ δὲ ἐπωμόσατο αὐτῇ ὅτι· καὶ εἰς τὰς χεῖρας αὐτοῦ δίδωμι αὐτὸ καὶ πρὸς σὲ αὐτὸν ἄγω. καὶ λαβὼν τὸ δίπτυ‐ | |
30 | χον ἐξῆλθε πρὸ τοῦ ἱεροῦ, ὅπου ἐφυλάττετο ὁ Ὀρέστης, καὶ ᾔτησε τοὺς Σκύθας λαλῆσαι αὐτῷ. καὶ ἐπιδέδωκεν αὐτῷ τὸ δίπτυχον εἰπὼν αὐτῷ· ἐλθὲ πρὸς τὴν σὴν ἀδελφήν. οἱ δὲ Σκύθαι ἐθαύ‐ μαζον τὸ συμβὰν καὶ εἰσήγαγον αὐτὸν ἅμα τῷ Πυλάδῃ πρὸς τὴν Ἰφιγένειαν. καὶ λέγει αὐτῇ ὁ Πυλάδης· ἴδε ὁ Ὀρέστης· καὶ οὐκ | |
35 | ἐγνώρισεν αὐτόν. νομίσασα δὲ ὅτι οὐκ ἔστιν αὐτός, λέγει ὅτι· ὁ | |
ἐμὸς ἀδελφὸς τὸ Πελόπειον τοῦ γένους σήμαντρον ἔχει ἐλαίαν ἐν | 153 | |
154 | τῷ ὤμῳ. προσχοῦσα δὲ ἐπὶ τὸν ὠμοπλάτην αὐτοῦ τὸν δεξιὸν εἶδε τὸ σύσσημον ἔχοντα αὐτόν, καὶ περιεπτύξατο τὸν Ὀρέστην καὶ ἐκέλευσεν ἀνενεχθῆναι τὰ πλοῖα εἰς τὴν γῆν καὶ τοὺς ἐν αὐ‐ τοῖς ναύτας· καὶ νεωλκήσαντες αὐτὰ ἔμειναν ἐκεῖ τὸν χειμῶνα. | |
5 | Τοῦ δὲ θέρους καταφθάσαντος, τὴν Ἰφιγένειαν καὶ τὸ ὁλό‐ χρυσον ἄγαλμα τῆς Ἀρτέμιδος λαβὼν λάθρα ὁ Ὀρέστης καὶ Πυ‐ λάδης ἔφυγον δι’ ὧν εἶχον πλοίων καὶ ἀντεπέρασαν ἐπὶ τὴν χώραν τῶν Ἀδιαβηνῶν, κἀκεῖθεν ἦλθον εἰς τὴν ἀνατολὴν εἰς τὸ τῶν Σαρακηνῶν λίμητον καὶ ἀνῆλθον εἰς τὴν χώραν τῆς Παλαι‐ | |
10 | στίνης ἐπὶ τὴν Τρικωμίαν· καὶ προσεσχηκότες τὸ ἱερὸν σχῆμα τῆς Ἰφιγενείας ἐδέξαντο αὐτὴν ἐν τιμῇ. καὶ διέτριβον ἐκεῖ, τοῦ Ὀρέστου ληφθέντος καὶ μαινομένου. ἔκτισαν δὲ ἱερὸν οἱ ἐν τῇ κώμῃ Ἀρτέμιδος καὶ ἔθυσαν παρθένον κόρην. καὶ τοῦ Ὀρέστου ἀναλαβόντος τὰς ἰδίας φρένας, ἡ Ἰφιγένεια εἶδεν ἐν ὁράματι ἔλα‐ | |
15 | φον λέγουσαν αὐτῇ φυγεῖν ἐκ τῆς χώρας ἐκείνης. καὶ ἀναστᾶσα πρωῒ ἅμα Ὀρέστῃ καὶ Πυλάδῃ ἔφυγεν ἐπὶ τὴν παράλιον τῆς Παλαιστίνης· καὶ ἐκεῖθεν ἀποπλεύσαντες ἦλθον ἐπὶ τὴν Συρίαν. ὁ δὲ βασιλεὺς Σκυθίας ὄνομα Θόας ἀκούσας ὅτι τὸ ὁλόχρυσον ἄγαλμα τῆς Ἀρτέμιδος ἔλαβεν ἡ Ἰφιγένεια καὶ ἔφυγεν, ἐξέπεμψε | |
20 | Σκύθας πολλοὺς καταδιώκοντας αὐτήν, καὶ φθάσαντες ᾤκησαν εἰς Παλαιστίνην. Ὁ δὲ Ὀρέστης ἅμα τοῖς μετ’ αὐτοῦ κατέλαβε τὴν Συρίαν καὶ ἀνελθὼν ἐκ τοῦ πλοίου ἐπηρώτα ποῦ τὸ Μελάντιον ὄρος ὑπάρχει καὶ τὸ ἱερὸν τῆς Ἑστίας. καὶ εὑρηκὼς εἰσῆλθε καὶ θυσιάσας | |
25 | παρέμενεν ἐκεῖ· καὶ ἀπαλλαγεὶς τῆς χαλεπωτάτης νόσου ἐάσας τὴν ἑαυτοῦ μανίαν ἐκεῖ ἀνεχώρησεν, καὶ κατελθὼν ἐν τοῖς ῥείθροις τῶν βʹ ποταμῶν τῶν λεγομένων Μελαντίων ὑπὸ τῶν Σύρων, διότι ἐκ τοῦ Μελαντίου ὄρους κατέρχονται, ἀπελούσατο, καὶ περάσας τὸν Τύφον ποταμόν, τὸν νυνὶ λεγόμενον Ὀρόντην, ἦλθεν ἐπὶ τὸ | |
30 | Σίλπιον ὄρος προσκυνῆσαι τοὺς Ἰωνίτας. οἱ δὲ τὴν Συρίαν οἰ‐ κοῦντες Ἰωνῖται ἀκηκοότες ὅτι τῆς νόσου ἀπηλλάγη ὁ Ὀρέστης ἀπῆλθον πρὸς αὐτόν, ἐπειδὴ ἐκ τῆς χώρας αὐτῶν κατήγετο, καὶ ἀπαντήσαντες αὐτῷ ἐγνώρισαν τοὺς ὄντας μετ’ αὐτοῦ ἐκ τοῦ ἱεροῦ τῆς Ἑστίας καὶ ἐπερώτησαν αὐτούς· τίς ἐστιν οὗτος; οἱ δὲ εἶπον | |
35 | ὅτι· Ὀρέστης ἐστίν, καὶ πρὸς ὑμᾶς αὐτὸν φέρομεν. οἱ δὲ Ἰωνῖται | 154 |
155 | ἠσπάσαντο αὐτὸν εἰρηκότες αὐτῷ· Ὀρέστα, ποῦ τὴν μανίαν ἀπέθου; ὁ δὲ Ὀρέστης φοβούμενος ἔτι τῆς νόσου τὴν ὀργὴν οὐκ ἐπεστράφη δεῖξαι αὐτοῖς τὸ ἱερὸν ἢ τὸ ὄρος ὅπου ἐρρύσθη τῆς νόσου, ἀλλὰ κουφίσας τὴν δεξιὰν αὐτοῦ χεῖρα ὑπεράνω τῆς αὐτοῦ κορυφῆς τῷ | |
5 | τῆς χειρὸς αὐτοῦ δακτύλῳ ὑπέδειξεν αὐτοῖς τὸ ὄρος καὶ τὸ ἱερὸν εἰρηκὼς αὐτοῖς ὅτι· ἐν ἐκείνῳ τῷ ὄρει εἰς τὸ ἱερὸν θεᾶς Ἑστίας τὴν χαλεπήν μου μανίαν ἀπεθέμην. καὶ εὐθέως οἱ Ἰωνῖται ποιή‐ σαντες στήλην χαλκῆν τῷ σχήματι, ᾧ ὑπέδειξεν αὐτοῖς, ὑπεράνω κίονος μεγάλου λιθίνου εἰς μνήμην αἰωνίαν καὶ δόξαν τῆς χώρας | |
10 | καὶ τοῦ ἱεροῦ τῆς Ἑστίας ἐσήμαινον τοῖς μετὰ ταῦτα ποῦ Ὀρέστης τὴν λυσσώδη μανίαν ἀπέθετο. ὁ δὲ Ὀρέστης προσκυνήσας τοὺς Ἰωνίτας κατῆλθεν εἰς τὸ παράλιον τῆς λεγομένης πρώην Παλαιο‐ πόλεως, νυνὶ δὲ Σελευκείας, καὶ εὑρηκὼς ναῦς ἐκεῖ ἀπέπλευσε μετὰ Ἰφιγενείας καὶ Πυλάδου ἐπὶ τὴν Ἑλλάδα καὶ ζεύξας τὴν | |
15 | ἑαυτοῦ ἀδελφὴν Ἠλέκτραν τῷ Πυλάδῃ κατέσχε τὴν Μυκηναίων χώραν ἕως θανάτου. 2. Ὅτι Ἰούλιος Καῖσαρ ἀνελθὼν ἀπὸ Ἀντιοχείας εἰς Ῥώμην ἐσφάγη ὑπὸ τοῦ δευτέρου Βρούτου μετὰ καὶ ἄλλων συγκλητικῶν. 3. Ὅτι Ὀκταβιανοῦ αἱρεθέντος ὑπὸ τῆς συγκλήτου σὺν Ἀν‐ | |
20 | τωνίῳ, τῷ ιεʹ ἔτει τῆς τριομβυρατωρίας Ὀκταβιανοῦ τυραννησάν‐ των τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας, τοῦτο γνωσθὲν τοῖς Ῥωμαίοις, ἐξῆλθεν Ἀντώνιος ἀπὸ Ῥώμης ὁπλισάμενος κατὰ τῆς Κλεοπάτρας καὶ Αἰγυπτίων καὶ ἐπὶ τὰ Περσικὰ μέρη, ὅτι ἐτά‐ ρασσον τὴν ἀνατολὴν καὶ αὐτοὶ πολέμοις, καὶ κατῆλθεν ἐπὶ τὴν | |
25 | Αἴγυπτον μετὰ πολλῆς δυνάμεως στρατευμάτων ὁ Ἀντώνιος, καὶ φθάσας Ἀλεξάνδρειαν τὴν μεγάλην περιεκάθητο πολιορκῶν αὐτήν, δηλώσας τῇ Κλεοπάτρᾳ δοῦναι τὴν πόλιν. ἡ δὲ Κλεοπάτρα ἀντεδήλωσεν αὐτῷ ὑπονοθεύουσα αὐτόν, ὡς ἐρῶσα αὐτοῦ. ὁ οὖν Ἀντώνιος ἠπατήθη καὶ ἔρωτι βληθεὶς ἐφίλησεν αὐτὴν καὶ ὑπετάγη | |
30 | αὐτῇ. ἦν δὲ κονδοειδὴς ἡ Κλεοπάτρα, ἀλλὰ πάνυ εὐπρεπής. καὶ δεξαμένη τὸν Ἀντώνιον ἐπὶ τῇ πόλει καὶ τὰ πλήθη αὐτοῦ ἐγα‐ μήθη αὐτῷ. ὁ δὲ Ἀντώνιος λαβὼν αὐτὴν γυναῖκα ἐτυράννησεν ἅμα αὐτῇ Ῥωμαίους καταφρονήσας καὶ ἀποταξάμενος τῇ γυναικὶ αὐτοῦ τῇ ἀδελφῇ Αὐγούστου Ὀκταβιανοῦ, καὶ συναγαγὼν πλῆθος | |
35 | πολὺ καὶ ἄλλο, προτρεψάμενος δὲ καὶ Πέρσας πολλὰ αὐτοῖς συν‐ | 155 |
156 | ταξάμενος, ποιήσας πλοῖα δρομώνων πολλὰ καὶ λίβερνα πολεμικά, καταπλεύσας ἀπὸ Ἀλεξανδρείας ὥρμησε κατὰ Ῥωμαίων μετὰ τῆς Κλεοπάτρας παραλαβεῖν τὴν αὐτὴν πόλιν Ῥώμην βουλόμενος, διὰ τῆς λεγομένης Ἠπείρου χώρας θέλων ἀνελθεῖν ἐν Ῥώμῃ. καὶ | |
5 | γνωσθείσης τῆς τοιαύτης τυραννίδος τοῦ Ἀντωνίου καὶ τῆς Κλεο‐ πάτρας ἐν τῇ Ῥώμῃ, εὐθέως ὁ Ὀκταβιανὸς ὁπλισάμενος κατ’ αὐ‐ τῶν καὶ διὰ τὴν Ῥώμην καὶ διὰ τὴν εὐτέλειαν τῆς ἑαυτοῦ ἀδελ‐ φῆς, ὅτι περιεφρόνησεν αὐτῆς ὁ Ἀντώνιος, ἔλαβεν ὁ Αὔγουστος στρατηγὸν δυνατὸν ἐκ τῆς συγκλήτου, Μάρκον Ἀγρίππαν ὄνομα, | |
10 | καὶ ἔζευξεν αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Ὀκταβιανὸς καὶ ὥρμησεν ἀπὸ τῆς Ῥώμης ἅμα τῷ Ἀγρίππᾳ μετὰ καὶ στρατιωτικῶν δυνά‐ μεων. καὶ φθάσας τὴν Ἤπειρον χώραν εἰς τόπον λεγόμενον Λευκάτην συνέκρουσε τῷ Ἀντωνίῳ καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ναυμαχίας μέγαν, τὸ δὲ πλῆθος τῶν ἀμφοτέρων στρατευμάτων | |
15 | ἐσκέπασε τὴν γῆν καὶ τὴν θάλασσαν. καὶ ἐσφάγη ἐξ ἀμφοτέρων μερῶν τοσοῦτο πλῆθος, ὥστε τὰ ὕδατα τῆς θαλάσσης αἵμασι μι‐ γέντα κύματα αἱμάτων καὶ μόνον φαίνεσθαι. καὶ νικήσας ὁ Ὀκταβιανὸς ἐφόνευσε τὸν Ἀντώνιον, τὴν δὲ Κλεοπάτραν παρα‐ λαβὼν καὶ δήσας ἐθριάμβευσε κελεύσας αὐτὴν φυλαχθῆναι εἰς τὸ | |
20 | ἀνενέγκαι αὐτὴν ἐν τῇ Ῥώμῃ αἰχμάλωτον καὶ πομπεῦσαι. ἡ δὲ Κλεοπάτρα ἀπεχρήσατο ἑαυτῇ ὑπὸ ἀσπίδος κρουσθεῖσα καὶ ἐτε‐ λεύτα· ἐβάσταζε γὰρ ἀσπίδας ἐν μουζικίοις καὶ ἄλλα ἑρπετὰ εἰς τὰ πλοῖα διὰ τὸν πόλεμον, ὡς φυλάττεσθαι ὑπὸ τῶν στρατιω‐ τῶν κρυφῇ διὰ τῶν ἀσπίδων ἐτελεύτησεν διὰ τὸ μὴ ζῶσα ἐν τῇ | |
25 | Ῥώμῃ ἀνενεχθῆναι. ἀνηνέχθη δὲ τὸ λείψανον αὐτῆς ἐν τῇ Ῥώμῃ σμυρνισθὲν πρὸς θεραπείαν τοῦ Αὐγούστου Ὀκταβιανοῦ καὶ τῆς αὐτοῦ ἀδελφῆς. οἱ δὲ ἐκθέμενοι τὰ πάτρια Ἀλεξανδρείας τῆς μεγάλης τὴν Κλεοπάτραν ἐν Αἰγύπτῳ εἶπον ληφθεῖσαν καὶ ἄλλα τινὰ μὴ συμφωνοῦντα τοῖς Ῥωμαίων συγγραφεῦσι. | |
30 | Μετὰ δὲ ταῦτα Ὀκταβιανὸς σὺν Ἀγρίππᾳ τῷ στρατηγῷ καὶ γαμβρῷ αὐτοῦ ἀπὸ τῆς Ἠπείρου ἐξορμήσας κατῆλθεν ὑποτάξαι τὴν Αἴγυπτον χώραν καὶ ἐθριάμβευσε τὴν ἑαυτοῦ νίκην, καὶ κατιὼν μετὰ τοῦ πλήθους αὐτοῦ ὑπέταξε τὰς ἄλλας χώρας κατα‐ λύων τὰς τοπαρχίας αὐτῶν. ἦν δὲ ἐνιαυτῶν ιηʹ, ὅτε τριομβυ‐ | |
35 | ράτωρ ἐγένετο. | |
4. Ὅτι Ἡρώδης ὁ δεύτερος βασιλεὺς Ἰουδαίων ὁ Φιλίππου | 156 | |
157 | γενόμενος ἐμπαθὴς ἐκρίνετο ὑπὸ νόσου ἐπὶ μῆνας ηʹ. καὶ ἐσφάγη ἐν τῷ κουβουκλείῳ αὐτοῦ μετὰ τοὺς ηʹ μῆνας συνειδυίας τῆς αὐ‐ τοῦ γυναικός. 5. Ὅτι ἡ γυνὴ τοῦ Πιλάτου Πρόκλα ἐκαλεῖτο. | |
5 | 6. Ὅτι Γάιος Καῖσαρ ὁ Καλλιγούλας ἐσφάγη ἐξ ἐπιβουλῆς ἐν τῇ Ῥώμῃ ἔσω ἐν τῷ παλατίῳ ὑπὸ τῶν ἰδίων σπαθαρίων τῶν κουβικουλαρίων εὐνούχων κατὰ γνώμην τῆς συγκλήτου ὢν ἐτῶν λθʹ. 7. Ὅτι Νέρων ἐπὶ τῆς ὑπατείας Τουρπιλλιανοῦ ἀφανὴς ἐγέ‐ νετο καὶ τελευτᾷ, τῶν ἱερέων τῶν Ἑλλήνων κατασκευασάντων αὐ‐ | |
10 | τῷ διὰ πότου δόσεως, ὡς ὄντος τοῦ δόγματος τῶν Ἐπικουρείων τοῦ μετ’ αὐτὸν λαμβάνοντος παρὰ τῶν ἱερέων σύνταξιν τῆς βασιλείας, καὶ εἰσελθόντος ἰδεῖν αὐτὸν ὡς ἄρρωστον, καὶ κεντή‐ σαντος αὐτὸν ἐν τῷ παλατίῳ ἔσω, ἐτελεύτησεν ὢν ἐτῶν ξθʹ. 8. Ὅτι Δομετιανὸς ὁ βασιλεὺς Ῥωμαίων ἐφόνευσεν ἀγανακ‐ | |
15 | τήσας τὸν περιβόητον Ἀσκληπίωνα εἰπόντα αὐτῷ ὅτι σφαγιαζό‐ μενος τελευτᾷ. καὶ μετ’ ὀλίγον καιρὸν κατασκευασθεὶς ὁ αὐτὸς Δομετιανὸς ὑπὸ τῆς συγκλήτου ὡς εἰσῆλθεν ἐν τῷ ἱερῷ θυσιάσαι ἀφανὴς γενόμενος τελευτᾷ ἐτῶν μεʹ, φησάντων πάντων ὅτι ἐπήρθη ἀπὸ τῆς γῆς εἰς τὸν ἀέρα ὡς φιλόσοφος. ὁ δὲ ἐφονεύθη | |
20 | σφαγιασθεὶς ἐν τῷ ἱερῷ ὑπὸ τῆς συγκλήτου ὡς ὑπερήφανος καὶ ὑβρίζων εἰς αὐτούς. οἵτινες συγκλητικοὶ ἐποίησαν ἣν ἐφόρει χλαμύδα πορφυρᾶν κρεμασθῆναι εἰς μίαν ἅλυσιν τῶν οὐσῶν ἐν τῷ ἱερῷ κανδήλων, καὶ πάντες οἱ εἰσιόντες εἰς τὸ ἱερὸν ἠπατῶντο νομίζοντες ὅτι ἐπήρθη εἰς τὸν ἀέρα. ἐγνώσθη δὲ μετὰ ταῦτα | |
25 | ὅτι ἐσφάγη, καὶ ἐγένετο ταραχὴ πολλή, διότι εἰς τὸ ἱερὸν ἐσφάγη. 9. Ὅτι Βῆρος Ἀντωνῖνος υἱὸς Μάρκου τοῦ φιλοσόφου ἐν προκένσῳ ἐσφάγη ὢν ἐνιαυτῶν λθʹ. 10. Ὅτι Περτίναξ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν ἐξερχόμενος | |
30 | ἀπὸ τοῦ παλατίου ὢν ἐνιαυτῶν οʹ. 11. Ὅτι καὶ Δίδιος ὁ καὶ Σίλβιος ἐσφάγη ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου Ῥώμης ἔσω ὡς προσεῖχε τοῖς ἰχθύσι | |
κατὰ σκευὴν τῶν μετ’ αὐτόν. ἦν δὲ ἐνιαυτῶν ξʹ. | 157 | |
158 | 12. Ὅτι ἐπὶ Σεβήρου ἐτυράννησε συγκλητικός τις Νίγερτος κατελθὼν κατὰ Περσῶν. ὃς μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης Πέρ‐ σαις, ἀκούσας ὁ στρατὸς ὅτι τινὲς τῆς συγκλήτου Ῥώμης αὐτὸν ὠνόμασαν βασιλέα, ἀνηγόρευσαν τὸν αὐτὸν Νίγερα βασιλέα. καὶ | |
5 | παρέλαβε πᾶσαν τὴν ἀνατολὴν ἕως τῆς Αἰγύπτου. ὅντινα οὐκ ἐδέξαντο οἱ Λαοδικεῖς Σύροι, ἀλλ’ ἀντέστησαν αὐτῷ. καὶ φοσα‐ τεύσας παρέλαβε Λαοδίκειαν καὶ κατέστρεψεν αὐτὴν καὶ κατέ‐ σφαξε πάντας. καὶ ἐπεστράτευσε κατ’ αὐτοῦ ὁ Σεβῆρος καὶ καταδιώξας ἔφθασεν αὐτὸν ἐν Θηβαΐδι τῆς Αἰγύπτου· ὅντινα | |
10 | πολέμῳ συλλαβόμενος ἐφόνευσεν. ὑποστρέψας δὲ ἀπὸ τῆς Θηβαΐδος μετὰ τὴν νίκην ἠγανάκτει κατὰ τῶν Ἀλεξανδρέων, διότι ἐδέξαντο τὸν Νίγερα τὸν τύραννον καὶ ἐπέγραψαν εἰς τὰς πόρτας τῆς πόλεως αὐτῶν· τοῦ κυρίου Νίγερος ἡ πόλις. καὶ ἀπαντή‐ σαντες τῷ Σεβήρῳ οἱ δῆμοι τῆς Ἀλεξανδρείας ἔκραζον ταῦτα· | |
15 | Οἴδαμεν, εἰρήκαμεν· τοῦ κυρίου Νίγερος ἡ πόλις. σὺ γὰρ εἶ ὁ κύριος αὐτοῦ. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολογίας αὐτῶν συνεχώρησε τὸ πταῖσμα 〈καὶ〉 ἰνδουλγεντίας αὐτοῖς παρασχὼν ἐδέξατο αὐτούς, καὶ ἔκτισεν αὐτοῖς δημόσιον λουτρὸν τὸ Σεβήριον καὶ ἱερά. καὶ ἐν τῷ μέλλειν αὐτὸν ἐξιέναι συνέσχε Θέρμον τινὰ | |
20 | ὄνομα, ὅστις ὑπῆρχε τῶν πρώτων ἀξιωματικῶν τῆς πόλεως Ἀλε‐ ξανδρείας ἀγαπώμενος ὑπὸ τῶν πολιτῶν· ὅστις καὶ λουτρὸν ἔ‐ κτισεν ἐξ ἰδίων ἀναλωμάτων. ὅντινα ὁ Σεβῆρος ἐδήμευσεν ὡς φίλον τοῦ Νίγερος. εἰς δὲ Λαοδίκειαν ἐλθὼν ἐπῄνεσεν τοὺς ὑπολειφθέντας Λαοδικεῖς καὶ πολλὰ αὐτοῖς ἐχαρίσατο καὶ δίκαιον | |
25 | μητροπόλεως παρέσχε τῇ πόλει αὐτῶν τὸν χρόνον τῆς βασιλείας αὐτοῦ καὶ μόνον, καὶ Σεπτιμίους αὐτοὺς ἐκέλευσε χρηματίζειν εἰς τὸ ἴδιον αὐτοῦ ἐπώνυμον, καὶ ἀξίαν συγκλητικῶν παρέσχε τοῖς περισωθεῖσιν ἀξιωματικοῖς τῆς αὐτῆς πόλεως, διότι οὐκ ἐδέξαντο τὸν τύραννον Νίγερα, ἀλλὰ ἐπολέμησαν αὐτόν. καὶ παρέσχεν αὐ‐ | |
30 | τοῖς καὶ σῖτον καὶ χρήματα πολλὰ εἰς ἀνοικοδομὴν τῆς πόλεως· ἔκτισε δὲ αὐτοῖς καὶ ἱππικὸν καὶ ἄλλα πολλά. ἔκτισε δὲ καὶ τοῖς Ἀντιοχεῦσι πολλά. 13. Ὅτι καὶ Ἀντωνῖνον Γέταν ὁ στρατὸς ἀνεῖλεν· ὃς ἐτελεύ‐ | |
τησεν 〈ὢν ἐνιαυτῶν ναʹ.〉 | 158 | |
159 | 14. Ὅτι καὶ Μακρῖνος ἐσφάγη ἐν Ἀρχελαΐδι ὢν ἐνιαυ‐ τῶν νβʹ. 15. Ὅτι Ἀντωνῖνος ὁ Ἡλιογάβαλος ἐσφάγη ἐν τῇ Ῥώμῃ ὑπὸ τοῦ ἰδίου συγγενοῦς ὢν ἐνιαυτῶν λϛʹ. | |
5 | 16. Ὅτι ἡ σύγκλητος Ῥώμης ἀποδιέκειτο πρὸς τὸν Μαξιμῖνον τὸν διώκτην Χριστιανῶν, καὶ ἠπείλουν τοῖς στρατιώταις τοῖς ποιήσασιν αὐτὸν βασιλέα. δημοτικῆς οὖν ταραχῆς γενομένης ἕνεκεν λιμοῦ, οἱ πολῖται Ῥωμαίων ἐπῆλθον τῷ Μαξίμῳ βασιλεῖ ἐν τῷ παλατίῳ, καὶ ἐξῆλθεν κατ’ αὐτῶν ὁπλισάμενος μετὰ βοη‐ | |
10 | θείας ὁ υἱὸς αὐτοῦ Πουλχεριανὸς καὶ ἐφονεύθη ὑπὸ τοῦ πλήθους τῆς πόλεως. τῆς 〈γὰρ〉 ἅμα αὐτῷ βοηθείας φοβηθείσης τὸ ἄπειρον πλῆθος τῶν πολιτῶν Ῥωμαίων καὶ καταλιπούσης αὐτὸν καὶ φυγούσης συνελήφθη μόνος. ὁ δὲ Μαξιμῖνος ἐάσας τὸ παλά‐ τιον ἐξῆλθεν εἰς Ἀκυληίαν ἀγανακτῶν κατὰ τῶν τῆς πόλεως καὶ | |
15 | κατὰ τοῦ στρατοῦ διὰ τὴν τοῦ υἱοῦ αὐτοῦ προδοσίαν. οἵτινες στρατιῶται εὑρηκότες ἀφορμὴν ἐπῆλθον αὐτῷ, καὶ ἐσφάγη ἐκεῖ ὢν ἐνιαυτῶν ξεʹ. 17. Ὅτι καὶ Ἀλβῖνος συνεσκευάσθη ἐν τῷ παλατίῳ καὶ ἐσφάγη ὑπὸ τοῦ ἰδίου συγγενοῦς ὢν ἐτῶν ξʹ. | |
20 | 18. Ὅτι καὶ Πομπηιανὸς ἐξιὼν ἐν πολέμῳ ἐσφάγη ἐν Παρθίᾳ ὢν ἐνιαυτῶν νβʹ. 19. Ὅτι ἐπὶ τῆς βασιλείας Φιλίππου τοῦ Ῥωμαίων βασιλέως ἐμφυλίου πολέμου γενομένου ἐν τῇ Ῥώμῃ μεταξὺ στρατιωτῶν ἕνεκε Βρούτιδος μοιχευθείσης, καὶ πολλῶν σφαγέντων, ἐξῆλθεν ὁ | |
25 | Φίλιππος ἐκ τοῦ παλατίου μετὰ τῶν ἰδίων αὐτοῦ υἱῶν παῦσαι αὐτούς, καὶ ἐπῆλθον αὐτῷ οἱ τοῦ ἑνὸς μέρους στρατιῶται καὶ ἔσφαξαν αὐτὸν μετὰ τῶν ἰδίων τέκνων, καὶ ἐτελεύτησεν ὢν ἐνιαυ‐ τῶν ξγʹ. 20. Ὅτι Γάλλος ἀνηγορεύθη βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν | |
30 | καὶ εὐθέως ἐλθὼν ἐν τῇ Ῥώμῃ ἐφονεύθη ὢν ἐνιαυτῶν ξʹ. 21. Ὅτι Μάριον τὸν βασιλέα ἡ γυνὴ αὐτοῦ κοιμώμενον ἀπέ‐ σφαξεν, ὃς οὐκ ἀνηγορεύθη βασιλεὺς ὑπὸ τῆς συγκλήτου, διότι ὁ στρατὸς αὐτὸν ἐποίησε βασιλέα αὐθεντήσας τὴν σύγκλητον. 22. Ὅτι Δέκιος ἐξελθὼν ἐν πολέμῳ τῶν Φράγγων ὡς ἀπήρ‐ | |
35 | χετο ἐσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ ὑπό τινος τῶν ἐξάρχων ἐν | |
Ἀδύτῳ ὢν ἐνιαυτῶν ξʹ. | 159 | |
160 | 23. Ὅτι Αἱμιλιανὸς ὁ βασιλεὺς Ῥωμαίων ἐσφάγη ἐν τῷ πα‐ λατίῳ ὡς ἐξήρχετο ἐν τῷ ἱερῷ ὢν ἐνιαυτῶν μζʹ. 24. Ὅτι ὁ Αὐρηλιανὸς συνέβαλε πόλεμον, καὶ ὑπὸ τοῦ ἰδίου στρατοῦ ἐδολοφονήθη ὢν ἐνιαυτῶν ξεʹ. | |
5 | 25. Ὅτι Πρόβος ὁ βασιλεὺς Ῥωμαίων ἐπολέμησε τοῖς Γότθοις ἐν τῷ Σιρμίῳ. καὶ ἐν τῷ πολεμεῖν αὐτὸν αὐτοῖς ἐγένετο λιμὸς κοσμικὸς μέγας, καὶ μὴ εὑρεθέντων ἀποθέτων ἐστασίασεν ὁ στρατὸς καὶ ἐπελθὼν ἔσφαξεν αὐτὸν ἐν τῷ Σιρμίῳ ὄντα ἐνιαυ‐ τῶν μʹ. | |
10 | 26. Ὅτι Μαξέντιος ὑποστρέψας ἐκ τῆς Περσαρμενίας καὶ ἀνελθὼν ἐν Ῥώμῃ ἐσφάγη ὢν ἐνιαυτῶν νγʹ. 27. Ὅτι Κωνσταντῖνος ὁ υἱὸς Κωνσταντίνου τοῦ μεγάλου ἐν Ῥώμῃ βασιλεύων, ἐξελθὼν ἐν προκένσῳ ἐσφάγη ὢν ἐτῶν κʹ. 28. Ὅτι Γρατιανὸς αἰτιασθεὶς τὸν σπλῆνα καὶ ἀνερχόμενος | |
15 | ἐν τῷ ἱππικῷ Κωνσταντινουπόλεως θεωρῆσαι διὰ τοῦ κοχλίου κατὰ τὴν θύραν τοῦ λεγομένου Δηκίμου ἐσφάγη ἐτῶν κηʹ. 29. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μεγάλου ἐτυράννησεν ὁ Ἴσαυρος Βαλβίνιος καὶ ἔστρεψεν Ἀναζαρβὸν τὴν πόλιν καὶ Εἰρηνούπολιν καὶ Καστάβαλα τῆς Κιλικίας πόλιν. καὶ συλληφθεὶς ὑπὸ Ῥούφου | |
20 | στρατηγοῦ ἀνῃρέθη. 30. Ὅτι κτίζοντος τοῦ μικροῦ Θεοδοσίου ἐν Ἀντιοχείᾳ διά‐ φορα κτίσματα ἠγγέλθη ὁ θάνατος Βαλεντινιανοῦ βασιλέως Ῥω‐ μαίων σφαγέντος ὑπὸ Μαξίμου συγκλητικοῦ καὶ κρατήσαντος καὶ βασιλεύσαντος ἐν Ῥώμῃ. | |
25 | 31. Ὅτι Ἄσπαρ ὁ πατρίκιος πολλὰ κακὰ ἐνεδείκνυτο Λέοντι τῷ βασιλεῖ. θαρρῶν γὰρ εἰς τὴν Γοτθικὴν χεῖρα, ἣν εἶχε, ταῦτα ἔπραττεν. ἐν οἷς χρόνοις παρεκάλει Ἄσπαρ ὁ πατρίκιος ἐπὶ τῷ ἐπιγαμβρεῦσαι αὐτῷ τὸν υἱὸν αὐτοῦ Πατρίκιον ὄντα Καίσαρα. τοῦ δὲ δήμου ἐνστάντος καὶ τῶν μοναχῶν καὶ τῶν κληρικῶν, ἔν‐ | |
30 | δοσιν ἔλαβε τὰ τοῦ γάμου. ὑπονοήσας δὲ ὁ βασιλεὺς Λέων τυ‐ ραννίδα μελετᾶν Ἄσπαρα τὸν πατρίκιον ἐφόνευσεν ἐν τῷ παλατίῳ ἔσω καὶ αὐτὸν καὶ Ἀρδαβούριον καὶ Πατρίκιον τὸν Καίσαρα τοὺς υἱοὺς αὐτοῦ ἐν κομέντῳ κατακόψας τὰ σώματα αὐτῶν, εἰς καν‐ | |
θήλια ἐκβαλὼν ἐκ τοῦ παλατίου. καὶ ἐγένετο ἐν Κωνσταντινου‐ | 160 | |
161 | πόλει ταραχὴ μεγάλη. εἶχε γάρ, ὡς εἴρηται, πλῆθος Γότθων καὶ κόμητας πολλοὺς καὶ ἄλλους παῖδας καὶ παραμένοντας αὐτοῖς ἀνθρώπους, οὓς ἐκάλεσε φοιδεράτους, ἀφ’ ὧν καὶ αἱ φοιδερατι‐ καὶ ἄννωναι κατάγονται. εἷς δὲ Γότθος τῶν διαφερόντων τῷ | |
5 | Ἄσπαρι, ὄνομα Ὄστρυς, κόμης εἰσῆλθεν ἐν τῷ παλατίῳ τοξεύων μετὰ ἄλλων πολλῶν Γότθων· καὶ συμβολῆς γενομένης μετὰ τῶν ἐκσκουβιτόρων καὶ τῶν αὐτοῦ πολλοὶ Ὄστροι ἐκόπησαν. καὶ μεσασθείς, εἰδὼς ὅτι ἡττήθη, ἔφυγε καὶ λαβὼν τὴν παλλακίδα Ἄσπαρος εὐπρεπῆ καὶ εὔπορον Γότθισαν, ἥτις ἔφιππος ἅμα αὐ‐ | |
10 | τῷ ἐξῆλθεν ἐπὶ τὴν Θρᾴκην. καὶ ἐπραίδευσε χωρία πολλά. περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι· νεκροῦ φίλος οὐδεὶς εἰ μὴ Ὄστρυς μόνος. ὁ δὲ αὐτὸς Λέων διωγμὸν ἐποίησε τῶν Ἀρειανῶν Ἐξακιονιτῶν διὰ Ἄσπαρα καὶ Ἀρδαβούριον καὶ διατάξεις πανταχοῦ κατέπεμψεν μὴ ἔχειν αὐτοὺς ἐκκλησίας ἢ συνάγεσθαι ἐν ἐκκλησίᾳ. | |
15 | 32. Ὅτι ἐσφάγη ὁ βασιλεὺς Ἀνθέμιος ἐν Ῥώμῃ οὕτως· ἐν ἔχθρᾳ γενόμενος τοῦ ἰδίου αὐτοῦ γαμβροῦ Ῥεκίμερ τοῦ στρατη‐ λάτου, φοβηθεὶς αὐτὸν ὡς Γότθον, ἀπῆλθεν εἰς τὸν ἅγιον Πέτρον, προσφεύγων ὡς δῆθεν ἀρρωστῶν. καὶ τοῦτο γνοὺς Λέων ὁ βασι‐ λεὺς ἐν Κωνσταντινουπόλει ἔπεμψεν ἐν Ῥώμῃ τὸν πατρίκιον | |
20 | Ὀλύβριον μετὰ τὴν ὑπατείαν αὐτοῦ, 〈ἣν〉 ἔδωκεν ἅμα Ῥουστικίῳ, εἰς τὸ ποιῆσαι τὸν βασιλέα Ἀνθέμιον καὶ τὸν γαμβρὸν αὐτοῦ Ῥεκίμερ φιλιάσαι ὡς ὄντας ἐκ τῆς συγκλήτου Ῥώμης κελεύσας αὐ‐ τῷ ὅτι· μετὰ τὸ γενέσθαι * πρὸς Γιζίριχον τὸν Οὐάνδαλον τὸν ῥῆγα τῆς Ἀφρικῆς, ὡς ἔχων παρρησίαν * τῆς σῆς γαμετῆς Πλα‐ | |
25 | κιδίας, ἣν ἔχει νύμφην τῷ υἱῷ αὐτοῦ, καὶ πεῖσον αὐτὸν φίλον μου γενέσθαι. ὑπελάμβανε γὰρ ὁ βασιλεὺς Λέων ὅτι φίλος ἦν τοῦ Γιζιρίχου καὶ ὅτι τοῦ μέρους αὐτοῦ ὑπῆρχεν, καὶ παρεφυ‐ λάττετο αὐτὸν Λέων, μή, ἐὰν κινήσῃ κατὰ Λέοντος πόλεμον ὁ Γιζίριχος, προδώσει Κωνσταντινούπολιν ὁ αὐτὸς Ὀλύβριος τῷ | |
30 | Γιζιρίχῳ ὡς συγγενεῖ, καὶ βασιλεύσει ὁ αὐτὸς Ὀλύβριος ἐν Κων‐ σταντινουπόλει. καὶ μετὰ τὸ ὁδεῦσαι τὸν Ὀλύβριον ἐν Ῥώμῃ ἐάσαντα τὴν ἑαυτοῦ γυναῖκα Πλακιδίαν καὶ τὴν θυγατέρα αὐτοῦ | |
ἐν Κωνσταντινουπόλει ἔγραψεν ὁ βασιλεὺς Λέων διὰ μαγι‐ | 161 | |
162 | στριανοῦ Ἀνθεμίῳ τῷ βασιλεῖ τῆς Ῥώμης ταῦτα, ὅτι· ἐγὼ ἐφό‐ νευσα Ἄσπαρα καὶ Ἀρδαβούριον, ἵνα μηδείς μοι ἐναντιοῦται κε‐ λεύοντι· ἀλλὰ καὶ σὺ φόνευσον τὸν γαμβρόν σου Ῥεκίμερ, ἵνα μὴ ἐπάνω σου κελεύῃ. ἰδοὺ ἀπέστειλά σοι καὶ Ὀλύβριον τὸν πατρί‐ | |
5 | κιον· καὶ φόνευσον καὶ αὐτὸν καὶ βασίλευσον κελεύων καὶ μὴ κε‐ λευόμενος. ἦν δὲ ἀφορίσας ὁ Ῥεκίμερ εἰς ἑκάστην πύλην Ῥώμης καὶ εἰς τὸν πόρτον, τουτέστιν εἰς τὸν λιμένα, βοήθειαν Γότθων, καὶ εἴ τις εἰσήρχετο εἰς Ῥώμην, ἠρευνᾶτο τί ἐπεφέρετο. καὶ ἐλ‐ θόντος τοῦ μαγιστριανοῦ Μοδέστου τοῦ πεμφθέντος πρὸς Ἀν‐ | |
10 | θέμιον παρὰ τοῦ βασιλέως Λέοντος καὶ ἐρευνηθέντος, εὑρέθησαν αἱ σάκραι Λέοντος αἱ πρὸς Ἀνθέμιον πεμφθεῖσαι καὶ εἰσηνέχ‐ θησαν τῷ Ῥεκίμερ· καὶ ἔδειξεν αὐτὰς Ὀλυβρίῳ. καὶ λοιπὸν ἐξέπεμψεν ὁ Ῥεκίμερ πρὸς Γουνδουφάριον τὸν υἱὸν τῆς ἑαυτοῦ ἀδελφῆς καὶ ἤνεγκεν αὐτὸν ἀπὸ τῶν Γαλλίων· ἐκεῖ γὰρ ἦν στρα‐ | |
15 | τηλάτης εἰς τὰς Γαλλίας. ὅστις ἐλθὼν ἐφόνευσεν Ἀνθέμιον τὸν βασιλέα ὄντα εἰς τὸν οἶκον τοῦ ἀποστόλου Πέτρου, καὶ εὐθέως ἀπῆλθεν εἰς τὰς Γαλλίας ὁ Γουνδουφάριος. καὶ ἔστεψεν ὁ Ῥεκίμερ βασιλέα Ὀλύβριον μετὰ γνώμης τῆς συγκλήτου, καὶ ἐβασίλευσεν ὀλίγον χρόνον. | |
20 | 33. Ὅτι Μαιουρῖνος ἐγένετο ἀπὸ Ὀλύβριον, καὶ τοῦτον ἐφό‐ νευσεν ὁ Ῥεκίμερ ὡς φιλιάσαντα Γιζιρίχῳ. 34. Ὅτι ἐπὶ τῆς βασιλείας Ζήνωνος πρόφασιν λαβόντες οἱ ἐκ τοῦ ἔθνους τῶν Σαμαρειτῶν ἐτυράννησαν καὶ ἔστεψαν λῄσταρχον ὄνομα Ἰουστάσαν Σαμαρείτην. καὶ εἰσῆλθεν ἐν Καισαρείᾳ καὶ | |
25 | ἐθεώρησεν ἱππικὸν καὶ ἐφόνευσε πολλούς, ἡγεμονεύοντος τῆς πρώ‐ της Παλαιστίνης Πορφυρίου. ἔκαυσε δὲ καὶ τὸν ἅγιον Προκόπιον ὁ αὐτὸς Ἰουστάσας. καὶ εὐθέως ὁ δοὺξ Παλαιστίνης Ἀσκληπιάδης ἦλθε μετὰ τῆς αὐτοῦ βοηθείας καὶ ὁ λῃστοδιώκτης Ῥήγις ὁ ἀξιω‐ ματικός, καὶ ὁρμήσαντες κατ’ αὐτῶν μετὰ τῆς αὐτῶν βοηθείας | |
30 | συνέβαλον αὐτῷ καὶ παρέλαβον αὐτὸν καὶ ἀπεκεφάλισαν αὐτόν, καὶ ἐπέμφθη ἡ κεφαλὴ αὐτοῦ μετὰ τοῦ διαδήματος τῷ βασιλεῖ Ζήνωνι· καὶ εὐθέως ὁ Ζήνων ἐποίησε τὴν συναγωγὴν αὐτῶν τὴν οὖσαν εἰς τὸ Γαργαρίζη ὄρος εὐκτήριον οἶκον τῆς ἁγίας θεοτόκου, ἀνανεώσας καὶ τὸν ἅγιον Προκόπιον, ποιήσας διάταξιν μὴ στρα‐ | |
35 | τεύεσθαι Σαμαρείτην, δημεύσας τοὺς εὐπόρους αὐτῶν. καὶ ἐγέ‐ | |
νετο φόβος καὶ εἰρήνη. | 162 | |
163 | Ὁμοίως ἐπὶ τῆς βασιλείας Ζήνωνος Θευδέριχος ὁ ἀπὸ ὑπάτων, ὁ υἱὸς Οὐαλάμερ, ὁ ἐν Κωνσταντίνου πόλει ἀνατραφεὶς καὶ ἀναγνοὺς καὶ στρατηλάτης ὢν τοῦ πραισέντου, ἑωρακὼς τί ὑπέστη Ἀρμάτιος, φοβηθεὶς τὸν βασιλέα Ζήνωνα ἔλαβε τὴν ἑαυτοῦ βοήθειαν καὶ ἐξ‐ | |
5 | ῆλθεν ἀπὸ Κωνσταντινουπόλεως ὡς ἐπὶ Συλυβρίαν ἀπιὼν διὰ τοὺς ἐκεῖ καθεζομένους ἀριθμούς. καὶ ἐξελθὼν εὐθέως ἐτυράν‐ νησε καὶ παρέλαβε τὴν Θρᾴκην πᾶσαν, καὶ ἦλθε κατὰ Ζήνωνος βασιλέως ἕως Συκῶν ἀντίπερα Κωνσταντινουπόλεως, κόψας καὶ τὸν ἀγωγὸν τῆς πόλεως· καὶ ποιήσας ἡμέρας πολλὰς καὶ μὴ δυ‐ | |
10 | νηθεὶς βλάψαι τὸν Ζήνωνα ἀνεχώρησεν ἐκεῖθεν ὁρμήσας ἐπὶ τὴν Ῥώμην κατεχομένην ὑπὸ τοῦ Ὁδοάκρου ῥηγὸς βαρβάρων. καὶ πολεμήσας αὐτῷ κατὰ γνώμην τῆς συγκλήτου καὶ προδοσίαν τῆς αὐτῆς συγκλήτου Ῥώμης παρέλαβεν ἀνεπηρεάστως τήν τε Ῥώμην καὶ τὸν Ὁδόακρον, καὶ ἐφόνευσεν αὐτὸν καὶ κατέσχε τὴν Ῥώμην | |
