TLG 3020 001 :: Joannes CINNAMUS :: Epitome rerum ab Joanne et Alexio Comnenis gestarum

Joannes CINNAMUS Gramm. Hist., Secretarius Manuelis I Comneni
(Constantinopolitanus: A.D. 12–13)

Epitome rerum ab Joanne et Alexio Comnenis gestarum

Source: Meineke, A. (ed.), Ioannis Cinnami epitome rerum ab Ioanne et Alexio Comnenis gestarum [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1836: 3–300.

Citation: Page — (line)

3

(1t)

ΕΠΙΤΟΜΗ ΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ ΤΩΙ ΜΑΚΑΡΙ‐
2tΤΗΙ ΒΑΣΙΛΕΙ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΙΩΙ
3tΙΩΑΝΝΗΙ ΤΩΙ ΚΟΜΝΗΝΩΙ. ΚΑΙ ΑΦΗΓΗΣΙΣ ΤΩΝ
4tΠΡΑΧΘΕΝΤΩΝ ΤΩΙ ΑΟΙΔΙΜΩΙ ΥΙΩΙ ΑΥΤΟΥ ΤΩΙ
5tΒΑΣΙΛΕΙ ΚΑΙ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΩΙ ΚΥΡΩΙ ΜΑ‐
6tΝΟΥΗΛ ΤΩΙ ΚΟΜΝΗΝΩΙ ΠΟΝΗΘΕΙΣΑ ΙΩΑΝΝΗΙ
7tΒΑΣΙΛΙΚΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ΤΩΙ ΚΙΝΝΑΜΩΙ.
8tΒΙΒΛΙΟΝ Α.
11.Οὐδὲ τὸ τῆς ἱστορίας ἔργον ἀφιλότιμον τοῖς πάλαι ἐνομίσθη σοφοῖς. πλείστους μὲν οὖν αὐτῶν καὶ ἐντεῦθεν εὐδοκιμηκέναι ξυνέβη. ὁ μὲν γὰρ τὰ Ἑλλήνων εἰς ἱστορίαν ἔλαβεν ἔργα, ὁ δὲ
Κύρου διεξῆλθεν ἀγωγήν τε τὴν ἐκ παίδων καὶ πράξεις, ὅσαι εἰς3

4

ἄνδρας ἥκοντι τούτῳ ἐξεπονήθησαν· καὶ καθάπερ ὁπόσα τῷ χρό‐ νῳ φανέντα εἰσαῦθις ἐπικρυβήσεσθαι κίνδυνον εἶχον, ταῦτα ἐκεῖ‐ νοι καθάπερ ἐν ἀθανάτοις στήλαις ταῖς βίβλοις ἐντυπωσάμενοι τῷ ἑξῆς παρέδοσαν βίῳ. τὸ μὲν δὴ ἔργον τοιοῦτον. χρὴ γὰρ οἶμαι
5τούς γε μὴ πάνυ ἀναξίως τούτῳ ἐπιχειρήσοντας εἰδήσεώς τε τῆς περὶ ἕκαστα εὖ ἥκειν καὶ πραγμάτων ὡς ἐπίπαν ἀφεστάναι ὅσα βίῳ τῷδε συνέζευκται διηνεκές· ὧν οὐδέτερον ὅπως οἶμαι χρεὼν ἡμῖν πάρεστιν. οὔκουν οὐδὲ διὰ τοῦτο παντάπασιν ἔργα σιγητέον, ἃ τῷ ἡμετέρῳ δήπου συνέπεσεν αἰῶνι, ἐπιμελητέον δ’ ὅπως μὴ
10καὶ τῆς ἐνούσης ἄρα εὐκαιρίας κατόπιν ἡμῖν ἐλθεῖν γένοιτο. γέ‐ νοιτο δ’ ἄν, εἰ τῶν ἄλλων καθάπαξ ἁπάντων καὶ ὅσα ἐς τὸν κοι‐ νὸν ἥκει τῶν ἀνθρώπων βίον τὴν ἀφήγησιν ὑπερβάντες δυεῖν ἔργα παραστησόμεθα βασιλέοιν, ὧν ὁ μὲν ἔφθη πρὸ τῆς εἰς τὸν βίον ἡμῶν προόδου τὸ ζῆν ἀπολιπών, ἅτερος δὲ ἤκμασέ τε ἐφ’ ἡμῶν
15καὶ ἀπῄει τοῦ βίου τὴν βασιλείαν ἀνήβῳ λιπὼν τῷ παιδί. Ἰωάν‐ νης οὗτοι καὶ Μανουὴλ οἱ Κομνηνοί. ὅπως μὲν γὰρ εἶχεν ἐξ οὗπερ ἄμφω ἐγενέσθην (ὁ μὲν ἐς πατέρα, ὁ δὲ ἐς πάππον αὐτὸν ἀναφέρων τὴν βασίλειον ἀνεζώσατο ἀρχήν), καὶ ὡς τὰ κοινὰ Ῥω‐ μαίων διῴκησε πράγματα, ἱκανῶς οἶμαι διηγηθέντα ἐπὶ τῶν τὰ
20ἐκείνου ἀναγραψαμένων οὐ χρὴ καὶ πάλιν ἀναλαμβάνοντας ἐκτιθέ‐
ναι, ἀλλ’ οὐδὲ ὅπως ἐκεῖνος Νικηφόρῳ ἐπανέστη τῷ τηνικάδε τὴν4

5

βασιλείαν διέποντι, ἀνδρὶ πόρρω τῆς ἡλικίας ἥκοντι καὶ ἐπὶ δυσμαῖς βίου γεγονότι. πάντα γὰρ ἐς τὸ ἀκριβὲς ἤδη, καθάπερ ἔφην, δεδιήγηνται τοῖς γε μὴ πρὸς ἀπέχθειαν ἐκείνῳ συγγεγραφό‐ σιν. εἰρήσεται δέ μοι τὰ μὲν τοῦ Ἰωάννου κατ’ ἐπιτομὴν καὶ
5ὥσπερ ἐν κεφαλαίῳ, ὅτι μηδ’ ἐν τοῖς κατ’ ἐκεῖνον, ὅπερ ἤδη ἔφην, γέγονα χρόνοις. τά γε μὴν τοῦ μετ’ ἐκεῖνον Μανουὴλ οὐκ οἶδα εἴ τις ἐμοῦ κάλλιον ἐξιστορῆσαι ἔχει, ἐπεὶ καὶ οὔπω μειρακίῳ γε ὄντι μοι πλείστας συνεκδεδημηκέναι οἱ τῶν εἰς ἤπειρον ἑκατέ‐ ραν συνέβαινεν ἐκστρατειῶν. ἡ μὲν οὖν πρόθεσις αὕτη, καιρὸς
10δ’ ἂν εἴη λοιπὸν εἰς ἀρχὴν τὸν λόγον ἀναγαγόντας ἐντεῦθεν τῆς ἱστορίας ἀπάρξασθαι. 2. Ἀλεξίου τὸν βίον καταλύσαντος, Ἰωάννης καὶ πρότε‐ ρον πρὸς τοῦ πατρὸς αὐτῷ μνηστευθεῖσαν τὴν βασιλείαν παρέλα‐ βεν, ἐφ’ ὅσον τε ὁ καιρὸς ἐπεμέτρει τοῖς πολιτικοῖς ἑαυτὸν ἐπι‐
15δοὺς πράγμασιν ἐπὶ τὴν Ἀσίαν ἐξώρμησεν. ἔστι δέ τις ἄγχιστα Λύκου καὶ Κάπρου τῶν Φρυγίων ποταμῶν κειμένη πόλις ὄνομα Λαοδίκη. ταύτην δὲ χρόνῳ τινὶ πρότερον Πέρσαις ἁλοῦσαν τῇ Ῥωμαίων ἀνασώσασθαι ὁ βασιλεὺς διανοηθείς, ἀξιόλογον ἐπ’ αὐτῇ στρατείαν ἤλασεν. ἐπειδή τε πόλεως ἀγχοῦ Φιλαδελφείας
20ἦν, αὐτὸς μὲν αὐτῇ που χάρακα περιβαλὼν ἐστρατοπεδεύετο, τῶν δέ τινα εὐνουστάτων αὐτῷ Ἰωάννης ἐς Πέρσας τὸ γένος ἀνα‐ φέροντα ἅμα στρατεύματι τῆς πόλεως ἀποπειρασόμενον ἔπεμψε.
δεῆσαν δὲ ὀλίγῳ ὕστερον πανστρατὶ καὶ αὐτὸς ἐπιστὰς αὐτοβοεὶ5

6

ταύτην εἷλεν. ἔνθα βαρβάρων τε ἄλλων πολὺν τετύχηκεν ὅμιλον εἶναι καὶ τῶν ἐν σφίσιν ἐπιφανεστέρων οὐκ ἐλάττους τῶν ὀκτακο‐ σίων, ἐν οἷς καὶ Πιχαρᾶς ἦν πολέμων ὡς ἄγαν πολλῶν ἔμπειρος. τότε μὲν οὖν φρουρὰν ἀποχρῶσαν τῇ πόλει καταλιπὼν τῶν ἐπιτη‐
5δείων τε διαρκῶς ἐμπλησάμενος ἐς Βυζάντιον ἐπανέζευξε. χρόνῳ δὲ ὕστερον Σωζόπολιν ἐπιστρατεύσας πόνῳ οὐδενὶ καὶ ταύτην ὑπὸ Ῥωμαίοις ἔθετο. τὸ δὲ ὅπως αὐτὰ καὶ δή μοι λελέξεται. Σωζό‐ πολις αὕτη πόλις μέν ἐστι τῶν ἐν Ἀσίᾳ πάλαι ἐπισήμων, ἐφ’ ὑψη‐ λοῦ δέ τινος καὶ ἀποκρήμνου ἱδρυμένη χωρίου τῷ μὲν ἄλλῳ ταύ‐
10της μέρει πανταχόθεν ἄβατος γίνεται, μίαν δέ τινα κομιδῇ στε‐ νωτάτην παρέχεται εἴσοδον, ἐφ’ ἣν οὔτε μηχανὴν ἄν τις ἑλκύσαι δυνήσεται οὔτε τι τῶν εἰς τειχομαχίαν εὐτρεπίσασθαι· καὶ ἀνθρώ‐ ποις γὰρ ὅτι μὴ κατ’ ὀλίγους πορευομένοις μόλις ἐπὶ τὴν πόλιν εἰσ‐ ηγητὰ γίνεται. ἡ μὲν δὴ πόλις οὕτως εἴληχε θέσεως. βασιλεῖ
15δὲ Ἰωάννῃ τὸ μὲν πρῶτον ἀπέγνωστο τὰ τῆς ἐπιχειρήσεως, ἔπειτα ἔννοιά τις ἐπῆλθεν αὐτῷ, ἣ τήν τε πόλιν Ῥωμαίοις οὐ σὺν πόνῳ παρεστήσατο καὶ αὐτὸν μέγα κλέος ἐς ἀνθρώπους πάντας περιβα‐ λέσθαι πεποίηκεν. ἥτις δὲ αὕτη δηλώσω. δύο δὴ δορυφόρων προσκαλεσάμενος τῶν αὐτοῦ, ὧν ὁ μὲν Πακτιάριος, ἅτερος δὲ
20Δεκανὸς ἐπεκέκληντο, ἐκέλευεν ἅμα τῷ ἀμφ’ αὐτοὺς στρατεύματι εὐθὺ τῶν τῆς πόλεως ἰόντας πυλῶν ἀκροβολίζεσθαι πρὸς τοὺς ἐν τῷ τείχει, ἐπεξιόντων δὲ αὐτῶν φεύγειν μηδὲν αἰσχυνομένους ἕως
ἐπὶ πλεῖστον ἐκπεσόντες εἰς δίωξιν τὸ στενὸν ἀπολίποιεν, τὸ δὲ6

7

ἀπὸ τοῦδε ἀγχιστρόφῳ ἐπελάσει τῇ τῶν πυλῶν προτερήσαντας δια‐ κληροῦσθαι χώραν. οἱ μὲν οὖν ἀπῄεσαν ὡς ἐπὶ τὴν πόλιν· οἱ δὲ βάρβαροι ἐπειδὴ προσιόντας αὐτοὺς εἶδον, τὰς πύλας εὐθὺς ἀνακλίναντες ὡς εἶχον τάχους ἐξέθεον ἐπ’ αὐτούς. τῶν δὲ νῶτα
5δόντων αὐτοῖς ξυνέβαινε τὴν δίωξιν ἐπὶ πολὺ γίνεσθαι. ἅτερος τοίνυν τοῖν εἰρημένοιν αὐτίκα ὀπίσω ἐχώρει, καὶ Ῥωμαίων αὐτῷ πλεῖστοι εἵποντο. ἐπειδή τε πρὸς ταῖς πύλαις ἐγένοντο, τῶν ἵπ‐ πων ἀποβάντες αὐτοῦ ἵσταντο· ἑξῆς δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα τῶν πραττομένων αἰσθόμενοι δρόμῳ πολλῷ ἐχώρουν,
10καὶ οἱ πολέμιοι ἐν μέσῳ λοιπὸν ἐναπειλημμένοι ἄλλος ἀλλαχῆ κατὰ τῆς προκειμένης ἐθέοντο πεδιάδος, ἥ τε πόλις ἡλίσκετο. 3. Βασιλεὺς δὲ ἐκεῖθεν μεταβὰς Ἱερακορυφίτην τε εἷλε τὸ φρούριον καὶ πλείστων ἄλλων ἃ τῇδε ἵδρυται τῇ Ἀττάλου ἐπὶ πλεῖστον ἀγχιθυροῦντα, οὕτω τε λοιπὸν ἐς Βυζάντιον ἀνακομίζε‐
15ται. οὗ δὴ ἐπ’ ὀλίγον διατρίψας ἐπὶ τὴν Μακεδονικὴν ἐχώρει. Σκύθαι γὰρ πανστρατὶ τὸν Ἴστρον διαβάντες εἰς τὰ Ῥωμαίων εἰσ‐ έβαλον ὅρια. ἀλλὰ τότε μὲν χειμῶνος ἐπιλαβομένου ἐνταῦθά που περὶ πόλιν Βερόην διεχείμαζε, τὸ μὲν τὰ πρὸς τὸν πόλεμον ἐξαρ‐ τύων, τὸ δὲ πλέον ἤθελε τῶν ἐν σφίσι φυλάρχων τινὰς ἑταιρί‐
20σασθαι, ὡς ἂν οὕτω τοὺς ἄλλους χωρὶς ἀπολαβὼν οὐ σὺν πόνῳ καταγωνίσηται. ἔαρος δὲ πολλοὺς ἤδη διὰ πρεσβειῶν αὐτῷ προσ‐
χωρῆσαι ἀναπείσας ἐπὶ τοὺς λοιποὺς ἐχώρει, πολέμῳ κρῖναι θέ‐7

8

λων τὰ πράγματα. συρραγέντων τοίνυν ἀλλήλοις τῶν στρατευμά‐ των, μέχρι μέν τινος ἰσοτάλαντος ἡ μάχη ἐγίνετο, ὅτε καὶ αὐτὸς βασιλεὺς βέλει τὸν πόδα ἐπλήγη· τῶν δὲ Ῥωμαίων εὐθύμως ἀγω‐ νιζομένων ἡττῶνται κατὰ κράτος οἱ Σκύθαι, καὶ αὐτῶν οἱ μὲν
5ἔπεσον, οἱ δὲ ζωγρείᾳ ἑάλωσαν. μοῖρα δέ τις οὐκ ἀγενὴς ἐπὶ τὸ στρατόπεδον ἐπανιοῦσα οὐκέτι φεύγειν ἠξίου, ἀλλ’ αὐτοῦ σὺν γυ‐ ναιξὶ καὶ τέκνοις τοῖς αὐτῶν τὸν κίνδυνον ὑποστῆναι εἵλοντο προ‐ πονούμενοι τῶν ἀμαξῶν, ἃς βοείοις ἄνωθεν βύρσαις περιλαβόντες ἐς τὸ ἀκριβές τε ἁρμοσάμενοι ἐπ’ αὐτῶν τὰς γυναῖκας καὶ τὰ τέκνα
10ἐνέθεσαν. αὖθις οὖν μάχη συνίσταται καρτερὰ καὶ φόνος ἀμφο‐ τέρωθεν γίνεται. Σκύθαι γὰρ ὥσπερ ἐπιτειχίσματι ταῖς ἀμάξαις χρησάμενοι μεγάλα Ῥωμαίοις ἐλύπουν. ὃ βασιλεὺς ἐννοησάμενος ἤθελε μὲν αὐτὸς τοῦ ἵππου ἀποβὰς πεζῇ σὺν τοῖς στρατιώταις τὸν ἀγῶνα διαθλῆσαι. Ῥωμαίων δὲ οὐδαμῆ ἐπαινούντων ἐκέλευε
15τοῖς ἀμφ’ αὐτὸν πελεκυφόροις (ἔθνος δέ ἐστι τοῦτο Βρεταννικὸν βασιλεῦσι Ῥωμαίων δουλεῦον ἀνέκαθεν) πελέκεσιν ἐπιστάντας δια‐ κόπτειν αὐτάς. τῶν δὲ αὐτίκα ἔργου ἐχομένων, οὕτω δὴ καὶ αὐ‐ τοῦ τοῦ Σκυθῶν στρατοπέδου ἐγκρατὴς βασιλεὺς γίνεται. ὅτε καὶ τῶν ἄλλων, ὅσοι φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο, οἱ πλείους
20τῷ φίλτρῳ τῶν ἑαλωκότων αὐτόμολοι βασιλεῖ γεγονότες, εἰς ἤθη τε τὰ Ῥωμαίων ἀπήχθησαν καὶ στρατιωτικοῖς ἐγγραφέντες κατα‐
λόγοις ἐπὶ μακρὸν διετέλεσαν.8

9

4. Ἡ μὲν οὖν τῶν Σκυθικῶν ἐθνῶν ἐς Ῥωμαίων διάβασις ταύτῃ πη ἔσχε· βασιλεὺς δὲ καὶ αὖθις τῶν κατὰ τὴν Ἀσίαν εἴχετο πραγμάτων. ἀπροσδόκητος γὰρ τοῖς τῇδε βαρβάροις χειμῶνος μάλιστα ἐπιτιθέμενος ἄρδην ἠνδραποδίζετο, πλείστους τε αὐτῶν
5ἐπὶ τὴν εὐσεβῆ μεταφέρων δόξαν αὔξην στρατευμάτων ἐντεῦθεν Ῥωμαίοις πεποίητο. οὔπω γὰρ γεηπονικοῖς ἐνησκημένοι ἔργοις γαλακτός τε ἀπερρόφουν καὶ κρεῶν ἐσιτοῦντο, κατὰ τοὺς Σκύθας, ἀεὶ σποράδες τε ἀνὰ τὸ πεδίον ἐσκηνημένοι ταύτῃ τοῖς βουλομέ‐ νοις αὐτοῖς ἐγχειρεῖν προχειρότατοι ἐγίνοντο. Πέρσαις μὲν δὴ
10οὕτω συνέβαινε βιοῦν πρότερον· Ῥωμαίοις δὲ καὶ Οὔννοις, οἳ ἐπὶ τῆς ὑπὲρ τὸν Ἴστρον χώρας οἰκοῦσι, πόλεμος ἀπ’ αἰτίας ἐνερράγη τοιᾶσδε. Λαδισθλάβῳ τῷ Παννονίας ῥηγὶ παῖδες ἄρρενες ἤστην δύο, Ἀλμούζης καὶ Στέφανος. ἀλλὰ Στέφανος μέν, ἐπειδήπερ ὁ πατὴρ αὐτοῖς ἀποθάνοι, τὴν ἀρχὴν αὐτὸς ἀναλαμβάνει πρεσ‐
15βύτερος ὤν, ἅτερος δὲ φυγὰς ἐπὶ βασιλέα παραγίνεται. ἔθος γὰρ Οὔννοις ἐστί, τοῦ ἐν σφίσιν ἄρχοντος ἐπὶ παισὶ τετελευτηκό‐ τος, ἕως μὲν ὁ τὴν ἡγεμονίαν ἐκ τούτων παραλαβὼν ἄρρενος οὐκ εἴη πατὴρ παιδός, ξυνεῖναί τε ἀλλήλοις τοὺς ἀδελφοὺς καὶ τῆς παρ’ ἀλλήλων τυγχάνειν εὐνοίας, ἐπειδὰν δὲ ἤδη παῖς αὐτῷ γένη‐
20ται, οὐκέτι ἄλλως τὴν ἐπὶ τῆς χώρας ξυγχωρεῖν αὐτοῖς διατριβὴν ἀλλ’ ἢ τὰς ὄψεις ἐκκεντηθεῖσιν. Ἀλμούζης μὲν οὖν τούτου δὴ ἕνεκα παρὰ βασιλέα ἦλθεν. ὃ δὲ ἄσμενός τε τὸν ἄνθρωπον εἶδε καὶ ξὺν φιλοφροσύνῃ ἐδέξατο. ἐτύγχανε γὰρ δὴ βασιλεὺς Ἰωάν‐
νης Εἰρήνην τὴν Βλαδισλάβου παῖδα γυναῖκα γαμετὴν ἤδη πε‐9

10

ποιημένος, σωφρονεστάτην τε εἴπερ τινὰ καὶ ἀρετῆς ἐς τὰ μάλι‐ στα μεταποιουμένην. ὅσα γοῦν ἐκ βασιλέως τε ξυνοίκου καὶ τῆς βασιλείας ἐπεπόριστο, οὔτε τοῖς παισὶν εἰς κλήρους ἀφώρισεν οὔτε περιττότητι κόσμων ἠνάλωσε καὶ τρυφῇ. εὖ δὲ ποιοῦσα διετέλει
5τὸν πάντα τῆς ζωῆς αἰῶνα τοὺς ὅσοι ἐφ’ ὁτῳοῦν ἐκείνης δεόμενοι ἦσαν. ἣ δὲ καὶ φροντιστήριον ἐπ’ ὀνόματι τοῦ παντοκράτορος ἐν Βυζαντίῳ συνεστήσατο, ἐς κάλλος καὶ μέγεθος ἐν τοῖς μάλιστα τῶν ἐπισημοτάτων ὄν. ἡ μὲν δὴ Αὐγοῦστα τοιάδε τις ἦν. ὁ δὲ τῶν Οὔννων ῥὴξ ἐπειδὴ τὰ κατὰ τὸν ἀδελφὸν ἤκουσε, πρέσβεις
10ἐς βασιλέα πέμψας γῆς τῆς Ῥωμαίων ἀπελαύνεσθαι τοῦτον ἠξίου. ὡς δ’ οὐκ εἶχε πείθειν, ποταμὸν Ἴστρον περαιωθεὶς Βελεγράδα πόλιν παρ’ αὐτῷ κειμένην ἐκπολιορκήσας εἷλεν, εἰς ἔδαφός τε αὐ‐ τὴν καθελὼν ναυσὶ τοὺς λίθους ἐκεῖθεν μετήνεγκε, δι’ ὧν Ζεύγμην ἐν Σιρμίῳ πόλιν ἀνήγειρεν, ἣ πολλοῖς μὲν ἔκτοτε διήρκεσε χρό‐
15νοις, ἐπὶ δὲ τῆς Μανουὴλ βασιλέως αὐτοκρατορίας ἐκ βάθρων κατενεχθεῖσα ὡς ἐκ περιτροπῆς τινος ὅλη πρὸς τειχοδομίαν πό‐ λεως τῆς Βελεγράδων ἐγένετο. ἀλλὰ ταῦτα μὲν εἰσέπειτά μοι λε‐ λέξεται, ἐπειδὰν ὁ λόγος βαδίζων ἐπ’ ἐκείνους ἔλθῃ τοὺς χρόνους. βασιλεὺς δὲ τούτων ἀκούσας πανστρατὶ ἐπὶ τὸν Ἴστρον ἐφέρετο,
20συμμαχικὸν ἐπαγόμενος ἔκ τε Λιγούρων ἱππέων, οὓς Λωμπάρδους ἡμῖν ὀνομάζουσιν ἄνθρωποι, καὶ Περσῶν. καὶ ὁ μὲν αὐτοῦ που
ἐπὶ ταῖς ὄχθαις ηὐλίζετο τὰ πρὸς τὴν μάχην εὐτρεπιζόμενος· Στε‐10

11

φάνῳ δὲ ξυνέπεσε τὸ σῶμα μαλακισθέντι περί που τὰ τῆς χώρας αὐτῷ μέσα νοσοκομεῖσθαι. οὐ μέντοι οὐδὲ ὣς καταμελεῖν ἤθε‐ λεν, ἀλλὰ δυνάμεις ὅπως εἶχε τάχους ἐξέπεμπεν ἐμποδὼν βασιλεῖ ἐς τὴν περαίαν στήσεσθαι σφίσιν ἐγκελευσάμενος. Οὖννοι μὲν
5οὖν κατὰ τὸ κελευσθὲν ἐποίουν· βασιλεὺς δὲ ὅπως αὐτῷ μὴ ξὺν βίᾳ τὰ τῆς ἀποφάσεως γίνοιτο, ἐνενόει τοιάδε. τὸ ξυμμαχικὸν ἀποτεμόμενος ἅπαν ἐκέλευε τοῦ ποταμοῦ κατόπιν ὡς ἐπὶ χωρίον Τέμπον οὕτω καλούμενον ἐλθόντας, ἔνθα βουνός τις ἐκ τῆς τῶν Οὔννων φυόμενος χώρας ἄχρι ἐς τὸν ποταμὸν διήκει, ἐντεῦθεν
10περαιοῦσθαι· ὃ δὲ σὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἀντικρὺ φρου‐ ρίου Χράμου ἑστὼς δόκησιν παρεῖχεν ὡς ἐκεῖθεν αὐτίκα μάλα περαιωθησόμενος. οὗ δὴ γεγονότος ἀμογητὶ Ῥωμαῖοι διέβαινον, Οὖννοί τε μηδὲ τὴν πρώτην αὐτοὺς ὑποστάντες ἀνὰ κράτος λοιπὸν ἔφευγον, καὶ ἡ δίωξις ἄχρι ἐς ποταμὸν ἐγένετο, ἔνθα τῶν Οὔννων
15τῇ γεφύρᾳ ἀθρόον ἣ τὸν ποταμὸν ἐζεύγνυ ξυμπεπτωκότων, αὐτὴν μὲν κατασπασθῆναι ξυνέβη, τῶν δὲ πλείστους μὲν τῷ ποταμῷ παρασυρέντας ἐνταῦθα δὴ τὰς ψυχὰς ἀπερεύξασθαι, πολλοὺς δὲ καὶ χερσὶν ἁλῶναι Ῥωμαϊκαῖς, ἐν οἷς Ἀκούσης καὶ Κελαδὴς ἤστην, ἄνδρες ὀνομαστότατοι παρ’ Οὔννοισι. ταῦτα κατωρθωκὼς ὁ βα‐
20σιλεὺς τὸ Χράμον τε αὐτοβοεὶ παραστησάμενος φρούριον αὐτίκα ἐπὶ τὴν Ῥωμαίων αὖθις μετέβαινε, πόλιν τε Βρανιτζοβὰν στρα‐
τιωτῶν ἀσφαλείᾳ κρατηνάμενος, ὧν Κουρτίκιος ἦρχεν, ἐς Βυ‐11

12

ζάντιον ἦλθεν. Οὖννοι δὲ οὐ πολλῷ ὕστερον Βρανιτζοβάν τε περι‐ καθίσαντες εἷλον, καὶ τῶν ἐν αὐτῇ Ῥωμαίων οὓς μὲν ἔκτειναν οὓς δὲ ἐζώγρησαν· ἦσαν δὲ οἳ καὶ φυγῇ τὴν σωτηρίαν ἐπραγμα‐ τεύσαντο. ἐφ’ οἷς χαλεπήνας βασιλεὺς Κουρτίκιον μὲν προδοσίας
5ἐγκλήματι ὑποδικάζει καὶ πολλὰς αὐτῷ ξαίνει κατὰ τῶν νώτων, καίτοι οὐ πρότερον ἐκεῖνος τειχέων ἀφίστατο πρὶν ἢ (φασὶν) οἱ πολέμιοι εἰσερρέοντο πανστρατὶ ἐπὶ τὴν πόλιν καὶ πυρὶ τὰς οἰκο‐ δομὰς ἔφλεγον. 5. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Σέρβιοι, ἔθνος Δαλματι‐
10κόν, ἐς ἀποστασίαν ἰδόντες τὸ Ῥάσον κατεστρέψαντο φρούριον. οὗ δὴ ἕνεκα καὶ Κριτόπλον βασιλεὺς ἀμυνόμενος, ὃς τὴν τοῦ φυ‐ λακτηρίου τοῦδε ἐπετρέψατο τήρησιν, γυναικείαν ἐνδεδυκότα στο‐ λὴν διὰ τῆς ἀγορᾶς ἦγεν ὄνῳ ἔποχον. ὃ δὲ ἐν Βρανιτζόβῃ τὸ δεύτερον γεγονὼς ἀνοικοδομεῖν αὐτὴν σπουδῇ ἐποιεῖτο. χρόνου
15γοῦν ἐς τὸ ἔργον τριβομένου ξυνέβαινε χειμῶνι καὶ σπάνει τῶν ἀναγκαίων δυσπαθοῦν τὸ στρατιωτικὸν ἐς ἄγαν ταλαιπωρεῖσθαι. ὃ πυθόμενος ὁ τῶν Παιόνων ῥὴξ ἔγνω τὴν ταχίστην τὸν Ἴστρον δια‐ βὰς οὐδὲν προειδομένοις ἐπιθήσεσθαι τούτοις. ἦν δέ τις ἐν τῇ τῶν Οὔννων χώρᾳ γυνὴ Λατίνα μὲν γένος, πλούτῳ δὲ καὶ τῇ ἄλλῃ
20περιφανείᾳ διαφέρουσα. αὕτη παρὰ βασιλέα πέμψασα δῆλα κα‐ θίστη τὰ μελετώμενα. ὃ δὲ ἐπειδὴ μὴ εἶχεν ἐξ ἀντιπάλου δυνά‐ μεως αὐτοῖς ξυμπλακήσεσθαι, ἅτε νόσῳ καὶ σπάνει τῶν ἀναγ‐
καίων ᾗπερ εἴρηται προκατεργασθέντος αὐτῷ τοῦ στρατεύματος,12

13

τὴν πόλιν ὅποι δυνατὰ τειχισάμενος ὀπίσω ἐχώρει. ὅπως μέν‐ τοι μὴ τῶν Οὔννων στράτευμα συμμῖξαι αὐτῷ γένοιτο, διά τι‐ νων ἐρυμνῶν καὶ ἀποκρήμνων χωρίων τὴν πορείαν ἐτίθετο· ἀμέλει καὶ Κακὴ σκάλα ἐγχωρίως ὁ τόπος ὠνόμασται. ἔνθα ὁ
5τῶν Οὔννων στρατὸς αἰφνίδιος ταῖς οὐραγούσαις ἐπεισπεσὼν φά‐ λαγξιν, ἄλλῳ μὲν οὐδενὶ Ῥωμαίους ἐζημίωσαν, τεμάχια δὲ τῶν τὴν βασιλικὴν ξυμπληρούντων αὐλὴν παραπετασμάτων ὑποζυγίων ἀπορίᾳ περιοραθέντα ἀνελόμενοι ἀνεχώρησαν, καὶ τὸ Ῥωμαίων στράτευμα ἀσινὲς ἐκεῖθεν διαγέγονεν. ὀλίγῳ δὲ ὕστερον ἐπὶ τὴν
10Ἀσίαν βασιλεὺς διέβη, πόλιν Καστάμονα Παφλαγόσι πρόσοικον ἐξελεῖν ἐπειγόμενος. Πέρσαι γὰρ οἱ ἐνταῦθα ᾠκημένοι ἐπὶ τὴν πλησιόχωρον καὶ βασιλεῖ κατήκοον ἐξορμώμενοι ἐκεῖθεν ἀεὶ κακῶς τοὺς τῇδε Ῥωμαίους διετίθεσαν. ἐκπλήξας τοίνυν αὐτοὺς τῷ με‐ γέθει τῆς ἐς τὸν πόλεμον παρασκευῆς, τήν τε πόλιν καὶ σφᾶς
15αὐτοὺς προδοῦναι Ῥωμαίοις ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον ἐπανιὼν μεγαλοπρεπέστερα ἐπόμπευσεν. ὅτε καὶ ἅρμα ἀργύρου μὲν πεπηγμένον, χρυσῷ δὲ κατακόρως ἀληλιμμένον ἡτοίμησε μὲν ὡς ἐπιβησόμενος, οὐ μέντοι καὶ ὠχήσατο τούτῳ δι’ ὑπεροψίας ἴσως παραίτησιν· ἀμέλει καὶ εἰκόνα τῆς θεοτόκου ἐνθέμενος αὐ‐
20τῷ, ὃ μὲν σὺν τῷ σταυρικῷ προῆλθε σημείῳ, τὸ δὲ ἐχώρει,
θαῦμά τε ἦν Βυζαντίοις ὁρᾶν, ὅπερ οἶμαι οὔπω μέχρι καὶ τότε13

14

κατεῖδον ἐξ ὅτου Ἡράκλειοι καὶ Ἰουστινιανοὶ τὴν Ῥωμαίων διεῖπον ἀρχήν. 6. Ῥωμαίων οὖν ὁ δῆμος ἐν τούτοις ἦν. Τανισμὰν δὲ ὃς Καππαδοκίας ὑπὸ τοῦτον ἦρχε τὸν χρόνον Καστάμονα στρατεύ‐
5ματι περιλαβὼν ἐπολιόρκει. ἐπειδή τε βασιλεῖ ἐς τὸν πόλεμον ἤδη καθισταμένῳ τύχη τις ἐμποδὼν ἐγένετο (ἥ τε γὰρ ξύνοικος Εἰρήνη ἐξ ἀνθρώπων ἠφάνιστο, ὃ δὲ νόσῳ ἁλοὺς ἐς Βυζάντιον ἀνεκο‐ μίσθη), λιμῷ τὸ πρότερον αὐτὴν κατατρίψας εἶτα καὶ τειχομα‐ χήσας εἷλεν. ὃ δὴ ξυνενεχθὲν μεγάλα τῆς βασιλέως καθίκετο
10ψυχῆς. ἐπειδὴ γοῦν τύχῃ τινὶ Τανισμὰν μεταξὺ τὸν βίον κατα‐ στρέψαντος Μαχούμετ ἐπὶ τῆς ἀρχῆς καταστὰς διάφορος τῷ φυ‐ λάρχῳ τῆς Ἰκονίου γένοιτο πόλεως, ὃν δὴ Σουλτὰν τῶν ἄλλων ὑπερτιθέντες ὀνομάζουσι Πέρσαι, πρέσβεις εἰς Ἰκόνιον στείλας, ἐπειδήπερ ἐς τὸ φίλιον αὐτῷ ξυνεγένετο, Ῥωμαίοις ξυμμαχήσειν
15κατὰ Μαχούμετ ἀνέπεισεν. ἧκε τοίνυν οὐκ ἐς μακρὰν τῶν παρ’ αὐτῷ τις ἐπιφανῶν ἅμα στρατεύματι ὁμηρεύσων τε ἅμα καὶ τοῦ πολέμου συνεφαψόμενος. βασιλεὺς μὲν οὖν οὕτω ξὺν τοῖς εἰρη‐ μένοις ἐπὶ Γάγγραν ἐλθὼν πρὸ τοῦ ταύτης περιβόλου τὴν στρατο‐ πεδείαν ἐπήξατο, ἐν παρασκευῇ ὢν ὡς ἐς νέωτα τειχομαχήσων.
20ἀλλὰ Μαχούμετ οὔκουν ἀξιόμαχον ἑαυτὸν βασιλεῖ ἐπιστάμενος δεῖν ἔγνωκε τὸν Σουλτὰν ἑταιρίσασθαι ἄλλως τε καὶ κατὰ γένος αὐτῷ προσήκοντα. καὶ τοίνυν τὰ διάφορα λύσαντες κατὰ Ῥωμαίων καὶ
ἄμφω ξυνεπνευσάτην, οἵ τε ξύμμαχοι Πέρσαι μετάπεμπτοι πρὸς14

15

τοῦ Σουλτὰν γεγονότες νυκτὸς ᾤχοντο φεύγοντες. γνοὺς οὖν τὴν ἐπιβουλὴν βασιλεὺς ἐν ἀθυμίᾳ πολλῇ ἦν καὶ βεβούλευται παρ’ αὐτὰ ἐκεῖθεν ἀναζευγνύειν. ἀλλά τινες μοναχοὶ κατά τινα τύχην ἐνταῦθα παρόντες ἀπέλεγον πρὸς τὴν ἐγχείρησιν, μονονουχὶ θαρ‐
5σεῖν αὐτῷ τὰ ἐπὶ τῆς Γάγγρας ἁλώσει διατεινόμενοι. οἷς ἀνα‐ πεισθεὶς τῇ ὑστεραίᾳ τῷ περιβόλῳ προσέβαλεν, ἐκεῖθεν δὲ ἀπο‐ κρουσθεὶς ἐπὶ Ῥυνδακηνὴν μετέβη, ἐνταῦθά τε παντὶ τῷ στρατῷ διεχείμαζεν. ἔνθα Ῥωμαίοις πολύν τινα διατρίβουσι χρόνον, ἐπειδὴ μὴ εἶχον ὅθεν χειμῶνος ἐσκομίσονται τὰ ἐπιτήδεια, ξυνέ‐
10βαινεν ἤδη λιμῷ πιέζεσθαι. ἄρας τοίνυν ἐκεῖθεν ἐπὶ Καστάμονα ἦλθεν, ὁμολογίᾳ τε ταύτην ἑλὼν ἐπὶ Γάγγραν μετῆγε τὸ στράτευ‐ μα. Πέρσαι τοίνυν οἳ τὴν πόλιν κατεῖχον δυνάμεις ἐπὶ Ῥυνδα‐ κηνῆς ἀθροιζομένας καὶ πάλιν μεμαθηκότες, τὸ μὲν πρῶτον ὤκνουν βασιλεῖ τὴν πόλιν ἐνδοῦναι, ἐλπίσιν ἐπικουρίας εἰς τοῦτο
15φερόμενοι. ἐπεὶ δὲ αἱ μὲν εἰρημέναι δυνάμεις οὔπω ἔτι ἐς ταὐτὸν ξυνελθοῦσαι διελύοντο αὖθις (χειμῶνος γὰρ ὥρᾳ στρατεύειν ἀδύ‐ νατα εἶχον, καθάπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται), ὑπ’ ἀνάγκης ἀπειρηκότες τὴν πόλιν αὐτῷ παρέδοσαν ἐπὶ ὁμολογίᾳ τοῦ αὐτούς τε καὶ τοὺς ὅσοι Τανισμὰν ἔτι περιόντος δορυάλωτοι Ῥω‐
20μαίοις ἐγένοντο ἀθώους τῆς Ῥωμαϊκῆς ἀπαλλάξαι χειρός. ἀλλὰ Πέρσαι ἀντὶ τῆς ἐν χερσὶν ἐλευθερίας αὐθαίρετον προελόμενοι δουλείαν εὐνοίας τε τῆς παρὰ βασιλέως ἔτυχον καὶ προσθήκη δυ‐
νάμεως οὐκ ἀγενὴς Ῥωμαίοις ἐγένοντο.15

16

7. Τὸ δ’ ἐντεῦθεν τὰ τῶν Ἰσαυρικῶν πολέμων ἀρχὴν Ῥω‐ μαίοις εὕρατο. Λεβούνης γὰρ ἀνὴρ Ἀρμένιος ἄλλας τε ὡς πλεί‐ στας τῶν Ῥωμαίοις κατηκόων πόλεις εἷλεν Ἰσαυρικὰς καὶ δὴ καὶ τὴν Σελεύκου πολιορκεῖν ἐπεβάλετο. ὃ πυθόμενος βασιλεὺς, τὰς
5δυνάμεις ἀγείρας τάχει πολλῷ ἐπ’ ἐκεῖνον ἵετο. τούτου δὴ ἕνεκα βασιλεὺς ἐπὶ τὴν Κιλίκων ἐστέλλετο καὶ οὗπερ ἄρτι δηλώσω. Βαϊ‐ μούνδου ὃς Ἀντιοχέων ἦρχεν ἐξ ἀνθρώπων ἠφανισμένου, οἱ τῆς χώρας προὔχοντες ἐπὶ βασιλέα πέμψαντες ἔφασαν, ὡς εἴτε βουλο‐ μένῳ αὐτῷ εἴη θυγατέρα τὴν Βαϊμούνδου τῷ ὑστάτῳ τῶν παίδων
10ξυνοικεῖν τῷ Μανουήλ, αὐτίκα μετὰ κῆδος τὰ Ἀντιοχέων ὑπ’ αὐ‐ τῷ πράγματα ἔσται. ἀλλ’ οὔπω ἔφθη τῇ Κιλίκων αὐτὸς ἐπιβῆ‐ ναι, καὶ τοῦ σκοποῦ μεταθέμενοι ἀντὶ φίλων τε καὶ ξυμμάχων πολεμιώτατοι τούτῳ κατέστησαν. οὐκ ἀξιομάχους γε μὴν ἑαυ‐ τοὺς τῇ Ῥωμαίων εἰδότες στρατιᾷ δεῖν ἔγνωσαν καὶ Λεβούνην σφί‐
15σιν ἐπιστήσασθαι. ἀμέλει καὶ τῆς φρουρᾶς τὸν ἄνθρωπον ἐξε‐ λόντες, ἔνθα ἐπειδὴ πολέμῳ περιγεγόνασι καθείρξαντες αὐτὸν ἐτήρουν, τὰ πιστά τε παρ’ αὐτοῦ λαβόντες ἐφ’ ᾧ φίλον καὶ ξύμ‐ μαχον κατὰ βασιλέως αὐτοῖς ἔσεσθαι, ξὺν φιλοφροσύνῃ ἀπέλυσαν. βασιλεὺς δὲ ἐς τὴν Κιλίκων παρελθὼν Μοψουεστίαν τε εἷλε, καὶ
20Ταρσοῦ καὶ Ἀδάνης περιγεγονὼς πρὸ Ἀναζάρβου τὸν χάρακα πή‐ γνυται. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο ξυνέπεσέ τι τοιοῦτον. τῷ κόμητι Πετούης, ἣ περὶ κόλπον ἵδρυται τὸν Ἰόνιον, παῖδες γίνονται δύο.
ὧν ὁ μὲν τοῦ πατρὸς τετελευτηκότος εἰς τὴν πατρῴαν καθίσταται16

17

ἀρχήν, ἅτερος δὲ ἐν πένητος σχήματι ἐς τὸν ἐν Ἱεροσολύμοις νεὼν παραγίνεται. ἐπειδή τε αὐτὸν ὁ νεωκόρος ἴδοι, κάλλους τε καὶ μεγέθους ἐκπεπληγμένος ἐπυνθάνετο προσιὼν ὅστις εἴη δηλῶσαι αὐτῷ, ὃ δὲ συνεῖρε μὲν ἐξ ὧν ἥκιστα δηλωθήσεσθαι ᾤετο, πεί‐
5θειν δ’ οὐκ ἔχων ἔκφορα λοιπὸν τὰ περὶ ἑαυτοῦ καθιστᾷ. ὃ δὲ τούτων ἀκούσας, δρομαῖος ἐς τὸν ῥῆγα παρελθὼν παρ’ αὐτὰ τὸν ἄνδρα ἐμήνυσε, καὶ ὃς ὡς ἑαυτὸν τὸν Ῥαϊμοῦνδον μεταπεμψάμε‐ νος (τοῦτο γὰρ αὐτῷ ὄνομα ἔκειτο) τῇ Βαϊμούνδου ξυνοικήσειν ἀνέ‐ πειθε θυγατρὶ οὔπω ἔτι εἰς ἡλικίαν ἀφιγμένῃ. ὃ μὲν οὖν ἀπῄει
10ὡς τῇ Ἀντιόχου λοιπὸν ἐπιβησόμενος, καὶ τύχῃ τινὶ τοῖς Ῥωμαϊ‐ κοῖς σκοποῖς ἐμπεσὼν ἐγγὺς μὲν ἁλῶναι ἐγίνετο· τῶν γάρ τις στρατιωτῶν ἐπιόντα τοῦτον ἐπιστὰς παίει κατὰ τοῦ κράνους, καὶ εἰ μὴ ἀμφοτέραις τοῦ ἱππείου ἐπιλαβόμενος αὐχένος ἐπέσχε τὸν ὄλισθον πλεῖστοί τε ἤδη τῶν ἑπομένων συνέστησαν, ὕπτιος ἂν
15παρ’ αὐτὰ ἐξεκυλίσθη. ὃ μὲν οὕτω τὸν κίνδυνον διαφυγὼν ἐς Ἀντιοχείαν ἦλθε, βασιλεὺς δὲ Ἀνάζαρβον ἐνέκειτο πολιορκῶν. ἀλλ’ οἱ ἔνδον ἀπρακτῆσαί οἱ μηχανώμενοι τὴν ἐγχείρησιν, σιδήρια ἱκανῶς τῷ πυρὶ διακαίοντες ἐπὶ τὰ πετροβόλα τῶν μηχανημάτων ἠφίεσαν, τὰ δὲ ταῖς ἐμπροσθίοις αὐτῶν ξυλίναις πελάζοντα κίοσιν
20ἐνεπίπρων αὐτίκα. τοῦτο πολλάκις γινόμενον εἰς ἀθυμίαν ἐνῆγε τὸν βασιλέα. ὀψὲ γοῦν ἀλύοντι προσελθὼν Ἰσαάκιος “ἀλλὰ ἄγε
ὦ πάτερ πλίνθοις” ἔφη “περιειλῆφθαι κέλευε τὰ ξυλώματα” οὗ17

18

γεγονότος οὐκ ἔτι ταῖς συχναῖς προσβολαῖς οἱ ἔνδον ἀντέχειν δεδυνη‐ μένοι τὰς πύλας ἀναπετάσαντες τὸν Ῥωμαίων εἰσεδέχοντο στρατηγόν. 8. Ἀνάζαρβος μὲν οὖν τοῦτον τὸν τρόπον ὑπὸ Ῥωμαίους ἐγέ‐ νετο. Ῥαϊμοῦνδος δὲ καὶ Βαλδουῖνος, ὃς Μαραυσίου κατ’ ἐκεῖ‐
5νον τὸν χρόνον ἡγεμονεύων ἦν, ἕως μὲν οὔπω ἐπὶ θύραις ὁ κίνδυ‐ νος ἵστατο, στράτευμα ἀγείραντες ἱκανὸν ἐπὶ Παλαιστίνην ἠπεί‐ γοντο τὸν τῇδε ῥῆγα τοῦ κινδύνου ἐξαιρησόμενοι. Σαρακηνοὶ γὰρ οἳ Παλαιστίνοις προσοικοῦσι πολέμῳ περιγεγονότες αὐτοῦ, ἐς τὸ Μουντάφαρας φρούριον ἀνασωθέντα ἐπολιόρκουν. ἐπεὶ δὲ βασι‐
10λεὺς Ἀνάζαρβον ἤδη παραστησάμενος ἐπὶ τὸ Βακᾶ ἐχώρει κρησ‐ φύγετον, δείσαντες περὶ τῇ Ἀντιόχου σπουδῇ καὶ πάλιν ἐπ’ ἐκεί‐ νην ᾔεσαν. ἐν τούτῳ δὲ καὶ ὁ Ῥωμαίων στρατὸς τὴν Βακᾶ ὑπερ‐ θέμενος πολιορκίαν περὶ ποταμὸν ὃς τὴν πόλιν αὐτοῖς παραρρεῖ τὸν χάρακα ἐπήξατο. Ἀντιοχεῖς δὲ τὸ μὲν πρῶτον ἄτρεστοι ἦσαν
15τειχέων τε καρτερότητι καὶ τῇ ἄλλῃ ἀσφαλείᾳ πιστεύοντες. ὅθεν καὶ ἐπειδή ποτε τῆς πολιορκίας ἐφ’ ἱκανὸν παρατεινομένης τῶν ἐκ καταλόγου τινές, ὁποῖα ἐν πολλῷ στρατεύματι γίνεσθαι εἴωθεν, ἐς τοὺς πρὸ τῆς πόλεως ἐκδραμόντες κήπους ἐδρέποντο τῶν ὀπω‐ ρῶν, αἰφνίδιοι κατ’ αὐτῶν ἐπελάσαντες πολλοὺς ἔκτειναν. συν‐
20αισθήσεως δὲ γενομένης καὶ τῶν Ῥωμαίων στρατιωτῶν σπουδῇ βεβοηθηκότων, ταῖς πύλαις ἐνέπεσον φεύγοντες πολλοὺς τῶν σφε‐ τέρων ἐν τῷ φεύγειν ἀποβαλόντες. ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχίας
ἤδη ἥπτοντο, εἰς πολλήν τινα ἐνέπεσον ὀρρωδίαν. ὅθεν καὶ συ‐18

19

χνὰ ἐπὶ βασιλέα Ῥαϊμοῦνδος ἐξιὼν θερμῶς ἐλιπάρει τὴν πόλιν αὐ‐ τῷ παραδιδοὺς ἐφ’ ᾧ βασιλέα μὲν κύριον εἶναι καὶ λέγεσθαι, τὸν δὲ δικαίῳ τῷ ἐξ αὐτοῦ ταύτης ἐπιτροπεύειν. ἀποτυγχάνων δὲ ὧν ἐδεῖτο ἄπρακτος ἀνεκομίζετο· ἡμέραις δὲ ὀλίγαις ὕστερον τῆς Ῥω‐
5μαίων βουλῆς περὶ τούτου ψηφισαμένης, αὐτός τε προσεδέχθη ἐφ’ οἷς εἴρηται καὶ αἱ λοιπαὶ Λατίνων δυνάμεις βασιλεῖ προσεχώ‐ ρησαν, οἵ τε παρ’ αὐτοῖς Φρέριοι λεγόμενοι καὶ οἳ τὴν χώραν πε‐ ριοικοῦσι. ταῦτα μὲν ὧδε ἐγένετο. βασιλεὺς δὲ Ἰωάννης τηλι‐ καύτην καιροῦ ξυντυχίαν μηδαμῆ καταπροήσεσθαι θέλων ξὺν δυ‐
10νάμεσι ταῖς εἰρημέναις εἰς τὴν ἀνωτάτω ἐμβάλλει Συρίαν, τὸ Πιζᾶ τε φρούριον πολέμου νόμῳ λαβὼν καὶ λαφύρων μέγα τι χρῆ‐ μα ἐντεῦθεν περιβαλόμενος, τὰ μὲν ἅμα τῷ πλήθει τῶν ἀνδρα‐ ποδισθέντων ἀνθρώπων ἐπὶ Ἀντιοχείας ἔπεμψε Θωμᾶν ἐπιστήσας αὐτοῖς, ἄνδρα ἐξ ἀσήμων μὲν γεγονότα τοῖς δὲ βασιλέως ὑπο‐
15γραμματεῦσιν ἐκ παίδων οἶμαι κατειλεγμένον· ὃ δὲ ἐπὶ Βέρροιαν ἐχώρει πόλιν ἀρχαίαν καὶ λόγου πολλοῦ ἀξίαν. ἀλλὰ Θωμᾶς μὲν οὐκ εἰς μακρὰν πολεμίων αἴφνης ἐπιθεμένων αὐτῷ ἅ τε ἐπή‐ γετο λάφυρα καὶ τῶν αἰχμαλωτῶν τὸν ὅμιλον ἀποβεβληκὼς μόγις αὐτὸς τὸν κίνδυνον ἔφυγε· βασιλεὺς δὲ πρὸς Βέρροιαν γεγονὼς
20ἐπειδὴ παντάπασιν ἄνυδρον χώρᾳ τῇ ἐκτὸς αὐτὴν κατενόει, τὴν μὲν παρῆλθε, Χαμᾶ δὲ καὶ Χαβαρδᾶ ἐξ ἐφόδου παραστησάμενος
φρούρια ἐπὶ Σέσερ μετέβη, πόλιν εὐδαίμονά τε καὶ πολυάνθρω‐19

20

πον. ἀλλὰ τὴν μὲν πόλιν τειχομαχήσας εἷλεν, ἐν δὲ τῇ ἀκρο‐ πόλει γεγονὼς ἀπεκρούσθη. μέλλοντι δὲ καὶ δευτέραν προσάγειν πεῖραν αὐτῇ πρέσβεις ἀφίκοντο χρήματα ἃ μὲν αὐτίκα παρέχειν ἐπαγγελλόμενοι τὰ δὲ καὶ ἀνὰ πᾶν ἐκεῖθεν Ῥωμαίοις κομίζεσθαι
5ἔτος τακτόν τινα φόρον. τοιοῦτος μὲν τῆς πρεσβείας αὐτοῖς νοῦς ἦν· βασιλεὺς δὲ τότε μὲν ἀπεπέμψατο τούτους ἐλπίδα ἔχων πολέ‐ μῳ περιγεγονέναι καὶ αὐτῶν. ἐπεὶ δὲ πολλάκις αὖθις προσβαλὼν ἀνηνύτοις ἐπιχειρεῖν ἔγνω, δεξάμενος τὴν πρεσβείαν ἐπὶ συμβά‐ σεις ἐχώρει· κομίζονται γοῦν αὐτῷ μεγάλα μὲν χρήματα, προσά‐
10γεται δὲ καὶ σταυρός, ἐξαίσιόν τι χρῆμα καὶ βασιλεῦσι δῶρον ἀντάξιον. λίθος ἦν λυχνίτης μεγέθους μὲν ἱκανῶς ἔχων, ἐς σταυρικὸν δὲ διαλαξευθεὶς σχῆμα ὀλίγον τῆς φυσικῆς ἐν τῷ λα‐ ξεύεσθαι ἀποβεβλήκει χροιᾶς. οὗ ὁ ἐν βασιλεῦσί φασιν ἀπόστο‐ λος ἐφιλοτεχνήσατο Κωνσταντῖνος, τρόπῳ δὲ ὅτῳ δὴ Σαρακη‐
15νοῖς εἰς χεῖρας ἦλθε. ταῦτά τε οὖν δεξάμενος, τὰ πιστὰ δὲ καὶ περὶ τῶν ἑξῆς φόρων λαβὼν ὡς ἐπὶ τὴν Κιλίκων αὖθις ἐχώρει. τὸ Βακᾶ τε τὸ Καπνισκέρτι φρούρια παραστησάμενος ὀχυρὰ ὃ μὲν ἐπὶ χώρας ἔμενε, μοῖραν δὲ τοῦ στρατεύματος ἀποτεμόμενος ἐπὶ καταδρομῇ τῶν λοιπῶν ἔστελλεν. ἀλλὰ ταῦτα μὲν πρὸς ἀκρί‐
20βειαν ἱστορεῖν ὑπόσχεσιν οἶμαι ὑπερβαίνει τὴν ἡμετέραν. ὡς γὰρ ἐν κεφαλαίῳ προὔκειτό μοι περὶ τῶν παρόντων εἰπεῖν, ἅτε μηδὲ
αὐτοπτήσαντι ταῦτα μηδὲ τὸ πιστὸν ἐντεῦθεν λαβόντι. τοσαῦτα20

21

δ’ οὖν ὅμως τῆς τύχης εὐμενῶς προσβλεψάσης αὐτῷ ἐνιαυτοῖς οἶ‐ μαι δυσὶν εἴργαστο. 9. Οὕτω δὴ βασιλεῖ Ἰωάννῃ τάς γε ἐν Ἀσίᾳ εὐδοκιμεῖν ξυνέβαινε μάχας, πλήν γε δὴ ὅτι μὴ τὰ ἀμφὶ τῇ νέᾳ Καισαρείᾳ
5κατὰ σκοπὸν τούτῳ ξυνέπεσον. ἦν μὲν γὰρ ἀμφὶ τροπὰς ἤδη χειμερινάς, ὁ δὲ οὐ μακρὰν ἄποθεν αὐτῆς αὐλισάμενος πολιορκίᾳ παραστήσεσθαι ᾤετο. ἐπεὶ δὲ Πέρσαι τε οἳ τὴν πόλιν εἶχον ἰσχυ‐ ρότατα τούτῳ ἐνέκειντο πολεμοῦντες καὶ χειμὼν ἐξαίσιος οἷος ἐπι‐ γεγονὼς ἐπίεζε τὸ στρατιωτικόν, τῆς μὲν πόλεως ἀπῆρεν, ἐς δὲ
10τὴν παρακειμένην Περσῶν εἰσελάσας χώραν λείαν ἐκεῖθεν πολλὴν ἤλασε καὶ ἀνθρώπων ὅμιλον μακροῦ τοῦ χρόνου Πέρσαις δου‐ λεύοντα τῇ Ῥωμαίων ἀπέδωκεν. ἐν ταύτῃ δὴ τῇ ἐκστρατείᾳ, λέ‐ γω δὲ ὁπηνίκα ἔτι αἱ νέας Καισαρείας ἐπαύλεις εἶχον αὐτόν, ξυν‐ έπεσέ τι λόγου καὶ ἀκοῆς ἄξιον. ἐπειδή ποτε ξυμβολῆς μεταξὺ
15Ῥωμαίων καὶ Περσῶν καρτερᾶς γενομένης τύχῃ τινὶ τὰ Περσῶν καθυπέρτερα ἦσαν, τὰ πρασσόμενα Μανουὴλ κατιδών, ὃς ὕστα‐ τος ὥς μοι πολλάκις ἐρρέθη παίδων βασιλεῖ ἐγένετο Ἰωάννῃ, τοῦ πατρὸς οὐδὲν αὐτῷ ξυνειδότος ἐς μέσους σὺν τοῖς ἀμφ’ αὐτὸν ἐμπίπτει τοὺς πολεμίους, καὶ αὐτοὺς μὲν ἀπεώσατο, τὸ δὲ τῶν
20Ῥωμαίων στρατιωτῶν ἤδη ἐκλελοιπὸς ἀνέρρωσε φρόνημα. ἐφ’ οἷς ἐδυσχέραινε μὲν ὁποῖα εἰκὸς ὁ πατὴρ καὶ ἐν δεινῷ τὴν τόλ‐ μαν ἐποιεῖτο, θαῦμα δὲ αὐτὸν ἔνδον ἐπεῖχε καὶ ἐξεπέπληκτο μο‐ νονουχί, εἰ ὀκτωκαίδεκα οὔπω γεγονὼς ἔτη τηλίκοις ἑαυτὸν παρα‐
βάλλειν κινδύνοις τολμᾷ, ῥύστην τε αὐτὸν δημοσίᾳ τοῦ Ῥωμαίων21

22

ἀπεκάλει στρατοῦ. οὕτως οὐκ οἶδε παντάπασιν ἡλικίαις ἀρετὴ περιγράφεσθαι. ἐκ τούτου δὲ πολέμου σχεδὸν οὐδενὶ Ῥωμαίων ἐφ’ ἵππῳ ἐπανιόντι ξυνέπεσε. 10. Τὰ μὲν δὴ νέας Καισαρείας ἐνταῦθα ἐτελεύτα. βα‐
5σιλεὺς δὲ Πέρσας ἐς αὖθις Σωζόπολιν πυθόμενος πολεμεῖν, πα‐ σίρρωμος ἐνταῦθα ἐφέρετο. ἐπειδή τε οὐδενὶ πολεμίων ἐντετυ‐ χηκέναι αὐτῷ ἐγένετο (ἤδη γὰρ ἐπιέναι σφίσι Ῥωμαίους πυθόμε‐ νοι ᾤχοντο ἀπιόντες), ἐπὶ τὴν Πασχούση καλουμένην λίμνην διε‐ βίβαζε τὸν στρατόν. αὕτη γὰρ δὴ ἐς ἄφατόν τι μῆκος καὶ εὖ‐
10ρος ἐκτεινομένη νήσους κατὰ μέσον παρέχεται διακριδὸν ἀλλήλαις τοῦ ὕδατος ἀνεχούσαις, ἐν αἷς φρούρια ἐκ παλαιῶν ἀνῳκοδόμη‐ ται χρόνων. οἰκοῦσί τε ἐν αὐτοῖς ἄνθρωποι τὸ ὕδωρ ἀντὶ τα‐ φρείας πεποιημένοι· ἔξεστι δ’ αὐτοῖς ἐς Ἰκόνιον ἀνιοῦσιν αὐθη‐ μερὸν ἐκεῖθεν ἐπανελθεῖν. οὗ δὴ ἕνεκα μάλιστα βασιλεὺς περὶ
15πλείστου τὴν τῆς λίμνης ἐπικράτησιν ἐποιεῖτο. τῶν δ’ ἐν αὐτῇ Ῥωμαίων οὐκ ἐνδιδόντων ταύτην αὐτῷ (χρόνῳ γὰρ δὴ καὶ ἔθει μακρῷ Πέρσαις τὰς γνώμας ἀνακραθέντες ἦσαν), τοιάδε τινὰ ἐνενόει. λέμβους ὡς πλείστους καὶ ἀκάτια ξυναγαγὼν ξύλοις ἄνωθεν ἐπεζεύγνυ· ἐπὶ τούτων δὲ τὰς μηχανὰς θέμενος εὐθὺ τῶν
20εἰρημένων ἦγε φρουρίων. ἔνθα ξυνέβη πνεύματι ξηρῷ τῆς λίμνης ἐκταραχθείσης πολλοὺς τῶν Ῥωμαίων ἀπολωλέναι στρατιωτῶν· μόγις δ’ ὅμως καὶ ξὺν βίᾳ πολλῇ καὶ ταῦτα εἷλεν. ἐπειδή τε
Ῥαϊμοῦνδον τὸν Ἀντιοχείας πρίγκιπα νεωτερίζειν ἐπύθετο, εὐθὺ22

23

καὶ πάλιν Κιλίκων ἐχώρει, κατὰ νοῦν ἔχων τὴν Κιλίκων καὶ Ἀντιοχέων ξὺν Ἀττάλου καὶ Κύπρῳ εἰς κλῆρον ἀποδώσεσθαι τῷ Μανουήλ. ὅθεν δὲ ἐπὶ ταυτηνὶ τὴν ἔννοιαν ἦλθεν ἐρῶν ἔρχομαι. φθάνει μὲν Ἀλεξίῳ, ὃς πρεσβύτατος αὐτῷ παίδων ἐγένετο, τὰ
5Ῥωμαίων ἐκ πολλοῦ μνηστευσάμενος σκῆπτρα. ἐπεὶ δὲ καὶ Μα‐ νουὴλ ἔσχατος αὐτῷ γένοιτο, φάσεις αὐτίκα ἐφοίτων καὶ ξύμ‐ βολα βασιλείας εἰς τὸν παῖδα ἐγνωρίζετο, ὧν ἑνὸς ἢ δυοῖν ἐπι‐ μνησθῆναι οὔ μοι ἔδοξεν ἄπο εἶναι καιροῦ. ἐπειδή ποτε πρὸς ὕπνον κατέδαρθεν ὁ Μανουήλ, γυνή τις ὄναρ ἐφίσταται τούτῳ,
10ὄψις σεμνή, μέλαινα ἐσθής, ἐν δὲ χερσὶ πέδιλα ὁποῖα βασιλεῦ‐ σιν ὑποδεδέσθαι νόμος. καὶ παρείχετο τῷ Μανουὴλ χρῆσθαι κελεύουσα ἀποσεισαμένῳ ταυτί· ἐδείκνυε δὲ τὰ συνήθη κυανά. ὃ δὲ θορύβου μεστὸς ἀνεγρόμενος ἐπειδὴ μὴ ἐντυγχάνειν τοῖς ὁρα‐ θεῖσιν εἶχεν, ἐκλαυθμυρίζετο κατὰ τοὺς παῖδας καὶ ἀφῃρῆσθαι
15ταῦτα παρά του τῶν περὶ τὴν ἑστίαν ᾤετο. τοῦτο μὲν δὴ τοιοῦ‐ τον, ἕτερον δὲ οὐδὲν αὐτῷ ἔλασσον. ἦν τις μοναχῶν· πατρὶς αὐτῷ Γαλιλαία, βίος ἀναχωρητικός τε καὶ ὄρειος· οὗτος ἐπει‐ δή ποτε ἐς ὁμιλίαν βασιλεῖ καθίστατο Ἰωάννῃ, τοὺς παῖδας ἐς αὐτὸν παρελθόντας ἰδὼν τοῖς μὲν ἄλλοις ὅσα καὶ ἰδιωτικοῖς προση‐
20νέχθη, Μανουὴλ δὲ τοῦτον σὺν εὐλαβείᾳ προσιὼν ἐπευλόγει. πυνθανομένου δὲ βασιλέως ὅτου ἕνεκα ταῦτα ποιοίη, ὑπολαβὼν ὁ μοναχὸς “ὅτι” ἔφη, “μόνος ἐξ ἁπάντων Μανουὴλ βασιλεὺς
ἐμοὶ φαίνεται.” ἐκ δὲ τούτων καὶ τοιούτων ἄλλων ἐς ἀπεράν‐23

24

τους ὁ βασιλεὺς ἐννοίας ἐξέπιπτεν, ἀναλύειν δ’ οὐκ ἔχων ἅπερ αὐτῷ δόξειεν ἀρχῆθεν ἐς τὸν εἰρημένον σκοπὸν ἔβλεψεν. ἀλλ’ ἔοικεν ἀνθρωπίνης ἄρα ἐπινοίας τῶν πάντων πραγμάτων ἠρτῆ‐ σθαι μηδέν. οὔπω γὰρ τῆς Κιλίκων ἐφίστατο, καὶ δυεῖν μὲν
5ἀφῄρητο παίδων οἳ χρόνῳ προῆκον, ἅτερος δὲ τοῖν ἀπολελειμμέ‐ νοιν, ἐπεὶ μηδ’ αὐτῷ ξυνέβαινεν ἐς τὸ σῶμα καλῶς ἔχειν, ἀπῄει τοὺς νεκροὺς ἐς Βυζάντιον ἀνακομίζων. βασιλεὺς δὲ ἐπὶ τῆς Κιλίκων τὸν βίον ξυνεμερίσατο, καὶ Μανουὴλ λοιπὸν εἰς τὸν βα‐ σιλείας ἄνεισι θρόνον. ἄξιον δὲ καὶ τὸν τῆς τελευτῆς αὐτοῦ
10τρόπον διηγήσασθαι. ἐξιόντι πρὸς θήραν αὐτῷ σῦς ἀπήντα, μέγα τι χρῆμα, ὁποῖα πολλὰ ἡ Κιλίκων τρέφει γῆ καὶ ὄρη τὰ Ταυρικά. ὃ μὲν οὖν ἀκόντιον ὥς φασι χειρισάμενος ἐπιόντα τοῦ‐ τον ὑφίστατο· ὃ δὲ τῆς αἰχμῆς τῷ στέρνῳ ἐγκρυφθείσης θυμαί‐ νων ἐπὶ τῇ πληγῇ ὠθισμῷ μᾶλλον ἐχρῆτο, ὡς ἐντεῦθεν τὴν βα‐
15σιλέως χεῖρα διὰ σφοδρὰν τὴν ἀντέρεισιν τοῦ εὐθέως ἐκτραπεῖ‐ σαν ἐφ’ ἣν παρήρτητο παρενεχθῆναι φαρέτραν πλήρη βελῶν οὖ‐ σαν. εὐθὺς οὖν τραῦμα ἐπηκολούθει ταῖς ἀκίσι ξυσθέντος αὐ‐ τοῦ τοῦ ἐπικαρπίου· καὶ ἀφρὸς μὲν ἐντεῦθεν ἐξεμύσατο ὕφαι‐ μος, ὑμὴν δέ τις λεπτός, ὃν ἐκδηρὰν οἱ πολλοὶ ἰδιωτικῶς ὀνο‐
20μάζουσι, προσήγετο δῆθεν συνάξων τὸ διεστηκὸς καὶ συνουλώ‐ σων τὸ τραῦμα, ὡς μὴ φλεγμῆναν ὀδύνας ἐγείρῃ. ἀλλ’ ἦν ἐκεῖνο τῆς εἰσέπειτα φλεγμονῆς αἴτιον. τὸν γὰρ τῆς ἀκίδος ἰὸν ἔνδον τῇ στυφότητι ἐναπολαβὸν ἐπὶ τὸ ἄλλο μετέφερε σῶμα. ἀλλὰ
ταῦτα μὲν ὕστερον· τότε δὲ μηδεμίαν ἔτι ὀδύνης συναίσθησιν24

25

ἔχοντι τράπεζά τε αὐτῷ παρετίθετο, καὶ ἡ κλίνη τοῦτον εἶχεν ὡς ἀριστήσοντα. προβαίνοντος δὲ τοῦ ἀρίστου παῖδες ἰατρῶν ἐνταῦθα περιεστηκότες ὡς τὸ ἐπίθεμα εἶδον, ἐπυνθάνοντό τε τὴν τοῦ τραύματος αἰτίαν καὶ μαθόντες τῇ τε τραπέζῃ ἐπεμέμφοντο
5καὶ ἠξίουν αὐτίκα τῆς χειρὸς ἀπεῶσθαι τοῦτο· ὃ δὲ προσφῦναί τε τὸ τραῦμα ἐνταῦθα διετείνετο καὶ τοῦ λοιποῦ μηδὲν ὄγκου καὶ φλεγμονῆς πέρι δεινὸν ὑφορᾶσθαι. ἀλλ’ ἄρτι πρὸς ὕπνον κατέ‐ δαρθεν ἀριστήσας, καὶ ὀδύναι δριμεῖαι ἀνέβαινον αἴφνης καὶ ὄγ‐ κος ἀνίστατο τῆς χειρός. συνῄει τε πᾶς ὁ τῶν ἰατρῶν κύκλος
10καὶ ἀγὼν προὔκειτο περὶ τοῦ πρακτέου. τοῖς μὲν οὖν τέμνειν ἐδόκει τὸν ὄγκον, τοὺς δὲ τὸ ἀπέπαντον ἐδυσώπει καὶ ἄλλως μα‐ λάσσεσθαι τοῦτο προὐτρέποντο. ἀλλ’ ἔδει γὰρ ὡς ἔοικε γενέσθαι κακῶς, ἐκράτει τῆς χειρουργίας ἡ ψῆφος. τμηθέντος γοῦν ὄγ‐ κος ἀνέβαινε μείζων, καὶ ἡ χεὶρ ὠργανοῦτο. καὶ ὁ βασιλεὺς ἐλ‐
15πίσιν ἤδη θανάτου τὴν ψυχὴν κατασείεσθαι ἤρχετο, καὶ μάλισθ’ ὅτι μηδὲ πέρατι τὸν σκοπὸν ἔδωκε, ὃν περὶ τῆς ἐς Παλαιστίνην ἐπιδημίας πάλαι ὠδινήσας ἔφθη. οὗ δὴ ἕνεκα καὶ εἴκοσι ταλάν‐ των ἀπὸ χρυσοῦ λυχνίαν εἰργασμένος ἔτυχεν, ἀνάθημα τῷ τῇδε ναῷ κατασκευαζόμενος. ἐπειδὴ γοῦν ἐν ἀμηχάνοις ἦν, μοναχόν
20τινα ἐκ Παμφυλίας ἄνδρα μεταπεμψάμενος ἱερὸν παννύχῳ δεήσει τὸ θεῖον ἱλάσκεσθαι ἠξίου. τὸν δὲ τῇ δεήσει προσεσχηκότα φω‐
νῶν ἀκοῦσαι λέγεται ᾀδόντων τινῶν. ὡράθη ὁ λυχνὸς μετηρμέ‐25

26

νος καὶ θεῖος νεανίας καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυ‐ χῆς. τοῦτο μὲν δὴ τοιοῦτον· βασιλεὺς δὲ αἰσθόμενος ἤδη ἐν κακοῖς ἑαυτοῦ γεγονότος παρεῖναι τοὺς ἐν τέλει κελεύσας καὶ ὅσον ἐν μεγιστᾶσι καὶ στρατηγοῖς καὶ ἄλλως ἀπόβλεπτον ἦν, ἔλεξε
5τοιάδε. “ἄνδρες Ῥωμαῖοι ὅσοι ἐπὶ ταυτηνὶ ξυνελέγητέ μοι τὴν ἀκρόασιν, ὡς μὲν πολλοῖς ἤδη καὶ ἄλλοις τῶν παρ’ ἡμῖν βασι‐ λεῦσιν ἐπὶ τοὺς παῖδας τοὺς αὐτῶν ὥσπερ τινὰ κλῆρον πατρῷον τὴν ἡγεμονίαν διαβιβάζειν ἔδοξεν, αὐτὸς δὲ οἶδα πρὸς πατρὸς βασιλέως τήνδε παραλαβὼν τὴν ἀρχήν, καὶ ὑμῶν δὲ ἑκάστῳ
10ταὐτά μοι περὶ τούτου γινώσκειν ξυμβαίνει. ταύτῃ ἄρα καὶ οἴεσθ’ ἐμὲ ἴσως ἐς πέρατα τῆς παρούσης ὡς ὁρᾶτε ἀφιγμένον ζωῆς παί‐ δοιν ἐμοὶ ἀπολελειμμένοιν δυεῖν ἐπὶ τὸν χρόνῳ προήκοντα, ὥσπερ ἀνθρώποις νόμος ἐστίν, ἀρχὴν τήνδε καὶ θρόνον μεταγαγεῖν. ἐμοὶ δὲ τοσοῦτον ἐμέλησεν ὑμῶν, ὡς εἰ μηδετέρῳ τοῖν εἰρημένοιν
15τὸ χρῆμα τοῦτο προσῆκεν ἐξ ἀρετῆς, εἱλόμην γε ἂν ὅσπερ ἂν ἐμοί τε καὶ ὑμῖν οὐκ ἄπο γνώμης εἶναι φανείη. ξυνοίσει γὰρ οἶμαι οὐδὲν οὔτε τῷ δόντι οὔτε τῷ δεξαμένῳ, ἐπειδὰν ἀμαθίᾳ κυβερνή‐ της τὴν ναῦν καταδύῃ, εἰ μὴ καὶ μᾶλλον προσαπολεῖται τῷ δώρῳ καὶ κατερεῖ τοῦ δεδωκότος οὐκ ἀγαθά. ἀπειροκαλίαν μὲν οὖν
20καὶ τοῦ δωρεῖσθαι ἀμαθίαν καὶ ξυνόλως οὐδὲν οἶμαι ὑγιές. οὕτω μὲν δὴ γνώμης αὐτὸς περὶ ὑμᾶς ἔχω. τεκμήριον δέ· καὶ γὰρ ἐπὶ ξυμφέροντι τῷ ὑμῶν δεῆσαν τάχα καὶ φύσιν ἀδικήσων ἰδοὺ
πάρειμι. παῖδέ μοι ἄμφω καλώ, ἅτερος δ’ αὐτοῖν καὶ χρόνῳ26

27

προάγει. ἀλλ’ ἡ γνώμη τὸ πρεσβεῖον ἀποσεισαμένη τὸ βέλτιον ἰχνηλατεῖ καὶ πείθει ἀρετὴν ἀρετῇ παραβάλλοντα. δυσχερὲς δὴ τοῦτο τῶν ἁπάντων ἀγώνισμα τὴν κρείττω πειρᾶσθαι λαβεῖν. ἐπεὶ καὶ χρὴ τῷ βελτίστῳ προσνεῖμαι τὸ βέλτιον (βασιλείας δὲ τί ἄν
5τις θεῖτο σεμνότερον ἕτερον;) βουλοίμην μεντἄν, ἄνδρες συστρα‐ τιῶται, τῷ χρόνου πρεσβείῳ καὶ τὸ ἐξ ἀρετῆς μᾶλλον προσεῖναι ἐντελές. ἀλλ’ ἥ γε ψῆφος ἐπὶ τὸν τελευταῖον ὁρᾷ, καὶ ὁ βασι‐ λείας κανὼν τῷ ἐσχάτῳ μᾶλλον προσφύεται. καὶ οὐ δήπου ὀφ‐ θαλμίαν ἐμοὶ τὴν ἐξ εὐνοίας δεδιέναι ἔπεισι. παῖδε γὰρ ἄμφω
10καὶ φίλω πάντως ἀπὸ ταὐτοῦ, καὶ τοῦτό γε τὸ μέρος οὐδὲν ἅτε‐ ρος προήκει. ψῆφον μὲν δὴ τὴν ἐπ’ ἀμφοῖν ἐμοὶ καὶ μᾶλλον διὰ ταῦτα ἤπερ ὑμῖν πιστευτέον αὐτοῖς. ἐκεῖνο δὲ κοινῇ καὶ μά‐ λιστα περιεργαστέον, λέγω δὲ μή ποτε ἀδελφοῦ μὲν κρατιστεύειν δήπου τὸν παῖδα ξυμβαίνῃ, ἐς δὲ τὸν θρόνον παραβαλλόμενος
15ἥσσων ἐλέγχηται. ἐμαυτῷ γὰρ οὐκέτι καὶ τοῦτο θαρρῶ, δεινῶς μονωθεῖσαν ὑπειδομένῳ τὴν εὔνοιαν· ἱκανὴ γὰρ μάλιστα ψῆφον δεκάσαι πηνίκα μὴ παρὰ ἴσης ἐκκρούοιτο. βούλεσθε τοίνυν αὐ‐ τοὶ μὲν ὑμῖν τῶν αὐτοῦ καταλέγοιμι, ἐπιψηφιεῖσθαι δ’ αὐτοί; ἰσχύος μὲν δὴ καὶ ῥώμης καὶ τοῦ ἐς τὰ πολέμια θάρσους ὁπόσον
20αὐτῷ μέτεστι, παντί που δῆλόν ἐστι. καὶ μαρτυρεῖ μοι τὰ Νεο‐ καισαρέων τοῖς λόγοις, ἔνθα ἐπιδήλως ἐς γόνυ τὰ Ῥωμαίων κάμ‐
ψαντα ὑπὸ δὴ τούτῳ ἀνωρθωκότα περισωθείη. ἃ δὲ προσμαρ‐27

28

τυρεῖν αὐτῷ μόνου ἂν εἴη τοῦ πατρός, ἀκούσατε δή. πολλὰ πολ‐ λάκις ἐν οὐ μετρίαις ἐμοὶ πονουμένῳ πραγμάτων δυσκολίαις οὗ‐ τος τῶν ἄλλων ἀπειρηκότων μέγας ἐν βουλαῖς ὤφθη, ἱκανὸς μὲν χειμῶνα προϊδέσθαι γινόμενον, δεξιὸς δὲ ζάλην ἀποκλῖναι καὶ
5βίαις πνευμάτων ἀντισχεῖν. ὃ δ’ ἂν πρὸ τῶν ἄλλων ἐπ’ αὐτῷ σκοπεῖν δίκαιοι ἂν εἴημεν, βραβεῖα θεοῦ ἐπὶ τὸν μείρακα δὴ πί‐ πτει. σκοπεῖτε δ’ ὅπως· ἐμοὶ μὲν Ἀλέξιος ἐπὶ τὴν βασιλείαν ἐκλήθη, καὶ ἡ γνώμη χρόνοις τισὶν ἀποδέδεικτο πρότερον. θεὸς δὲ καὶ πρώην ἐμοὶ τὸν ἐφ’ ὃν ἀναπέπαυτο προδεικνὺς τελευταῖον δὴ
10καὶ ἐκ μέσου μοι τὸν νεανίαν ἐκεῖνον πεποίηται. εἶπον ἂν ὑμῖν καὶ τῶν ξυμβόλων τινὰ ἃ τύχην τὴν παροῦσαν αὐτῷ προὔφαινεν, εἴγε μὴ λόγον ἄλλως αὐτὰ νομισθῆναι τοῖς πολλοῖς ἠπιστάμην· οὐδὲν γὰρ οὕτως ἐς διαβολὴν ῥᾴδιον ἀνθρώποις ὡς ὀνείρων φάσεις καὶ μελλόντων ὀμφαὶ γίνεται. ἃ μὲν οὖν αὐτὸς παιδὶ τὠμῷ ξυνειδέναι
15εἶχον, καὶ δή μοι εἴρηται. ὑμέτερον δ’ ἂν εἴη τὴν γνώμην ἐπι‐ θεῖναι λοιπὸν τὴν ἑαυτῶν.” βασιλεὺς μὲν τοσαῦτα εἶπεν, οἱ δὲ σὺν ἡδονῇ τε καὶ δάκρυσιν ἐπένευον. ὁ δὲ παῖς (ἦν γὰρ φιλοπά‐ τωρ εἴπερ τις ἄλλος) καὶ φύσεως θεσμοὺς εὐλαβούμενος κάτω νε‐ νευκὼς καὶ ἐπὶ στέρνα τὴν κεφαλὴν ῥίπτων δάκρυσι τὸ δάπεδον
20ἔπλυνε. τὴν χλαμύδα δ’ ὅμως περιδυθεὶς καὶ ταινιωθεὶς τῷ δια‐ δήματι βασιλεὺς ὑπὸ παντὸς ἀνηγόρευτο τοῦ στρατεύματος. βασι‐
λεὺς δὲ Ἰωάννης ὀλίγαις τὸ ἐντεῦθεν ἐπιβιοὺς ἡμέραις πρὸς τὴν28

29

ἐκεῖθεν λῆξιν μεθίστατο, ἐφ’ ὅλοις πέντε καὶ εἴκοσιν ἐνιαυτοῖς καὶ μησὶν ἑπτὰ Ῥωμαίων ἄρξας, ὀγδόην ἄγοντος μηνὸς ὃν Ἕλληνες μὲν Ξανθικόν, Ἀπρίλλιον δὲ Ῥωμαῖοι καλοῦσιν.
post 3tΒΙΒΛΙΟΝ Β.
41. Τὰ μὲν δὴ βασιλέως Ἰωάννου ἐνταῦθά μοι πέρας ἐχέτω.
5βασιλεὺς δὲ Μανουὴλ τῶν σκήπτρων ἤδη ἐπιλαβόμενος, μειρά‐ κιον ἔτι, πρώτως ἄρτι γενειάζων, οὔτε ξυνεταράχθη πρὸς τὸν ὄγκον τῆς ἀρχῆς οὔτε τι ἀγεννὲς ἔπαθεν. Ἰσαακίου γὰρ κατ’ ἐκεῖ‐ νον τὸν χρόνον ἐν Βυζαντίῳ διατρίβοντος ὑποψίας τε ἐντεῦθεν τοὺς πλείστους εἰσιούσης, ὡς οὐκ ἄν ποτε ἀνάσχοιτο μὴ αὐτίκα
10τι νεωτερίσαι, φύσει μὲν καὶ ἄλλως δύσερις ὢν καὶ θυμῷ τὰ πλεῖστα διοικούμενος, τότε δ’ οὖν καὶ προφάσεως εἰς τοῦτο λα‐ βόμενος, ὃ δὲ τούτου μὲν ἧττον ἐφρόντισεν, ἐφ’ ὅλαις δὲ τριά‐ κοντα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τῷ χώρῳ ἐνδιατρίψας ἡμέ‐ ραις οὐ πρότερον ἐκεῖθεν ἀπῆρε, πρὶν ἂν τῷ πατρὶ τὴν ὁσίαν ὡς
15τὸ εἰκὸς ἐξετέλεσε (πρὸς γὰρ τοῖς ἄλλοις καὶ φροντιστήριον ἐπὶ τοῦ τόπου ἱδρύσατο, οὗ δὴ ἐκεῖνον τὴν ψυχὴν ἀφεῖναι τετύχηκε),
καὶ τὰ Κιλίκων πράγματα ἐν τῷ ἀσφαλεῖ κατεστήσατο. Ἀντιο‐29

30

χεῖς δὲ καὶ πρότερον μὲν βασιλέως Ἰωάννου ἔτι περιόντος χειρὸς τῆς ἐκείνου ἀποσκιρτᾶν ἤρξαντο, τότε δὲ ἐπὶ βασιλέα πέμψαντες Μανουὴλ καὶ ὁρίων σφίσι γῆς ὑπεκστῆναι ἠξίουν, ἃ πόλει μὲν τῇ αὐτῶν ἀνήκειν ἔφασκον, βίᾳ δὲ καὶ οὐ ξὺν τῷ δικαίῳ πρὸς
5τῶν Ῥωμαίων τὰ νῦν ἔχεσθαι. οἱ μὲν ταῦτα ἔλεγον, βασιλεὺς δὲ εἰς ἀπολογίαν αὐτοῖς καταστὰς ἔλεξε τοιάδε· “ὡς μὲν οὐδε‐ νὸς ἔτι φλαύρου παρ’ ἡμῶν Ἀντιοχεῖς πειραθῆναι ξυνέπεσεν, ὧ ἄνδρες πρεσβευταί, παντί που δῆλόν ἐστιν. εἰ δὲ ἅ τις παρ’ ἑτέ‐ ρων ἀφῄρηται, ταῦτα δὴ παρ’ ἄλλων ἀποφέρεσθαι δίκαιον ἂν
10εἴη, τί μὴ καὶ ὑμεῖς Ἀντιόχειαν τήνδε Ῥωμαίοις ἀπέδοσθε πρό‐ τερον, ἀλλὰ χειρὶ καὶ βίᾳ ταύτην πρὸς πατρὸς ἀφῄρησθε τοὐμοῦ; ἢ οὐχ ἡμῖν Πέρσαι δουλεύουσαν ἀφείλοντο πρότερον; ἄλλως δὲ τίνος ὄντα ταυτὶ ἐξ ἡμῶν λαμβάνειν αἰτεῖσθε; πόλεως Ἀντιο‐ χείας; ἡ δὲ καὶ αὐτὴ φθάνει κράτει δουλεύουσα τῷ ἡμῶν. εἰ δὲ
15τὰ ὑμῖν αὐτοῖς ὡμολογημένα παραβαίνειν ὑμῖν αἰσχύνη οὐδεμία, τί τῶν δικαίων παρόρασιν ἐπικαλοῦντες ἡμῖν πάριτε, οἵ γε εὐ‐ θύνας μᾶλλον ἐξ ὑμῶν δικαίως ἂν ἀπαιτοῖμεν; ἀλλὰ τὰ μὲν περὶ τούτου καιρὸς ὁ προσήκων ἡμῖν παραστῆσαι ἱκανὸς ἔσται. τὸ δὲ νῦν ἀπόστητε τῶν οὐ προσηκόντων κελεύω. ἐμοὶ γὰρ αὐξῆσαι ἃ
20πρὸς πατρὸς εἰς χεῖρας ἦλθον ἐμάς, μὴ ἂν ἐλαττῶσαι γένοιτο.” τοῖς πρέσβεσι μὲν ταῦτα εἶπεν· ὁ δὲ ἐπὶ τὰς ναῦς αἳ παρὰ τὸν
Πύραμον ὡρμίζοντο ποταμόν, ὃς διὰ Μοψουεστίας φερόμενος30

31

ἐπὶ θάλασσαν ποιεῖται τὴν ἐκβολήν, σὺν προπομπῇ τὸν νεκρὸν κατῆγεν αὐτὸς ἅμα τοῖς γνησιωτάτοις τὸν ὦμον ὑποσχὼν τῇ σορῷ. ἐπειδή τε ἐκεῖθεν οἱ δρόμωνες ἐπὶ θάλασσαν ἤδη ἀφῆκαν, λύσας καὶ οὗτος λοιπὸν τὴν στρατοπεδείαν διὰ μέσης ἐχώρει τῆς Περ‐
5σῶν γῆς ἀκηρυκτὶ διαβιβάζων τὸ στράτευμα. πρὸς ὃ Πέρσαι καταπλαγέντες τῆς τόλμης τε τὸ περιὸν ἀγασάμενοι οὐδ’ ἀντι‐ βλεπτῆσαι Ῥωμαίοις ἐτόλμων· συνέβαινέ τε αὐτοὺς ὡς δι’ οἰκείας λοιπὸν ἰέναι τῆς ἀλλοτρίας. ὁ μὲν οὖν εἰς τὴν Ῥωμαίων οὐ διὰ πολλῶν εἰσέβαλε γῆν· αἱ δὲ τριήρεις ἐς Βυζάντιον ἀναχθεῖσαι
10τὴν βασιλέως κόνιν τῇ χέρσῳ ἀπέδοσαν, ἣν ἡ Ῥωμαίων γερουσία μεγαλοπρεπῶς ἀπολαβοῦσα εἰς τὸ ἱερὸν παρέπεμψε φροντιστήριον, ὅπερ ἡ βασιλίς, καθάπερ ἔφην, Εἰρήνη ἐπ’ ὀνόματι τοῦ παν‐ τοκράτορος ἐτύγχανεν ἤδη δομησαμένη. βασιλεῖ δὲ Μανουὴλ ἔτι περὶ τὴν ἐπάνοδον ἔχοντι, ἐπειδὴ μηδέπω τὰ κατὰ τὸν σεβαστο‐
15κράτορα πύθοιτο, καὶ ὡς ἤδη τυραννίδι ἐπιθέσθαι βουλευσάμε‐ νον δόλῳ ὑπελθόντες, οἷς τὰ βασιλέως ἐπιτέτραπτο πρότερον, ἔμφρουρον τῷ τοῦ παντοκράτορος τεμένει ἐποιήσαντο, ἔννοια γέ‐ γονε μήποτε τῶν σὺν αὐτῷ τισι καὶ μάλιστα τοῖς τὰς ὑπερηφά‐ νους διέπουσι δυσμεναίνων ἀρχάς, δράσῃ τι καὶ ἄχαρι τοῖς ἀνὰ
20τὸ Βυζάντιον οἴκοις αὐτῶν. ἀμέλει καὶ ἐσκέπτετο πῶς ἂν ἀμη‐ χάνως τῆσδε τῆς ἐγχειρήσεως ἀπαγαγεῖν αὐτὸν γένοιτο. ἐδόκει τοίνυν αὐτῷ τόμους ἐς Βυζάντιον ἐκπέμψαι καθοσιώσει δῆθεν
τοὺς ἄνδρας καθυποβάλλοντας χρημάτων τε διὰ τοῦτο καὶ κτη‐31

32

μάτων ἐκπτώσεσι ζημιοῦντας. οὕτω γὰρ (ἔφασκεν) ὑπὲρ αὐτοῦ βασιλέως τὴν ἐπιβουλὴν ποιήσασθαι τοὺς ἄνδρας ὑπειληφὼς ὁ σεβαστοκράτωρ τὰ οἴκοι συντηρήσει μᾶλλον αὐτοῖς, ἵν’ ἐπὶ πλέον ἔχῃ πρὸς εὔνοιαν αὐτοὺς ἐπισπᾶσθαι.
5 2. Ἀλλ’ ἦν ἄρα τὰ τῇ προνοίᾳ καθάπαξ δεδογμένα δυσ‐ ανάλυτα πάντη καὶ λογισμοῖς ἀνθρώπων δυσεπιβούλευτα. ὁ μὲν γὰρ ταῦτα ἐνενόει, καὶ τοῖς περὶ αὐτὸν δὲ ἤδη τὴν βουλὴν ἐξε‐ κάλυπτεν· Ἰσαακίους δὲ ἀμφοτέρους τὸν μὲν τὸ σεμνεῖον ἐτήρει φθάσαν ὡς ἔφαμεν, τὸν δέ, τὸν πρὸς πατρός φημι τῷ βασιλεῖ
10θεῖον, σιδηροπέδαι πρὸς Ἡρακλείᾳ καθειργμένον εἶχον τῇ Πον‐ τικῇ. ἔνθα οὐ ξὺν ἀτιμίᾳ μὲν διῆγε τὸ πρότερον πρὸς τοῦ ἀδελ‐ φοῦ καὶ βασιλέως ἔτι περιόντος ὑπερόριος γεγονώς, δι’ ἃς οὐκ ἀνίει ἔρωτι βασιλείας ἄλλοτε ἄλλας ὑπορύττων ἐπιβουλάς. τότε δὲ καὶ εἰς τοῦτο τύχης ἦλθε γνώμῃ τῶν ἐν Βυζαντίῳ τὸ τηνι‐
15κάδε ἐφεστώτων, ἐπειδὴ νεωτέροις αὖθις καὶ αὐτὸν ἐγχειρεῖν ἐπύ‐ θοντο πράγμασιν. ἀλλὰ τὴν μὲν εἰς τὴν βασιλείαν πάροδον οὕτω καθάπερ ἤδη ἔφην ἡ πρόνοια φθάνουσα εὔοδον βασιλεῖ ἐποίει. ὁ δὲ ἐπειδὴ τὰ κατὰ τοὺς σεβαστοκράτορας ἤκουσεν, ἐν Βυζαν‐ τίῳ λοιπὸν γενόμενος μετακαλεῖται μὲν παραχρῆμα τὸν ἀδελφὸν
20χερσί τε περιβάλλει καὶ ἀδελφικῶς περιχέεται· μεταπέμπεται δὲ καὶ τὸν θεῖον τῆς ὑπερορίας, τὰς αἰτίας τε λύσας ἐφ’ αἷς φυγῇ
τὸ πρότερον ὁ πατὴρ αὐτὸν ἐζημίου, συγγνώμης ἠξίωσεν. εἶτα32