15 | γενόμενος ἀντ’ αὐτοῦ ῥὴξ τῆς αὐτῆς Ῥώμης ἐπὶ χρόνους πολλούς. καὶ ἐγένετο μετὰ ταῦτα φίλος Ζήνωνι τῷ βασιλεῖ καὶ πάντα ἔπραττε κατὰ γνώμην αὐτοῦ, καὶ τοὺς ὑπάτους χρηματίζων Κων‐ σταντινουπόλεως καὶ τοὺς ὑπάρχους τῶν πραιτωρίων, καὶ τὰ κοδίκελλα δὲ τῶν μεγάλων αὐτοῦ ἀρχόντων ἀπὸ τοῦ βασιλέως | |
20 | Ζήνωνος ἐδέχετο μηνύων αὐτῷ τὴν ἀλήθειαν τίνα ἤθελε προ‐ αχθῆναι. 35. Ὅτι ἐπὶ τοῦ αὐτοῦ Ζήνωνος ἀντῆρεν ὁ πατρίκιος Ἰλλοῦς ὁ Ἴσαυρος, ὁ θεῖος τοῦ αὐτοῦ Ζήνωνος, ἀναγαγὼν τὸν αὐτὸν Ζή‐ νωνα μετὰ βοηθείας πολλῆς τὴν δευτέραν αὐτοῦ ἐπάναδον ἀπὸ | |
25 | τῆς Ἰσαυρίας, ὅτε ἔφυγεν ἀπὸ Κωνσταντινουπόλεως βασιλεύων. ὅστις Ἰλλοῦς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει μετὰ Ζήνωνος, καὶ ὡς θαρρούμενος παρ’ αὐτῷ καὶ θαρρῶν αὐτῷ ἐβουλεύετο μετὰ Ζήνωνος ὁ Ἰλλοῦς ὥστε ἐκβληθῆναι τὴν πενθερὰν Ζήνωνος ἀπὸ Κωνσταντινουπόλεως, ἵνα μὴ πάλιν συσκευάσηται Ζήνωνα ὡς τὸ | |
30 | πρῶτον. καὶ πέμπει τὸν Ἰλλοῦν ὁ Ζήνων εἰς Ἰσαυρίαν, ἵνα ἐνέγκῃ Λογγῖνον τὸν ἀδελφὸν τοῦ αὐτοῦ Ζήνωνος. καὶ κατελθὼν ὁ Ἰλ‐ λοῦς ἀπέμεινεν εἰς Ἰσαυρίαν χώραν γράφων Ζήνωνι ὥστε λαβεῖν λόγον τὸν Ἰλλοῦν διὰ Βηρίνης δεσποίνης τῆς πενθερᾶς Ζήνωνος βασιλέως, ὡς φοβούμενος Ζήνωνα. καὶ ἔπεισε Βηρίναν ὁ Ζήνων | |
35 | ὡς γαμβρὸς αὐτῆς κατὰ τὰ δόξαντα μεταξὺ Ἰλλοῦ καὶ αὐτοῦ Ζή‐ | |
νωνος, ὥστε κατελθεῖν καὶ δοῦναι Ἰλλοῦ λόγον ὡς φοβουμένῳ | 163 | |
164 | Ζήνωνα ἀπὸ θείας κελεύσεως καὶ ἀνενέγκαι Ἰλλοῦν καὶ τὸν ἀδελ‐ φὸν αὐτοῦ Λογγῖνον. καὶ ἦλθε Βηρίνα ἡ πενθερὰ Ζήνωνος εἰς Ἰσαυρίαν· καὶ δεξάμενος αὐτὴν Ἰλλοῦς ἀπέκλεισεν εἰς καστέλλιν τῆς Ἰσαυρίας ἔχων μετ’ αὐτοῦ καὶ ὄχλον βοηθείας πολύν· καὶ | |
5 | ἐφύλαττον αὐτὴν ἐκεῖσε. καὶ λαβὼν Λογγῖνον τὸν ἀδελφὸν Ζήνωνος ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. καὶ ἐγένετο Ἰλλοῦς συγκλητικὸς καὶ ὕπατος καὶ μάγιστρος καὶ πατρίκιος διοικῶν τὴν ἅπασαν πολι‐ τείαν, καὶ ὁ ἀδελφὸς τοῦ βασιλέως ἐγένετο στρατηλάτης πραισέντου μεγάλου εὐθέως καὶ ὕπατος· καὶ παρέσχεν εἰς τὰ δʹ μέρη ὀρχηστὰς | |
10 | ἐμμάλλους καὶ μικροὺς δʹ. Ἡ δὲ Ἀριάδνη τοῦ Ζήνωνος ἡ γυνὴ γράμματα δεξαμένη παρὰ τῆς ἰδίας μητρὸς Βηρίνης λάθρα παρεκάλεσε Ζήνωνα ἵνα ἀπολυθῇ ἐκ τοῦ καστελλίου, ὅπου ἦν ἀποκεκλεισμένη ἡ δέσποινα Βηρίνα· ὁ δὲ Ζήνων εἶπεν ἵνα αἰτήσηται τὸν πατρίκιον Ἰλλοῦν περὶ αὐ‐ | |
15 | τῆς· καὶ μεταστειλαμένη ἡ δέσποινα Ἀριάδνη ᾔτησεν αὐτὸν μετὰ δακρύων διὰ τὴν αὐτῆς μητέρα Βηρίναν ἵνα ἀπολυθῇ. ὁ δὲ Ἰλλοῦς οὐκ ἐπείσθη, ἀλλὰ λέγει αὐτῇ ὅτι· ταῦτα ζητεῖς, ἵνα ποιήσῃ ἄλλον κατὰ τοῦ σοῦ ἀνδρός. καὶ λοιπὸν ἡ Ἀριάδνη εἶπε τῷ Ζήνωνι· ἢ Ἰλλοῦς ἐστιν εἰς τὸ παλάτιον, ἢ ἐγώ. ὁ δὲ Ζήνων λέγει ὅτι· εἴ | |
20 | τι δύνῃ, πρᾶξον. ἐγὼ σὲ θέλω. καὶ λοιπὸν Ἀριάδνη ἡ βασίλισσα κατεσκεύασε φονευθῆναι τὸν μάγιστρον Ἰλλοῦν ὡς κωλύοντα ἀνελθεῖν τὴν μητέρα αὐτῆς, καὶ ἐκέλευσεν Οὐρβικίῳ τῷ εὐνούχῳ τῷ κουβι‐ κουλαρίῳ προτρέψασθαί τινα εἰς τὸ φονεῦσαι τὸν πατρίκιον καὶ μάγιστρον Ἰλλοῦν. καὶ ἱππικοῦ ἀγομένου μετεστάλη ὁ Ἰλλοῦς παρὰ | |
25 | Ζήνωνος κατελθὼν ἐκ τοῦ καθίσματος εἰς τὸν δέλφικα τοῦ παλατίου δέξασθαι βαρβάρων πρεσβευτάς. καὶ ὡς ἀνήρχετο διὰ τοῦ λεγο‐ μένου κοχλίου κατὰ τὸ Δέκιμον, ἔκρουσεν αὐτῷ παρὰ τὸ ὠτίον κατὰ τῆς κεφαλῆς σχολάριός τις ὄνομα Σφωράκιος βουλόμενος εἰς βʹ κόψαι. καὶ εὑρέθη ὁ σπαθάριος τοῦ Ἰλλοῦ ἐγγύς, καὶ προσεσ‐ | |
30 | χηκὼς τὸ ξίφος τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἐδέξατο αὐτό. κατελθοῦσα δὲ ἡ ἀρχὴ τοῦ ξίφους εἰς τὴν κεφαλὴν τοῦ Ἰλλοῦ ἔκοψε τὸ δεξιὸν αὐτοῦ ὠτίον. καὶ ἐσφάγη ὁ σχολάριος. ὁ δὲ Ἰλλοῦς κουφισθεὶς ὑπὸ τῶν ἄλλων σπαθαρίων καὶ ἀνθρώπων αὐτοῦς ἀπηνέχθη εἰς τὸν οἶκον αὐτοῦ βασταζόμενος. ὁ δὲ Ζήνων ἀκούσας ἐπωμόσατο | |
35 | λέγων ἀγνοεῖν τὴν κατὰ τοῦ Ἰλλοῦ κατασκευὴν τοῦ θανάτου· καὶ | |
οὐκ ἐπείσθη ὁ Ἰλλοῦς, ἀλλ’ ἔχων τὴν λύπην περιωδεύετο, καὶ | 164 | |
165 | κάλλιον ἐσχηκὼς ἀπῆλθε πέραν βουλόμενός τι πρᾶξαι. εἰς τέλειον δὲ ὑγιάνας ἔμεινεν ἔχων τῆς πληγῆς τὴν ὠτειλήν, καὶ ἐφόρει καμιλαύκιον. καὶ εἰσελθὼν πρὸς Ζήνωνα ᾔτησεν αὐτὸν ἐπὶ τὴν ἀνατολὴν κατελθεῖν πρὸς ὀλίγον χρόνον διὰ τὸ τοὺς ἀέρας ἀλλάξαι, | |
5 | ἐπειδὴ ἠσθένει ἐκ τῆς πληγῆς. ὁ δὲ βασιλεὺς Ζήνων διεδέξατο αὐτὸν ἐκ τῆς τοῦ μαγίστρου ἀρχῆς καὶ ἐποίησεν αὐτὸν στρατηλάτην ἀνατολὴν δεδωκὼς αὐτῷ πᾶσαν ἐξουσίαν εἰς τὸ ποιεῖν αὐτὸν εἴ τι συνίδοι. ὁ δὲ Ἰλλοῦς ᾔτησεν αὐτὸν κατερχόμενος λαβεῖν μεθ’ ἑαυτοῦ πρὸς θεραπείαν Λεόντιον τὸν Παυλίνης εἰς τὸ δοῦναι αὐτῷ | |
10 | τὴν δέσποιναν Βηρίναν μητέρα Ἀριάδνης καὶ ἀγάγαι αὐτὴν ἐν Κωνσταντινουπόλει. ᾔτησε δὲ καὶ ἄλλους τῆς συγκλήτου πρὸς ἰδίαν αὐτοῦ ὑπόληψιν· ὁ δὲ Ζήνων παρέσχεν αὐτῷ τὰ αἰτηθέντα. καὶ κατῆλθεν ὁ Ἰλλοῦς λαβὼν μεθ’ ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον, ἵνα λάβῃ καὶ ἐνέγκῃ Βηρίναν· κατῆλθον δὲ μετὰ Ἰλλοῦ καὶ ἄλλοι | |
15 | πολλοὶ τῆς συγκλήτου. καὶ εἰσῆλθεν ἐν Ἀντιοχείᾳ ὁ Ἰλλοῦς ἔχων μεθ’ ἑαυτοῦ πλῆθος στρατοῦ καὶ Λεόντιον καὶ Παμπρέπιον πατρίκιον καὶ τὸν ἀπὸ ὑπάτων Μάρσον καὶ ἀπὸ ὑπάτων Ἰουστινιανὸν καὶ ἀπὸ ἐπάρχων Αἰλιανὸν καὶ τὸν ἀπὸ ἰλλουστρίων Ματρωνιανὸν καὶ Κουττούλην τὸν ἀπ’ ἐπάρχων καὶ κόμητας πολλούς. καὶ ποιήσας | |
20 | βʹ ἐνιαυτοὺς καὶ κτίσας πλεῖστα καὶ φιλοτιμησάμενος τοῖς Ἀντιο‐ χεῦσιν ἐξῆλθεν ἀπὸ Ἀντιοχείας ἐπὶ Ἰσαυρίαν διὰ Βηρίναν τὴν δέσποιναν ἐπὶ τῷ καταγάγαι αὐτὴν ἐκ τοῦ καστελλίου ὅπου ἐφυ‐ λάττετο, καὶ ἔπεισεν αὐτὴν στέψαι βασιλέα εἰς τὸν ἅγιον Πέτρον ἔξω τῆς πόλεως Ταρσοῦ τῆς Κιλικίας τὸν πατρίκιον Λεόντιον, | |
25 | πείσας καὶ αὐτὸν στεφθῆναι ὁ Ἰλλοῦς. ἦν δὲ ὁ Λεόντιος ἀνὴρ εὐπρεπὴς οὖλος πολύθριξ εὐῆλιξ καθάριος. καὶ ἐποίησε Βηρίνα σάκραν αὐτῆς τοῖς Ἀντιοχεῦσιν εἰς τὸ δέξασθαι τὸν Λεόντιον βασιλέα καὶ μὴ ἀντιστῆναι αὐτοὺς αὐτῷ. ἐποίησε καὶ πρὸς τοὺς ἄρχοντας πάντας καὶ πρὸς τοὺς ἄρχοντας τῆς ἀνατολῆς καὶ τῆς | |
30 | Αἰγυπτιακῆς διοικήσεως σάκρας. εἶχε δὲ οὕτως· Αἰλία Βηρίνα ἡ ἀεὶ Αὐγούστα Ἀντιοχεῦσι πολίταις ἡμετέροις. ἴστε ὅτι τὸ βασίλειον [καὶ ὅτι] μετὰ τὴν ἀποβίωσιν Λέοντος τοῦ τῆς θείας λήξεως ἡμέτερόν ἐστιν. προεχειρισάμεθα δὲ βασιλέα Στρακωδίσσεον τὸν μετὰ ταῦτα κληθέντα Ζήνωνα, ὥστε τὸ ὑπήκοον βελτιωθῆναι | |
35 | καὶ πάντα τὰ στρατιωτικὰ τάγματα. ὁρῶσι νῦν τὴν πολιτείαν | |
ἅμα τῷ ὑπηκόῳ κατόπιν φερομένην ἐκ τῆς αὐτοῦ ἀπληστίας | 165 | |
166 | ἀναγκαῖον ἡγησάμεθα βασιλέα ὑμῖν στέψαι εὐσεβῆ δικαιοσύνῃ κεκοσ‐ μημένον, ἵνα τὰ τῆς Ῥωμαϊκῆς πολιτείας περισώσῃ πράγματα καὶ τὸ πολέμιον ἥσυχον ἄξει, τοὺς δὲ ὑπηκόους ἅπαντας μετὰ τῶν νόμων διαφυλάξῃ· ἐστέψαμεν Λεόντιον τὸν εὐσεβέστατον, ὃς πάντας | |
5 | ὑμᾶς προνοίας ἀξιώσει. καὶ εὐθέως ἔκραξεν ὁ δῆμος τῶν Ἀν‐ τιοχέων ἅπας ὑφ’ ἓν ἀναστάς· μέγας ὁ θεός, καί· κύριε ἐλέησον, τὸ καλὸν καὶ τὸ συμφέρον παράσχου. ἐξελθὼν δὲ ἀπὸ Ταρσοῦ πόλεως ἐλθὼν εἰσῆλθεν ὁ Λεόντιος ὁ ἀντάρτης μόνος διὰ Ἰλλοῦ ἐν Ἀντιοχείᾳ, καὶ ἐβασίλευσεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀντάρτης | |
10 | ὢν καὶ προεβάλετο ἔπαρχον πραιτωρίων Αἰλιανὸν καὶ μάγιστρον Παμπρέπιον καὶ κόμητα λαργιτιώνων Ἰουστινιανόν. καὶ ἐκεῖθεν ἐξῆλθε πολεμῶν ἐν Χαλκίδι πόλει τῆς Συρίας, διότι οὐκ ἐδέξαντο τὰ λαυράτα αὐτοῦ μῆνα ἕνα ἥμισυ. καὶ γνοὺς Ζήνων ὁ βασιλεὺς ἔπεμψε βοήθειαν πολλὴν καὶ στρατηλάτην Ἰωάννην τὸν Σκύθην. | |
15 | καὶ ἤκουσεν Ἰλλοῦς εἰς τὴν Κιλικίαν διάγων καὶ ἔγραψε Λεοντίῳ ἐν Ἀντιοχείᾳ, καὶ ἐξελθὼν ἀπὸ Ἀντιοχείας ἔφυγον καὶ ἀνῆλθον ἀμφότεροι καὶ Παμπρέπιος καὶ Βηρίνα καὶ οἱ λοιποὶ εἰς τὸ Παπύριον καστέλλιν εἰς τὴν Ἰσαυρίαν. καὶ Βηρίνα μὲν ἰδίῳ θανάτῳ ἐτελεύτησε, Παμπρέπιος δὲ ὑπονοηθεὶς ὡς προδότης | |
20 | ἐσφάγη ἄνω, καὶ ἐρρίφη τὸ λείψανον αὐτοῦ εἰς τὰ ὄρη. Ἰλλοῦ δὲ καὶ Λεόντιος ἐπὶ χρόνον φωσσευθέντες παρελήφθησαν καὶ εἰσενεχθέντες εἰς πρόοδον παρὰ τῷ ἄρχοντι Σελευκείας τῆς Ἰσαυρίας ἀπὸ διαλαλιᾶς αὐτοῦ ὑπὸ δημίου ἀπεκεφαλίσθησαν, καὶ αἱ κεφαλαὶ αὐτῶν ἀνηνέχθησαν τῷ βασιλεῖ Ζήνωνι. καὶ ὡς ἐθεώρει τὸ | |
25 | ἱππικόν, εἰσηνέχθησαν εἰς κοντούς, κἀκεῖθεν ἐπέρασαν πέραν ἐπὶ τὸν ἅγιον Κόνωνα εἰς τοὺς αὐτοὺς κοντοὺς κείμεναι ἐπὶ ἡμέρας πολλάς, καὶ πᾶς ὁ ὄχλος Κωνσταντινουπόλεως ἀπήρχετο πρὸς θεωρίαν αὐτῶν τῶν κεφαλῶν. Ἐπὶ τούτου τοῦ βασιλέως Ζήνωνος οἱ τοῦ πρασίνου μέρους | |
30 | τῆς αὐτῆς πόλεως Ἀντιοχείας ἐν τῷ ἱππικῷ λιθοβολίαν ποιήσαντες, θεωροῦντος Θαλασσίου ἄρχοντος καὶ ὑπατικοῦ, δεδώκασιν αὐτῷ λίθῳ κατὰ τῆς κεφαλῆς καὶ ἐφυγάδευσαν αὐτὸν ἐκ τοῦ ἱπποδρομίου. περιβλεψάμενος δὲ τὸν δεδωκότα αὐτὸν ὁ Θαλάσσιος ἐγνώρισεν αὐτὸν καὶ πέμψας ἅμα κατέλαβε τὸ ἴδιον πραιτώριον συνέσχεν | |
35 | αὐτὸν διὰ τῶν κομενταρησίων αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὸν ἐν τῷ πραιτωρίῳ αὐτοῦ· ἦν δὲ περιχύτης λουτροῦ. καὶ τοῦτον ἤρξατο | |
ἐξετάζειν, καὶ γνόντες οἱ δῆμοι τοῦ πρασίνου μέρους ὥρμησαν | 166 | |
167 | εἰς τὸ πραιτώριον κατὰ τοῦ ἄρχοντος, καὶ βαλόντες πῦρ ἔκαυσαν τὸ λεγόμενον Ξυστὸν καὶ ἄλλα τινὰ καὶ ἀπέσπασαν τὸν δεδωκότα. ὁ δὲ ἄρχων Θαλάσσιος ἔφυγεν ἔξω τῆς πόλεως καὶ διεδέχθη, καὶ ἐγένετο ἀντ’ αὐτοῦ Κοδράτος, ἡ δὲ ταραχὴ τῆς πόλεως ἐπαύσατο. | |
5 | μετὰ δὲ μῆνας ἓξ πάλιν ἦλθον οἱ τοῦ αὐτοῦ πρασίνου μέρους Ἀντιοχείας, στάσεως γενομένης, ἐπιτελουμένης πάλιν ἱπποδρομίας, καὶ ἐφόνευσαν πολλοὺς καὶ ἔκαυσαν, ὡς τῶν Ἰουδαίων θεωρούντων εἰς τὸ βένετον μέρος, καὶ διεδέχθη Θεόδωρος ὁ κόμης τῆς ἀνα‐ τολῆς, καὶ εἰρήνευσαν τὰ δημοτικά. | |
10 | Ἐπὶ τοῦ αὐτοῦ βασιλέως Ζήνωνος ἦν τις μοναχὸς ἀποκλείσας ἑαυτὸν ἐν ἑνὶ πύργῳ τοῦ τείχους καὶ ἀνοικοδομήσας τὴν εἴσοδον καὶ διὰ θυρίδος διαλεγόμενος. καὶ δεξάμενοι πρόφασιν οἱ ἐκ τῆς αὐτοῦ πόλεως πράσινοι στασιάσαντες διὰ τὸν μοναχὸν τὴν πλησίον οὖσαν συναγωγὴν τῶν Ἰουδαίων ἐνέπρησαν καὶ ἀνασκάψαν‐ | |
15 | τες τὰ λείψανα τῶν τεθαμμένων Ἰουδαίων κατέκαυσαν αὐτά. διδαξάν‐ των δὲ τοῦτο τὸν βασιλέα Ζήνωνα, ἠγανάκτησε κατὰ τῶν τοῦ πρασίνου μέρους, διότι τοὺς νεκροὺς τῶν Ἰουδαίων μόνους ἔκαυσαν καὶ τοὺς ζῶντας Ἰουδαίους πάντας εἴασαν, ὀφείλοντας καὶ αὐτοὺς μετὰ τῶν νεκρῶν βαλεῖν καὶ ὑφ’ ἓν πάντας καυθῆναι. καὶ ἐσιωπήθη | |
20 | τὸ πρᾶγμα. 36. Ὅτι ἐπὶ Ἀναστασίου ἐγένετο ἐν τῷ ἱππικῷ στάσις, καὶ πολλοὶ ἀπέθανον καὶ πολλὰ ἐκαύθη, καὶ ἐξωρίσθησαν οἱ δʹ ὀρχησταί. 37. Ὅτι ὁ αὐτὸς Ἀναστάσιος ὁ βασιλεὺς ἀκούσας ὅτι συνάγονται | |
25 | οἱ Ἴσαυροι εἰς τὴν ἰδίαν χώραν αὐτῶν τυραννῆσαι βουλόμενοι, ὃ δὴ καὶ ἐποίησαν καὶ ἦλθον ἕως Κοτιαείου, ὁπλισάμενος ἐστράτευσε κατ’ αὐτῶν καὶ ἐπολέμησεν αὐτοῖς πέμψας στρατηλάτας γʹ, Ἰωάννην τὸν Κυρτὸν στρατηλάτην πραισέντου καὶ Διογενιανὸν συγγενέα τῆς Αὐγούστας καὶ Πατρίκιον καὶ ἄλλους μετὰ πλήθους | |
30 | Σκυθῶν καὶ μετὰ Γοτθικῆς καὶ Βεσσικῆς χειρός. καὶ ἀνάλωσε τοὺς αὐτοὺς Ἰσαύρους καὶ ἀπώλεσε τὴν χώραν αὐτῶν καὶ κατέστρεψε καὶ πυρίκαυστα ἐποίησε τὰ καστέλλια αὐτῶν, καὶ λαβὼν αἰχμαλώ‐ τους τοὺς ἐξάρχους καὶ ἡγουμένους αὐτῶν εἰς τὴν αὐτῶν τυραννίδα Λογγῖνον τὸν ἀπὸ μαγίστρων Φαλακρὸν καὶ Ἀθηνόδωρον τὸν | |
35 | νεώτερον καὶ Λιγγίνην τὸν Χωλὸν καὶ Κόνωνα τὸν Φουσκιανοῦ | |
τὸν ἀπὸ ἐπισκόπων Ἀπαμείας. ὁ δὲ Λιγγίνης πρῶτος ἀπώλετο | 167 | |
168 | ἐν τῇ συμβολῇ τοῦ πολέμου, ὅτε ὑπήντησαν ἀλλήλοις τὰ ἐξέρκετα εἰς τὸ Κοτιάειον, εἰς πόλιν τῆς Φρυγίας, καὶ μετ’ αὐτὸν Κόνων ὁ Φουσκιανοῦ. καὶ λοιπὸν ἔδωκαν εἰς φυγὴν οἱ Ἴσαυροι, καὶ τότε συνελήφθησαν οἱ λοιποὶ ἔξαρχοι αὐτῶν καὶ ἀπεκεφαλίσθησαν, | |
5 | καὶ ἀνηνέχθησαν αἱ κεφαλαὶ αὐτῶν Ἀναστασίῳ βασιλεῖ. καὶ μετὰ τὴν νίκην ἔδωκε δωρεὰς πᾶσι τοῖς ὑποτελέσι τοῖς ὑπὸ τὴν αὐτοῦ βασιλείαν. καὶ πάλιν συνεκροτήθη πόλεμος μεταξὺ Ἰσαύρων, καὶ εἰσηνέχθησαν αἰχμάλωτοι Σιλούντιος καὶ Ἴνδης καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπὸ τῆς Ἰσαυρίας, καὶ Λογγῖνος ὁ ἀδελφὸς Ζήνωνος τοῦ | |
10 | βασιλέως ἐξωρίσθη. 38. Ὅτι ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ δῆμος ὁ τῶν πρασίνων ἱππικοῦ ἀγομένου παρεκάλει τὸν βασιλέα ἀπολυθῆναί τινας συσχεθέντας παρὰ τοῦ ἐπάρχου τῆς πόλεως ὡς λιθοβόλους. καὶ οὐ παρεκλήθη ἀπὸ τοῦ δήμου ὁ βασιλεύς, ἀλλὰ ἀγανακτήσας ἐκέλευσεν ἄρμα | |
15 | κατ’ αὐτῶν εἰσελθεῖν, καὶ ἐγένετο μεγάλη ἀταξία. καὶ ἀνῆλθον οἱ δῆμοι κατὰ τῶν ἐξσκουβιτόρων καὶ ἐλθόντες ἐπὶ τὸ κάθισμα ἔρριψέ τις λίθον κατὰ τοῦ βασιλέως· καὶ ἀναστὰς ὁ βασιλεὺς ἐξέφυγε τὸν λίθον, ἐπεὶ ἐφονεύετο. καὶ θεασάμενοι οἱ ἐξσκου‐ βίτορες τὴν τοῦ ἀνδρὸς τόλμαν ὥρμησαν κατ’ αὐτοῦ καὶ κατέκοψαν | |
20 | αὐτὸν ὄντα Μαῦρον κατὰ μέλος· καὶ οὕτω τὴν ψυχὴν ἀπέδωκεν. ὁ δὲ δῆμος στενωθεὶς ἔβαλον πῦρ εἰς τὴν λεγομένην Χαλκῆν τοῦ ἱππικοῦ, καὶ ὁ περίβολος ὅλος ἐκαύθη ἕως τοῦ λεγομένου βασιλικοῦ καθίσματος, καὶ ὁ δημόσιος ἔμβολος. πολλῶν δὲ συσχεθέντων καὶ τιμωρηθέντων, ἐγένετο ἡσυχία, προαχθέντος ἐπάρχου τῆς | |
25 | πόλεως Πλάτωνος. 39. Ὅτι ἐπὶ Κωνσταντίνου τὸ ἐπίκλην Τζουρούκκα ἐπάρχου τῆς πόλεως ἐγένετο ἀκαταστασία. θεωροῦντος δέκιμον τοῦ αὐτοῦ Κωνσταντίου ἐπάρχου τῶν λεγομένων Βρυτῶν ἐν τῷ θεάτρῳ ἐπανέστησαν ἀλλήλοις τὰ μέρη ἐν τῷ θεάτρῳ, καὶ πολλοὶ ἐπνί‐ | |
30 | γησαν ἐν τοῖς ὕδασι καὶ ἐτραυματίσθησαν καὶ ξιφήρεις ἀνῃρέθησαν, ὥστε καὶ τὸν υἱὸν τοῦ βασιλέως τὸν ἀπὸ παλλακίδος ἐν τῷ θεάτρῳ ἀποθανεῖν. ὁ δὲ βασιλεὺς ἀγανακτήσας πολλοὺς ἐκόλασεν ἐξ ἀμφοτέρων τῶν μερῶν καὶ ἐξώρισεν καὶ τοὺς τέσσαρας ὀρχηστὰς τῶν μερῶν. | |
35 | 40. Ὅτι ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐν Ἀντιοχείᾳ στάσεις ἐγένοντο | |
πολλαὶ καὶ πολλοὶ φόνοι. | 168 | |
169 | 41. Ὅτι ἐν τοῖς αὐτοῖς χρόνοις οἱ δῆμοι Ἀλεξανδρείας τῆς μεγά‐ λης ἐστασίασαν καὶ ἐφόνευσαν τὸν αὐγουστάλιον αὐτῶν καταγόμενον ἀπὸ Ἀντιοχείας, τὸν υἱὸν Πατρικίου τοῦ Καλλιωπίου, διὰ λεῖψιν ἄρτου καὶ ἐλαίου. καὶ ἀγανακτήσας ὁ Βασιλεὺς ἐτιμωρήσατο ἐξ αὐτῶν τῶν | |
5 | Ἀλεξανδρέων ὡς τυραννήσαντας τοὺς ἄρχοντας αὐτῶν. καὶ πάλιν μάχην ἐποίησαν τὰ μέρη, καὶ ἐξῆλθον οἱ στρατιῶται κατ’ αὐτῶν, καὶ ὁμοφρονήσαντα τὰ μέρη πολλοὺς ἀπέκτειναν καὶ ἔκαυσαν πολλά. Ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐτυράννησε Βιταλιανὸς ὁ Θρᾲξ πρόφασίν τινα λαβών, ὅτι διὰ τοὺς ἐξορισθέντας ἐπισκόπους. | |
10 | καὶ παρέλαβε τὴν Θρᾴκην καὶ Σκυθίαν ἕως Ὀδύσσου καὶ Ἀγχιάλου ἔχων μεθ’ ἑαυτοῦ πλῆθος Οὔννων Βουλγάρων. καὶ ἔπεμψεν ὁ βασιλεὺς Ὑπάτιον τὸν στρατηλάτην Θρᾴκη, καὶ παρετάξατο αὐτῷ Βιταλιανῷ, καὶ συνέβαλον, καὶ ἔπεσον πολλοὶ ἐξ ἀμφοτέρων, καὶ εἰσῆλθεν ὁ Κύριλλος ἐν Ὀδύσσῳ τῇ πόλει. ὁ δὲ Βιταλιανὸς | |
15 | ἀνεχώρησεν ἐκεῖθεν. διὰ δόσεως δὲ χρημάτων ἐξηγόρασεν ὁ Βιταλιανὸς τοὺς φυλάττοντας τῆς Ὀδυσσοπόλεως τὰς πόρτας, πέμψας διά τινων συγγενῶν τῶν αὐτῶν πορταρίων χρήματα καί τινας ἐπαγγελίας. προδοσίας δὲ γενομένης, εἰσῆλθε νυκτὸς εἰς τὴν Ὀδυσσόπολιν καὶ παρέλαβε καὶ Κύριλλον καὶ ἀνεῖλεν αὐτόν· | |
20 | καὶ ἦλθε πραιδεύων πᾶσαν τὴν Θρᾴκην καὶ τὴν Εὐρώπην, ἕως οὗ ἦλθεν εἰς Σύκας καὶ τὸν Ἀνάπλουν πέραν Κωνσταντινουπόλεως βουλόμενος καὶ αὐτὴν Κωνσταντινούπολιν λαβεῖν. καὶ ἐκάθητο εἰς τὸν Ἀνάπλουν ἐπὶ τὸ Σωσθένην εἰς τὸν ναὸν τοῦ ἀρχιστρατήγου Μιχαήλ. ὁ δὲ Ἀναστάσιος μεταστειλάμενος διὰ Μαρίνου τὸν | |
25 | φιλόσοφον Πρόκλον τὸν Ἀθηναῖον, πόλεως Ἑλλάδος, ἄνδρα περιβόητον, καὶ εἶπεν αὐτῷ ὁ Ἀναστάσις· τί ποιήσω τῷ κυνὶ τούτῳ, ὅτι ταράσσει με; ὁ δὲ Πρόκλος εἶπεν αὐτῷ· μὴ ἀθύμει. φεύγει γὰρ καὶ ἀπέρχεται, εἰ μόνον πέμψεις κατ’ αὐτοῦ τινας. καὶ εὐθέως Ἀναστάσιος λέγει Μαρίνῳ τῷ ἀπὸ ἐπάρχων ἑστῶτι | |
30 | πλησίον, ὅτε διελέγετο ὁ βασιλεὺς τῷ φιλοσόφῳ, ὁπλίσασθαι κατὰ τοῦ Βιταλιανοῦ ὄντι εἰς τὸ πέραν Κωνσταντινουπόλεως. καὶ λέγει Πρόκλος ὁ φιλόσοφος ἔμπροσθεν τοῦ βασιλέως Μαρίνῳ τῷ Σύρῳ· ὃ δίδωμί σοι λάβε, καὶ ἔξελθε κατὰ Βιταλιανοῦ. καὶ ἐκέλευσεν ὁ φιλόσοφος ἐνεχθῆναι τὸ λεγόμενον θεῖον ἄπυρον καὶ | |
35 | πολὺ τριβῆναι αὐτὸ ὡς ἐντάξεις μίγματος λεπτόν, καὶ εἶπε τῷ | 169 |
170 | αὐτῷ Μαρίνῳ ὅτι· ὅπου ῥίψεις ἐξ αὐτοῦ εἴτε εἰς οἶκον εἴτε εἰς πλοῖα μετὰ τὸ ἀνατεῖλαι τὸν ἥλιον, εὐθέως ἅπτει ὁ οἶκος. καὶ τοῦτο ποιήσας ἐνίκησε τὸν Βιταλιανόν. 42. Ὅτι διὰ τὸ εἰς τὸ τρισάγιον ἐπεισελθεῖν τό· ἅγιος ὁ σταυρω‐ | |
5 | θεὶς ἐλέησον ἡμᾶς, θόρυβος καὶ στάσις ἐγένετο ἐν Κωνσταντινουπόλει ἐπὶ Ἀναστασίου τοῦ βασιλέως, καὶ ἐφόνευσαν καὶ ἔγκλειστον καὶ ἐγκλείστην ὁ δῆμος· καὶ ἀναστὰς ὁ βασιλεὺς ἀπῆλθεν εἰς τὸ ἱππικὸν δίχα διαδήματος. καὶ τοῦτο γνοὺς ὁ δῆμος εἰσῆλθεν εἰς τὸ ἱππικόν, καὶ διὰ προσφωνήσεως αὐτοῦ μετεχειρίσατο τὰ | |
10 | πλήθη τῆς πόλεως παραγγείλας αὐτοῖς μὴ ὡς ἔτυχεν φονεύειν ἢ ἐπέρχεσθαί τισι. καὶ ἡσύχασαν αἰτήσαντες αὐτὸν φορέσαι τὸ στέμμα. καὶ ἀποτότε ἡσύχασαν καὶ ἀνεχώρησαν τοῦ κοινοποιεῖν. καὶ ἐκέλευσε κράτησιν γενέσθαι, καὶ πολλῶν κρατηθέντων, τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἐρρευμάτισε διὰ τοῦ ἐπάρχου τῆς | |
15 | πόλεως. ταῦτα δὲ ἔπασχον ἐπὶ πολλὰς ἡμέρας, καὶ πλήθους ἀπείρου φονευθέντος, εὐταξία ἐγένετο μεγάλη καὶ φόβος ἐν Κωνσταντινουπόλει καὶ ἐν ἑκάστῃ πόλει τῆς Ῥωμανίας. 43. Ὅτι ἐπὶ Ἰουστίνου τοῦ βασιλέως θόρυβος ἐγένετο ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ, καὶ κατεκράγησαν Ἀμάντιος πραιπόσιτος καὶ | |
20 | Μαρῖνος ἰλλούστριος. καὶ Ἀμάντιος μὲν ὁ πραιπόσιτος καὶ Θεόκριτος ὁ δομέστικος καὶ Ἀνδρέας ὁ Λαυσιακὸς ἐφονεύθησαν, καὶ Ἀρδαβούριος καὶ Μισαὴλ οἱ κουβικουλάριοι ἐξωρίσθησαν. καὶ εὐθέως εἰσῆλθεν ἐν Κωνσταντινουπόλει Βιταλιανός, καὶ ἐγένετο στρατηλάτης καὶ ἀπὸ ὑπάτων τὴν ἀξίαν καὶ ὕπατος ὀρδηνάριος | |
25 | μεταχειρισθεὶς ὑπὸ Ἰουστίνου βασιλέως μετὰ παρακλήσεως καὶ ὅρκων. καὶ ἱππικοῦ γενομένου δείλης στάσιν ἐποίησαν οἱ δημόται, καὶ ἐξελθόντες οἱ στρατιῶται πολλοὺς ἀπέκτειναν. μετὰ ταῦτα ἐφιλιώθησαν τὰ μέρη, δέκιμον θεωροῦντος ἐπάρχου Θεοδώρου, καὶ παίζοντες κοινῇ ἀμφότεροι ἐξῆλθον ἐκ τοῦ θεάτρου, καὶ τῇ | |
30 | ἐπαύριον εἰς τὸ ἱππικὸν συναχθέντες ἐδεήθησαν τοῦ βασιλέως θεωρῆσαι ἱππικόν, καὶ τὰ μέρη ἔκραζον ζητοῦντες τοὺς ὀρχηστάς, οἱ μὲν πράσινοι τὸν Καράμαλλον, οἱ δὲ βένετοι Πορφύριόν τινα ἀπὸ Ἀλεξανδρείας, οἱ δὲ ῥούσιοι καὶ λευκοὶ τοὺς πρώτους· καὶ παρέσχεν ὁ βασιλεὺς ἑκάστῳ μέρει τὸ αἰτηθέν. καὶ τούτου | |
35 | γενομένου μετὰ παλλίων εἰσήλαυνον ἐν τῇ πόλει καὶ ἐν τῷ | 170 |
171 | ἱππικῷ, καὶ ἔπαιζον ἐλαύνοντες κατὰ πᾶσαν σχεδὸν τὴν πόλιν· ἔσυραν δὲ καί τινας τῶν παρακενότων κοινῇ γενόμενοι οἱ τῶν μερῶν καὶ ἔβαλον εἰς τὴν θάλασσαν. ὁ δὲ Βιταλιανὸς ἐσφάγη ἐν τῷ παλατίῳ ὕπατος ὢν καὶ στρατηλάτης, καὶ Κελεριανὸς κελλάριος | |
5 | αὐτοῦ. 44. Ὅτι ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Καισαρείᾳ τῆς Παλαιστίνης συνέβη τι τοιοῦτον γενέσθαι. ἐν πόλει λεγομένῃ Νεαπόλει ἔστεψαν ἑαυτοῖς βασιλέα ὄνομα Ἰουλιανὸν τοῦ λεγο‐ μένου Σαβάρωνος. καὶ ἐπελθόντες τοῖς χριστιανοῖς τοῖς ἐκεῖσε | |
10 | οἱ αὐτοὶ Σαμαρεῖται πολλοὺς κατέκοψαν τῷ τρόπῳ τούτῳ. ἔθος ἐκράτει ἐν τῇ Παλαιστινῶν χώρᾳ καὶ ἐν πάσῃ τῇ ἀνατολῇ. τῇ σαββάτου ἡμέρᾳ μετὰ τὸ ἀναγνωσθῆναι τὸ εὐαγγέλιον ἐκ τῆς ἐκ‐ κλησίας ἐξήρχοντο τὰ παιδία τῶν χριστιανῶν καὶ ἤρχοντο παί‐ ζοντα εἰς τὰς συναγωγὰς τῶν Σαμαρειτῶν καὶ ἐλίθαζον τοὺς | |
15 | οἴκους αὐτῶν· εἶχον γὰρ ἔθος τῇ αὐτῇ ἡμέρᾳ ὑπαναχωρεῖν καὶ ἰδιάζειν. καὶ τῷ χρόνῳ ἐκείνῳ οὐκ ἠνέσχοντο δοῦναι τόπον τοῖς χριστιανοῖς, καὶ ἐξελθόντα τὰ παιδία μετὰ τὸ ἅγιον εὐαγγέλιον ἀπῆλθον εἰς τὰς συναγωγὰς τῶν Σαμαρειτῶν καὶ ἐλίθαζον, ἐξελ‐ θόντες δὲ οἱ Σαμαρεῖται κατὰ τῶν παιδίων μετὰ ξιφῶν πολ‐ | |
20 | λοὺς ἀπέκτειναν. καὶ πολλὰ παιδία ἔφυγον ἐν τῇ ἁγίᾳ τραπέ‐ ζῃ τοῦ ἁγίου Βασιλείου τοῦ ὄντος ἐκεῖσε, καὶ κατεδίωξαν αὐτά τινες τῶν Σαμαρειτῶν καὶ κατέσφαξαν ὑποκάτω τῆς ἁγίας τρα‐ πέζης. μαθὼν δὲ ταῦτα Ἰουστινιανὸς ἔπεμψεν Εἰρηναῖον τὸν ἀπὸ ἐπάρχων τὸν Πενταδίας, δεδωκὼς αὐτῷ ἐξουσίαν ὥστε γράψαι | |
25 | τοῖς κατὰ τόπον ἄρχουσιν. καὶ ἀγαγὼν αὐτοὺς μετὰ βοηθείας ἤγαγε Θεόδοτον δοῦκα Παλαιστίνης τὸν ἐπίκλην Μάγαλαν μετὰ πολλοῦ πλήθους καὶ ἑτέρους πολλούς, ὥστε ὁπλίσασθαι κατὰ τῶν Σαμαρειτῶν. καὶ πολλοὺς μὲν κατέσφαξαν, τοὺς δὲ λοιποὺς πραι‐ δεύσαντες πεπράκασιν ἐν πάσῃ τῇ χώρᾳ τῆς Παλαιστίνης διαρ‐ | |
30 | πάσαντες τοὺς οἴκους καὶ τὰ ὑπάρχοντα αὐτοῖς. ἐν οἷς ἔλαβον καὶ τὸν Ἰουλιανὸν τὸν Σαβάρωνα, καὶ ἀποκεφαλίσαντες αὐτὸν ἔπεμψαν τὴν αὐτοῦ κεφαλὴν μετὰ τοῦ διαδήματος καὶ τῆς λοιπῆς αὐτοῦ βασιλικῆς φορεσίας τῷ βασιλεῖ. καὶ ἐφοβήθησαν πάνυ οἱ τὴν Παλαιστίνην οἰκοῦντες Σαμαρεῖται. | |
35 | 45. Ὅτι ὁ αὐτὸς Ἰουστινιανὸς ὑπὸ ἀγανάκτησιν ἐποίησε | 171 |
172 | Πρίσκον τὸν ἀπὸ νοταρίων αὐτοῦ ὄντα κόμητα ἐξσκουβιτόρων ὡς ὑβρίσαντα καὶ λοιδορήσαντα τὴν βασίλισσαν Θεοδώραν, καὶ ἐξώ‐ ρισεν αὐτὸν ἐν Κυζίκῳ ὀφείλοντα εἰς φυλακὴν βληθῆναι, καὶ βληθεὶς ἐν τῇ φυλακῇ διωρυγὴν ποιήσας ἔφυγεν ἐκεῖθεν καὶ εἰσῆλ‐ | |
5 | θεν ἐν Ἀρτάκῃ προσφυγίῳ χρησάμενος, καὶ μετὰ ὀλίγον χρόνον ἐκελεύσθη ἐν Νικαίᾳ διάγειν ὢν κληρικός. 46. Ὅτι εἰς τὸ δεύτερον ἔτος Ἰουστινιανοῦ ἀντῆραν αὐτῷ ὁ δῆμος τῶν λεγομένων πρασινοβενέτων καὶ πολλὴν ἀταξίαν καὶ ἅλωσιν ἐν τῇ Κωνσταντίνου πόλει ἐποίησαν, καὶ ἔκαυσαν οἱ αὐτοὶ | |