33

δὴ χρήμασι τὸ στρατιωτικὸν δωρησάμενος οἴκαδε ἀπέλυσεν, ἑκά‐ στῃ γε μὴν τῶν ἀνὰ τὸ Βυζάντιον οἰκιῶν χρυσίνους παρέσχετο δύο. ἐπεὶ δὲ καὶ ποιμένος ἔδει τῇ Κωνσταντίνου, Μιχαὴλ ἐπὶ τὸν θρόνον ἀνάγει, ὃς τοῦ κατὰ τὴν νῆσον, ἣν Ὀξεῖαν ἐκ τῆς
5θέσεως καλοῦσιν, ἦρχε φροντιστηρίου, παιδείας μὲν τῆς ἐγκυ‐ κλίου καὶ μαθημάτων τῶν ἐκτὸς ἄκρῳ φασὶ γευσάμενον δακτύλῳ, ἠθῶν δὲ κοσμιότητι καὶ τῇ τῶν θείων μελέτῃ λογίων οὐδενὸς ἐλάσσω τῶν εἰς ἐκείνην τὴν ἡμέραν ἐπ’ ἀρετῇ μάλιστα διαφα‐ νῶν, οὗ ταῖς χερσὶν ὕστερον ἐπ’ ἐκκλησίας τῷ βασιλικῷ ταινιοῦ‐
10ται διαδήματι. ὅτε καὶ χρυσίου κεντηνάριον τραπέζῃ τῇ ἱερᾷ καταθεὶς τότε μὲν ἐξῄει τὸ ἐλευθέριον αὐτοῦ καὶ μεγαλοπρεπὲς ἐν τοῖς ἁπάντων καταλελοιπὼς στόμασιν. εἰσέπειτα δὲ καὶ ἐτησίαν τῷ κλήρῳ ἐκ παλατίου κεντηναρίων δύο προσαφώρισε δόσιν· καλοῦσι δὲ τοῦτο τὸ νόμισμα δεύτερον.
15 3. Τὰ μὲν οὖν ἐς τὴν βασιλείαν προοίμια τοιάδε τινὰ αὐτῷ γέγονεν. ὁ δὲ Ῥαϊμοῦνδον τὸν Ἀντιοχείας πρίγκιπα τῆς εἰς τὸν πατέρα μετελεύσεσθαι θέλων ἁμαρτάδος (οὔπω γὰρ ἔφθη ἐκεῖνος δίκην αὐτῷ ἐπιθεῖναι τὴν δέουσαν, χρέους αὐτῷ τοῦ φυ‐ σικοῦ τὴν ὁρμὴν ἀνακόψαντος), στρατὸν ἐπ’ ἐκεῖνον ἠπειρώτην
20τε καὶ ναυτικὸν ἔπεμψεν. ἦρχον δὲ τοῦ μὲν Ἀνδρόνικός τε καὶ Ἰωάννης ἐς Κοντοστεφάνους ἀναφέροντε καὶ Προσοὺχ ἱκανὸς τὰ πολέμια. τοῦ γε μὴν ναυτικοῦ Δημήτριος ἡγεῖτο ᾧ Βρανᾶς ἐπί‐ κλησις ἔκειτο. ἀλλὰ Προσοὺχ μὲν καὶ ἄμφω τὼ Κοντοστεφάνω,
ἐπειδὴ πρὸς τοῖς Κιλίκων ὅροις ἐγένοντο, ἅ τε πρὸς Ἀντιοχέων33

34

Ῥωμαῖοι ἀφαιρεθέντες ἔτυχον ἐν ὀλίγῳ ἀνεσώσαντο φρούρια, καὶ Ῥαϊμούνδῳ ἐς χεῖρας ἐλθόντες ἐτρέψαντό τε αὐτὸν καὶ πολλοὺς τῶν σὺν αὐτῷ ἔκτειναν. τὸ δ’ ὅπως ἄρτι δηλώσω. ἐπειδὴ τὰ εἰρημένα Ῥωμαῖοι παρεστήσαντο φρούρια, μηδενὸς ὅθεν δήποτε
5ἀντιστατοῦντος αὐτοῖς ἄχρι καὶ ἐς Ἀντιόχου ἦλθον τὴν πόλιν, λείαν Μυσῶν καὶ τὰ ἐν ποσὶν ἐργαζόμενοι. Ῥαϊμοῦνδος δὲ ἕως μὲν προσιόντας Ῥωμαίους ἑώρα, ἐντὸς τειχέων ἀτρέμας εἶχεν. ἐπεὶ δ’ ἐκεῖθεν συσκευασάμενοι ἀνεχώρουν (ἐπεξῄει γὰρ σφίσιν οὐδὲ εἷς), τότε κατὰ νώτου ἐπιθήσεσθαι αὐτοῖς ἐννοησάμενος
10εἵπετο ἐν τῷ ἀφανεῖ. καὶ Ῥωμαῖοι μὲν ἐπί τινα χῶρον ἐλθόν‐ τες, ἔνθα σφίσι σκηνοῦν ἐδόκει, χάρακα ἐπήγνυντο. ὁ δὲ ἐν ἐπικαίρῳ καὶ αὐτὸς τὸ στράτευμα καταθεὶς ὀλίγοις ἅμα ἐπὶ κα‐ τασκοπὴν τῶν πολεμίων ἐχώρει. οὐ μὴν ἔλαθε Ῥωμαίους ἐπιών· τῶν γὰρ ἐπὶ χορταγωγίαν ἐξιόντων τινὲς οὐ μακρὰν ἄποθεν τῶν
15χαρακωμάτων ἐντετυχηκότες αὐτῷ δρομαῖοι τοῖς στρατηγοῖς ἀπήγ‐ γειλαν. οἱ δὲ τότε μέν, νὺξ γὰρ ἤδη ἦν, φυλακὰς τάξαντες ἀνε‐ παύσαντο. ἑξῆς δὲ οὔπω ἡμέρας καταλαβούσης ταξάμενοι ὀπι‐ σθόρμητοι ᾔεσαν, γνώμην ἔχοντες σκηνουμένοις ἔτι τοῖς ἀμφὶ Ῥαϊμοῦνδον ἐπεισπεσεῖν. οὐ μὴν οὐδὲ Ῥαϊμοῦνδος ἠμέλει, ἀλλὰ
20καὶ ὃς ὀρθριαίτερον τοῖς περὶ αὐτὸν τὰ δοκοῦντα ἐπιτείλας αὐ‐ τοὺς μὲν αὐτοῦ ἔλιπεν, ὁ δὲ ἐπὶ καιασκόπησιν αὖθις ἐχώρει· Ῥωμαίοις δὲ ἐξ ἀπροσδοκήτου συμπεσὼν αὐτός τε νῶτα δοὺς
ἔφευγε καὶ τὸ λοιπὸν στράτευμα πέμψας κατὰ τάχος ἐνθένδεν34

35

ἀπαίρειν προὐτρέπετο· ἀλλὰ παρὰ πόδας αὐτοῖς ὁ Ῥωμαίων στρατὸς ἐπελθὼν ἐτρέψατό τε καὶ φόνον αὐτῶν πολὺν εἰργάσατο, καὶ μέχρι τῶν Ἀντιοχείας πυλῶν ἡ δίωξις ἐγένετο. Ῥαϊμοῦνδος καὶ αὐτὸς μόλις τοὺς πολεμίους διαδρὰς νυκτὸς ἐπὶ τὴν πόλιν
5εἰσήλασεν. οἱ μὲν δὴ ἀμφὶ τὸν Προσοὺχ ταῦτα Ῥαϊμοῦνδον εἰρ‐ γασμένοι ἐπὶ τὴν Κιλίκων ἀνεχώρησαν, Δημήτριος δὲ σὺν τῷ στόλῳ ἐπελθὼν τὴν περίοικον καὶ θαλάσσῃ γείτονα ἐληΐσατο, καὶ πλῆθος ἀνθρώπων ἠνδραποδίσατο, ναῦς τε τῶν ἐγχωρίων ὡς πλείστας παρὰ τὴν θαλάσσης ἀνειλκυσμένας ἀκτὴν πυρὶ ἔφλεξεν·
10ὅτε δὴ καὶ ὁ τὸ δημόσιον σφίσιν εἰσπραττόμενος νόμισμα αἰχμά‐ λωτος Ῥωμαίοις ἐγένετο. Ῥαϊμοῦνδος δὲ ἐπειδὴ ταῦτα ἤκουσε θυμῷ μεγάλῳ ἐπιών, ὡς τὰς Ῥωμαϊκὰς ναῦς ἀποσχομένας ἤδη τῆς χέρσου κατενόει, ἄπρακτος ἐκεῖθεν ἀνεχώρει. Ῥωμαῖοι δὲ τῆς θαλάσσης οὐ συγχωρούσης αὐτοῖς ἡμέραις δέκα τὸν χῶρον
15ἐκεῖνον παραπλεύσαντες, ἐπειδὴ λειψυδροῦντες ἦσαν, τῇ χέρσῳ αὖθις αἰφνίδιοι προσοκείλαντες τούς τε πολεμίους ἐτρέψαντο καὶ δύο τῶν ἐπιθαλασσιδίων ἐκπορθήσαντες φρούρια οἴνου τε ὡς πλεί‐ στου καὶ ποταμίου τὰς ναῦς ἐμπλήσαντες ὕδατος πνεύματός τε ἐπιφόρου τυχόντες ἐς Κύπρον ἀνήχθησαν. ταῦτα δὴ συμπεσόντα
20Ῥαϊμοῦνδον τὴν ἐς Βυζάντιον στείλασθαι ἠνάγκασαν· ἀφικομένῳ δὲ οὐ πρότερον βασιλεὺς προσχεῖν ἠξίωσε, πρὶν ἐς τὸ τοῦ βασι‐ λέως καὶ πατρὸς ἀπιὼν μνῆμα ἐντεῦθεν δὴ τὴν συμπάθειαν ἐκο‐
μίσατο καὶ λίζιον λοιπὸν αὑτὸν ἐποιήσατο.35

36

4. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Εἰρήνην τὴν αὐτῷ οὔπω βασιλεῖ μνηστευθεῖσαν βασιλεὺς ἠγάγετο, κόρην ἐς ῥῆγας μὲν ἀναφέρουσαν ἠθῶν δὲ κοσμιότητι καὶ ψυχικαῖς ἀρεταῖς οὐδεμιᾶς ἐλάσσω τῶν τότε γεγενημένην. λέγεται δή τι περὶ ταύτης τοιοῦ‐
5τον. ὁπηνίκα ἐς Βυζάντιον ἄρτι παρῄει, ἄλλαι τε τῶν ἐπ’ εὐ‐ γενείᾳ διαφερουσῶν ὑπήντων αὐτῇ καὶ ἣ Ἀλεξίῳ βασιλεῖ ἥρμο‐ στο· ἠμφίεστο δὲ ἐσθῆτα μὲν ἀπὸ βύσσου, τἆλλα δὲ ἐκ χρυσοῦ καὶ πορφύρας κεκόσμητο. ἀλλὰ τὸ τοῦ βύσσου κυαναυγὲς με‐ λαμφόρον ταύτην ἐποίει τῇ νεήλυδι καταφαίνεσθαι. ἀμέλει καὶ
10ἐπυνθάνετο τῶν παρόντων, ἥτις ποτὲ εἴη ἡ μονήρης αὕτη καὶ μεγαλοπρεπὴς λέγουσα. τοῦτο δὴ ξύμβολον τοῖς ἀκούσασιν οὐ‐ μενοῦν ἀγαθὸν ἔδοξε, καὶ τὸ τέλος οὐκ εἰς μακρὰν ἠκολούθει. βασιλέα δὲ ἡ τῆς Ἀσίας εἶχε περαία καὶ τὰ Βιθυνῶν ὅρια σκε‐ πτόμενον ὅπως ἂν μηκέτι ἐσβατὰ τῷ Περσῶν γένει τὰ τῇδε γέ‐
15νοιτο. τῶν γὰρ ἐν τοῖς ἄνω χρόνοις τὰς τῶν βαρβάρων ἐπιτει‐ χιζόντων ὁρμὰς ἀμελείᾳ περιοραθέντων, εὐέφοδα Πέρσαις τὰ τῇδε ἐγένοντο. ἀλλὰ τοῦτο μὲν χρόνοις ὕστερον φιλοτιμότατα πρὸς βασιλέως ἀνεπλήσθη πλείους ἀνοικισαμένου πόλεις· τότε δ’ οὖν ἔγνω πολίχνην ἐν τοῖς οὕτω Μελαγγείοις καλουμένοις ἀνεγεῖραι.
20τοῦ μέντοι ἔργου προβαίνοντος ἠγγέλη αὐτῷ, ὡς τῇ πρεσβυτάτῃ τῶν βασιλέως Ἰωάννου θυγατέρων, ἣν ὁ καῖσαρ ἠγάγετο Ῥογέ‐
ριος, νόσος ἐπιγεγονυῖα ἄφυκτον ὑπογράφει τὸν κίνδυνον. εἰς36

37

ὅσον οὖν πέρατι δοῦναι τὸ ἔργον τῷ χώρῳ ἐνδιατρίψας τῆς ἐπὶ Βυζάντιον εἴχετο. ἀλλὰ μεταξὺ τὸ χρεὼν ἐκείνη ἀπέπλησε, γυνὴ μεγαλόφρων ἐν ταῖς μάλιστα καὶ πολὺ τὸ ἀρρενωπὸν ἔχουσα. ἐγὼ δ’ ἐνταῦθα τοῦ λόγου γενόμενος εἰς μνήμην ἦλθον τοῦ ἔργου
5τῆς γυναικὸς ταυτησὶ καὶ εἰσέπειτα θαυμάζεσθαι ἀξίου. φασὶ τὸν καίσαρα Ῥογέριον τῇ βασιλείᾳ καὶ αὐτὸν κατ’ ἐκεῖνον ἐπο‐ φθαλμίσαντα τὸν χρόνον, ὁπηνίκα οὔπω μετὰ τὴν βασιλέως Ἰωάν‐ νου τελευτὴν ἡ Κωνσταντίνου τὸν νέον αὐτοκράτορα εἶχε, στα‐ σιώτας ἑαυτῷ ἄλλους τε περιστῆσαι συχνούς, καὶ δὴ καὶ τῶν τινα
10Ἰταλιωτῶν γένους συμπατριώτην αὐτῷ τὸ πατρόθεν ὄντα σὺν τοῖς ἀμφ’ αὐτὸν ἑταιρίσασθαι εἰς τετρακοσίους μάλιστα ἀγειρομένους. ἦν δὲ ὁ Ἰταλιώτης γένει μὲν περιφανὴς καὶ ἐπίδοξος, Καπύης δὲ πόλεως ἐξάρχων Ἰταλικῆς πολυανθρωποτάτης ἄγαν καὶ εὐδαίμο‐ νος. αἰτία δὲ αὐτῷ τῆς ἐν Βυζαντίῳ διατριβῆς αὕτη ἦν· ὁ τῷ
15τηνικάδε Σικελίας τυραννῶν Ῥογέριος, οὗ πολὺν ἐν τοῖς ὄπισθεν ποιησόμεθα λόγον ἐπειδὰν τὰς Ἰταλικὰς ἀναγράφοιμεν μάχας, ἐπὶ τὴν Καπύης λιχνευσάμενος ἀρχὴν πολὺς ἐνέκειτο τῷ ἀνδρὶ πολεμῶν. ἐφ’ οἷς οὗτος ἀπειρηκὼς τὴν εἰς Βυζάντιον ἐστείλατο. καίσαρι μὲν οὖν ταῦτα ἐπράσσετο. ἡ δὲ σύνοικος ἐπειδὴ μετὰ
20πολλὰς παραινέσεις ἰσχυρογνώμονα τοῦτον ἑώρα καὶ δεινῶς βα‐ σιλειῶντα καὶ οὐδ’ ἂν εἴ τι καὶ γένηται μεταθησόμενον τοῦ σκο‐ ποῦ, τοὺς τῶν κοινῶν ἐπιμελητὰς ὡς ἑαυτὴν μεταπεμψαμένη κοι‐
νοῦται τὸ πρᾶγμα καὶ ἢ (φησὶν) αὐτοί μοι τὸν ἄνδρα παράδοτε,37

38

ἢ γοῦν μελήσει πάντως ὑμῖν τοῦ τὴν βασίλειαν ἀδελφῷ συντη‐ ρῆσαι τὠμῷ. ἡ μὲν ταῦτα εἶπεν· οἱ δὲ τὸν καίσαρα παντοδα‐ πῶς ὑπελθόντες ἐπί τινα τῶν ἀγχοῦ Βυζαντίου προαστείων ἐξῆ‐ γον χρείας δῆθέν τινος ἕνεκα. ἐπειδή τε ἐπὶ τοῦ τόπου ἐγένετο,
5αὐτὸν μὲν ἐνταῦθα διατρίβειν ἀφῆκαν, οἱ δὲ ἐπὶ τὴν πόλιν ἦλθον. 5. Ἡ μὲν δὴ Μαρία τοιάδε τις ἦν. βασιλεὺς δέ, τοῦ πάθους ἀγγελθέντος αὐτῷ, τότε μὲν ἐς Βυζάντιον ἦλθε· μετὰ δέ τινα χρόνον ἐς τὴν ἐπὶ Ῥυνδακοῦ αὐλισάμενος πεδιάδα, ἔνθα βασιλεῖ Ἰωάννῃ φρούριόν τι ἐκ καινῆς ἀνῳκοδομήθη, ὃ Λοπά‐
10διον ὠνόμασται τοῖς πολλοῖς, ἐνταῦθα τὸν στρατὸν ἤγειρεν, ἐς τὴν Περσικὴν ἐμβαλεῖν διανοούμενος. Πέρσαι γὰρ τὰς μεταξὺ Ῥωμαίων σπονδὰς παραλύσαντες Πρακανάν τε πόλιν Ἰσαυρικὴν ἐκπορθήσαντες εἷλον καὶ πλεῖστα ἄλλα Ῥωμαίους προσεζημίωσαν. ἐπειδὴ γοῦν ὡς ἄριστα παρεσκεύαστο ἤδη, ἄρας ἐκεῖθεν σπουδῇ
15ἐπὶ τὰ πρόσω ἐχώρει, κατὰ νοῦν ἔχων ὡς ἂν ἀφυλάκτοις αὐτοῖς ἐξαπιναίως ἐπελθὼν ἡβηδὸν ἀπολέσειε. πλὴν ἀλλὰ τοῦ μὲν σκο‐ ποῦ οὐ πάντῃ διήμαρτεν. οὐ μὴν καὶ χεῖρας ἔχρησε τῇ μάχῃ ἐκείνῃ. ὡς γὰρ ὀξέως τὸν Μύσιον διαβὰς Ὄλυμπον ἄχρι τε ἐς τὸν Πιθηκᾶν γεγονώς, ἔνθα φρούριον αὐτὸς ἐδείματο καρτερόν,
20νύκτωρ διὰ τῶν ταύτῃ ὀρῶν ἐπορεύετο, ἃ τῇδε ἀποκρέμαται ὑψηλὰ καὶ δεινῶς λάσια, ξυνέβαινεν ἐκ τῶν κατὰ τὰς λόχμας
ἀναγομένων ἀτμῶν ἐμπιπλαμένης αὐτῷ τῆς κεφαλῆς ἀθρόον38

39

κατενηνέχθαι, ὡς μηκέτι μηδὲ ἀναστῆναι δύνασθαι. μέχρι μὲν οὖν καὶ περὶ μέσας νύκτας σχεδόν τι καὶ ἀνεπαισθήτως εἶχεν αὑτοῦ, μετὰ δὲ ὀλίγον ἀνασφήλας εἶτα ῥᾴων ἐς τὴν ὑστεραίαν γεγονώς, αὐτὸς μὲν ἡσυχῆ ἔμεινε, μοῖραν δὲ τοῦ στρατεύματος
5ἀπολεξάμενος ἱκανὴν ἅμα στρατηγοῖς ἐπὶ τὸ ἔργον διαφῆκεν, οἳ καὶ οὐκ ἐς μακρὰν δυνάμεσι περιτετυχηκότες ἐχθρῶν, ἐπειδὴ κα‐ θυπέρτεροι τῇ μάχῃ ἐγένοντο, λαφύρων τε μέγα τι περιεβάλοντο χρῆμα καὶ σὺν τροπαίοις ἐκεῖθεν ἀνέστρεψαν. βασιλεὺς μὲν ταῦτα ἔπρασσε. Πέρσαι δὲ ἐν τούτῳ συσκευασάμενοι στρατῷ
10μεγάλῳ τῇ Θρακησίων ἐμβάλλουσι γῇ, οὐδενός τε σφίσιν ἀντι‐ στρατοῦντος (Θεόδωρος γὰρ ᾧ Κοντοστέφανος ἐπίκλησις ἦν, τούτου δὴ ἕνεκα πρὸς βασιλέως πεμφθείς, οὔπω ἔφθη τὸν στρα‐ τὸν ἀγείρας τῇδε καταλαβεῖν) ἄχρι καὶ ἐπί τι τῶν οὐκ ἄπο θα‐ λάσσης χωρίων, ὃ Κελβιανὸν ὀνομάζεται, προνομεύοντες ἦλθον,
15λείαν τε ὡς πλείστην ἐπαγόμενοι ἀνεχώρησαν. τούτων ἐπειδὴ βα‐ σιλεὺς ἤκουσεν, οὐκέτι κατέχειν ἑαυτὸν οἷός τε ἐγένετο. ταχὺ γοῦν συσκευασάμενος ὅλαις ὁρμαῖς τὴν ἐς Ἰκόνιον ἐφέρετο, γράμ‐ μασι περὶ τούτου τῷ σουλτὰν μεμηνυκὼς πρότερον. εἶχε δὲ τὰ γράμματα ὧδε. “εἰδέναι βουλόμεθά σε πράγμασιν ἐγχειρεῖν, ἃ
20τὴν ἡμετέραν κατὰ σοῦ διερεθίζουσιν ἔφοδον. Πρακανάν τε γὰρ οὐδέν σοι προσήκουσαν αὐτὸς ἀφελόμενος ἔχεις, καὶ πρός γε Ῥω‐ μαίων ἔναγχος ἐπῆλθες τῇ γῇ. σὺ δὲ καὶ Ἰαγονπασὰν ἀνδρὶ Ῥω‐
μαίοις ὑποσπόνδῳ πλείστοις τε ἄλλοις τῶν τῇδε φυλάρχων οὐκ39

40

ἀνίεις τρόπῳ τινὶ πολεμῶν. καίτοι ἔδει σε ἄνδρα ξυνετὸν ὄντα ἐκεῖνο κατανοεῖν ὡς οὐκ ἄν ποτε Ῥωμαῖοι τοιάδε περιφρονούμενοι καταδέξαιντο ἄν, καὶ λελείψεταί σε πολυπλασίαν ἅμα θεῷ τὴν ποινὴν ἀποδοῦναι. ἢ τοίνυν ἀπόσχου τῶν παραλόγων, ἢ μὴν ἐν
5παρασκευῇ ἔσο ὡς αὐτίκα Ῥωμαίους ὑποστησόμενος.” τὰ μὲν δὴ γράμματα ἐν τούτοις ἦσαν. ὁ δὲ ταύτην αὐτῷ κομισθεῖσαν ἀναλεξάμενος τὴν ἐπιστολὴν ἀμείβεται ὧδε. “ἐδεξάμεθά σου τὰ γράμματα, μέγιστε βασιλεῦ. καὶ δὴ καὶ παρεσκευάσμεθα ὥσπερ ἐκέλευες. σὸν δ’ ἂν εἴη λοιπὸν ἐπιταχήσειν τὴν ἄφιξιν, μηδὲ
10μακραῖς ἡμᾶς ἐνταῦθα διάγειν ἐπαγγελίαις. τἆλλα δ’ ὅπως ἔσται θεῷ καὶ ἡμῖν μελήσει. χῶρος δ’ ἡμῖν εἰς ξυντυχίαν Φιλομίλιον τόδε ἔστω, οὗ δὴ ἐν τῷ παρόντι ἡμᾶς ἐστρατοπεδεῦσθαι ξυμ‐ βαίνει.” τούτοις ὁ σουλτὰν φορτικώτατα βασιλεῖ διαμειψάμε‐ νος, ὁ μὲν αὐτοῦ που ἐν Φιλομιλίῳ, ἔνθα τὸ πρῶτον ἐνστρατο‐
15πεδευσάμενος ἔτυχε, σὺν τῷ πλείονι τοῦ Περσῶν ἔμεινε στρατοῦ, μοῖραν δέ τινα τούτων ἀποτεμόμενος ὑπαντιάζειν Ῥωμαίοις ἐπιοῦ‐ σιν ἐξέπεμπεν. οἳ καὶ οὐκ εἰς μακρὰν ἀγχοῦ πόλεως Ἀκρουνοῦ περί τινα χῶρον ᾧ Καλογραίας βουνὸς ἡ κλῆσίς ἐστι βασιλεῖ γε‐ γονότι συμμίξαντες ἡττήθησάν τε κατὰ κράτος καὶ φυγαδίαι ἐπὶ
20τὸν σουλτὰν ἦλθον. πολλοί τε ἄλλοι καὶ Χαιρὴς παρὰ Πέρ‐ σαις ὀνομαστὸς Ῥωμαϊκῆς ἔργον ἐγένετο μαχαίρας. ὁ δὲ τῷ συμ‐ πεσόντι καταπλαγεὶς τὴν ψυχὴν, οὐδ’ ὅσον ἐνσκευάσασθαί τι, οὐδ’ ὅσον κομίσασθαι τῶν πρὸς τὴν χρείαν τῷ χώρῳ ἐπιμείνας
ᾤχετο φυγὰς ἐκεῖθεν ἀπιών. ὃ πυθόμενος βασιλεὺς ἀμφοτέρων40

41

τε ἐπικερτομῆσαι αὐτὸν διανοηθείς, θράσους τε τοῦ πρότερον καὶ δειλίας τῆς εἰσέπειτα τοῦ μετρίου πέρα γεγενημένον, ἐπέστειλεν αὐτῷ τοιάδε. “ἔδει μέν σε, ὦ γενναῖε, ἐκεῖνο καλῶς εἰδότα, ὡς ὅσον αἰσχρόν ἐστιν ἡ δειλία τοσούτῳ μᾶλλον αἴσχιον γίνεται,
5ὁπηνίκα θράσος αὐτῆς προηγησάμενον τύχοι, μὴ οὕτως ἀνεπι‐ στρόφως τῶν ἐς τὸν πόλεμον ἔχειν. ἐπεὶ δ’ ὥσπερ παντάπασιν ἐπιλελησμένος λήματός τε τοῦ προτέρου, ὧν τε ἔναγχος ἐς τὴν ἡμετέραν ἐπέστειλας βασιλείαν λόγον πεποιημένος οὐδένα ἀπο‐ τρέχεις οὐκ οἶδα ὅπη, ἡμεῖς ἰδού σοι τούτων ἀνάμνησιν φέρομεν.
10εἰ μὴ τοίνυν ἐν Φιλομιλίῳ, ὥσπερ ἤδη φθάνεις ἡμῖν ἐπηγγελ‐ μένος, τὴν ἡμετέραν ἀναμενεῖς ἄφιξιν, λείπεται πάντως ὡς τὸ γενναῖον ἐκεῖνο καὶ μεγαλόψυχον αὐτὸ σφόδρα δειλὸν καὶ ἀγεννὲς ἀντιπερίεστί σοι.” τὰ μὲν δὴ γράμματα ἐν τούτοις ἦσαν. βασι‐ λεὺς δὲ ἐν Φιλομιλίῳ γενόμενος αὐτὸ μὲν κατὰ κράτος τε εἷλε
15καὶ ἐνέπρησεν ἅπαν. Ῥωμαίων δέ τινας μακροῦ τοῦ χρόνου ἐν‐ ταῦθα ὑπὸ φρουραῖς καθειργμένους εὑρὼν ἔλυέ τε τῶν δεσμῶν τοὺς ἀθλίους καὶ φῶς ὁρᾷν παρεῖχεν ἐλεύθερον. Πέρσαι γὰρ τὸ μὲν πρῶτον δυνάμει τῇ σφῶν θαρρεῖν ἔχοντες, ἄλλοθι γῆς βασιλέως ἐπιόντος μετοικίζειν αὐτοὺς οὐδαμῆ ἔγνωσαν· ἐπεὶ τὸ
20δέος αὐτοὺς ἤπειγεν, οὐχ ὅπως αὐτῶν κατημέλουν, ἀλλὰ καὶ τὰ σφέτερα περὶ ἐλάσσονος ἔθεντο. τῶν δὲ γραμμάτων ἀπενε‐ χθέντων εἰς τὸν σουλτάν, εἴτε τὴν ἐντεῦθεν ἐπίπληξιν αἰδεσθείς,
εἴτε καὶ ἄλλο τι ἐννοησάμενος ὀπίσω ἐχώρει. ἐπί τινά τε χῶρον41

42

Ἀνδραχμᾶν Περσικῶς ὠνομασμένον ταχὺ γεγονώς, ἐνταῦθα ἐστρα‐ τοπεδεύετο. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσε, παραυτίκα διεκόσμει τὸ στράτευμα, πόλιν τε Ἀδριανούπολιν ὑπερβὰς (διαβαίνει γὰρ καὶ ἐς αὐτὴν Λυκαονίαν τὸ ὄνομα τοῦτο) ἔν τινι χώρῳ Γάϊτα
5ὄνομα τὴν παρεμβολὴν ἐποιήσατο. τῇ δ’ ὑστεραίᾳ (ἤδη γὰρ οὐ πόρρω ἀποσκηνοῦν ἀμφοτέροις συνέβαινε τοῖς στρατεύμασι) τα‐ ξάμενος προσώτερον ἐχώρει, ἐπειδή τε ὁμόσε τοῖς Πέρσαις ἦλθεν, ἔργου εἴχετο. Πέρσαι τοίνυν μηδὲ τὴν πρώτην Ῥωμαίους ὑπο‐ στάντες ἐς ὑπαγωγὴν ἔκλιναν. οἱ δὲ κατὰ νώτου αὐτοῖς ἐφεπό‐
10μενοι οὓς μὲν ἀνῄρουν, οὓς δὲ ἐζώγρουν. ὁ δὲ σουλτὰν οὐ πρό‐ τερον ἀνῆκε φεύγων πρὶν ἢ τεταραγμένος ἐς Ἰκόνιον ἐλθὼν ἐντὸς τειχέων εἰσπεσεῖν· ἐπειδή τε ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστήκει, βου‐ λὴν βουλεύεται τοιάνδε. μένειν μὲν ἔνδοθι οὐ πάνυ τι ἐθάρρει, ὡς μὴ ἐνταῦθα κατακλείσας ἑαυτὸν ἀπρόϊτον πολιορκοῦσι Ῥω‐
15μαίοις ἐργάσηται, ἄλλως τε καὶ τὸ τοῦ πολέμου τέλος οὐκ εἰδὼς εἰς ὅ τι τύχης αὐτῷ περιστήσεται, ἐν στενῷ περισχεθῆναι ἀξύμ‐ φορον ᾤετο. καὶ δὴ τὸ μὲν τοῦ στρατεύματος ἐπὶ φυλακῇ τῆς πόλεως ἔταξε, τὸ δ’ ἄλλο διχῆ διελὼν τὸ μὲν κατὰ νώτου τῆς πόλεως ἐπὶ τοῦ κατάντους ἔστησεν, ὃ δὲ αὐτὸς ἔχων ἐν δεξιᾷ
20παρετάξατο τῇ τοῦ ὄρους ὀχυρότητι μάλιστα πεποιθώς, ὃ με‐ ταξὺ πόλεως Ἰκονίου καὶ τοῦ φρουρίου Καβάλλας ὑπερτείνει. 6. Πέρσαι μὲν οὖν ἐν τούτοις ἦσαν· βασιλεὺς δὲ ἐπειδὴ
πρὸς τῇ Καβάλλᾳ ἤδη ἐγένετο, δαιμονίᾳ τινὶ κεκινημένος ὁρμῇ42

43

τὴν ἐπὶ τὸν σουλτὰν ἐσφάδαξεν ἰέναι. οὐκ ἔχων δ’ ἐκ τοῦ πα‐ ραχρῆμα στοχάσασθαι ὅπη αὐτὸν ξυνέβαινεν εἶναι, πρὸς βραχὺ μὲν ἐπεσχέθη τῆς ὁρμῆς, στρατηγικῇ δ’ ἐμπειρίᾳ τῆς ἐν δεξιᾷ τῆς πόλεως ἐξηγεῖσθαι φάλαγγος αὐτὸν διεγνωκὼς (ὀξὺς γὰρ εἴ‐
5περ τις τὰ τοιαῦτα ἐτύγχανεν ὤν), αὐτίκα τοῦ σημειοφόρου λα‐ βόμενος εἷλκε τοῦ ῥυτῆρος ἐπ’ ἐκεῖνο τὸ μέρος ἐπιστρέφων αὐτόν. διαπορουμένου δὲ τοῦ Ῥωμαίων στρατοῦ καὶ ἐν θαύματι μεγάλῳ ποιουμένου τὸ πρᾶγμα, ὅπως ἐς τηλικαύτην ἀνυπέρβλητον ἰσχὺν ἀπροοράτως οὕτως παρακινδυνεύειν ἐθέλοι (ἐξεπλήττετο γὰρ αὐ‐
10τοὺς τὸ μηδαμοῦ τοῦ στρατεύματος ἐκείνου διαφαίνεσθαι, κἀν‐ τεῦθεν ᾤοντο πρόδρομα ταῦτα τῆς σὺν τῷ σουλτὰν ἔσεσθαι πα‐ ρατάξεως τῷ τοῦ ὄρους ὡς εἰκὸς ἀμφιλαφεῖ κρυπτομένης), θαυ‐ μαζόντων οὖν, αὐτὸς ἠρέμα διακεχυμένος τὸ πρόσωπον “ἄνδρες” ἔφη “Ῥωμαῖοι, μὴ δὴ τέχνη βαρβαρικὴ δεδιττέσθω τὴν ἡμετέ‐
15ραν ἀγχίνοιαν, μηδ’ ἐπὶ τὰς σημαίας ἀπεῖναι ξυμβαίνει τοῦ κατὰ μέτωπον ἡμῖν ὁρωμένου τούτου στρατεύματος, ἀλλαχόθεν που ταύτας σὺν στρατεύματι ἄλλῳ παρεῖναι οἴεσθε. οὔτε γὰρ ἑτέρα τις μοῖρα δυνάμεως ὑπολέλειπται οἶμαι Πέρσαις, καὶ τὰ σημεῖα δὲ σφίσιν αὐτοῦ που καὶ ἐπὶ τῇ λόχμῃ ἑστᾶσιν ἐν τῷ ἀφανεῖ,
20ἵν’ ἐπιδείξει πλήθους ἐκπλήττειν ἡμᾶς ἔχοιεν. μὴ τοίνυν τοῦ πλή‐ θους θαμβεῖσθε τὸ βάρβαρον, περιφρονεῖτε δὲ μᾶλλον τῆς ἀσθε‐ νείας. οὐ γὰρ πέφυκεν ἀλήθεια φαντασίᾳ συγγίνεσθαι. ἀλλ’ ἐγὼ
μὲν σὺν τῶν ταγμάτων τοῖς ἐμπροσθίοις ἄπειμι παρ’ αὐτὰ συμ‐43

44

μίξων αὐτοῖς, ὑμᾶς δέ μοι ξὺν τῷ ἄλλῳ στρατεύματι ξυντετα‐ γμένους ἐπιέναι χρεών, μή ποτε πολεμίων ἐνέδραις περιπεσεῖν γέ‐ νοιτο.” ταῦτ’ εἰπὼν ὁ αὐτοκράτωρ ἐπὶ τοὺς πολεμίους ἵετο, χώραν αὐτὸς τὴν ἐν ἀριστερῷ κληρωσάμενος, ἅτε τῷ μεσαιτάτῳ
5ἀντιμετωποῦσαν τοῦ τῶν ἐναντίων στρατεύματος, ἔνθα πλείστους τε καὶ ἀρίστους ξυνέβαινεν εἶναι Περσῶν. Πέρσαι τοίνυν μά‐ χαις οἶμαι ταῖς προλαβούσαις περιῃρημένοι τὴν τόλμαν, ἐπειδὴ τὴν Ῥωμαϊκὴν εἶδον ῥομφαίαν, τὴν τάξιν ἀπολιπόντες οὐδενὶ κόσμῳ ἐφέροντο, ὅπως αὐτὸς ἕκαστος πρῶτος ἐνθένδεν ἀπαλ‐
10λάσσοιτο σπουδὴν ἔχοντες. ἔνθα καὶ τὸν σουλτὰν ἡ φήμη παρεῖ‐ ναι διήγγελλε. φευγόντων οὖν Ῥωμαῖοι τῇ διώξει ἐγκείμενοι πο‐ λύν τινα κατέτριψαν χρόνον. καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· τὸ δὲ ἄλλο Ῥωμαίων στράτευμα κατὰ νώτου συντεταγμένως ὥσπερ εἴρηται ἐπιὸν τὸ μὲν πρῶτον λόχοις τισὶν ἐξ ἀπροσδοκήτου περι‐
15τυχὸν ἐτρέψατο, εἶτα καὶ τῶν ἄλλων κατόπιν ἐπιθεμένων αὐτοῖς, ὅσοι τε Ἰκονίου ἐντὸς φυλακὴν εἶχον (ἐπεξῄεσαν γὰρ ἤδη καὶ οὗτοι θαρσήσαντες τῷ τὸν αὐτοκράτορα μακρὰν ἄποθεν Ἰκονίου ποιεῖσθαι τὴν δίωξιν) καὶ ὅσοι ἐν τῷ κατάντει τῆς πόλεως ὀπίσω καθάπερ εἴρηται ἐτάξαντο, κλονεῖσθαι ἤδη ἤρξατο. ὅπερ ἐπειδὴ
20τάχιστα βασιλεὺς ἤκουσε δυνάμεις τῶν σὺν αὐτῷ τὴν ταχίστην ἐξέπεμπεν ἐπ’ αὐτοῖς, ὧν Πυρρογεώργιός τε ἦρχεν ἀνὴρ δραστή‐ ριος μάλιστα, ὃς καὶ τῷ τοῦ πριμικηρίου τῆς αὐλῆς ἐσύστερον τετίμηται ἀξιώματι, καὶ ὁ Χουροὺπ ἐς τοὺς βασιλέως καὶ πρὸς
τῆς ἁλουργίδος ὑπηρέτας τελῶν. ἀλλὰ καὶ τούτων βεβοηθηκό‐44

45

των οὐδὲν ἧττον καὶ πάλιν κλονεῖσθαι συνέβαινεν ἅπαξ πεπονη‐ κὸς τὸ στρατιωτικόν. ἀλλὰ βασιλεύς, ἦν γὰρ ὀξύτατος τὸ δέον εὑρεῖν καὶ καταστοχάσασθαι τοῦ πρακτέου δεξιώτατος, ἔγνω ἐπι‐ νοίας μᾶλλον ἢ ἰσχύος ἐνταῦθα χρῄζειν τὸ πρᾶγμα. αὐτίκα τοί‐
5νυν τῶν τινα στρατιωτῶν καλέσας, Βεμπιτζιώτην μὲν ἐπικεκλη‐ μένον πόλεως δὲ ὡρμημένον Ἀδριανοῦ, ἐκέλευε τὸ κράνος τῆς κεφαλῆς ἀποθέμενον μετέωρόν τε αὐτὸ ἐπὶ τῆς χειρὸς πανταχόσε περιδινοῦντα τὴν τοῦ σουλτὰν δῆθεν ἐπὶ τοῦ στρατεύματος δια‐ κηρυκεύεσθαι ἅλωσιν. οὗ γεγονότος ἀνεθάρσησέ τε παραχρῆμα
10τὸ Ῥωμαϊκὸν καὶ τοὺς ἐναντίους ἰσχυρῶς ἐγκειμένους ἀπεώσατο. οὕτω πολλάκις ἓν βούλευμα συνετὸν ὑπὲρ μυριοπληθεῖς ὤνησε χεῖρας, καὶ ἀνδρὸς ἑνὸς ἀρετὴ πολλῶν ἀσπίδων δυνατωτέρα γί‐ νεται. ἀλλὰ τότε μὲν ἐπειδὴ τάχιστα νὺξ ἐγένετο, αὐτοῦ που ηὐλίσαντο· ὄρθρου δὲ ἄρας ἐκεῖθεν πρὸς Ἰκονίῳ ἐστρατοπεδεύ‐
15σατο. ὡς δὲ κύκλῳ περιελθὼν οὐκ εὐέφοδον εἶναι αὐτὸ κατε‐ νόει, ἥ τε φήμη, ἣ ἔθνη τὰ πρὸς δύοντα ἥλιον ἐξ ἐθῶν ἐπανα‐ στάντα τῶν πατρίων ἐπὶ τὴν Ῥωμαίων παμπληθεὶ ἐμήνυε φέρε‐ σθαι, ἑκάστης ηὔξανεν ἡμέρας, τοῦ μὲν πολιορκεῖν ἀπέσχετο, χρόνου τε πλείονος καὶ μείζονος ἄλλης ἢ κατ’ ἐκείνην δῆθεν νο‐
20μίσας παρασκευῆς, δῃώσας δὲ καὶ ἀφανισμῷ τὰ ἐν ποσὶ παρα‐ δοὺς ἐκεῖθεν ἀπήλαυνεν. ὅτε δὴ λέγεται ὡς τοῖς πρὸ τῆς πόλεως Περσῶν τάφοις πολλὰ τοῦ Ῥωμαϊκοῦ ἐνυβρίσαντος ἔκθετά τε τῶν
σωμάτων ὡς πλεῖστα πεποιηκότος, ὁ δὲ οὐδ’ ἐν τηλικαύταις και‐45

46

ρῶν ὀξύτησι καθυφεῖναι θέλων τοῦ μεγαλοπρεποῦς τῆς τὸν σουλ‐ τὰν γειναμένης παντάπασιν ἀνύβριστον τηρηθῆναι τὴν κόνιν ἐκέ‐ λευε, χρῆναι τοῖς καὶ κατὰ βραχὺ σωφρονοῦσιν εἰπὼν αἰδεῖσθαι μᾶλλον δυστυχοῦσαν εὐγένειαν, γράμμα τε χαράξας οὐ πόρρω θρύ‐
5ψεως ὂν παρὰ τὴν τοῦ σουλτὰν ἔπεμπε γαμετήν. εἶχε δὲ ὧδε τὸ γράμμα. “εἰδέναι βουλόμεθά σε, ὡς τὸ τῆς ἡμετέρας παιδίον βασιλείας ὁ σουλτὰν ζῇ καὶ ἔτι περίεστι τὰς τοῦ πολέμου χεῖρας διαπεφευγώς.” ἡ δὲ πρόβατα περί που τὰ δισχίλια καὶ βοῶν μέγα τι χρῆμα καὶ πλεῖστα ἄλλα τῶν ἐδωδίμων ἐν παρασκευῇ
10μὲν εἶχεν ἐφ’ ᾧ βασιλέα τούτοις δεξιώσαιτο· ἐπεὶ δὲ πυρὶ τὰς πρὸ τῆς πόλεως οἰκοδομὰς καθάπερ εἴρηται τὸ Ῥωμαϊκὸν ἔφλε‐ ξεν, οὐκέτι πέρατι τὸν σκοπὸν ἔδωκε. καὶ ταῦτα μὲν τοιάδε τινὰ ἦσαν. βασιλεὺς δὲ ἐπειδὴ τῆς ἀποπορείας ἤρξατο, γράμμα καὶ πάλιν ἐπὶ τὸν σουλτὰν ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε·
15“πολλά σε πολλάκις ἀναζητήσαντες οὔπω ἐτύχομέν σοι. φεύγεις γὰρ ἀεὶ καὶ καθάπερ σκιὰ διολισθαίνεις ἡμῶν. ἵν’ οὖν μὴ καὶ δοκοίημεν σκιαμαχεῖν, τῷ τέως μὲν ἄπιμεν παλινοστοῦντες· ἔαρος δὲ σὺν μείζονι τῇ παρασκευῇ ἐπί σε ἥξομεν. μελήσει δέ σοι τοῦ μὴ καὶ τότε ἀναξίως οὕτως ἑαυτοῦ φεύγοντι οἴχεσθαι διόλου.”
20 7. Ταῦτα μὲν οὖν ἐν τούτοις ἦσαν τὰ γράμματα. Περ‐ σῶν δὲ οἳ ἀνωτάτω πόλεως ᾠκοῦντο Ἰκονίου, ἔνθα Τανισμὰν ἦρχεν ἐκεῖνος, δυνάμεις ὡς πλεῖσται ἐπὶ ὁμαιχμίαν παρὰ τὸν
σουλτὰν ἀφικόμεναι συνέμιξαν ἤδη τούτῳ, αἷς ἐπαρθεὶς οὐκέτι46

47

φεύγειν ὡς τὸ πρότερον ἤθελε, ταξάμενος δὲ Ῥωμαίοις περί τινα χῶρον Τζιβρηλιτζημανὶ βαρβαρικῶς ὠνομασμένον ἤδη γεγενημέ‐ νοις ἐπιθέσθαι ἠπείγετο. ἔστι δὲ ὁ χῶρος δυσπρόσοδός τε εἴπερ τις καὶ ἀνδράσι μὴ ὅτι γε συντεταγμένοις, ἀλλ’ οὐδὲ πορευομέ‐
5νοις κατ’ ὀλίγους ῥᾳδίως διεξίτητος. τὸ μὲν οὖν ἄλλο Ῥωμαίων στράτευμα ἤδη ἀμφὶ τῷ χάρακι ἐπονεῖτο· βασιλεὺς δὲ τὸ μὲν τῇ ἡλικίᾳ τυραννούμενος τὸ δέ τι καὶ γυναικὶ οὐ πολλῷ ξυνοικήσας πρότερον, κατὰ ἔθος τὸ αὐτῶν αὐτουργῆσαί τι ἐς τὴν μάχην ἤθελεν. ἀνδρὶ γὰρ Λατίνῳ ἄρτι γυναῖκα εἰσοικισαμένῳ μὴ οὐχὶ
10ἀριστέα φανῆναι αἰσχύνην οὐχὶ τυχοῦσαν ἐπάγεται. ὁ μὲν οὖν λόχους παρ’ ἑκάτερα ἐν φάραγξι δυσὶ καταθείς, ὃν μὲν ἐκ τῶν καθ’ αἷμα καὶ ἐγγυτάτω αὐτῷ συνεστῶτα, ἐν οἷς ἄλλοι τε ἦσαν τῶν αὐτῷ οἰκειοτάτων πολλοὶ καὶ οἱ ταῖς ἀδελφαῖς αὐτοῦ ξυνοι‐ κοῦντες, ὃν δὲ καὶ ἐκ καταλόγων δύο στρατιωτικῶν, ὧν ἡγεῖτο
15Νικόλαος ἐπίκλησιν Ἄγγελος, ἀνὴρ τήν τε χεῖρα γενναῖος καὶ ἀν‐ δρείας εὖ ἥκων, αὐτοὺς μὲν αὐτοῦ ἡσυχῆ μένειν ἐκέλευεν, ἕως ἐπὶ τοὺς πολεμίους αὐτὸν ἱππαζόμενον ἴδοιεν. ὁ δὲ μόγις ἀξιοῦ‐ σιν Ἰσαακίῳ τε πεισθεὶς τῷ ἀδελφῷ καὶ Ἰωάννῃ τῷ τῶν ἀνατο‐ λικῶν καὶ δυτικῶν δομεστίκῳ, ἅμα αὐτοῖς ἐπί τι χωρίον ἦλθεν,
20οὗ δὴ χορταγωγίας ἕνεκα τῶν τινας Ῥωμαίων σποράδας ἰόντας ἑώρα, ἐνταῦθά τε τὰ ὅπλα καλυψάμενος, ὡς μὴ ἐκ τοῦ παραλ‐ λάσσοντος Πέρσαις κατάδηλος εἴη, τῶν Περσῶν τινας ὡς τὸ εἰ‐
κὸς κακουργήσοντας ἰέναι ἐξεδέχετο. ὡς δὲ οὐδεὶς οὐδαμόθεν47

48

αὐτῷ κατεφαίνετο, τῶν τινα Ῥωμαίων μεταπεμψάμενος στρα‐ τιωτῶν, Πέρσην μὲν τὸ γένος Πουπάκην ὄνομα, ἀνδρεῖον δὲ ἄλ‐ λως καὶ πολὺ τὸ δραστήριον ἔχοντα, ἐκέλευε προσωτέρω χωρή‐ σοντα εἴπου Περσῶν τινας ἐπιόντας προσίδοι ἐπιμελέστατα δια‐
5σκοπεῖσθαι. ὁ μὲν οὖν ἀπῄει, καὶ μικρῷ ὕστερον ἐπανιὼν Περ‐ σῶν οὐ πλείονας τῶν ὀκτὼ ἰδεῖν ἰσχυρίσατο. ὁ δὲ βασιλεὺς τοὺς ἄλλους πρὸς ταῖς ἐνέδραις, καθάπερ εἴρηται, ἀπολιπὼν αὐτὸς σὺν τῷ ἀδελφῷ καὶ τῷ δομεστίκῳ τοῦ Πουπάκη τὴν ὁδὸν σφίσιν ὑποδεικνύντος ᾗ τάχους εἶχεν ἐπ’ ἐκείνους ἤλαυνε. γαμβροῖς μέντοι
10τοῖς αὐτοῦ ἐπὶ τοσοῦτον ἀγανακτῆσαι περιοραθεῖσιν ἐγένετο, ὡς καὶ ὅρκοις φρικωδεστάτοις αὑτῶν τε ἕκαστον καὶ πάντας ὁμοῦ ξυνδῆσαι καὶ καταλαβεῖν, ἦ μὴν μηδὲ βουλομένῳ ἂν οὕτω τύχῃ ταύτην ξυνάρασθαι βασιλεῖ τὴν μάχην. βασιλεὺς δὲ οὔπω τοῖς ὁραθεῖσιν ἀνεμίγνυτο τῶν Περσῶν, καὶ εἰς ὀκτωκαίδεκα τούτους
15ἠθροῖσθαι συνέβαινεν. ἤθελε μὲν οὖν καὶ ἐσφάδαξεν ἐπ’ αὐτοὺς ἰέναι· ὅπως μέντοι μὴ ἅτε εὐζωνότεροι ὄντες ἀποδρᾶναι δυνη‐ θεῖεν (οὐ γὰρ εἶχεν ἐκ τοῦ σχεδὸν αὐτῶν καθιππάσασθαι ἀπωτέρω ἔτι ἑστώς), τοιάδε τινὰ ἐνενόει. ἐκέλευε τὸν Πουπάκην ἔγγιστα αὐτῶν γεγονότα, ἐπειδὰν προσιόντων αἴσθοιτο, φεύγειν δυνάμει
20τῇ πάσῃ ἕως ἤδη παρ’ αὐτὸν γένοιτο. ὁ μὲν οὖν κατὰ τὸ κελευ‐ σθὲν ἐποίει, ἐπεί τε διώκεσθαι πρὸς τῶν βαρβάρων ἤρξατο ἤδη, ἔφευγε λοιπόν· οὐ μέντοι παντάπασιν κατετάχει τὸν δρόμον, ἀεὶ
δὲ ἐλπίδα τοῦ καταληφθήσεσθαι σφίσιν ἐμπαρεχόμενος ἔλαθεν48

49

οὕτως ἄχρι καὶ εἰς βασιλέα τούτους παρελκυσάμενος· οὐ μὴν οὐδὲ ὣς τοῦ κατὰ σκοπὸν βασιλεὺς ἔτυχεν. ἐπειδὴ γὰρ αὐτὸν εἶδον θᾶττον ἢ λόγος ἐξιππασάμενοι ᾤχοντο· ὡς δὲ πεντήκοντα ἑτέροις κατόπιν αὐτῶν ἰοῦσι συνῆλθον, τῷ πλήθει θαρσήσαντες ἐλογί‐
5ζοντο ἤδη ὡς ἐπιόντα τοῦτον ὑποστησόμενοι. ὁ δὲ καίτοι πολλὰ τῶν ἀμφ’ αὐτὸν οὐκ ἐπαινούντων τὸ ἐγχείρημα (πολλῷ γὰρ ἔφα‐ σκον ἤδη ἄποθεν τοῦ στρατεύματος αὐτοὺς γεγενῆσθαι), ὅλοις ὅμως ῥυτῆρσιν ἐδίωκεν οὐδένα καιρὸν ἀνιείς. μέχρι μὲν οὖν τινος συμπαρῆν αὐτῷ καὶ ὁ σεβαστοκράτωρ καὶ συνιππάζετο· ἐπεὶ δὲ
10τοῦ ἵππου ἤδη αὐτοῦ κεκμηκότος οὐκέτι προσώτερον χωρεῖν ἠδύ‐ νατο, αὐτὸς μὲν αὐτοῦ που ἐλέλειπτο, τήν τε σωτηρίαν ἤδη ἀπο‐ γνοὺς πολλὰ τὸν ἀδελφὸν παρεκάλει γυναικός τε καὶ παίδων πέρι τῶν ἑαυτοῦ. ὁ δὲ αὐτῷ μὲν ἐπετίμα καὶ τὴν ὀλιγωρίαν ὠνείδιζεν “εἶτα” λέγων “ὦ φίλτατε ἀδελφέ, ζῶντά με ὑπείληφας ὑπὸ ταῖς
15τῶν πολεμίων σε λελοιπέναι χερσί; μὴ σύ γε· μὴ οὕτως ἀναξίως ἑαυτοῦ καὶ φρόνει καὶ λέγε.” τοῦ δὲ “ἀλλὰ κἂν μεῖνον γοῦν, ὡς συνέψομαί σοι τὴν ἐπὶ τοὺς βαρβάρους ἰόντι” προστιθέντος τοῖς λόγοις, “μετὰ τὴν συμπλοκὴν” ἔφη, “θᾶττον ἢν διδῷ θεὸς ἐπί σε ἥξω· ὡς νῦν γε πρὸς ἑτέροις τὸν νοῦν ἔχω, καί με τοῦ ἀν‐
20δραγαθίζεσθαι ἐπιθυμία δεινῶς ἐφ’ ἑαυτὴν ἕλκει.” ταῦτ εἰπὼν τῷ ἀδελφῷ τὴν ἐπὶ τοὺς πολεμίους ἤλαυνεν. καὶ τὰ μὲν κατὰ τὸν βασιλέα τῇδε ἐφέροντο· οἱ δ’ ἐπὶ τῶν λόχων καθάπερ εἴρηται τε‐
ταγμένοι τῶν ἐπὶ δόξης τινὰ ἐπίκλησιν Κοτέρτζην ὅπη ποτὲ τύχης49

50

ἔσχε τὰ κατὰ τὸν βασιλέα μαθεῖν σπουδῇ ἔπεμψαν. ἀλλ’ αὐτὸν μὲν βασιλεὺς αὖθις ἐπ’ ἐκείνους ἔπεμψεν ἥκειν τὴν ταχίστην κελεύ‐ σας αὐτούς. ὁ δὲ ἄρτι βουνόν τινα παρακείμενον διελθὼν ὅλῳ Περσικῷ ἐντυγχάνει στρατεύματι ἐς πεντακοσίους μάλιστα ξυνι‐
5σταμένῳ, οὗ κατόπιν οὐ πολλῷ ἄποθεν πανστρατὶ ὁ σουλτὰν ἐπο‐ ρεύετο. ἅμα τε οὖν εἶδε καὶ ἅμα τὸ δόρυ ἰθύνας κατ’ αὐτῶν ἵετο πολλούς τε δορατίσας εἰς γῆν ἔβαλλεν. οἱ δὲ ὥσπερ εἰς ἀφασίαν ἐμπεπτωκότες ἑστήκεσαν ἀτρεμοῦντες. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο Ῥω‐ μαίων δυνάμεις αἱ τὰς ἐνέδρας καθάπερ εἴρηται συμπληροῦσαι ἐγ‐
10γὺς παρεφάνησαν βασιλέως αὐτὰς καθάπερ εἴρηται μεταπεμψαμέ‐ νου, ὃ συμβαλλόμενοι Πέρσαι μέρος ἀποτεμόμενοι τῆς στρατιᾶς κατὰ νώτου τούτῳ γεγονότας ἐκέλευον ἐμποδὼν Ῥωμαίοις ἐπιοῦσιν ἵστασθαι. ᾤοντο γὰρ ἤδη ἀρκύων ἐντὸς αὐτὸν περιποιησάμενοι ἔχειν. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν· ὁ δὲ ὀρθίῳ τῷ δόρατι
15κατὰ γῆς ἐρεισάμενος ἵστατο, τόν τε Πουπάκην (παρίστατο γὰρ ἤδη τούτῳ) ἐκέλευε τηρεῖν ἀκριβῶς μὴ καὶ ἀπὸ τοῦ ἄγχιστα βου‐ νοῦ διεῖρξαι Πέρσαις τὸ Ῥωμαϊκὸν γένοιτο, κἀντεῦθεν παντάπα‐ σιν ἀδιεξίτητα αὐτῷ ἔσται. ἀλλ’ ὁ Πουπάκης τοὐναντίον ἤπερ αὐτὸς ἐβούλετο προσφερόμενος “μέθες τὸ λίαν” ἔλεγε, “μέθες
20ὦ δέσποτα. οὐχ ὁρᾶς οἷ κακῶν γενοίμεθα; μνῆσαι δὴ σωτηρίας τῆς ἑαυτοῦ.” ὁ μὲν τοσαῦτα καὶ πλείω τούτων εἰπὼν ἐπειδὴ μὴ πείθειν εἶχε, κατὰ τὸ κελευσθὲν ἐποίει. ὁ δὲ βασιλεὺς (οὐ γὰρ ἐξῆν αὐτῷ μὴ οὐχὶ σὺν ἀτιμίᾳ τοῦ λοιποῦ διαδρᾶναι) τοῖς μὲν λε‐
γομένοις προσέσχεν οὐδαμοῦ, τῶν δὲ πολεμίων αὖθις καθιππευ‐50

51

σάμενος καὶ αὐτῶν ἕνα κτείνας τοὺς λοιποὺς συνετάραξεν, ἀδείας τε οὕτω λαβόμενος ἐπί τι γήλοφον ἀνιὼν ἔστη, ἔνθα Ῥωμαῖοι ἄλ‐ λοι τε αὐτῷ συνέστησαν καὶ πρό γε πάντων Ἰωάννης, ὃν ἅτε ἀδελ‐ φιδοῦν αὐτῷ ὄντα ἐς τὸ τῶν πρωτοσεβάστων χρόνοις ὕστερον ἀνε‐
5γράψατο ἀξίωμα. ὁ μὲν οὖν βασιλεὺς τοῦτον τὸν τρόπον περισω‐ θεὶς ἐκεῖθεν ἀπηλλάττετο, ἱδροῦντος αὐτῷ κομιδῇ τοῦ ἵππου καὶ δεινῶς πνευστιῶντος. ὁ δὲ δομέστικος Ἰωάννης τοῦ βασιλέως ἔτι τοῖς πολεμίοις ἐμπλεκομένου κατόπιν ἀπολειφθείς, δείσας μὴ τῶν πολεμίων ἄλλοτε ἄλλων ἀεὶ κατὰ συστήματα ἐκφαινομένων ἔρημος
10βοηθείας ὢν ὑπὸ χερσὶ γένοιτο ταῖς αὐτῶν, σκήψεις οὐχ ὑγιεῖς τι‐ νας ἐπὶ ξυμφέροντι τῷ αὐτοῦ ἀνέπλαττε, φάσκων μάλιστα ὡς ἐπί‐ καιρον εἶναι τὸν χῶρον οὗ δὴ αὐτὸς ἑστὼς ἔτυχε, καὶ δεῖν αὐτοὺς βασιλεῖ κατάντημα ποιουμένους ἐνταῦθα μᾶλλον ἠθροῖσθαι. πολ‐ λοὺς τῶν ἐς βασιλέα ἐκ τοῦ στρατοπέδου καθάπερ εἴρηται ἰόντων
15τούτῳ τῷ τρόπῳ παρ’ ἑαυτῷ κατασχεῖν ἴσχυσε, πρὸς αὐτῶν τε διασωθεὶς ἐπὶ βασιλέα ἦλθεν. ὅτε δὴ αὐτὸς Ἰωάννης καὶ τῶν ἄλ‐ λων Ῥωμαίων πολλοὶ ὠνείδιζόν τε αὐτῷ τὴν τόλμαν καὶ οὐ πόρρω θράσους εἶναι τὰ τοιαῦτα διετείνοντο. ἐμοὶ δὲ ταῦτα διασκοπου‐ μένῳ θαυμάζειν ἔπεισιν, ὅπως ἐν μέσῳ τηλικούτων γεγονότι κινδύ‐
20νων οὐδὲ τετρῶσθαι γοῦν οὐδὲ βεβλῆσθαι ἐκείνης τῆς ἡμέρας συνέ‐ πεσεν αὐτῷ· εἴτε οὖν ἐκ τοῦ συχνὰ κατὰ τουτωνὶ τῶν βαρβάρων ἀνδραγαθίσασθαι πεῖραν τῆς αὐτοῦ παρασχόμενος σφίσι γενναιό‐ τητος ἀπρόσιτος μονονουχὶ τούτοις ἐγένετο, εἴτε καὶ τῆς προνοίας
αὐτὸν περιεπούσης τρόποις οἷς αὕτη ἐπίσταται, λέγειν μὲν οὐ πάνυ51

52

θαρρῶ. τό γε μὴν πεπραγμένον οὐκ ἐν ἐπαινετέοις αὐτὸς τίθεμαι. οὔκουν οὐδὲ τὴν Ἀλεξάνδρου τόλμαν ἐπαινεῖν ἔχω, ὁπότε μὴ σὺν τύχῃ τὰ κατὰ τὸν ἄνδρα διεξετάζοιμι, εἰ μήτις διδῷ τι καὶ ἡλικίᾳ νεότητος· ἄμαχον γάρ τι χρῆμα νεότης ἐστίν, ἰσχύϊ δὲ καὶ ῥώμῃ
5συνεργούμενον δυσμαχώτερον γίνεται. ἀλλὰ ταῦτα μὲν ὥς πη φί‐ λον ἑκάστῳ φρονείσθω τε καὶ λεγέσθω. βασιλεὺς δὲ πολλὰ πρὸς τῶν ἀμφ’ αὐτὸν ὥσπερ εἴρηται κακιζόμενος “οὐ χρεία τοιούτων ἡμῖν ἐν τῷ παρόντι” ἔφη “βουλητέον δ’ ὡς ἔνι μάλιστα μὴ καὶ πλείους Ῥωμαίων ἀπολέσθαι συμβαίη ἐς ταυτηνὶ τὴν ἡμέραν·
10πολλοὶ γὰρ κατόπιν ἡμῶν ἀπολελειμμένοι χωροῦσιν.” ἐδόκει τοί‐ νυν λόχον αὐτοῦ που καὶ παρὰ τῇ ἔγγιστα καθίσαντας φάραγγι, ὡς τοῖς κατόπιν ἰοῦσιν ἐπιβοηθεῖν ἔχοιεν, τοὺς ἄλλους ἠρέμα ἐπὶ τὸ στρατόπεδον ἰέναι. οὕτω δὴ ταῦτα εἶχε. καὶ βασιλεὺς μὲν σὺν ὀλίγοις τῶν περὶ αὐτὸν πρόσω ἐχώρει· Νικόλαος δέ, οὗπερ ἤδη
15ἐμνήσθην, ἐνεδρεύσων ὀπίσω ἐλείφθη φάλαγξιν ἅμα δυσίν, ἃς καὶ τὴν πρώτην ὁπηνίκα Περσῶν κατεφέρετο ὑπ’ αὐτῷ βασιλεὺς ἔταξεν. ἀλλ’ οὔπω ἐπὶ πλεῖστον βασιλεὺς προῆλθε, κἀπειδὴ περί τινα φάραγγα ἐγένετο Πέρσας ἐπιόντας ἰδὼν κατὰ τάδε ἐποίει. ὁ μὲν ἐπὶ θάτερα τῆς φάραγγος ὀλίγοις ἅμα τῶν ἀμφ’ αὐτὸν ἔστη,
20τοὺς δ’ ἄλλους ἐκέλευεν ὑπερβάντας εὐθὺ τῶν πολεμίων ἰέναι. ἅμα τε οὖν ἐκεῖνοι ὁμόσε τοῖς βαρβάροις ἐχώρουν καὶ οἱ ἐπὶ τῶν ἐνεδρῶν αἰσθόμενοι ἐβοήθουν δρόμῳ. Νικόλαός τε οὗπερ ἤδη ἐμνήσθην Πέρσην ἄνδρα τῷ δόρατι ἔβαλε μέν, οὐ μὴν καὶ ἀποσφαιρίσαι
τῆς ἕδρας ἠδυνήθη, ἅτε μηδὲ σφοδρᾶς διὰ τὸ τοῦ χώρου ἄναν‐52

53

τες γενομένης τῆς ἀντερείσεως. ἵν’ οὖν μὴ καὶ ἐπὶ πλέον ἀπώσαιτο αὐτοὺς μηχανώμενος, ἐκέλευεν ἤδη καὶ τοῖς σὺν αὐτῷ ὅλῳ δῆθεν ῥυτῆρι ἄχρι καὶ ἐπὶ τὴν φάραγγα ἰέναι, μὴ μέντοι καὶ ὑπερβαίνειν. ὃ Πέρσαι κατανοήσαντες ἀνεχώρουν ἠρέμα. ἐν τούτῳ δὲ καὶ οἱ
5ἀμφὶ τὸν Κοτέρτζην τοξόται, οὓς τοῖς κατόπιν καθάπερ εἴρηται ἀπολειφθεῖσι Ῥωμαίων ἐπιβοηθεῖν βασιλεὺς ἔπεμψε, ξυνέμιξαν ἤδη τῷ βασιλεῖ, καὶ λοιπὸν αὖθις ἀντεπεξῄει τοῖς πολεμίοις. ἀλλ’ ἐκεῖνοι αἰφνίδιον τὰς ἡνίας στρέψαντες φεύγειν ἤρξαντο. ὅπερ ὁ βασιλεὺς κατιδὼν “θαρσεῖτε” τοῖς σὺν αὐτῷ ἔφη “δύνα‐
10μις γὰρ ἐς ἡμᾶς ἔρχεται στρατοπέδου.” τῶν δὲ μὴ προσιεμένων τὸν λόγον τινὲς ἔφησαν “Πέρσαι, δέους αὐτοὺς ἐπείγοντος οὐδε‐ νὸς (οὐδὲ γὰρ ἀξιόμαχοι αὐτοῖς τέως τυγχάνομεν ὄντες) αἰφνίδιον οὕτω νῶτα στρέψαντες οἴχονται ἤδη πάντως, ὅτι ἔξεστι σφίσιν ἅτε ἀφ’ ὑψηλοῦ σκοπουμένοις τὰ ἡμῖν τέως ὁρᾶν ἀφανῆ.” καὶ ἔτυχέ γε
15τοῦ ἀληθοῦς εὐστοχώτατα τὸ πρᾶγμα τεκμηριωσάμενος. Ῥωμαῖοι γὰρ οἳ ἐπὶ τοῦ στρατοπέδου ἦσαν, ἐν στενῷ κομιδῇ τὸν βασιλέα περισχεθῆναι μεμαθηκότες σπουδῇ βεβοηθηκέναι ἠπείγοντο. ὅτε δὴ λέγεται ὡς ὁ πρὸς πατρὸς τῷ βασιλεῖ θεῖος ὁ σεβαστοκράτωρ Ἰσαάκιος τῷ στρατοπέδῳ τηνικάδε παρών, ἐπειδὴ τὰ κατὰ τὸν αὐ‐
20τοκράτορα ἐπύθετο καὶ ὡς ἐν ἐσχάτοις εἴη κινδύνοις, εἰς τὴν βασί‐ λειον αὐλὴν παρελθών, εἴσω δὲ τοῦ δι’ ἐπίπλων σχεδιαζομένου εὐ‐ κτηρίου γεγονὼς ἐκαραδόκει τὸ μέλλον, ἐπιθέσθαι τῇ βασιλείᾳ δια‐
νοούμενος. ἔρως γὰρ αὐτῆς ἐκ πολλοῦ καθάπερ εἴρηται τὸν ἄνδρα53

54

τοῦτον εἰσιὼν συνήκμασέ τε αὐτῷ καὶ συνανετράφη μονονουχί, ἤδη δὲ καὶ εἰς τοὺς παῖδας τοὺς αὐτοῦ καθάπερ τις πατρῷος διέβη κλῆ‐ ρος. ἀλλὰ τὰ μὲν περὶ τούτων ὁ λόγος ἑξῆς διηγήσεται προϊών. 8. Βασιλεὺς δὲ (ἐπάνειμι γὰρ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου
5ἐποιησάμην) ἐπειδὴ αἱ παρὰ τῷ στρατοπέδῳ ὥσπερ ἔφην συνέμι‐ ξαν ἤδη τούτῳ δυνάμεις, τῷ πλήθει θαρσήσας καθιππεύσατό τε αὖθις τῶν πολεμίων καὶ γενναίων αὐτουργὸς γεγονὼς ἀριστείων συντεταγμένως λοιπὸν ἐπὶ τὸ στρατόπεδον ἧκεν. ὄρθρου δὲ ἀνα‐ στὰς ὁδοῦ εἴχετο. Πέρσαι τοίνυν (ἔγγιστα γάρ που καὶ οὗτοι ἐν‐
10στρατοπεδευσάμενοι ἔτυχον) περί τινα δυσχωρίαν αὖθις γενομένῳ τῷ Ῥωμαίων στρατῷ ἐκ τοῦ παρ’ ἑκάτερα ἐπιθέμενοι ἰσχυρῶς ἔθλιβον, ὅτε δὴ καὶ πολλοὺς τῶν ἐκ πεζικῶν καταλόγων πεσεῖν ἐγέ‐ νετο ἐξ αἰτίας τοιᾶσδε. ἦν τις ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἀνὴρ ἀγαθὸς τὰ πολέμια ᾧ Κριτόπλης ἐπίκλησις ἔκειτο. οὗτος δὴ ὁ
15ἀνὴρ πεζικῶν μὲν τῷ τότε δυνάμεων ἦρχε· τὴν τάξιν τε παρεκκλί‐ νας Πέρσαις ἐκ τοῦ σχεδὸν ἑπομένοις εἰς χεῖρας ἦλθε, τῷ πλήθει τε βιασθεὶς εἰς φυγὴν ἀπαρακάλυπτον ἔβλεψε, τούτῳ τε τῷ τρόπῳ πολλοὺς τῶν ἀμφ’ αὐτὸν ἀποβεβληκὼς μόγις ἐσώζετο. ὅπερ αἰ‐ σθόμενος ὁ αὐτοκράτωρ τὴν ἀμφ’ αὐτὸν φάλαγγα τῷ ἀδελφῷ πι‐
20στεύσας ἄλλοις τε τῶν γνησιωτάτων πολλοῖς, αὐτὸς σὺν ὀλίγοις τὸ πεπονηκὸς τοῦ στρατοῦ ἀνακτήσασθαι ἠπείγετο. ἐς μέσους τοίνυν αὐτοὺς παρελθὼν στῆναί τε θαρσαλέως ἐνεκελεύσατο καὶ Πέρσαις ἀντεπεξῆγε. ὅπερ ἐκεῖνοι κατανοήσαντες οὐκέτι ἀπὸ χειρὸς Ῥω‐
μαίοις ἐμάχοντο. τῷ δὲ βασιλεῖ ἐπιμελὲς ἐγεγόνει ὅπως ἂν ἀνα‐54

55

θαρσῆσαι τὸ Ῥωμαϊκὸν γένοιτο· ἤδη γὰρ ὡς τὸ περὶ τὰς πεζικὰς ὡς εἴρηται τῶν δυνάμεων συμπεσὸν ὑποκλέπτειν ἠρέμα τὸ γενναῖον αὐτοῖς ἤρξατο, ἐπεὶ μηδὲν οὕτω ψυχήν ἐστι κατασεῖσαι ἱκανὸν ὡς τὸ συμφύλων αἱμάτων ἐκχύσεις ἐκ τοῦ σύνεγγυς καθορᾶσθαι. ἀμέ‐
5λει καὶ ὃν ἐπικόλπιον εἶχε τόμον ἐξενεγκών, ᾧ πρὸς ὄνομα τῶν τα‐ γμάτων ἐγένετο ἕκαστα, ἐν οὕτως ὀξείᾳ πραγμάτων ῥοπῇ ἑκάστῃ τὸ ποιητέον ἐπέστελλεν. ἤδη γὰρ τῶν ταγμάτων ὡς πλεῖστα πανη‐ μέρια τοῖς πολεμίοις ἀντιτάττεσθαι ἀπειρηκότα ἀπέλιπόν τε τὴν τάξιν καὶ ἐπὶ τὸ σκευοφορικὸν μετέθεντο τοῦ στρατοῦ, ἐπὶ τοσοῦ‐
10τον τῶν βασιλέως ἀφροντιστήσαντες κελευσμάτων, ὡς καίτοι πολ‐ λῶν ἐς ἐκείνην τὴν ἡμέραν ἐς τὸ σῶμα πρὸς αὐτοῦ διὰ ταῦτα ζη‐ μιωθέντων, τοὺς ἄλλους οὐδ’ ἐπαΐειν τῶν πραττομένων μονονουχί. τὸ γὰρ λίαν φιλόψυχον παντάπασιν ἀνεπίμνηστον τῆς ἀρετῆς γίνε‐ ται. τὸν οὖν τρόπον τοῦτον ἀεὶ τῶν κατόπιν τοῖς ἔμπροσθεν ἐπι‐
15μιγνυμένων, ἅπαν λοιπὸν τὸ τοῦ πολέμου βάρος εἰς τὸν βασιλέα περιστὰν δεινῶς τοῦτον ἐπίεζεν· ἀλλὰ στρατηγικῇ ἐμπειρίᾳ τοῖς πο‐ λεμίοις ἀντεπεξιὼν ἀσινὴς οὕτω διαγενέσθαι ἴσχυσε. τότε δὴ τοῖς μὲν ἄλλοις αὐτοῦ που σκηνοῦν ἐδόκει μηδὲ προσωτέρω χωρεῖν· τὸν βασιλέα δὲ ταῦτα οὐδαμῆ ἤρεσκεν, ὡς μὴ ἐν συγχύσει καὶ ταράχῳ
20φερομένοις καταπολεμήσεσθαι μᾶλλον Ῥωμαίοις γένηται ἢ αὐτίκα ἢ γοῦν ἐς νέωτα πάντως ἐς τὴν ἀπορίαν συσκευαζομένοις ἐπεξιέναι
δὲ μᾶλλον ἔλεγεν εἶναι χρεών, εἴ πως τοὺς πολεμίους ἀπωσάμενοι55

56

κατ’ ἐξουσίαν τε τὸν χάρακα πήξονται καὶ σκηνώσουσιν οὐκ ἐν στε‐ νῷ χώρου εἰρχθέντες. ταῦτα λέγων ἐπειδὴ μὴ καὶ πάντας ἐνδεχο‐ μένους τὸν λόγον ἑώρα, Τζικανδύλην μὲν καὶ Σινωπίτην, πρὸς δὲ καὶ Κριτόπλην καὶ τῶν ἄλλων πολλοὺς στρατηγῶν τῷ στρατοπέδῳ
5ἐφίστα, ὁ δὲ αὐτὸς τὴν βασιλικὴν ἀνελόμενος σημαίαν σὺν τοῖς ἀμφ’ αὐτὸν ὅλῳ ῥυτῆρι ἐπὶ τοὺς ἐναντίους ἤλαυνε. καταπλήξας τε τῷ ἀθρόῳ τῆς ἐπελάσεως εἰς φυγὴν βλέψαι ἠνάγκασε. λαμπρᾶς τοίνυν γενομένης τῆς διώξεως, κατόπιν ἐπισπόμενοι Ῥωμαῖοι πολ‐ λοὺς ἔκτειναν, τινὰς δὲ καὶ ζωγρείαν εἷλον, ἐν οἷς καὶ Φαρκουσᾶς
10ἦν ἀνὴρ παρὰ Πέρσαις ἐπιφανής, ὃς δειπνοῦντι τῷ σουλτὰν ἐνετί‐ θει τὸ ἔκπωμα ταῖν χεροῖν· πιγκέρνην τοῦτον Ῥωμαῖοι καλοῦσιν. ἦν δέ τις ἐν τῇ βαρβάρων στρατιᾷ εἰς Ῥωμαίους μὲν ἀναφέρων τὸ γένος, ἐν δὲ Πέρσαις καὶ τραφεὶς καὶ αὐξηθεὶς τύχῃ τινὶ σατρα‐ πείαν κατ’ ἐκεῖνο καιροῦ παρ’ αὐτοῖς διεῖπε· Γαβρᾶς αὐτῷ ἐπί‐
15κλησις ἦν. τοῦτον ἐπειδὴ κατ’ ἐκείνην τὴν ἡμέραν Ῥωμαῖοι ἔκτει‐ ναν, κεφαλὴν ἄγοντες τὴν αὐτοῦ παρὰ τὸ στρατόπεδον ἦλθον. βασιλεὺς δέ (πόρρω γὰρ ἤδη ἦν τῶν νυκτῶν) καὶ ἔτι τοῦ διώκειν ἀποσχόμενος σὺν τροπαίοις ἐκεῖθεν ὑπέστρεφεν, ἐν συγχύσει τε ἔτι καὶ ἀταξίᾳ πολλῇ Ῥωμαίους εὑρών (οὔπω γὰρ οὐδὲ τοῦ κατὰ νώ‐
20των ἄχθους τὰ σκευοφόρα τῶν ζώων ἀπηλλάττοντο), ἅπαν τὸ στρατόπεδον σπουδῇ περιελθὼν τῶν ταγμάτων ἑκάστῳ τὴν προσή‐ κουσαν ἐνείματο χώραν. ἀλλὰ καὶ ὣς τῶν στρατιωτῶν οὐκ ὀλί‐
γους ἐφίππους διανυκτερεῦσαι ξυνέπεσε τῷ ὑπερβάλλοντι τῆς πυ‐56

57

κνώσεως οὐδ’ ὅσον ἀποβῆναι τῶν ἵππων ἰσχύσαντας. τὴν μὲν οὖν νύκτα ἐκείνην οὕτως ηὐλίσαντο. ἡλίου δὲ ἄρτι πρὸς τὸ τῆς γῆς ἐπανάγοντος πρόσωπον, ἐς μέσην ἔφιππος παρελθὼν τὴν στρα‐ τιάν, ὡς ἔθος ἐστὶν οἷς στρατιωτικῶν ἡγεῖσθαι ταγμάτων συμβαί‐
5νει, ἔλεξε τοιάδε· “ἄνδρες γενναῖοι, οὐχ ὡς δειλίαν ὑμῶν κατα‐ γνοὺς ἤ τινα μαλακείαν ἄλλην ἐπὶ θάρσος ἥκω παρακελεύων ὑμᾶς· μὴ οὕτως Ῥωμαίους γένοιτο σχεῖν ἀγεννῶς, μηδ’ οὕτω πάτριον αἰσχῦναι δόξαν· ἀλλὰ νόμον τε τοῦτον στρατηγικὸν ἐκπληρῶν, πρὸς τὸ μέλλον δὲ ἀσφαλεστέρους ἐνάγων ὑμᾶς. ἀπροόρατον γὰρ
10ἐπερχόμενον τὸ δεινὸν καὶ γενναίαν ἔστιν ὅτε ξυνετάραξε γνώμην. ἴστε τοίνυν ὦ συστρατιῶται πόλεμον ἡμῖν ἀπαντήσειν τὴν σήμερον τὸν μείζω τε τῶν προλαβόντων καὶ ὥσπερ ἀγώνισμα τελευταῖον δὴ τοῦτο καὶ ἔσχατον· καὶ χρὴ παρεσκευάσθαι καλῶς τῶν τε προτέ‐ ρων ἡμῖν ἀγώνων ἕνεκα καὶ ὡς ἂν μὴ καὶ τὴν φθάσασαν ἤδη τῶν
15ἔργων ἐλέγξωμεν ἀρετήν, καὶ αὐτοῖς δὲ ἡμῖν ὅπως μεγάλων ἄρτι αἴτιοι ἐσόμεθα συμφορῶν. ὡς γὰρ προλαβοῦσαν δυστυχίαν τε‐ λευταῖον ἐπανορθοῦν εὐτύχημα πέφυκεν, οὕτως ἀτύχημα ὕστερον τὴν ἤδη διέφθειρεν εὐκληρίαν. ἀλλ’ ὅπως μὴ καὶ ἡμῖν αὐτοῖς τη‐ λικοῦτόν τι, ὦ λῷστοι, γένοιτο ξυμπεσεῖν, τηρητέον ὡς ἔνι μά‐
20λιστα τὴν τάξιν ἑκάστῳ, ἐκεῖνο καλῶς εἰδόσιν, ὡς εἰ μὲν τὰ τῆς τακτικῆς ἀπαράλυτα παντάπασιν ἡμῖν γένοιτο ἕκαστός τε τὸ ἑαυ‐ τοῦ τοῖς ἄλλοις ξυνεισενέγκῃ, νικᾶν τε ἡμῖν περιλήψεται καὶ κλέος
ἑαυτοῖς περισώζειν, ὃ καὶ εἰς τοὺς εἰσέπειτα πάντως ἀνθρώπους57

58

παραμενεῖ. εἰ δ’ αὖ τοὐναντίον ὁποσονοῦν ἡμῖν ἀλλήλων ἀποδιῃ‐ ρῆσθαι συμβαίη, αὐτίκα ἴστε ὅτι δὴ εὐχείρωτοι τοῖς ἐχθροῖς ἐσό‐ μεθα. καθάπερ γὰρ πολιορκουμένης πόλεως πλευρὰ διαρραγεῖσα εὐέφοδον αὐτὴν τοῖς πολεμίοις ποιεῖ, οὕτω δὴ καὶ ἐπὶ τῶν στρα‐
5τοπέδων ἔχει. ἀμέλει καὶ τούτου ἕνεκα λόχοι καὶ παρατάξεις, ὀπί‐ σθιαί τε καὶ ἐμπρόσθιαι φάλαγγες, τὰ δεξιά τε καὶ εὐώνυμα τῶν κεράτων, ἰσοστοιχίαι τε καὶ σχήματα παρατάξεων τοῖς πάλαι ἀν‐ θρώποις ἐπινενόηται. πόλις γάρ τις καὶ τὸ στρατόπεδόν ἐστι. καὶ δεῖ μὲν αὐτῇ πυλῶν, δεῖ δὲ πλευρῶν, δεῖ δὲ τάφρων, καὶ πάσης
10ἄλλης πόλεσιν ἀναλογούσης ἀκολουθίας. χρὴ τοίνυν οὕτω παρα‐ σκευάσασθαι καὶ ἡμᾶς. ἔτι γὰρ περὶ μέσην που τὴν πολεμίαν ἐσμὲν καὶ τῶν Ῥωμαΐδος μακρὰν ἀποπλανώμεθα ὁρίων.” τοσαῦτα εἰπὼν συντάξας τε κατὰ κόσμον τὸ στράτευμα εὐθὺ τῆς λίμνης, ἣν πάλαι μὲν τοῦ Σκληροῦ κατὰ δὲ τοὺς νῦν χρόνους τοῦ Πουγ‐
15γούση καλοῦσιν, ὁδοῦ εἴχετο. ἐπεὶ δ’ ἐν ταῖς πεδιάσιν ἤδη ἐγέ‐ νετο καὶ τῆς προτέρας στενοχωρίας ἐν εὐρυχώρῳ καθίσταται τούτῳ τὸ στράτευμα, κελεύει τῶν στρατιωτῶν τινι μέγα τι καὶ ἐξάκου‐ στον ἀνακραγόντι Περσῶν τινα καλέσαι. ὁ μὲν οὖν κατὰ τὸ κε‐ λευσθὲν ἐποίει. προσιόντι δὲ τῷ Πέρσῃ “ταῦτα πρὸς τὸν σουλτὰν”
20βασιλεὺς ἔφη “ἀγγελεῖς. βασιλεύς σοι μέγας ταῦτα ἐπιστέλλει δι’ ἐμοῦ. ἥκομεν ἄχρι καὶ εἰς Ἰκόνιον αὐτό. περιήλθομέν σου τὴν χώραν μετελεύσεσθαί σε τῆς ἐς τὴν ἡμετέραν βασιλείαν ἁμαρ‐
τάδος μάλιστα προθυμούμενοι. σὺ δ’ ἀνεχώρεις ἀεὶ κατὰ τοὺς58

59

δραπέτας, ἄλλην τε ἐξ ἄλλης ἀμείβων οὔπω μέχρι καὶ νῦν ἀντιμέ‐ τωπος στῆναι ἡμῖν ὑπέμεινας. ὅθεν ἡμεῖς μὲν ἄπιμεν ἐπὶ τὴν ἑαυ‐ τῶν, σὲ δὲ χρὴ παρεσκευάσθαι καλῶς εἰδότα ὡς ἅμα ἦρι φανέντι σὺν μείζονι αὖθις ἐπί σε ἥξομεν τῇ παρασκευῇ.” ταῦτα τῷ Πέρσῃ
5ἐπισκήψας ἐπιθωρακίῳ τε τῶν ἐπὶ δόξης τινὸς δωρησάμενος, ὡς ἔκδηλος εἴη πρὸς βασιλέως πεμφθείς, ἀπεπέμψατο. ὁ δὲ σουλ‐ τὰν ἐπειδὴ ταῦτα ἤκουσε, πρέσβεις ὀλίγῳ ὕστερον περὶ εἰρήνης ἐπερωτήσοντας ἔπεμψεν. ἀλλ’ ἦν ὁ βασιλεὺς μεγάλων τινῶν καὶ οὐκ εὐπαροράτων τὸ πρᾶγμα σταθμώμενος· ἀμέλει καὶ ἐπὶ σκή‐
10ψεις τε ἄλλοτε ἄλλας ἀνεχώρει, καὶ ἀεὶ ἐς τὴν ἐπιοῦσαν τὸ τῆς πρεσβείας ἀπετίθετο τέλος, ἕως οἶμαι σαφές τι περὶ τῶν ἐξ ἑσπέ‐ ρας, καθάπερ εἴρηται, προσδοκωμένων μαθεῖν αὐτῷ γένοιτο. 9. Ἐπεὶ δὲ περί τινα χῶρον ἐγένετο οὗ δὴ Μαίανδρος τὴν ἐκβολὴν ποιεῖται, ἔξω τῶν πολεμίων ἤδη γεγενῆσθαι νομίσας εὔυ‐
15δρόν τε ἄλλως τὸν χῶρον ἰδὼν καὶ πολὺ τὸ χαρίεν ἀνθρώπων ὄψεσι παρεχόμενον, κυνηγεσίων ἀνέσει πόνους τοὺς ἐκ τῆς μάχης παρα‐ μυθεῖσθαι ἤθελε. κινήσεως οὖν τινος ἀμφὶ τῇ λόχμῃ αἰσθόμενος πόρρωθεν, ἐπειδὴ μὴ εἶχε διὰ τὴν λίαν ἀπόστασιν ξυνεῖναι τοῦ φαινομένου, τῶν περὶ αὐτόν τινας ἐπὶ κατασκοπήσει στείλας σκη‐
20νὰς μὲν ἐνταῦθα ἠθροῖσθαι πολλὰς ἤκουσε, τὰ δ’ ἐπὶ τοῦ ἄλσους ταράσσοντα ἵππους εἶναι τῶν ἐν ταῖς σκηναῖς ἀνέτῳ στόματι τῇ πόᾳ ἐγχάσκοντας. τούς τε οὖν Πέρσας οἵτινες εἶεν αὐτίκα συνεῖ‐
δεν ἐκ τῆς σφετέρας αὐτοὺς ὀνομάσας φυλῆς, Ῥαμάν τινα γεν‐59

60

νεάρχην αὐτοῖς καταλέγων εἶναι, καὶ ὡς κατ’ ἔθος τὸ αὐτῶν τοὺς ἐκ γειτόνων Ῥωμαίων ἤδη καὶ νῦν ληστεύσαντες λαφύρων πλησά‐ μενοι ἥκουσι. καὶ δὴ τῶν περὶ αὐτὸν συχνοὺς ἀπολεξάμενος στρα‐ τιωτῶν σπουδῇ διαφῆκεν ἐπὶ τὴν δίωξιν. ὁ δὲ εἰς ἄποπτόν τι χω‐
5ρίον ἀναδραμὼν ἐνταῦθα σὺν ὀλίγοις ἀποσκοπῶν ἵστατο. ἐν τού‐ τοις δὲ οἱ Πέρσαι συσκευασάμενοι ἐκεῖθεν ἀπήλαυνον. ὡς δὲ τά‐ χιστα πρὸς τῶν Ῥωμαίων καταλαμβάνεσθαι ἤρξαντο, σποράδην αὐτοὺς φερομένους ἰδόντες, ἀντιστραφέντες ἀντιμέτωποι ἵσταντο. ἀλλὰ Ῥωμαίων ἐπικαταλαμβανόντων νῶτα καὶ πάλιν ἐδίδουν·
10τοῦτό τε πολλάκις γεγονὸς πολλοὺς Ῥωμαίων ἀπαυδῆσαι ἐποίησεν· ὅθεν καὶ τοῦ διώκειν ἀφέμενοι παλινοδίας ἐμέμνηντο. ὅπερ ὁ βα‐ σιλεὺς κατανοήσας (ἑστήκει γὰρ ἀνωτάτω που ὥσπερ ἔφην ἀπο‐ σκοπῶν) αὐτίκα ὡς εἶχε τάχους ἀθωράκιστος ἐπ’ ἐκείνους ἐχώρει. Πέρσαι δὲ ἐπειδὴ πολλοὺς Ῥωμαίων τῇ διώξει ὥσπερ ἔφην ἤδη ἐκ‐
15κακήσαντας χωρὶς ἀπ’ ἀλλήλων γεγονότας εἶδον, κομιδῇ ὀλίγους τοὺς ἄλλους κατανοήσαντες ἀμφιβόλους τε ἤδη ἐποιήσαντο καὶ ἐγ‐ γὺς ἦλθον τοῦ μέγα τι καὶ ἀνήκεστον δρᾶσαι, εἰ μὴ βασιλεὺς ἀπροσδόκητος αὐτοῖς ἐκφανεὶς τοῦ κινδύνου διεσώσατο. φεύγουσι τοίνυν ἀεὶ ἀμφεπόμενος Πέρσαις πολύν τινα κατέτριψε χρόνον.
20ὅθεν καὶ ἐπειδὴ τοῦ ἵππου κεκμηκότος ἤδη ᾔσθετο, αὐτὸς μὲν αὐτοῦ που ἔμεινε, τὸν ἐν τοῖς μάλιστα δρομικὸν ὄντα τῶν ἵππων αὐτῷ κομισθῆναι καραδοκῶν, ὃν καὶ Ἀγρίμην τὸ τάχος αἰνιττό‐ μενοι ἐκάλουν. Ῥωμαίων καὶ τοῖς ὅσοι κατόπιν αὐτοῦ καθ’ ἕνα
καὶ σποράδην ἰόντες ἀεὶ ἐπικατελάμβανον, ἐκέλευε διώκειν ἔτι μᾶλ‐60