10 | δημόται τοὺς ὑποτεταγμένους τόπους ἀπὸ τοῦ παλατίου ἕως τοῦ Φόρου καὶ τῆς Ἄρκας δεξιὰ καὶ ἀριστερὰ μετὰ τῶν παρακειμένων πασῶν οἰκιῶν καὶ τὸ πραιτώριον τοῦ ἐπάρχου τῆς πόλεως καὶ τὸ λεγόμενον Ὀκτάγωνον. καὶ πάλιν μετὰ ταῦτα κράζει ὁ δῆμος· Ὑπάτιε αὔγουστε τούμβικας. καὶ ἀγαγόντες Ὑπάτιον τὸν στρατη‐ | |
15 | λάτην ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ποιήσαντες αὐτὸν φορέσαι βασιλι‐ κὴν φορεσίαν καὶ ἀναγαγόντες αὐτὸν ἐν τῷ σκουταρίῳ, πληρω‐ θέντος δὲ καὶ ὅλου τοῦ ἱππικοῦ ἐκ τοῦ δήμου, ὡς θελόντων θεω‐ ρῆσαι βασιλέα στεφόμενον. ἔτι δὲ γέμοντος τοῦ αὐτοῦ ἱππικοῦ ἐκ τοῦ ὄχλου, ἐκέλευσεν ὁ βασιλεὺς ἀπολυθῆναι τὸν στρατιώτην αὐτοῦ | |
20 | μετὰ καὶ φανερῶν ἐξάρχων. καὶ εἰσῆλθε Μοῦνδος μὲν ἀπὸ τοῦ καθίσματος ἐπάνω τῶν θυρῶν τοὺς ὄντας δήμους ἐν τῷ ἱππικῷ, καὶ Βελισάριος ὑποκάτωθεν τοῦ καθίσματος, καὶ ἀπέκτειναν ἐν φόνῳ μαχαίρας περὶ τὰς λʹ χιλιάδας. καὶ συνελάβετο Ἰουστινια‐ νὸς καὶ τὸν Ὑπάτιον καὶ Πομπήιον καὶ ἀπέκτεινεν αὐτούς, τὸν | |
25 | μὲν ἕνα ὡς φορέσαντα βασιλικὴν φορεσίαν καὶ ἀντάραντα, τὸν δὲ ἕτερον ὡς συνευρεθέντα μετ’ αὐτοῦ, καὶ ιηʹ ἰλλουστρίους καὶ συγ‐ κλητικοὺς δημεύσας ἐξώρισεν διὰ τὸ καὶ αὐτοὺς τῇ τυραννίδι Ὑπατίου προσθέσθαι. καὶ ἐγένετο εἰρήνη ἐν τῇ πόλει. καὶ προε‐ βάλετο ἔπαρχον τῆς πόλεως Τρύφωνα καὶ πολλοὺς τῶν δημοτῶν | |
30 | ἐκόλασε, καὶ ἱππικὸν οὐκ ἦν ἐπὶ πολὺν χρόνον. 47. Ὅτι ἐπὶ Ἰουστινιανοῦ ἀπεζώσθη Ἰωάννης ὁ ἔπαρχος τῶν πραιτωρίων ὁ ἐπίκλην Καππάδοξ διανύσας τὴν τῶν ἐπάρχων ἀρχὴν καὶ πολλὰ δυνηθείς, καὶ ἐδημεύθη ὡς ποιήσας μετὰ Ἀν‐ | |
τωνίας πατρικίας γυναικὸς Βελισαρίου εἰς τὸ ἐπιβουλεῦσαι τῷ | 172 | |
173 | βασιλεῖ Ἰουστινιανῷ, καὶ δημευθεὶς ἐπέμφθη ἐν Κυζίκῳ ἐν τῷ ἐκεῖ οἰκεῖν· καὶ γενόμενος ἐν Ἀρτάκῃ διάκονος κἀκεῖ πάλιν φα‐ τριάσας μετά τινων κτητόρων τῆς Κυζίκου φονευσάντων Εὐσέβιον τὸν ἐπίσκοπον τῆς αὐτῆς Κυζίκου πόλεως, ταῦτα μαθὼν ὁ βασι‐ | |
5 | λεὺς καὶ ἀγανακτήσας κατ’ αὐτοῦ ἔπεμψέ τινας τῶν πατρικίων καὶ ὑπατικῶν ὥστε ἐξετασθῆναι τὰ κατ’ αὐτὸν διὰ τὸν γενόμενον τοῦ ἐπισκόπου φόνον, Φλῶρον καὶ Παῦλον τὸν ἀπὸ ὑπάτων τὸν Γαλάτην καὶ Φωκᾶν τὸν πατρίκιον καὶ Θωμᾶν τὸν ἀπὸ ἐπάρχων. καὶ εὑρεθεὶς ὑπὸ μέμψιν ὢν τοῦ αὐτοῦ φόνου ἐκελεύσθη παρὰ | |
10 | τοῦ βασιλέως πεμφθῆναι καὶ οἰκῆσαι τὴν Ἀντινόου. κἀκεῖσε ποιήσας χρόνους ἱκανοὺς ἕως τῆς τελευτῆς Θεοδώρας πάλιν ἐ‐ κλήθη μὴ ζωσθείς, ἀλλὰ ὢν παγανός. 48. Ὅτι ἐπὶ τοῦ αὐτοῦ βασιλέως Ἰουστινιανοῦ ἐστασίασαν οἱ Σαμαρεῖται καὶ οἱ Ἰουδαῖοι ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ποιή‐ | |
15 | σαντες τὸ ἓν ὡς ἐν τάξει πρασινοβενέτων, καὶ ἐπῆλθον τοῖς χρι‐ στιανοῖς τῆς αὐτῆς πόλεως καὶ κατέκοψαν πολλοὺς καὶ ἐπῆλθον καὶ ταῖς ἐκκλησίαις τῶν ὀρθοδόξων. ὁ δὲ Στέφανος ὁ ἀνθύπατος τῆς αὐτῆς πόλεως ὁ ἐπίκλην Σύρος θέλων βοηθῆσαι τοῦ μὴ εἰσέρχεσθαι ἐν τοῖς εὐκτηρίοις, ἐπῆλθον αὐτῷ οἱ Σαμαρεῖται, καὶ | |
20 | ἔφυγεν εἰς τὸ πραιτώριον αὐτοῦ, καὶ κατεδίωξαν αὐτὸν καὶ ἔσφα‐ ξαν ἔσω τοῦ πραιτωρίου καὶ ἐπραίδευσαν τὰ πράγματα αὐτοῦ. ἡ δὲ γυνὴ τοῦ αὐτοῦ Στεφάνου ἀνῆλθεν εἰς τὸν βασιλέα Ἰουστι‐ νιανὸν καὶ ἐδεήθη αὐτοῦ, ὁ δὲ ὀργισθεὶς ἐκέλευσεν Ἀμαντίῳ τῷ στρατηλάτῃ ὄντι τότε ἐν τῇ ἀνατολῇ τῷ κατὰ Ζίμαρχον ἀπελθεῖν | |
25 | καὶ ἐκζητῆσαι τὸν φόνον τοῦ Στεφάνου. ὁ δὲ Ἀμάντιος ἐλθὼν ἐν Καισαρείᾳ ἤρξατο ζητεῖν τοὺς πεποιηκότας τὸν φόνον, καὶ εὑ‐ ρὼν τοὺς μὲν ἐφούρκισε, τοὺς δὲ ἀπεκεφάλισεν, ἑτέρους δὲ ἐχει‐ ροκόπησε, τοὺς δὲ ἐδήμευσε· καὶ ἐγένετο φόβος μέγας ἐν Καισα‐ ρείᾳ τῆς Παλαιστίνης. | |
30 | 49. Ὅτι ἡμέρᾳ σαββάτῳ λύχνου δευτέρου ἐπιβουλὴν ἐμελέτη‐ σάν τινες ἐπὶ τῷ φονεῦσαι τὸν βασιλέα Ἰουστινιανὸν καθήμενον ἐν τῷ παλατίῳ ἐν τῇ αὐτῇ ἑσπέρᾳ. οἱ δὲ τὴν αὐτὴν σκέψιν τῆς ἐπιβουλῆς μελετήσαντες ἦσαν οὗτοι· Ἀβλάβιος ὁ κατὰ Μελτιάδην ὁ μελιστής, καὶ Μάρκελλος ὁ ἀργυροπράτης ὁ τῶν Κιλίκων ὁ ἔχων | |
35 | τὸ ἐργαστήριον πλησίον τῆς ἁγίας Εἰρήνης τῆς ἀρχαίας καὶ νέας | 173 |
174 | ὁ κατὰ Αἰθέριον τὸν κουράτορα, καὶ Σέργιος ὁ ἀνεψιὸς τοῦ αὐ‐ τοῦ Αἰθερίου, ἵνα καθημένου τοῦ βασιλέως ἐν τῷ παλατίῳ ὀψίας πρὸ μινσῶν σφάξωσιν αὐτὸν στήσαντες καὶ ἀνθρώπους ἰδίους εἴς τε τὸ Ἅρμα καὶ εἰς τὸ Σελεντιαρίκιν καὶ κατὰ τοὺς Ἰνδοὺς καὶ κατὰ | |
5 | τὸν Ἀρχάγγελον, ἵνα, γινομένης τῆς αὐτῆς ἐπιβουλῆς, ταραχὴν ποιήσωσιν. ὁ δὲ Ἀβλάβιος καὶ χρυσίον ἔλαβε παρὰ Μαρκέλλου τοῦ ἀργυροπράτου περὶ τὰς νʹ τοῦ χρυσίου λίτρας εἰς τὸ συνεπ‐ αμῦναι καὶ πάντως φονεῦσαι μετὰ τοῦ αὐτοῦ Μαρκέλλου καὶ Εὐσεβίου τὸν βασιλέα. καὶ δή, τοῦ θεοῦ οὕτως εὐδοκήσαντος, εἷς | |
10 | ἐξ αὐτῶν τῶν τὴν ἐπιβουλὴν μελετησάντων ὄνομα Ἀβλάβιος ἐθάρρησεν Εὐσεβίῳ τῷ ἀνθυπάτῳ καὶ κόμητι 〈τῶν〉 φοιδεράτων καὶ Ἰωάννῃ τῷ λογοθέτῃ τῷ κατὰ Δομνεντζίολον τὴν αὐτὴν σκέψιν ὅτι· ἐν ἑσπέρᾳ βουλὰς ἔχομεν ἐπιβῆναι τῷ βασιλεῖ καθημένῳ ἐν τῷ τρικλίνῳ. καὶ δή, γενομένης τῆς αὐτῆς σκέψεως, καὶ φανερω‐ | |
15 | θείσης τῆς ἐπιβουλῆς, εὑρέθη Μάρκελλος ὁ ἀργυροπράτης τῇ αὐτῇ ἑσπέρᾳ, ἐν ᾗ τὴν σκέψιν τῆς ἐπιβουλῆς ἔμελλον ποιεῖν, εἰσ‐ ερχόμενος ἐν τῷ παλατίῳ φορῶν βουγλήν, καὶ ὁ τὴν ἐπιβουλὴν φανερώσας Ἀβλάβιος ὁμοίως καὶ αὐτὸς ἀπὸ σπαθίου. καὶ ὡς προγνωσθέντες ἐκρατήθη Μάρκελλος ὁ ἀργυροπράτης ἐν τῷ τρικλίνῳ | |
20 | ἀπὸ τοῦ βουγλίου, καὶ ἀστοχήσας τοῦ προσδοκωμένου συσχεθεὶς ἑαυτῷ παρεχρήσατο, ἐπαγαγὼν ἑαυτῷ πληγὰς τρεῖς μετὰ τοῦ αὐτοῦ βουγλίου ἀπέθανε λαρυγγοτομήσας ἑαυτόν. Σέργιος δὲ ὁ ἀνεψιὸς Αἰθερίου δυνηθεὶς ἐκφυγεῖν προσφυγίῳ ἐχρήσατο ἐν τῇ δεσποίνῃ ἡμῶν τῇ θεο‐ τόκῳ ἐν Βλαχέρναις, καὶ ἐκβληθεὶς ἐκ τῶν ὅρων ἐξεταζόμενος κατέθετο, | |
25 | ὅτι καὶ Ἰσάκιος ὁ ἀργυροπράτης ὁ κατὰ Βελισάριον τὸν πατρί‐ κιον καὶ αὐτὸς σύνοιδε τῇ τοιαύτῃ ἐπιβουλῇ, ὡς οἷα καὶ δανει‐ σαμένου χρυσίον Μαρκέλλου παρὰ τοῦ αὐτοῦ Ἰσακίου, καὶ Βῖτος ὁ ἀργυροπράτης καὶ Παῦλος ὁ ὀπτίων τοῦ αὐτοῦ Βελισαρίου σύνοιδαν τὴν αὐτὴν σκέψιν. καὶ συσχεθέντων ἀμφοτέρων καὶ κο‐ | |
30 | λασθέντων Προκοπίῳ τῷ ἐπάρχῳ τότε τὴν τοῦ ἐπάρχου ἀρχὴν ἰθύνοντος, συγκαθημένου αὐτῷ καὶ συνεξετάζοντος Κωνσταντίνου κοιαίστορος καὶ Ἰουλιανοῦ ἀντιγραφέως καὶ Ζηνοδώρου ἀσηκρήτου ἐκλαμβάνοντος κατέθεντό τινας, οἵτινες καὶ αὐτοὶ ἐξετασθέντες κατεῖπον καὶ Βελισαρίου, ὅστις Βελισάριος καὶ ὑπὸ ἀγανάκτησιν | |
35 | ἐγένετο. τινὲς δὲ τῶν ἐξονομασθέντων παρ’ αὐτῶν καὶ φυγῇ | |
ἐχρήσαντο. καὶ ἐποίησε σελέντιον ὁ βασιλεὺς Ἰουστινιανὸς καὶ | 174 | |
175 | κόμεντον κελεύσας πάντας τοὺς ἄρχοντας εἰσελθεῖν καὶ τὸν πα‐ τριάρχην Εὐτύχιον καί τινας ἐκ τῶν σχολῶν, καὶ δεξάμενος αὐτοὺς ἐν τῷ τρικλίνῳ πάντων συναχθέντων ἐκέλευσεν ἀναγνωσθῆναι τὰς καταθέσεις πάντων τῶν ἐξετασθέντων ἕνεκε τῆς αὐτῆς ἐπιβουλῆς, | |
5 | λέγω δὴ Σεργίου τοῦ ἀνεψιοῦ Αἰθερίου καὶ Εὐσεβίου τοῦ ἀργυ‐ ροπράτου καὶ Παύλου τοῦ ὑποπτίωνος καὶ Βίτου τοῦ ἀργυροπρά‐ του. καὶ ἀνεγνώσθησαν αἱ καταθέσεις, καὶ ἐβαρήθη ἐκ τῶν καταθέσεων αὐτῶν ὁ Βελισάριος καὶ ἐγένετο ὑπὸ ἀγανάκτησιν. καὶ πέμψας ὁ βασιλεὺς ἐπῆρε τοὺς ἀνθρώπους τοῦ Βελισαρίου, | |
10 | καὶ οὐκ ἀντέστη, ἀλλὰ πάντας ἔπεμψε τῷ βασιλεῖ. καὶ ὑπονοη‐ θεὶς ὁ κοιαίστωρ Κωνσταντῖνος καὶ ὁ ἀντιγραφεὺς Ἰουλιανός, ὥς φησι, ὑπὲρ Αἰθερίου ποιήσαντες, ὡς καὶ αὐτοῦ Αἰθερίου συνει‐ δότος τῇ ἐπιβουλῇ ἄνωθεν, μετὰ ἡμέρας ἓξ ἐξητάσθησαν οἱ τὴν ἐπιβουλὴν μελετήσαντες ὑπὸ Μαρίνου τοῦ κόμητος τῶν ἐξσκου‐ | |
15 | βιτόρων καὶ Κωνσταντίνου τοῦ πατρικίου καὶ στρατηλάτου. καὶ ἔμεινεν ὁ Βελισάριος ὑπὸ ἀγανακτήσεως ὢν καθήμενος εἰς τὸν ἴδιον οἶκον, μήτε δημευόμενος μήτε ἐξοριζόμενος, ἀλλ’ ὢν ἐν τῷ ἰδίῳ οἴκῳ. 50. Ὅτι ἐπὶ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐκ τοῦ μέρους τοῦ | |
20 | πρασίνου ἐπόμπευσέ τις ὀφείλων ἀποτμηθῆναι ὡς φθείρας κόρην. ἡ δὲ κόρη ἦν θυγάτηρ Ἀκακίου τοῦ βασιλικοῦ κουράτορος. καὶ ἐν τῷ πομπεύειν αὐτὸν οἱ ἀπὸ τοῦ βενέτου μέρους ἐν τῷ διέρχεσθαι αὐτὸν πομπεύοντα ἐν τῇ τοποθεσίᾳ τῶν λεγομένων Πιττακίων ἐπιρρίψαντες ἥρπασαν αὐτὸν καὶ εἰσήγαγον ἐν τῇ μεγάλῃ ἐκκλη‐ | |
25 | σίᾳ. καὶ ἐγένετο στάσις μεγάλη περὶ τούτου καὶ ἀκαταστασία ἐν τῇ αὐτῇ ἐκκλησίᾳ. ὁ δὲ βασιλεὺς ἐφιλανθρωπεύσατο δηλώσας τῷ δήμῳ διὰ σελεντιαρίου μανδάτα· τοὺς δὲ ἐκ τοῦ βενέτου μέρους ἐπόμπευσεν ἐπὶ ἡμέρας δύω. 51. Ὅτι ἐπὶ ἐπάρχου τῆς πόλεως Ζιμάρχου στάσις γέγονεν | |
30 | ἐν τῇ γειτονίᾳ τῇ λεγομένῃ τῶν Μαζεντιόλου τῷ τρόπῳ τούτῳ. πέμψας τινὰς τῶν κομενταρησίων Ζίμαρχος ὁ ἔπαρχος ἐπὶ τῷ κρατῆσαί τινα νεώτερον ὄνομα Καισάριον, ἀντέστησαν οἱ τῆς γειτονίας τῶν Μαζεντιόλου καὶ ἐκύλλωσαν πολλοὺς στρατιώτας καὶ αὐτούς γε μὴν τοὺς κομενταρησίους. καὶ ἐπεκράτησεν ἡ μάχη | |
35 | ἕως ἡμέρας δύω, καὶ ἔπεμψεν ὁ βασιλεὺς Ἰουστινιανὸς στρατιώ‐ | 175 |
176 | τας ἔτι πλείονας καὶ ἐξσκουβίτορας, καὶ πολλοὶ ἐκ τῶν ἐξσκουβι‐ τόρων καὶ στρατιωτῶν ἐφονεύθησαν, πολλοὶ δὲ καὶ ἐκ τοῦ μέρους τῶν πρασίνων ἀπέθανον. καὶ ἀνῆλθον μαχόμενοι ἕως τοῦ Φόρου καὶ τοῦ Τετραπύλου καὶ τοῦ πραιτωρίου τοῦ ἐπάρχου τῆς πόλεως. | |
5 | καὶ οὐ συνέβαλον μετὰ τῶν πρασίνων οἱ τοῦ βενέτου μέρους, ἀλλ’ ἦν ἡ μάχη αὐτῶν μετὰ τῶν ἐξσκουβιτόρων καὶ τῶν στρατιωτῶν. συνέβαλον δὲ ἐν τῷ Στρατηγίῳ τῇ αὐτῇ ἡμέρᾳ. καὶ διεδέχθη Ζίμαρχος ὁ ἀπὸ ὑπάρχων ἀνύσας δὶς τὴν αὐτὴν τοῦ ἐπάρχου ἀρ‐ χήν, καὶ γέγονεν ἀντ’ αὐτοῦ Ἰουλιανὸς ἔπαρχος ὁ ἀπὸ ἀντιγραφέων, | |
10 | καὶ ἐχρήσατο τοῖς δημόταις, ἐξαιρέτως τοῖς τοῦ πρασίνου μέρους, πικρῶς ἐπὶ μῆνας ιʹ καὶ προσκαίων καὶ κοντεύων καὶ ἀποτέμνων καὶ παρὰ μέλη ποιῶν αὐτούς, εὑρίσκων αὐτοὺς φονεῖς ὄντας καὶ ἐφόδους εἰς ὁδοὺς καὶ ἁρπαγὰς τολμῶντας καὶ λῃστείας καὶ πει‐ ρατείας, καὶ ἔμεινεν ἐναρμοσάμενος αὐτοῖς, ὡς ἐχρῆν. καὶ οὕτως | |
15 | διὰ τοῦ Ἰουλιανοῦ ἐπάρχου 〈τῆσ〉 πόλεως ἔλαβεν ἦ πόλις κατά‐ στασιν, καὶ πάντες ἐλευθερίως καὶ ἀφόβως προήρχοντο καὶ ἐθε‐ ραπεύοντο. Τέλος τῆς ἱστορίας Ἰωάννου τοῦ ἐπίκλην Μαλέλα περὶ ἐπιβουλῆς | |
20t | Περὶ ἐπιβουλῆς κατὰ βασιλέων γεγονυίας. | |
21t | Δ. Ἐκ τῆς ἱστορίας Γεωργίου μοναχοῦ. | |
22 | 1. Ὅτι ὁ θεὸς ἔπλασε τὸν Ἀδὰμ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. ὁ δὲ Ἀδὰμ ἐγέννησεν υἱοὺς γʹ καὶ θυγατέρας βʹ, τὸν Κάϊν καὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὴν Ἀζούραν καὶ τὴν Ἀσουάμ. | |
25 | καὶ ὁ Ἀδὰμ κατὰ κέλευσιν θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις. τὸ δὲ ἑαυτοῦ ὄνομα καὶ τῆς γυναικὸς | |
αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. | 176 | |
177 | 2. Ὅτι ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν Ῥῶμος καὶ Ῥῆμος ἦσαν αὐτάδελφοι, οἱ καὶ τὴν Ῥώμην κτίσαντες. ἐν δὲ τῷ βασι‐ λεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ φονεύσας Ῥῶμος τὸν Ῥῆμον ἐβα‐ σίλευσε μόνος. | |
5 | 3. Ὅτι ἡ θεία δίκη μετῆλθε τὸν Ῥῶμον. ἀναιρεῖται γὰρ καὶ αὐτὸς μεληδὸν κατατμηθεὶς ἐν τῷ τῆς Ῥώμης βουλευτηρίῳ βασι‐ λεύσας ἔτη λζʹ. 4. Ὅτι μετὰ Ὀχοζίαν τὸν τοῦ Ἰωρὰμ υἱὸν ἐβασίλευσε Γοθο‐ λία ἡ μήτηρ αὐτοῦ, καὶ ἀποκτείνασα πάντας τοὺς υἱοὺς Ὀχοζίου | |
10 | παρεκτὸς ἑνὸς νηπίου διασωθέντος παραδόξως ὑπὸ τῆς γυ‐ ναικὸς Ἰωδαὲ τοῦ ἱερέως, αἰφνίδιον τὸ κεκρυμμένον παιδίον ἀνα‐ γορεύεται βασιλεύς, Ἰωὰς ὄνομα. καὶ ὁ λαὸς τὴν Γοθολίαν ἀπέ‐ κτεινε ἐν τῷ οἴκῳ τοῦ βασιλέως. ὁ δὲ Ἰωὰς βασιλεύσας ἑπταέτης ἐγένετο εὐσεβὴς τὸ πρότερον, εἶτα παρατραπεὶς ἐσφάγη ἐν τῷ | |
15 | οἴκῳ αὐτοῦ βασιλεύσας ἔτη μʹ. ἕως μὲν γὰρ ἦν φωτιζόμενος ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως καλῶς ἐπολιτεύετο· μετὰ δὲ τὴν τελευτὴν τοῦ ἱερέως πρὸς ἀσέβειαν ἀποκλίνας ἀπέκτεινε Ζαχαρίαν τὸν προφή‐ την καὶ υἱὸν τοῦ διδασκάλου αὐτοῦ. ὁ δὲ Ζαχαρίας ἀποθνήσκων εἶπεν· ἴδοι κύριος καὶ κρινάτω. καὶ μετὰ ταῦτα ἐπέθεντο αὐτῷ | |
20 | οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαὲ τοῦ ἱερέως καὶ ἐθανά‐ τωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ. 5. Ὅτι μετὰ Ἰωὰς ἐβασίλευσεν Ἀμεσίας ὁ υἱὸς αὐτοῦ, καὶ ἐπάταξε τοὺς φονεύσαντας τὸν πατέρα αὐτοῦ, τοὺς δὲ υἱοὺς αὐ‐ τῶν οὐκ ἐθανάτωσεν διὰ τὸ γεγράφθαι· οὐκ ἀποθανοῦνται πατέ‐ | |
25 | ρες ὑπὲρ υἱῶν οὔτε υἱοὶ ὑπὲρ πατέρων, ἀλλ’ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται. 6. Ὅτι Ἰούλιος Καῖσαρ ὁ καὶ δικτάτωρ ἐπικληθείς, ὅ ἐστι μονάρχης, βασιλεύσας ἐν ἰταμότητι ἔτη ιηʹ ἀνῃρέθη ἐπὶ συγκλή‐ του. ὁ δὲ ἀνεψιὸς αὐτοῦ Καῖσαρ ὁ Αὔγουστος Ὀκταουίου υἱὸς | |
30 | πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας καὶ τοὺς φονεύσαντας τὸν θεῖον αὐτοῦ Ἰούλιον ἀνεῖλεν. 7. Ὅτι Γάιος πολλὰς μιαρίας καὶ ἀνοσιουργίας ἐπετέλει. καὶ τοῦτον οἱ στρατιῶται λουόμενον ἐν τῷ βαλανείῳ διέφθειρον. 8. Ὅτι Κλαύδιος ὁ βασιλεὺς ἐφόνευσε τοὺς φονεῖς Γαΐου, | |
35 | ἀνῃρέθη δὲ ὑπὸ τῆς ἰδίας γυναικὸς φαρμάκῳ. | |
9. Ὅτι τῷ δυσσεβεστάτῳ Νέρωνι λυττήσαντι κατὰ τῆς ὀρθῆς | 177 | |
178 | καὶ ἀμωμήτου πίστεως ἡμῶν, μετὰ δὲ ταῦτα ἐπιβουλῆς κατ’ αὐ‐ τοῦ μηνυθείσης αὐτῷ, εἰς ἄκρον μανίας ἐλθὼν ἀνεῖλε τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας καὶ μέντοι καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους τὴν | |
5 | ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος. καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτηνωθεὶς καὶ εἰς προάστειον ἐξελθὼν ἑαυτὸν διεχειρίσατο. ὡσαύτως δὲ καὶ Πιλάτος ποικίλαις περιπεσὼν συμφοραῖς ἑαυτὸν ἀνεῖλε, τῆς θείας ὡς ἔοικε δίκης οὐκ εἰς μακρὰν αὐτὸν μετελθούσης. 10. Ὅτι Λουκίβιος Ὤθων μανεὶς ἑαυτὸν ἀπέκτεινεν. | |
10 | 11. Ὅτι Οὐιτέλιος βασιλεύσας μῆνας βʹ ἐσφάγη μέσον τῆς Ῥώμης ὑπὸ τοῦ δήμου. 12. Ὅτι Δομετιανὸς ὁ ἀδελφὸς Τίτου τοῦ σώφρονος βασιλεύ‐ σας ἔτη ιεʹ ἐσφάγη ἐν τῷ ναῷ τῆς Ῥώμης κατ’ ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. καὶ διάδοχος τοῦ ἀδελφοῦ γενόμενος οὐ τὴν | |
15 | πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν. 13. Ὅτι Βῆρος ὁ υἱὸς Μάρκου τοῦ βασιλέως βασιλεύσας ἔτη ηʹ ἐσφάγη ἐν προκένσῳ. 14. Ὅτι Περτίναξ βασιλεύσας μῆνας βʹ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν ἐξερχόμενος ἐκ τοῦ παλατίου. | |
20 | 15. Ὅτι καὶ Δάδιος ἐβασίλευσε μῆνας δʹ καὶ ἐσφάγη ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου θεωρῶν τοὺς ἰχθύας· 16. Ὅτι Ἀντωνῖνος σὺν τῷ ἀδελφῷ βασιλεύσας μῆνας δύω ἔσφαξε τὸν ἴδιον ἀδελφὸν καὶ ἐμονάρχησεν ἔτη ἕξ, καὶ ἀνταναι‐ ρεῖται ὑπὸ τῶν Ἰουδαίων. | |
25 | 17. Ὅτι καὶ Μακρῖνος ὑπ’ Ἀντωνίνου ἐσφάγη, καὶ αὐτὸς ἐσφάγη ὑπ’ Ἀλεξάνδρου. Ἀλέξανδρος δὲ ὁ Μαμαίας ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ Μαμαίᾳ ἐξ ἐπιβουλῆς Μαξιμίνου στρατηγοῦ. 18. Ὅτι μετὰ Ἀλέξανδρον Μαξιμῖνος ἐβασίλευσεν ἔτη γʹ καὶ ἐσφάγη ὑπὸ τοῦ στρατοῦ αὐτοῦ. | |
30 | 19. Ὅτι Φίλιππος ὁ τὴν Φιλίππου πόλιν κτίσας ἐσφάγη ἐν τῷ παλατίῳ. 20. Ὅτι καὶ Οὐαλεριανὸς βασιλεύσας ἔτος ἓν ἐσφάγη ὑπὸ τοῦ | |
λαοῦ αὐτοῦ. | 178 | |
179 | 21. Ὅτι Γάλλος ὁ υἱὸς Οὐαλεριανοῦ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός. 22. Ὅτι καὶ Αἰμιλιανὸς βασιλεύσας ἔτος ἓν ἐσφάγη ἐν τῷ παλατίῳ. | |
5 | 23. Ὅτι Αὐρηλιανὸς ὑπὸ κουβικουλαρίου ἐσφάγη. 24. Ὅτι Τάκιτος ὁ βασιλεὺς ἐσφάγη ὑπὸ Φλοριανοῦ, καὶ Φλοριανὸς ἐσφάγη ὑπὸ Πρόβου, Πρόβος δὲ ἐσφάγη ὑπὸ Κάρου, καὶ Κάρος ἐσφάγη ὑπὸ Καρίνου, Καρῖνος δὲ ἐσφάγη ὑπὸ Νου‐ μεριανοῦ. | |
10 | 25. Ὅτι ἡ θεία δίκη μετῆλθε τοὺς ἀλητηρίους Διοκλητιανὸν καὶ Μαξιμιανόν. ὁ μὲν γὰρ ἐσφάγη ὑπὸ τῆς συγκλήτου, ὁ δὲ ἀπήγξατο. 26. Ὅτι Λικίννιος ὁ γαμβρὸς τοῦ μεγάλου Κωνσταντίνου περιορισθεὶς ἐν Θεσσαλονίκῃ καὶ πάλιν νεωτερίσας καὶ ὅπλων | |
15 | ἁψάμενος προστάξει Κωνσταντίνου ἀνῃρέθη. 27. Ὅτι Κώνσταντας ὁ υἱὸς τοῦ μεγάλου Κωνσταντίνου τὸν ἴδιον ἀδελφὸν Κώνσταντα φονεύσας μόνος τῆς δύσεως ἐκράτησε ἔτη ιϛʹ. ἐσφάγη δὲ ὑπὸ τοῦ δήμου. 28. Ὅτι Οὐαλεντινιανοῦ τοῦ γέροντος τελευτήσαντος Μαξι‐ | |
20 | μῖνος ὁ δήμιος τὴν ὑπαρχότητα τῶν Γαλλίων εἰς μανίαν ἔτρεψε καί τινα συσκευὴν συντεθεικὼς Θεοδόσιον τὸν πρεσβύτην τοῖς τροπαίοις κεκορεσμένον σφαγῆναι προσέταξεν· ὃς πρὶν τελευτήσει τὸ θεῖον βάπτισμα δεξάμενος καὶ εἰς τὴν ἀθανασίαν ἀναγεννηθεὶς ἐτελεύτησε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν Θεοδόσιος ὁ νεώτερος ἐν | |
25 | τῇ τοῦ δουκὸς ἀξίᾳ ἐτύγχανεν, τῷ δὲ αὐτῷ βέλει τοῦ φθόνου ᾧπερ καὶ ὁ πατὴρ διὰ Μαξιμίνου ἀδίκως ὑπέπιπτεν. ἀλλ’ ὁ θεὸς αὐ‐ τὸν διέσωσε. μεινάσης παρ’ αὐτῷ τῆς ἀξίας, καὶ τῆς οὐσίας ἀναδοθείσης αὐτῷ, εἰς τὴν πατρῴαν γῆν τῶν Σπανίων, ἐν ᾗ καὶ ἐγεννήθη, ἐφοίτησε προστάγματι βασιλικῷ ἐκεῖσε ἡσύχως καὶ | |
30 | πράως τὸν βίον διάγων, Πλακίλλαν δὲ τότε τὴν γενομένην Αὐγού‐ σταν γαμετὴν ἠγάγετο, τότε καὶ βασιλέας ἐξ αὐτῆς ποιήσων· ἥτις τὴν φύσιν τῷ λογισμῷ καὶ τὴν φήμην τοῖς ἐγκωμίοις ἐνίκα. ἐν δὲ τῷ μεταξὺ Οὐάλης γράμματα ἐκπέμπει πρὸς Γρατιανὸν τὸν | |
βασιλέα προστάξας Θεοδόσιον ἀποσταλῆναι πρὸς αὐτόν. ἀρξά‐ | 179 | |
180 | μενος δὲ τῆς ὁδοιπορίας Θεοδόσιος καὶ γνοὺς τὴν Οὐάλεντος τε‐ λευτὴν ἔρχεται εἰς πόλιν καλουμένην Σέρμιον. τῶν δὲ Γότθων πᾶσαν πόλιν καὶ χώραν ἀφειδῶς λυμαινομένων, καὶ τῶν Ῥωμαϊ‐ κῶν στρατιωτῶν φευγόντων ἀπὸ προσώπου αὐτῶν, τότε Θεοδόσιον | |
5 | ἐν τῷ Σερμίῳ διάγοντα Γρατιανὸς προσκαλεῖται βουλῇ τῆς συγ‐ κλήτου Ῥωμαίων φθονούσης αὐτῷ, καὶ σὺν ὀλίγοις στρατιώταις εἰς τὸν οὕτως ὠμὸν καὶ τοσοῦτον πόλεμον ἀποσταλῆναι Θεοδό‐ σιον πείθει ἐπικινδύνῳ ἀξιώματι τιμηθέντα στρατηλάτου ἀξίᾳ τὸν βασιλέα παρέπεισεν. καὶ ὁ μὲν βασιλεὺς τῆς ἐπιβουλῆς καὶ | |
10 | τοῦ φθόνου τοῦ κατὰ φύσιν εὐόπτου οὐδὲν ἔγνω, κατὰ κράτος δὲ τοὺς νομιζομένους ἀηττήτους εἶναι Γότθους νικήσας Θεοδόσιος σὺν τάχει πολλῷ τῷ βασιλεῖ τροπαιοφόρος παραστὰς θείᾳ ψήφῳ τὸ βασιλικὸν διάδημα περιβάλλεται. 29. Ὅτι Γρατιανὸς ὁ βασιλεὺς ὁ τὸν Θεοδόσιον στέψας πολλὰ | |
15 | εὐσεβῶς καὶ γενναίως κατορθώσας παρὰ Μαξίμου τοῦ τυράννου ταῖς Βρεττανίαις ἐπαναστάντος δι’ ἀνδραγαθίαν τοῦ δουκὸς ἐν Λουγδόνῳ παρὰ τῶν ἰδίων προδοθεὶς μᾶλλον καὶ διὰ τῶν πολε‐ μίων συσχεθεὶς ἀνῃρέθη. Οὐαλεντινιανὸς δὲ πτοηθείς, εἰρήνης αὐτῷ προταθείσης παρὰ Μαξίμου, καὶ αὐτὸς ὑποκρινόμενος ἡδέως | |
20 | ἐδέξατο. 30. Ὅτι τοῦ Θεοδοσίου ἀσχολουμένου περὶ τῶν τῆς Ἀλεξαν‐ δρείας Ἑλληνικῶν ναῶν τῶν ὑπὸ Θεοφίλου τοῦ ἐπισκόπου κατα‐ λυθέντων, ἐν τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς δύσεως μέ‐ ρεσι τῇ ψυχῇ πρὸς τὴν ἡλικίαν θερμαινόμενος τὴν πολιτείαν | |
25 | διοικῶν βρόχῳ χρησάμενος ἐπλήρωσε τὸ τοῦ βίου τέλος, δι’ ἣν αἰτίαν μέχρι τοῦ παρόντος οὐκ ἴσμεν. τινὲς γὰρ ἔλεγον ἐπιβουλῇ τοῦ στρατηγοῦ Ἀρβογάστου γεγενῆσθαι τοῦτο, καὶ τοιαύτη παρὰ πᾶσιν ἐκράτει ὑπόληψις. ἄλλοι δὲ ἀθῶον μὲν εἶναι τὸν στρατη‐ γὸν ἀπὸ τοῦ τοιούτου μύσους ἔλεγον, αἰτίαν δὲ αὐτὸν παρεσχηκέ‐ | |
30 | ναι τοῦτον νεανίσκον ἀγανακτήσαντα εἰς τοῦτο προαχθῆναι, ἐπεί‐ περ, φασίν, οὐ συνεχωρεῖτο παρ’ αὐτοῦ ὡς μηδέπω βεβηκὼς κατ’ ἐξουσίαν διὰ πάντων τὴν βασιλείαν διοικεῖν. Θεοδόσιος δὲ οὐδὲν ἧττον ἀναφθεὶς ὅπλα κατὰ Εὐγενίου τοῦ εἰς τὸν τόπον αὐτοῦ καταστάντος εἰς ἐκδίκησιν ἥρπασε, τὴν τοῦ θεοῦ γνώμην διὰ Ἰω‐ | |
35 | άννου μοναχοῦ καὶ ἡσυχαστοῦ. Αἰγυπτίου μεμαθηκώς. οὗτος γὰρ | |
ἐν οἰκίσκῳ ἐνενηκοντούτης πέλων ἐκέκλειστο τὰ μέλλοντα προλέγων. | 180 | |
181 | οἱ δὲ Ἕλληνες κατὰ τὴν Ῥώμην θύειν ἤρξαντο καὶ σπλαγχνοκο‐ πίας ἀπὸ θρεμμάτων ποιεῖσθαι νίκην ἄφροντιν ἀπαγγέλλοντες Εὐγενίῳ, Φλαβιανοῦ τοῦ ὑπάρχου ταῦτα σπουδαιότερον πράττον‐ τος τῶν ἄλλων καὶ πάντας πείθοντος Εὐγένιον νικητὴν ἀναφανή‐ | |
5 | σεσθαι. ὁ δὲ Θεοδόσιος, ἐπειδὴ τὰς Ἄλπεις κατέλαβε, στὰς ἐφ’ ὑψηλῆς πέτρας ὅθεν θεωρεῖν καὶ θεωρεῖσθαι παρ’ ἑτέρου στρα‐ τοπέδου ἠδύνατο, ἐκτείνας τὰς χεῖρας εἶπεν· θεὲ παντοκράτορ, σὺ οἶδας ὅτι ἐν τῷ ὀνόματι Χριστοῦ τοῦ υἱοῦ σου ἐκδικήσεως ἕνεκα δικαίας τὸν πόλεμον τοῦτον ἀνεδεξάμην. καὶ εἰ μὲν ψεύδομαι, | |
10 | τιμώρησόν με, εἰ δὲ μετὰ δικαίας αἰτίας καὶ σοὶ πεποιθὼς ἦλθον ἐνταῦθα, ἔκτεινον τὴν δεξιάν σου τοῖς σοῖς, μήποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. καὶ οἱ στρατηγοὶ εὐθὺς ἀνεψύ‐ χωσαν, ἐξαιρέτως δὲ Βακούριος ἀνὴρ πίστει καὶ εὐσεβείᾳ καὶ τῇ ἀρετῇ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔνδοξος, καὶ εὐθὺς πάντας τοὺς | |
15 | πλησίον τυγχάνοντας τοῦτο μὲν τῷ κοντῷ, τοῦτο δὲ τοῖς βέλεσιν, ἔστιν δ’ ὅτε καὶ ξίφει ἐστρώννυεν καὶ τὰ τάγματα τῶν πολεμίων διέρρηξεν, καὶ διασχίσας τὰς τάξεις πρὸς αὐτὸν ἐπορεύετο τὸν τύραννον. καὶ τοῦ ἀνέμου σφοδροῦ γενομένου Εὐγένιος πρὸς τοὺς πόδας τοῦ βασιλέως ἤχθη. καὶ τοῦτον ἐθανάτωσαν. | |
20 | 31. Ὅτι Ζήνων ὁ Ἴσαυρος καὶ πατὴρ Λέοντος εὐθὺς μετὰ τὸ βασιλεῦσαι ἐπιβουλευθεὶς ὑπὸ Βηρίνης πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσαντος ἔφυγε πρὸς τὴν ἰδίαν πατρίδα. ἡ δὲ Βηρίνα στέψασα Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς ἐβασίλευσεν ἔτη βʹ, ἅπερ ἐτάγησαν εἰς τοὺς | |
25 | χρόνους Ζήνωνος, ὃς καὶ τὰ παλάτια τὰ βασιλικὰ ἔκτισεν. μετὰ δὲ ταῦτα Ζήνων ὑποστρέψας καὶ εἰσελθὼν ἐν Κωνσταντινουπόλει καὶ τὸν Βασιλίσκον χειρωσάμενος ἐν τῇ ἐκκλησίᾳ προσφυγόντα ἐξώρισεν ἅμα γυναικὶ καὶ τέκνοις ἐν φρουρίῳ Καππαδοκίας, ἐν ᾧ βληθέντες ἐν πύργῳ καὶ τῆς θύρας ἀναφραγείσης ἐτελεύτησαν. | |