61

λον μηδ’ ἀνίεσθαι τῆς προθυμίας. ἄλλοι μὲν μετὰ πλείστην ὅσην τὴν δίωξιν ἐπειδὴ μηδὲν ἀνύτειν εἶχον τόν τε χῶρον ἔνθα ἐπιπλεῖ‐ στον ἐκπεπτωκότες ἦλθον ἔρημόν τε καὶ δεινῶς ἄβατον ἔγνων, ὀπί‐ σω ἐχώρουν. ὁ δὲ τῷ ἐξαδέλφῳ περιτυχὼν Ἀνδρονίκῳ, οὗ πολὺν
5ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα λόγον, τὴν ἐπὶ τοὺς πολεμίους ἰόντι καὶ αὐτῷ πολλὰ βιασάμενος τὸν ἵππον ἀφεῖται. ἐπιβὰς δὲ αὐτὸν μὲν αὐτοῦ μένειν εἴασεν ἐπισκήψας ὃν εἴρηται Ἀγρίμην ὅσον οὐκ ἤδη κομισθησόμενον λαβεῖν οὕτω τε σὺν αὐτῷ ἐπὶ τὴν μάχην ἐλθεῖν, ὁ δὲ τὴν ἐπὶ τοὺς πολεμίους ἐφέρετο. Πέρσαις δὲ δίχα
10διῄρηται τὸ στράτευμα. καὶ τὸ μὲν πρόσθεν τὴν ἵππον ἐπαγόμενον πᾶσαν ἐχώρει, ὅση ἄνευ ἐπιστρωμάτων ἀγελαία τούτοις εἵπετο· τὸ λοιπὸν δὲ κατόπιν ἐπορεύετο Ῥωμαίους ἐπιόντας ὑποδεξόμενον. ὡς δὲ οὐδεὶς οὐδαμῶς Ῥωμαίων ὑπεφαίνετο, θαρσήσαντες τοῦ λοι‐ ποῦ συνῄεσάν τε ἀλλήλοις καὶ τὴν ἵππον ἄνετον ᾗπερ εἴρηται φερο‐
15μένην ἐφ’ ἕνα χῶρον ξυνάγειν διενοοῦντο. ἐπειδή τε βασιλέα μό‐ νον ἐκ πάντων Ῥωμαίων ἀθωράκιστον ἐπ’ αὐτοὺς ἰόντα κατενόη‐ σαν, ἀθρόοι λοιπὸν ἐπ’ αὐτὸν ἐξεχέοντο ἐντείνοντές τε τὰ τόξα καὶ ἀλλήλοις ἐγκελευόμενοι. ὁ δὲ ἡρωικόν τινα καὶ ἀνδρείας πρόσω τρόπον ἀναλαβών, ἐπειδὴ κύκλωσίν τινα αὐτοῦ πρὸς τῶν πολεμίων
20γεγονέναι ἀδύνατα εἶναι κατενόει (χῶρος γάρ τις ἀμφιλαφὴς ἐκ θατέρου παρακείμενος μέρους ἐκ ποδῶν εἰς τοῦτο αὐτοῖς καθειστή‐ κει), τὴν συμπλοκὴν ἀναδέχεται, πλείστους τε αὐτῶν ἐπὶ στόμα
κατενεγκὼν τοὺς λοιποὺς εἰς φυγὴν βλέψαι ἠνάγκασεν. ὅτε καὶ61

62

τῶν τις βαρβάρων ἐκείνων τὴν βασιλέως οὐχ ὑπομείνας ἀκμὴν ὕπτιός τε διὰ τοῦτο τῷ ἐδάφει προσερεισθείς, ἐπειδὴ προσωτέρω ἱππαζόμενον αὐτὸν κατενόει, βέλος ἀφεὶς ἄκρου τυγχάνει τοῦ πο‐ δὸς ὄπισθεν, ἔνθα μετὰ τὰ σφυρὰ ἐπὶ πτέρναν ἡ φύσις ἀναχω‐
5ροῦσα τὴν ἐξοχὴν ποιεῖται. καὶ ὁ μὲν καὶ δευτέραν πέμψειν ἠπεί‐ γετο, βασιλεὺς δὲ προτερήσας τὴν ὁρμὴν τῶν τριχῶν εἷλκε ζω‐ γρείαν, σὺν αὐτῷ δὲ τὴν ἐπὶ τὸ στρατόπεδον ἰὼν Ἀνδρονίκῳ συν‐ αντᾷ. ἤδη γὰρ τοῦ βασιλείου ἐνεχθέντος αὐτῷ ἵππου ὀχησάμενος κατὰ Περσῶν καὶ αὐτὸς ἤλαυνε, πολλά τε τῆς ἐπὶ τὰ πρόσω πο‐
10ρείας εἴργων, ἅτε παντάπασιν ἄνοπλον ὄντα καὶ αὐτόν, ἐπειδὴ μὴ πείθειν εἶχε (θάρσει γὰρ καὶ οὗτος ἀπείρῳ διῳκεῖτο καὶ ἔπνει τὰς μάχας, ἐπιεικῶς τὸ δόρυ χειρίσας καὶ τὴν ἀσπίδα, οἷς καὶ αὐτοῖς οὐχ ὡς ἰδίοις ἐχρῆτο ἀλλά τινος τῶν ἀπὸ δόξης ἀφελόμενος ἔτυ‐ χεν), αὐτὸν μὲν ἀφῆκε πορεύεσθαι· ὁ δὲ ὁδῷ προϊὼν καὶ τοῖς
15λοιποῖς ξυνέμιξε τοῦ Ῥωμαίων στρατοῦ. πυθομένοις τε ὅπως αὐτῷ τὰ κατὰ τὸν πόλεμον ἀπαντήσειε μόνῳ τῶν ἁπάντων ἐπὶ τοὺς βαρ‐ βάρους ἰόντι, περὶ μὲν τοῦ τῶν πολεμίων φόνου, οὓς καθάπερ εἴρηται ἀπεκτονὼς ἔτυχεν, ἀπήγγελλεν οὐδέν, καυχήσεως ἀγεννοῦς ὑποψίαν παραιτούμενος. ἔργον γὰρ οὐχ ὑπ’ ὄψιν ἐλθὸν τοῖς μὴ
20εὐμενῶς ἀκούειν ἐθέλουσιν ῥᾴδιον εἰς ἀνατροπὴν γίνεται. τοῦ γε μὴν τραύματος ἐπιμελεῖσθαι αὐτίκα ἐκέλευεν, ὡς μὴ φλεγμήναν‐ τος ἀνήκεστόν τι καὶ ἐπισυμβῇ· ὅτε δὴ γέγονέ τι καὶ λόγου ἄξιον.
ἐπειδὴ γὰρ μὴ εἶχον ὅπως αὐτῷ χρήσηται, τῶν στρατιωτῶν τις62

63

ἐγχειρίδιον ἑλκύσας μέρος τῆς αὐτὸς αὑτοῦ σαρκὸς ἀφελέσθαι διε‐ νοήθη, ὡς ἂν ἔτι διάθερμον τῷ τραύματι περιθεὶς οὕτω τὴν φλε‐ γμονὴν ἀποκρούσαιτο. ἀλλὰ βασιλεὺς τῆς εὐνοίας τὸν ἄνδρα ἀπο‐ δεξάμενος τοῦτο μὲν διεκώλυσε, τῶν δὲ τῇ ὁδοιπορίᾳ κεκμηκότων
5ἵππων τινὸς τεμάχιον τῆς σαρκὸς ἀφῃρῆσθαι κελεύσας εὐθύωρον προσῆγε τῷ τραύματι. ἐκεῖθέν τε μακρὸν κατατείνας δρόμον παρὰ μέσας που τὰς νύκτας ἐπὶ τὸ στρατόπεδον ἀφικνεῖται πρὸς ταῖς Μαιάνδρου ἐκβολαῖς ἱδρυμένον, ἔνθα πολύ τε καὶ ἄμετρον ὕδωρ ῥεῖ μὲν ἐκ τῶν κατὰ τὴν ὑπωρείαν πετρῶν ὡς ἐκ μυρίων ἀναδιδό‐
10μενον στομάτων, τὸν δὲ παρακείμενον ἐκπελαγοῦν χῶρον ἐς λίμνην μὲν τὸ πρῶτον ξυνίσταται, ἑξῆς δὲ προϊὸν διώρυχά τε βαθεῖαν τέμνει καὶ ποταμὸν ἐντεῦθεν ποιεῖ. Ἀνδρόνικος δὲ καθάπερ εἴρη‐ ται ἐπίπροσθεν ἰὼν ἄλλο μὲν ἔδρασεν οὐδέν, ἵππους δὲ συχνοὺς ὧν ἐπιβαίνοντες ἦσαν οἳ πρὸς βασιλέως ἀνῄρηνται τῶν πολεμίων,
15ἐπὶ τὸ στρατόπεδον ἤλασε. ταῦτα μὲν οὖν οὕτως ἐγένετο. ὁ δὲ βασιλεὺς τὴν ἐπὶ τὸ Βυζάντιον ἵετο, ἐν Βιθυνίᾳ τε γεγονὼς ἐνταῦ‐ θά που τοὺς ἐκ Φιλομιλίου, καθάπερ εἴρηται πρότερον, ἀναρρυ‐ σθέντας ᾠκίσατο Ῥωμαίους, κτησείδιον αὐτοῖς τῶν ἱερῶν τινος ἀλλαξάμενος σεμνείων· ἔνθα φρούριόν τε ἀνῳκοδόμησε καὶ Πύλας
20αὐτὸ κατωνόμακεν. 10. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Κοσμᾶς ὁ τοῖς ἐκκλησιαστι‐
κοῖς τὸ τηνικάδε ἐφεστὼς πραγμάτων, ἀνὴρ βίῳ καὶ λόγῳ κόσμιος,63

64

τοῦ θρόνου κατεσπάσθη ἐπ’ αἰτίᾳ τοιᾷδε. ἦν τις ἀνὴρ μοναχικὴν ἐπανελόμενος πολιτείαν, ὄνομα Νήφων, παιδείας μὲν τῆς ἐγκυ‐ κλίου καὶ μαθημάτων τῶν ἐκτὸς οὐδὲ μέχρι πείρας ἐλθών, τοῖς ἱεροῖς δὲ λογίοις ἐκ παίδων ἑαυτὸν ἐπιδούς. οὗτος ὁ Νήφων Μι‐
5χαὴλ ἔτι ἀνδρὸς ἱεροῦ καὶ πολλοῦ τὴν ἀρετὴν τὸν ἐκκλησιαστικὸν διέποντος θρόνον δόξαν οὐχ ὑγιᾶ τὰ ἐς τὸ Χριστιανῶν δόγμα πολ‐ λοῖς περὶ ἑαυτοῦ δεδωκὼς κρίσει τε συνοδικῇ διὰ τοῦτο ἀποψηφι‐ σθεὶς τόν τε πώγωνα ἐκάρη ἄχρι καὶ ἐπὶ σφυρὰ κατατείνοντα καὶ εἱρκτῇ παρεδόθη. ἐπεὶ δὲ Μιχαὴλ μὲν ἐκεῖνος ἐξ ἀνθρώπων ἤδη
10ἦν, Κοσμᾶς δὲ ἀντ’ αὐτοῦ τὸν θρόνον ἐκόσμει, αὐτίκα παρρη‐ σίαν αὖθις ὁ Νήφων ἀνελάμβανε μείζω καὶ πολὺς ἐν συλλόγοις καὶ ἐν ἀγοραῖς ἦν, ἄλλο τε οὐδὲν ἔπραττεν ὅτι μὴ δόγμα ἑκάστοτε ἀνεκύκλει τόν τε Ἑβραίων ἀποπροσεποιεῖτο θεόν. καὶ τά γε τοιαῦτα ἐνεργολαβεῖν ἤθελεν· ἐφίλει τε αὐτὸν ὑπερφυῶς ὁ Κοσμᾶς, καὶ
15ὁμιλητὴν ἐποίει τὸν ἄνθρωπον, τοῖς τε κατ’ αὐτοῦ τὸ πρότερον ἐπεψηφισμένοις ἀδικίαν ἐπεκάλει, καίτοι καὶ τότε τὰ ὑπὲρ τοῦ ἀν‐ θρώπου προπετευσάμενος μὲν πικρότατα δ’ ὅμως ἀποκρουσθείς, καὶ τῆς τε ἀρετῆς αὐτὸν ἐπεθείαζε, κἀκεῖνο τοῖς λόγοις προσετίθει, ὅτι δὴ ἐτύγχανε πολλῷ πρότερον τὴν ἐς τὸν ἀρχιερατικὸν θρόνον
20ἀνάβασιν ἤδη προαγγείλας αὐτῷ. οὐκ ἤρεσκε ταῦτα τοῖς πολλοῖς· ὅθεν καὶ οἱ μὲν αὐτῶν, ὅσοι δηλονότι ἐκήδοντο τοῦ Κοσμᾶ, προσιόντες ἐπὶ σχολῆς “τί δήποτε” ἔφασκον “ὦ θεῖε ποιμήν, λύκῳ πιστεύεις ἑαυτόν; ἢ οὐκ οἶδας ὡς ὑποβλέπεταί σε διὰ τοῦτο
τὸ ποίμνιον; ἀπορράγηθι τῆς τοῦ λυμεῶνος ξυναυλίας. ἀνδρὶ64

65

γὰρ ἀποβλήτῳ ξυνοικίζεσθαι αὐτάρκης κατηγορία.” οἱ μὲν ταῦτα καὶ τοιαῦτα ἔλεγον· ὅσοις δὲ δι’ ἀπεχθείας ὁ ἀρχιερεὺς ἦν, ἀπε‐ βοῶντο διαρρήδην ἐπεκαλοῦντό τε τοὺς θεοῦ καὶ βασιλέως ὀφθαλ‐ μούς. ὁ δὲ ἀλλὰ τῶν μὲν ὀλιγώρως εἶχε παντάπασι, τοῦ δὲ Νή‐
5φωνος ἀπρὶξ εἴχετο, οὐδ’ ἂν εἴ τι καὶ γένοιτο ἀποκλᾶσθαι ἤθελεν αὐτοῦ· ἀμέλει καὶ ἔλαθεν ἑαυτὸν τῇ λίαν ἁπλότητι ἐν οὐ μετρίοις ζημιωθείς. ἐπεὶ γοῦν ποτε, βασιλέως κελεύσαντος εἱρκτῇ καὶ αὖ‐ θις δοθῆναι τὸν ἄνθρωπον, παρῆσαν οἱ τοῦτον ἀπάξοντες, τὸ μὲν πρῶτον μικροῦ καὶ εἰς ἀφασίαν ἐξεπεπτώκει, ἀναλεξάμενος δὲ
10ἑαυτὸν πεζῇ τε μέχρι καὶ ἐπὶ τὴν αὔλιον τοῦ νεὼ παρελθὼν ἀπο‐ σπᾶν ἐπεχείρει τῶν ἀπαγόντων τὸν ἄνθρωπον. τῶν δὲ οὐκ ἐνδι‐ δόντων ξυναπάγεσθαι τούτῳ τὴν ἐπὶ τὴν εἱρκτὴν ἤθελε. στάσις ἐντεῦθεν εἶχε τὴν ἐκκλησίαν, καὶ ὁ Κοσμᾶς ἐν αἰτίαις ἦν. οὐ πρότερόν τε τῶν ταράχων τούτων ἐλύετο, πρὶν ἂν βασιλέως ἐν
15Βυζαντίῳ γεγονότος (ἐτύγχανε γὰρ τοῖς πολεμίοις ἔτι πονούμενος ἔργοις) ἔκπτωτος ἐγεγόνει τοῦ θρόνου τρόπῳ ᾧπερ αὐτὸς ἐρῶν ἔρχομαι. τῶν γὰρ ἀρχιερέων ἰδίᾳ παραλαβὼν ἕκαστον ἐπυνθά‐ νετο ὅπως αὐτῷ ἐς εὐσέβειαν ὁ Νήφων ἔχειν δοκεῖ. τῶν δὲ ἑκά‐ στου τὸ αὐτῷ παριστάμενον σὺν ἀληθείᾳ διαγορεύοντος, τέλος καὶ
20ἐπὶ Κοσμᾶν τὴν πεῦσιν μετῆγε. καὶ ὃς αὐτίκα πολὺν τοῦ Νήφω‐ νος κατὰ τὸ εἰωθὸς ἐσχεδίαζε τὸν αἰνετήριον, εὐσεβῆ τε ἀπαρα‐ καλύπτως αὐτὸν ἀποκαλῶν καὶ ἐς ἀρετὴν ἀπαράμιλλον. τέθειται
δὲ ταῦτα ἐπὶ βήματος, καὶ ὁ βασιλεὺς αὖθις οὐκ ἔτι καθ’ ἕνα τοὺς65

66

ἀρχιερέας ἐπηρώτα, ἀλλὰ κοινῇ πάντων ἀνεπυνθάνετο ὅπως ποτὲ περὶ Νήφωνος φρονοῦντες εἶεν· οἱ δὲ διαρρήδην ἀσεβῆ τὸν ἄν‐ θρωπον ἀπεκάλουν. οἱ μὲν οὖν οὕτω γνώμης εἶχον· βασιλεὺς δὲ τὸν λόγον ἐπὶ Κοσμᾶν ἤδη μεταγαγὼν “σὺ δὲ ἀλλὰ τί ποτε ὦ δέ‐
5σποτα περὶ τοῦ ἀνθρώπου φρονῶν εἴης;” τοῦ δὲ σὺν ἁπλότητι ταὐτὰ καὶ πάλιν παρρησίᾳ διενισταμένου, ἐπεβοᾶτο τὸ πλῆθος καὶ μένειν αὐτὸν ἐπὶ τοῦ θρόνου ἥκιστα ἠξίου. ὁ μὲν οὖν διὰ ταῦτα ἐκ τοῦ μέσου λοιπὸν ἦν, ἄνθρωπος πλὴν τοῦ ἀφελοῦς, ὡς οἶμαι, τἆλλα πάντα πεπλουτηκὼς ἀγαθά.
10 11. Βασιλεὺς δὲ ὀλίγῳ ὕστερον ἐπὶ Πέρσας καὶ πάλιν ἐχώ‐ ρει. Ῥύνδακον δὲ καταλαβὼν ποταμὸν ἐν παρασκευῇ ἐποιεῖτο ὅπως Ἰκόνιόν τε ἐκπολιορκήσῃ καὶ τὰ πέριξ καταδραμεῖται πάντα. ἀλλ’ οὔπω ἐντεῦθεν ἐκίνει τὸ στράτευμα, καὶ πρέσβεις ἀφίκοντο πρὸς τοῦ σουλτὰν περὶ εἰρήνης ἐπερωτήσοντες. ἦρχε δὲ ταυτησὶ
15τῆς πρεσβείας ἀνὴρ μεγάλα παρὰ Πέρσαις δεδυνημένος ὄνομα Σο‐ λυμᾶς, πολλῶν ἐς ἄγαν πολέμων ἔμπειρος, ἐκ πολλοῦ τῆς βασι‐ λέως χειρὸς πειραθείς, ἐξότου, καθάπερ μοι δεδιήγηται, περὶ τὸν οὕτως Καλογραίας λεγόμενον βουνὸν τῷ Ῥωμαίων συμμίξας στρατῷ κατὰ κράτος ἡττήθη· ἦν δὲ τῆς πρεσβείας ὁ νοῦς τοιοῦ‐
20τος· Πρακανάν τε πόλιν ἀπεδίδοσαν βασιλεῖ καὶ ὅσα ἄλλα Ῥω‐
μαίους ἀφελόμενοι ἔφθασαν. οὕτω τε εἰρηναῖα τὸ λοιπὸν Πέρ‐66

67

σαις τε καὶ Ῥωμαίοις ἔσεσθαι ὡμολόγουν. ἃ προσηκάμενος βα‐ σιλεὺς τὸν πόλεμον λύσας ἐπὶ Βυζάντιον ἦλθεν. 12. Ἐντεῦθεν τὰ ἐξ ἑσπέρας ἀρχὴν ἔσχε. Κελτοὶ γὰρ καὶ Γερμανοὶ καὶ τὸ Γαλατῶν ἔθνος καὶ ὅσα τὴν παλαιὰν ἀμφινέ‐
5μονται Ῥώμην, Βρίττιοί τε καὶ Βρετανοὶ καὶ ἅπαν ἁπλῶς τὸ ἑσπέριον ἐκεκίνητο κράτος, λόγῳ μὲν τῷ προχείρῳ ὡς ἐξ Εὐρώπης ἐπὶ τὴν Ἀσίαν διαβήσονται Πέρσαις τε μαχησόμενοι τοῖς παρὰ πό‐ δας καὶ τὸν ἐν Παλαιστίνῃ καταληψόμενοι νεὼν τόπους τε τοὺς ἱεροὺς ἱστορήσοντες, τῇ γε μὴν ἀληθείᾳ ὡς τήν τε χώραν Ῥω‐
10μαίων ἐξ ἐφόδου καθέξοντες καὶ τὰ ἐν ποσὶ καταστρέψοντες. ἦν δὲ αὐτοῖς ἡ στρατιὰ ἀριθμοῦ κρείσσων. βασιλεὺς δὲ ἐπειδὴ ἄγχι‐ στα τῶν Οὐννικῶν ὁρίων γεγονέναι ἐπύθετο τούτους, πρέσβεις ἔστελλε, Δημήτριόν τέ τινα Μακρεμβολίτην καὶ Ἀλέξανδρον ἄν‐ δρα Ἰταλὸν μὲν τὸ γένος Γραβίνης δὲ πόλεως Ἰταλικῆς κόμητα γε‐
15γονότα, πρός τε τοῦ Σικελίας τυράννου ἅμα πλείοσιν ἄλλοις τῆς τε ἀρχῆς ἀποβιβασθέντα καὶ βασιλεῖ διὰ τοῦτο αὐτόμολον γεγο‐ νότα. ἐκέλευε δὲ τῆς τε γνώμης ἀποπειράσασθαι σφῶν, καὶ εἴγε μὴ ἐπὶ τῷ πονηρῷ Ῥωμαίων ἥκουσιν, ὅρκοις τὸ πρᾶγμα βεβαιοῦν. οἳ καὶ ἐπειδὴ ἐπὶ τοὺς τῶν βαρβάρων τούτων ἡγεμόνας ἦλθον,
20ἔλεξαν τάδε· “ἀκήρυκτον πόλεμον ἄγειν ἐπὶ τοὺς μηδὲν ἠδικηκό‐ τας, οὔτε ὅσιον οὔτε ἄλλως εὐπρεπὲς ἀνθρώποις ἐστὶ γένους τε περιφανείᾳ καὶ δυνάμεως περιουσίᾳ μάλιστα κεχρημένοις. νικῶν‐
τες γάρ, ἂν οὕτω τύχοι, οὐ σὺν ἀνδρείᾳ νικήσουσι, καὶ ἡσσώ‐67

68

μενοι οὐχ ὑπὲρ ἀρετῆς κινδυνεύσουσιν. ἄμφω δὲ οὐκ ἐπαινετά. ὑμῖν δὲ οὐδὲ ἄλλως ἐξέσται γῆν τὴν Ῥωμαίων πατεῖν μὴ πρότερον πίστεις περὶ τοῦ μηδὲν ἀδικήσειν δεδωκότας βασιλεῖ. ὥστε εἰ μὴ ψευδορκεῖν μέλλοιτε, τί μὴ ἐν τῷ ἐμφανεῖ τὸν πόλεμον ἄγετε;
5Ῥωμαίοις γὰρ καὶ ἐκ τοῦ εὐθέως διαρϋήχεσθαι, χαλεπὸν ὑμῖν ἔσται. εἰ δὲ καὶ σὺν ἐπιορκίᾳ τὸν κατ’ αὐτῶν διαφέρετε πόλε‐ μον, πολλῷ δὴ χαλεπώτερον· θεῷ γὰρ καὶ τῇ Ῥωμαίων ἰσχύϊ πο‐ λεμεῖν λείπεται ὑμᾶς. εἰ δὲ καὶ ἀληθίζει τὸ φίλιον ἐν ὑμῖν, καὶ δόλος οὐδεὶς ὑποκάθηται, ὅρκοις τὸ πρᾶγμα βεβαιώσασιν ἐξέσται
10ὡς διὰ φιλίας τῆς βασιλέως μεγάλου ἰέναι γῆς, ὑποδοχῆς τε ἀπο‐ λαύοντας εἰς τὸ εἰκὸς καὶ φιλοφροσύνης τῆς ἄλλης.” οἱ πρέσβεις μὲν τοσαῦτα εἶπον· οἱ δὲ συνῄεσαν γὰρ ἐς ταὐτὸν παρὰ τὴν Κορ‐ ράδου τοῦ Ἀλαμανῶν ῥηγὸς σκηνὴν ἅτε τὰ πρεσβεῖα τῶν ἀνὰ τὴν ἑσπερίαν λῆξιν λαχόντος ἐθνῶν, ἐπὶ κακῷ μὲν τῷ Ῥωμαίων ἥκειν
15οὐδαμῆ ἔφασκον, κἂν δεήσοι καὶ ὅρκοις τὸ πρᾶγμα πιστοῦσθαι, ἑτοιμότατα καὶ τοῦτο ποιήσειν διετείνοντο. ἐπὶ δὲ Παλαιστίνην αὐτοῖς ὁρᾶν τὴν ὁρμὴν καὶ τοὺς τὴν Ἀσίαν λῃστεύοντας Πέρσας. δόξαν οὖν οὕτω Ῥωμαίοις καὶ εἰς ἔργον τοὺς λόγους ἐξῆγον ὅσοι τε ἐς τοὺς ῥῆγας καὶ ὅσοι ἄλλως ἐπίδοξοι τῶν ἐν αὐτοῖς ἦσαν δουκῶν
20φημι καὶ κομήτων. ἰδιάζουσαι δὲ ταῦτα ἀρχαὶ καὶ οἷόν τινες διαι‐ ρέσεις ἐκ τοῦ τῆς βασιλείας καθιέμεναι ὕψους, γενικωτάτου τινὸς
καὶ ὑπερκειμένου τῶν ἄλλων πράγματος. κόμητα μὲν γὰρ δοὺξ68

69

ὑπεραναβέβηκε, δοῦκα δὲ αὖ ῥήξ, καὶ ῥῆγα βασιλεύς. καὶ ὑπεί‐ κει τὸ καταδεέστερον ἀεὶ φύσει τῷ ἐπέκεινα, πόλεμόν τε συνδια‐ φέρει τούτῳ καὶ πείθεται τά γε τοιαῦτα. διὸ καὶ βασιλέα μὲν ἰμπεράτορα καλεῖν ἔθος Λατίνοις ἐστὶ τὸν ὑπὲρ ἐπέκεινα αἰνιττο‐
5μένοις, ῥῆγας δὲ τοὺς ὅσοι δευτέρας εἰλήχασι τάξεως. ἀλλὰ ταῦτα μὲν οὕτω διῃρήσθω. τελεσθέντων δὲ τοῖς πρέσβεσιν ὧν ἕνεκα παρὰ τοὺς βαρβάρους ἦλθον, αὐτοὶ μὲν ἐς Βυζάντιον ἀπεκομί‐ σθησαν, οἱ ῥῆγες δὲ ὁδοῦ τὸ λοιπὸν εἴχοντο. οὐ μέντοι ἀλλήλοις ἀνεμίγνυτο τὰ στρατεύματα, ἀλλ’ ὁ μὲν Ἀλαμανὸς πρότερος,
10πολλῷ δὲ κατόπιν ὁ Γερμανὸς ἐπορεύετο, οὐκ οἶδα ὅτου ἕνεκα τοῦτο ἐπιτηδεύοντες, εἴτε καὶ καθ’ ἑαυτὸν ἑκάτερος ἀξιόμαχος εἶναι φιλοτιμούμενος, εἴτε καὶ τὰ ἐπιτήδεια μὴ ἐπιλιπεῖν σφᾶς προνοούμενοι. ᾔεσαν δὲ ὅμως ἀνάρεθμοι καὶ ὑπὲρ τὴν παρὰ θά‐ λασσαν ψάμμον. οὐ τόσαις ὁ Ξέρξης ἐκαλλωπίσατο μυριάσιν,
15ὁπότε ναυσὶ τὸν Ἑλλήσποντον ἐζεύγνυ. ἐπειδὴ γὰρ πρὸς τῷ Ἴστρῳ γεγόνασιν, ἐνταῦθα εὐτρεπῆ τὰ πρὸς τὴν διάβασιν ὁ βασιλεὺς αὐ‐ τοῖς καθιστὰς ἐκέλευε τῶν ὑπογραμματέων τοὺς πλείστους ἐπὶ θά‐ τερα τοῦ ποταμοῦ ἑστηκότας τὸν ἑκάστης φόρτον ἀπογεγράφθαι νεώς. ἐς ἐννενήκοντα τοίνυν ἀριθμησάμενοι μυριάδας τὸ ἐντεῦ‐
20θεν οὐχ οἷοί τε ἀριθμεῖν ἐγένοντο. 13. Τὸ μὲν δὴ πλῆθος τοσοῦτον αὐτοῖς ἦν. ἀγχοῦ δὲ
πόλεως Ναϊσοῦ γεγονόσιν, ἣ μητρόπολις τῶν κατὰ τὴν Δακικὴν69

70

τυγχάνει οὖσα, ἐνταῦθα ὁ τὴν τῆς χώρας πρὸς βασιλέως ἐμπε‐ πιστευμένος ἀρχὴν Μιχαὴλ ἐπώνυμον Βρανᾶς προὐνοεῖτο ἤδη τῶν ἀναγκαίων αὐτοῖς, οὕτω προστεταγμένον αὐτῷ. μέχρι μὲν οὖν καὶ ἐπὶ Σαρδικῆς ἐν τούτοις ἦσαν, ἔνθα καὶ ἄνδρε δύο τῶν
5ἐπὶ δόξης ἠλθέτην παρ’ αὐτούς, δεξιωσομένω τε τὰ εἰκότα καὶ τὰ ἀναγκαῖα σφίσιν ἐμπορισομένω. ἦν μὲν ὁ αὐτῶν Μιχαὴλ σεβα‐ στὸς ἐκ Παλαιολόγων, ἀνὴρ ἱκανῶς συνετὸς καὶ πραγμάτων πολ‐ λῶν ἔμπειρος, ὃς βασιλεῖ Ἰωάννῃ οὐκ οἶδ’ ὅ τι προσκεκρουκὼς πρότερον ὑπερόριός τε διὰ τοῦτο γεγονὼς πρὸς βασιλέως ἀνεκα‐
10λεῖτο Μανουὴλ εὔνους τε αὐτῷ καὶ τοῖς Ῥωμαίων μάλιστα ἐγένετο πράγμασιν. ὁ μὲν δὴ τοιοῦτος ἦν. ἅτερος δὲ χαρτουλάριος μὲν ἀμφοτέροιν ἐχρημάτισε τοῖν βασιλέοιν. τοσούτῳ γε μὴν Ἰωάννῃ βασιλεῖ εὐνούστατος γέγονεν ὡς ὁπότε Ἀλεξίῳ τῷ πρεσβυτάτῳ τῶν υἱέων ἐξ ἀνθρώπων γεγενῆσθαι ξυνέβη, ἐνσκῆψαί οἱ τὸν βασιλέα
15μετὰ τελευτὴν τὴν αὐτοῦ τὸν Μανουὴλ ἐπὶ τὰ σκῆπτρα καλέσαι καὶ τὴν βασιλείαν ἐγχειριεῖν. οἱ μὲν οὖν τούτων ἕνεκα ἐπὶ τὴν Σαρδικὴν ἦλθον. οἱ δὲ βάρβαροι μέχρι μὲν ἐν δυσχωρίαις ἦσαν (πολλὰ γὰρ ἐκ τοῦ ποταμοῦ Ἴστρου ἄχρι καὶ ἐπὶ Σαρδικὴν ὄρη ἀνέχει ὑψηλὰ καὶ δεινῶς ἄβατα), σιγῇ τε ἐπορεύοντο καὶ οὐδὲν
20ὅ τι Ῥωμαίοις οὐ κατὰ γνώμην ἐποίουν. ἐπεὶ δὲ ταῖς πεδιάσιν ἤδη ὡμίλουν, αἳ πολλὰ τὰ δυσπρόσοδα τῶν κατὰ τὴν Δακικὴν διαδέχονται χωρίων, παραφαίνειν λοιπὸν τὸ δυσμενὲς ἤρξαντο,
τοῖς τε κατ’ ἐμπορίαν τὰ ὤνια σφίσιν ἀποδιδοῦσι χεῖρα ἐπέβαλον70

71

ἄδικον· κἄν τις ἀπισχυρίσαιτο πρὸς τὴν ἁρπαγήν, τοῦτον δὲ ῥομφαίας ἔργον ἐτίθεσαν. ὅ τε ῥὴξ Κορράδος ἀνεπιστρόφως πάντῃ τῶν γινομένων εἶχε καὶ τοῖς ἐπικαλοῦσιν ἢ οὐδὲ προσεῖχεν ὅλως ἢ καὶ προσχὼν τῇ τοῦ πλήθους ἀλογιστίᾳ τὸ πᾶν ἀπεγρά‐
5φετο. τούτων βασιλεὺς ἀκηκοὼς στράτευμα ᾗ τάχους εἶχεν ἅμα Προσοὺχ ἀνδρὶ ἐμπειρομάχῳ κατ’ αὐτῶν ἔπεμψεν. ὃς καὶ ἐπει‐ δὴ περὶ πόλιν Ἀδριανοῦ τούτοις συνέμιξε, μέχρι μέν τινος ἀπὸ διαστάσεως εἵπετο, τὰς ἀτάκτους τοῦ πλήθους ἀνασειράζων ὁρ‐ μάς. ὡς δὲ καὶ ἐπὶ μᾶλλον θρασυνομένους αὐτοὺς ἑώρα, καὶ
10πολεμίας ἤδη ἐν τῷ ἐμφανεῖ συνέμιξε χεῖρας ἀπ’ αἰτίας τοιᾶσδε. τῶν τινα ἐπισημοτέρων Ἀλαμανῶν μαλακισθέντα τὸ σῶμα σε‐ μνεῖόν τι εἶχε τῶν ἀνὰ τὴν πόλιν Ἀδριανοῦ σύν τε χρήμασι καὶ ἀποσκευῇ τῇ πάσῃ· ἃ φωράσαντές τινες Ῥωμαίων τῶν ἐκ πεζι‐ κῶν καταλόγων πῦρ τε τῇ καταγωγῇ ὑφῆψαν καὶ τὸν ἄνθρωπον
15οὕτω προσαπολέσαντες τὰ χρήματα ἔσχον. ὡς οὖν εἰς ἀκοὰς Φρεδερίκῳ τὸ γεγονὸς ἦλθε τῷ Κορράδου ἀδελφιδῷ, ἀνδρὶ ὑπ’ ἀσυμμέτρου αὐθαδείας τήν τε ὁρμὴν ἀκαθέκτῳ καὶ ἐπιεικῶς φρο‐ νηματίᾳ, σπουδῇ παλίνορσος ἐπὶ τὴν Ἀδριανοῦ ἦλθε καίτοι δυοῖν ἡμέραιν ὁδὸν Κορράδου προαπιών, πυρί τε τὸ σεμνεῖον φλέξας
20οὗ δὴ ὁ Ἀλαμανὸς κατέλυε πρότερον, ταύτην πολέμου πρόφα‐ σιν Ῥωμαίοις τε καὶ αὐτοῖς ἐντεῦθεν ξυνεπορίσατο. ὁ γάρ τοι
Προσοὺχ εἰς χεῖρας διὰ τοῦτο Φρεδερίκῳ ἐλθὼν ἐτρέψατο αὐτὸν71

72

καὶ φόνον βαρβάρων πολὺν εἴργαστο. ἦν δὲ Φρεδερίκος οὗτος ὁ μετὰ Κορράδον Ἀλαμανῶν ἄρξας, ἐξ αἰτίας ἣ ἐν τοῖς εἰσέπειτα λελέξεται λόγοις. ἐντεῦθεν τῆς προτέρας Ἀλαμανοὶ καθυφῆκαν ἀλαζονείας, ἔργῳ τὴν Ῥωμαίων διδαχθέντες ἰσχύν.
5 14. Ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. Ἀνδρόνικος δέ, ὃν καὶ Ὦπον ἐκάλουν, ἐκ βασιλέως τούτων δὴ ἕνεκα πεμφθείς, τῶν τε ὅρκων ἀνεμίμνησκε σφᾶς καὶ ἃ περὶ τοῦ μηδὲν ἀδικήσειν Ῥω‐ μαίους διωμολογήκασι πρότερον συχνὰ προφέρων ὠνείδιζέ τε τὴν ἀπιστίαν αὐτοῖς, καὶ εἴγε μὴ εἰς προῦπτον κακὸν ἐμπεσεῖσθαι βου‐
10λομένοις εἴη, ἐπὶ τὸν Ἀβύδου ξυνεβουλεύετο πορθμὸν ἰέναι κἀκεῖ‐ θεν αὐτίκα περαιωσομένους. ἀλλ’ Ἀνδρόνικος μὲν τοσαῦτα εἰπὼν ἐπειδὴ μὴ πείθειν εἶχεν, ἄπρακτος ἐς Βυζάντιον ἀνεχώρει. οἱ δὲ εἰς βουλὴν συλλεγέντες περὶ τῶν ἐν χερσὶ πραγμάτων ἐσκέπτοντο. δόξαν δὲ τῆς ἐπὶ Βυζάντιον ἔχεσθαι, ἄραντες ἐκεῖθεν ὁδῷ προῄε‐
15σαν. οὐδέν τε ἧσσον αὖθις ἐκεῖνοι καὶ μετὰ τὴν πληγὴν ἦσαν οἱ πρὶν ἀλαζόνες. τά τε γὰρ βοσκήματα συνέκοπτον ἀφειδῶς καὶ Ῥω‐ μαίων δὲ τῶν ἀνθισταμένων πολλοὺς ἔκτεινον· ἥ τε μάχη οὐκέτι λοιπὸν ἐκ τοῦ ἀφανοῦς συνίστατο. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσε, δεῖν ἔγνω παρασκευάζεσθαι καὶ αὐτός. πόλιν μὲν οὖν τὴν Κων‐
20σταντίνου αὐτίκα στρατόπεδα ἐφρούρει, τὰ μὲν πρὸ τῶν τειχέων αὐλιζόμενα τὰ δὲ καὶ πυλῶν ἔνδοθι διατριβὴν ἔχοντα. Βασίλειον
δέ, ὃν καὶ Τζικανδύλην ἐπεκάλουν, πολλοῖς ἐς τὰ πρὸς ἀνίσχοντα72

73

ἥλιον ἀγῶσι καὶ μάχαις κατὰ βαρβάρων ἐνευδοκιμηκότα τῶν τῇδε [Κωνσταντίνου], ἅμα τῷ Προσούχ, οὗπερ ἤδη ἐμνήσθην, Πέρσῃ μὲν τὸ γένος τροφῆς δὲ καὶ παιδείας μεταλαχόντι Ῥωμαϊκῆς, ἐπί τινα χῶρον ᾧ Λόγγοι ὄνομα ἅμα στρατεύμασιν ἐλλοχήσοντας
5ἔστελλεν, ἐπισκήψας αὐτοῖς, ἐπειδὰν χειρῶν ἀδίκων καὶ πάλιν κατάρχειν πειρῶνται Ἀλαμανοί, ἀντεπεξιέναι σφίσι κατὰ τὸ ἐγχω‐ ροῦν. οἳ καὶ ἐπειδὴ πρὸς τῷ χώρῳ ἐγένοντο, τήν τε Ἀλαμανῶν κατενόουν πληθὺν καὶ ὅπως ποτὲ τάξεως ἢ ἀταξίας τὰ στρατόπεδα τούτοις ἔχοι ἐπιμελέστατα διεσκοποῦντο. τά τε γοῦν σώματα αὐ‐
10τοῖς μεγάλα τε ὑπερφυῶς καὶ τεθωρακισμένα ἐς τὸ ἀκριβὲς κατε‐ νόουν, καὶ τὴν ἵππον δὲ ἥκιστα δρομικὴν οὖσαν, ἔτι τε ἀταξίᾳ πολλῇ ἐς τὴν ὁδὸν κεχρημένους ἰδόντες, εὐχείρωτόν τε Ῥωμαίοις τὴν στρατιὰν αὐτοῖς ἔσεσθαι ὑπειλήφασι σὺν ἐπιστήμῃ συμπλεκο‐ μένοις, καὶ ἐπὶ βασιλέα πέμψαντες ταῦτά τε ἐδήλουν καὶ ἀνεπυν‐
15θάνοντο τὸ πρακτέον. ὁ δὲ τὸ τῶν βαρβάρων καὶ ἔτι εὐλαβού‐ μενος πρόσχημα, φημὶ δὴ τὴν ἐπὶ Παλαιστίνην δῆθεν πορείαν, ᾤκνει διὰ τοῦτο τὴν ἐπιχείρησιν, ἐκδηλότερόν τι νεωτερίσειν αὐ‐ τοὺς προσδεχόμενος. βασιλεὺς μὲν οὖν οὕτω γνώμης εἶχεν. οἱ δὲ βάρβαροι ὁδῷ ἰόντες, ἐπειδὴ ἐς τὰς ἐπὶ Χοιροβάκχων παρῆλ‐
20θον πεδιάδας (ὑπτιάζει γὰρ ἐνταῦθα ὁ χῶρος καὶ πόαν δαψιλῆ
μάλιστα ἐς τὰς ἵππων παρέχεται νομάς), ἐνταῦθα ηὐλίζοντο.73

74

ἔνθα τι δυστύχημα λόγου κρεῖσσον αὐτοῖς ξυνενεχθῆναι λέγεται, ἐξ οὗπερ ἄν τις εἰκότως στοχάσαιτο μηνῖσαι τὸ θεῖον αὐτοῖς, τούς τε ὅρκους ἠδικηκόσι καὶ πολλῇ τῇ ἐς τοὺς ὁμοθρήσκους αὐτοῖς καὶ μηδὲν ἠδικηκότας ἀνθρώπους ἀπανθρωπίᾳ κεχρημένοις. ὄμβρου
5γὰρ ἐξαισίου καταρραγέντος ἀθρόον οἱ τὸν χῶρον ἐκεῖνον παραρ‐ ρέοντες ποταμοί, ὧν ὁ μὲν Μέλας, ἅτερος δὲ Ἀθύρας πρὸς τῶν ἐγχωρίων ὠνόμασται, πολλῷ τοῦ συνήθους μᾶλλον ἀνοιδήσαντες μέτρου ἐπὶ πλεῖστόν τε τοῦ πεδίου προχυθέντες πολύ τι μέρος τοῦ Ἀλαμανῶν στρατεύματος αὐτοῖς ἵπποις καὶ ὅπλοις καὶ αὐταῖς παρέ‐
10συραν ταῖς σκηναῖς ἐπὶ θάλασσάν τε ἀπὸ γῆς ἐξέπτυσαν φέροντες. ὃ πυθόμενος βασιλεὺς ἐλέῳ τε τῷ εἰς τοὺς ἀνθρώπους τὴν ψυχὴν πεπονθὼς ἄνδρας τῶν ἐπὶ δόξης παραμυθησομένους Κορράδῳ τὴν συμφορὰν ἔστελλε, μετεπέμπετό τε αὐτὸν ὡς λόγου τε κοινω‐ νήσῃ καὶ περὶ μεγάλων αὐτῷ συνδιασκέψαιτο. ὁ δὲ καὶ εἰσέτι
15μηδαμῆ καθυφεῖναι θέλων τοῦ γαύρου, ὑπαντᾶν αὐτῷ ἐς Βυζάν‐ τιον προάγοντι τὸν αὐτοκράτορα ἠξίου, τοιούτων τέ τινων ἄλλων ὁμιλίαν τὴν ἑαυτοῦ σταθμώμενος ἦν. ἐφ’ οἷς ὁ βασιλεὺς ἀλαζο‐ νείαν ὅρον οὐκ ἔχουσαν αὐτοῦ καταγνοὺς τοῦ λοιποῦ περιεῖδε. Κορράδος δὲ πανστρατὶ ὡς ἐπὶ Βυζάντιον ἐφέρετο· ἐν δὲ τῷ κα‐
20ταντικρὺ τειχέων βασιλικῷ γεγονὼς ἐνδιαιτήματι, ὃ Φιλοπάτιον ὀνομάζουσιν οὐκ οἶδα εἴτε τὴν φίλην αἰνιττόμενοι διατριβὴν (ἄνε‐ σιν γάρ τινα παρέχεται καὶ φροντίδων ἀπαλλαγὴν τοῖς ἐκ τῶν
ἀστικῶν ταράχων ἐνθάδε ἀπαλλασσομένοις) εἴτε καὶ τὴν φύλλοις74