30 | 32. Ὅτι Ἀναστάσιος ὁ Δυρραχίτης ἐβασίλευσεν ἔτη κζʹ. καὶ βροντῶν καὶ ἀστραπῶν περὶ τὸ παλάτιον εἰλουμένων, καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ ἀδημονοῦντος καὶ φεύ‐ γοντος ἀπὸ τόπων εἰς τόπους ἐν ἑνὶ τῶν κοιτωνίσκων κατέλαβεν αὐτὸν ἡ ὀργὴ καὶ ῥίψασα ἀπέκτεινεν, ὥστε εὑρεθῆναι νεκρόν. ἐφ’ | |
35 | οὗ Βιταλιανὸς ὁ Θρᾲξ ἀντάρας καὶ παραλαβὼν τὴν Θρᾴκην ἅμα | |
Σκυθίᾳ καὶ Μυσίᾳ ἦλθεν ἕως τοῦ Ἀνάπλου παρεδρεύων. καὶ | 181 | |
182 | ναυμαχήσαντος αὐτῷ Μαρίνου τοῦ ἐπάρχου μετὰ θείου ἀπύρου κατέφλεξε τὰς ναῦς τῶν βαρβάρων. βυθισθέντων δὲ πάντων σχεδὸν Οὔννων καὶ Γότθων καὶ Βουλγάρων καὶ τοῦ λοιποῦ στρα‐ τοῦ ἐν τῷ Ῥεύματι, Βιταλιανὸς ἔφυγε μετὰ τῶν ὑπολειφθέντων | |
5 | ὀλίγων. 33. Ὅτι ἐπὶ Ἀναστασίου τοῦ βασιλέως γέγονε δημοτικῶν ἐπανάστασις περὶ τοῦ χριστιανικοῦ δόγματος ἐν Κωνσταντινου‐ πόλει, ὡς βουληθέντος τοῦ βασιλέως προσθεῖναι εἰς τὸ τρισά‐ γιον τό· σταυρωθεὶς δι’ ἡμᾶς ἐλέησον ἡμᾶς. τοῦ γὰρ λογοθέτου | |
10 | καὶ τοῦ ἐπάρχου ἀνελθόντων ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλη‐ σίας καὶ τὴν αἵρεσιν ἀρξαμένων ἐκ βασιλικῆς ἐπιτροπῆς κηρύτ‐ τειν, ἐπῆλθεν ὁ δῆμος καὶ πᾶν τὸ πλῆθος τῆς πόλεως κατ’ αὐτῶν, καὶ μόλις ἐξέφυγον. καὶ γέγονε τοιαύτη στάσις καὶ τα‐ ραχὴ κραζόντων· ἄλλον βασιλέα θέλομεν, ὡς καὶ τὸν βασιλέα καὶ | |
15 | τοὺς ἄρχοντας φεύγειν καὶ ἀποκρύπτεσθαι τὴν ὀργὴν τοῦ λαοῦ. συναθροισθέντες οὖν οἱ στασιασταὶ εἰς τὸν οἶκον τοῦ λογοθέτου καὶ τοῦ ἐπάρχου καταδραμόντες καὶ πάντα διαρπάσαντες ἐνέπρη‐ σαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς εὑρεθέντας ἐκεῖσε κατέσφαξαν. εἶτα γενομένης ταραχῆς μεγάλης καὶ στάσεως ἐμπρησμοὺς οἴκων | |
20 | πολλῶν ἐποιήσαντο καὶ φόνους μυρίους εἰργάσαντο καὶ ἄλλα τοιαῦτα φοβερά τε καὶ ἐξαίσια κατετόλμησαν, ὑβρίζοντες Ἀναστά‐ σιον μετὰ κραυγῆς μεγίστης καὶ Βιταλιανὸν εὐφημοῦντες. καὶ οὕτως ἐλθόντες πλησίον τῆς ὑπ’ αὐτοῦ τοῦ βασιλέως κτισθείσης κινστέρνης τοῦ ἁγίου Μωκίου εὗρον τὸν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ἡγού‐ | |
25 | μενον μοναστηρίου τοῦ ἁγίου Φιλίππου, ὃν καὶ φονεύσαντες τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες ἔκραζον· οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας τριάδος. ἐκβαλόντες δὲ καὶ γυναῖκα ἔγκλειστον οὖσαν πλησίον τῆς Ξηροκέρκου πόρτης, εἰς ἣν ὁ βασι‐ λεὺς ὁμοίως εἶχε πίστιν, καὶ ταύτην ἀνεῖλον. τὸ δὲ σῶμα αὐτῆς | |
30 | δήσαντες μετὰ τοῦ προφονευθέντος ἡγουμένου καὶ σύραντες ἔκαυ‐ σαν ἀμφότερα εἰς τὰ Στουδίου. 34. Ὅτι πολλὰ καὶ ἄτοπα κακὰ ἐργαζομένων τῶν Ἰσαύρων ἐν Κωνσταντινουπόλει, Ἀναστάσιος ἅπαντας τῆς βασιλίδος ἐξέβαλεν. οἱ δὲ πρὸς τυραννίδα ὥρμησαν καὶ ἕως τοῦ Κοτιαείου ἐξέδραμον. | |
35 | καθ’ ὧν ὁ βασιλεὺς Ἀναστάσιος διεγερθεὶς βασιλικώτερον τούτους ἐνίκησεν. | |
35. Ὅτι ἐπὶ Ἰουστινιανοῦ τοῦ κτίσαντος τὴν ἁγίαν Σοφίαν ὁ | 182 | |
183 | δῆμος ἀντάρας τὸ λεγόμενον πρασινοβένετον, καὶ πολλὴν ἀταξίαν καὶ ἁρπαγὴν καὶ σφαγὴν καὶ ἐμπρησμὸν ἐν τῇ πόλει ποιήσαντες ἀναγορεύουσι βασιλέα Ὑπάτιον ἐν τῷ ἱππικῷ. πολλοῦ δὲ λαοῦ συνδραμόντος, καὶ τοῦ ἱππικοῦ πληρωθέντος, προσέταξεν Ἰουστι‐ | |
5 | νιανὸς τὸν στρατὸν αὐτοῦ, καὶ οἱ μὲν ἄνωθεν, οἱ δὲ κάτωθεν τοῦ καθίσματος τοξεύοντες ἀπέκτειναν χιλίους λʹ· ἐν οἷς καὶ τὸν Ὑπάτιον χειρωσάμενος ἀνεῖλεν ὡς βασιλικὸν διάδημα φορέσαντα. 36. Ὅτι πολέμου συγκροτηθέντος ποτὲ μεταξὺ Ῥωμαίων καὶ βαρβάρων ἐπὶ τὴν Μυσίαν ὑπέθετο βασιλεὺς ὁ Μαυρίκιος, ὥς | |
10 | φασιν, τῷ στρατηγῷ τῷ καταπιστευθέντι τὸ Ῥωμαίων στράτευμα παραδοῦναι τούτους τοῖς πολεμίοις διὰ τὴν ἀνταρσίαν αὐτῶν. ὅπερ καὶ γέγονεν. καὶ συνελήφθη λαὸς πολύς. τῆς δὲ συγκλήτου παρακαλεσάσης τὸν βασιλέα ἀγορασθῆναι αὐτούς, εἴξας ὁ βασιλεὺς ἀπέστειλε πρεσβευτὰς πρὸς τὸ ἀγοράσαι τοὺς αἰχμαλώτους. τοῦ | |
15 | δὲ δηλώσαντος ἀποδοῦναι πάντας κατ’ ὄνομα, ὁ δὲ βασιλεὺς μὴ ἀνασχόμενος, ἐδήλωσε πάλιν ὁ βάρβαρος κατὰ ζʹ. τοῦ δὲ μηδὲ τοῦτο καταδεξαμένου ἀπέκτεινεν πάντας ὁ βάρβαρος χιλιάδας ιβʹ. καὶ ἐκ τούτου μισηθεὶς Μαυρίκιος ἐλοιδορεῖτο παρὰ πάντων. ἐλθὼν δὲ εἰς μετάμελον ἐξελέξατο ἔνθεν ἀπολαβεῖν ἢ ἐκεῖσε, καὶ | |
20 | εἰς μοναστήρια δὲ ἀπέστειλε, καὶ ἐποίησαν δεήσεις περὶ τούτου. προεσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικὸν τὸν γαμβρὸν αὐτοῦ ὡς εἰς τὸ φῖ γράμμα ὀνομαζόμενον. ὃς καὶ διαφόρως αὐτὸν δι’ ὅρκων ἐπληροφόρει καθαρὸς εἶναι τῆς ὑποψίας ταύτης. τοῦ δὲ Μαυρικίου τὸν θεὸν ἱκετεύοντος περὶ τῆς ἁμαρτίας ταύτης, εἶδεν | |
25 | ἐνύπνιον τοιοῦτον, ὡς ὅτι, λαοῦ πλείστου παρεστῶτος τῇ εἰκόνι τοῦ Χριστοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλατίον, φωνὴ ἐγένετο ἐκ τῆς εἰκόνος λέγουσα· δότε Μαυρίκιον. ὃν καὶ κρατήσαντες παρέ‐ στησαν κατενώπιον τῆς εἰκόνος. καί φησιν ἡ θεία φωνή· ποῦ θέλεις, Μαυρίκιε, ἀποδώσω σοι, ἐνταῦθα ἢ ἐν τῷ μέλλοντι | |
30 | αἰῶνι; ὁ δὲ ἔντρομος γενόμενος ἀποκριθεὶς εἶπεν· κύριε, ὧδε καὶ μὴ ἐκεῖ. καὶ εὐθὺς ἐκέλευσεν ἐκδοθῆναι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ στρατηλάτῃ. διυπνισθεὶς οὖν ὁ βασιλεὺς ἀπέστειλε τὸν παρακοιμώμενον ἀγαγεῖν Φιλιππικὸν τὸν γαμβρὸν αὐτοῦ. ὁ δὲ | |
35 | θεασάμενος τὸν παρακοιμώμενον ἐν τοιαύτῃ ὥρᾳ ᾐτήσατο κοι‐ νωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα καταλιπὼν τὴν ἰδίαν | |
γυναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ κειμένην καὶ κλαίουσαν. καὶ | 183 | |
184 | εἰσελθὼν εἰς τὸν βασιλέα ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς ἐξαγαγὼν πάντας ἔξω ἀναστὰς ἔπεσεν εἰς τοὺς πόδας Φιλιππικοῦ λέγων· συγχώρησόν μοι, ἀδελφέ, διὰ τὸν θεόν. ἕως ἄρτι γὰρ ὑπενόουν σε μέλλοντα νεωτερίζειν | |
5 | κατ’ ἐμοῦ, ἀλλὰ νῦν ἀσφαλῶς ἔγνων ἀθῶον εἶναί σε τῆς ὑπο‐ νοίας ταύτης. παρακαλῶ σε οὖν εἰπεῖν μοι, τίνα γινώσκεις ἐν τοῖς ἡμετέροις τάγμασι Φωκᾶν στρατηλάτην. ὁ δὲ Φιλιπ‐ πικὸς ἀναλογισάμενος ἔφη· ἕνα γινώσκω, ὅστις πεμφθεὶς πρὸ καιροῦ ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου. καὶ ὁ βασι‐ | |
10 | λεὺς εἶπεν· ποίας ἐστὶ ἕξεως; ὁ δὲ Φιλιππικὸς λέγει· νεώτε‐ ρος, δειλὸς καὶ θρασύς. καὶ ὁ βασιλεύς φησιν· εἰ δειλός, καὶ φονεύς. καὶ ἐξηγήσατο αὐτῷ τὸ ἐνύπνιον. ἐν αὐτῇ τῇ νυκτὶ ἐφάνη ἀστὴρ κομήτης. καὶ τῇ ἐπαύριον ἔφθασεν ὁ ἀποσταλεὶς μαγιστριανὸς φέρων ἀπόκρισιν τοιαύτην· γίνωσκε, βασιλεῦ, ὅτι | |
15 | δεξάμενος ὁ θεὸς τὴν μετάνοιάν σου τὴν μὲν ψυχήν σου διασώζει καὶ μετὰ τῶν ἁγίων κατατάττει, τῆς δὲ βασιλείας καὶ τῆς παρού‐ σης ζωῆς μετὰ πολλῶν θλίψεων ἐκπίπτεις. ὁ δὲ Μαυρίκιος ἐδό‐ ξασε τὸν θεὸν μεγάλως. Τῆς δὲ μεθοπωρινῆς ὥρας καταλαβούσης, καὶ τοῦ βασιλέως | |
20 | κελεύσαντος Πέτρῳ τῷ στρατηγῷ ἐν τῇ τῶν Σκλάβων χώρᾳ τὸν λαὸν παραχειμάσαι, ἀντεῖπεν ὁ λαὸς μὴ καταδεχόμενος τοῦτο. ὅθεν οἱ ἐπίσημοι τῶν ἀρχόντων φυγόντες, καὶ εἰς ἓν τὰ πλήθη συναθροισθέντα προβάλλονται εἰς τὸ βασιλεύειν αὐτῶν Φωκᾶν τὸν στρατηλάτην. τοῦ δὲ Πέτρου καὶ τῶν λοιπῶν ἀρχόντων | |
25 | παραγενομένων, Μαυρίκιος τὸ κατ’ αὐτοῦ μῖσος τῶν πολιτῶν εἰδὼς μεσούσης νυκτὸς ἀποδυσάμενος τὴν βασιλικὴν ἐσθῆτα καὶ ἰδιωτικὴν ἐνδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις αὐτοῦ φεύγων τὴν ἐπανάστασιν τοῦ λαοῦ. πᾶσα γὰρ ἡ πόλις δι’ ὅλης νυκτὸς αἰσχίσταις ὕβρεσι καὶ ἀπειλαῖς αὐτὸν | |
30 | ἔβαλλον. ἀνέμου δὲ μεγάλου πνεύσαντος, μετὰ κινδύνου μεγίστου εἰς τὸν ἅγιον Αὐτόνομον διασωθεὶς παραδόξως, εὐθὺς ἐπιτίθενται αὐτῷ σφοδρότατοι πόνοι ἀρθρίτιδες ποδάγραι καὶ χειράγραι. καὶ ἀχθεὶς δέσμιος παρὰ τῷ Φωκᾷ ἀνῃρέθη εἰς τὸν Εὐτροπίου λιμένα ἅμα γυναικὶ καὶ παισί, καὶ πολλὰ δυστυχήματα συνέβη | |
35 | γενέσθαι τῇ πολιτείᾳ Ῥωμαίων. ὅ τε γὰρ Χοσρόης τὴν εἰρήνην ἔλυσεν, οἱ Ἄβαροί τε τὴν Θρᾴκην ἐδῄωσαν, καὶ τὰ στρατόπεδα τῶν Ῥωμαίων διέφθειραν. πρὸς δὲ τούτοις καὶ θνῆσις ἀνθρώπων | |
γέγονεν, καὶ χειμὼν βαρύτατος, ὥστε παγῆναι τὴν θάλασσαν. | 184 | |
185 | Ὁ οὖν δόλιος Φωκᾶς μετὰ τῶν ἀμετρήτων αὐτοῦ κακῶν προσέθηκε τελευταῖον καὶ τοῦτο· ποιήσας γὰρ ἱππικὸν ἠτάκτησε, τῶν δὲ δήμων τοῦτο μὴ καταδεξαμένων, ὕβρισαν αὐτόν. μετὰ δὲ ταῦτα ἔφθασεν ἡ ὀργὴ ἐπὶ τὴν κεφαλὴν τοῦ ἀσεβοῦς Φωκᾶ ἀνθ’ | |
5 | ὧν ἔδρασεν ἀναριθμήτων κακῶν. Ἡράκλειος γὰρ ὁ στρατηγὸς Ἀφρικῆς πλοῖα πολλὰ ἐξοπλίσας καὶ στρατὸν ἄπειρον ἐξ Ἀφρικῆς καὶ Μαυριτανίας ἐπισυνάξας τὴν Κωνσταντίνου πόλιν κατέλαβεν ἐπιφερόμενος καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ κυρίου, ὥς φησι Γεώργιος ὁ Πισίδιος. καὶ πολέμου κροτηθέντος ἐνίκησεν Ἡράκλειος | |
10 | Φωκᾶν τὸν ἀλιτήριον. οὗτινος ἡττηθέντος Φωτεινός τις ἐκ τῶν μεγιστάνων προεπιβουλευθεὶς ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον εἰσῆλθεν ἀθρόως μετὰ πλήθους εἰς τὸ παλάτιον καὶ τὸν ἄθλιον Φωκᾶν ἀτίμως ἐκ τοῦ θρόνου ἀναστήσας τῆς βασιλικῆς ἐσθῆτος ἀπε‐ γύμνωσε, καὶ ἐνδύσας αὐτὸν μέλανα χιτωνίσκον καὶ κλοιὰ τῷ | |
15 | τραχήλῳ αὐτοῦ περιθεὶς ἄτιμόν τινα καὶ ἐλεεινὸν πρὸς Ἡράκλειον ἀπήγαγεν. ὃν Ἡράκλειος θεασάμενος εἶπεν πρὸς αὐτόν· οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας; ὁ δὲ ἀπεγνωσμένος ἐκεῖνος ἄνθρω‐ πος ἀποκριθεὶς ἔφη· σὺ κάλλιον ἔχεις διοικήσειν. καὶ πρῶτον μὲν ἐκέλευσεν Ἡράκλειος τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ | |
20 | ἀφαιρεθῆναι καὶ μετὰ τοῦτο ἐκ τῶν ὤμων ἀκρωτηριάζεσθαι λώρους, τὰ δὲ αἰδοῖα ἐκτέμνεσθαι καὶ κοντοῖς ἀναρτᾶσθαι διὰ τὰς ἀμέτρους ὕβρεις, ἃς ἔπραξεν, ἔπειτα δὲ καὶ τὴν κεφαλὴν μαχαίρᾳ τέμνεσθαι, τὸ δὲ κατεσκηλητευμένον αὐτοῦ σῶμα κατὰ τὴν λεγομένην τοῦ Βοὸς ἀγορὰν πυρὶ παρέδωκεν. | |
25 | 37. Ὅτι τῶν Περσῶν ὑπὸ Ἡρακλείου τοῦ βασιλέως ἡττηθέν‐ των οἱ καταλειφθέντες τῶν Περσῶν κατὰ Χοσρόου μανέντες ἐφ’ ἑνὶ τῶν βασιλικῶν οἴκων τοῦτον κατέκλεισαν, προύθηκαν δὲ αὐτῷ χρυσὸν καὶ ἄργυρον καὶ λίθους εἰπόντες πρὸς αὐτόν· ἀπόλαυε τούτων καὶ μόνον, δι’ ὧν καὶ τοὺς Ῥωμαίους καθ’ ἡμῶν ἤγαγες. | |
30 | καὶ οὕτω λιμῷ καὶ δίψῃ τιμωρήσαντες αὐτὸν αἰσχρῶς ἀνεῖλον. 38. Ὅτι Κωνσταντῖνος ὁ υἱὸς Ἡρακλείου βασιλεύσας ἔτος ἓν φαρμάκῳ ὑπὸ τῶν οἰκείων ἀνῃρέθη. 39. Ὅτι Κώνστας ὁ ἔκγονος Ἡρακλείου τοῦ βασιλέως πολε‐ μήσας Μαυίον τὸν τῶν Σαρακηνῶν ἀρχηγὸν κατὰ τὸν Φοίνικα, | |
35 | καὶ μηνυθείσης αὐτῷ ἐπιβουλῆς, ἀνακοινοῦται ταύτην γνησίῳ | |
τινὶ τῶν ὑπηκόων ἑαυτοῦ φίλῳ. ᾧ καὶ τὴν ἰδίαν ἐσθῆτα κατὰ | 185 | |
186 | τὴν ἐκείνου συμβουλὴν ἐνδύσας καὶ εἰς πενιχρὸν πλοῖον εἰσελθὼν σὺν ὀλίγοις ἀπέπλευσε διὰ τῆς νυκτὸς ἐν Κωνσταντίνου πόλει σωθεὶς παραδόξως. τῇ δὲ ἐπαύριον ὁ τὴν βασιλικὴν ἐσθῆτα περιβεβλημένος ἐπιστὰς τῇ βασιλικῇ νηῒ συνάπτει πόλεμον· ὃν οἱ | |
5 | πολέμιοι περικυκλώσαντες, δοκοῦντες αὐτὸν εἶναι τὸν βασιλέα ἰσχυρῶς ἐπολέμουν. ὁ δὲ πολλοὺς ἐξ αὐτῶν ἀνδρείως ἀνελών, λαβὼν καὶ αὐτὸς καιρίαν πληγὴν ἐτελεύτησε πληρώσας τὸ γεγραμ‐ μένον· ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὁ δὲ Κώνστας ἀνελὼν τὸν ἴδιον ἀδελφὸν Θεοδόσιον ἀπῆλθεν | |
10 | ἐν Σικελίᾳ βουλόμενος ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι. σφόδρα γὰρ ἐμισήθη παρὰ τῶν Βυζαντίων οὐ μόνον διὰ τὴν ἀναίρεσιν τοῦ ἀδελφοῦ, ἀλλ’ ὅτι καὶ Μαρτῖνον τὸν πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει ἐξώρισεν εἰς Χερσῶνα, καὶ Μαξίμου τοῦ ὁμολογητοῦ τὴν γλῶσσαν καὶ τὴν δεξιὰν χεῖρα ἀπέτεμεν, καὶ | |
15 | μέντοι καὶ πολλοὺς ἑτέρους τῶν ὀρθοδόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασεν διὰ τὸ μὴ θέλειν αὐτοὺς τῇ τῶν Μονο‐ θελητῶν αἱρέσει αὐτοῦ συνθέσθαι. καὶ πέμψας ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς γʹ υἱοὺς αὐτοῦ Κωνσταντῖνον καὶ Ἡράκλειον καὶ Τιβέριον, οἱ Βυζάντιοι τούτους οὐκ ἀπέστειλαν. ποιήσας οὖν | |
20 | ἐν Σικελίᾳ ἔτη ἓξ ἀναιρεῖται λουόμενος ἐν τῷ βαλανείῳ κατὰ κεφαλῆς λαβὼν καιρίαν πληγὴν ὑπό τινος τῶν παρισταμένων. ὁ δὲ λαὸς ἰδὼν τὸν βασιλέα τελευτήσαντα ἀναγορεύουσι βασιλέα Μίζιζόν τινα λεγόμενον. ὅπερ ἀκούσας Κωνσταντῖνος κατέλαβε τὴν Σικελίαν μετὰ πλείστης ναυμαχίας, καὶ χειρωσάμενος Μίζιζον | |
25 | καὶ τὸν φονέα τοῦ πατρὸς ἀνεῖλε σὺν τοῖς στασιάσασι. καὶ οὕτως ἐπανελθὼν ἐν Κωνσταντινουπόλει ἐδέχθη παρὰ πάντων εὐφημούμενος. 40. Ὅτι ἐπὶ Κωνσταντίνου τοῦ πατρὸς Ἰουστινιανοῦ οἱ τοῦ θέματος τῶν ἀνατολικῶν ἐλθόντες ἐν Χρυσοπόλει ἔκραζον λέγον‐ | |
30 | τες· εἰς τριάδα πιστεύομεν, τοὺς τρεῖς ἀναγορεύσωμεν καὶ στέψωμεν. ἐφ’ οἷς θυμωθεὶς Κωνσταντῖνος, διότι μόνος ἦν ἐστεμμένος, οἱ δὲ βʹ αὐτοῦ ἀδελφοὶ οὐδεμίαν ἐξουσίαν εἶχον, ἀποστέλλει πρὸς αὐτοὺς πατρίκιον ὡς δῆθεν ἀποδεχόμενος τοῦτο, καὶ προσκαλούμενος αὐτῶν τὰ πρωτεῖα βουλεύσασθαι μετὰ τῆς | |
35 | συγκλήτου, καὶ δὴ εἰσελθόντων ἐν τῇ πόλει, τούτους μὲν ἀνεσκολό‐ | |
πισε, τοὺς δὲ ἀδελφοὺς αὐτοῦ ἐρινοτόμησεν. | 186 | |
187 | 41. Ὅτι πάλιν βασιλεύσας Ἰουστινιανὸς τὸν Ἀψίμαρον θριαμ‐ βεύσας κατὰ πᾶσαν πόλιν ἀνεῖλεν, οὐ μὴν δὲ ἀλλὰ κατὰ πάντων ἐκμανεὶς καὶ λυττήσας ἀναρίθμητον πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ στρατιωτικοῦ συλλόγου διέφθειρεν, καὶ τοὺς μὲν προφανῶς | |
5 | ἔσφαξε, τοὺς δὲ νυκτὸς ἐσάκιζεν. ὅθεν τοσοῦτον δέος κατεῖχε τὴν πόλιν, ὡς καί τινας αὐτομολῆσαι πρὸς βαρβάρους. καὶ μέντοι καὶ Χερσωνίτας μνησικακῶν ἀπὸ τῆς ἐξορίας αὐτοῦ στόλον ἐξώ‐ πλισε κατ’ αὐτῶν καὶ ἀπέστειλεν. οἱ δὲ τὸν μὲν Ἰουστινιανὸν καθύβρισαν, τὸν δὲ ἐκεῖ ἐξόριστον ὑπὸ Ἀψιμάρου δι’ ὑπόνοιαν | |
10 | βασιλείας Φιλιππικὸν υἱὸν Νικηφόρου τοῦ πατρικίου βασιλέα θᾶττον ἀνηγόρευσαν. ὅπερ γνοὺς ὁ τύραννος Ἰουστινιανὸς καὶ ἐπὶ πλεῖστον θυμωθεὶς ἅμα καὶ φοβηθεὶς ἀνῆλθε μέχρι Σινώπης ἀκριβέστερον περὶ τούτου μαθησόμενος. τοῦ δὲ Φιλιππικοῦ τὴν πόλιν σὺν τῷ στόλῳ καταλαβόντος, Ἰουστινιανὸς πρὸς τὸν | |
15 | Δαματρὺν ἀπέδρα καταλειφθεὶς ὑπὸ πάντων. ὃν αὐτίκα Φιλιπ‐ πικὸς χειρωσάμενος αἰσχρῶς ἀνεῖλεν. 42. Ὅτι Φιλιππικοῦ βασιλεύσαντος ἔτη βʹ, εἰσελθόντες ἀπὸ τῆς Θρᾴκης ἐπίβουλοί τινες ἐξ ἐπιτροπῆς Θεοδώρου καὶ Γεωργίου τῶν πατρικίων ἐκτυφλοῦσιν αὐτὸν ἐν τῷ παλατίῳ μερενδίζοντα. | |
20 | 43. Ὅτι ἐπὶ τῆς Εἰρήνης τῆς μητρὸς Κωνσταντίνου νεωτερισταί τινες φρουρουμένων τῶν υἱῶν τοῦ θεομάχου καὶ κοπρωνύμου ἐν τῷ παλατίῳ τῶν Θεραπείας, Κωνσταντίνου καὶ Νικηφόρου, πείθουσι προσφυγεῖν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ λόγον ἀπαθείας αἰτῆσαι. καὶ τῇ προφάσει ταύτῃ ὡς βασιλεῖς αὐτοὺς εὐφημήσαντες καὶ λαὸν | |
25 | πολὺν συγκινήσαντες, ἐξάγει τούτους Εἰρήνη τῆς ἐκκλησίας καὶ μηδενὸς αὐτοῖς προσχόντος ἐξώρισεν εἰς Ἀθήνας. οὓς δὴ κἀκεῖσέ τινες ἀναγορεῦσαι βουληθέντες, ἐξετύφλωσε καὶ τὸ πονηρὸν τοῦ θεοστυγοῦς ἐξέκοψε σπέρμα τοῦ μηκέτι βασιλεύειν καὶ τυραννεῖν καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ διώκειν. εἶτα πρὸς τὸ παλάτιον | |
30 | ἀπελθούσης αὐτῆς τῶν Ἐλευθερίου, Νικηφόρος ὁ πατρίκιος καὶ γενικὸς λογοθέτης ἔρχεται σὺν τοῖς ὁμόφροσιν αὐτοῦ νυκτὸς εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου, καὶ ὡς δῆθεν παρὰ τῆς βασιλίσ‐ σης πεμφθεὶς εἰσέρχεται μετὰ λαμπάδων καὶ ὅπλων εἰς τὸ παλά‐ τιον, κἀκεῖθεν εὐθὺς ἀποστείλας καθ’ ὅλην τὴν πόλιν, ἐξευφήμησαν | |
35 | αὐτὸν βασιλέα. πρωΐας δὲ γενομένης, ἡ μὲν ἐν τῷ παλατίῳ κατε‐ κλείσθη, ὁ δὲ βασιλεὺς ἐπὶ πάντων ἀνηγορεύθη παρὰ Ταρασίου | |
πατριάρχου. | 187 | |
188 | 44. Ὅτι ἐπὶ Νικηφόρου τοῦ βασιλέως Βαρδάνης πατρίκιος καὶ στρατηλάτης τῶν ἀνατολικῶν, τὸ ἐπίκλην Τοῦρκος, ἀνηγορεύθη βασιλεὺς παρὰ τῶν περατικῶν θεμάτων. ὅς γε πολλὰ τοῦτο παραιτησάμενος καὶ διαδράσαι μὴ ἰσχύσας, ἀλλὰ βίᾳ κατελθὼν | |
5 | ἐν Χρυσοπόλει καὶ περιπολήσας ἡμέρας νʹ καὶ μὴ δεχθεὶς ὑπὸ τῆς πόλεως ὑπέστρεψε πρὸς τὰ Μαλάγηνα. καὶ δὴ φοβηθεὶς τὸν θεὸν καὶ λογισάμενος μήπως δι’ αὐτοῦ γένηται σφαγὴ χρι‐ στιανῶν, λαβὼν παρὰ Νικηφόρου λόγον ἀπαθείας ἀπῆλθε λάθρα τοῦ λαοῦ πρὸς τὴν μονὴν Ἡρακλείου καὶ παραχρῆμα γέγονε | |
10 | μοναχός. ἐρχομένου δὲ αὐτοῦ διὰ τοῦ σταλέντος βασιλικοῦ πλοίου ἐν τῇ Πρώτῃ νήσῳ εἰς τὸ μοναστήριον αὐτοῦ, ὃ ἦν αὐτὸς προκατασκευάσας, Λυκάονές τινες ἄνδρες ἢ μᾶλλον εἰπεῖν λυκάν‐ θρωποι ἐκτυφλοῦσιν αὐτὸν παρὰ γνώμην τοῦ βασιλέως. διὸ καὶ λύπῃ πολλῇ συσχεθεὶς πάντας μεθ’ ὅρκων ἐπληροφόρει | |
15 | ἀναίτιον αὐτὸν εἶναι τοῦ τοιούτου τολμήματος. τεκμήριον δ’ ἐπὶ τοῖς λεγομένοις· καὶ γὰρ οὐδὲ φαίνεται χριστιανόν ποτε φονεύσας ἢ μέλος αὐτοῦ παντάπασιν ἀκρωτηριάσας, εὐσεβὴς ὑπάρχων καὶ χριστιανόφιλος. 45. Ὅτι Κωνσταντῖνον τὸν τῆς Εἰρήνης υἱὸν ὑποστρέψαντα | |
20 | ἐκ τῆς ὁδοιπορίας τῆς πρὸς τὰς Πύλας καὶ ἐλθόντα εἰς τὸ πα‐ λάτιον, τῆς μητρὸς αὐτοῦ μὴ παρούσης, ἐκτυφλοῦσιν αὐτόν, ἐκεί‐ νης ἀγνοούσης. καὶ μετὰ μικρὸν χρόνον ἐτελεύτησεν. 46. Ὅτι Σταυράκιος ὁ υἱὸς Νικηφόρου τοῦ σφαγέντος εἰς Βουλγαρίαν ἐν τῷ παλατίῳ κείμενος διὰ τὴν πληγὴν τοῦ μηροῦ | |
25 | καὶ ἀνορθοῦσθαι μὴ δυνάμενος ἀπρόϊτος ἦν καὶ ἀφανὴς τοῖς ἔξω τοῦ παλατίου. κἀντεῦθεν Μιχαὴλ ὁ γαμβρὸς αὐτοῦ καὶ κοροπα‐ λάτης ἐξαίφνης ἀναγορεύεται βασιλεὺς ἐν τῷ ἱππικῷ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμάτων, ὡς ἤδη ἀπεγνωσμένου τοῦ Σταυ‐ ρακίου διὰ τὴν χρόνιον ἀρρωστίαν. ὅπερ μαθὼν Σταυράκιος καὶ | |
30 | τὸ μοναδικὸν αὐτίκα σχῆμα σὺν τῇ γυναικὶ αὐτοῦ Θεοφανῷ περι‐ θέμενος εἰς τὰ Βρακὰ λεγόμενον μοναστήριον ἐτελεύτησεν. 47. Ὅτι Λέων ὁ Ἀρμένιος κατὰ τῆς ἐκκλησίας λυττήσας καὶ τὰς σεβασμίους καὶ ἁγίας εἰκόνας καθυβρίσας καὶ μυρία κακὰ ἐνδεικνύμενος καὶ ὑποπτεύων τισί, καὶ ὧν μὲν τοὺς ὀφθαλμοὺς | |
35 | ἐξορύττων, ἑτέρους δὲ δεσμίους κατέχων μεθ’ ἡμέρας τινὰς δει‐ | |
νῶς ἀνῄρει. ἐξ ὧν ὑπῆρχε Μιχαὴλ ὁ τὴν τοῦ ἐκσκουβίτου τάγ‐ | 188 | |
189 | ματος ἀρχὴν διέπων. ὃν εἱρκτῇ καὶ πέδαις εἶχε τηρούμενον τὴν γενέθλιον τοῦ σωτῆρος ἡμέραν ἐκδεχόμενος διελθεῖν καὶ οὕτως αὐτὸν διαχειρίσασθαι. ἀλλά γε θείᾳ ψήφῳ καὶ δορυφόρων ξίφει κρεουρ‐ γηθεὶς αὐτὸς ἐνδίκως μέσον τοῦ θείου ναοῦ τὴν πολλοὺς ἁγίους | |
5 | ναοὺς καὶ ψυχὰς καὶ σώματα λίαν ἀτιμάσασαν ψυχὴν ἀπορρήξας, εὐθὺς ἐπικοσμεῖται τῷ τῆς βασιλείας ὁ δεσμώτης διαδήματι, ὃς ἐν ἐλπίσιν ὢν τῆς ζωῆς τὴν στέρησιν ὑπομεῖναι στεφηφόρος ἀντὶ δεσμοφόρου καθίσταται. οὕτως οὖν καταστρέφει τὸν βέβηλον αὐτοῦ καὶ βαρβαρώδη βίον καὶ τὴν ἀνόσιον καὶ παμπόνηρον ψυχὴν | |
10 | ἀπορρήγνυσιν ἐν τῷ παλατίῳ, ἐν ᾧ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβα‐ σιλευκότων ἀνῄρηται, γενόμενος πολυστόμου μαχαίρας ἔργον πι‐ κρὸν καὶ ὀλέθριον τῆς αἰσχίστης καὶ βδελυρᾶς ζωῆς δέχεται τὴν περαίωσιν, καὶ δίκην τῶν τετολμημένων εἰσπράττεται παράδοξον καὶ ἐξαίσιον ἐν τόποις, οὓς καὶ ζῶν ὁ ἐξάγιστος καὶ τρισάθλιος | |
15 | κακῶς ἐβεβήλωσε, καὶ σφαγιαζόμενος αἰσχρῶς τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων ὁ πολλῶν αἱμάτων χριστιανῶν ἐμφορηθεὶς ἔχρα‐ νεν. μετὰ δὴ ταῦτα ῥακίοις εὐτελέσι καὶ τραχέσι περιβληθὲν καὶ ἀκατίῳ μικρῷ ἐμβάλλεται τὸ παμμίαρον καὶ ἀκάθαρτον αὐτοῦ σῶμα 〈καὶ〉 κατὰ τὴν λεγομένην Πρώτην ἐκφέρεται νῆσον καὶ | |
20 | κατορύττεται, οὐκ οἶδ’ ἀνθ’ ὅτου ταύτην κατακριθεῖσαν τὴν συμ‐ φορὰν τοσοῦτον κακὸν ὑποδέξασθαι. 48. Ὅτι Θωμᾶς ὁ ἀντάρτης ἐπὶ τούτου τοῦ Μιχαὴλ ἐφάνη ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικ‐ τον προσυλλεξάμενος καὶ ἐπισυρόμενος ἐπὶ τὸ Βυζάντιον ἐκίνησε | |
25 | τῆς βασιλείας πανούργως καὶ παρ’ ἀξίαν ἐφιέμενος. ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος δυσγενής τε καὶ ἀφανὴς πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο Κωνσταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰ‐ ρήνης τῆς βασιλίσσης· κἀντεῦθέν γέ τοι πολλοὺς τῶν βαρβάρων καὶ χριστιανῶν ἀπατήσας καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συνα‐ | |
30 | θροίσας ἐπῄει τῇ Κωνσταντίνου πόλει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ με‐ γάλῳ, καθάπερ τι θηρίον ἀλλόκοτον καὶ πολύμορφον καὶ πολυκέφαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν συναθροίσας καὶ ἀνειλημμένος· καὶ οἷά τις ἄλλος Σεναχειρὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ ἐξοπλισάμενος ἐμεγαλαύχει τῷ πλήθει τῶν ἑπομένων καὶ κατηλαζονεύετο. οἱ δὲ | |
35 | πολῖται σφοδρῶς καὶ γενναίως ἀντιπαραταττόμενοι τῇ ῥοπῇ καὶ | |
συμμαχίᾳ τοῦ κρείττονος τειχομαχοῦντες καὶ ναυμαχοῦντες καὶ | 189 | |
190 | πεζομαχοῦντες ἀνδρικῶς καὶ καρτερῶς ἅπαν αὐτῶν σχεδὸν τὸ φρύαγμα κατέλυσαν. τὰς γὰρ ναῦς πυρπολήσαντες καὶ τοὺς λο‐ γάδας τῶν πολεμίων τροπωσάμενοι, σκοτοδινία πολλὴ καὶ ἀμη‐ χανία περιέσχε τὸν εὐρίπιστον, καὶ τὰς ἑλεπόλεις πάσας κατέφ‐ | |
5 | θειραν. Ἐπεὶ οὖν ἀποκαμὼν ὁ τάλας καὶ πεπλανημένος ἀνόνητα πο‐ λεμῶν καὶ τῶν πραγμάτων αὐτῷ κατόπιν προδήλως φερομένων ἡμέρᾳ καὶ ἡμέρᾳ, καὶ πρὸς τούτοις μαθών, ὡς ὁ βασιλεὺς Μιχαὴλ τοὺς Βουλγάρους εἰς συμμαχίαν κατ’ αὐτοῦ προσεκαλέσατο, παρα‐ | |
10 | χρῆμα τὴν πόλιν ἐάσας κατ’ αὐτῶν ᾤχετο. οὓς δὴ μαχεσάμενος καὶ πολλοὺς αὐτῶν διαφθείρας εἰς Ἀρκαδιούπολιν ἑαυτὸν ἀσφα‐ λίζεται δῆθεν τὴν κατ’ αὐτοῦ πρόσβασιν καὶ ἐλάττωσιν ὑφορώ‐ μενος. ὅθεν οἱ περὶ αὐτὸν αἰσθόμενοι σαφέστερον τήν τε δεινὴν οἰκείαν ἀπάτην καὶ τῆς κενῆς ἐλπίδος ἀποτυχίαν καὶ τὴν ἐκείνου | |
15 | πλησιάζουσαν πανωλεθρίαν ἤρξαντο κατὰ μικρὸν ὑποχωρεῖν καὶ ὑπορρέειν καὶ καταλιμπάνειν αὐτὸν ὡς μάταιον καὶ λαοπλάνον. ὁ δὲ Μιχαὴλ ταῦτα μεμαθηκὼς αὐτίκα τῆς πόλεως ὑπεξελθὼν μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε, καὶ δὴ περικαθί‐ σας βραχύν τινα καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενος, οὗ καὶ | |
20 | τὸν τράχηλον κατὰ τὴν ἀρχαίαν συνήθειαν πεπατηκὼς καὶ ἀκρω‐ τηριάσας αὐτοῦ χεῖρας καὶ πόδας καὶ οὕτως ἀνασκολοπίσας κατέ‐ παυσε τὸν ἐν τρισὶν ἔτεσι δι’ αὐτοῦ κατάρξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ δύσοιστον ἐμφύλιον πόλεμον. Τέλος τῆς χρονικῆς ἱστορίας Γεωργίου μοναχοῦ. | |
25 | Περὶ ἐπιβουλῆς. | |
26t | Περὶ ἐπιβουλῶν κατὰ βασιλέων γεγονυιῶν. | |
27t | Ε. Ἐκ τῆς ἱστορίας Διοδώρου Σικελιώτου. | |
28 | 1. Ὅτι, ἀνακάμψαντος εἰς τὴν Αἴγυπτον τοῦ Σεσοώσιος καὶ διατρίψαντος περὶ τὸ Πηλούσιον, ἑστιῶν αὐτὸν ὁ ἀδελφὸς μετὰ | |
30 | τῆς γυναικὸς καὶ τῶν τέκνων ἐπιβουλὴν συνεστήσατο. ἀναπαυο‐ | |
μένων γὰρ αὐτῶν ἀπὸ τῆς μέθης, ἔχων καλάμου ξηροῦ πλῆθος | 190 | |
191 | ἐκ χρόνου παρεσκευασμένον καὶ τοῦτο νυκτὸς τῇ σκηνῇ περιθεὶς ἐνέπρησεν. ἄφνω δὲ τοῦ πυρὸς ἐκλάμψαντος, οἱ μὲν ἐπὶ τῆς θεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήθουν ἀγεννῶς ὡς ἂν οἰνωμένοι, ὁ δὲ Σεσόωσις ἀμφοτέρας τὰς χεῖρας ἀνατείνας καὶ | |
5 | ὑπὲρ τῆς σωτηρίας τῶν παίδων καὶ τῆς γυναικὸς εὐξάμενος διεξ‐ έπεσε διὰ τῆς φλογός. σωθεὶς δὲ παραδόξως τούς τε ἄλλους θεοὺς ἐτίμησεν ἀναθήμασιν. 2. Ὅτι ἀρξάντων τῆς Αἰγύπτου ιεʹ ἔτη συνέβη τὴν βασιλείαν περιστῆναι εἰς ἕνα. Ψαμμίτιχος γὰρ εἷς τῶν ιβʹ τῶν παρὰ θά‐ | |
10 | λατταν μερῶν κυριεύων Φοίνιξι καὶ Ἕλλησι τοῖς ἐμπόροις παρ‐ εῖχε καὶ ἐλάμβανεν, καὶ εὐπορίαν εἶχε μεγάλην καὶ φιλίαν πρὸς ἔθνη καὶ δυνάστας. διὰ δὲ ταῦτά 〈φασι〉 φθονήσαντας αὐτῷ τοὺς ἄλλους βασιλεῖς πόλεμον ἐξενεγκεῖν. ἔνιοι δὲ μυθολογοῦσιν χρησμὸν γενέσθαι, ὃς ἂν αὐτῶν πρῶτος ἐκ χαλκῆς φιάλης ἐν | |
15 | Μέμφει σπείσῃ τῷ θεῷ, κρατήσειν αὐτὸν πάσης Αἰγύπτου, τὸν δὲ Ψαμμίτιχον, ἐξενέγκαντος ἐκ τοῦ ἱεροῦ τῶν ἱερέων τινὸς φιά‐ λας ιβʹ χρυσᾶς, περιελόμενον τὴν περικεφαλαίαν σπεῖσαι. ὑπει‐ δομένους οὖν τοὺς συνάρχοντας τὸ πραχθὲν ἀποκτεῖναι μὲν αὐτὸν μὴ βουληθῆναι, φυγαδεῦσαι δὲ καὶ προστάξαι διατρίβειν ἐν τοῖς | |
20 | ἕλεσι τοῖς παρὰ θάλατταν. καὶ γενομένης τῆς διαφορᾶς ἐκ τῆς Καρίας ὁ Ψαμμίτιχος μισθοφόρους μεταπεμψάμενος ἐνίκησεν. 3. Ὅτι τοὺς μισθοφόρους ὁ Ψαμμίτιχος τῶν ἐγχωρίων προ‐ τιμῶν ὡς δι’ αὐτῶν νενικηκώς, καὶ τοὺς μὲν μισθοφόρους εἰς τὰ δεξιὰ τάττοντος, τοὺς δὲ ἐγχωρίους κατὰ τὸ εὐώνυμον, οἱ Αἰγύπ‐ | |
25 | τιοι παροξυνθέντες καὶ γενόμενοι πλῆθος πλείους τῶν κʹ μυριά‐ δων ἀπέστησαν καὶ προῆγον ἐπ’ Αἰθιοπίας κεκρικότες ἰδίαν χώ‐ ραν ἑαυτοῖς κατακτᾶσθαι. 4. Ὅτι Ἀπρίης δύναμιν πέμψας ἐπὶ Κυρήνην καὶ Βάρκην καὶ τὸ πλεῖον αὐτῆς ἀποβαλὼν ἀλλοτρίους ἔσχε τοὺς διασωθέντας. | |
30 | ὑπολαβόντες γὰρ αὐτὸν ἐπ’ ἀπωλείᾳ συστήσασθαι τὴν στρατείαν ἀπέστησαν. ἀποσταλεὶς δὲ πρὸς τούτους ὑπὸ τοῦ βασιλέως Ἄμασις ἀνὴρ ἐπιφανὴς τῶν ῥηθέντων πρὸς ὁμόνοιαν ἠμέλησεν, τοὐναντίον δὲ ἐκείνους προτρεψάμενος εἰς ἀλλοτριότητα συναπ‐ | |
έστη καὶ βασιλεὺς αὐτὸς ᾑρέθη. | 191 | |
192 | 5. Ὅτι Σεμίραμις ὑπὸ Νινύου τοῦ υἱοῦ δι’ εὐνούχου τινὸς ἐπιβουλευθεῖσα καὶ τὸ παρ’ Ἄμμωνι λόγιον ἀνανεωσαμένη τὸν ἐπιβουλεύσαντα κακὸν οὐδὲν εἰργάσατο. 6. Ὅτι Βέλεσυς ὁ τῶν Βαβυλωνίων ἱερεὺς ἀστρολόγος ὢν | |
5 | προεῖπεν Ἀρβάκῃ ὅτι πάντως δεῖ αὐτὸν βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος. ὁ δὲ Ἀρβάκης ἐπαινέσας τὸν ἄνδρα τούτῳ μὲν ἐπηγγείλατο δώσειν σατραπείαν τῆς Βαβυλωνίας, τῆς πράξεως ἐπὶ τέλος ἐλθούσης, αὐτὸς δὲ καθαπερεί τινος θεοῦ φωνῇ μετεωρισθεὶς τοῖς τε ἡγεμόσι τῶν ἄλλων ἐθνῶν συνίστατο | |
10 | καὶ πρὸς τὰς ἑστιάσεις καὶ κοινὰς ὁμιλίας ἐκτενῶς πάντας παρε‐ λάμβανεν, φιλίαν ἐγκατασκευάζων πρὸς ἕκαστον. ἐφιλοτιμήθη δὲ καὶ τὸν βασιλέα κατ’ ὄψιν ἰδεῖν καὶ τὸν ὅλον τούτου βίον κατα‐ σκέψασθαι. διόπερ δούς τινι τῶν εὐνούχων χρυσῆν φιάλην εἰσή‐ χθη πρὸς τὸν Σαρδανάπαλλον, καὶ τήν τε τρυφὴν αὐτοῦ καὶ τὸν | |
15 | γυναικώδη τῶν ἐπιτηδευμάτων ζῆλον ἀκριβῶς κατανοήσας κατε‐ φρόνησε μὲν τοῦ βασιλέως ὡς οὐδενὸς ἀξίου, προήχθη δὲ πολὺ μᾶλλον ἀντέχεσθαι τῶν δοθεισῶν ἐλπίδων ὑπὸ τοῦ Χαλδαίου. τέλος δὲ συνωμοσίαν ἐποιήσατο πρὸς τὸν Βέλεσυν, ὥστε αὐτὸν μὲν Μήδους ἀποστῆσαι καὶ Πέρσας, ἐκεῖνον δὲ πεῖσαι Βαβυλω‐ | |
20 | νίους κοινωνῆσαι τῆς πράξεως καὶ τὸν τῶν βαρβάρων ἡγεμόνα φίλον ὄντα προσλαβέσθαι πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν. ὡς δὲ ὁ ἐνιαύσιος τῆς στρατείας διεληλύθει χρόνος, διαδοχῆς δ’ ἑτέρας ἐλθούσης ἀπελύθησαν οἱ πρότεροι κατὰ τὸ ἔθος εἰς τὰς πατρί‐ δας, ἐνταῦθα ὁ Ἀρβάκης ἔπεισε τοὺς μὲν Μήδους ἐπιθέσθαι τῇ | |
25 | βασιλείᾳ, Πέρσας δὲ ἐπ’ ἐλευθερίᾳ κοινωνῆσαι τῆς ἡγεμονίας. παραπλησίως δὲ καὶ ὁ Βέλεσυς τούς τε Βαβυλωνίους ἔπεισεν ἀντέχεσθαι τῆς ἐλευθερίας καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρε‐ στήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων ὄντα φίλον αὐτοῦ καὶ ξένον μετασχεῖν τῆς ἐπιθέσεως. τοῦ δ’ ἐνιαυσιαίου χρόνου διελθόντος, | |
30 | πάντες οὗτοι πλῆθος στρατιωτῶν συναγαγόντες ἧκον πανδημεὶ πρὸς τὴν Νίνον, τῷ μὲν λόγῳ διαδοχὴν ἄγοντες, ὡς ἦν σύνηθες, | |
τῇ δὲ ἀληθείᾳ καταλύσοντες τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. ἀθροι‐ | 192 | |
193 | σθέντων οὖν τῶν προειρημένων δʹ ἐθνῶν εἰς ἕνα τόπον, ὁ σύμ‐ πας αὐτῶν ἀριθμὸς ὑπῆρχε εἰς μʹ μυριάδας καὶ συνελθόντες ἐβου‐ λεύοντο περὶ τοῦ συμφέροντος. 7. Ὅτι Παρσώδην τὸν Πέρσην, θαυμαζόμενον ἐπ’ ἀνδρείᾳ | |
5 | καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς, φίλον τε ὑπάρξαι τῷ βα‐ σιλεῖ καὶ μέγιστον ἰσχῦσαι τῶν μετεχόντων τοῦ βασιλικοῦ συνε‐ δρίου. τοῦτον δ’ ὑπὸ τοῦ βασιλέως ἔν τινι κρίσει λυπηθέντα φυγεῖν μετὰ πεζῶν ͵γ ἱππέων δὲ ͵α εἰς Καδουσίους, γενόμενον δὲ ἀποστάτην αἱρεθῆναι στρατηγὸν διὰ τὴν ἀνδρείαν. πυνθανόμενον | |
10 | δὲ ἀθροιζομένην ἐπ’ αὐτὸν μεγάλην δύναμιν καθοπλίσαι τοὺς Καδουσίους πανδημεὶ καὶ καταστρατοπεδεῦσαι πρὸς ταῖς εἰς τὴν χώραν ἐκβολαῖς ἔχοντα τοὺς σύμπαντας οὐκ ἐλάττους κʹ μυριά‐ δων. τοῦ δὲ βασιλέως Ἀρταίου στρατεύοντος ἐπ’ αὐτὸν μυριάσι πʹ κρατῆσαι καὶ πλείους μὲν τῶν πεντακισμυρίων ἀνελεῖν, τὴν δὲ | |
15 | ἄλλην δύναμιν ἐκβαλεῖν ἐκ τῆς Καδουσίων χώρας. διὸ θαυμαζό‐ μενον αἱρεθῆναι βασιλέα· μεγάλης δὲ δόξης τυχόντα καὶ γήρᾳ μέλλοντα καταστρέφειν τὸν βίον ἀρὰν θέσθαι παραιτησάμενον τὸν διαδεξάμενον τὴν ἀρχήν, ὅπως μηδέποτε διαλύσωνται τὴν ἔχθραν Καδούσιοι πρὸς Μήδους· εἰ δὲ σύνθοιντο ὁμολογίας, | |
20 | ἐξώλεις γενέσθαι τούς τε ἀπὸ τοῦ γένους αὐτοῦ καὶ Καδουσίους. 8. Ὅτι Σακῶν ἐβασίλευσε γυνὴ τόλμῃ τε καὶ πράξει πολὺ δια‐ φέρουσα τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαρίνα. καθόλου μὲν οὖν τὸ ἔθνος τοῦτο γυναῖκας ἀλκίμους ἔχει κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῷ τε κάλλει | |
25 | γενέσθαι πασῶν εὐπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυμαστήν. τῶν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πό‐ λεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον | |
30 | τῶν ὁμοεθνῶν ποιῆσαι. 9. Ὅτι Ἀστιβάρα τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάδαν τὸν υἱὸν διαδέξασθαι τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον. τούτου δ’ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος, μεταπεσεῖν τὴν βασιλείαν | |
35 | εἰς Πέρσας. | 193 |
194 | 10. Ὅτι οἱ Σκύθαι τὸν ὅμορον χῶρον οἰκοῦντες τῆς Ἰνδικῆς ἐξ ἀρχῆς μὲν ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατ’ ὀλίγον αὐξη‐ θέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δὲ ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον. | |
5 | καὶ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκα‐ σον, τῆς δὲ πεδινῆς 〈τὰ〉 παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην ἕως Τανάιδος ποταμοῦ. 11. Ὅτι μυθολογοῦσι Σκύθαι παρ’ αὐτοῖς γεγενῆσθαι γηγενῆ παρθένον· ταύτην δ’ ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι | |
10 | τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης. ταύτῃ δὲ Δία μι‐ γέντα γεννῆσαι παῖδα Σκύθην ὄνομα. τοῦτον δὲ γενόμενον ἐπι‐ φανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφ’ ἑαυτοῦ Σκύθας προσ‐ αγορεῦσαι. 12. Ὅτι ἐν τῇ νήσῳ τῇ κατὰ τὸν ὠκεανὸν ἑκάστου συστήμα‐ | |
15 | τος ὁ πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καθάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείθονται. ὅταν δὲ ὁ πρῶτος τελέσας τὰ ρʹ καὶ νʹ ἔτη κατὰ νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, ὁ μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν. 13. Ὅτι οἱ ἐν τῇ νήσῳ τῇ κατὰ τὸν ὠκεανὸν ἄνθρωποι ἐσθῆτας | |
20 | κατασκευάζουσιν ἔκ τινων καλάμων ἐχόντων ἐπὶ τῷ μέσῳ χνοῦν λαμπρὸν καὶ μαλακόν, ὃν συνάγοντες καὶ τοῖς θαλαττίοις ὀστρέ‐ οις συγκεκολλημένως μίσγοντες θαυμαστὰ κατασκευάζουσιν ἱμάτια. 14. Ὅτι ὡρισμένη ἐστὶν παρ’ αὐτοῖς καὶ ἡ δίαιτα. διατετάχθαι γὰρ ἡμέρας, ἐν αἷς ποτὲ μὲν ἰχθύων βρῶσιν χρῆσθαι, ποτὲ δ’ ὀρνέ‐ | |
25 | ων, ἔστι δ’ ὅτε χερσαίων, ἐνίοτε ἐλαιῶν καὶ λιτοτάτων προσοψη‐ μάτων, ἐναλλὰξ δὲ αὐτοὺς 〈τοὺσ〉 μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσθαι, τοὺς δὲ ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων. ἐν ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις | |
30 | λέγεσθαι καὶ ᾄδεσθαι παρ’ αὐτοῖς εἰς τοὺς θεοὺς ὕμνους καὶ ἐγ‐ κώμια, μάλιστα δὲ εἰς τὸν Ἥλιον. | |
15. Ὅτι θάπτουσι τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται | 194 | |
195 | καταχωννύντες εἰς τὴν ἄμμον, ὥστε κατὰ τὴν πλημμυρίδα τὸν τό‐ πον ἐπικλύζεσθαι. 16. Ὅτι Ἑκάτη τὸν ἴδιον πατέρα Πέρσην φαρμάκῳ διέφθειρεν καὶ τὴν βασιλείαν διεδέξατο. | |
5 | 17. Ὅτι Κίρκη τὸν ἴδιον ἄνδρα τὸν βασιλέα Σαρματῶν, οὓς ἔνιοι Σκύθας φασίν, φαρμάκοις ἀνεῖλεν καὶ τὴν βασιλείαν δι‐ εδέξατο. 18. Ὅτι Πελίου τοὺς τοῦ Ἰάσονος ἄρδην ἅπαντας ἀποκτεί‐ ναντος, καὶ ἀνακομισθέντων τῶν Ἀργοναυτῶν, ἡ Μήδεια βουλεύ‐ | |
10 | εται κατὰ Πελίου τὸν τρόπον τοῦτον. ἐκόμιζε γὰρ μεθ’ ἑαυτῆς πολλὰς καὶ παραδόξους δυνάμεις φαρμάκων εὑρημένας ὑπὸ τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίκρης· καὶ ταύταις μηδέποτε χρήσασθαι πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ ῥᾳδίως ἀμύνασθαι τοὺς ἀξίους τιμωρίας. προειποῦσαν δὲ τοῖς ἀριστεῦσι τὰ κατὰ | |
15 | μέρος τῆς ἐπιθέσεως, ἐκ τῶν βασιλείων αὐτοῖς ἐπαγγείλασθαι σημανεῖν τῆς μὲν ἡμέρας καπνῷ, τῆς δὲ νυκτὸς πυρί, πρὸς τὴν ὑπερκειμένην τῆς θαλάττης σκοπήν. αὐτὴν δὲ κατασκευάσασαν Ἀρτέμιδος εἴδωλον κοῖλον, εἰς τοῦτο παντοδαπὰς φύσεις φαρμά‐ κων ἀποκρύψαι, ἑαυτῆς δὲ τὰς μὲν τρίχας δυνάμεσί τισι χρίσασαν | |
20 | ποιῆσαι πολιάς, τὸ δὲ πρόσωπον καὶ τὸ σῶμα ῥυτίδων πλῆρες, ὥστε τοὺς ἰδόντας δοκεῖν εἶναί τινα πρεσβῦτιν· καὶ ἀναλαβοῦσαν τὸ εἴδω‐ λον διεσκευασμένον καταπληκτικῶς εἰς ὄχλων δεισιδαιμονίαν εἰς τὴν πόλιν εἰσβαλεῖν ἅμα ἡμέρᾳ. ἐνθεαζούσης δὲ αὐτῆς, καὶ τοῦ πλή‐ θους κατὰ τὰς ὁδοὺς συντρέχοντος, παραγγέλλειν πᾶσι δέχεσθαι | |
25 | τὸ εἴδωλον εὐσεβῶς· παρεῖναι γὰρ αὐτὸ ἐξ Ὑπερβορέων ἐπ’ ἀγαθῷ δαίμονι τῇ τε πόλει πάσῃ καὶ τῷ βασιλεῖ. πάντων δὲ προσκυ‐ νούντων καὶ τιμώντων εἰσβαλεῖν τὴν Μήδειαν εἰς τὰ βασίλεια, καὶ τὸν Πελίαν εἰς δεισιδαίμονα μανίαν ἐμβαλεῖν καὶ τὰς θυγατέρας αὐτοῦ διὰ τερατείας 〈εἰσ〉 κατάπληξιν ἀγαγεῖν. ἀπεφαίνετο γὰρ | |
30 | ἐπὶ δρακόντων ὀχουμένην δι’ ἀέρος τὴν Ἄρτεμιν ἐπιπετασθῆναι πολλὰ μέρη τῆς οἰκουμένης καὶ πρὸς καθίδρυσιν αὑτῆς καὶ τιμὰς αἰωνίους ἐκλελέχθαι τὸν εὐσεβέστατον ἁπάντων τῶν βασιλέων· προστεταχέναι δ’ αὐτῇ καὶ τὸ γῆρας ἀφελόντα τὸ Πελίου διά τι‐ νων δυνάμεων νέον παντελῶς ποιῆσαι τὸ σῶμα καὶ πολλὰ ἕτερα | |
35 | πρὸς μακάριον καὶ θεοφιλῆ βίον δωρήσασθαι. ἐκπληττομένου δὲ | 195 |
196 | τοῦ βασιλέως τὸ παράδοξον, ἐπαγγείλασθαι τὴν Μήδειαν παρα‐ χρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς πίστεις παρέξεσθαι. καὶ εἰ‐ ποῦσαν μίαν τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, φασὶν εἰς οἰκίσκον τινὰ συγκλείσασαν ἑαυτὴν καὶ νιψαμένην τὸ σῶμα | |
5 | ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις φανεῖσαν νέαν καὶ δόξαι θεοῦ προνοίᾳ μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα. ποιῆσαι δὲ αὐτὴν καὶ εἴδωλα φαντασθῆναι δρακόντων, ἐφ’ ὧν ἀποφαίνεσθαι τὸ εἴδωλον κομισθῆναι. τῶν δὲ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ πιστεύσαντος αὐτοῦ τοῦ | |
10 | βασιλέως, καὶ κατὰ μόνας ἐντυχεῖν τῷ βασιλεῖ καὶ εἰπεῖν ταῖς τοῦ βασιλέως θυγατράσι καὶ παρακαλέσαι συνεργεῖν καὶ συμπράττειν ἅπερ ἂν αὐταῖς προστάξῃ· προσήκειν γὰρ τὸ τοῦ βασιλέως σῶμα ταῖς τῶν τέκνων χερσὶ θεραπευθῆναι. τοῦ δὲ Πελίου ταῖς θυγα‐ τράσι διαρρήδην εἰπόντος πάντα πράττειν ὅσα ἂν ἡ Μήδεια | |
15 | προστάξῃ περὶ τὸ σῶμα τοῦ πατρός, καὶ τὰς παρθένους ἑτοίμους οὔσας τὸ κελευόμενον ποιεῖν, νυκτὸς ἐπιγενομένης, καὶ τοῦ Πελίου εἰς ὕπνον τραπέντος, λέγειν ὡς ἀναγκαῖον ἐν λέβητι καθεψῆσαι τὸ σῶμα τοῦ Πελίου. προσηνῶς δὲ τοῦτο δεξαμένων αὐτῶν, καὶ ἑτέραν πίστιν προσεπινοῆσαι τῶν ὑπ’ αὐτῆς λεγομένων. τρεφο‐ | |
20 | μένου γὰρ κριοῦ πολυετοῦς κατὰ τὴν οἰκίαν, ἐπαγγείλασθαι ταῖς κόραις τοῦτον πρότερον καθεψήσειν καὶ ποιήσειν ἀπ’ ἀρχῆς ἄρνα· καὶ διελοῦσαν τὸ σῶμα κατὰ μέλη τοῦ κριοῦ ἐψῆσαι καὶ διά τινων φαρμάκων παρακρουσαμένην ἐξελεῖν ἐκ τοῦ λέβητος ἀρνὸς εἴδωλον. καὶ πιστωθεισῶν, ὑπουργῆσαι τοῖς προστάγμασι. καὶ | |
25 | τῶν μὲν ἄλλων τὸν πατέρα τυπτουσῶν ἀποκτεῖναι, τὴν δὲ Ἄλκη‐ στιν ἀποσχέσθαι. τὴν δὲ Μήδειαν τοῦ συγκόπτειν ἢ ἑψεῖν τὸ σῶμα ἀποστῆναι, προσποιησαμένην δὲ δεῖν πρότερον εὐχὰς ποι‐ εῖσθαι τῇ Σελήνῃ τὰς παρθένους ἀναβιβάσαι μετὰ λαμπάδων ἐπὶ τὸ μετεωρότατον τέγος τῶν βασιλείων, αὐτὴν δὲ τῇ Κολχίδι δια‐ | |
30 | λέκτῳ κατευχήν τινα μακρὰν διερχοτένην ἐγχρονίζειν ἀναστροφὴν διδοῦσαν τοῖς μέλλουσι ποιεῖσθαι τὴν ἐπίθεσιν. τοὺς δὲ Ἀργο‐ ναύτας ἀπὸ τῆς σκοπῆς καταμαθόντας τὸ πῦρ καὶ νομίσαντας συντετελέσθαι τὴν ἀναίρεσιν τοῦ βασιλέως ὁρμῆσαι πρὸς τὴν πόλιν, παρεισελθόντας δὲ ἐντὸς τοῦ τείχους ἐσπασμένοις τοῖς ξίφησιν | |
35 | εἰς τὰ βασίλεια μετὰ τῶν φυλάκων τοὺς ἐναντιουμένος ἀνελεῖν. τὰς δὲ | |
θυγατέρας ἰδούσας τὸν Ἰάσονα καὶ τοὺς ἀριστεῖς περιαλγεῖς ἐπὶ τῇ | 196 | |
197 | συμφορᾷ γενέσθαι καὶ ὁρμῆσαι στερίσκειν αὑτὰς τοῦ ζῆν, τὸν δὲ Ἰάσονα κατελεήσαντα παρακατασχεῖν καὶ θαρρεῖν παρακαλέσαντα. καὶ ἔλαβε τὴν βασιλείαν τὴν πατρῴαν. 19. Ὅτι φόνον ἀκούσιον φεύγων ὁ Βελλεροφόντης ἦλθε πρὸς | |
5 | Προῖτον πατρικὸν ὄντα ξένον. τὴν δὲ Προίτου γυναῖκα διὰ τὸ κάλλος ἐρασθεῖσαν τοῦ Βελλεροφόντου καὶ μὴ δυναμένην πεῖσαι διαβαλεῖν αὐτὸν πρὸς τὸν ἄνδρα 〈ὡσ〉 βιασάμενον αὐτήν. τὸν δὲ Προῖτον ἀνελεῖν μὲν τὸν ξένον μὴ βουληθῆναι, ἀποστεῖλαι δὲ αὐ‐ τὸν εἰς Λυκίαν γράμματα φέροντα πρὸς Ἰοβάτην τὸν βασιλέα | |
10 | ὄντα πενθερόν· ὃν κομισάμενον τὴν ἐπιστολὴν εὑρεῖν ἐν αὐτῇ γεγραμμένον ὅπως ἀνέλῃ τὴν ταχίστην τὸν Βελλεροφόντην. ὁ δὲ μὴ βουλόμενος αὐτὸν ἀπολέσαι τῇ πυρπνόῳ Χιμαίρᾳ ἐκέλευσε συνάψαι μάχην. 20. Ὅτι Αἰγιάλεια ἡ τοῦ Διομήδους σύζυγος τελέως ἀπηλλο‐ | |
15 | τριώθη τῆς τοῦ συμβιοῦντος εὐνοίας. ἣν οὐ δικαίως τῷ συνοι‐ κοῦντι προσφερομένην διὰ τὸ μῖσος παρακαλέσαι τοὺς συγγενεῖς πρὸς τὴν κατ’ αὐτοῦ τιμωρίαν. τούτους δὲ προσλαβομένους Αἴ‐ γισθον προσφάτως κατεσχηκότα τὴν ἐν Μυκήναις βασιλείαν ἐπε‐ νεγκεῖν αὐτῷ θανάτου κρίσιν, κατηγοροῦντας ὅτι ξένου πατρὸς ὢν | |
20 | τοὺς μὲν εὐγενεῖς ἐκ τῆς πόλεως ἐκβαλεῖν βουλεύεται, τῶν δὲ συγγενῶν Αἰτωλῶν τινας κατοικίζειν. τῆς δὲ διαβολῆς πίστιν λαβούσης, φοβηθέντα τὸν Διομήδην φεύγειν ἐξ Ἄργους μετὰ τῶν βουλομένων. 21. Ὅτι μετὰ τὴν Αἰνείου τελευτὴν Σιλούιος ἐπεβουλεύθη | |
25 | ὑπὸ Ἀσκανίου νήπιος ὤν. τραφεὶς δὲ ἐν τοῖς ὄρεσιν ὑπό τινων βουκόλων Σιλούιος ὠνομάσθη, τῶν Λατίνων τὸ ὄρος σιλούαν ὀνο‐ μαζόντων. 22. Ὅτι Τήμενος τὴν Ἀργείαν λαχὼν ἐνέβαλε μετὰ τῆς στρα‐ τιᾶς εἰς τὴν τῶν πολεμίων χώραν. χρονίζοντος δὲ τοῦ πολέμου, | |
30 | τοὺς μὲν υἱοὺς οὐ προῆγεν ἐπὶ τὰς ἡγεμονίας, τὸν δὲ τῆς θυγατρὸς ἄνδρα Δηιφόντην διαφερόντως ἀποδεχόμενος ἔτασσεν ἐπὶ τὰς | |
ἐπιφανεστάτας πράξεις. ἐφ’ οἷς οἱ παῖδες αὐτοῦ διαγανακτοῦντες | 197 | |
198 | Κίσος καὶ Φάλκης καὶ Κερύνης ἐπιβουλὴν κατὰ τοῦ πατρὸς συνε‐ στήσαντο διά τινων κακούργων· οἳ πεισθέντες ὑπὸ τούτων ἐνή‐ δρευσαν τὸν Τήμενον παρά τινα ποταμόν, καὶ φονεῦσαι μὲν οὐκ ἠδυνήθησαν, κατατραυματίσαντες δὲ εἰς φυγὴν ὥρμησαν. | |
5 | 23. Ὅτι Ἀργεῖοι πολλὰ κακοπαθήσαντες ἐν τῷ πολέμῳ τῷ πρὸς Λακεδαιμονίους μετὰ τοῦ ἑαυτῶν βασιλέως, καὶ τοῖς Ἀρκάσι τὰς πατρίδας ἀποκαταστήσαντες, ἐμέμφοντο τὸν βασιλέα διὰ τὸ τὴν χώραν αὐτῶν ἀποδεδωκέναι τοῖς φυγάσιν, ἀλλὰ μὴ σφίσιν κατακληρουχῆσαι. συστάντος δὲ ἐπ’ αὐτὸν τοῦ δήμου καὶ τὰς | |
10 | χεῖρας ἀπονενοημένως προσφέροντος, ἔφυγεν εἰς Τέγεαν κἀκεῖ δι‐ ετέλεσε τιμώμενος ὑπὸ τῶν εὖ παθόντων. 24. Ὅτι Νεμέτωρ ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ στερηθεὶς τῆς βασι‐ λείας, ὃς Ἀμόλιος ἐκαλεῖτο, ἐβασίλευσε δὲ Ἀλβανῶν, τοὺς ἰδίους υἱοὺς παρ’ ἐλπίδας ἀναγνωρίσας Ῥέμον καὶ Ῥωμύλον ἐπεβούλευσε | |
15 | κατὰ τοῦ ἰδίου ἀδελφοῦ περὶ ἀναιρέσεως. ὃ καὶ γέγονεν· μετα‐ πεμψάμενοι γὰρ τοὺς νομεῖς ὥρμησαν ἐπὶ τὰ βασίλεια καὶ ἐντὸς τῶν θυρῶν εἰσεβιάσαντο καὶ 〈τοὺσ〉 ὑφισταμένους ἀνῄρουν, ὕστε‐ ρον δὲ καὶ αὐτὸν τὸν Ἀμόλιον. 25. Ὅτι Ὁστιλίου τοῦ ὑπάτου παραγενηθέντος ἐκ Ῥώμης εἰς | |
20 | Ἤπειρον, Θεόδοτος καὶ Φιλόστρατος οἱ μάλιστα περσίζοντες ἐπε‐ βάλοντο τῷ βασιλεῖ παραδοῦναι τὸν ὕπατον. μεταπεμπομένων δὲ αὐτῶν τὸν Περσέα κατὰ τάχος, ὁ μὲν Ὁστίλιος λαβὼν ὑποψίαν μετῆλθε νυκτός, ὁ δὲ Περσεὺς ὑστερηκὼς τῶν καιρῶν τῆς περὶ τὸν ὕπατον συλλήψεως ἀπέτυχεν. | |
25 | 26. Ὅτι τῶν φίλων Πτολεμαίου Διονύσιος ὁ καλούμενος Πετοσάρατις ἐπεχείρησεν ἐξιδιοποιεῖσθαι τὰ πράγματα· παρὸ καὶ τῇ βασιλείᾳ μεγάλους κινδύνους περιέστησεν. ἰσχύων γὰρ μάλιστα τῶν περὶ τὴν αὐλὴν καὶ πάντων Αἰγυπτίων προέχων ἐν τοῖς κατὰ πόλεμον κινδύνοις κατεφρόνησε τῶν βασιλέων ἀμφοτέρων διά τε | |
30 | τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν. προσποιηθεὶς δὲ ὑπὸ τοῦ πρεσβυ‐ τέρου παρακεκλῆσθαι πρὸς φόνον ἐμφύλιον διέδωκε λόγον εἰς τὰ πλήθη, φάσκων ἐπιβουλεύεσθαι τὸν νεώτερον Πτολεμαῖον ὑπὸ | |
τοῦ ἀδελφοῦ. συνδραμόντος δὲ τοῦ πλήθους εἰς τὸ στάδιον, καὶ | 198 | |
199 | πάντων παροξυνθέντων ἐπὶ τοσοῦτον ὥστε ἐπιχειρεῖν ἀνελεῖν μὲν τὸν πρεσβύτερον, ἐγχειρίσαι δὲ τῷ νεωτέρῳ τὴν βασιλείαν, ἀπαγ‐ γελθείσης δὲ τῆς ταραχῆς εἰς τὴν αὐλήν, ὁ βασιλεὺς μεταπεμψά‐ μενος τὸν ἀδελφὸν ἀπελογεῖτο μετὰ δακρύων, μὴ πιστεύειν τῷ | |
5 | τὴν βασιλείαν ἐπιχειροῦντι σφετερίσασθαι καὶ τῆς ἀμφοτέρων ἡλικίας καταπεφρονηκότι· εἰ δ’ ἔτι διστάζων τῇ διανοίᾳ φοβῆται, παραλαμβάνειν αὐτὸν ἐκέλευσε καὶ τὸ διάδημα καὶ τὴν ἀρχήν. ταχὺ δὲ τοῦ μειρακίου τὸν ἀδελφὸν ἀπολύοντος τῆς ὑποψίας, ἀμ‐ φότεροι βασιλικὰς ἀναλαβόντες στολὰς ἐξῆλθον εἰς τὸ πλῆθος, | |
10 | φανερὸν ποιοῦντες πᾶσιν ὡς ὁμονοοῦσιν. ὁ δὲ Διονύσιος ἀποτυ‐ χὼν τῆς ἐπιβολῆς ἐκποδῶν ἑαυτὸν ἐποίησε· καὶ τὸ μὲν πρῶτον διαπεμπόμενος ἔπειθε τῶν στρατιωτῶν τοὺς οἰκείους ἀποστάσεως κοινωνεῖν τῶν ἐλπίδων, εἶτα εἰς Ἐλευσὶν ἀναχωρήσας προσεδέχετο τοὺς νεωτερίζειν προαιρουμένους, καὶ τῶν ταραχωδῶν στρατιωτῶν | |
15 | ἀθροισθέντων εἰς τετρακισχιλίους. ὁ δὲ βασιλεὺς ἐπ’ αὐτοὺς στρατεύ‐ σας καὶ νικήσας, καὶ τοὺς μὲν ἀνελὼν τοὺς δὲ διώξας, συνηνάγκασε τὸν Διονύσιον γυμνὸν διανήξασθαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ καὶ τὴν ἀναχώρησιν εἰς τοὺς Αἰγυπτίους ποιησάμενον ἀνασείειν τὰ πλήθη πρὸς ἀπόστασιν. δραστικὸς δὲ ὢν καὶ μεγάλης ἀποδοχῆς τετευ‐ | |
20 | χὼς παρὰ τοῖς Αἰγυπτίοις ταχὺ πολλοὺς ἔσχε τοὺς κοινοπραγεῖν βουλομένους. 27. Ὅτι Ἀρτάξης ὁ τῆς Ἀρμενίας βασιλεὺς ἀποστὰς Ἀντιόχου πόλιν ἔκτισεν ἐπώνυμον ἑαυτοῦ καὶ δυνάμεις ἁδρὰς συνήγαγεν. ὁ δὲ Ἀντίοχος ἰσχύων κατ’ ἐκείνους τοὺς χρόνους ὡς οὐδεὶς τῶν | |
25 | ἄλλων βασιλέων ἐστράτευσεν ἐπ’ αὐτὸν καὶ νικήσας ἠνάγκασε ποι‐ εῖν τὸ προσταττόμενον. 28. Ὅτι πάλιν ἄλλη κίνησις συνέστη κατὰ τὴν Θηβαΐδα, ἐμ‐ πεσούσης ὁρμῆς τοῖς πλήθεσι πρὸς ἀπόστασιν. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἀναζεύξας ἐπ’ αὐτοὺς μετὰ πολλῆς δυνάμεως τὰ μὲν | |
30 | ἄλλα μέρη τῆς Θηβαΐδος ῥᾳδίως προσηγάγετο. καὶ τῆς καλουμέ‐ νης Πανῶν πόλεως βεβηκυίας ἐπί τινος ἀρχαίου χώματος καὶ δοκούσης ὀχυρᾶς εἶναι ἐκ δυσπροσίτου, συνέδραμον εἰς ταύτην οἱ πρακτικώτατοι τῶν ἀφεστηκότων. Πτολεμαῖος δὲ τήν τε ἀπόνοιαν | |
† ἐν Αἰγυπτίων καὶ τοῦ τόπου τὴν ὀχυρότητα, συνίστατο πολι‐ | 199 | |
200 | ορκίαν, καὶ πᾶσαν κακοπάθειαν ὑπομείνας ἐκράτησε τῆς πόλεως, καὶ κολάσας τοὺς αἰτίους ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. 29. Ὅτι μετὰ τὴν τοῦ Τιμοθέου ἀναίρεσιν τὰ πλήθη * καὶ τῷ βασιλεῖ δυσχεραίνοντες κατὰ τὴν Ἀλεξάνδρειαν ἐπὶ τοῖς τετολμη‐ | |