75

κομῶσαν πόαν τε δαψιλῆ ἀνιεῖσαν (ἀμφιλαφὴς γὰρ ὁ χῶρος καὶ ἐπίχλοον ἁπανταχῆ φέρει τὸ πρόσωπον), ἐντεῦθεν τῷ περιβόλῳ προσεῖχε τοῦ ἄστεος. τούς τε οὖν πύργους ἐς ὕψος ἱκανῶς ἀνα‐ τρέχοντας κατανοήσας καὶ τάφρου μέγα τι χρῆμα βαθείας κύκλῳ
5περιθεούσης ἰδὼν ἐν θαύματι μεγάλῳ ἐγένετο. ἐπεὶ δὲ καὶ γυ‐ ναικῶν ὅμιλον καὶ δῆμον ἄνοπλόν τινα καὶ ἀπερίεργον ἐπὶ τῶν προπυργίων ἑστῶτα εἶδε (πάντες γὰρ ὅσοι πολεμίων εἰώθασι πόνων γεύεσθαι, οἱ μὲν πρὸς τοῖς τείχεσιν ἔνδον φρουροῦντες ἐκάθηντο, οἱ δὲ πρὸ τοῦ περιβόλου τῆς πόλεως ἕστασαν χειρῶν ἄρχειν Ἀλα‐
10μανοὺς περιμένοντες), ἐπειδὴ γοῦν ταῦτα κατενόει, αὐτίκα ὅπερ ἦν περιουσίᾳ δυνάμεως ἀνέκπληκτον τὴν πόλιν μεῖναι ἐννοήσας, ἐνθένδεν ἀπηλλάττετο, τήν τε γέφυραν, ἣ τὴν ὑποκειμένην ὡς ἂν εἴποι τις ποταμοθάλασσαν ζεύγνυσι, ταχὺ διαβὰς ἐπί τι τῶν ἀντι‐ πέρας Βυζαντίου κατήγετο προαστεῖον, ὃ Πικριδίου ὠνόμασται.
15ἔστι δὲ τὸ τοῦ ἐνταῦθα πορθμοῦ τοιοῦτον. ὁ Εὔξεινος πόντος ἀπορροήν τινα ποιούμενος ἐπὶ τὸ δεξιὸν εἰσπλέοντι μέρος ὡς ἐπὶ δυσμὰς ἄνεισι, λιμένα ἐπιμήκη Βυζαντίοις ἐργαζόμενος. ποταμὸς δέ τις ἄνωθέν ποθεν ἐκβάλλων τὸ ῥεῦμα κάτεισι μὲν διὰ τῶν τῇδε πεδιάδων, ὀλίγου δὲ Βυζαντίου ἄποθεν κατὰ κορυφὴν τῷ λιμένι ξυμ‐
20βάλλων εἰς ταὐτὸν ἔρχεται, ἔνθα τὴν γέφυραν ἵστασθαι ξυμβαίνει. 15. Τοῦτο μὲν δὴ τοιοῦτον. Κορράδος δὲ ἐνταῦθα γεγο‐
νὼς λόγους ἐς βασιλέα οὐ πόρρω θρύψεως ὄντας πολλῆς ἔπεμψεν.75

76

εἶχε δὲ ὧδε τὰ μηνύματα. “χρὴ βασιλεῦ ἐπὶ παντὶ τόν γε νοῦν ἔχοντα οὐ τὸ πρᾶγμα σκοπεῖν καθ’ ἑαυτό, τὸν δὲ σκοπὸν ὅθεν γένοιτο πολυπραγμονεῖν μάλιστα. ὃ γὰρ γνώμης ἤρτηταί τινος, οὔτε ἀγαθὸν ὂν ἐπαινεῖται πολλάκις, οὔτε φαῦλον φαινόμενον ψέ‐
5γεσθαι πέφυκε. καί τις πρὸς ἐχθρῶν μὲν ἀγαθοῦ παρὰ γνώμην ἐνίοτε τυγχάνει, φλαύρου δ’ αὖ πρὸς τῶν φίλων πειρᾶταί τινος. μὴ τοίνυν τῶν τῷ πλήθει τῆς ἡμετέρας στρατιᾶς χθὲς περὶ τὴν χώραν ἡμαρτημένων τὴν σὴν τὰς αἰτίας ἐφ’ ἡμᾶς ἄγε, μηδὲ διὰ ταῦτα χαλέπαινε, ἐπεὶ οὐχ ἡμεῖς αὐτοί σοι τῶν τοιούτων καθέ‐
10σταμεν αἴτιοι, ἡ δὲ τοῦ πλήθους φορὰ ἀλόγως ἔνθα ἔτυχε φερο‐ μένη αὐτοματίζειν οἶδε ταυτί. στρατεύματος γὰρ ξένου καὶ ἐπή‐ λυδος τὸ μὲν ἐπὶ ἱστορίᾳ τῆς χώρας τὸ δὲ ἐπὶ πορισμῷ τῶν ἀναγ‐ καίων πολλαχόσε πλανωμένου καὶ περιτρέχοντος, τοιαῦτα ἑκατέ‐ ρωθεν ἁμαρτάνεσθαι ἀπεικὸς οἶμαι οὐδέν.” Ἀλαμανοὶ μὲν τοσαῦτα
15εἶπον. βασιλεὺς δὲ εἰρωνείαν τὸ πρᾶγμα λογισάμενος ἀμείβετο ὧδε. “οὐδὲ τὴν ἡμετέραν λέληθε βασιλείαν ἡ τοῦ πλήθους ῥοπὴ δυσάγωγόν τι οὖσα καὶ δυσήνιον ἀεὶ χρῆμα. ἀμέλει καὶ διὰ φροντίδος ἡμῖν ἦν, πῶς ἂν διὰ τῆς ἡμετέρας ἀβλαβῶς διελθεῖν ὑμᾶς γένοιτο ξένους καὶ ἐπήλυδας ἄνδρας καὶ οὐδὲν ὅ τι ἀδικεῖν
20ἡμᾶς οὔτε ἐπαγγελλομένους οὔτε ἄλλως δεδυνημένους, ὡς μὴ ξε‐ νίαν ἀδικοῦντες δόξαν οὐκ ἀγαθὴν παρὰ ἀνθρώποις ἀπενεγκώ‐
μεθα. ἐπεὶ δ’ ὑμῖν ἅτε ξυνετωτάτοις οὖσι καὶ τὰς τῶν πραγμά‐76

77

των φύσεις καλῶς ἐξετάζειν ἐπισταμένοις ἀνέγκλητα εἶναι δήπου τὰ τοιαῦτα δοκεῖ, ἡμεῖς καὶ χάριτας ὑμῖν ὄφλομεν. οὐ γὰρ ἔτι φροντιοῦμεν ὅπως ἂν τὴν ὀχλικὴν τῶν ἡμετέρων ἀναχαιτίσωμεν ὁρμήν, ἀλλ’ ἐπιρρίψομεν ταῦτα τῇ τοῦ πλήθους ἀλογιστίᾳ, κα‐
5θὼς ὑμεῖς εὖ ποιοῦντες ἡμᾶς ἐδιδάξατε. συνοίσει τοίνυν ὑμῖν μηκέτι σποράδας τὴν ὁδὸν ἰέναι, μηδὲ οὕτως ἐπὶ ξένης πλανᾶσθαι. ἐπειδὴ γὰρ οὕτω δέδοκται, καὶ ἀνεῖται τοῖς πλήθεσι παρ’ ἀμφο‐ τέρων ταῖς οἰκείαις χρῆσθαι ὁρμαῖς, πολλὰ πρὸς τῶν αὐτοχθό‐ νων πεπονθέναι τοὺς ξένους εἰκός.” ταῦτα εἰπὼν αὐτοὺς μὲν
10ἀπεπέμψατο, τὸν δὲ Ῥωμαίων στρατὸν πλήθει μὲν παρὰ πολὺ τοῦ τῶν βαρβάρων ἐλασσούμενον εἰδώς, ἐπιστήμῃ δὲ στρατιω‐ τικῇ καὶ καρτερίᾳ τῇ περὶ τὰς μάχας τοσούτῳ δὴ μᾶλλον πλεο‐ νεκτοῦντα, τοιάδε ἐνενόει. τὸν Προσοὺχ καὶ τὸν Τζικανδύλην καὶ πλείστους ἄλλους τῶν Ῥωμαίων στρατηγῶν ἐκέλευε στράτευμα
15ἐπαγομένους ἱκανὸν ἀντιμετώπους Ἀλαμανοῖς ἵστασθαι. τάξασθαι μέντοι ὧδε. τὸ μὲν ἀπολεμώτερον καὶ ὥσπερ ἀγελαῖον τοῦ στρα‐ τοῦ πόρρωθεν καὶ ὡς ἀπὸ σημείων στῆναι τεττάρων· μετὰ δὲ τοῦτο ὅσον ὁπλιτικὸν καὶ κατάφρακτον· ἑξῆς δὲ τοὺς ὅσοι ταχυπόδων ἐπέβαινον ἵππων· τελευταῖον δὲ καὶ μετὰ μέτωπον Σκύθας ἅμα
20Πέρσαις καὶ τὸ Ῥωμαίων τοξικόν. Ῥωμαῖοι μὲν οὖν κατὰ ταῦτα ἐποίουν, Ἀλαμανοὶ δὲ ὡς εἶδον θυμῷ πολλῷ καὶ θορύβῳ ἐχόμε‐ νοι δρόμῳ ἐχώρουν. συνίσταται τοίνυν μάχη καρτερά, καὶ φό‐ νος Ἀλαμανῶν πολὺς γίνεται. Ῥωμαῖοι γὰρ σὺν ἐπιστήμῃ ἐπιόν‐
τας αὐτοὺς ὑφιστάμενοι ἔκτεινον. Κορράδος δὲ οὔπω τι πεπυ‐77

78

σμένος τῶν γεγονότων σοβαρὸς ἔτι καθῆστο καὶ ἐπὶ μακραῖς ὠχεῖτο ἐλπίσιν. ὁ τοίνυν βασιλεὺς τῆς προτέρας αὐτὸν ἐπικερτομῆσαι θέλων ὑπεροψίας ἀπέστειλε τοιάδε. “ἔδει μὲν ἡμᾶς ἐκεῖνο καλῶς εἰδότας, ὡς οὔτε ἵππος κρείττων φερόμενος χαλινοῦ ὀνήσειεν ἂν
5τὸν ἐπιβάτην, εἰ μὴ καὶ κατὰ κρημνοῦ τοῦτον πολλάκις συγκα‐ τενέγκοι, καὶ στράτευμα δὲ ἐκεῖνο, ὃ μὴ τῶν στρατηγούντων ἐπαΐοι, κινδύνοις περιβάλλειν ὡς ἐπίπαν οἶδε τοὺς ἄρχοντας, μὴ οὕτω στρατεύμασιν ἐφήσειν τοῖς ἑαυτῶν πρὸς τὰς οἰκείας ἑκάτερα φέρεσθαι ὁρμάς. ἐπεὶ δ’ οὐκ οἶδ’ ὅ τι παθὼν σύ τε πρότερον
10κατωλιγώρηκας τούτου καὶ τὸ ἡμέτερον δὲ κράτος ὅσα καὶ φίλῳ προσφερόμενον τῆς αὐτῆς γεγονέναι σοι γνώμης ἀνέπεισας ἤδη συλλόγισαι τίνα ὑμῖν ἡ τοῦ πλήθους προὐξένησεν ἐλευθερία. πυν‐ θάνομαι γὰρ ὡς ὀλίγος Ῥωμαίων στρατὸς Ἀλαμανῶν πλήθει οὐκ εὐκαταφρονήτῳ περιτυχὼν κακῶς αὐτὸ διέθετο. τὸ γὰρ αὐτόχθον
15καὶ ἐγχώριον ἐπικρατέστερον ὡς ἐπίπαν τῶν ἐπηλύδων καὶ ξένων φιλεῖ γίνεσθαι. ἡμῖν δὲ οὐδὲ κολάζειν ἐξέσται τοῖς πλήθεσι τὴν ἀσέβειαν. πῶς γάρ; οἷς καθάπαξ πρὸς γνώμην ἐνέδομεν φέρε‐ σθαι τὴν αὑτῶν. εἰ τοίνυν καὶ αὐτό σοι δοκεῖ, ἀνθεκτέον καὶ πάλιν ἡνίας ἀμφοτέρους τῆς ἀρχικῆς καὶ ἀνασειραστέον τοῖς στρα‐
20τεύμασι τὰς ὁρμάς. μὴ δοκοῦν δέ σοι, ταῦτα μὲν μενετέον ἐπὶ τῶν παρόντων. τό γε μὴν πεπραγμένον σαφῶς ἡμῖν δεδηλώσθω.” 16. Τὰ μὲν δὴ τοῦ βασιλέως ἐν τούτοις ἐτελεύτα. Κορ‐
ράδος δὲ οὔπω τῶν Ἀλαμανοῖς συμπεσόντων ἐνωτισάμενος οὐδὲν78

79

τούτων μὲν οὐδ’ ἐπεστράφθαι τὸ παράπαν ἐδόκει. δρόμωνα δὲ τὸν βασίλειον καὶ τὰς συνήθεις σταλῆναί οἱ πρὸς βασιλέως ἠξίου τριήρεις, ἐφ’ ᾧ πρὸς τὴν διάβασιν αὐτοῖς χρήσαιτο. καὶ εἰ μὴ θᾶττον ἀφίκοντο πρὸς αὐτόν, ἠπείλει πολλαῖς ἐς νέωτα μυριάσι
5τὴν πόλιν περιβαλεῖν. πρὸς ὃ χαλεπήνας ὁ βασιλεὺς οὐκέτι μέ‐ χρις εἰρωνείας τὸν ἀλαζόνα ἀμείβεσθαι ἤθελεν. ὅθεν καὶ πικρο‐ τάτοις αὐτοῦ καθίκετο λόγοις ἐπιστείλας οὑτωσί. “οὐ τῷ πλήθει τὰ πράγματα κρίνειν εἰώθασιν οἷς καὶ σμικρὰ συνορᾶν ἔνεστι, ποιότητι δὲ μᾶλλον καὶ ταῖς ἐντεῦθεν ὑπερβολαῖς τε καὶ ἐλλείψε‐
10σιν. οὐκοῦν καὶ τοὺς Ἄρεος ἀθλητὰς οὐ πλήθει διαιρετέον, ἀλλ’ ἀρετῇ καὶ πόνοις καὶ τῇ περὶ ταῦτα ἐπιστήμῃ. ἂν καί σοι τοίνυν πλεῖστον ἀκολουθῇ στράτευμα, ἀλλὰ πρὸς τῷ μὴ πολλῷ τὸ ἡμε‐ δαπὸν ὑπεραίρειν, καίτοι τοῦ πλείστου πολλαχῆ τῆς Ῥωμαίων διῃρημένου ἀρχῆς, ἀγελαῖόν ἐστι καὶ τὸ πλεῖστον ἀπειροπόλεμον·
15προβάτων δὲ ἀγέλαι κἂν εἰς μυριοστύας ὅλας ἀριθμοῖντο σχολῇ ἐὰν ἀνάσχοιντο λέοντος ἐπιπηδῶντος αὐταῖς. ἢ οὐκ οἶσθα, ὅτι καθαπερεὶ στρουθίον ὑπὸ ταῖς ἡμετέραις γεγένησαι ἤδη παλάμαις; κἂν θελήσωμεν, οὐκ ἂν φθάνοις αὐτίκα παραπολλύμενος. ἐννόη‐ σον ὡς ἐκεῖνοι τὴν χώραν κατέχουσι ταύτην, ὧν οἱ πρόγονοι πᾶ‐
20σαν τὴν γῆν περιῆλθον τοῖς ὅπλοις, ὑμῶν τε αὐτῶν καὶ λοιπῶν ἁπάντων τῶν ὑφ’ ἡλίῳ ἐκυρίευσαν ἐθνῶν. ταῦτα ὑπολογίζεσθαί σε χρεὼν καὶ προσέτι ὡς οὔτε νεώς ποτε ἐπιβήσῃ τῆς βασιλείου
οὔτε τι ὧν ᾔτησας ἐπιτελὲς ἔσται σοι παρ’ ἡμῶν, ἀλλά σε τὴν79

80

αὐτὴν καὶ πάλιν οἱ τῶν ἵππων οἴσουσι πόδες. καὶ οὐ δήπου μεμ‐ πτέοι πάντως ἡμεῖς, εἰ μὴ τοῖς ἀδικεῖν βουλομένοις ῥᾴστους ποιοῦ‐ μεν ἑαυτούς. οὐ γὰρ ταὐτὸν ἀδικεῖν καὶ ἀμύνεσθαι· ἀλλὰ τὸ μὲν γνώμης ἤρτηται φαύλης, τῷ δὲ προηγεῖται πάντως ἀσφάλεια.
5ἡμᾶς δὲ καὶ προλαβὸν ἀξιοῖ τὸ ὑπήκοον ἅπερ ὅσον οὐκ ἤδη Πέρ‐ σαις ἀποκερδανθήσεται τοῖς ἐν γειτόνων, ταῦτα δὴ Ῥωμαίους ἀμο‐ γητὶ κτήσεσθαι. ὃ τοίνυν ἀξιούντων οὐκ ἠνεσχόμεθα τῶν ἡμε‐ τέρων, τοῦτο νῦν σοῦ προτρεπομένου αὐτίκα ποιεῖν κινδυνεύο‐ μεν.” ταῦτα Κορράδος ἐνωτισάμενος καὶ ἅμα πυθόμενος ἅπερ
10ἔναγχος δυστυχῶς συνέπεσεν Ἀλαμανοῖς, λεμβάδιόν τι λυπρὸν αὐ‐ τοῦ που περὶ τὴν θαλάσσης ἀνειλκυσμένον ἀκτὴν ἀναβάς, τὸν Δαμάλεώς τε πορθμὸν διέβη καὶ ἐπὶ τῆς περαίας θᾶττον ἐγένετο, ὀλιγωρίας τινὸς βαρβαρικῆς ἐπειγούσης τὸν ἄνθρωπον. φιλεῖ γὰρ τὸ βάρβαρον εὐημεροῦν μὲν ὑπὲρ μέτρον ἐπαίρεσθαι καὶ αὐχεῖν,
15δυστυχοῦν δὲ καταβάλλεσθαί τε πλέον ἢ προσήκει καὶ ταπεινοῦ‐ σθαι παρὰ τὸ μέτριον. βασιλεὺς δὲ τοῦ καὶ εἰσέτι μᾶλλον κατα‐ σπᾶν αὐτῷ τὴν ὀφρῦν προνοῶν, τοιάδε ἐποίει. τῶν τινας Ῥω‐ μαίων εἰς τὴν κατόπιν ἰοῦσαν ἐκπέμψας Ἀλαμανῶν στρατιὰν ἀρι‐ θμοῦ κρείσσω ἀγγελλομένους εἶναι χρήμασι τῆς ἐς Κορράδον ἀπο‐
20σχέσθαι ἀνέπειθεν εὐνοίας. ὃ Κορράδος ἐνωτισάμενος οὐκέτι ἐκεῖνος ὁ πρῴην ὑπέροφρυς ἦν. πέμψας δὲ πρὸς βασιλέα ᾐτεῖτο σταλῆναί οἱ Ῥωμαίων τινὰ ὁδοῦ τε αὐτῷ καθηγησόμενον καὶ ἐν
τῷ ἀσφαλεῖ παραπέμψοντα. ἔσταλται τοίνυν ὁ τὸ τοῦ ἀκολού‐80

81

θου εἰς ἐκείνην τὴν ἡμέραν λειτούργημα ἐκπληρῶν. ἐπιτέτραπτο δέ οἱ καὶ συμμαχίας πέρι Κορράδῳ διειλέχθαι. ἣν ἐπειδὴ πολλῷ τῷ διαλλάσσοντι Ῥωμαίους καὶ Ἀλαμανοὺς ξυμβαίνει μάχεσθαι, τὴν μὲν βασιλεῖ δοίη, πολλῷ δὲ ἀντιλάβοι πλείονα, εἴ γε αὐτῷ
5βουλομένῳ ἔσται μάχης κατὰ Περσῶν βασιλεῖ κοινωνῆσαι. ὁδῶν τε σφίσι προκειμένων δυοῖν, ὁποτέρᾳ ἂν αὐτὸς βούλοιτο ἰέναι, ταύτην δὴ ἑλέσθαι. Στέφανος μὲν οὖν Κορράδῳ ταῦτα ἀπήγ‐ γελλεν. ὁ δὲ ἐς βουλὴν ξὺν τοῖς αὐτοῦ καταστὰς πρὸς μὲν τὴν ὁμαιχμίαν ἀπεῖπεν, ὁδὸν δὲ ἣ Φιλομίλιον ἄγει αὐτὸς εἵλετο.
10μέχρι μὲν οὖν Μελαγγείων καὶ Δορυλαίου πόλεως οὐδὲν ἄχαρι Ἀλαμανοῖς ὑπηντίαζεν. ἐνταῦθα δὲ γενομένοις Μαμπλάνης ὄνο‐ μα Πέρσης ἀνὴρ ἅμα στρατεύματι ὀλίγῳ τοῖς ἐμπροσθίοις αὐτῶν προσέβαλε τάγμασιν, ἀποπειρασόμενός τε τῆς ἰσχύος αὐτοῖς καὶ τὸν τῆς παρατάξεως ὅπως ποτὲ ἔχοι μαθησόμενος τρόπον. Ἀλα‐
15μανοὶ τοίνυν, ἐπειδὴ Πέρσαι τὸ πρῶτον αὐτοῖς παρεφάνησαν, οὐκέτι κατὰ συντάξεις ἐχώρουν· θυμῷ δὲ καὶ θορύβῳ πολλῷ ἐχόμενοι κατ’ αὐτῶν ᾔεσαν. Πέρσαι δὲ ἕως μὲν οὐ πόρρω τοῦ σφῶν αὐτῶν στρατοπέδου Ἀλαμανοὶ ἦσαν, νῶτα ἐδίδουν καὶ τὴν φυγὴν ὑπεκρίνοντο· ἐπειδὴ δὲ ἥ τε ἵππος αὐτοῖς ἐκεκμήκει καὶ τοῦ
20στρατοπέδου μακρὰν ἤδη ἐγεγόνεισαν, ἀποστρόφους τὰς ἐπελά‐ σεις τιθέμενοι ἵππους τε καὶ αὐτοὺς ἔκτεινον. πολλάκις τε αὐτὸ γεγονὸς ἐς ὀρρωδίαν μέτρον οὐκ ἔχουσαν τούτους ἐνέβαλεν. ἦν οὖν ἰδεῖν τοὺς χθὲς θρασεῖς καὶ ἀλαζόνας καὶ θηρῶν δίκην ἀνυ‐
ποστάτων ἐπιόντας, δειλούς τε καὶ ἀγενεῖς καὶ οὐδὲν οὔτε πρᾶξαι81

82

οὔτε μὴν βουλεύσασθαι ἱκανούς. ὅτε δὴ καὶ Κορράδος (ἦν γὰρ θαρσαλέος τὰ πολέμια) κατὰ Περσῶν ἐλάσας τούς τε ἵππους ἀπο‐ βεβλήκει οὓς αὐτῷ ὁ βασιλεὺς δρομικοὺς μάλιστα ἔδωκε, καὶ αὐ‐ τῷ δὲ ὀλίγου καὶ ἁλῶναι πρὸς τῶν βαρβάρων τούτων ἐδέησεν.
5 17. Ἀλαμανοὶ μὲν οὖν ἐν τούτοις ἦσαν. ὁ δὲ τῶν Γερ‐ μανῶν ῥὴξ (ἠγγέλλετο γὰρ ἤδη τὸν Ἴστρον διαβὰς προσωτέρω χω‐ ρεῖν) οὐκέτι κατὰ Κορράδον ὑπὲρ τὸ δέον ἔγνω φρονηματίζεσθαι· τούς τε γὰρ ἐκ βασιλέως ἐπ’ αὐτὸν ἥκοντας, φημὶ Μιχαήλ τε σε‐ βαστὸν τὸν Παλαιολόγον καὶ Μιχαὴλ ᾧ τὸ ἐπώνυμον Βρανᾶς
10ἔκειτο, ἄσμενός τε εἶδε καὶ χάριτας διὰ ταῦτα βασιλεῖ ὡμολόγει δῆλός τε ἦν μηδὲν εἰσέπειτα ἐς Ῥωμαίους κακουργήσων. εἴτε δὲ ἐκ τῶν Κορράδῳ συμπεπτωκότων ἤδη σωφρονισθείς, εἴτε καὶ φύ‐ σει τοιοῦτον τῷ ἀνθρώπῳ τὸ ἦθος ἦν, λέγειν αὐτὸς οὐδαμῆ ἔχω. πλείονος δ’ οὖν διὰ ταῦτα τῆς βασιλέως παραπολαύων διετέλει
15δεξιώσεως. ἐπεὶ δὲ ἀγχοῦ Βυζαντίου ἤδη ἐγένετο, πρέσβεις ἐς βασιλέα πέμψας φιλίαν τε ἔτι μᾶλλον ὡμολόγει καὶ ἐπὶ μεγάλοις συμπράξειν αὐτῷ συνετίθετο· εἰ δὲ συνέσεσθαι ἀλλήλοις καὶ λό‐ γου κοινωνήσειν ἐν παλατίῳ βουλητὸν αὐτῷ ἔσται, οὐδὲ τοῦτο παραλιπεῖν ἤθελε. βασιλεὺς δὲ ἤκουσε τῶν λόγων οὐκ ἀηδῶς καὶ
20σὺν πεποιθήσει ἀφικέσθαι τοῦτον ἐκέλευεν. εἰσελαύνοντι τοίνυν ἄνδρες ὑπήντων αὐτῷ ὅσοι τε κατὰ γένος καὶ τύχην βασιλεῖ ἤγγι‐ ζον καὶ ὅσοι τὰς ὑπερηφάνους τῷ τηνικάδε διεῖπον ἀρχάς, προ‐
πέμψοντές τε μεγαλοπρεπῶς αὐτὸν ἐς τὰ βασίλεια καὶ τὰ εἰκότα82

83

τιμήσοντες. ἐπειδή τε εἴσω τῶν ἀνακτόρων ἤδη ἐγένετο ἔνθα βα‐ σιλεὺς ἐπὶ τοῦ μετεώρου καθῆστο, χθαμαλή τις αὐτῷ ἐκομίζετο ἕδρα ἣν σελλίον ῥωμαΐζοντες ὀνομάζουσιν ἄνθρωποι, ἐφ’ ἧς κα‐ θιζήσας τὰ εἰκότα τε εἰπὼν καὶ ἀκούσας τότε μὲν ἐς τὸ πρὸ τοῦ
5περιβόλου ἀπηλλάττετο προάστειον, ὃ Φιλοπάτιον καθάπερ ἤδη ἔφην ὠνόμασται τοῖς πολλοῖς, ἐνταῦθα καταχθησόμενος· ὀλίγῳ δὲ ὕστερον καὶ ἐς τὰ πρὸς νότον τῆς πόλεως σὺν τῷ βασιλεῖ ἦλθεν ἀνάκτορα, ἱστορήσων ὅσα τε ἐνταῦθα θαύματος ἄξια καὶ τοῖς ἐπὶ τὸν τῇδε νεὼν ἐντευξόμενος ἱεροῖς· φημὶ δὴ ὅσα τῷ σωτηρίῳ Χρι‐
10στοῦ πελάσαντα σώματι Χριστιανοῖς ἐστι φυλακτήρια. τοσαῦτα ἐν Βυζαντίῳ τελέσας ὅρκοις τε τὰ πιστὰ δοὺς ἦ μὴν φίλος διὰ βίου καὶ σύμμαχος βασιλεῖ ἔσεσθαι, ἐπὶ τὴν Ἀσίαν διέβη καὶ αὐτός. 18. Ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. ὁ δὲ βασιλεὺς Νι‐
15κόλαόν τινα ᾧ Μουζάλων ἐπίκλησις ἦν ἐς τὸν ἀρχιερατικὸν θρό‐ νον ἀνάγει, ὃς εἰς τοὺς ἐκκλησιαστικοὺς μὲν πρότερον καταλό‐ γους ἐτέλει, τὸν δὲ τῆς Κυπρίων ἐκκλησίας θρόνον λαχὼν εἶτα ἐθελοντὴς ἐκεῖθεν ἀφίσταται. ἀλλ’ ἅμα τε ἐπὶ τῶν πραγμάτων ἐγίνετο καὶ ἅμα πᾶν κατ’ αὐτοῦ κεκίνηται στόμα, παρανόμως
20αὐτὸν ἐπιπηδῆσαι λεγόντων τῷ θρόνῳ, ἅτε ξὺν τῇ λαχούσῃ τοῦ‐ τον ἐκκλησίᾳ καὶ τὴν ἱερωσύνην ἤδη προσαποθέμενον. ὁ δὲ τὸ
μὲν πρῶτον ἰσχυρογνώμων τις ἦν καὶ τοῦ θρόνου μεθίεσθαι οὐ‐83

84

δαμῆ ἤθελεν. ὡς δέ ποτε βασιλέως τῷ πράγματι διαιτήσαντος τὴν ἥττονα ἔγνω κληρούμενος, οὐχὶ καὶ εἰσαῦθις ἀνακριθήσε‐ σθαι ἀνασχόμενος, ἀφίστατό τε τοῦ θρόνου καὶ καθ’ ἑαυτὸν αὖθις ἐβίου· ἀνθ’ οὗ Θεόδοτος ἀνὴρ ἐπὶ πλεῖστον ἀσκητικοῖς
5ἐγγυμνασάμενος προχειρίζεται πόνοις. Ἀλαμανοὶ δέ, καθάπερ εἴρηται, πρὸς τῶν Περσῶν πολλάκις ἀποκρουσθέντες πολλούς τε τῶν σφετέρων ἀποβαλόντες, ἐπειδὴ τὴν διὰ Φιλομίλιον ἀπέγνω‐ σαν ἤδη διάβασιν, ὀπίσω λοιπὸν ἐφέροντο γενόμενοί τε ἐν Νι‐ καίᾳ ἐνταῦθα Γερμανοῖς τε ὁδῷ ἰοῦσι συνέμιξαν καὶ ῥηξὶ τοῖς
10ἄλλοις μεγάλα καὶ αὐτοῖς ἐπαγομένοις στρατεύματα· ὧν ὁ μὲν τοῦ Τζέχων κατῆρχεν ἔθνους, ῥὴξ πρὸς τοῦ Κορράδου δῆθεν προχειρισθείς, ἅτερος δὲ τοῦ τῶν Λέχων, οἳ Σκυθικὸν μέν εἰσι γένος Οὔννους δὲ προσοικοῦσι τοὺς ἑσπερίους. ἐπειδή τε ἐς ταὐτὸ συνῄεσαν τὰ στρατεύματα, ῥημάτιόν τι ἐκ μακροῦ πρὸς Γερμα‐
15νῶν Ἀλαμανοῖς ἐπιλέγεσθαι εἰωθὸς ἀναφανδὰ καὶ τότε προὐφέ‐ ρετο “πούτζη Ἀλαμανέ” οὕτω πως ἐπὶ λέξεως ἐσχηκός. ὅθεν δὲ τὸ τοιοῦτον ἀρχὴν ἔσχεν αὐτίκα δηλώσω. τοῖς ἔθνεσι τού‐ τοις ὁ περὶ τὸ μάχεσθαι τρόπος ἐστὶν οὐχ ὁ αὐτός. Γερμανοὶ μὲν γὰρ ἵππον τε εὐσταλῶς ἀναβῆναι καὶ ξὺν δόρατι ἐπελάσαι
20δεξιοὶ μάλιστα, ἥ τε ἵππος αὐτοῖς δρόμῳ τὴν Ἀλαμανῶν παρε‐ λαύνει. Ἀλαμανοὶ δὲ πεζῇ τε τὴν μάχην ἐνεγκεῖν ἱκανοὶ ὑπὲρ τοὺς Γερμανοὺς καὶ ξίφει χρήσασθαι πολλῷ προφερέστεροι. ἐπει‐
δὴ γοῦν ποτε Γερμανοῖς ἐπεστράτευον Ἀλαμανοί, τὴν αὐτῶν ὑφο‐84

85

ρώμενοι ἵππον πεζῇ τὸν πόλεμον ἐνεγκεῖν ἔγνωσαν. Γερμανοὶ τοίνυν ἀνέτῳ τῇ αὐτῶν ἐντετυχηκότες ἵππῳ, αὐτῆς μὲν ἐκράτουν, τῶν δὲ Ἀλαμανῶν εὐχερέστερον καθιππαζόμενοι ἐτρέποντό τε αὐ‐ τοὺς ἐκ ποδὸς ἰόντας, καίτοι πλήθει παρὰ πολὺ αὐτῶν ἐλασ‐
5σούμενοι, καὶ τῷ εἰρημένῳ προσεκερτόμουν αὐτοῖς, ὅτι δὴ ἐξὸν σὺν τοῖς ἵπποις μάχεσθαι οἱ δὲ πεζῇ τὸν πόλεμον εἵλοντο. τοῦτο δὴ καὶ τότε καθάπερ εἴρηται πρὸς τῶν Γερμανῶν Ἀλαμανοῖς ἐπιφερόμενον συνεχῶς μεγάλα τούτοις ἐλύπει. διὰ τοῦτό τε οὖν καὶ ὅτι τὰ δεύτερα κληροῦσθαι τῶν Γερμανῶν κίνδυνος αὐτοῖς
10ἐν ταῖς ὁδοῖς περιίσταται, ἄχρι μὲν καὶ ἐπὶ τὴν Φιλαδέλφου ἅμα ἐχώρουν, τὸ δ’ ἐντεῦθεν Κορράδος οὐκ ἔτι φέρειν εἰ πρὸς Γερ‐ μανῶν περιορῷτο δεδυνημένος παλινοστεῖν ἔγνω· ἀμέλει καὶ βα‐ σιλεῖ τὸν σκοπὸν ἐπιστείλας ἐδήλου. ὁ δὲ τὸ μὲν ἀπονοσφίζειν ἀλλήλων τοὺς ῥῆγας ἐθέλων, τὸ δὲ καὶ τῷ ἀνθρώπῳ συναλγῶν,
15ἐπέστειλε τοιάδε· “Ἀνθρώποις, οἷς καὶ κατὰ βραχὺ τοῦ φρο‐ νεῖν μέτεστιν, οὐ ξὺν ταῖς τύχαις τὰ πράγματα θεωρεῖν ἔθος, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ περιπετείας ἔξω τινός. οὔτε τοίνυν εὐ‐ θηνουμένῳ σοι ὑπὲρ τὴν ἀξίαν προσφέρεσθαι ἔγνωμεν, καὶ νῦν γε μετρίως δυσπραγήσαντα τοῖς αὐτοῖς καὶ πάλιν σε δεξιοῦσθαι
20οὔκουν ὀκνήσομεν, οἷς καὶ τὸ πρότερον ὅσα καὶ ξυγγενῆ καὶ τηλι‐ κούτων ἐθνῶν ἄρχοντα τιμᾶν ἡμῖν μὲν διὰ σπουδῆς ἦν, ξυμ‐ βουλεύειν τε τὰ παριστάμενα, τῶν εἰρημένων τε ἕνεκα καὶ τοῦ
ὁμοθρήσκους ἡμᾶς ἀλλήλοις εἶναι. σὺ δ’ ἀλλ’ οὐκ οἶδ’ ὅπως85

86

περὶ ἐλάσσονος τὸ σοὶ αὐτῷ ξυνοῖσον πεποιημένος ἔλαθες ἑαυτὸν τὸ ἧττον αἱρετισάμενος· ἀλλὰ ταυτὶ μὲν ἐπειδήπερ ἅπαξ γεγο‐ νότα ἀναλύειν ἐστὶν ἀδύνατον, παρείσθω τέως ἡμῖν, ἐπιμελη‐ τέον δ’ ὡς ἔνι μάλιστα τῶν ἔτι παρ’ ἡμῖν, τῶν οὔπω πεφευγό‐
5των. τοιαύτην γὰρ ἔχει φύσιν τὰ πράγματα, ῥεῖ συνεχῶς, ἵσταται οὐδαμῆ· κἄν τις ἀρύσηται προλαβών, ἔσχεν ἤδη τὸ πᾶν, παρελθόντα δ’ ἀνακαλέσασθαι ἐπίσης ἀδύνατον. ἕως τοίνυν ἔχει τινὰ θεραπείας τὰ κατά σε τρόπον, σπεῦσον ἁρπάσαι τὸ συνοῖσον.”
10 19. Τὸ μὲν δὴ γράμμα ἐν τούτοις τετέλεστο. Κορρά‐ δος δὲ ἐτύγχανε μὲν καὶ πρότερον ἤδη ἀβουλίαν ἑαυτοῦ κατα‐ γνούς, οὐκ ἔχων δὲ ὅ τι καὶ δράσειεν οὐ σφόδρα ἐθελούσιος Γερ‐ μανοῖς εἵπετο. τότε δ’ οὖν ἐπειδὴ καὶ τὰ βασιλέως παρ’ αὐ‐ τὸν γράμματα ἦλθεν, ἕρμαιον αὐτίκα τὸ πρᾶγμα ἡγησάμενος,
15ἐδέξατό τε σὺν ἡδονῇ τοὺς λόγους καὶ θᾶττον ὀπίσω ἐχώρει, πρὸς Ἑλλησπόντῳ τε γεγονὼς διὰ τοῦ ἐνταῦθα πορθμοῦ ἐπὶ Θρᾴκην διέβη. ἔνθα τῷ βασιλεῖ διατριβὴν ποιουμένῳ συγγεγο‐ νὼς εἶτα ἐπὶ Βυζάντιον ἅμα αὐτῷ ἦλθεν. ἔνθα ἀνέσεις τε αὐ‐ τὸν τοῦ λοιποῦ διεδέξαντο καὶ βασίλειοι καταγωγαὶ θέατρά τε
20παντοδαπὰ καὶ ἅμιλλαι ἵππων καὶ δεξιώσεις λαμπραί, δι’ ὧν κάμνον αὐτῷ τὸ σῶμα παρεμυθήσατο. καὶ χρήματα κεκομισμέ‐ νος ἱκανὰ ἅμα τριήρεσιν ἐπὶ Παλαιστίνην ἀπῄει, Νικηφόρου
τοῦ Δασιώτου πλοός τε αὐτῷ ἡγουμένου καὶ θεραπείας τῆς ἄλ‐86

87

λης προνοοῦντος. ἔνθα καὶ ῥηξὶ τοῖς ἄλλοις ἐλθὼν ἐς ταὐτὸ καὶ τὰ εἰκότα ἐπὶ τῷ ζωοδόχῳ Χριστοῦ τελέσας τάφῳ, τῶν ἄλλων ὡς δυνατὰ ἑκάστῳ ἐγεγόνει ἐπὶ τὴν πατρίδα στελλομένων, αὐτὸς σὺν ναυσὶ ταῖς εἰρημέναις ἐκεῖθεν ἀχθεὶς Θεσσαλονίκῃ προσέσχεν,
5ἔνθα τὸ δεύτερον βασιλέα τε εἶδε καὶ λόγων αὖ καὶ ὁμιλίας ἐκοι‐ νώνησεν. ὁ δὲ βασιλεὺς τῶν πάλαι προομολογηθέντων ἀνεμί‐ μνησκεν αὐτῷ· ἦσαν δὲ ταῦτα, ὅπως Ἰταλίαν εἰς ἔδνον τῇ βα‐ σιλίδι ἀνασώσαιτο Εἰρήνῃ, ἣν καὶ αὐτὸς ξυγγενῆ οὖσαν τῷ βα‐ σιλεῖ κατηγγύησεν. ὁρκίοις οὖν δευτέροις αὐτός τε καὶ Φρεδερί‐
10κος τὰ σφίσι δεδογμένα πιστώσαντες τῆς Ῥωμαίων ἀπαλλάττον‐ ται γῆς. Κορράδῳ μὲν οὖν ἐνταῦθα τέλος ἔσχον τὰ πράγματα. τῷ δὲ Γερμανῶν ῥηγὶ ἐκ Παλαιστίνης ἀναγομένῳ σὺν ναυσίν, αἳ πολλαὶ παρὰ τὰς ἐκεῖ σαλεύουσαι ἀκτὰς μισθοῦ τοῖς βουλομέ‐ νοις παρέχονται τὴν περαίωσιν, τοιάδε τινὰ ξυνέπεσε. νῆες Σι‐
15κελαὶ ἐπὶ καταδρομῇ γῆς Ῥωμαίων ἐξιοῦσαι πρότερον ἐνταῦθά που τοῦ πελάγους ἐφέροντο. ταύταις Ῥωμαίων στόλος περιτυ‐ χών, οὗ ὁ Χουρούπης κατῆρχεν, εἰς χεῖρα ἦλθε. τύχῃ δέ τινι μαχομένων τῶν στόλων ἀμφοῖν συνέπλεε τούτοις καὶ ὁ ῥήξ. ἐπικρατεστέρων δὲ τῇ μάχῃ τῶν Ῥωμαίων ἤδη γεγενημένων παρ’
20ὀλίγον ἦλθε τοῦ ἁλῶναι καὶ αὐτὸς ἐξ αἰτίας τοιᾶσδε. ἐπειδὴ ταῖς Σικελῶν καθάπερ εἴρηται ξυνέμιξε ναυσίν, ἐκβὰς τὴν ἑαυ‐ τοῦ Σικελικὴν εἰσεπήδησε τριήρην, καὶ εἰ μὴ ταχὺ τοῦ κινδύνου
συνιεὶς τῶν Ῥωμαίοις συμμαχίδων τινὸς σημεῖα ἐνέθετο φθάσας87

88

αὐτῇ, τάχα ἂν ὑπὸ ταῖς Ῥωμαίων ἐγεγόνει χερσί. νῦν δὲ πλεί‐ στους τῶν σὺν αὐτῷ ἀποβαλὼν λάφυρον τοῦ πολέμου γεγενημέ‐ νους αὐτὸς μόγις ἐσώζετο. ἀλλὰ βασιλέως ἑξῆς δεηθεὶς τούς τε αἰχμαλώτους ἔλυσε καὶ τὰ διηρπασμένα κεκόμιστο πάντα. ἐν‐
5ταῦθά τε πέρας ἡ τῶν ἑσπερίων ἐθνῶν εἰς τὰ Ῥωμαίων ἔσχη‐ κεν ἐμβολή. 20. Κορράδος δὲ εἰς τὴν πατρίδα παλινοστήσας, ὀλίγον ἐπιβιοὺς ἐτελεύτησεν, οὐδὲν οὐδέπω ὧν βασιλεῖ διωμολόγηκε πέρατι δεδωκώς. μεθ’ ὃν Φρεδερίκος τὴν ἀρχὴν ἔσχεν. ὅθεν
10δὲ ἐπὶ Φρεδερίκον μετὰ Κορράδον τὸ Ἀλαμανῶν ξυνέπεσε κρά‐ τος, ὁ λόγος ἑξῆς παραστήσει μοι. ὁ Ἀλαμανῶν ῥὴξ Ἔρριχος ἔτι περιόντα τὸν πατέρα καθείρξας τοῦ Ῥώμης τε ἀρχιερέως πο‐ λέμῳ περιγεγονὼς αὐτὸς παρανομώτατα τὴν ἀρχὴν ἔσχεν. οὗ δὴ ἕνεκα ἀμυνόμενοι τοῦτον Ἀλαμανοί, τετελευτηκότος οὐκέτι
15παισὶ τοῖς αὐτοῦ τὴν ἡγεμονίαν ξυγχωρεῖν ἔγνωσαν (ἦσαν δὲ αὐ‐ τῷ παῖδες Κορράδος τε οὗτος καὶ ὁ Φρεδερίκου πατήρ), Λου‐ τήρην δέ τινα ἄνδρα ἐσχατογέροντα καλέσαντες ἐπὶ τὴν ἀρχήν, τούτῳ τὴν Ἀλαμανῶν ἐπικράτησιν ἔδοσαν. ἀλλ’ ἐκεῖνοι οὐκ ἀνασχόμενοι εἰ τῆς πατρῴας ἐκπεσοῦνται ἀρχῆς, νεωτέροις ἐγ‐
20χειρεῖν ἔγνωσαν πράγμασιν. ὃ γνοὺς ὁ Λουτήρης, γέρων μὲν καὶ ἄλλως ἀκριβῶς ὢν καὶ ἡλικίας πόρρω ἥκων, φύσει δὲ κα‐ λοκαγαθίᾳ συνὼν ἀεὶ καὶ οὐδὲν ὅ τι μὴ σὺν ἁπλότητι καὶ λέγειν
καὶ πράττειν εἰδώς, ὡμολόγει ἐπ’ αὐτοὺς μὲν ἀρχὴν διαβιβάσαι,88