5 | μένοις κατὰ τἀδελφοῦ τήν τε θεραπείαν τὴν βασιλικὴν περιέσπα‐ σαν καὶ τὸν πρεσβύτερον Πτολεμαῖον ἐκ τῆς Κύπρου μετεπέμ‐ ποντο. 30. Ὅτι ὁ τῆς Κομμαγηνῆς ἐπιστάτης Πτολεμαῖος ἔτι μὲν καὶ πρότερον καταφρονήσας τῶν Συριακῶν βασιλέων ἀποστάτης | |
10 | ἐγένετο, καὶ διὰ τοὺς ἰδίους ἐκείνων περισπασμοὺς ἀδεῶς τῆς χώρας ἐδυνάστευσε, μάλιστα πιστεύων ταῖς τῶν τόπων ὀχυ‐ ρότησιν· καὶ οὐκ ἀρκούμενος τῇ πλεονεξίᾳ ταύτῃ, συναγαγὼν δύναμιν ἐνέβαλεν εἰς τὴν καλουμένην Μελιτηνὴν οὖσαν τῆς Καπ‐ παδοκίας καὶ τεταγμένην ὑπὸ Ἀριαράθην, καὶ τοὺς εὐθέτους προ‐ | |
15 | κατέλαβε τόπους. στρατεύσαντος δὲ ἐπ’ αὐτὸν μετὰ πολλῆς δυνά‐ μεως Ἀριαράθου, ἀνεχώρησεν εἰς τὴν ἰδίαν ἐπαρχίαν. 31. Ὅτι γνωσθείσης τῆς πρὸς Δημήτριον ἀλλοτριότητος τῶν Ῥωμαίων, συνέβη μὴ μόνον τοὺς ἄλλους βασιλεῖς καταφρονῆσαι τῆς αὐτοῦ βασιλείας, ἀλλὰ καί τινας τῶν ὑπ’ αὐτὸν τεταγμένων | |
20 | σατραπῶν· ὧν ἦν ἐπιφανέστατος Τίμαρχος. ἦν δὲ οὗτος τὸ μὲν γένος Μιλήσιος, Ἀντιόχου δὲ τοῦ προβεβασιλευκότος φίλος· ὃς πολλάκις εἰς τὴν Ῥώμην ἐξαπεσταλμένος πρεσβευτὴς πολλὰ κακὰ διειργάσατο τὴν σύγκλητον. χρημάτων γὰρ πλῆθος κομίζων ἐδω‐ ροδόκει τοὺς συγκλητικοὺς καὶ μάλιστα τοὺς τοῖς βίοις ἀσθενεῖς | |
25 | ὑπερβαλλόμενος ταῖς δόσεσιν ἐδελέαζεν. διὰ δὲ τοῦ τοιούτου τρό‐ που πολλοὺς ἐξιδιαζόμενος καὶ διδοὺς ὑποθέσεις ἀλλοτρίας τῆς Ῥωμαίων αἱρέσεως ἐλυμήνατο τὸ συνέδριον, συμπράττοντος Ἡρα‐ κλείδου τἀδελφοῦ, πάντων ὄντος εὐφυεστάτου πρὸς ταύτην τὴν χρείαν. τῷ δὲ αὐτῷ τρόπῳ κατὰ τὸν ἐνεστῶτα καιρὸν σατράπης | |
30 | Μηδίας κατήντησεν εἰς τὴν Ῥώμην, καὶ πολλὰ τοῦ Δημητρίου κατηγορήσας ἔπεισε τὴν σύγκλητον δόγμα περὶ αὐτοῦ θέσθαι τοι‐ οῦτον· Τιμάρχῳ ἕνεκεν † αὐτῶν βασιλέα εἶναι. ὁ δὲ ἐπαρθεὶς | |
τῷ δόγματι συνεστήσατο κατὰ τὴν Μηδίαν στρατόπεδον ἀξιό‐ | 200 | |
201 | λογον· ἐποιήσατο δὲ καὶ συμμαχίαν κατὰ Δημητρίου πρὸς Ἀρτα‐ ξίαν τὸν βασιλέα Ἀρμενίας· ἔτι δὲ τὰ πρόσχωρα τῶν ἐθνῶν κα‐ ταπληξάμενος διὰ τὸ βάρος τῆς δυνάμεως καὶ πολλοὺς ὑπηκόους ποιήσας ὥρμησεν ἐπὶ τὸ Ζεῦγμα, καὶ τέλος τῆς βασιλείας ἐγκρα‐ | |
5 | τῆς ἐγένετο. 32. Ὅτι Εὐμένης ὁ βασιλεὺς ἐπὶ τῇ κατὰ τὸν Ἀριαράθην ἐκ‐ πτώσει βαρυνόμενος, καὶ διὰ τῆς ἰδίας ἀφορμῆς σπεύδων ἀμύνα‐ σθαι τὸν Δημήτριον, μετεπέμψατο μειρακίσκον τινὰ τὴν ὁμοιότητα τῆς ὄψεως καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχοντα καθ’ ὑπερβολὴν Ἀντιόχῳ | |
10 | τῷ πρότερον βεβασιλευκότι τῆς Συρίας. διέτριβε δ’ οὗτος ἐν Σμύρνῃ διαβεβαιούμενος ἑαυτὸν Ἀντιόχου τοῦ βασιλέως υἱὸν εἶναι, καὶ παρὰ πολλοῖς πιστευόμενος διὰ τὴν ὁμοιότητα. ὡς δὲ παρε‐ γένετο εἰς Πέργαμον, ἐκόσμησεν αὐτὸν διαδήματι καὶ τῇ λοιπῇ προσηκούσῃ βασιλέως περικοπῇ, καὶ πρός τινα τῶν Κιλίκων | |
15 | ἔπεμψεν ὄνομα Ζηνοφάνην. αὐτὸς δὲ ἔκ τινος αἰτίας προσ‐ κόψας μὲν τῷ Δημητρίῳ, συνεπιληφθεὶς δὲ ἔν τισι στε‐ νοχωρουμένοις καιροῖς ὑπ’ Εὐμένους τοῦ τότε βασιλέως, κατὰ λόγον πρὸς ὃν μὲν ἀλλοτρίως διέκειτο, πρὸς ὃν δὲ φι‐ λανθρώπως. εἰς δὲ χωρίον τῆς Κιλικίας δεξάμενος τὸν μειρα‐ | |
20 | κίσκον διεδίδου λόγους εἰς τὴν Συρίαν, ὡς μέλλοντος ἐπὶ τὴν πατρῴαν ἀρχὴν κατιέναι τοῦ μειρακίσκου σὺν ἰδίῳ καιρῷ. οἱ δὲ κατὰ τὴν Συρίαν ὄχλοι ταῖς ἐπὶ τῶν προτέρων βασιλέων φιλαν‐ θρώποις ἐντεύξεσι βαρέως ἔφερον τοῦ Δημητρίου τὴν αὐστηρίαν καὶ τὸ τῶν ἐπιβολῶν δραστικόν. διόπερ οἰκεῖοι τῆς μεταβολῆς | |
25 | ὄντες μετέωροι ταῖς προσδοκωμέναις ἐλπίσιν ἦσαν, ὡς αὐτίκα μάλα μεταπεσουμένης τῆς ἐξουσίας εἰς ἕτερον ἐπιεικέστερον βασιλέα. 33. Ὅτι οἱ Ὀροφέρνου πρεσβευταὶ ἀπὸ Ῥώμης ἀνερχόμενοι καὶ κατὰ τὸν πλοῦν ἐπιβουλεύσαντες Ἀριαράθῃ περὶ Κόρκυραν αὐτοὶ προανῃρέθησαν ὑπὸ Ἀριαράθου. ὁμοίως δὲ καὶ περὶ Κό‐ | |
30 | ρινθον ἐπιβουλὴν κατ’ αὐτοῦ συστησαμένων τῶν τοῦ Ὀροφέρνου, καὶ ταύτην παραδόξως διεκφυγὼν διεσώθη πρὸς τὸν Ἄτταλον εἰς τὸ Πέργαμον. | |
34. Ὅτι τῷ Δημητρίῳ πάλιν ἐκ τῶν ὄχλων ἐπέστη περὶ τῆς | 201 | |
202 | βασιλείας κίνδυνος διὰ τὴν πρὸς αὐτὸν ἀλλοτριότητα. τῶν γὰρ μισθοφόρων τις Ἀνδρίσκος ὄνομα, τὴν δὲ ὄψιν καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχων Φιλίππῳ τῷ Περσέως υἱῷ, τὸ μὲν πρῶτον ὑπὸ τῶν γνωρίμων ἐσκώπτετο καὶ Περσέως υἱὸς ἀπεκαλεῖτο· ταχὺ δὲ παρὰ | |
5 | τοῖς πολλοῖς ὁ λόγος ἐπιστεύθη. τοῦ δὲ Ἀνδρίσκου κατὰ τὴν τῶν πολλῶν φήμην ἀποτολμήσαντος, καὶ μὴ μόνον ἑαυτὸν Περσέως φάσκοντος υἱόν, ἀλλὰ καὶ πλαστὴν γένεσιν καὶ τροφὴν ἀποφαινο‐ μένου καὶ μετὰ ὄχλου προσελθόντος τῷ Δημητρίῳ καὶ παρακα‐ λοῦντος αὐτὸν καταγαγεῖν εἰς Μακεδονίαν ἐπὶ τὴν πατρῴαν βασι‐ | |
10 | λείαν, τὸ μὲν πρῶτον ὁ Δημήτριος ἔσχεν ὡς περὶ μόνου. τοῦ δὲ πλήθους ἀθροισθέντος, καὶ πολλῶν λεγόντων δεῖν ἢ κατάγειν τὸν Ἀνδρίσκον ἢ παραχωρεῖν τῆς ἀρχῆς τὸν Δημήτριον, εἰ μήτε δύ‐ ναται μήτε βούλεται βασιλεύειν, φοβηθεὶς τὴν τῶν ὄχλων ὀξύτητα νυκτὸς συνέλαβε τὸν Ἀνδρίσκον, καὶ παραχρῆμα εἰς τὴν Ῥώμην | |
15 | ἀπέστειλε διασαφῶν τὰ λεγόμενα περὶ αὐτοῦ τῇ συγκλήτῳ. Περὶ αὐτοῦ πάλιν ἄλλως ἡ διήγησις. Δημητρίου τοῦ βασι‐ λέως ἀναπέμψαντος εἰς τὴν Ῥώμην νεανίσκον τινὰ ὡς Περσέως υἱόν, ὄνομα Ἀνδρίσκον, τοῦτον ἡ σύγκλητος οἰκεῖν προσέταξεν ἔν τινι πόλει τῶν κατὰ τὴν Ἰταλίαν. ὁ δὲ μετά τινα χρόνον διαδρὰς | |
20 | ἀπῆρεν εἰς Μίλητον. ἐν ταύτῃ δὲ διατρίβων ἐλογοποίει περὶ ἑαυτοῦ Περσέως ἑαυτὸν ἀποφαινόμενος ὑπάρχειν υἱόν. ἔφη δ’ ἑαυτὸν νήπιον ὄντα δεδόσθαι † τῷ τῷ Κρητὶ πρὸς ἀνατροφήν, ὑπὸ δὲ τοῦ Κρητὸς αὐτῷ πινακίδιον κατεσφραγισμένον ἀναδεδό‐ σθαι, δι’ οὗ τὸν Περσέα διασαφεῖν αὐτῷ θησαυροὺς εἶναι κειμέ‐ | |
25 | νους δύω, τὸν μὲν ἕνα ἐν Ἀμφιπόλει κείμενον ὑπὸ τὴν ὁδὸν † ὀρ‐ γυαῖον τὸ βάθος ὄντα ιʹ, ἔχοντα δὲ ἀργυρίου τάλαντα ρʹ καὶ νʹ, τὸν δὲ ἕτερον ἐν Θεσσαλονίκῃ, ταλάντων οʹ, κατὰ μέσην τὴν ἐξέ‐ δραν τὴν ἐν τῷ περιστύλῳ κατὰ τὴν αὐλήν. πολλῶν δὲ αὐτῷ προσεχόντων, ἦλθεν ὁ λόγος ἐπὶ τοὺς ἄρχοντας τῶν Μιλησίων, | |
30 | οἳ συλλαβόντες αὐτὸν εἰς φυλακὴν ἀπέθεντο. καί τινων πρέ‐ σβεων παρεπιδημούντων, προσανήνεγκαν αὐτοῖς συμβουλευόμενοι τί χρὴ πρᾶξαι· οἱ δὲ ἐγγελάσαντες ἐκέλευον ἀφεῖναι τὸν ἄνθρωπον πλανᾶσθαι. ὁ δὲ λαβὼν τὴν ἄφεσιν ἐφιλοτιμήθη τὴν τοῦ δράματος συντέλειαν πρὸς τέλος ἀγαγεῖν. ἀεὶ δὲ λαμ‐ | |
35 | πρότερον εἰς τὴν βασιλικὴν εὐγένειαν διατιθέμενος ἐξηπάτησεν | |
πολλοὺς καὶ αὐτοὺς Μακεδόνας. ἔχων δὲ συνεργὸν Νικόλαόν τινα | 202 | |
203 | ψάλτην, Μακεδόνα τὸ γένος, ἐπύθετο παρ’ αὐτοῦ παλλακίδα γε‐ γενημένην Περσέως τοῦ βασιλέως ὄνομα Καλλίππαν συνοικεῖν Ἀθηναίῳ τῷ Περγαμηνῷ. πρὸς ταύτην οὖν διελθὼν καὶ τραγῳ‐ δήσας τὴν ἑαυτοῦ πρὸς Περσέα συγγένειαν εὐπόρησε παρ’ αὐτῆς | |
5 | ἐφόδια καὶ στολὴν βασιλικὴν καὶ διάδημα καὶ βʹ παῖδας πρὸς τὰς χρείας εὐθέτους· ἤκουσε δ’ αὐτῆς ὅτι καὶ Τήρης ὁ βασιλεὺς τῶν Θρᾳκῶν ἔχει γυναῖκα Φιλίππου τοῦ βεβασιλευκότος θυγατέρα. ἀπὸ δὲ τούτων τῶν ἀφορμῶν μετεωρισθεὶς προῆγεν εἰς Θρᾴκην. ἐν παρόδῳ δὲ καταντήσας εἰς Βυζάντιον ἐτιμήθη· καὶ ταύτης τῆς | |
10 | ἀφροσύνης ἔδωκαν δίκας τοῖς Ῥωμαίοις Βυζάντιοι. πλειόνων δὲ πρὸς αὐτὸν συρρεόντων, ἧκεν εἰς Θρᾴκην πρὸς Τήρην. ὁ δὲ τοῦ‐ τον τιμήσας ἔδωκεν αὐτῷ στρατιώτας ρʹ καὶ διάδημα περιέθηκεν. διὰ δὲ τούτου καὶ τοῖς ἄλλοις δυνάσταις συσταθεὶς ἔλαβε παρ’ αὐτῶν ἄλλους ρʹ· καὶ πορευθεὶς πρὸς Βαρσαβὰν τὸν Θρᾳκῶν | |
15 | βασιλέα ἔπεισεν αὐτὸν συγκοινωνῆσαι τῆς στρατείας καὶ καταγα‐ γεῖν αὐτὸν εἰς Μακεδονίαν, ἀμφισβητῶν τῆς τῶν Μακεδόνων βα‐ σιλείας ὡς οὔσης πατρῴας. ὑπὸ δὲ Μακεδόνος καταπολεμηθεὶς ὁ Ψευδοφίλιππος ἔφυγεν εἰς Θρᾴκην. τέλος ἐγκρατὴς ἐγένετο τῶν κατὰ Μακεδονίαν πόλεων. | |
20 | 35. Ὅτι ὁ Σκιπίων εἰς λόγους συνελθὼν τῷ Θαμέᾳ καὶ μεγάλας αὐτῷ προτείνων ἐλπίδας ἔπεισεν ἀποστῆναι τῶν Καρχη‐ δονίων μεθ’ ἱππέων χιλίων καὶ διακοσίων. 36. Ὅτι ὁ Ψευδοφίλιππος Τελεστὴν προεχειρίσατο στρατηγόν. ὁ δὲ ταῖς ἀπὸ τῶν Ῥωμαίων ἐλπίσι ψυχαγωγούμενος ἀπέστη | |
25 | μετὰ τῶν ἱππέων καὶ πρὸς Καικίλιον ἀπεχώρησεν. ὁ δὲ Ψευδο‐ φίλιππος ἐπὶ τοῖς πραχθεῖσιν ἀγανακτήσας τήν τε γυναῖκα καὶ τὰ τέκνα τοῦ Τελεστοῦ συλλαβὼν ἐτιμωρήσατο. 37. Ὅτι Πτολεμαῖος ὁ Φιλομήτωρ ἧκεν εἰς Συρίαν συμμαχήσων Ἀλεξάνδρῳ διὰ οἰκειότητα. καταγνοὺς δὲ αὐτοῦ τῆς ψυχῆς παντελῆ | |
30 | ἀδυναμίαν καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι τὴν μὲν θυγατέρα Κλεοπάτραν ἀπήγαγε πρὸς Δημήτριον, καὶ συνθέμενος φιλίαν ἐνεγύησεν αὐτῷ ταύτην. οἱ δὲ περὶ τὸν Ἱέρακα καὶ Διόδοτον τοῦ Ἀλεξάνδρου κατεγνωκότες, τὸν δὲ Δημήτριον φοβούμενοι διὰ τὰς εἰς τὸν πατέρα γεγενημένας ἁμαρτίας, ἀνέσεισαν τοὺς Ἀντιοχεῖς | |
35 | πρὸς ἀπόστασιν, καὶ τὸν Πτολεμαῖον εἰς τὴν πόλιν δεξάμενοι | 203 |
204 | διάδημα περιέθηκαν καὶ τὴν βασιλείαν ἐνεχείρισαν. ὁ δὲ τῆς μὲν βασιλείας οὐκ ὀρεγόμενος, τὴν δὲ Κοίλην Συρίαν ἐπιθυμῶν προσκτήσασθαι, συνέθετο πρὸς Δημήτριον κοινοπραγίαν ἰδίᾳ, κυριεύειν Πτολεμαῖον τῆς Συρίας, τὸν δὲ Δημήτριον τῆς πατρῴας | |
5 | βασιλείας. 38. Ὅτι Ἀλέξανδρος ἡττηθεὶς μετὰ φʹ τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. εἶθ’ οἱ περὶ τὸν Ἡλιάδην καὶ Κάσιον ἡγεμόνες, οἳ συνῆσαν Ἀλε‐ | |
10 | ξάνδρῳ, λάθρα διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγ‐ γελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον. συγχωρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως, ἀλλὰ καὶ φονεῖς ἐγενήθησαν. Ἀλέξανδρος μὲν οὖν ὑπὸ τῶν φίλων τοῦτον τὸν τρόπον ἀνῃρέθη. | |
15 | 39. Ὅτι Διόδοτός τις ἐπικαλούμενος Τρύφων, ὑπάρχων δὲ ἐν πολλῷ ἀξιώματι τῶν παρὰ τῷ βασιλεῖ φίλων, ὁρῶν τὰς ὁρμὰς τῶν ὄχλων καὶ τὸ πρὸς τὸν δυνάστην μῖσος, ἀποστὰς τοῦ Δημη‐ τρίου καὶ ταχὺ πολλοὺς εὑρὼν κοινωνοῦντας τῆς προαιρέσεως, τοὺς περὶ τὴν Λάρισσαν διωνομασμένους ἐπ’ ἀνδρείᾳ καὶ τὴν | |
20 | ἐνθάδε κατοικίαν εἰληφότας δι’ ἀνδραγαθίαν, ἀποίκους δὲ ὄντας τῆς Θετταλικῆς Λαρίσσης, καὶ τοῖς ἀπὸ Σελεύκου τοῦ Νικάτορος βασιλεῦσι γεγονότας συμμάχους κατὰ τὸ πρῶτον ἄγημα τῆς ἱππι‐ κῆς δυνάμεως *. ἐποιήσατο δὲ σύμμαχον καὶ τὸν τῆς Ἀραβίας δυνάστην Ἰάμβλιχον, ὃς ἐτύγχανεν ἔχων παρακαταθήκην Ἀντίοχον | |
25 | τὸν Ἐπιφανῆ χρηματίζοντα, παῖδα μὲν τὴν ἡλικίαν, υἱὸν δὲ ὄντα Ἀλεξάνδρου. τούτῳ μὲν οὖν διάδημα περιθεὶς καὶ τὴν ἁρμόζουσαν βασιλεῖ θεραπείαν κατήγαγεν ἐπὶ τὴν πατρῴαν ἀρχήν. ὑπελάμβανε γάρ, ὅπερ ἦν εἰκός, τὰ πλήθη μεταβολῆς ὀρεγόμενα προθύμως τὸν παῖδα κατάξειν διὰ τὴν ἐπιείκειαν τῶν * βασιλέων καὶ διὰ | |
30 | τὴν τοῦ τότε ἄρχοντος παρανομίαν. καὶ πρῶτον μὲν ἀθροίσας μέτριον σύστημα κατεστρατοπέδευσε περὶ πόλιν Χαλκίδα κειμένην ἐν τοῖς μεθορίοις τῆς Ἀραβίας, δυναμένην δὲ δυνάμεις ἐνδια‐ | |
τριβούσας διαθρέψαι καὶ παρέχεσθαι τὴν ἀσφάλειαν, ἐντεῦθέν τε | 204 | |
205 | ὁρμώμενος προσηγάγετο τοὺς πλησιοχώρους καὶ τῶν πρὸς πόλεμον χρησίμων τὰς παρασκευὰς ἐποιεῖτο. ὁ δὲ Δημήτριος πρῶτον μὲν ὡς λῃστοῦ τινος κατεφρόνει καὶ τοῖς στρατιώταις συλλαβεῖν αὐτὸν προσέταξεν· μετὰ δὲ ταῦτα παράδοξον δύναμιν περιποιησαμένου | |
5 | καὶ πρόσχημα τῆς ἰδίας τόλμης λαβόντος τὴν τοῦ παιδὸς κάθοδον ἐπὶ τὴν βασιλείαν, ἔγνω στρατηγὸν ἐπ’ αὐτὸν ἐκπέμπειν. 40. Ὅτι κατὰ τὴν Πισιδίαν Μολκέστης τις ἦν τὸ μὲν γένος Βουβωνεύς, ἀξίωμα δὲ μέγιστον ἔχων τῶν περὶ τοὺς τόπους τού‐ τους κατοικούντων, διά τε τὴν ἐπιφάνειαν στρατηγὸς αἱρούμενος. | |
10 | ἐπὶ πολὺ δὲ ἰσχύων σωματοφύλακας ἔσχε καὶ φανερῶς ἑαυτὸν ἀνέδειξε τύραννον. μετὰ δέ τινας χρόνους ἀδελφὸς αὐτοῦ Σεμίας, σπεύδων εἰς ἑαυτὸν περιστῆσαι τὴν δυναστείαν καὶ πιστευόμενος ὡς ἂν ἀδελφός, ἀνεῖλε τὸν Μοκέλτην καὶ τὴν τυραννίδα διεδέξατο. οἱ δὲ υἱοὶ τοῦ σφαγέντος ἀντίπαιδες ἔτι τὴν ἡλικίαν ὄντες ὑπό‐ | |
15 | τινος συγγενοῦς ἀπήχθησαν εἰς τὴν Τερμησσὸν λαθραίως. ἐν ταύτῃ δὲ τραφέντες καὶ γενηθέντες ἐνήλικοι τόν τε πατρῷον φόνον μετῆλθον καὶ τὸν τύραννον ἀνελόντες δυναστεύειν οὐ προείλαντο, τῇ δὲ πατρίδι τὴν δημοκρατίαν ἀπεκατέστησαν. 41. Ὅτι Γαλαίστης τις Ἀθαμᾶν τὸ γένος, υἱὸς δὲ Ἀμυνάνδρου | |
20 | τοῦ βεβασιλευκότος Ἀθαμάνων, γένει καὶ πλούτῳ καὶ δόξῃ πολὺ προέχων τῶν ὁμοεθνῶν, ἐγένετο φίλος Πτολεμαίου τοῦ Φιλομήτορος· ἐν δὲ τῇ πρὸς Δημήτριον μάχῃ τῶν δυνάμεων τῶν ἀπὸ Ἀλεξανδρείας ἡγεμὼν ἐγεγόνει. οὗτος μετὰ τὴν ἧτταν καὶ τελευτὴν Πτολεμαίου ἐλθὼν εἰς διαβολὰς ψευδεῖς, ὡς ἑκουσίως | |
25 | τοῖς πολεμίοις καταπροέμενος τὰ πράγματα, καὶ τοῦ διαδεξαμένου τὴν βασιλείαν Πτολεμαίου τὰς δωρεὰς ἀφελομένου καὶ χαλεπῶς διακειμένου πρὸς αὐτόν, φοβηθεὶς ἀπεχώρησεν εἰς τὴν Ἑλλάδα. ἐκπεσόντων δὲ καὶ ἄλλων πολλῶν ἐκ τῆς Αἰγύπτου διὰ τὴν πρὸς τοὺς ὀψωνιαζομένους στρατιώτας στάσιν, ἀνέλαβε τοὺς φυγάδας. | |
30 | φήσας δὲ ἐν παρακαταθήκῃ τὸν βασιλέα Πτολεμαῖον τὸν Φιλο‐ μήτορα δεδωκέναι παιδίον αὐτῷ τρέφειν ἐκ τῆς Κλεοπάτρας ἐπὶ βασιλείᾳ, καὶ τούτῳ διάδημα περιθείς, καὶ συναγωνιστὰς ἔχων πολλοὺς φυγάδας, παρεσκευάζετο κατάγειν ἐπὶ τὴν πατρῴαν βασι‐ λείαν τὸν παῖδα. | |
35 | 42. Ὅτι Αὔδας καὶ Διτάλκης καὶ Νικορόντης ἐκ πόλεως | 205 |
206 | Ὄρσωνος, οἰκεῖοι δὲ ἀλλήλων καὶ φίλοι, θεωροῦντες τὴν περὶ τὸν Ὑρίατθον ὑπεροχὴν καταπονουμένην ὑπὸ Ῥωμαίων καὶ περὶ αὑτῶν δείσαντες, καταθέσθαι τινὰ χάριν τοῖς Ῥωμαίοις ἔκριναν, δι’ ἧς ἑαυτοῖς περιποιήσασθαι τὴν ἀσφάλειαν. ὁρῶντες γὰρ τὸν | |
5 | Ὑρίατθον ἐπιθυμοῦντα καταλύσασθαι τὸν πόλεμον ἐπηγγείλαντο πείσειν Καιπίωνα συνθέσθαι τὴν εἰρήνην, ἐὰν αὐτοὺς ἀπολύσῃ πρεσβευτὰς περὶ διαλύσεων. προθύμως δὲ τοῦ δυνάστου συγ‐ χωρήσαντος, οὗτοι μὲν συντόμως γενόμενοι πρὸς τὸν Καιπίωνα ῥᾳδίως ἔπεισαν δοῦναί σφισιν αὐτοῖς τὴν ἀσφάλειαν ἐπαγγελλο‐ | |
10 | μένοις δολοφονήσειν τὸν Ὑρίατθον. δόντες οὖν καὶ λαβόντες περὶ τούτων πίστεις ταχέως ἐπανῆλθον εἰς τὴν παρεμβολήν· εἰπόντες δὲ πεπεικέναι τοὺς Ῥωμαίους περὶ τῆς εἰρήνης εἰς ἐλπίδας ἀγαθὰς ἤγαγον τὸν Ὑρίατθον, σπεύδοντες τῆς ἀληθοῦς ἐννοίας ἀπαγαγεῖν αὐτοῦ τὴν διάνοιαν ὡς πορρωτάτω. πιστευόμενοι | |
15 | δὲ αὐτοῦ διὰ τὴν φιλίαν νυκτὸς ἔλαθον εἰς τὴν σκηνὴν παρεισελ‐ θόντες καὶ τοῖς ξίφεσι διαχρησάμενοι τὸν Ὑρίατθον πληγαῖς εὐκαίροις, ἐκ τῆς παρεμβολῆς ἐκπηδήσαντες παραχρῆμα διὰ τῆς ὀρεινῆς ἀνοδίαις χρησάμενοι διεσώθησαν πρὸς Καιπίωνα. 43. Ὅτι κατὰ τὴν Συρίαν Διόδοτος ὁ Τρύφων ἐπικαλούμενος | |
20 | ἀνῃρηκὼς Ἀντίοχον τὸν Ἀλεξάνδρου τὸν ἐπὶ βασιλείᾳ τρεφόμενον, παῖδα τὴν ἡλικίαν ὄντα, περιέθετο διάδημα τῆς βασιλείας, καὶ κρατήσας ἔρημον αὑτὸν ἀνηγόρευσε βασιλέα, καὶ 〈κατὰ〉 τῶν σατραπῶν καὶ τῶν στρατηγῶν τοῦ ἀπὸ τοῦ βασιλικοῦ γένους πολεμεῖν ἐπειρᾶτο. περὶ μὲν γὰρ τὴν Μεσοποταμίαν ἦν Διονύσιος ὁ Μῆδος, | |
25 | περὶ δὲ τὴν Κοίλην Συρίαν οἱ περὶ τὸν Σαρπηδόνα καὶ Παλα‐ μήδην, ἐν δὲ τῇ παρὰ θάλατταν Σελευκείᾳ Αἰσχρίων, ἔχων μεθ’ ἑαυτοῦ τὴν βασίλισσαν Κλεοπάτραν, Δημητρίου δὲ γυναῖκα τοῦ ζωγρηθέντος ὑπ’ Ἀρσάκου. 44. Ὅτι συνετίθεντο πρὸς ἀλλήλους οἱ δοῦλοι περὶ ἀποστά‐ | |
30 | σεως καὶ φόνων τῶν κυρίων. παρελθόντες δὲ πρὸς τὸν Εὔνουν οὐκ ἄπωθεν διατρίβοντα ἠρώτων, εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. ὁ δὲ τερατευόμενος μετ’ ἐνθουσιασμοῦ καὶ περὶ τίνων ἥκουσι 〈ἀκούσασ〉 διεσάφησεν ὅτι διδόασιν αὐτοῖς | |
οἱ θεοὶ τὴν ἀπόστασιν, ἐὰν μηδεμίαν ὑπερβολὴν ποιησάμενοι | 206 | |
207 | παραχρῆμα μὲν ἐγχειρήσωσι ταῖς ἐπιβολαῖς· ὑπὸ γὰρ τῆς πεπρωμένης αὐτοῖς κεκυρῶσθαι τὴν πατρίδα τὴν Ἔνναν, οὖσαν ἀκρόπολιν ὅλης τῆς νήσου. τοιούτων λόγων ἀκούσαντες καὶ διαλαβόντες ὅτι τὸ δαι‐ μόνιον αὐτοῖς συνεπιλαμβάνεται τῆς προαιρέσεως, οὕτως παρέστη‐ | |
5 | σαν ταῖς ψυχαῖς πρὸς τὴν ἀπόστασιν, ὥστε μηδεμίαν ἀναβολὴν τῶν δεδογμένων ποιεῖσθαι. εὐθὺς οὖν τοὺς μὲν δεδεμένους ἔλυον, τῶν δὲ ἄλλων τοὺς πλησίον διατρίβοντας συλλαβόμενοι περὶ υʹ συνήθροισαν ἐπί τινος ἀγροῦ πλησίον ὄντος τῆς Ἔννης. συνθέ‐ μενοι δὲ πρὸς ἀλλήλους καὶ πίστεις ἐπὶ σφαγίων ἐνόρκους νυκτὸς | |
10 | ποιησάμενοι καθωπλίσθησαν, ὥς ποτ’ οὖν ὁ καιρὸς συνεχώρει· πάντες δὲ τὸ κράτιστον τῶν ὅπλων τὸν θυμὸν ἀνελάμβανον κατὰ τῆς ἀπωλείας τῶν ὑπερηφάνων κυρίων· καὶ τούτων ἀφηγεῖτο Εὔνους. καὶ παρακαλοῦντες ἀλλήλους περὶ μέσας νύκτας εἰσέπεσον εἰς τὴν πόλιν καὶ τούτους ἀνῄρουν. | |
15 | 45. Ὅτι πολλοὺς ἔχων τοὺς συναγωνιστὰς ἀντετάττετο ὁ Γράκχος, καὶ ἀεὶ καὶ μᾶλλον ταπεινούμενος καὶ παρὰ προσδοκίαν ἀποπίπτων εἰς λύτταν τινὰ καὶ μανιώδη διάθεσιν ἐνέπιπτε. συνα‐ γαγὼν γὰρ τοὺς συνωμότας εἰς τὴν ἰδίαν οἰκίαν καὶ μετὰ τοῦ Φλάκκου συνεδρεύσας ἔκρινε τοῖς ὅπλοις δεῖν κρατεῖν τῶν ἀντιπραττόντων | |
20 | καὶ τὰς χεῖρας τοῖς τε ἄρχουσι καὶ τῇ συγκλήτῳ προσφέρειν. διὸ παρεκελεύσατο πᾶσιν ὑπὸ ταῖς τηβένναις φέρειν ξίφη καὶ συνα‐ κολουθοῦντας αὐτῷ τὸν νοῦν προσέχειν τοῖς παραγγελλομένοις. Ὀπιμίου δὲ βουλευομένου εἰς τὸ Καπετώλιον περὶ τοῦ συμφέ‐ ροντος, ὥρμησεν ἐκεῖσε μετὰ τῶν καχεκτῶν. εὑρὼν δὲ τὸν νεὼ | |
25 | προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισμένον ἀπεχώ‐ ρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατού‐ μενος. οὕτω δ’ αὐτοῦ παροιστρηκότος, Κόιντός τις συνήθειαν ἔχων πρὸς αὐτὸν προσέπεσε τοῖς γόνασιν αὐτοῦ δεόμενος μηδὲν βίαιον ἢ ἀνήκεστον πρᾶξαι κατὰ τῆς πατρίδος. ὁ δὲ τυραννικῶς | |
30 | ἤδη διεξάγων αὐτὸν μὲν προέωσε πρηνῆ ἐπὶ τὴν γῆν, τοῖς δὲ ἀκολουθοῦσι προσέταξε διαχειρίσασθαι καὶ ταύτην ἀρχὴν ποιήσα‐ σθαι τῆς κατὰ τῶν ἐναντιουμένων τιμωρίας. ὁ δὲ ὕπατος κατα‐ πλαγεὶς τόν τε φόνον ἐδήλωσε τῇ συγκλήτῳ καὶ τὴν κατ’ αὐτῶν ἐπίθεσιν [ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΥΜΒΟΛΗΣ ΠΟΛΕΜΩΝ.] | |
35 | 46. Ὅτι ἧκεν εἰς τὴν Ῥώμην ἀπὸ τοῦ βασιλικοῦ γένους ὑπάρ‐ | 207 |
208 | χων Ἰογόρθας ἕτερος, ἀντιποιούμενος τῆς Νομαδικῆς βασιλείας. εὐδοκιμοῦντος δὲ αὐτοῦ καθ’ ὑπερβολήν, ὁ Ἰογόρθας μισθωσάμενός τινας σφαγεῖς τοῦτον μὲν ἐδολοφόνησεν, αὐτὸς δὲ οὐδενὸς κωλύοντος ἐπανῆλθεν εἰς τὴν βασιλείαν. | |
5 | 47. Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ἐν Σελευκείᾳ τῇ πόλει ὢν συγκεκλεισμένος ὑπό τινος τῶν φίλων ἐπιβουλευθείς, τὸν μὲν ἐπι‐ βουλεύσαντα συλλαβὼν ἐτιμωρήσατο, εἰς δὲ τὸ λοιπὸν οὐ τοῖς τυχοῦσι φίλοις ἑαυτὸν ἐπίστευεν. 48. Ὅτι πολλαὶ ἐπαναστάσεις ἐγένοντο οἰκετῶν. πρώτη μὲν | |
10 | ἡ περὶ τὴν Νουκερίαν, λʹ οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων· βʹ δὲ ἡ περὶ τὴν Καπύην, σʹ οἰκετῶν ἐπανα‐ στάντων καὶ ταχὺ κολασθέντων· γʹ δὲ ἀπόστασις ἐγένετο παρά‐ δοξος καὶ πολὺ τὰς εἰθισμένας διαλλάττουσα. ἦν γάρ τις Τίτος μὲν Οὐέττιος, ἱππεὺς δὲ Ῥωμαίων, ὃς ἔχων πατέρα μεγαλόπλου‐ | |
15 | τον καὶ νέος ὢν παντελῶς εἰς ἐπιθυμίαν ἦλθεν ἀλλοτρίας θερα‐ παινίδος κάλλει διαφερούσης. ἐπιπλακεὶς δὲ αὐτῇ καὶ συμβιώσας ἱκανόν τινα χρόνον εἰς ἔρωτα παράδοξον ἐνέπεσε καὶ διάθεσιν μανίᾳ παρεμφερῆ. διὰ γὰρ τὴν φιλοστοργίαν ἐπιβαλόμενος ἐξα‐ γοράσαι τὴν παιδίσκην τὸ μὲν πρῶτον ἔσχε τὸν δεσπότην αὐτῆς | |
20 | ἀντιπράττοντα, μετὰ δὲ ταῦτα τῷ μεγέθει τῆς τιμῆς προτρεψά‐ μενος ἐξηγόρασεν αὐτὴν ταλάντων Ἀττικῶν ζʹ καὶ τὴν ἀπόδοσιν τῆς τιμῆς εἰς τακτὸν χρόνον συνέθετο. πιστευθεὶς δὲ τοῦ χρή‐ ματος διὰ τὴν τοῦ πατρὸς εὐπορίαν ἀπήγαγε τὴν θεραπαινίδα, καὶ καταδὺς εἴς τινα τῶν πατρικῶν ἀγρῶν ἐξεπλήρου τὴν ἰδίαν | |
25 | ἐπιθυμίαν. ὡς δὲ ὁ συγκείμενος τοῦ χρέους χρόνος διῆλθεν, ἧκον οἱ πεμφθέντες εἰς τὴν ἀπαίτησιν. ὁ δὲ εἰς τὴν τριακοστὴν ἡμέραν ἀναβαλόμενος τὴν ἀπόλυσιν, καὶ τὸ μὲν χρῆμα οὐ δυνάμενος πο‐ ρίσαι, τῷ δὲ ἔρωτι δουλεύων, ἐπεχείρησε πράξει παραλογωτάτῃ. διὰ γὰρ τοῦ πάθους τὴν ὑπερβολὴν καὶ τὴν ἐκ τῆς ἐπιβολῆς | |
30 | ἐπακολουθοῦσαν αἰσχύνην ἐξετράπη πρὸς διαλογισμοὺς παιδαριώ‐ δεις καὶ πολλῆς ἀφροσύνης μεστούς. πρὸ ὀφθαλμῶν γὰρ λαμ‐ βάνων τὸν ἐσόμενον τῆς ἐρωμένης διαχωρισμὸν τοῖς μὲν ἀπαι‐ τοῦσι τὴν τιμὴν ἀνέλπιστον ἐπιβουλὴν συνεστήσατο ** | |
49. ** ἐφρόνει· ὡς δὲ ἔνιοι, ὅτι κατὰ διαθήκην τῷ ἑτέρῳ | 208 | |
209 | υἱῷ τὰ πλείω κατέλιπε τῆς οὐσίας, τοῖς ὅλοις ἐκινδύνευσεν. ὁ γὰρ νεανίσκος τόλμῃ καὶ προπετείᾳ διαφέρων, περιθέμενος διάδημα καὶ βασιλέα Μακεδόνων ἑαυτὸν ἀναδείξας παρεκάλει πολλοὺς ἀφί‐ στασθαι Ῥωμαίων καὶ τὴν προγεγενημένην Μακεδόσιν πάτριον | |
5 | βασιλείαν ἀνακτᾶσθαι. πολλῶν δὲ συντρεχόντων, ὡς ἁρπαγῆς ἐσομένης, ὁ δὲ Ἐξήκεστος ἀγωνιάσας ἐξέπεμψέ τινα τὸν διασα‐ φήσοντα Σεντίῳ τῷ στρατηγῷ τὴν περὶ τὸν υἱὸν ἀπόνοιαν. δι‐ επέμψατο δὲ πρὸς Κότυν τὸν βασιλέα Θρᾳκῶν, ἀξιῶν μετα‐ πέμψασθαι τὸν νεανίσκον καὶ πεῖσαι τῆς ἐπιβολῆς ἀποστῆναι. | |
10 | ὁ δὲ ἔχων φιλίαν πρὸς Εὐφήνην μετεπέμψατο αὐτόν, καὶ παρα‐ κατασχὼν ἡμέρας τινὰς παρέδωκε τῷ πατρί· καὶ ἀπελύθη τῶν διαβολῶν. 50. Ὅτι ὁ Σερτώριος θεωρῶν ἀκατάσχετον οὖσαν τὴν ὁρμὴν τῶν ἐγχωρίων πικρῶς προσεφέρετο τοῖς συμμάχοις, καὶ τοὺς μὲν | |
15 | καταιτιώμενος ἀπέκτεινεν, τοὺς δὲ εἰς φυλακὴν παρεδίδου, τῶν δὲ εὐπορωτάτων ἐδήμευε τὰς οὐσίας. πολὺν δὲ ἄργυρον καὶ χρυσὸν ἀθροίσας οὐκ εἰς τὸ κοινὸν τοῦ πολέμου ταμιεῖον κατετίθετο, ἀλλ’ ἰδίᾳ ἐθησαύριζεν· οὔτε τοῖς στρατιώταις ἐχορήγει τὰς μισθο‐ φορίας, οὔτε τοῖς ἡγεμόσι μετεδίδου τούτων, οὔτε τὰς κεφαλικὰς | |
20 | κρίσεις μετὰ συνεδρίου καὶ συμβούλων ἐποιεῖτο, διακούων δὲ ἰδίᾳ καὶ μόνον κριτὴν ἑαυτὸν ἀποδείξας ἐποιεῖτο τὰς ἀποφάσεις· εἴς τε τὰ σύνδειπνα τοὺς ἡγεμόνας οὐκ ἠξίου παραλαμβάνειν, οὐδὲ φιλανθρωπίας οὐδεμιᾶς μετεδίδου τοῖς φίλοις. καθόλου δὲ διὰ τὴν ἐπὶ τὸ χεῖρον ἐπίδοσιν τῆς περὶ αὐτὸν ἐξουσίας ἀποθηριω‐ | |
25 | θεὶς τυραννικῶς ἅπασιν προσεφέρετο. καὶ ἐμισήθη μὲν ὑπὸ τοῦ πλήθους, ἐπεβουλεύθη δὲ ὑπὸ τῶν φίλων. ἡ δὲ ἀναίρεσις αὐτοῦ συνετελέσθη τοιῷδέ τινι τρόπῳ. τῶν ἡγεμόνων οἱ μέγιστον ἔχοντες ἀξίωμα Περπέννας καὶ Ταρκύνιος συμφρονήσαντες ἀλλή‐ λοις ἔγνωσαν ὡς τύραννον ὄντα τὸν Σερτώριον ἀνελεῖν. προστά‐ | |
30 | της δὲ τῆς ἐπιβουλῆς αἱρεθεὶς ὁ Περπέννας ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Σερτώριον καὶ τοὺς συνίστορας συμπαρέλαβεν ἐπὶ τὴν ἑστίασιν. καταντήσαντος δὲ τοῦ Σερτωρίου, καὶ τῶν κοινοπραγούντων συνε‐ πιθεμένων, ὁ Σερτώριος ἀνακλιθεὶς ἀναμέσον Ταρκυνίου καὶ | |
Ἀντωνίου ὑπὸ τούτων ἐσφάγη. | 209 | |
210 | 51. Ὅτι ὁ Μιθριδάτης ἐξ ἐπιβουλῆς παρ’ ὀλίγον ἐκινδύνευσεν ὑποχείριος γενέσθαι τοῖς Κυζικηνοῖς. συναγωνιζόμενος γάρ τις ἐν ταῖς μεταλλείαις Ῥωμαῖος ἑκατοντάρχης ἐπεβάλετο τοῦτο τε‐ λέσαι. διὰ γὰρ τὰς παρ’ ἀμφοτέροις μεταλλείας συνεχῶς γινο‐ | |
5 | μένων συμπλοκῶν καὶ συλλόγων, εἰς γνῶσιν ἦλθε τοῖς τοῦ βασι‐ λέως διὰ τὰς συνεχεῖς πρὸς αὐτοὺς ὁμιλίας. μονωθεὶς δέ ποτε κατὰ τὴν ἐν τοῖς ὀρύγμασι φυλακὴν καὶ ὑπό τινος τῶν ἐπιστα‐ τούντων ἐν τοῖς ἔργοις καταπειραθεὶς περὶ προδοσίας, προσεδέ‐ ξατο τοὺς λόγους προσποιητικῶς. ἀνενεχθέντος δὲ τοῦ πράγματος | |
10 | πρὸς τὸν βασιλέα, ἐκεῖνος μὲν ἐπιθυμῶν κυριεῦσαι τῆς πόλεως δωρεὰς ἐπηγγείλατο, καὶ συνέθετο καιρὸν ἐν ᾧ τὸν σύλλογον ἔδει γενέσθαι. τοῦ δὲ Ῥωμαίου πίστεις τῶν ἐπαγγελιῶν ζητοῦντος, ἀπέλυσεν ὁ βασιλεὺς τοὺς ὑπὲρ αὐτοῦ συνθησομένους. ὁ δὲ οὐκ ἔφησεν ἄλλως πιστεύσειν, ἐὰν μὴ παρὰ τοῦ βασιλέως λάβῃ τοὺς | |
15 | ὅρκους. ὁ δὲ οὐχ ἡγεῖτο βασιλικῆς ἀξίας οἰκεῖον εἶναι συγκατα‐ βαίνειν εἰς τὰ ὀρύγματα. ἐπεὶ δὲ ὁ προδότης οὐκ ἔφησεν ἄλλως ὑπακούσεσθαι, ἡ δὲ ἐπίθεσις τοῦ κυριεῦσαι τῆς πόλεως συνεῖχεν, ἡναγκάσθη συγκαταθέσθαι τοῖς ἀξιουμένοις ὁ Μιθριδάτης. κἂν συνέβη τὸν βασιλέα γενέσθαι ὑποχείριον, εἰ μὴ τῶν φίλων τις | |
20 | εὐστόχως καταμαντευσάμενος τὴν ἐπιβουλὴν κατεσκεύασε σύμμε‐ τρον μηχανὴν δυναμένην ὀξέως ἀνοίγεσθαί τε καὶ κλείεσθαι· καὶ ταύτης εἰς τὸ ὄρυγμα τεθείσης, καὶ τοῦ Μιθριδάτου μετὰ τῶν φίλων συνεμβάντων, ὁ ἑκατόνταρχος τοὺς μέλλοντας μεθ’ ἑαυτοῦ τῷ βασιλεῖ τὰς χεῖρας προσφέρειν † εἰς τὰς χεῖρας τὸ ξίφος σπα‐ | |
25 | σάμενος ὥρμησεν ἐπὶ τὸν βασιλέα. ὁ δὲ φθάσας συνέκλεισε τὴν θύραν καὶ τὸν κίνδυνον ἐξέφυγεν. 52. Ὅτι τῶν Ἀντιοχέων τινὲς καταφρονήσαντες Ἀντιόχου τοῦ βασιλέως διὰ τὴν ἧτταν ἀνέσειον τὰ πλήθη καὶ συνεβούλευον ἐκ τῆς πόλεως μεταστήσασθαι. γενομένης δὲ στάσεως μεγάλης, καὶ | |
30 | τοῦ βασιλέως ἐπικρατήσαντος, οἱ αἴτιοι τῆς στάσεως φοβηθέντες ἔφυγον ἐκ τῆς Συρίας καὶ καταντήσαντες εἰς Κιλικίαν ἐπεβάλοντο κατάγειν Φίλιππον, ὃς ἦν υἱὸς Φιλίππου τοῦ γεγονότος ἐξ Ἀν‐ τιόχου τοῦ Γρυποῦ. ὑπακούσαντος δὲ τοῦ Φιλίππου καὶ καταν‐ τήσαντος πρὸς Ἄζιζον τὸν Ἄραβα, ἀσμένως τοῦτον προσδεξάμενος | |
35 | Ἄζιζος καὶ περιθεὶς διάδημα ἐπὶ τὴν βασιλείαν κατήγαγεν. | 210 |
211 | 53. Ὅτι τὰς ὅλας ἐλπίδας ἔχων ἐν τῇ τοῦ Σαμψικεράμου συμμαχίᾳ μετεπέμπετο τοῦτον μετὰ τῆς δυνάμεως. ὁ δὲ ἐν ἀπορ‐ ρήτοις συνθέμενος πρὸς Ἄζιζον ἐπ’ ἀναιρέσει τῶν βασιλέων ἧκε μετὰ τῆς δυνάμεως καὶ μετεπέμπετο τὸν Ἀντίοχον. τοῦ δὲ διὰ | |
5 | τὴν ἄγνοιαν ὑπακούσαντος, ὑποκριθεὶς ὡς φίλος συνέλαβε τὸν βασιλέα, καὶ τότε μὲν δήσας παρεφύλαττεν, ὕστερον δὲ ἀνεῖλεν. ὁμοίως δὲ καὶ Ἄζιζος κατὰ τὰς γενομένας ἐπὶ μερισμῷ τῆς Συ‐ ριακῆς βασιλείας συνθέσεις ἐπεβάλετο δολοφονῆσαι τὸν Φίλιππον· ὁ δὲ προαισθόμενος τὴν ἐπιβουλὴν ἔφυγεν εἰς τὴν Ἀντιόχειαν. | |
10 | 54. Ὅτι κατὰ τὴν Ῥώμην Κατιλίνας τις κατάχρεως καὶ Λέντ‐ λος ὁ ἐπικαλούμενος Σούρας ἀθροίσαντες ὄχλον ἀπόστασιν ἐμελέτησαν κατὰ τῆς συγκλήτου τοιῷδέ τινι τρόπῳ. μελλούσης τινὸς ἑορτῆς εἶναι, καθ’ ἣν ἔθος ἦν τοὺς πατρωνευομένους ὑπὸ τῶν ἐν ὑπεροχαῖς ὄντων ξένια πέμπειν, καὶ διὰ ταύτην 〈τὴν〉 αἰτίαν δι’ ὅλης τῆς νυκτὸς ἀνεῷχ‐ | |
15 | θαι τὰς οἰκίας συνέβαινε· συνέθεντο οὖν κατὰ τοῦτον τὸν καιρὸν εἰσπέμπειν εἰς τὰς τῶν ἐπιβουλευομένων οἰκίας τοὺς προσάξοντας αὐ‐ τοῖς τὰς χεῖρας· οὓς ἔδει τὴν μὲν φαντασίαν χάριν τῆς τῶν ξενίων εἰσ‐ φορᾶς ἀνυπόπτως εἰσελθόντας, καὶ ἀδήλως παρεζωσμένους ξίφη καὶ κατ’ ὀλίγους ἐφ’ ἑκάστῃ οἰκίᾳ μεμερισμένους ὑφ’ ἕνα καὶ τὸν | |
20 | αὐτὸν καιρὸν ἅπασαν σχεδὸν τὴν σύγκλητον ἀνελεῖν. τοῦτον δὲ τὸν τρόπον διεσκευασμένης τῆς ἐπιβουλῆς, παραδόξως διεσώθησαν. ὄντων γὰρ πλειόνων ἢ υʹ τῶν ἐπὶ τὴν σφαγὴν τεταγμένων, ἕνα τούτων διακείμενον ἐρωτικῶς πρός τινα παιδίσκην καὶ ὑπὸ ταύ‐ της παραθεωρούμενον πλεονάκις λέγειν 〈ὅτι〉 μετ’ ὀλίγας ἡμέρας | |
25 | ἔσται τοῦ πνεύματος αὐτῆς κύριος. τῆς δὲ θαυμαζούσης τὸ ῥηθὲν καὶ μὴ δυναμένης νοῆσαι τὴν αἰτίαν τῆς † ἀμίλλας, τὸν μὲν νεα‐ νίσκον μένειν ἐπὶ τῆς ἀνατάσεως, τὴν δὲ κατὰ τὴν συμπεριφορὰν καὶ τὴν μετ’ αὐτοῦ μέθην ὑποκριναμένην κεχαρισμένας ὁμιλίας, ἀξιοῦν δηλῶσαι, τίνα ποτὲ νοῦν ἔχει τὸ ῥηθέν· τὸν δὲ διὰ τὸν | |
30 | ἔρωτα βουλόμενον ταύτῃ χαρίσασθαι πᾶσαν τὴν ἀλήθειαν μηνῦ‐ σαι· τὴν δὲ προσποιηθεῖσαν μετ’ εὐνοίας καὶ χαρᾶς δεδέχθαι τὸν λόγον σιωπῆσαι· τῇ δὲ ὑστεραίᾳ πρὸς τὴν τοῦ ὑπάτου Κικέρωνος | |
γυναῖκα καταντήσασαν καὶ κατ’ ἰδίαν διαλεχθεῖσαν περὶ τούτων | 211 | |
212 | ἀπαγγεῖλαι τοὺς ῥηθέντας λόγους ὑπὸ τοῦ νεανίσκου, καὶ τούτῳ τῷ τρόπῳ φανερὰν γενέσθαι τὴν τούτων συνωμοσίαν. τὸν δὲ τὰ μὲν ἀνατάσει καὶ φόβῳ, τὰ δὲ παρακλήσει φιλανθρώπῳ χρησάμε‐ νον μαθεῖν ἀκριβῶς παρ’ αὐτῶν τὴν ὅλην ἐπιβουλήν. | |
5 | Τέλος τῆς ἱστορίας Διόδωρου Σικελιώτου. | |
6t | Ἐκ τῆς ἱστορίας Διονυσίου Ἀλικαρνησσέως. | |
7 | 1. Ὅτι, λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ, ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μάλλιος, Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας, | |
10 | νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν τε καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπι‐ θέσει τυραννίδος ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾴ‐ | |
15 | στην τῶν ἐπὶ τυραννίδα φερουσῶν ὁδῶν. ἔχων δὲ πολλοὺς ἑταί‐ ρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε, χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς· καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο. ἐν βραχεῖ δὲ χρόνῳ δι’ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατα‐ κομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ ιβʹ δραχμῶν δι‐ | |
20 | δράχμου ἀπομετρῶν τὸν μόδιον, ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδ’ ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος. ταύτῃ τῇ φιλανθρωπίᾳ τὸν δῆμον ἀναλαβὼν καὶ θαυμαστὴν ὅσην δόξαν ἀπενεγκάμενος ᾤχετο πάλιν ἐμπορευσόμενος ἑτέρας ἀγοράς· καὶ παρῆν οὐ διὰ μακροῦ | |
25 | ποταμηγοὺς ἄγων σκάφας πολλὰς πάνυ μετὰ τροφῆς, καὶ τὸν αὐ‐ τὸν τρόπον τοῖς πολίταις ἐμέτρει. οἱ δὲ πατρίκιοι ταῦτα πράτ‐ τοντα ὁρῶντες αὐτὸν ὑποψίας τε ἐλάμβανον τῆς ἄγαν φιλοτιμίας | |
τοῦ ἀνδρὸς οὐδὲν ἀγαθοῦ ἀπολαύσειν οἰόμενοι, καὶ συνιστάμενοι | 212 | |
213 | κατὰ τὴν ἀγορὰν ἐσκόπουν ὅντινα χρὴ τρόπον εὐπρεπέστε‐ ρον ἄνευ κινδύνου παῦσαι τούτων αὐτὸν τῶν πολιτευμάτων, κρύφα μὲν τὸ πρῶτον καὶ κατ’ ὀλίγους συνιόντες καὶ δια‐ λεγόμενοι πρὸς ἀλλήλους, ἔπειτα καὶ ἐκ τοῦ φανεροῦ κατα‐ | |
5 | βοῶντες, ἐπειδὴ βαρύς τε καὶ ἀφόρητος ἦν, ἔργα τε πράττων ὑπερηφανίας μεστὰ καὶ λόγους διεξιὼν αὐθάδεις ὑπὲρ ἑαυτοῦ· ὅς γε πρῶτον μὲν καθεζόμενος ἐπὶ βήματος περιφανοῦς, ὥσπερ ἔθος ἐστὶν τοῖς τὰς ἀρχὰς ἔχουσιν, ἐχρημάτιζε τοῖς προσιοῦσιν δι’ ἡμέρας περὶ τὴν σιτοδοσίαν, ἐκβαλὼν τῆς τιμῆς ταύτης τὸν | |
10 | ἀποδειχθέντα ἔπαρχον ὑπὸ τῆς βουλῆς· ἔπειτα συνεχεῖς ποιού‐ μενος ἐκκλησίας, οὐκ ὂν ἐν ἔθει Ῥωμαίοις ἰδιώτην ἐκκλησίαν συναγαγεῖν, πολλὰ μὲν τοῦ Μινυκίου κατηγόρει πρὸς τὸν δῆμον, ὡς ὄνομα φέροντος ἀρχῆς μόνον, ἔργον δὲ οὐδὲν ἀποδειξαμένου τοῖς πένησιν ὠφέλιμον, πολλὰ δὲ τοὺς πατρικίους διέβαλλε πρὸς | |
15 | τὸν δῆμον ὡς ταῦτα πράττοντας, ἐξ ὧν ὀλίγος τε καὶ οὐδενὸς ἄξιος ὁ δῆμος ἔσται, καὶ οὐδὲ ἐπὶ σιτοδείᾳ φροντίδα τῶν ἀπόρων ἔχοντας οὐδεμίαν οὔτε κοινῇ πάντας οὔτε ἰδίᾳ τοὺς δυνατού, παντὸς μάλιστα δέον αὐτοὺς χρήμασί τε καὶ σώμασιν, ὥσπερ αὐ‐ τὸς δή, κακοπαθεῖν καὶ πάντοθεν ἐπεισάγειν τῇ πόλει τὰς ἀγοράς. | |
20 | ἠξίου τε πρὸς τὰ τῶν ἄλλων ἔργα πατρικίων τὰ ὑφ’ ἑαυτοῦ πραττόμενα ἐξετάζειν, ὡς πολὺ καὶ τὸ πᾶν ἀλλήλων διαφέροντα. ἐκείνους μὲν γὰρ οὐδὲν ἐκ τῶν ἰδίων εἰς τὸ κοινὸν ἀναλίσκοντας ἔτι καὶ τὴν δημοσίαν γῆν σφετερισαμένους πολὺν ἤδη καρποῦσθαι χρόνον, ἑαυτὸν δὲ τῶν δημοσίων οὐδὲν ἔχοντα ἔτι καὶ τὴν πα‐ | |
25 | τρῴαν καταχορηγεῖν οὐσίαν εἰς βοήθειαν τῶν ἀπόρων καί, ἐπει‐ δὰν τὰ ὄντα καταναλώσῃ, δανείσματα ποιεῖσθαι παρὰ φίλων οὐθὲν ἀντικαταλλαττόμενον τῆς τοσαύτης φιλοτιμίας ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν, ἧς οὐδὲ τὸν ἐξ ἀνθρώπων πλοῦτον ἡγεῖσθαι τιμιώτερον. οἱ δὲ περὶ αὐτὸν συνεστῶτες ἀεὶ σωτῆρα καὶ πατέρα | |
30 | καὶ κτίστην ἀπεκάλουν τῆς πατρίδος, καὶ τὴν μὲν ὑπατικὴν ἐξου‐ σίαν ἐλάττονα χάριν ἢ κατὰ τὸ μέγεθος τῶν ἔργων αὐτοῦ γενή‐ σεσθαι δοθεῖσαν ἀπέφαινον, ἄλλῃ δέ τινι μείζονι καὶ λαμπρᾷ τιμῇ κοσμεῖν ἠξίουν αὐτόν, ἣν καὶ γένος ἕξει τὸ ἐξ ἐκείνου. ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας | |
35 | ἔκ τε Κύμης καὶ τῶν περὶ Μίσηνον λιμένων σιτηγοὺς ὁλκάδας | 213 |
214 | ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ †κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρ‐ χαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐπ’ ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ | |
5 | τιμὴν μετίοι, μηδενὸς † ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτ’ ἀνδρὸς ἐναντιουμένου, χαρίζεσθαι. ταῦτα ὁρῶντες οἱ προεστη‐ κότες τῆς ἀριστοκρατίας καὶ οὔτε ἐπιτρέπειν ἀξιοῦντες οὔτε κω‐ λύειν δύναμιν ἔχοντες ἐν πολλῇ πάντες ἦσαν ἀθυμίᾳ· καὶ ἔτι μᾶλλον διεταράχθησαν, ἐπειδή, κωλυόντων ἐκκλησίας συνάγειν | |
10 | αὐτὸν καὶ δημηγορεῖν τῶν τε δημάρχων καὶ ὑπάτων, συστραφεὶς ὁ δῆμος ἐκείνους μὲν ἐξέβαλεν ἐκ τῆς ἀγορᾶς, τῷ δὲ Μαλλίῳ πολλὴν ἄδειαν καὶ ῥώμην παρέσχεν. ἐν τοιαύτῃ δὴ καταστάσει τῆς πόλεως ὑπαρχούσης, ὁ τῆς ἀγορᾶς ἀποδειχθεὶς ἔπαρχος, ἀχ‐ θόμενος μὲν ἐπὶ τοῖς προπηλακισμοῖς τῶν λόγων, οἷς αὐτὸν | |
15 | ὑβρίζων ὁ Μάλλιος ἐν ταῖς ἐκκλησίαις διετέλει, δεδοικὼς δὲ τὸν ἄνδρα μάλιστα τῶν ἄλλων, εἴ τινος ἐπιλάβοιτο ἀρχῆς, μὴ πρότε‐ ρον τῆς ἀριστοκρατίας αὑτὸν ποιήσηται, ἢ τὸν δῆμον ἐξερεθίσας πρὸς αὐτὸν ποιήσηται διὰ τὴν ἐκ τῆς ἑταιρείας ἐπιβουλήν τινα κατ’ αὐτοῦ μηχανησάμενος, ἀγανακτῶν τε δι’ ἀμφότερα ταῦτα καὶ | |
20 | ἀπηλλάχθαι προθυμούμενος ἐκείνου μείζονα ἢ κατ’ ἰδιώτην ἰσχὺν ἔχοντος, ἐπιμελῆ ζήτησιν ἐποιεῖτο τῶν ὑπ’ αὐτοῦ λεγομένων τε καὶ πραττομένων. πολλῶν δὲ ὄντων, οἷς ὁ ἀνὴρ συνεργοῖς ἐχρῆτο τῶν ἀπορρήτων, καὶ οὔτε τὰς φύσεις ὁμοίων οὔτε τὰς γνώμας παραπλησίων, ἔμελλέ τις ὅπερ εἰκὸς οὐ βέβαιος αὐτῷ ἔσεσθαι | |
25 | φίλος, ἢ διὰ φόβον ἢ διὰ κέρδος ἴδιον· ᾧ τὰ πιστὰ δοὺς ὁ Μι‐ νούκιος ὑπὲρ τοῦ μηδενὶ φράσειν ὅστις ἦν, ἅπασαν ἔγνω τήν τε διάνοιαν τοῦ Μαλλίου καὶ τὴν παρασκευήν. ὡς δὲ καὶ τεκμήριον ἔλαβεν ἀναμφίλεκτον, καὶ τὴν πρᾶξιν ἐν χερσὶν οὖσαν ἔγνω, λέγει πρὸς τοὺς ὑπάτους. ἐκεῖνοι δὲ οὐκ ἀξιοῦντες ἐφ’ ἑαυτοῖς ποιῆσαι | |
30 | μόνοις ἐπιχειρήσεως τηλικαύτης ἐξέτασιν εἰς τὴν βουλὴν ᾤοντο δεῖν τὸ πρᾶγμα εἰσφέρειν, καὶ συνεκάλουν τὸ συνέδριον εὐθὺς ὡς περὶ πολέμου δή τινος ὑπερορίου βουλευόμενοι. πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων, παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι | |
πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως πολλῆς | 214 | |
215 | πάνυ καὶ ταχείας φυλακῆς δεομένη διὰ τὸ τοῦ κινδύνου μέγεθος. ταύτης δ’ ἔφη μηνυτὴν οὐ τῶν ἐπιτυχόντων εἶναί τινα πολιτῶν, ἀλλ’ ὃν αὐτοὶ δι’ ἀρετὴν ἐπὶ τῆς μεγίστης τε καὶ ἀναγκαιοτάτης τῷ κοινῷ χρείας ἔταξαν, δοκιμάσαντες αὐτοῦ τήν τε πίστιν καὶ | |
5 | τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν ἐκ τῶν παρὰ πάντα τὸν βίον ἐπι‐ τηδευομένων. μετεώρου δὲ τῆς βουλῆς ἐπὶ τῇ προσδοκίᾳ γενομέ‐ νης, ἐκάλει τὸν Μινούκιον. κἀκεῖνος ἔλεξεν· [ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ] Ὡς δὲ ἐμηνύθη τῇ βουλῇ, δικτάτορα προχειρίζονται. ὁ δὲ | |
10 | τὸν ἱππάρχην * ἐκέλευσεν ἔχοντι τοὺς ἱππεῖς ἥκειν ὡς αὐτὸν περὶ μέσας νύκτας, τοῖς δὲ βουλευταῖς εἰς τὸ Καπιτώλιον ἕωθεν ἔτι συλλέγεσθαι, τῷ τε Μινουκίῳ τόν τε μηνυτὴν ἄγοντι καὶ τὰς ἄλλας ἀποδείξεις κομίζοντι πρὸς τὸ βῆμα παρεῖναι, ἅπασιν δὲ φυλάτ‐ τειν ἀπόρρητα πρὸς τοὺς ἔξω τοῦ συνεδρίου τὰ βουλεύματα, μίαν | |
15 | εἶναι λέγων ἀσφάλειαν, εἰ μηδὲν ὁ Μάλλιος ἀκούσειε τῶν περὶ αὐτοῦ λεγομένων τε καὶ πραττομένων. διατάξας δὲ τἄλλα ὅσων ἐδεῖτο, μέχρι δύσεως ἡλίου πάντας ἐν τῷ βουλευτηρίῳ κατασχὼν σκότους ὄντος ἤδη διέλυσε τὸν σύλλογον. ὡς δὲ μέση νὺξ ἐγένετο, προελθὼν ἐκ τῆς οἰκίας ἐξῄει περὶ τὸν ὄρθρον τοὺς ἐπιλέκτους | |
20 | ἀμφοτέρων τῶν ὑπάτων ἐπαγόμενος καὶ αὐτοὺς τοὺς ὑπάτους. οὗτοι μὲν οὖν τὸ Καπιτώλιον ἅμα τοῖς βουλευταῖς ἕωθεν κατει‐ ληφότες ἐφρούρουν· ὁ δὲ Μάλλιος οὐδὲν ἀκηκοὼς τούτων, ἡμέρας γενομένης προελθὼν εἰς τὴν ἀγορὰν ἐχρημάτιζε τοῖς δεομένοις ἐπὶ τοῦ βήματος καθεζόμενος. καὶ μετ’ οὐ πολὺ παρῆν ὁ ἵππαρ‐ | |
25 | χος Σερουίλιος πρὸς αὐτὸν ἄγων τοὺς ἀκμαιοτάτους τῶν ἱππέων ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη, καὶ στὰς πλησίον αὐτοῦ λέγει· ὁ δικτάτωρ σε κελεύει, Μάλλιε, πρὸς αὐτὸν ἥκειν. κἀκεῖνος ὑποτυχών· ποῖος, ἔφη, κελεύει με, Σερουίλιε, δικτάτωρ πρὸς αὐ‐ τὸν ἐλθεῖν; ὁ ποῦ καὶ πότε γενόμενος; καὶ ἅμα διαταραχθεὶς | |
30 | περιέβλεψεν εἰς τοὺς περὶ τὸ βῆμα. ἀφασίας δὲ ἅπαντας κατα‐ σχούσης διὰ τὸ μηδένα γινώσκειν τὰ πραχθέντα ὑπὸ τῆς βουλῆς, λέγει πάλιν ὁ Σερουίλιος· εἰσηγγέλθης χθὲς εἰς τὴν βουλήν, ὦ Μάλλιε, νεωτέροις ἐπιχειρεῖν πράγμασιν, ἴσως οὐκ ἀληθῶς· οὐ‐ δενὸς γὰρ ἄξιον ἀπὸ τῆς αἰτίας προκαταγινώσκειν. ταύτην ἐξετά‐ | |
35 | σαι τὴν μήνυσιν ἡ βουλὴ προελομένη δικτάτορος ἔφησε δεῖν τοῖς | |
πράγμασιν, ὡς οὐ τὸν ἐλάχιστον τῶν κινδύνων τρέχουσα, καὶ ἀπέ‐ | 215 | |
216 | δειξε τῆς ἐξουσίας ταύτης κύριον Λεύκιον Κοΐντιον Κικιννάτον, ὃν οἶσθα δήπου καὶ σὺ κράτιστον ὄντα τῶν πατρικίων καὶ δὶς ἤδη ταύτην ἀνεπιλήπτως τετελεκότα τὴν ἀρχήν. οὗτος ὁ ἀνὴρ δικαστήριόν σοι καθίσαι καὶ λόγον ἀποδοῦναι βουλόμενος ἀπέ‐ | |
5 | σταλκεν ἡμᾶς, ἐμὲ τὸν ἵππαρχον ἅμα τοῖσδε τοῖς ἀνδράσι, ἄξον‐ τάς σε ἀσφαλῶς ἐπὶ τὴν ἀπολογίαν. εἰ δὲ μηδὲν ἀδικεῖν πέποι‐ θας, ἴθι καὶ λέγε τὰ δίκαια περὶ σαυτοῦ πρὸς ἄνδρα φιλόπολιν, ὃς οὔτε διὰ τὸν κοινὸν φθόνον οὔτε δι’ ἄλλην ἄδικον πρόφασιν οὐδεμίαν ἐκποδῶν ποιῆσαί σε βουλήσεται. ὁ δ’ ὡς ἤκουσεν ἀνα‐ | |
10 | πηδᾷ τε καὶ μεγάλα ἀναβοήσας· ἄνδρες, ἔφη, δημοτικοί, βοηθεῖτέ μοι συναρπαζομένῳ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν ὑπὸ τῶν δυνατῶν· οὐ γὰρ ἐπὶ δίκην καλοῦμαι πρὸς αὐτῶν, ἀλλ’ ἐπὶ θάνατον καλοῦ‐ μαι. βοῆς δὲ γενομένης καὶ θορύβου πολλοῦ περὶ τὸ βῆμα, συγ‐ γνοὺς ὅτι πλείους εἰσὶν τῶν βοηθούντων οἱ συλλαμβάνειν μέλλον‐ | |
15 | τες αὐτόν, καὶ οὐ μακρὰν ἑτέρους ὑποκαθῆσθαι ἐν ὅπλοις, κατα‐ πηδᾷ ταχέως ἀπὸ τοῦ βήματος καὶ διὰ τῆς ἀγορᾶς ἐχώρει δρόμῳ σπεύδων εἰς τὴν οἰκίαν καταφυγεῖν. καταλαμβανόμενος δ’ ὑπὸ τῶν ἱππέων εἰς ἐργαστήριον εἰστρέχει μαγειρικὸν καὶ κοπίδα τῶν κρεοκόπων ἁρπάσας παίει τὸν πρῶτον αὐτῷ προσελθόντα· | |
20 | ἔπειτα πολλῶν ἐπιπεσόντων ἀθρόον, ἀμυνόμενος καὶ βραχὺν ἀν‐ τισχὼν χρόνον ἀπεκόπη ὑπό τινος τὸν βραχίονα καὶ πίπτει καὶ κατακοπεὶς ὥσπερ θηρίον ἀποθνήσκει. Μάλλιος μὲν δὴ μεγάλων ὀρεχθεὶς πραγμάτων καὶ μικροῦ πάνυ δεήσας τὴν Ῥωμαίων ἡγε‐ μονίαν κατασχεῖν οὕτως ἀζήλου καὶ πικρᾶς καταστροφῆς ἔτυχεν. | |
25 | ἐξενεχθέντος δὲ εἰς τὴν ἀγορὰν τοῦ νεκροῦ καὶ γενηθέντος πᾶσι φανεροῦ, δρόμος ἦν καὶ βοὴ καὶ θόρυβος ἁπάντων τῶν κατὰ τὴν ἀγοράν, τῶν μὲν οἰκτειρόντων, τῶν δὲ ἀγανακτούντων, τῶν δὲ ὁμόσε τοῖς δεδρακόσι χωρεῖν ἐσπουδακότων. τοιαύτης δὲ ταραχῆς γενο‐ μένης, μαθὼν ὁ δικτάτωρ ὅτι διαπέπρακται τοῖς ἱππεῦσι τὸ προσ‐ | |
30 | ταχθὲν ἔργον, κατέβαινεν ἀπὸ τῆς ἄκρας εἰς τὴν ἀγορὰν τούς τε βουλευτὰς ἐπαγόμενος ἅπαντας καὶ τοὺς ἱππεῖς περὶ ἑαυτὸν ἔχων γυμνὰ φαίνοντας ξίφη· καὶ δημηγορήσας ἐπ’ ἐκκλησίας ἀπέλυσε τὸν ὄχλον. τῶν δὲ δημοτικῶν οἱ 〈μὲν οὐ〉 συμβουλεύσαντες τῇ κα‐ | |
ταλύσει τῆς πολιτείας ἠγανάκτουν καὶ δι’ ὀργῆς τὴν ἐπιχείρησιν | 216 | |
217 | τοῦ ἀνδρὸς ἐλάμβανον· οἱ δὲ κοινωνήσαντες τῆς συνωμοσίας ἀφειμένοι τοῦ φόβου χαίρειν τε προσεποιοῦντο καὶ τὸ συνέδριον τῶν βουλευμάτων ἐπῄνουν· ὀλίγοι δέ τινες ἐξ αὐτῶν οἱ πονηρό‐ τατοι λογοποιεῖν ἐτόλμων ἐν ταῖς ἑξῆς ἡμέραις, ὡς ἀνηρπασμένου | |
5 | πρὸς τῶν δυνατῶν τοῦ Μαλλίου, καὶ διαστασιάζειν τὸν δῆμον ἐπεχείρουν· οὓς ἀφανεῖ θανάτῳ διαχρησάμενος ὁ δικτάτωρ, ἐπει‐ δὴ κατέπαυσε τοῦ θορύβου, τὴν ἀρχὴν ἀποτίθεται. Οἱ μὲν δὴ τὰ πιθανώτατά μοι δοκοῦντες γράφειν περὶ τῆς Μαλλίου τελευτῆς οὕτω παραδεδώκασι. λεγέσθω δὲ καὶ ὁ δοκῶν | |
10 | ἧττον εἶναί μοι πιθανὸς λόγος, ᾧ κέχρηται Κίγκιος καὶ Καλπούρ‐ νιος ἐπιχώριοι συγγραφεῖς, οἵ φασιν οὔτε δικτάτορα ὑπὸ τῆς βουλῆς ἀποδειχθῆναι τὸν Κόιντον, οὔτε ἱππάρχην ὑπὸ τοῦ Κοΐν‐ του τὸν Σερουίλιον. γενομένης δὲ τῆς μηνύσεως ὑπὸ τοῦ Μινου‐ κίου, τοὺς παρόντας ἐν τῷ συνεδρίῳ πιστεύσαντας ἀληθῆ τὰ λε‐ | |
15 | γόμενα εἶναι, γνώμην ἀποδειξαμένου τῶν πρεσβυτέρων τινὸς ἄκριτον ἦ μὴν ἀποκτεῖναι τὸν ἄνδρα, παραχρῆμα πεισθέντας, καὶ οὕτω τὸν Σερουίλιον ἐπὶ τοῦτο τάξαι τὸ ἔργον νέον ὄντα καὶ κατὰ χεῖρα γενναῖον. τοῦτον δέ φασι λαβόντα τὸ ξιφίδιον ὑπὸ μάλης ἐλθεῖν πρὸς τὸν Μάλλιον πορευόμενον ἐκ τῆς ἀγορᾶς, καὶ προελ‐ | |
20 | θόντα εἰπεῖν, ὅτι βούλεται περὶ πράγματος ἀπορρήτου καὶ μεγά‐ λου διαλεχθῆναι πρὸς αὐτόν. κελεύσαντος δὲ τοῦ Μαλλίου μικρὸν ἀποχωρῆσαι τοὺς ἐγγὺς αὐτῷ παρόντας, ἐπειδὴ μονωθέντα τῆς φυλακῆς ἔλαβεν, γυμνώσαντα τὸ ξίφος βάψαι κατὰ τῆς σφαγῆς. τοῦτο δὲ πράξαντα δρόμῳ χωρεῖν εἰς τὸ βουλευτήριον, ἔτι συγκα‐ | |
25 | θημένων τῶν συνέδρων, ἔχοντα τὸ ξίφος ᾑμαγμένον 〈καὶ〉 κεκρα‐ γότα πρὸς τοὺς διώκοντας, ὅτι κελευσθεὶς ὑπὸ τῆς βουλῆς ἀνῄρηκε τὸν τύραννον. ἀκούσαντας δὲ τὸ τῆς βουλῆς ὄνομα τοὺς ὡρμη‐ κότας παίειν τε καὶ ψάλλειν αὐτὸν ἀποτραπέσθαι καὶ μηδὲν εἰς αὐτὸν παρανομῆσαι. ἐκ τούτου καὶ τὴν ἐπωνυμίαν τὸν Ἄλαν | |
30 | αὐτῷ τεθῆναι λέγουσιν, ὅτι τὸ ξίφος ἔχων ὑπὸ μάλης ἦλθεν ἐπὶ τὸν ἄνδρα· ἄλας γὰρ καλοῦσι Ῥωμαῖοι τὰς μάλας. | |
Ἀναιρεθέντος δὲ τοῦ ἀνδρὸς καθ’ ἑκάτερον τρόπον, συνελ‐ | 217 | |
218 | θοῦσα ἡ βουλὴ τήν τε οὐσίαν αὐτοῦ εἶναι δημοσίαν ἐψηφίσατο καὶ τὴν οἰκίαν ἕως ἐδάφους κατασκαφῆναι. οὗτος ὁ τόπος ἔτι καὶ εἰς ἐμὲ ἦν ἐν πολλαῖς ταῖς πέριξ οἰκίαις μόνος ἀνειμένος ἔρημος, καλούμενος ὑπὸ Ῥωμαίων Αἰκυμήλιον, ὡς ἂν ἡμεῖς εἴ‐ | |
5 | ποιμεν ἰσόπεδον μένον· αἰκὸν γὰρ ὑπὸ Ῥωμαίων τὸ μηδεμίαν ἔχον ἐξοχὴν καλεῖται. συμφθαρέντων δὲ ἀλλήλοις κατὰ τὴν μίαν ἐκφορὰν τῶν ὀνομάτων, Αἰκυμήλιον ἐκλήθη. τῷ δὲ τὴν κατὰ τοῦ Μαλλίου μήνυσιν ἀποδόντι Μινουκίῳ στάσιν ἀνδριάντος ἐψηφί‐ σατο ἡ βουλή. | |
10 | 2. Ὅτι Κοΐντου Σερουιλίου τὸ τρίτον [ὑπατεύοντος] καὶ Γαΐου Μαρκίου Ῥοτύλλου ὑπατευόντων κίνδυνοι τὴν Ῥώμην χαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὓς εἰ μὴ θεία τις πρόνοια διεσκέδασε, δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνέγ‐ και ξενοκτονίας, ἢ φόνων ἅψασθαι πολιτικῶν. ἀφ’ ἧς δ’ αἰτίας | |
15 | εἰς τούτους ἦλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν δι’ ὀλίγων πειράσομαι διελθεῖν. ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἁπάσης Καμπανίας ἡ τῶν Ῥωμαίων πόλις ἀραμένη καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας ἐβούλετο μὲν ἁπάσας ἄγειν τὰς δυνάμεις ὡς οὐθενὸς ἔτι κινδύνου | |
20 | ταῖς πόλεσι καταλειπομένου, δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους, ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμίαν ἔχοιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν στρατιὰν ἐν ταῖς πόλεσι κατα‐ | |
25 | λιπεῖν. γενόμενος δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅσοις ἦν βουλομένοις ὀψώνια καὶ μισθοὺς φέρεσθαι τῆς φυλακῆς, τού‐ τους καθίστησιν ἐν ταῖς πόλεσιν. ἐν οἷς ἦν τὸ πλεῖον μέρος ἀνεστίων καὶ καταχρέων καὶ τὴν οἴκοι πενίαν καὶ ἀγνωσίαν ἀσμέ‐ νως ἀποδιδρασκόντων. τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀνα‐ | |
30 | λαμβάνοντες τραπέζαις τε ὑπεδέχοντο λαμπραῖς καὶ ταῖς ἄλλαις ἐξένιζον φιλοφροσύναις. πολυτελὴς δὲ καὶ ἁβροδίαιτος ἱκανῶς τοῖς Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστιν καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πο‐ | |
λύβοτον καὶ πρὸς ὑγείαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην | 218 | |