89

ἐπειδὰν τὸ χρεὼν αὐτὸν καταλήψεται. ἐπειδὴ γοῦν ὀλίγῳ ὕστε‐ ρον ἀπεβίω, τοῦ κλήρου ἐπὶ τὸν πρεσβύτατον τῶν ἀδελφῶν πί‐ πτοντος, λέγω δὲ τὸν Φρεδερίκου πατέρα, αὐτὸς τὸν ἕνα πε‐ πηρωμένος τοῖν ὀφθαλμοῖν Κορράδον τὸν ἀδελφὸν ἀνθ’ ἑαυτοῦ
5εἵλετο, ὅρκοις ὁμολογήσαντα πρότερον ἐς Φρεδερίκον τὸν υἱέα τὴν ἀρχὴν ἐπειδὰν θνήσκοι διαβιβάσαι. διὸ Κορράδος τελευτῶν, ὥσπερ ἔφην, Φρεδερίκῳ τὸ στέμμα περιετίθει. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχε. τὰ δὲ τῶν Σικελῶν πολέμων ἐντεῦθεν ἀρχὴν εὗρεν.
post 8tΒΙΒΛΙΟΝ Γ.
91. Ῥογέριος ἦν τις ἀνήρ, ἐς κόμητας μὲν τὸ πρῶτον τελῶν,
10δραστήριος δὲ ἄλλως καὶ ῥέκτης ἀνὴρ δεινός τε πράγματα ῥά‐ ψαι καὶ τὰ καθεστῶτα κινῆσαι δεξιός. οὗτος Γιλιέλμῳ τῷ Λογ‐ γιβαρδίας δουκί, ὑφ’ ὃν ἐτέτακτο, ἐς Παλαιστίνην ἀπαίροντι χρήματα δεδανεικὼς τὴν Λογγιβαρδίας ἀρχὴν τούτου δὴ ἕνεκα ἐνεχυρασθεῖσαν αὐτῷ ἔσχε, τὸν Ῥώμης τε ἀρχιερέα τρόπῳ τῷ
15ῥηθησομένῳ βιασάμενος ῥὴξ παρ’ αὐτοῦ προκεχείριστο. ἐπειδὴ γὰρ Λογγιβαρδίαν πρὸς Ῥογερίου ἔχεσθαι ὁ τῷ τηνικάδε τὸν Ῥώ‐
μης διέπων ἤκουσε θρόνον, ἤσχαλλεν ἐπὶ τῷ τολμήματι, ἐκκλη‐89

90

σίᾳ τῇ αὑτοῦ φάσκων προσήκειν ἀνέκαθεν αὐτήν. ἐφ’ οἷς ὁ Λουτήρης δεινοπαθήσας, οὐκ ἀνασχόμενος εἰ τὸ πάπα περι‐ φρονοῖτο ἀξίωμα, στρατῷ μεγάλῳ εἰς Λογγιβαρδίαν ἐμβάλλει· μέρος τε οὐκ ἐλάχιστον Ῥογέριον ἀφελόμενος ἐγγὺς ἤδη ἐγένετο
5τοῦ καὶ συμπάσης αὐτὸν ἀπελάσαι τῆς χώρας, εἰ μὴ Ῥογέριος καὶ πάλιν δολώσεις κατὰ τὸ ἔθος ἐννοήσας ἀμαχητὶ τὸν Λουτή‐ ρην ἐκεῖθεν ἀπήλασεν. ὅπως δέ, ὁ λόγος ἑξῆς παραστήσει. ἦν τις τῷ Λουτήρῃ γαμβρός, ὃς τὰ μέγιστά τε παρ’ αὐτῷ ἐδεδύ‐ νητο καὶ τῷ Ἀλαμανῶν ἔθνει λόγου μετὰ Λουτήρην ἠξίωτο.
10τοῦτον ὁ Ῥογέριος ὑπελθὼν χρήμασί τε ὑποκλέψας ἀνέπεισε, τοῦ Λουτήρη μηδὲν ξυνειδότος, σύνθημα τῆς πολέμου τοῦδε κατα‐ λύσεως τῷ Ἀλαμανῶν δεδωκέναι στρατῷ. ἔστι δὲ τοῦτο οὐ σάλ‐ πιγγος ἠχὴ ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ βάρβαρός τις καὶ ἀξύνετος τρόπος. μέλος γάρ τι κατ’ ἔθος ἐπὶ τοῦ στρατοπέδου ἐκλαλη‐
15θὲν οὐκέτι μένειν ἐφίησι τὸ στρατιωτικόν, ἀλλ’ ἅμα τε ἀκούει καὶ ἅμα σκεδάννυται ἕκαστος πρὸς ἀποπορείαν συσκευαζόμενος. τοῦτο δὴ τὸ μέλος καὶ τότε ὁ Λουτήρη γαμβρὸς τῷ Ἀλαμανῶν ἔθνει ἐπιθρυλληθῆναι ἀθρόον ἐσκαιωρηκὼς αὐτίκα ἐνθένδεν ἀνα‐ χωρεῖν ἐποίησε τὸν στρατόν. πρὸς ὅπερ ἀγανακτήσας ὁ Λου‐
20τήρης ἐπεβάλλετο μὲν τὴν ὀχλικὴν ὁρμὴν ἐπισχεῖν ἐς πεντακο‐ σίους ἀνασκολοπίσας ἀνδρῶν, οὐ μὴν καὶ ἐδυνήθη. Ἀλαμανοὶ
γὰρ οὐδὲν ἧττον ἐξέρρεον, καὶ ποινῶν καὶ κολάσεων καθάπαξ90

91

ἀφροντιστοῦντες. ὅθεν ἀθυμίᾳ συσχεθεὶς ὁ Λουτήρης πυρετοῖς τε λάβροις διὰ τοῦτο ἁλούς, ὀλίγῳ ὕστερον ἐξ ἀνθρώπων ἠφά‐ νιστο. Κορράδος δέ, καθάπερ εἴρηται, τὴν ἀρχὴν διαδέχεται. 2. Ταῦτα μὲν τῇδε ἐγένετο. Ῥογέριος δὲ Λογγιβαρδίας
5καὶ πάλιν ἀπρὶξ εἴχετο. ὅπερ οὐ φέρων ὁ Ῥώμης ἀρχιερεὺς ὁμαιχμίαν ἐξ Ἀλαμανῶν ἑαυτῷ συστησάμενος, θυμῷ πολλῷ κα‐ τὰ Ῥογερίου ἐφέρετο. ἀλλ’ ὁ Ῥογέριος ἄφνω ἐνεστρατοπεδευ‐ μένῳ τούτῳ ἐπιφανεὶς τούς τε ἀμφ’ αὐτὸν ἐτρέψατο καὶ αὐτὸν ζωγρείαν εἷλεν. ἐπειδή τε ἤδη ἐν χερσὶν εἶχε, σκηνήν τινα τῶν
10ἀπὸ λίνου πεποιημένων διαπετάσας καθίζει ἐπὶ ταύτης τὸν ἀρ‐ χιερέα, ἐς ἔδαφός τε καταβαλὼν ἑαυτὸν πρηνὴς χερσί τε καὶ ποσὶν ἐρειδόμενος προσῄει, τὸ μὲν τὴν ἁμαρτάδα δῆθεν ἐξιλα‐ σκόμενος τὸ δὲ καὶ ῥὴξ προβεβλῆσθαι ἀξιῶν. ὁ δὲ δέχεταί τε προσιόντα (καὶ τί γὰρ ἂν ἔδρασε;) καὶ ῥῆγα λοιπὸν ὀνομάζει.
15ἐξ ἐκείνου τε ῥὴξ Λογγιβαρδίας ἡγεμονεύων κεκλῆσθαι εἴωθε. Ῥογέριος δὲ ἐπειδὴ τοῦ κατὰ σκοπὸν ἔτυχε, πρέσβεις ἐς βασιλέα Ἰωάννην ἔτι περιόντα πέμψας ᾐτεῖτο κήδους τοῦ ἐκ βασιλείων αἱμάτων ἐπὶ παιδὶ τεύξεσθαι τῷ αὐτοῦ. ἀλλ’ οὔπω τέλος ἔσχε τὰ τῆς πρεσβείας, καὶ Ἰωάννης τὸν βίον κατέλυε. μετὰ δέ τινα
20χρόνον Μανουὴλ ἤδη τὴν αὐτοκρατορίαν διέποντος ταὐτὰ καὶ πάλιν πέμψας ἠξίου. ὅθεν καὶ Βασίλειός τις ἐπώνυμον Ξηρὸς
εἰς Σικελίαν ἀφῖκτο Ῥογερίῳ περὶ τούτου διαλεξόμενος. ἀλλ’91

92

ἐκεῖνος χρυσίῳ κλαπεὶς παρ’ αὐτοῦ ἀλλόκοτά τινα ὡμολόγει, ὧν δὴ κεφάλαιον ἦν τὸ ἐν ἴσῳ μεγαλείου βασιλέα τε τοῦ λοιποῦ καὶ Ῥογέριον ἔσεσθαι. ὅθεν δὴ τὰς μεγάλας ἀναρραγῆναι ξυμβέ‐ βηκε μάχας. ἐπειδὴ γὰρ ὁ μὲν Ξηρὸς ἐς Βυζάντιον ἐπανιὼν
5τὸν βίον κατέστρεψε, δίκην οὔπω τῶν τετολμημένων δούς, βα‐ σιλεὺς ὅσα καὶ ἀθύρμασι ταῖς ἐκείνου πρεσβείαις προσεσχηκὼς Ῥογέριον αὐτὸν χαίρειν εἴα· θυμομαχήσας δὲ ἐκεῖνος ἐξαπάτην τέ τινα τὸ πρᾶγμα εἶναι οἰηθείς, στόλον ναυπηγησάμενος ἐν παρασκευῇ εἶχε, καιροφυλακῶν τρόπῳ ὅτῳ δὴ Ῥωμαίους ἀμύ‐
10νεσθαι. καὶ ἔτυχέ γε τοῦ κατὰ σκοπὸν ὁ βάρβαρος. ἐν ἀκμῇ γὰρ τῆς τῶν δυσμικῶν ἐθνῶν ἐς τὰ Ῥωμαίων ἐμβολῆς Κόρινθόν τε καὶ Εὔβοιαν καὶ Θήβας ἐληΐσατο τὰς Βοιωτικάς. ἅτε γὰρ τοῦ Ῥωμαίων στρατοῦ ἐπὶ τοῖς ἀνὰ χεῖρας κατ’ ἐκεῖνον ἠσχολη‐ μένου τὸν χρόνον, κατὰ πᾶσαν ἄδειαν ταῖς εἰρημέναις οἱ βάρ‐
15βαροι ἐγκαθίσαντες πόλεσι λαφύρων τὰς ναῦς ἐπλήσαντο. ἐκεῖ‐ θέν τε ἐπὶ Κέρκυραν διαβάντες, κατὰ κράτος αὐτὴν εἷλον καὶ ὡς ἤδη οἰκείας μετεποιοῦντο παντὶ κρατυνάμενοι τρόπῳ. ὃ μα‐ θὼν βασιλεὺς ἐν ἀθυμίᾳ πολλῇ ἦν. ἀμέλει καὶ ἐσκέπτετο πῶς ἂν τὸν Ῥογέριον ἀμύνηται καὶ δίκην τῶν τετολμημένων ἐπιθήσει
20τὴν δέουσαν. στόλον οὖν νεῶν τριήρεων μὲν πεντακοσίων, ἱπ‐ παγωγῶν δὲ καὶ φορταγωγῶν ἐς χιλιοστὺν ὅλην ἑτοιμασάμενος, αὐτὸς μὲν ᾔει διὰ τῆς ἠπείρου, ὁ δὲ στόλος διαπόντιος ἐφέρετο
ἐξαίσιος οἷος.92

93

3. Ἄρτι δὲ περὶ τὴν πόλιν Φιλίππου γεγονότι τῷ αὐτο‐ κράτορι φήμη περιέπτη, ὅτι δὴ στρατεύματα Σκυθικὰ Ἴστρον περαιωσάμενα κείρουσί τε τὰ ἐν ποσὶ καὶ ληΐζονται πάντα, καὶ εἷλόν γε καὶ πόλιν λόγου ἀξίαν, τῶν Ἴστρου καὶ αὐτὴν πίνουσαν
5ναμάτων. τὰ μὲν δὴ τῆς φήμης ἐν τούτοις ἦν. ὁ δὲ βασι‐ λεὺς ἐκεῖθεν ἀποκλίνας, τὴν ἐπὶ τὸν Ἴστρον ἐφέρετο, ναῦς ἐκ Βυζαντίου δι’ Ἀγχιάλου πόλεως ἐπὶ τὸν Ἴστρον ἀναχθῆναι κε‐ λεύσας. οὔπω δ’ ἐκείνων ἀφικομένων, ἐν τούτῳ τὰς ταύτῃ πε‐ ριῄει θηρευόμενος πεδιάδας. συμβαίνει γὰρ αὐταῖς ἅτε ἐρή‐
10μοις παντάπασι καὶ ἀοικήτοις ἐκ παλαιοῦ προκειμέναις ἀγεληδὸν ἀγρίων τι χρῆμα ζώων ἐντρέφεσθαι. ἐν ᾧ δὲ πρὸς τούτοις ἦν, ἠγγέλη αὐτῷ ὅ τι δὴ Σκύθαι λείαν ἐκ τῆς Ῥωμαίων ἐπαγόμενοι τὸν Ἴστρον ἄρτι που διέβησαν, οὐ μακράν τε ἄποθεν ἐσκηνω‐ κότες αὐλίζονται. ἅπερ ἐπειδὴ ἤκουσεν, ὡς εἶχε τάχους αὐτίκα
15ἐπὶ τὸν ποταμὸν ἐφέρετο. ἔνθα λεμβαδίῳ περιτετυχηκώς, ὁποῖα πρὸς ταῖς τῇδε ὀχθαῖς ἑστάναι εἴθισται ξύλου πεποιημένα ἑνός, ἐκέλευεν ἄγεσθαι τοῦτο πρὸς αὐτόν. ἀλλ’ ἦν ἰσχυρογνώμων ὁ πορθμεὺς καὶ βασιλέα μεταπέμπεσθαι τοῦτον ἀκούων “εἰ βασι‐ λεῖ τῶν καθ’ ἡμᾶς ἔμελεν,” εἶπεν, “οὐκ ἂν ὅ τε Δεμνίτζικος
20ἑάλω (οὕτω γὰρ τὸ τοῖς Σκύθαις, ὥσπερ εἴρηται, αἱρεθὲν ὠνο‐ μάζετο φρούριον) καὶ τὰ καθ’ ἡμᾶς πρὸς τῶν βαρβάρων κατ’ ἐξουσίαν ἤγετό τε καὶ ἐφέρετο.” λέγεται τοίνυν πρὸς ταῦτα διηγανακτηκότα τὸν βασιλέα “ναὶ δὴ” φάναι “μὴ ἂν αὐτὸς εἴην,
ᾧ τὰ Ῥωμαίων θεόθεν ἐπιτέτραπται πράγματα, εἰ μὴ αὐτίκα93

94

τῶν τετολμημένων Σκύθαι δώσουσι δίκας.” διὸ δὴ τὸ μὲν λοι‐ πὸν τοῦ στρατεύματος αὐτοῦ που καὶ ἐπὶ ταῖς ὄχθαις ἐνστρατο‐ πεδευσόμενον ἔλιπεν, αὐτὸς δὲ τῶν νεῶν οὔπω καθάπερ εἴρηται ἀφικομένων τοὺς λέμβους ἀλλήλοις ξυνδήσας καὶ ἁρμοσάμενος
5σὺν πεντακοσίοις τῶν ἀμφ’ αὐτὸν τὸν Ἴστρον διέβη· μέλλων τε ἐπίπροσθεν ἰέναι δυσὶν ἄλλοις ἐντυγχάνει ποταμοῖς ναυσιπόροις. ὡς οὖν οὐδαμῆ λεμβάδιον ἐνταῦθα διεφαίνετο, ᾧ χρήσαιτο ἄν τις ἐς τὴν περαίωσιν, ἐκέλευε τοῖς περὶ αὐτὸν τοῖς τῶν ἵππων οὐραίοις τὰ ἐπὶ τῷ Ἴστρῳ ἀκάτια ξυνδήσαντας εἰς τοὺς εἰρημέ‐
10νους μετάγειν τῶν ποταμῶν. οὗ γεγονότος ἀμογητὶ διέβαινον, χῶρόν τέ τινα δολιχὸν διαμείψαντες ἄχρι καὶ ἐπὶ ὄρος τένου ὅρ‐ μον ἦλθον, ὅπερ ἀγχοῦ τῶν Ταυροσκυθικῆς ὁρίων ἀνέχει. ἔνθα τὸ τῶν Σκυθῶν στρατόπεδον ἀνδρῶν παντάπασιν ἔρημον εὑρη‐ κότες (ᾤχοντο γὰρ οὐ πολλῷ πρότερον ἀπιόντες) προσωτέρω ἐχώ‐
15ρουν. ἐπεὶ δὲ ἀμφὶ μέσην ἡμέραν ἤδη ἦν καὶ οὐδεὶς οὐδαμῆ πολεμίων διεφαίνετο, Σκύθας τοὺς ὅσοι Ῥωμαίοις ξυνεστράτευον ἀπολεξάμενος βασιλεὺς ὑποστρατηγοῦντι Γιφάρδῳ, ἀνδρὶ πο‐ λέμων ἐμπείρῳ πολλῶν, αὐτοὺς μὲν ὀπίσω τῶν πολεμίων ἰέναι ἔπεμψεν, ἰχνοσκοπήσοντάς τε καὶ ὅπη δυνατὰ ἔσται μαχησομέ‐
20νους, αὐτὸς δὲ κατόπιν ἐπορεύετο σχολαιότερον. οὐκ εἰς μα‐ κρὰν οὖν ὁ Γιφάρδος τοῖς πολεμίοις ἐντετυχηκώς, ἐπειδὴ μὴ ἐθάρρει τῇ συμβολῇ (τὸ γὰρ βαρβάρων πλῆθος ἀριθμοῦ κρεῖσ‐ σον αὐτῷ κατεφάνη), πέμψας ἐπὶ τὸν βασιλέα ἥκειν αὐτὸν τὴν
ταχίστην ἐδεῖτο. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσεν, αὐτός τε94

95

πρὸς τοῖς ὅπλοις αὐτίκα ἐγένετο καὶ τὸ στράτευμα ἐξώπλιστο ἅπαν. ὀπίσω τε Σκυθῶν διώξαντες εἰς χεῖρας ἤδη ἦλθον αὐ‐ τοῖς. Σκύθαι τοίνυν τὸ μὲν πρῶτον ἔστησάν τε ὡς ὑποδεξόμε‐ νοι σφᾶς καὶ ἐς φάλαγγα ταξάμενοι βοήθειαν σφῶν τε αὐτῶν καὶ
5ὧν ἐπήγοντο λαφύρων προπονεῖσθαι ἤθελον, ἥ τε ξυμβολὴ ἑκα‐ τέρωθεν σὺν ὠθισμῷ καὶ βίᾳ ἐγίνετο. ὅτε δὴ πολλοὶ μὲν καὶ ἄλλοι Ῥωμαίων ἄνδρες ἐγένοντο ἀγαθοί, βασιλεὺς δὲ πάντων μάλιστα. τῶν γὰρ πολεμίων ἔγγιστα ἐγκειμένων ἰσχυρῶς, αὐτὸς σὺν τῷ δόρατι ἐπελαύνων τὸν συνασπισμὸν αὐτοῖς ἔλυεν, οὐ καθ’
10ἕνα μόνον, ἀλλ’ ἤδη καὶ σύνδυο πολλοὺς ἐκείνων ἀποκτιννύς. ὅθεν καὶ τῷ ἀνυποστάτῳ τῆς βασιλέως παρακεκινημένων ὁρμῆς, Ῥωμαῖοι ὁλοσχερέστερον κατ’ αὐτῶν ἐπιβρίσαντες λαμπρὰν ἤδη τὴν ἐπαγωγὴν ἐποίουν. πολλοὶ μὲν οὖν βαρβάρων ἔπεσον, ἑά‐ λωσαν δὲ καὶ εἰς ἑκατὸν μάλιστα, ἐν οἷς καὶ Λάζαρος ἦν, ἀνὴρ
15ἐπὶ πλεῖστον μὲν ἀνδρείας ἥκων, ἐπὶ τοῖς ἐν σφίσι φυλάρχοις ἀπόβλεπτος ὤν· τοὺς δ’ ἄλλους ἵππων τε ἀρετὴ καὶ τὸ τῶν ὀρῶν διεσώσατο λάσιον, ἃ τῇδε πολλὰ παρατέταται. Ῥωμαῖοι δὲ τὰ ἐκ προνομῆς ἀνελόμενοι πάντα ὀπίσω λοιπὸν ἀνεχώρουν, ὅτε δὴ καὶ Σότας ἐκεῖνος, ὃν πλούτῳ τε καὶ γένει καθάπερ εἴρηται διε‐
20νεγκόντα ἀνδραποδισθῆναι Σκύθαις ξυνέβη, ἀδείας λαβόμενος
φυγὰς ἐπὶ τὸ στρατόπεδον ἦλθε.95

96

4. Τοῦτο τὸ τρόπαιον ἐξ ὑπογυίου κατωρθωκὼς ὁ αὐτο‐ κράτωρ ἐκεῖθεν ἀπήλαυνε πρὸς τὸν κατὰ Σικελίας ἤδη συσκευα‐ ζόμενος πόλεμον. τοσοῦτον γὰρ αὐτῷ τὸ περὶ τοὺς πολεμικοὺς καμάτους ἄτρυτον ἦν, ὅσον οὐδέπω οὐδενὶ οἶμαι ὑπῆρξε καὶ τῶν
5τῆς κοινῆς καὶ στρατιωτικῆς γεγονότων μοίρας, μὴ ὅτι γε βασι‐ λεῦσιν ἢ στρατηγοῖς. ᾔει τοίνυν Σικελίαν τε περινοῶν καὶ Ἰτα‐ λίαν πᾶσαν· ἀλλ’ ὡς ἔοικε τύχη καὶ δόξαν ἀληθῆ παραιτεῖται καὶ τὴν σὺν ἐπιστήμῃ στρατηγίαν πόνῳ οὐδενὶ ἐς τοὐναντίον ἅπαν ἀποκρίνειν ἐπίσταται. ὁ μὲν γὰρ καίτοι τῶν Σκυθικῶν μεταξὺ
10περιεσπακότων ὅμως ἔφθη ἐπικαιρότατα τῷ χώρῳ ἐπιστάς, ὅθεν καὶ τὴν ἀπόπλοιαν ποιεῖσθαι ἐχρῆν· τὸν δὲ στόλον ξυνέβαινεν, εἴτε πνεύμασιν ἐναντίοις τῆς ἐπὶ τὰ πρόσω ἀνακοπέντα, εἴτε καὶ τῇ τοῦ δουκὸς περὶ ταῦτα ἀμαθίᾳ, ὀψὲ καὶ κατόπιν ἐλθεῖν τοῦ καιροῦ. ἔαρος γὰρ τῶν Βυζαντίων ἀναχθεὶς λιμένων, φθινού‐
15σης ἤδη τῆς ὥρας ἐς βασιλέα κατῆρεν ἐντεῦθέν τε τὰ Ῥωμαίων ἔσφηλε πράγματα. ἀνέβη μὲν γὰρ καὶ τὴν διήρη ὁ βασιλεὺς καὶ τὸ ναυτικὸν ἅπαν πρὸς ταῖς κώπαις ἐκάθητο ὡς αὐτίκα ἀπο‐ πλευσόμενον, ἀλλὰ χειμὼν ἄγριος καὶ πνευμάτων βίαι αἰφνίδιον καταρραγεῖσαι ἀπεῖρξαν αὐτὸν τοῦ ἐγχειρήματος. πελάγη τε γὰρ
20ἐνταῦθα δεινῶς ἀχανῆ τέταται, καὶ ἔστιν ἐπιεικῶς κινδυνώδης ὁ πλοῦς καὶ μάλιστα χειμῶνος. ὅθεν καὶ αὐτὸς μὲν ἐπί τινα χῶ‐
ρον ἀγχοῦ τῆς Βερροίας ἀναζεύξας, ἐνταῦθα διεχείμαζε· τὸν δὲ96

97

γαμβρὸν Στέφανον, ὃν Κοντοστέφανον σμικρολογούμενοι οἶμαι ἐκάλουν (βραχὺς γὰρ τὴν ἡλικίαν ἦν), ἐπὶ Κέρκυραν ὑπὸ Σικε‐ λῶν τῷ τηνικάδε καθάπερ εἴρηται ἐχομένην σὺν παντὶ τῷ ναυ‐ τικῷ ἔστελλε, Ῥωμαίοις ταύτην ἀνασωσόμενον. ἀλλ’ ὁ μὲν πρὸς
5τῇ πόλει γενόμενος πεῖράν τε παντοδαπῆ τῷ περιβόλῳ προσαγα‐ γών, ἐνταῦθα τὸν βίον κατέλυσεν ἔτι τῶν πραγμάτων ᾐωρημέ‐ νων, τρόπῳ ᾧπερ αὐτὸς ἐρῶν ἔρχομαι. κλίμακα λίαν ἐπιμήκη σχεδιάσας πολλῷ τε τειχέων ὑπερανισταμένην τῶν ἐκτός, διὰ ταύτην ἐπὶ τὴν πόλιν ἀνῆγε τὸ στράτευμα. λίθου τοίνυν μέγα
10τι χρῆμα τῆς ἀκροπόλεως ἐκ μηχανῆς τινος ἀφεθὲν τῇ κλίμακι προσαράσσει, ὑπὸ σφοδρότητός τε κατεαγὸς τεμάχια πολλαχοῦ διαφῆκεν, ὧν ἓν ἐπὶ τὸν δοῦκα μετενεχθὲν καιρίαν αὐτὸν ἔπλη‐ ξεν. ὁ δὲ καίτοι θνήσκοντος ὅσον οὐκ ἤδη αἰσθόμενος αὐτοῦ ὅμως πολλὴν ἐποιεῖτο πρόνοιαν ὅπως ἂν μὴ συναισθήσεως ἀμ‐
15φοτέροις γεγενημένης, Ῥωμαίοις μὲν δειλία ὡς τὸ εἰκός, θάρσος δὲ Σικελοῖς ἤδη ἐνδιδοῦσι γένοιτο. διὸ καὶ αὐτὸν μὲν ἡσυχῆ ἐπὶ τῶν τῆς νεὼς ἐκέλευεν ἐνθεμένους καταστρωμάτων ἔργου καὶ πά‐ λιν ἔχεσθαι, Ἀνδρόνικον δέ, ὃς ὕστατος αὐτῷ τῶν παίδων ἐγέ‐ νετο, καὶ τῶν πελεκηφόρων προσκαλεσάμενος τὸν ἐξάρχοντα,
20παραινέσεις προσῆγε μηδαμῆ τοῦ θάρσους ἐνδοῦναι Ῥωμαίους, ἀλλὰ νῦν ἔτι μάλιστα πρὸς ἔργοις γίνεσθαι, ὅτε οὐ μακρὰν ἐλ‐ πίδων ἑστήκασι τοῦ τὴν πόλιν ἑλεῖν. ἀλλ’ ἦσαν ταῦτα ψυχῆς
μὲν οἶμαι γνωρίσματα ἀνδρικῆς καὶ τὸ ὅλον ἀρεϊκῆς τε καὶ φι‐97

98

λοπάτριδος. τὸ δὲ πρᾶγμα ἅμα τε ἐπέπρακτο καὶ ἅμα τοῖς πλή‐ θεσιν ἔκπυστον γεγονὸς εἰς τοὐναντίον περιήνεγκε πάντα. Ῥω‐ μαίους τε γὰρ καίτοι τειχέων ὕπερθεν ἤδη γεγενημένους ἀπεώ‐ σαντο Σικελοί, καὶ σύγχυσις εἶχε πάντα καὶ θροῦς.
5 5. Καὶ τὰ μὲν τῶν Ῥωμαίων ἐν τούτοις ἦσαν. βασι‐ λεὺς δὲ τούτων ἀκούσας ἠνιάθη μὲν ὡς τὸ εἰκός, στολάρχην δὲ ἀντ’ αὐτοῦ προκεχειρισμένος ἀνενδότως τῆς πολιορκίας ἐκέλευεν ἔχεσθαι. τοῦ δὲ καὶ αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἐνδειξα‐ μένου (στάσις μὲν γὰρ Ῥωμαίων μεταξὺ καὶ Οὐεννέτων, οἳ τῇδε
10σὺν αὐτοῖς ἐστράτευον ἐξαπιναίως ἀναφθεῖσα τὸ κατορθωτικὸν τοῦ Ῥωμαίων παρείλετο στρατοῦ) τέλος ἠνάγκαστο αὐτὸς βασι‐ λεὺς ἐνταῦθα γεγονὼς τῆς πολιορκίας ἅψασθαι. Οὐεννέτοις γοῦν καὶ τῷ Ῥωμαίων στρατῷ τὰ διάφορα λύσας δίκας τε τοῖς ἐξ ἀμφοτέρων αἰτίοις πραξάμενος τὰς προσηκούσας κραταιότατα τῷ
15περιβόλῳ ἐπέθετο. καὶ ὁ μὲν πρὸς τούτοις ἦν. Ῥογέριος δὲ ὁ Σικελῶν τύραννος πρὸς τῇ Κερκύρᾳ διατρίβειν βασιλέα πυθόμε‐ νος στόλον ἐπὶ γῆν τὴν Ῥωμαίων ἔπεμπεν, ἐκεῖνο κατὰ νοῦν ἔχων ὅπως δηλαδὴ τῇ πρὸς ἐκεῖνα μεταφορᾷ τῆς πολιορκίας ἀποσχέ‐ σθαι καταναγκάσειε. βασιλεὺς δὲ μοῖράν τινα τῶν σὺν αὐτῷ
20ἀποθέμενος νεῶν αὐτὰς μὲν ὑπὸ στρατηγοῦντι τῷ Χουρούπῃ Σικε‐ λοῖς ἐπὶ τὴν Ῥωμαίων, ὥσπερ ἔφην, ἰοῦσιν ἀντιταξομένας σπουδῇ ἔπεμπεν, αὐτὸς δὲ ἔτι μᾶλλον ἐνέκειτο πικρότατα Σικελοὺς πολιορ‐
κῶν. κλίμακας γὰρ ὑπερμεγέθεις διὰ τῶν νεῶν τοῖς τείχεσι προσε‐98

99

ρείσας, μόγις μὲν καὶ ξὺν βίᾳ ἀνῆγε δ’ οὖν ὅμως τὸ στράτευμα. ὅτε ξυνέβη μίαν τῶν κλιμάκων τῷ τῶν ἀνιόντων ἄχθει κατασπα‐ σθεῖσαν εἰς θάλασσαν πολλοὺς ἐνεγκεῖν, οὗ δὴ τλήμονες τὰς ψυχὰς ἐκφυσήσαντες πολύν τινα τῆς αὐτῶν ἀρετῆς Ῥωμαίοις ἀπολελοίπασι
5λόγον. ἀλλὰ Σικελοὶ καίτοι ἔνδον ἤδη τειχέων Ῥωμαίους γεγο‐ νότας ἰδόντες ἐνδιδόναι βασιλεῖ τὴν πόλιν οὐδαμῆ ἤθελον. ὅθεν καὶ ἐπὶ τὴν ἀκρόπολιν ὡς εἶχον τάχους ἀναδραμόντες ἐντεῦθεν ἠμύνοντο λίθους καὶ βέλη καὶ ἅπαν τὸ παρατυχὸν ὡς ἐξ οὐρα‐ νοῦ τινος ὀμβρηδὸν ἐπ’ ἐκείνους ἀφιέντες. ἐπὶ τοσοῦτον γὰρ
10ὕψος ἀνέρπει τὸ φρούριον, ὡς μηδ’ ὀφθαλμῷ ῥᾳδίως ἐξεῖναι τὴν οἰκοδομίαν ἀναταθέντι περιαθρεῖν. ὅτε δὴ λέγεται θυμῷ τὸν βασιλέα περιζέσαντα πρὸς τὸ ἐκ τῆς τύχης ἐκεῖνο δυσκλήρημα ὄρθιόν τε ἐφ’ ἧς ἐφέρετο στῆναι διήρους καὶ τοῖς ἐπὶ τῆς εἰρε‐ σίας κελεύειν προσάγειν αὐτίκα τοῖς τείχεσι τὴν ναῦν, ὡς αὐτὸς
15οἶμαι ἀνόδου πειράσαιτο. ἀλλὰ τοῦτο μὲν τῶν στρατηγῶν τινες καὶ πρὸς αἷμα ἐγγιζόντων αὐτῷ παντὶ σθένει διεκώλυσαν, δοκῶ μὴ οὐδὲ αὐτῷ σφόδρα ἐθέλοντι. πρὸς γὰρ τῷ γενναίῳ καὶ ἀσφα‐ λὴς ἦν τὰ πολλά. ἤδη δέ τινων ἔγωγε καὶ θράσους αἰτίαν προσ‐ τριβόντων ἤκουσα αὐτῷ· δαιμόνιον γὰρ ἀεὶ καὶ ἀνδρείας πρόσω
20ἔτρεφε λῆμα. ἀμέλει καὶ ἑκκαίδεκα ἐνιαυτῶν πολλάκις ἑνὸς χερ‐ σὶν οἰκείαις ζωγρείας παρέσχετο βαρβάρους. δι’ ἅ ποτε καὶ ἡ
ἐξ Ἀλαμανῶν αὐτῷ ξυνοικήσασα ἐπὶ μέσης ἐξελάλησε τῆς συγ‐99

100

κλήτου βουλῆς, μεγάλου μὲν καὶ αὐτὴ καὶ πολεμικωτάτου ὡρμῆ‐ σθαι γένους εἰποῦσα, μηδέπω δὲ μηδένα τῶν ἁπάντων ἀκοῦσαι τοσούτοις εἰς ἐνιαυτὸν ἐγκαλλωπισάμενον ἀριστεύμασιν. ὅτε γε μὴν πρὸς τῷ Κερκυραίων τείχει ἐγένετο ναῦς τῶν ἐκ τοῦ Ῥω‐
5μαϊκοῦ στόλου, οὐ τῶν κουφοτέρων οὐδ’ ὁποῖαι χθαμαλαὶ τυγ‐ χάνουσιν αὗται καὶ ἐπιμήκεις, ἀλλὰ ὕψους μὲν καὶ εὔρους ἱκα‐ νῶς ἔχουσα, ἵππων δὲ πλήρης καὶ ὅπλων μεστὴ παντάπασιν οὖσα, βίᾳ πνεύματος ἐπί τι τοῦ περιβόλου παρενεχθεῖσα μέρος, ἔνθα πετρῶν προβολαὶ ῥαχίων ἱκανῶς ἐπιστοιβαζόμεναι δυσπρόσοδον
10πάνυ τὸν χῶρον ποιοῦσι, δεινῶς ἐκλονεῖτο. λίθοι γὰρ ἁμαξο‐ πληθεῖς καὶ βέλη καὶ πᾶν τὸ παρατυχὸν ὁμοῦ ἐπ’ αὐτὴν ἐφέ‐ ρετο πάντα, ὡς τοὺς ἐν αὐτῇ ἀπαγορεύσαντας ἤδη τοῖς ξυμπε‐ σοῦσι περιδείλους τε καὶ κατεπτηχότας τὰ τῆς νεὼς ὑπελθεῖν κα‐ ταστρώματα. ὃ κατανοήσας βασιλεὺς θατέρᾳ μὲν χειρὶ ἀσπίδα
15εἵλετο, οὐ τῶν συνήθων δὴ τούτων οὐδὲ ἐξ ὧν σῶμα φράγνυται ἕν, εὐρεῖαν δὲ μάλιστα καὶ ἣν οὐδὲ κουφίσαι ἀνδρὶ ῥᾴδιον γίνε‐ ται, θατέρᾳ δὲ τὸ ἐπὶ τῆς βασιλικῆς συνήθως τεταμένον διήρους χειρισάμενος ἔπιπλον εὖ τε ξυναγαγών, ὡς δι’ αὐτοῦ ἅτε μὴ ἀν‐ τιτυποῦντος τὰς ἐκ τοῦ τείχους βολὰς ἀποκρούοιτο, ἐπὶ τὴν ναῦν
20ἐφέρετο, καλῳδίοις τε οὕτω ξυνδήσας ἑλκύσαι τε ἐκεῖθεν αὐτὴν ἴσχυσε καὶ τοῦ κινδύνου διασώσασθαι. ὅτε δὴ λέγεται ὡς ὁ τὴν
Κερκύρας πρὸς τοῦ Ῥογερίου ἐπιτετραμμένος φρουράν, λίθους100

101

τῶν ἐκ τῆς πόλεως ἐπὶ βασιλέα συχνοὺς ἐπαφιέντων “μὴ δῆτα πρὸς τῆς ὑμῶν, ἔφησε, σωτηρίας, μὴ δῆτα ὦ συστρατιῶται βέ‐ λος παρ’ ὑμῶν σώματι τηλικούτῳ ἐπαφείσθω μηδέν. κἂν λό‐ γους ὑπὲρ τούτου δεδωκέναι χρεών, αὐτὸς ὑποίσω τὴν ἀγανά‐
5κτησιν.” ταῦτα μὲν οὖν τῇδε ἐφέρετο· ὁ δὲ Σικελὸς στόλος εἰς χεῖρας τοῖς ἀμφὶ τὸν Χουροὺπ ἐλθὼν ὁ μὲν πλεῖστος κατηγώνι‐ στο, τετταράκοντα δὲ νῆες ἐξ αὐτῶν τὸν κίνδυνον διαφυγοῦσαι ἐπὶ Βυζάντιον ἦλθον. ἔνθα καταχθέντες οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔδρασαν· ταῖς δὲ περὶ τὴν Δαμάλεως περαίαν πῦρ ἐπα‐
10φεῖναι πειρασάμενοι καταγωγαῖς αἰσχρῶς ἐκεῖθεν ἀπηλλάγησαν πολλοὺς τῶν σφετέρων ἀποβαλόντες. οὐ μὴν οὐδ’ ὅσοι τὸν κίν‐ δυνον ἔφυγον ἐρρύσθησαν ἐς τὸ παντελές. ναυσὶ γὰρ περιτυ‐ χόντες, αἳ τὸ δημόσιον Κρήτηθεν ἐκόμιζον νόμισμα, τῆς μάχης οἱ πλείους γεγόνασι λάφυρον. βασιλεὺς δὲ λιμῷ καὶ πολιορκίᾳ
15τὴν πόλιν παραστησάμενος ἐκεῖθεν ἀνέζευξε. καὶ τοῦ λοιποῦ περί τε Σικελίας καὶ τῆς Ἰταλῶν ἐσκέπτετο γῆς ὡς καὶ ταύτας Ῥωμαίοις ἀνασώσαιτο. 6. Πυθόμενος δὲ ὅτι δὴ Ἀλαμανοὶ καὶ Δαλμάται καὶ Παίονες ἐπὶ τὸν κατὰ Σικελίας συσκευάζεσθαι πόλεμον μεμαθη‐
20κότες αὐτὸν αὐτοὶ μὲν ἐξ ἑσπέρας Ῥωμαίοις ἐπιτεθήσεσθαι εἰς ὁμολογίαν ἀλλήλοις ξυνῆλθον, Ἰαγουπασὰν δὲ ὁ Περσῶν φύλαρ‐ χος τῷ σουλτὰν ἅμα Ἀσίαν ληΐζεσθαι ἔγνωσαν, αὐτὸς μὲν ἐπὶ
Δαλμάτας ἐφέρετο τὸν ἐν σφίσιν ἀρχιζουπάνον ἤδη καὶ χειρῶν101

102

ἄρξαντα τῷ τέως ἀμυνεῖσθαι διὰ σπουδῆς ἔχων, τὸ δὲ ναυτικὸν ἅπαν Ἰωάννῃ τῷ τῶν ἀνατολικῶν καὶ ἑσπερίων δομεστίκῳ πι‐ στεύσας ἐκέλευε τῷ Ἀγκῶνι προσεσχηκέναι (ἐπίνειον δὲ Ἰταλίας ἐστὶν ὁ Ἀγκὼν) ἐντεῦθέν τε ὡς ἐξ ὁρμητηρίου κατὰ τῆς Ἰταλίας
5ἰέναι. ἀλλ’ ὁ μὲν Ἰωάννης μέχρι ποταμοῦ Βοόσης ἐλθὼν περαι‐ τέρω ἰέναι οὐδαμῆ ἐφρόντισεν. εἴτε δὲ ἀπειρίᾳ τῇ περὶ τὰ ναυ‐ μαχικὰ τοῦτο τῷ δομεστίκῳ διημάρτητο, εἴτε καὶ ταῖς Οὐεννέ‐ των ἠγμένῳ ξυμβουλαῖς ὡς μὴ Ἰταλίας ἐγκρατεῖς Ῥωμαῖοι γεγο‐ νότες χώρᾳ τε ἐν γειτόνων ἤδη καταστάντες τῇ αὐτῶν περιφρο‐
10νεῖν αὐτοὺς ὡς τὸ εἰκὸς ἔχοιεν καὶ ξυμμαχίας ὀλίγα τῆς ἐξ αὐ‐ τῶν χρήζοιεν· εἴτε οὖν οὕτως εἴτ’ ἐκείνως, οὐδὲν ὅμως ὁ δομέ‐ στικος ὧν πρὸς βασιλέως ἐντέταλτο πέρατι διδοὺς εἰκῆ τὸν και‐ ρὸν ἔτριβεν. ὅθεν καὶ λαίλαπος ἀθρόον ἐπιγεγονότος πολλοῦ (ἤδη γὰρ ἀμφὶ τροπὰς ἦν μετοπωρινὰς) συνέβη τῶν νεῶν ὡς
15πλείστας θραυσθῆναι περιοραθείσας ὀλιγωρίᾳ τοῦ στρατηγοῦ. ἐξὸν γὰρ ἐς τὸν ποταμὸν ἀναχθείσας παρ’ ἑκάτερα πάσας ἀνελ‐ κυσθῆναι, ὃ δὲ ἐν τῇ τῆς θαλάσσης ἀκτῇ μετεώρους αὐτὰς εἴα‐ σεν. ὁ δὲ βασιλεὺς ἐς Δαλματίαν ἐμβαλὼν τὸ Ῥᾶσόν τε κατε‐ στρέψατο φρούριον καὶ τὰ ἐν ποσὶν ἐληΐσατο πάντα· πλῆθός τε
20ἀνάριθμον ἐν δορυαλώτων μοίρᾳ πεποιηκὼς Κωνσταντίνῳ μὲν σεβαστοϋπερτάτῳ, ὃν Ἄγγελον ἐπεκάλουν, αὐτοῦ σὺν δυνάμεσιν ἔλιπεν, ὃ δὲ προσωτέρω ἐχώρει Νικαβάν τε καταλαβὼν χώραν ὑπὸ τῷ Ἀρχιζουπάνῳ τελοῦσαν καὶ αὐτὴν φρούρια μὲν τὰ ὅλα
ὅσα τῇδε ἵδρυται πόνῳ οὐδενὶ παρεστήσατο· ἐν δὲ Γαλίτζῃ γε‐102

103

γονώς, ἐπειδὴ τοὺς ἐνταῦθα βαρβάρους πλήθει τε καὶ τῇ ἐκ τοῦ τόπου δυσχερείᾳ πεποιθότας οὐκ ἐνδιδόντας αὐτῷ τὸ κρησφύγε‐ τον εὗρε, χάρακα πηξάμενος βέλεσι καὶ λίθοις τοῖς ἀπὸ σφεν‐ δόνης τοὺς ἐπὶ τῶν προπυργίων βάλλειν ἐκέλευε μηδένα καιρὸν
5ἀνιέντας, οὕτω τε τρίτῃ ὕστερον ἡμέρᾳ καὶ κατὰ κράτος εἷλεν αὐτό. ἔνθα πλήθει βαρβάρων περιτετυχηκώς, μοίρᾳ τε τῆς ὁπλι‐ τικῆς, καὶ ἄλλως ἀγελαίων τυγχάνοντι, ἐκεῖθεν ἀνάστατον ἦγεν αὐτό. καὶ αὐτὸ μέν, ἐπειδὴ παλινοστήσας ἐπὶ τὸ Ῥᾶσον ἦλθεν, ἔν τε Σαρδικῇ καὶ τοῖς ἄλλοις Ῥωμαίων χωρίοις ἐγκατοικισθη‐
10σόμενον ἔπεμψεν, ὃ δὲ πρὸς τοῦ Ἀγγέλου πεπυσμένος ὅτι δὴ καιροφυλακήσας ὁ ζουπάνος μετὰ τὴν αὐτοῦ ἐνθένδε ἀναχώρη‐ σιν ἐπικαταβαίνειν τε Ῥωμαίοις ἤρξατο καὶ τὴν μάχην ἀπὸ χει‐ ρὸς ἤδη κρατεῖν, τὴν ταχίστην ἐκεῖθεν ἀπήλαυνε καταλήψεσθαι τοῦτον προθυμηθείς. ἀλλ’ ὁ μὲν ἐπιόντας Ῥωμαίους ἀκηκοὼς
15ἐς τὰς τῶν ὀρῶν ἀνατρέχων ὑπερβολὰς τὸν παρὰ πόδας ἀπεδί‐ δρασκε κίνδυνον· βασιλεὺς δὲ ἐπὶ τὴν χώραν ἐτράπετο, ἀλλ’ αὐ‐ τὴν μὲν κατ’ ἐρημίαν τοῦ κωλύσοντος ἐληΐσατο πᾶσαν καὶ τοὺς ἐνταῦθα τῷ ἀρχιζουπάνῳ εἰς ἀρχεῖον ἀποτεταγμένους δόμους πυρὶ φλέξας παρῆλθεν.
20 7. Ἐπεὶ δὲ χειμὼν ἤδη κατέσχε δεινός, ὡς τοῦ φύσει θερμοῦ περὶ τὴν καρδίαν ἀντιπεριϊσταμένου τῷ γένει τῷ ζωικῷ πολλοῖς ἤδη λώβην περὶ τοῖς ἄκροις ἐμπεπτωκέναι, τότε μὲν τῆς ἐπὶ Βυζάντιον ἐμέμνητο. ἐς δὲ τὸ ἐπιὸν ἔτος φθινούσης ἤδη
τῆς ὥρας, πηνίκα καὶ μάλιστα εὐέφοδα πολεμίοις τὰ κατὰ τὴν103