219 | οὖσαν. κατ’ ἀρχὰς μὲν οὖν ἀγαπητῶς οἱ φρουροὶ τὴν φι‐ λοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον· ἔπειτα διαφθειρόμενοι τὰς ψυχὰς ὑπὸ τοῦ κόρου τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον, καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοή‐ | |
5 | των ἀνθρώπων ποιήσουσιν ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐ‐ δαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἔνθα λυπρὰ μὲν ἡ γῆ, πολλαὶ δὲ εἰσφοραί, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσις οὐ‐ δεμία, τὰ δὲ τῶν κοινῶν πόνων ἆθλα παρ’ ὀλίγοις. οἱ δὲ ἀσθε‐ νεῖς τοῖς βίοις καὶ τῶν καθ’ ἡμέραν ἀναγκαίων ἀποροῦντες, καὶ | |
10 | ἔτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι καὶ τὴν ἀνάγκην ἀποχρῶσαν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσιν ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ, οὐδ’ εἰ πάντες νόμοι τε καὶ ἄρχοντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς, ἐν Καμπανοῖς ἔτι μεθήσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον, καὶ τελευτῶντες | |
15 | εἰς τοσαύτην ἀπόνοιαν ἦλθον, ὥστε καὶ λέγειν ἐτόλμων· τί δαὶ καὶ δράσομεν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πό‐ λεις κατάσχωμεν; οὗτοι γὰρ αὐτοὶ πρότερον οὐκ ἐκ τοῦ †πεδίου κτησάμενοι τὴν γῆν κατέσχον, ἀλλὰ ἐπιξενωθέντες Τυρρηνοῖς τοῖς κατοικοῦσιν αὐτήν, καὶ τοὺς ἄνδρας πάντας διαφθείραντες, τάς | |
20 | τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περι‐ μάχητον χώραν παρέλαβον, ὥστε σὺν δίκῃ πείσονται πᾶν ὅ τι ἂν πάθωσιν αὐτοὶ τῆς παρανομίας ἄρξαντες καθ’ ἑτέρων. τί δαὶ καὶ τὸ κωλῦσαν ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρ‐ ποῦσθαι τἀγαθά; Σαυνῖται μέν γε καὶ Σιτικηνοὶ καὶ Αὔσωνες καὶ | |
25 | πάντες οἱ περίοικοι τοσοῦτον δεήσουσι Καμπανοῖς τιμωροῦντες ἐφ’ ἡμᾶς τε στρατεύειν, ὥστε ἀποχρῆν ὑπολήψονταί σφισιν, εἰ τὰ ἑαυτῶν ἐάσομεν ἑκάστους ἔχειν. Ῥωμαῖοι δὲ ἴσως μὲν καὶ κατ’ εὐχὴν δέξονται τὸ πραχθὲν ἅπασαν ἀξιοῦντες Ἰταλίαν ταῖς αὑτῶν ἀποικίαις κρατεῖσθαι· εἰ δὲ ἀγανακτεῖν προσποιούμενοι, πολεμί‐ | |
30 | ους ἡμᾶς κρίναντες οὐ τοσαῦτα δεινὰ διαθήσουσιν, ὅσα πείσονται πρὸς ἡμῶν. χώραν τε γὰρ αὐτῶν δῃώσομεν, ὅσον ἂν ἡμῖν δοκῇ, καὶ δεσμώτας ἐκ τῶν ἀγρῶν λύσομεν καὶ θεράποντας ἐλευθερώ‐ σομεν καὶ μετὰ τῶν ἐχθίστων αὐτοῖς Οὐολούσκων τε καὶ Τυρρη‐ νῶν καὶ Σαυνιτῶν καὶ τῶν ἔτι ἐνδοιαστῶς ἀκροωμένων Λατίνων | |
35 | στησόμεθα. ἠναγκασμένοις δ’ ἀνθρώποις καὶ τὸν ἔσχατον περὶ | |
ψυχῆς τρέχουσι δρόμον οὔτ’ ἄπορον οὐθὲν οὔτ’ ἀντίπαλον. τοιαῦτα | 219 | |
220 | διαλεγόμενοι πρὸς ἀλλήλους ὀλίγοι μὲν τὰ πρῶτα, ἔπειτα πλείους, ἔγνωσαν ἐπιχειρεῖν ταῖς πόλεσι καὶ δι’ ὅρκων ἐδίδοσαν ἀλλήλοις τὸ πιστόν. ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν εἰς ἐμφανὲς ἀγα‐ γοῦσα μήνυσις, ἣν τῶν συνομοσάντων τινὲς ἐποιήσαντο πρὸς τὸν | |
5 | ἕτερον τῶν ὑπάτων Μάρκιον, ᾧ τὸν κατὰ Σαυνιτῶν πόλεμον ὁ κλῆρος ἀπένειμεν, ἤδη παρειληφότι τὰς ἐν τῇ Ῥώμῃ καταγραφεί‐ σας δυνάμεις καὶ ὄντι ἐν ὁδῷ. ὁ δὲ ὕπατος ἀπροσδοκήτου καὶ δεινοῦ πράγματος ἀκούσας ἔκρινε μὴ λέξειν τὸ πρᾶγμα μήτ’ εἰ‐ δέναι δοκεῖν, ἀλλὰ δι’ ἀπάτης τινὸς καὶ στρατηγίας κωλῦσαι τὰ | |
10 | συμβησόμενα ταῖς πόλεσιν. ἀποστείλας δή τινας ἅμα τοῖς μηνυ‐ ταῖς κατασκευαστοὺς εἰς τὰς πόλεις πρὶν αὐτὸς ἐλθεῖν, προσε‐ σκεύασε λέγεσθαι πρὸς τοὺς ἐν ταῖς παραχειμασίαις, ὅτι τὰς μὲν φρουρὰς ἔγνω καταλιπεῖν ἐν ταῖς πόλεσι τὰς τότε οὔσας, ἐπειδὴ βουλομένοις ἔστιν τοῖς Καμπανοῖς αὐτὰς μένειν, τῇ δὲ οἴκοθεν | |
15 | ἀφιγμένῃ σὺν αὐτῷ δυνάμει πολεμεῖν πρὸς Σαυνίτας παρασκευ‐ άζεται. καὶ ἔπεισεν ἅπαντας ταῦτα ὑπολαβεῖν. ἀφικόμενος δὲ εἰς τὴν Καμπανίαν μετὰ τῆς στρατιᾶς ἁπάσης εἰς ἑκάστην παρῄει πόλιν, καὶ τοὺς ἐν ταῖς φρουραῖς ἀνακαλούμενος διέκρινεν ἁπάν‐ των τοὺς μετασχόντας τῆς συνωμοσίας, ἔπειτα φιλανθρώπως | |
20 | ἑκάστοις διαλεγόμενος, οὓς μὲν ἀπέλυσε τῶν σημείων, ὡς ἂν χα‐ ριζόμενος τὴν ἄφεσιν τῆς στρατείας, οὓς δὲ τῷ πρεσβευτῇ καὶ τῷ χιλιάρχῳ παραδοὺς ὡς ἐπὶ χρείας δή τινας στρατιωτικὰς ἀπέλυσε (οὗτοι δ’ ἦσαν οἱ πονηρότατοι καὶ οὐχ ὑπομένοντες ἀφεῖσθαι τῆς στρατείας), ἐντειλάμενος τοῖς ἄγουσιν αὐτοὺς εἰς | |
25 | Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπ’ ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται. τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις ὅτι πάντες οἱ κορυφαιότατοι τῆς συνωμοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δ’ ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συν‐ | |
30 | ωμοσίαν, καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιντο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίκας ὑπόσχωσιν εἰς Ῥώμην ἀπαχθέντες· συνιόν‐ τες τε κατ’ ὀλίγους ἐσκόπουν τί χρὴ πράττειν. ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι 〈οἱ〉 τῆς στρατείας | |
35 | ἀφειμένοι περὶ Ταρρακινὰ πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρ’ αὐ‐ | 220 |
221 | τὴν τὴν ὁδὸν στρατοπεδεύονται. ἔπειθ’ οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἔστιν δ’ οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀπο‐ στῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον. ὡς δὲ ἅπαξ οὗτοι τὰς | |
5 | παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν αὐτοῖς ὁσήμεραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά. ἔπειτα τὰ δεσμωτήρια ὑπ’ αὐτῶν, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει. Οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες, τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων | |
10 | (πολλαὶ δ’ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας), καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιληνῶν χώρας καὶ πόλεως φέρεται λʹ τῆς Καπύης | |
15 | ἀπέχοντα στάδια, Οὐλτουρνὸν ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρο‐ νοῦσι Καμπανῶν θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος. καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως | |
20 | ἀπὸ μʹ σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δὲ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δ’ οὐθὲν ὅ τι καὶ λόγου ἄξιον, στρατιάν τ’ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον τοὺς χρόνους. | |
25 | ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας, καὶ τὰς μὲν ἑαυτῶν δυνά‐ μεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρονισμοῦ προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γινομένας, ἐπὶ τὰ ἔργα χω‐ ρεῖν ἔγνωσαν. Ἐνθυμούμενοι δ’ ὅτι πολὺ τῆς στρατιᾶς ἐστιν τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλ‐ | |
30 | λαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμ‐ πανικῇ παραχειμασίᾳ, ἀφ’ ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶ‐ | |
τον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν | 221 | |
222 | ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυ‐ νον. Ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον· καὶ λέγει Μάλ‐ λιος. [ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ ΚΑΙ ΔΗ‐ ΜΗΓΟΡΙΩΝ. ΠΕΡΙ ΤΟΥ ΥΙΟΥ ΜΑΛΛΙΟΥ ΤΟΥ ΜΟΝΟ‐ | |
5 | ΜΑΧΗΣΑΝΤΟΣ]. 3. Ὅτι περὶ τὴν Ῥηγίνων πόλιν πάθος γίνεται δεινόν, οἷον καὶ περὶ Μεσσήνην ἐγένετο τὴν ἐν Σικελίᾳ, μεγάλης φυλακῆς καὶ προνοίας ἄξιον ἁπάσαις ταῖς πόλεσιν. ἀνάγκη δὲ τὰς αἰτίας καὶ τὰς προφάσεις τῶν κατασχόντων αὐτὴν κακῶν προειπεῖν. ὅτε | |
10 | Λευκανοὶ καὶ Βρέττιοι δυνάμεσι πολλαῖς ἐπὶ Θουρίους στρατεύ‐ σαντες τήν τε χώραν αὐτῶν ἐξεπόρθησαν καὶ τὴν πόλιν περιχα‐ ρακώσαντες ἐπολιόρκουν, ἐφ’ οὓς ἀπεστάλη Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Φαβρίκιος ὁ ὕπατος, φοβηθέντες οἱ Ῥηγῖνοι μὴ καὶ ἐπὶ σφᾶς οἱ βάρβαροι Ῥωμαίων ἀπελθόντων στρατιὰν ἀποστείλωσι, | |
15 | καὶ τὴν Ταραντίνων πόλιν ἐν ὑποψίαις ἔχοντες, ἐδεήθησαν τοῦ Φαβρικίου δύναμιν τῇ πόλει λιπεῖν πρὸς τὰς αἰφνιδίους τῶν βαρβάρων ἐπιδρομάς, καὶ εἴ τις ἐκ τῶν Ταραντίνων ἐπιβουλή σφισιν ἀπροσδόκητος γένοιτο· καὶ λαμβάνουσιν Καμπανοὺς μὲν ωʹ, Σιτικινοὺς δὲ υʹ, ὧν ἁπάντων ἡγεῖτο Δέκιος Καμπανὸς τὸ | |
20 | γένος. οὗτος ὁ ἀνήρ, ὅτε κατάγοιτο παρὰ τοὺς ἐπιφανεστάτους τῶν ἐπιχωρίων ἑστιάσεις [τε] λαμπρὰς κατὰ τὴν φιλοφροσύνην τῶν ξένων ἐστιώμενος, κατασκευὰς οἰκιῶν λαμπρὰς καὶ βαθυπλού‐ τους παρὰ πολλοῖς ὁρῶν κατ’ ἀρχὰς μὲν ἐμακάριζε τοὺς Ῥηγίνους τῆς εὐδαιμονίας, ἔπειθ’ ὡς ἀναξίοις ἐφθόνει, τελευτῶν δὲ ὡς | |
25 | πολεμίοις ἐπιβουλεύειν ἤρξατο· καὶ προσλαβὼν κοινωνὸν τῶν ἀπορρήτων βουλευμάτων τὸν γραμματέα, πανοῦργον ἄνδρα καὶ πάσης πονηρίας ἀρχιτέκτονα, πρὸς αὐτοῦ πάντας Ῥηγίνους ἀπο‐ κτεῖναι καὶ τὴν εὐδαιμονίαν αὐτῶν τὴν μὲν αὐτὸς κατασχεῖν, τὴν δὲ τοῖς στρατιώταις διελεῖν, λέγοντος ὅτι Μεσσήνην ὀλίγῳ † πρό‐ | |
30 | τειχον. ὑφ’ οὗ πεισθεὶς καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως σὺν | |
αὐτῷ βουλευσάμενος, τοὺς ταγματάρχας καὶ τοὺς ἐπιφανεστάτους | 222 | |
223 | τῶν στρατιωτῶν εἰς τὸ συνέδριον ἐκάλεσεν· δεηθεὶς δὲ ἁπάντων ἀπορρήτους φυλάξαι τοὺς λόγους, κίνδυνον ἔφη μέγαν αὐτῷ ἐπι‐ κρεμασθέντα πολλῆς πάνυ φυλακῆς καὶ ταχείας δεόμενον, ὡς τοῦ καιροῦ μὴ διδόντος ἀναστροφήν. πεπυσμένους γὰρ τὴν Πύρρου | |
5 | διάβασιν τοὺς ἐπιφανεστάτους Ῥηγίνων κρύφα διαπέμπεσθαι πρὸς αὐτὸν ὑπισχνουμένους κατασφάζειν τὴν φρουρὰν καὶ παραδώσειν ἐκείνῳ τὴν πόλιν. ἔτι ταῦτα λέγοντος αὐτοῦ, παρῆν τις ἐγκάθε‐ τος, αὐχμηρὸς ὡς ἐξ ὁδοῦ, γράμματα ὑπ’ αὐτοῦ Δεκίου κατασκευ‐ ασμένα κομίζων, ὡς παρὰ ξένου δή τινος ἰδίου, ἐν οἷς ἐδηλοῦτο | |
10 | μέλλειν ὁ βασιλεὺς ἀποστέλλειν ἐπὶ τὸ Ῥήγιον φʹ στρατιώτας ὡς καταληψομένους τὴν πόλιν, ἀνοίξειν ὑπεσχημένων αὐτοῖς Ῥηγίνων τὰς πύλας. τινὲς μὲν λέγουσιν τὸν γραμματηφόρον ὑπὸ Φαβρι‐ κίου τοῦ ὑπάτου κατὰ σπουδὴν ἀπεστάλθαι, τὴν δ’ ἐπιστολὴν ταῦτα περιέχειν, ἃ μικρῷ πρότερον ἔφην, καὶ παραινεῖν Δεκίῳ | |
15 | φθάσειν τοὺς Ῥηγίνους· ἔχει δὲ λόγον ἀμφότερα. ἔδειξε δὴ ταῦτα τοῖς ἐν τῷ συνεδρίῳ παροῦσιν, καὶ ἐπεὶ τάχιστα νὺξ ἐγένετο, φράσαντες οἱ ταγματάρχαι τοῖς ἄλλοις στρατιώταις ἃ διενοοῦντο πράττειν ἐπὶ τὰς οἰκίας τῶν Ῥηγίνων ἐχώρουν, καὶ τοὺς μὲν εὐ‐ ωχουμένους ἔτι, τοὺς δὲ κοιμωμένους καταλαβόντες ἐν τοῖς ἰδίοις | |
20 | κατασφάττουσιν ἐφεστίοις ἀντιβολοῦντας καὶ γόνασι προσκυλιο‐ μένους καὶ ἀνθ’ ὅτου ταῦτα πάσχουσι μαθεῖν ἀξιοῦντας, οὔτε ἡλικίας οὔτε τύχης οὐδεμιᾶς φειδόμενοι. φονεύσαντες δὲ τοὺς ἄνδρας ἔτι δεινότερον ἔργον ἐξειργάσαντο, τάς τε γυναῖκας τῶν ἰδίων ξένων καὶ τὰς παρθένους διελόμενοι συνῆσαν ἀκούσαις, ὧν | |
25 | τοὺς πατέρας καὶ τοὺς ἄνδρας ἐν ὀφθαλμοῖς ἀπέκτειναν. Δέκιος δὲ ἀντὶ φρουράρχου τύραννος ἐγεγόνει τῆς Ῥηγίνων πόλεως· καὶ λογιζόμενος ὅτι δώσει Ῥωμαίοις ὧν ἔδρασε δίκας, Καμπανοῖς τοῖς κατέχουσι Μεσσήνην συμμαχίαν τίθεται μεγίστην ἰσχὺν τῶν ἐν Σικελίᾳ πόλεων ἔχουσι, καὶ τὴν πόλιν διὰ πολλῆς εἶχε φυλακῆς. | |
30 | ἡ δὲ βουλὴ μαθοῦσα τὰ περὶ τοὺς Ῥηγίνους πάθη παρὰ τῶν διαφυγόντων τὸν ὄλεθρον οὐδὲ τὸν ἐλάχιστον ἀναμείνασα χρόνον ἀποστέλλει στρατιὰν νεοσύλλεκτον ἄγοντα 〈τὸν〉 ἕτερον τῶν κατὰ πόλιν στρατηγῶν. φθάσασα δὲ τὴν Ῥωμαίων ἄφιξιν ἡ τοῦ δαι‐ μονίου πρόνοια τὸν ἡγεμόνα τῆς φρουρᾶς Δέκιον ἀντὶ τῶν ἀνο‐ | |
35 | σίων βουλευμάτων εἰς τὰ κυριώτατα τοῦ ζῆν ἐτιμωρήσατο μέρη, | 223 |
224 | νόσον εἰς τοὺς ὀφθαλμοὺς ἐμβαλοῦσα δεινὰς περιωδυνίας φέρου‐ σαν, ἣν ἰάσασθαι προθυμούμενος ἄνθρωπον ἐκ Μεσσήνης ἰατρὸν μεταπέμπεται Δεξικράτην ὄνομα, πυνθανόμενος ἄριστον εἶναι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἰατρῶν, ἀγνοῶν δὲ ὅτι Ῥηγῖνος ἦν τὸ γένος· | |
5 | ὃς ἀφικόμενος εἰς τὸ Ῥήγιον ἐναλείφει τοὺς ὀφθαλμοὺς αὐτοῦ καυστικῷ φαρμάκῳ, καὶ διακελευσάμενος ἀνέχεσθαι τὰς περιω‐ δυνίας, ἕως ἂν ἀφίκηται, καταβὰς ἐπὶ θάλατταν εἰς τὸ παρεσκευ‐ ασμένον πορθμεῖον ἐνέβη καὶ πρὶν αἰσθέσθαι τινὰ τὸ πραχθὲν εἰς Μεσσήνην ἀπέπλευσεν. Δέκιος δὲ μέχρι μέν τινος ἐκκαιομένης | |
10 | τῆς ὁράσεως ἀλγηδόνας τε δεινὰς ὑπομένων ἠνείχετο τὸν ἰατρὸν προσδεχόμενος· ὡς δὲ πολὺς ἐγίνετο χρόνος, καὶ τὰς περιωδυνίας ἀδύνατος ἦν ἔτι φέρειν, σπογγίσας τὸ φάρμακον καὶ τοὺς ὀφθαλ‐ μοὺς ἀνοίξας ἔγνω τὰς ὄψεις ἐκκεκαυμένος, καὶ τὸν ἐξ ἐκείνου χρόνον διέμεινε τυφλός· ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχεί‐ | |
15 | ριος τοῖς Ῥωμαίοις γίνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων. ταύτην γὰρ οἰόμενοί τινες ἀπολογίαν Φαβρικίου τήν τε πόλιν ἀνέῳξαν τῷ στρατηγῷ καὶ τὸν Δέκιον δήσαντες παρέδοσαν Φαβρικίῳ. ὁ δὲ τὴν μὲν πόλιν ἀποδίδωσι τοῖς περιοῦσι Ῥηγίνων, τοὺς δὲ φρου‐ ροὺς ἅπαντα καταλιπεῖν αὐτόθι κελεύσας ἀπήγαγεν οὐδὲν ἐπιφε‐ | |
20 | ρομένους ἔξω τῶν ὅπλων· ἐξ ὧν τοὺς κορυφαιοτάτους ἄνδρας ἐπιλεξάμενος, οὓς ἀπέφαινον οἱ λοιποὶ τῶν ἀνοσίων βουλευμάτων εἶναι κοινωνούς, δεσμίους εἰς Ῥώμην ἤγαγεν· οὓς ἐν ἀγορᾷ μά‐ στιξιν αἰκισάμενοι, ὡς ἦν πάτριον ἐπὶ τοῖς κακούργοις κείμενον, ἀπέκτειναν τῷ πελέκει τὰς κεφαλὰς ἀποκοπέντας, ἐκτὸς Δεκίου | |
25 | καὶ τοῦ γραμματέως. οὗτοι δὲ παρακρουσάμενοι τοὺς φυλάττον‐ τας ἢ χρήμασιν ὠνησάμενοι τὸ μὴ μεθ’ ὕβρεως ἀποθανεῖν ἑαυ‐ τοὺς διεχειρίσαντο. καὶ ταῦτα μὲν ἐπὶ τούτοις. Τέλος τῆς ῥωμαϊκῆς ἀρχαιολογίας. *** Μετὰ δὲ τρεῖς ἢ τέτταρας 〈ἡμέρασ〉 ἐν τῷ μεγίστῳ πε‐ | |
30 | ριστύλῳ τῆς αὐλῆς οἰκοδομήσαντες βῆμα συνεκάλεσαν τοὺς ὑπασ‐ πιστὰς καὶ τὴν θεραπείαν, ἅμα δὲ τούτοις τοὺς πεζῶν καὶ τοὺς | |
ἱππέων ἡγεμόνας. ἀθροισθέντων δὲ τούτων, ἀναβὰς Ἀγαθοκλῆς | 224 | |
225 | καὶ Σωσίβιος ἐπὶ τὸ βῆμα πρῶτον μὲν τὸν τοῦ βασιλέως καὶ τὸν τῆς βασιλίσσης θάνατον ἀνθωμολογήσαντο καὶ τὸ πένθος ἀνέφη‐ ναν τοῖς πολλοῖς κατὰ τὸ παρ’ αὐτῶν ἔθος. μετὰ δὲ ταῦτα διά‐ δημα τῷ παιδὶ περιθέντες ἀνέδειξαν βασιλέα καὶ διαθήκην τινὰ | |
5 | παρανέγνωσαν πεπλασμένην, ἐν ᾗ γεγραμμένον ἦν ὅτι καταλείπει τοῦ παιδὸς ἐπιτρόπους ὁ βασιλεὺς Ἀγαθοκλέα καὶ Σωσίβιον· καὶ παρεκάλουν τοὺς ἡγεμόνας εὐνοεῖν καὶ διαφυλάττειν τῷ παιδὶ τὴν ἀρχήν. ἐπὶ δὲ τούτοις δύω κάλπιδας ἀργυρᾶς εἰσήνεγκαν, ὡς τῆς μὲν μιᾶς ἐχούσης τὰ τοῦ βασιλέως ὀστᾶ, τῆς δ’ ἑτέρας τὰ τῆς | |
10 | Ἀρσινόης. εἶχε δὲ ἡ μὲν μία κατὰ ἀλήθειαν τὰ τοῦ βασιλέως, ἡ δ’ ἑτέρα πλήρης ἦν ἀρωμάτων. ταῦτα δὲ ποιήσαντες εὐθέως ἐπετέλουν τὴν ἐκφοράν. ἐν ᾧ καιρῷ πᾶσι τὰ κατὰ τὴν Ἀρσινόην συνέβη γενέσθαι δῆλα. τοῦ γὰρ θανάτου φωτισθέντος, ὁ τρόπος ἐπεζητεῖτο τῆς ἀπωλείας· οὐκ οὔσης δὲ προφάσεως ἄλλης οὐδε‐ | |
15 | μιᾶς, τῆς ἀληθινῆς φήμης προσπεπτωκυίας, ἀκμὴν δ’ ἀμφισβη‐ τουμένης, τὸ κατ’ ἀλήθειαν γεγονὸς ἐν ταῖς ἑκάστων γνώμαις ἐπεσφραγίσθη. διὸ καὶ συνέβη μεγάλην γενέσθαι τὴν σύγχυσιν τῶν ὄχλων. τοῦ μὲν γὰρ βασιλέως οὐδεὶς οὐδένα λόγον ἐποιεῖτο, περὶ δὲ τῆς Ἀρσινόης ἀνανεούμενοί τινες μὲν τὴν ὀρφανίαν αὐ‐ | |
20 | τῆς, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐν τῷ ζῆν ὕβριν ἣν ὑπέμεινε καὶ τὴν αἰκίαν, σὺν δὲ τούτοις τὸ περὶ τὴν τελευτὴν ἀτύχημα, εἰς τοσαύ‐ την παράστασιν ἐνέπιπτον καὶ δυσθυμίαν, ὥστε πλήρη γενέσθαι τὴν πόλιν στεναγμοῦ, δακρύων, οἰμωγῆς ἀκαταπαύστου. ταῦτα δ’ ἦν τοῖς ὀρθῶς λογιζομένοις οὐχ οὕτω τῆς πρὸς Ἀρσινόην εὐ‐ | |
25 | νοίας τεκμήρια, πολὺ δὲ μᾶλλον τοῦ πρὸς τοὺς περὶ Ἀγαθοκλέα μίσους. ὁ δὲ προειρημένος, ἐπειδὴ τὰς ὑδρίας εἰς τοὺς βασιλι‐ κοὺς οἴκους ἔθηκε, παραγγείλας ἀποθέσθαι τὰ φαιὰ πρῶτον μὲν διμήνου τὰς δυνάμεις ὠψωνίασεν, πεπεισμένος τὸ παρὰ τοῖς πολ‐ λοῖς μῖσος ἀμβλυνεῖν διὰ τῆς πρὸς τὸ λυσιτελὲς ὁρμῆς αὐτῶν, | |
30 | εἶτα ἐνεξώρκισε τὸν ὅρκον, ὃν ἦσαν ὀμνύειν εἰθισμένοι κατὰ τὰς ἀναδείξεις τῶν βασιλέων. ἐξαπέστειλε δὲ καὶ Φιλάμμωνα τὸν ἐπιστάντα τῷ τῆς Ἀρσινόης φόνῳ, ποιήσας αὐτὸν Λιβυάρχην τῶν κατὰ Κυρήνην τόπων. τὸ δὲ παιδίον ἐνεχείρισεν ταῖς περὶ τὴν | |
Οἰνάνθην καὶ Ἀγαθόκλειαν. μετὰ δὲ ταῦτα Πέλοπα μὲν ἐξέπεμψε | 225 | |
226 | τὸν Πέλοπος εἰς τὴν Ἀσίαν πρὸς Ἀντίοχον τὸν βασιλέα παρακα‐ λέσοντα συντηρεῖν τὴν φιλίαν καὶ μὴ παραβαίνειν τὰς πρὸς τὸν τοῦ παιδὸς πατέρα συνθήκας, Πτολεμαῖον δὲ τὸν Σωσιβίου πρὸς Φίλιππον τά τε περὶ τῆς ἐπιγαμίας συνθησόμενον καὶ παρακα‐ | |
5 | λέσοντα βοηθεῖν, ἐὰν ὁλοσχερέστερον αὐτοὺς Ἀντίοχος ἐπιβάλη‐ ται παρασπονδεῖν. προεχειρίσατο δὲ καὶ Πτολεμαῖον τὸν Ἀγη‐ σάρχου πρεσβευτὴν πρὸς Ῥωμαίους, οὐχ ὡς ἐπισπεύσοντα τὴν πρεσβείαν, ἀλλ’ ὡς, ἂν ἅψηται τῆς Ἑλλάδος καὶ συμμίξῃ τοῖς ἐκεῖ φίλοις καὶ συγγενέσιν, αὐτοῦ καταμενοῦντα· προέκειτο γὰρ | |
10 | αὐτῷ πάντας τοὺς ἐπιφανεῖς ἄνδρας ἐκποδῶν ποιῆσαι. ἐξαπέ‐ στειλε δὲ καὶ Σκόπαν τὸν Αἰτωλὸν ἐπὶ ξενολογίαν εἰς τὴν Ἑλλάδα, πλῆθος χρυσίου συνθεὶς εἰς τὰ προδόματα. δύω γὰρ ἔσχε προ‐ θέσεις ὑπὲρ ταύτης τῆς ἐπιβολῆς, μίαν μὲν ἀποχρῆσθαι τοῖς ξενολογηθεῖσιν εἰς τὸν πρὸς Ἀντίοχον πόλεμον, ἄλλην δὲ τοὺς | |
15 | ἀρχαίους καὶ προϋπάρχοντας ξένους ἐπὶ τὰ κατὰ τὴν χώραν φρού‐ ρια καὶ τὰς κατοικίας ἀποστεῖλαι, τοῖς δὲ παραγενομένοις ἀναπλη‐ ρῶσαι καὶ καινοποιῆσαι τὴν θεραπείαν καὶ τὰ περὶ τὴν αὐλὴν φυλακεῖα, παραπλησίως δὲ καὶ κατὰ τὴν ἄλλην πόλιν, νομίζων τοὺς δι’ αὑτοῦ ξενολογηθέντας καὶ μισθοδοτουμένους τῶν μὲν | |
20 | προγεγονότων μηδενὶ συμπαθήσοντας διὰ τὸ μηδὲν γινώσκειν, ἐν αὐτῷ δὲ τὰς ἐλπίδας ἔχοντας καὶ τῆς σωτηρίας καὶ τῆς ἐπανορ‐ θώσεως ἑτοίμους ἕξειν συναγωνιστὰς καὶ συνεργοὺς πρὸς τὸ παρ‐ αγγελλόμενον, ταῦτα δ’ ἐγενήθη πρότερα τοῦ παρὰ Φιλίππῳ διαβουλίου, ὡς ἐδηλώσαμεν· ἀλλ’ ἐκείνων κατὰ τὴν τῆς | |
25 | διηγήσεως τάξιν προτέρων λαμβανομένων, ἀναγκαῖον ἦν οὕτως ταῦτα χειρίζειν, ὥστε πρότερον ἐξηγεῖσθαι τὰς ἐντεύξεις καὶ τοὺς χρηματισμοὺς τῶν πρεσβευτῶν καὶ τῆς καταστά‐ σεως καὶ τῆς ἐξαποστολῆς. ὁ δὲ Ἀγαθοκλῆς, ἐπεὶ τοὺς ἐπιφα‐ νεστάτους τῶν ἀνδρῶν ἐκποδῶν ἐποίησε, καὶ τὸ πολὺ τῆς τοῦ | |
30 | πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. καὶ ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος, καὶ πάντες ἀνενε‐ οῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν διὰ τοὺς ἀνθρώπους τούτους, ἔτι μίαν ἐλπίδα ἔχοντες καὶ καραδοκοῦντες τὴν κατὰ τὸν | |
35 | Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες. ὁ δὲ Τληπόλεμος, ἕως μὲν ὁ βασιλεὺς ἔζη, τὰ καθ’ αὑτὸν ἔπραττεν· ἅμα δὲ τῷ μεταλ‐ | |
λάξαι ἐκεῖνον ταχέως ἐξομαλίσας τὰ πλήθη στρατηγὸς πάλιν ἐγε‐ | 226 | |
227 | νήθη τῶν κατὰ Πηλούσιον τόπων· καὶ τὰς μὲν ἀρχὰς ἐποιεῖτο τὴν ἀναφορὰν τῶν πραττομένων ἐπὶ τὸ τοῦ βασιλέως συμφέρον πεπεισμένος ὑπάρξειν τι συνέδριον, ὃ τήν τε τοῦ παιδὸς ἐπιτρο‐ πείαν ἕξει καὶ τὴν τῶν ὅλων προστασίαν. ὡς δ’ ἑώρα τοὺς μὲν | |
5 | ἀξίους ἐπιτροπῆς ἄνδρας ἐκποδῶν γεγονότας, τῆς δὲ τῶν ὅλων ἀρχῆς κατατολμῶντα τὸν Ἀγαθοκλέα, ταχέως ἐφ’ ἑτέρας ἐγένετο γνώμης, ὑφορώμενος τὸν προεστῶτα κίνδυνον διὰ τὴν ὑποκειμένην αὐτοῖς ἔχθραν, καὶ τάς τε δυνάμεις περὶ αὑτὸν ἤθροιζε καὶ περὶ πόρον ἐγίνετο χρημάτων, ἵνα μηδενὶ τῶν ἐχθρῶν εὐχείρωτος ᾖ. | |
10 | ἅμα δὲ καὶ τὴν τοῦ παιδὸς ἐπιτροπείαν καὶ τὴν τῶν ὅλων προ‐ στασίαν εἰς ἑαυτὸν ἥξειν οὐκ ἀπήλπιζε, νομίζων καὶ κατὰ τὴν ἰδίαν μὲν κρίσιν αὐτὸς ἀξιοχρεώτερος ὑπάρχειν Ἀγθοκλέους πρὸς πᾶν ἔτι μᾶλλον, πυνθανόμενος δὲ καὶ τὰς ὑφ’ ἑαυτὸν ταττομένας δυνάμεις καὶ τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐπ’ ἐκείνῳ τὰς ἐλπίδας | |
15 | ἔχειν τοῦ καταλύειν τὴν Ἀγαθοκλέους ὕβριν. οὔσης δὲ περὶ αὐτὸν οἵας εἴρηκα διαλήψεως, ταχέως τὰ τῆς διαφορᾶς αὔξησιν ἔλαβε, συνεργούντων ἀμφοτέρων πρὸς τὴν τοιαύτην ὑπόθεσιν. ὁ μὲν γὰρ Τληπόλεμος ἐξιδιάζεσθαι σπεύδων τοὺς ἡγεμόνας καὶ ταξιάρχας καὶ τοὺς ἐπὶ τούτων ταττομένους συνῆγε πότους ἐπιμελῶς, καὶ | |
20 | παρὰ τὰς συνουσίας τὰ μὲν ὑπὸ τῶν πρὸς χάριν λεγόντων † ἐκη‐ λούμενος, τὰ δὲ ὑπὸ τῆς ἰδίας ὁρμῆς, ἅτε νέος ὢν καὶ παρὰ τὸν οἶνον γινομένης τῆς ὁμιλίας, ἐρρίπτει λόγους κατὰ τῆς συγγενείας τῆς τῶν περὶ τὸν Ἀγαθοκλέα, τὰς μὲν ἀρχὰς αἰνιγματώδεις, εἶτ’ ἀμφιβόλους, τὸ δὲ τελευταῖον ἐκφανεῖς καὶ τὴν πικροτάτην ἔχοντας | |
25 | λοιδορίαν. ἐπεχεῖτο γὰρ τοῦ θρανογράφου καὶ τῆς σαμβυκιστρίας καὶ τῆς κουρίδος ἔτι δὲ τοῦ παιδαρίου τοῦ πάντα πεποιηκότος καὶ πεπονθό‐ τος παρὰ τοὺς πότους, ὅτ’ ἐῳνοχόει τῷ βασιλεῖ παῖς ὤν. ἐπὶ δὲ τού‐ τοις ἀεὶ τῶν συμπαρόντων γελώντων καὶ συμβαλλομένων τι πρὸς τὸν χλευασμόν, ταχέως εἰς τοὺς περὶ τὸν Ἀγαθοκλέα τὸ πρᾶγμα παρ‐ | |
30 | εγενήθη. γενομένης δ’ ἔχθρας ὁμολογουμένης, εὐθέως ὁ Ἀγαθο‐ κλῆς διαβολὴν εἰσῆγε κατὰ τοῦ Τληπολέμου φάσκων αὐτὸν ἀλλο‐ τριάζειν τοῦ βασιλέως καὶ καλεῖν Ἀντίοχον ἐπὶ τὰ πράγματα· καὶ πολλὰς εἰς τοῦτο τὸ μέρος εὐπόρει πιθανότητας, τὰς μὲν ἐκ τῶν | |
συμβαινόντων παρεκδεχόμενος καὶ διαστρέφων, τὰς δὲ ἐκ καταβο‐ | 227 | |
228 | λῆς πλάττων καὶ διασκευάζων. ταῦτα δ’ ἐποίει βουλόμενος τὰ πλήθη παροξύνειν κατὰ τοῦ Τληπολέμου· συνέβαινε δὲ τοὐναντίον. πάλαι γὰρ ἐπὶ τῷ προειρημένῳ τὰς ἐλπίδας ἔχοντες οἱ πολλοὶ καὶ λίαν ἡδέως ἑώρων ἐκκαιομένην τὴν διαφοράν. ἐγένετο δ’ ἡ κατ‐ | |
5 | αρχὴ τοῦ περὶ τὰ πλήθη κινήματος διά τινας τοιαύτας αἰτίας. Νίκων ὁ συγγενὴς τῶν περὶ τὸν Ἀγαθοκλέα, ζῶντος ἔτι τοῦ βασι‐ | |
λέως καθεσταμένος ἦν ἐπὶ τοῦ ναυτικοῦ, τότε δὲ τῶν ***. | 228 |