104

Σερβικὴν γίνεται, ἅτε τοῦ ἀμφιλαφοῦς ἐπιλιπόντος ἤδη τοῖς δέν‐ δροις, ἐπὶ Ναϊσὸν τὸ στράτευμα ἤγειρεν. ἔνθα δυνάμεις ἐκ Παιονίας ἐπὶ συμμαχίᾳ Δαλμάταις στέλλεσθαι μαθών, σπουδὴν ἐποιεῖτο διὰ τοῦ Λογγομηροῦ λεγομένου χώρου διαβιβάζειν τὸ
5στράτευμα, ὡς τοῖς Παίοσιν ἐν δεξιᾷ πορευομένοις συμμῖξαι γέ‐ νοιτο τῷ Ῥωμαίων στρατῷ. ἐπεὶ δὲ ἐγγὺς Σάου ἐγένετο, ἐφ’ ἕτε‐ ρον ἐκεῖθεν μετῆλθε ποταμὸν Δρυνᾶν ὄνομα, ὃς ἄνωθέν ποθεν τὴν ἐκβολὴν ποιούμενος Βόσθναν τῆς ἄλλης Σερβικῆς διαιρεῖ. ἔστι δὲ ἡ Βόσθνα οὐ τῷ Σερβίων ἀρχιζουπάνῳ καὶ αὐτὴ εἴκουσα,
10ἀλλ’ ἔθνος ἰδίᾳ παρὰ ταύτῃ καὶ ζῶν καὶ ἀρχόμενον. ὅθεν γε μὴν Οὔννους Ῥωμαίοις συγκεκρουκέναι ξυνέβη αὐτίκα δηλώσω. ἦν τις ἐν τῷ Δαλματῶν ἔθνει, ὄνομα μὲν οὐκ οἶδα ὅπερ αὐτῷ ἔκειτο, ἀδελφὸς δὲ αὐτῷ Βέλοσις ἦν, ἄμφω λογίμω παρὰ Δαλ‐ μάταις ὄντε. οὗτος τοῦ ἀρχιζουπάνου μὲν ἀδελφῇ ξυνοικῶν ἦν,
15τὼ ὀφθαλμὼ δὲ πηρωθῆναι τυχὼν τρόπῳ ᾧπερ αὐτὸς οὐδαμῆ ἐρεῖν ἔχω, ἐς Παιονίαν ἀνεχώρησεν. ἐνταῦθά τε πολύν τινα διατρίψας χρόνον Γειτζᾷ τῷ ῥηγὶ αἰδεσιμώτατος μάλιστα κατέ‐ στη, ἅτε τῆς ἐκ παίδων αὐτῷ τροφῆς μεταδοὺς καὶ παιδεύσεως. διὰ δὴ ταῦτα χάριτας ὄφλων Γειτζᾷ Δαλματίαν ὑπόσπονδον
20αὐτῷ καθιστᾶν ἐπεχείρει, ξυμβουλεύων τε ἑκάστοτε περὶ τούτου τῇ ἀειλογίᾳ πείθειν ἔσχε τὸν ἄνθρωπον. ὅθεν ἐπειδὴ τὴν ἐπὶ Δαλματίας Ῥωμαίων ὁ Γειτζᾶς ἤκουσεν ὁρμήν, δυνάμεις ἐπὶ συμμαχίᾳ Δαλμάταις ἔπεμψεν. αἰτία μὲν Ῥωμαίοις τῆς ἐς τοὺς
Οὔννους δυσμενείας αὕτη ἦν. τοῦ δὲ Ῥωμαίων στρατοῦ προσω‐104

105

τέρω χωροῦντος οἱ ἐπὶ χορταγωγίαν ἐξιόντες τοῖς Οὔννοις ὁδῷ πορευομένοις ἐντετυχηκότες εἰς χεῖρας ἦλθον. βασιλεὺς δὲ συναι‐ σθήσεως αὐτῷ γενομένης Ἰωάννην ἅμα στρατεύματι τὸν πρωτο‐ σέβαστον ἐπιβοηθήσοντα ἔπεμψε. καὶ δὴ συμβολῆς γενομένης
5Οὖννοι πρὸς τῶν Ῥωμαίων ἡττηθέντες φεύγοντες ἐς τὸ τοῦ πο‐ ταμοῦ Στρυμόνος ῥεῦμα καθῆκαν ἑαυτούς. ἔνθα μετρίους ἀπο‐ βαλόντες ᾤχοντο ἀμεταστρεπτί, Ῥωμαῖοι δὲ φεύγουσι κατὰ νώ‐ του ἀεὶ εἵποντο, ἐπὶ Τάραν τε ποταμὸν ἐλθόντες ἐπειδήπερ οὐ‐ δένα σφίσιν ἀντεπεξιόντα ἔβλεπον, παλινοδίας ἐμέμνηντο. βασι‐
10λεὺς δὲ ἐπὶ μέσης τῆς εἰς Σετζενίτζαν φερούσης τὸν χάρακα πη‐ ξάμενος οὐκ ἔχων τε μαθεῖν ἔνθα τὸν ἀρχιζουπάνον εἶναι ξυνέ‐ βαινεν, ἐν τῷ τέως μὲν ἐν ἀπόρῳ ἐγένετο, ἐπεὶ δὲ πρὸς τῶν ἁλισκομένων Δαλματῶν δυνάμεις περιμένειν αὐτοὺς ἤκουσεν Οὐν‐ νικὰς ἐπὶ συμμαχίᾳ ὅσον οὐκ ἤδη ἀφιξομένας, ἐπὶ τὰ πρόσω
15λοιπὸν μετῆγε τὸ στράτευμα. μέχρι μὲν ποταμοῦ Τάρα γεγο‐ νόσιν οὐδὲν οὐδαμόθεν Ῥωμαίοις διεφάνη πολέμιον· ἐπεὶ δὲ ἐν‐ ταῦθα ἦλθον, Δαλματῶν ἀνάριθμος ὅμιλος οὔπω ἡλίου τὸν δυ‐ τικὸν ὁρίζοντα παραμείψαντος ὅπλοις κατάφρακτος ἐξεφάνη. ὅπερ οἱ θεασάμενοι ἀγωνίᾳ καὶ δέει ἐχόμενοι Ῥωμαῖοι ἦλθον ἀγγέλ‐
20λοντες. βασιλεὺς δὲ τὴν ἐκ Παιόνων ἀφικέσθαι προσδοκωμένην Δαλμάταις ἰσχὺν ταύτην εἶναι τὴν ὁρωμένην εὐστοχώτατα τεκμη‐ ριωσάμενος, ἅμα δὲ καὶ σκοπῷ τῷ Χουρούπῃ πρὸς τοῦτο χρη‐
σάμενος “νῦν αἰφνίδιον Δαλμάται Ῥωμαίοις ἐπεισπεσεῖσθαι δια‐105

106

νοῦνται” ἦσαν γὰρ οὐ μακρὰν ἄποθεν ἤδη ποιούμενοι τὴν παρεμ‐ βολήν. ἐπειδὴ γοῦν τάχιστα νὺξ ἤδη ἐγένετο, τοιάδε τινὰ ἐνε‐ νόει. ἔθος ἐστὶ Ῥωμαίοις ἐπὶ πόλεμον ἰοῦσιν, εἴ που διατριβὴν ποιεῖσθαι χρεὼν τὸν στρατόν, σάλπιγγα τῆς ἡμέρας ἀλαλάζειν
5ὀψέ, καὶ σύνθημα τοῦτο τοῖς πλήθεσι γίνεται τοῦ καὶ τὴν ἑξῆς πρὸς ἐκείνῳ διακαρτερήσειν τῷ χώρῳ. ὅπως οὖν ἐνταῦθα ἀπα‐ τηθῆναι γένοιτο τοῦτο δὴ τὸ Ῥωμαίων ἔθος εἰδόσι καὶ αὐτοῖς, σαλπίζειν μὲν ἐν τῷ παραυτίκα παρεκελεύσατο, λαθραιότατα δὲ καθ’ ἕνα τοῖς στρατηγοῖς ἐμήνυε τὰ βουλευθέντα, καὶ ὡς χρὴ
10τούτους ἅμα ἡλίῳ ἀνίσχοντι τῆς περὶ αὑτὸν ἕκαστον φάλαγγος ὁπόσον ὅπλοις τε φράττοιτο καὶ ἐν ἐπιλέκτοις ἐστὶν εὐπρεπὲς ἔχοντα ἡσυχῆ ἵστασθαι καὶ τὴν παρ’ αὐτοῦ προσδέχεσθαι κέ‐ λευσιν. ὅπως γε μὴν οὐκ ἐπίδηλοι γένοιντο, ἐκέλευσε περιχλαι‐ νίσμασι τῶν εὐτελεστέρων περιαμπίσχειν τὴν ὅπλισιν.
15 8. Οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν· ἐπεὶ δὲ ἤδη ἡμέρα διαφανῶς ἦν, ἐξῄει σὺν αὐτοῖς τοῦ στρατοπέδου ὡς ἐπὶ χορτα‐ γωγίαν δῆθεν ἰών. ὅθεν καί τινας ἀνόπλους τὸ παράπαν σκα‐ πάναις ἅμα καὶ πτύοις, οἷς ἔθος ἐστὶ τοὺς ὑπογαίους ἀνερευνᾶ‐ σθαι σιτῶνας τοῖς τὰ ἐπιτήδεια τῷ στρατῷ ἐσκομιζομένοις, ἔμ‐
20προσθεν ἐκέλευεν ἰέναι. ἐπειδὰν μέντοι πολεμίους κατ’ αὐτῶν ἰόντας ἴδοιεν, φεύγειν ἐπήγγελεν ἕως τοῖς κατόπιν ἰοῦσι Ῥω‐ μαίων συμμίξαντες ἤδη ἐν τῷ ἀσφαλεῖ γένωνται. ὡς γὰρ ἐν ἀκαρεῖ τῶν γινομένων αἴσθησις γίνοιτο τῷ στρατηγῷ, ἐκέλευε
δύο μὲν τὸ πρῶτον, ἑξῆς δὲ καὶ οὐ πολλῷ ἄποθεν τέτταρας,106

107

εἶτα ἓξ καὶ αὖ δέκα καὶ ἑξῆς πλείους χωρεῖν, ἄλλην τε φαρε‐ τροφόρον καταστησάμενος φάλαγγα ἑτέρωθεν ἐπὶ τοὺς πολεμίους ἰέναι προὐτρέπετο· κἂν μὲν Δαλμάται χειρῶν ἄρχοιεν φεύγειν ἐλασσουμένους τῷ πλήθει, ἑστάναι δὲ ἡσυχῇ πρὸ τῆς παρεμβο‐
5λῆς εἰ μηδεὶς σφίσιν ἀντεπεξῄει. ἔπραττε δὲ ταῦτα ὡς ἂν εἴ γε αὐτοῦ σὺν τῷ ἄλλῳ ἐπιστάντος στρατεύματι φεύγειν ἐπιβάλλων‐ ται τὸ Δαλματικόν, ὑπὸ τῶν κουφοτέρων τούτων κτείνοιντο κα‐ ταλαμβανόμενοι. οὔπω τοίνυν μακρὰν ἐγένοντο πορευόμενοι, καὶ τῶν ἐπὶ κατασκοπῇ τινες δρομαῖοι ἐς τὸν βασιλέα ἦλθον, συγ‐
10κεκομμένοι τε τὴν φωνὴν καὶ δεινῶς ὠχριῶντες ἀριθμοῦ κρείσσω ἔλεγον στρατιὰν ἐπὶ θάτερα τοῦ ποταμοῦ ἐπὶ φάλαγγος ἵστασθαι, οὐχ ὅσον μόνον ἐγχώριον, ἀλλὰ καὶ μύριόν τι φῦλον συμμαχικὸν ἔκ τε Οὔννων ἱππέων καὶ δὴ καὶ τῶν παρ’ αὐτοῖς ἑτεροδοξούν‐ των Χαλισίων. Οὔννων γὰρ τὰ Χριστιανῶν πρεσβευόντων, οὗ‐
15τοι Μωσαϊκοῖς καὶ τούτοις οὐ πάντη ἀκραιφνέσιν εἰσέτι καὶ νῦν διεξάγονται νόμοις. τούτους τε οὖν Δαλμάταις συστρατεύειν ἔλε‐ γον καὶ δὴ καὶ Πετζινάκους. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσεν, ἐννοησάμενος μή τι καὶ βιασθεῖεν ὀλίγοι πρὸς πολλῶν κυκλωθέν‐ τες Ῥωμαῖοι οἳ ἐπίπροσθεν ἐπορεύοντο, συντονώτερον ἤλαυνεν
20ἐπείγων ἕπεσθαι καὶ τὸν σημειοφόρον· ἐπεὶ δ’ ἐκεῖνος κεκμηκότος αὐτῷ τοῦ ἵππου σχολῇ τὴν ὁδὸν ἐποιεῖτο, αὐτὸς βασιλεὺς τὴν σημαίαν ἀναλαβὼν κατετάχει τὸν δρόμον, ἐπί τινός τε περιωπῆς
γεγονὼς ἑαυτόν τε ὅστις εἴη καὶ τὸ σημεῖον ἐδίδου γνωρίζειν τοὺς107

108

ἀντιπάλους. ἐν τούτῳ δὲ καὶ οἱ τοξοφόροι τὸν ποταμὸν κατει‐ ληφότες ἀντιμέτωποι Δαλμάταις ἵσταντο. ἐπὶ πλεῖστον δὲ οὐδέ‐ τεροι μάχης ἀρχόμενοι ἡσυχῆ ἔμενον. ἐπεὶ δὲ ἤδη ἡ βασιλέως αὐτοῖς διεφάνη σημαία, τῆς τε γεφύρας ἀπέσχοντο Δαλμάται
5καὶ ἄδειαν Ῥωμαίοις ἐδίδοσαν ἀκροβολισμοῦ. ὃ γνοὺς βασιλεὺς (ἑστήκει γὰρ ἄνωθέν ποθεν, ὥσπερ εἴρηται, τὰ πρασσόμενα κατανοῶν) ἤλαυνε καὶ αὐτὸς ὡς σὺν αὐτοῖς τὸν ποταμὸν διαβη‐ σόμενος. ἦν γάρ, ὥς μοι πολλάκις ἐρρέθη, δαιμόνιόν τινα καὶ ἀνδρείας πρόσω τρόπον τὰ ἐς τὰς μάχας κεκινημένος ἀεί. Δαλ‐
10μάται δὲ καίτοι ὑπὸ εὐαριθμήτων διωκόμενοι στρατιωτῶν ἔφευ‐ γον ὅμως ἕως ἐν δυσχωρίαις ἐγένοντο. τὸ δὲ ἀπὸ τοῦδε ἐπι‐ στραφέντες ὁμόσε τούτοις ἐχώρουν, ξυμβολῆς τε γενομένης ὀλί‐ γοι ἐξ ἀμφοῖν ἔπεσον. Δαλμάται γὰρ τῆς βασιλέως αἰσθόμενοι παρουσίας διελύοντο αὖθις, Ῥωμαῖοί τε φεύγουσιν ἀεὶ ἐφεπόμε‐
15νοι πολλοὺς Παιόνων τε καὶ αὐτῶν ἔκτειναν. ὅτε δὴ Γουρδέσης τε καὶ Βουλτζῖνος, ἄνδρε ὀνομαστοτάτω ἐπὶ Δαλμάταις, ὑπὸ τὰς Ῥωμαίων ἐγενέσθην χεῖρας. βασιλεὺς δὲ περὶ πλείονος τοῦ λοι‐ ποῦ ἐποιεῖτο, ὅπως ἂν αὐτῷ πανοπλίαν ὑποδῦναι τὴν αὑτοῦ γέ‐ νοιτο. χρόνου δέ τινος διὰ τοῦτο τριβέντος αὐτῷ (οὐ γὰρ ἐκ
20τοῦ σχεδὸν αὐτῷ παρῆσαν οἳ ταύτην ἐκόμιζον) συνέβη τῶν παρὰ Ῥωμαίοις στρατηγούντων τινάς, ἐν οἷς Γιφάρδος τε ἦν καὶ Μι‐ χαὴλ ᾧ ἐπώνυμον Βρανᾶς, καὶ πλεῖστοι ἕτεροι ἄνδρες αὐτουρ‐
γῆσαι ἱκανοὶ καὶ στρατηγῆσαι δεξιοί, ἐπί τινος δυσπορεύτου καὶ108

109

ἀνάντους ἐν τῷ διώκειν γεγονότας λοχμῆς ἀγωνιᾶν ἅτε εἰς προῦ‐ πτον κίνδυνον ἐληλακότας. Δαλμάται γὰρ πόρρω τῶν ἄλλων Ῥωμαίων γεγονότας αὐτοὺς κατανοήσαντες ἐπεστράφησάν τε καὶ ἀντιμέτωποι ἔστησαν.
5 9. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν. βασιλεὺς δὲ ἤδη τὴν ὅπλισιν περιθέμενος ἀνέτῳ ῥυτῆρι διώκων ἐπ’ αὐτοὺς ἦλθεν, ἐν χρῷ τε ἀλλήλοις ἐφ’ ἕνα χῶρον συνιόντας εὑρὼν ἐκατηγόρει τε ἀναφανδὰ καὶ πικρότατα ἐλοιδορεῖτο, δειλίαν αὐτοῖς προσονειδί‐ ζων καὶ πολεμικῶν ἀμαθίαν ἔργων. τῶν δὲ τοῦ χώρου τὴν φύσιν
10καὶ τὸ τῆς χιόνος προφερόντων ἄμετρον, αὐτὸς τῆς ὁδοῦ κατάρ‐ χων ἕπεσθαι σφίσιν ἐκέλευεν. ἤδη γὰρ καὶ ἄλλο αὐτοῖς Ῥωμαίων συνίστατο πλῆθος. ἐν ᾧ δὲ τὴν πορείαν ἐτίθεντο, ἐνέδρα πολε‐ μίων ἐκ τοῦ ἀφανοῦς ἐκπηδήσασα τοῖς ἐν ἀριστερᾷ Ῥωμαίοις ἐπε‐ τίθετο. ἀλλὰ ταύτην μὲν ἐπειδήπερ ὀλιγανδροῦσαν βασιλεὺς ἔγνω,
15οὐδὲ ὅσον ἐπεστράφθαι ἠξίωσεν· ἀεὶ γὰρ ἀνεπιστρόφως ἐδίωκεν, εἴ πως ἢ αὐτὸν χειρώσασθαί οἱ γένοιτο τὸν ἀρχιζουπάνον ἢ τὸν παρὰ τοῖς Παίοσιν εἰς ἐκείνην στρατηγοῦντα τὴν ἡμέραν ἀνδρείας εὖ ἥκοντα. οἱ μὲν οὖν ἐκ τῆς ἐνέδρας μηδὲν ἄξιον λόγου πεπρα‐ χότες διελύοντο αὖθις. βασιλεὺς δὲ μικρὰ διώξας, ἐπειδὴ τοὺς
20ἀμφ’ αὐτὸν ἔγνω ἐκκακήσαντας ἤδη, αὐτοὺς μὲν παρῆλθε, δύο δὲ ξυγγενῶν παρειληφὼς τῶν αὑτοῦ, ὧν ὁ μὲν Ἰωάννης ὁ Δούκας ἦν, ἅτερος δὲ ὃς τὴν Ἀνδρονίκου τοῦ σεβαστοκράτορος ἔγημε παῖ‐ δα, ὄνομα Ἰωάννης καὶ αὐτὸς ἐπίκλησιν Καντακουζηνός, σὺν αὐ‐
τοῖς ἐπὶ τοὺς πολεμίους ἐχώρει. οἱ δὲ ἐκ τῆς ὁπλίσεως αὐτὸν κα‐109

110

τανοήσαντες (χρυσῷ γὰρ κατακόρως ἀλήλιπτο πᾶσα) καὶ τῆς τοῦ σώματος δὲ ἀναδρομῆς τε καὶ εὐφυΐας τεκμηριωσάμενοι μάλιστα (ἥρωσι γὰρ ἀτεχνῶς ἐῴκει, ἅτε τῷ ξένῳ τῆς ἱππασίας καὶ τῆς ἀμφιδεξίου περὶ τὰ ὅπλα κινήσεως πολλῷ διενεγκὼν) νῶτα διδόναι
5οὐδαμῆ ᾐσχύνοντο. ὁ δὲ φεύγουσιν ἐπιθέμενος λέγεται ὅτι μιᾷ δόρατος προσβολῇ πεντεκαίδεκα τῶν πολεμίων εἰς γῆν ἔβαλλεν. ἐν γὰρ ταράχῳ καὶ συγχύσει φερομένους συγκρούειν ἀλλήλοις οὐ‐ δενὶ κόσμῳ συνέβαινεν αὐτούς· τετταράκοντα δὲ τοὺς πάντας ἐπὶ στόμα κατενεγκὼν τοὺς ἄλλους ἐτρέψατο, φεύγουσί τε ἐφεπόμενος
10συνέκοπτεν ἀεὶ κατὰ νώτου καὶ ξίφει καὶ δόρατι χρώμενος. ὅτε συνέπεσέ τι καὶ τοιοῦτον· τῶν τις προκαταδορατισθέντων αὐτῷ τοῦ πτώματος ἀνενεγκὼν (οὐ γὰρ καιρίαν ἐτύγχανε πεπληγμένος) ἔφευγεν ἐκ ποδὸς τὴν πορείαν ὁ τάλας ποιούμενος. ἐπειδή τε ἀγ‐ χοῦ βασιλέα γεγονότα εἶδε σπασάμενος τὸ ξίφος πατάξων ἐφέρετο
15τοῦτον. ὁ δὲ λὰξ τῷ στήθει ἐπιβὰς αὐτὸν μὲν εἰς γῆν ἤνεγκε, σημειωσάμενος δὲ ἔκ τινος ἐπισήμου περὶ τὸν ὀφθαλμὸν πάθους παρῆλθε. κάμνοντος δὲ τοῦ ἵππου αἰσθόμενος ἤδη τῷ βάρει τῶν ὅπλων, παλινδρομεῖν μὲν οὐδὲ ὣς ἤθελε, τῷ δὲ Καντακουζηνῷ (ἐτύγχανε γὰρ ἤδη τῶν βασιλέως ἐποχούμενος) ἐκέλευε πρόσω
20χωρήσαντι συμμίγνυσθαι τοῖς βαρβάροις, ὡς ἂν οὕτω τῇ πρὸς αὐτὸν ἀσχολίᾳ ἐπικαταλαβεῖν σφᾶς καὶ αὐτὸν γένοιτο. καὶ ἔτυχέ γε τοῦ σκοποῦ. ἐπειδὴ γὰρ τάχιστα τῶν πολεμίων ὁ Ἰωάννης ἐγ‐ γύθεν ἐγένετο, Βακχῖνον τὸν ἀρχιζουπάνον παίει μὲν κατὰ τοῦ
μεταφρένου, διελάσαι τὸ δόρυ προθυμηθείς· οὐ μέντοι γε καὶ110

111

ἐδυνήθη τῆς ὁπλίσεως ἀντισχούσης. ὁ δὲ ἐπιστραφεὶς ἔγνω πρὸς ἀνδρῶν διωκόμενος δυοῖν. συμπαρῆν γὰρ βασιλεῖ καὶ θάτερος Ἰωάννης, οὗπερ ἤδη ἐμνήσθην. ἑπτὰ γοῦν τῶν ἀμφ’ αὐτὸν ἐπα‐ γόμενος ξυμπλέκεται τῷ Καντακουζηνῷ, καὶ ἡ μάχη ἀπὸ χειρὸς
5ἤδη ἐγίνετο. ἐν τούτῳ δὲ τῶν βαρβάρων ἄλλου ἀλλαχόθεν συρ‐ ρέοντος ἀεὶ ἐν ἐσχάτοις ὁ Καντακουζηνὸς ἦν, καὶ εἰ μὴ βασιλεὺς ἐγγύθεν ἤδη παραφανεὶς ἐξεῖλεν αὐτὸν τοῦ κινδύνου, ἐδέησεν οἶμαι οὐδὲν βαρβαρικῆς ἔργον μαχαίρας γενέσθαι τὸν ἄνθρωπον. οὐ μὴν οὐδὲ αὐτὸς βασιλεὺς ἔξω κινδύνου ἐγένετο. λογισάμενος γὰρ
10ὡς εἰ τοῖς τὸν Ἰωάννην κυκλοῦσιν ἑπτὰ τέως οὖσιν αὐτὸς ἀντιτά‐ ξοιτο, ἐξέσται τοῖς ἄλλοις εἰς τριακοσίους ἤδη ἀριθμουμένοις κατ’ ἀμφοτέρων ἰέναι, δεῖν ἔγνω τῷ πλήθει ξυμπλακήσεσθαι πρό‐ τερον· ἐκείνων γὰρ ὑποχωρούντων ξυναποστῆναι καὶ τοὺς τὸν Ἰωάννην περιστοιχίζοντας εἰκὸς ἦν· καὶ δὴ τὸν ἵππον μυωπίσας
15περὶ μέσους εἰσήλασεν. ἀλλά τινα τούτων παῖσαι τῷ δόρατι προ‐ θυμηθεὶς τούτου μὲν διήμαρτεν. ἰσχιάσαντι γὰρ τῷ βαρβάρῳ ξυνέβαινε κενὴν τῆς πλευρᾶς διεκπεσεῖν τὴν αἰχμήν. ἀπὸ χειρὸς δὲ λοιπὸν αὐτῷ συνεπλέκετο. ὅπερ ὁ Βακχῖνός τε αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἰδόντες Ἰωάννην μὲν αὐτοῦ ἔλιπον, ἐπὶ δὲ βασιλέα
20δρόμῳ ἦλθον. καὶ τὸ πρᾶγμα φρίκης μεστὸν ἦν. ἀλλὰ βασιλεὺς τὸ μὲν δόρυ μεθίει, ὃ δὲ παρήρτητο ξίφος ἑλκύσας πυκνὰ παρ’ αὐ‐ τοῖς ἐστρέφετο παίων ἀεὶ καὶ παιόμενος, ἕως τῶν ἄλλων σκεδα‐ σθέντων εἰς αὐτόν τε καὶ Βακχῖνον τὰ τῆς μάχης ἀπεκρίνατο πά‐
σης, ἀνδρείᾳ τε διαφέροντα καὶ σώματι μεγάλῳ ἐς ἄγαν κεχρημέ‐111

112

νον. μετὰ πολλὴν γοῦν τινα συμπλοκὴν Βακχῖνος μὲν τῷ βασιλεῖ τῆς σιαγόνος τὸ ξίφος κατενεγκὼν ἔπληξεν, οὐ μὴν καὶ διελάσαι τὸ ἐκ τοῦ κράνους ἐπὶ τὰς ὄψεις ἠρτημένον ἠδυνήθη παραπέτασμα. οὕτω μέντοι ἰσχυρὰ ἡ πληγὴ γέγονεν, ὡς τοὺς κρίκους ἱκανῶς τῇ
5σαρκὶ ἐνιζήσαντας ἐπὶ πλεῖστον ἐκτυπωθῆναι. ὁ δὲ βασιλεὺς τῆς χειρὸς τὸν βάρβαρον ἀφελόμενος τῷ ξίφει τῷ ἐξαδέλφῳ παρεδί‐ δου φέρων, ὁ δὲ καὶ πάλιν ἐπὶ τοὺς πολεμίους ἐσφάδαζεν ἰέναι· ἀλλ’ ἀμφοτέρω τε τὼ Ἰωάννα καὶ Βακχῖνος ὁ βάρβαρος ἐπισχεῖν αὐτῷ τὴν ὁρμὴν ἴσχυσαν. ἤδη γὰρ τὸ εὔνουν ἐκεῖνος δεδουλωμέ‐
10νος ἐσχηματίζετο. τὰς οὖν τῆς κεφαλῆς αὐτῷ τρίχας ὑποδεικνὺς ἐντεῦθέν πως τὸ ὑπαντιάσον αὐτῷ πλῆθος ὑπεσημαίνετο. ἐν τούτῳ τῷ πόνῳ δυοῖν ὁ Καντακουζηνὸς δακτύλοιν θατέρας ἐστέρητο χει‐ ρός. βασιλεὺς δὲ ἀμφὶ τετταράκοντα πολεμίων ὑπαγόμενος δορυα‐ λώτους ἐπὶ τὸ στρατόπεδον ἦλθεν. ὅτε δὴ κἀκείνου εἰς μνήμην
15ἐλθών, ὃν ἤδη καταβαλὼν ἐκ τοῦ κατὰ τὸν ὀφθαλμὸν ἐπισήμου παρῆλθε τεκμηριωσάμενος, ἀνεζήτει τοῦτον ἐπὶ τοῦ στρατοπέδου τὸ σημεῖον εἰπών· ἐγένετο τοίνυν κἀκεῖνος καὶ ἀνεγνώριζε τὸν νε‐ νικηκότα καὶ ἀνεγνωρίζετο. οὐκ εἰς μακρὰν δὲ πρέσβεις παρὰ τοῦ ἀρχιζουπάνου ἐπὶ τὸ στρατόπεδον ἵκοντο ἀμνηστίαν αὐτῷ κακῶν
20ἐξαιτούμενοι. καὶ δὴ βασιλέως κελεύσαντος ἧκε μετὰ μικρὸν ὁ ἀνὴρ ἱκέτην ἐλεινὸν ἑαυτὸν παρεχόμενος. καὶ βασιλεὺς μὲν ἱκε‐
τεύοντα προσηκάμενος, ἀφῆκε τούτῳ τὴν ἁμαρτάδα. ὁ δὲ τοῦ112

113

ἐδάφους μικρὸν ἀνανεύσας, ἔνθα πρὸ τῶν βασιλέως ποδῶν ἰχνῶν ἔκειτο καταβαλὼν ἑαυτόν, ὅρκοις τὰ δεδογμένα ἐπίστου, δοῦλος ἐς τὸν πάντα ἔσεσθαι Ῥωμαίοις αἰῶνα βεβαιῶν· κἂν μὲν ἐπὶ τὴν ἑσπέραν στρατεύοιε, σὺν δισχιλίοις ἕπεσθαι ὡμολόγει, πολεμοῦσί
5γε μὴν ἐπὶ τῆς Ἀσίας πρὸς οἷς τὸ πρότερον εἰώθει τριακοσίοις καὶ διακοσίους ἤδη προσεπιπέμπειν. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ τὴν Κωνσταντίνου παλινδρομεῖ. ἐν τούτῳ δὲ καὶ ὁ στόλος τῶν ἀμφὶ τῇ Ἰταλίᾳ διαπεπραγμένος οὐδὲν ἐς Βυζάντιον ἦλθε. Δαλμάται μέντοι οὕτω δὴ τὸ ἐς Ῥωμαίους ἐτήρησαν δούλιον,
10ὥστε χρόνοις πολλοῖς ὕστερον Οὔρεσιν τῆς ἀρχῆς παραλύσαντες, ἐπειδὴ βασιλέως μηδὲν συνειδότος θατέρῳ τῶν ἀδελφῶν αὐτὴν ἐνεχείρισαν, ἔδεισάν τε ὡς τὸ εἰκὸς μή τι αὐτοῖς χαλεπήνῃ, καὶ Δέσε καὶ Οὔρεσιν ἄγοντες παρ’ αὐτὸν ἦλθον, ὅτῳ αὐτὸς ἐπιψη‐ φιεῖται ἀναγκαίως ὑπακούσεσθαι λέγοντες. δίκης τοίνυν αὐτοῖς
15ἀνοιγείσης βραβεῖόν τι ἐκ βασιλέως Οὔρεσις αὖθις τὴν ἀρχὴν ἔσχεν. ἀλλὰ ταῦτα μὲν ὕστερον. 10. Βασιλεὺς δὲ ἐπὶ τὴν Οὐννικὴν ἐχώρει, τὴν εἰς Δαλ‐ μάτας πρότερον καθάπερ εἴρηται συμμαχίαν ὑπόθεσιν πολέμου πεποιημένος αὐτοῖς. οὐ μὴν ἀκηρυκτὶ ἐπ’ αὐτοὺς ἦλθεν, ἀλλὰ
20γράμμασι πρότερον τά τε ἐς αὐτὸν ἡμαρτημένα σφίσιν ἐδήλου καὶ τὴν Ῥωμαίων αὐτίκα ἐμήνυεν ἔφοδον. ἐπειδὴ γοῦν πρὸς ταῖς
Ἴστρου ὄχθαις ἐγένετο, νεῶν οὐδαμῆ παρουσῶν ἃς ἐκ Βυζαντίου113

114

ἑτοιμασάμενος εἶχεν, ὡς μὴ τὴν ὀξύτητα τοῦ καιροῦ καταπροήσε‐ ται, ὃ καὶ μάλιστα κατορθωτικὸν ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, λεμβάδιόν τι ἀναβάς, ὁποῖα πρὸς ταῖς ἀκταῖς ἐνταῦθα διασαλεύει αὐτόξυλα, ἐπὶ τὴν περαίαν ἐφέρετο ἀπὸ ῥυτῆρος ἑλκόμενον τὸν
5ἵππον αὐτὸς ἔχων. ἑξῆς δὲ καὶ Ῥωμαίων στρατὸς τρόπῳ τῷ αὐτῷ περαιωσάμενοι τὴν Οὐννικὴν ἐπάτουν, ἐνδοτέρω τε προχωροῦν‐ τες ἀφειδῶς ἀεὶ τὰ ἐν ποσὶν ἔκειρον. ἦν δέ τι κρησφύγετον ἐν‐ ταῦθα ἐπὶ θάτερα τοῦ ποταμοῦ ἱδρυμένον Ζεύγμινον ὄνομα, τει‐ χέων τε καρτερότητι καὶ τῇ ἄλλῃ ἀσφαλείᾳ ἱκανῶς ἔχον. τοῦτο
10ἐπειδὴ μὴ ἐξ ἐπιδρομῆς ἑλεῖν εἶχεν, αὐτοῦ Θεόδωρον τὸν Βατάτζην σὺν στρατεύματι ἔλιπε γαμβρὸν αὐτῷ ἐπ’ ἀδελφῇ γεγονότα· ὁ δὲ τὰς τῇδε κώμας περιϊὼν ἄρδην ἠνδραποδίζετο. ὅτε καὶ Οὔννων στρατὸς ἐχώρει μὲν ὡς Ῥωμαίοις ἀντιταξόμενος· ἐπεὶ δὲ ἔγνω ἀνεφίκτοις ἐπιχειρεῖν μέλλων, προσεχώρει καὶ αὐτὸς τῷ βασιλεῖ,
15καὶ τὸ λοιπὸν κατ’ ἐξουσίαν ἤγετό τε καὶ ἐφέρετο πάντα. ἦν οὖν ἰδεῖν ἡλικίαν πᾶσαν δορύκτητον ἐλαυνομένην καὶ ἔθνη ὅλα κινού‐ μενά τε καὶ ἀναστατούμενα, καὶ ἣν Ἴστρος καὶ Σᾶος ποταμοὶ ἐξ Ἄλπεων ῥέοντες ἐπὶ Οὐννικῆς αὐτοματίζουσι νῆσον ἄνωθεν ἐφ’ ἑκάτερα σχιζόμενοι καὶ μετὰ πλείστην ὅσην ἐς ταὐτὸ πάλιν
20ἰόντες περίοδον, κενουμένην πᾶσαν καὶ κατοίκων σπανίζουσαν. ὅτε καὶ αὐτὴν τὴν ῥηγικὴν Ῥωμαῖοι κατεστρέψαντο οἰκίαν, πρᾶγμα ἐν τοῖς Ῥωμαίων μεγίστοις εὐτυχήμασιν ἀναγεγράφθαι ἄξιον. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ Ζεύγμινον ἦλθεν, ἔνθα ὁ Βα‐
τάτζης καθάπερ εἴρηται λειφθεὶς τὴν προσεδρείαν ἐποιεῖτο. ἀλλ’ οἱ114

115

τὸ φυλακτήριον ἔχοντες, ἕως μὲν οὐκ εἰς μακρὰν ἐπιβεβοηθηκέναι σφίσι τὸν ῥῆγα ἠλπίζετο, ἰσχυρῶς αὐτοῦ μετεποιοῦντο· ἐπεὶ δὲ ὁ μὲν ἠγγέλλετο παρὼν οὐδαμοῦ, Ῥωμαῖοι δὲ πρὸς τὸ τειχομαχεῖν ἤδη ἐγίνοντο, πρὸς τὸν ἐπηρτημένον κατορρωδήσαντες κίνδυνον ἔχρῃ‐
5ζον βασιλέως, ὡς ἐπ’ ἀθῴοις ἐντεῦθεν ἀπαλλαγησόμενοι σώμασιν ἐνδῶσι τὸ φρούριον αὐτῷ. τοῦ δὲ πρὸς τοῦτο ἀνανεύοντος, σχοί‐ νους τε τῶν τραχήλων ἐξῆψαν καὶ τὰ καλύμματα τῶν κεφαλῶν ἀποθέμενοι ξὺν ἀτιμίᾳ τῷ βασιλεῖ παρεῖχον ἑαυτούς. ὁ δὲ ἀπεῖπε Ῥωμαίοις τούτων μὲν ἀποκτιννύναι μηδένα, τὸ φρούριον δὲ μεγά‐
10λων μεστὸν ὂν ληΐζεσθαι ἀγαθῶν. 11. Ταῦτα Ῥωμαῖοι καταπραξάμενοι ὡς ἐπὶ Σᾶον περαιω‐ σόμενοι ἐφέροντο, πολλῷ στρατοπέδου τοῦ αὐτῶν πλείω τὴν ἀν‐ δραποδισθεῖσαν τῶν Οὔννων ἄγοντες ἡλικίαν. ἀλλ’ οὔπω ἐπεραιώ‐ σαντο, καὶ διήγγελεν ἡ φήμη τὸν Παιόνων ῥῆγα χεῖρα ἐπαγόμενον
15βαρεῖαν θυμῷ πολλῷ κατὰ Ῥωμαίων ἥκειν, ἤδη τὸν κατὰ Γαλί‐ τζης χώρας Ταυροσκυθικῆς πόλεμον εὐτυχῶς διενεγκόντα. οὗ δὴ ἕνεκα μάλιστα βασιλεὺς αὐτὸν ἠμύνατο, ἅτε παρὰ γνώμην τὴν αὐτοῦ Βλαδιμηρῷ ἐπιφυέντα (τοῦτο γὰρ ὄνομα τῷ Γαλίτζης ἄρ‐ χοντι ἔκειτο) ἀνδρὶ ὑποσπόνδῳ Ῥωμαίοις ὄντι. τούτων ἀκούσας
20ὁ βασιλεὺς τὸ μὲν ἄλλο στράτευμα καὶ ὅσον ἐν σκευοφόροις ἦν καὶ τὰ πλεῖστα τῶν ζωγρηθέντων πλήθει ἀριθμοῦ κρείσσω τυγχάνοντα ἐκέλευε διαπορθμευσαμένους ἐπὶ τῆς ἀντιπέρας μεῖναι ὄχθης· ὃ δὲ
τὸ ἀπόλεκτον τοῦ στρατοπέδου ἀναλαβών, καίτοι πολλὰ τῶν στρα‐115

116

τηγῶν οὐκ ἐπιψηφισαμένων τοῖς δόξασιν, ἐπείγετο τὴν ταχίστην συμπλακησόμενος αὐτῷ, λύκων οὐ λεόντων εἶναι φάμενος ἔργον τοῦ μὲν τῶν προβάτων κατεπείγεσθαι πλήθους, ποιμένων δέ πο‐ θεν ἢ κυνῶν ἐκφανέντων φεύγειν μηδὲν αἰσχυνομένους, μόνῳ τῷ
5αὑτοὺς καὶ τὰ θηραθέντα περισώζειν μόγις καὶ ἀγαπητῶς ἀρκου‐ μένους. ὅτε λέγεταί τι καὶ τοιοῦτον, ὁποῖον εἰ μὲν καὶ ἀντικρὺς προελομένῳ ἔδοξεν αὐτῷ, οὐκ ἔχω ἐπαινεῖν, εἰ δὲ καὶ προμηθείας τινὸς ὅπερ οἶμαι ἕνεκα καὶ τοῦ εὐψυχότατα Ῥωμαίους ἀμφ’ αὐτῷ ἀγωνιεῖσθαι, στρατηγικῆς ἥγημαι ἐπινοίας ἄξιον εἶναι. ἐπειδὴ
10γὰρ τῶν Σάου ναμάτων ἀπαίρειν ὡς ὑπαντιάσων τοῖς Παίοσι συνε‐ σκεύαστο ἤδη, παρηγγύα τῷ τὴν στολαρχίαν ἐμπεπιστευμένῳ θα‐ τέρᾳ τοῦ ποταμοῦ ὄχθῃ προσεσχηκότα αὐτοῦ σὺν ταῖς ναυσὶν ἵστα‐ σθαι, ἢν δέ ποτε Ῥωμαίων τις φυγὰς ἐπὶ τὴν ἑτέραν ἰὼν διαπορθ‐ μεύεσθαι ἀξιοίη, τὸν δὲ ἀλλὰ μηδὲ ὁρᾶν προσποιεῖσθαι τὸν ἄν‐
15θρωπον. “κἂν αὐτὸς” ἔλεγε “παρέσομαι βασιλεὺς ἕτερα τῶν παρόντων ἑλόμενος, ἀποπροσποιεῖσθαί σε τοὺς λόγους χρεών, ἢ μὴν μὴ οὕτω ποιῶν τὸν αὐτίκα οὐκ ἐκφεύξῃ ἀνασκολοπισμόν.” ταῦτα μὲν ὧδε διετάξατο, θάρσους οἶμαι θύραν τοῖς στρατιώταις, ὅπερ ἤδη ἔφην, ἐντεῦθεν ὑπανοιγνύς. τῆς γὰρ ἐκ δειλίας ὀνή‐
20σεως οὐδαμῆ παρούσης ἀνάγκη ἐς τὴν ἐπὶ τοῦ θάρσους μετασκευά‐ ζεσθαι ἀρωγήν. μέλλοντι δὲ ἄρτι που ἐκεῖθεν ἀπελαύνειν ἧκέ τις δορυαλώτων Ῥωμαίων φυγὰς ἐκ Παιόνων τὴν τοῦ ῥηγὸς ὅσον οὐκ
ἤδη μηνύων ἔφοδον. τούτων ἀκούσας ὁ βασιλεὺς οὐκέτι κατέχειν116

117

ἑαυτὸν οἷός τε ἐγένετο, ὡς μὴ πρότερον ἀφικόμενον τὸ Οὐννικὸν φεύγουσιν ἐπιθέσθαι δόξειε Ῥωμαίοις. ταξάμενος τοίνυν ἐχώρει παλίμπους. ὡς δὲ ὁ ῥὴξ μὲν οὐ παρῆν, Βέλοσις δὲ ὁ τὰ πρῶτα παρ’ ἐκείνῳ φέρων (Μπάνον ταύτην καλοῦσιν Οὖννοι τὴν ἀρχὴν)
5οὐ μακρὰν εἶναι ἠγγέλλετο, σπουδῇ ἐπ’ ἐκεῖνον ἐφέρετο. ἐπειδή τε συνεσκόταζεν ἤδη, τοῦ ἵππου ἀποβὰς αὐτός τε ἐπὶ τῆς ἀσπίδος ὑπτίου πρὸς τοῖς ὅπλοις ὕπνωσε τοῖς αὐτοῦ καὶ τὸ στράτευμα ἐπὶ τοῖς αὐτοῖς ξυνδιήγαγεν ἅπαν. τῇ δ’ ὑστεραίᾳ Βέλοσις μὲν ἐπιόντα βασιλέα πυθόμενος ᾤχετο πανστρατὶ σκήψεις τινὰς οὐχ ὑγιεῖς ἀνα‐
10πλάσας. πρόφασιν γὰρ τοῦ φεύγειν ἐκποριζόμενος μεμηνῦσθαι αὐτῷ πρὸς τοῦ ῥηγὸς ἔφασκε τῆς προκειμέγης ἀποκλίνοντι ὡς ἐπὶ Βρανιτζόβαν πόλιν ἰέναι, ὅπως ἐντεῦθεν μᾶλλον Ῥωμαίοις ἰέναι ἐλθεῖν αὐτὸν γένοιτο. βασιλεὺς δὲ τοῦ καὶ εἰσέτι διώκειν ἀποσχό‐ μενος ἐπὶ τὸν ποταμὸν ἐλθὼν ἐπεραιοῦτο, ἐν Βρανιτζόβῃ τε γεγο‐
15νὼς ἐνταῦθα ηὐλίζετο. ὀλίγῳ δὲ ὕστερον καὶ κατ’ ἄλλο που τῆς Οὐννικῆς μέρος, οὗ δὴ τὸ ὄρος ἐστὶν ὃ Τεμίσης πρὸς τῶν ἐγχω‐ ρίων ὠνόμασται, προνομεῦσαι διανοηθεὶς Βορίσην ἅμα στρατεύ‐ ματι ἔπεμπεν, ὃς καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ἐλέγετο τῷ Ἰατζᾷ φυῆ‐ ναι σπερμάτων κατὰ διένεξιν δέ τινα ἐς βασιλέα Ἰωάννην φυγὰς
20ἔτυχε πολλῷ πρότερον ἐλθών. ὁ δὲ τιμῆς τε μετέδωκεν ἱκανῶς καὶ κῆδος ξυγγενοῦς τινος ξυνῆψε κόρης αὐτῷ. οὗτος δὲ ὁ Βορί‐ σης πρὸς τῷ χώρῳ γενόμενος περιῄει τὰς τῇδε κωμοπόλεις ἀναστα‐
τῶν, πλήθεσί τε κατοίκων μονονουχὶ στενοχωρουμένας καὶ παν‐117

118

τοίοις περιβριθεῖς οὔσας καλοῖς. ὅτε δὴ καὶ φάλαγξι τρισὶν Οὐν‐ νικαῖς εἰς χεῖρας ἐλθὼν ἐτρέψατό τε κατὰ κράτος αὐτὸν βασιλέα παρεῖναι οἰηθείσας, καὶ βαρὺς ταῖς ὠφελείαις ἐκεῖθεν ἀναστρέψας εἰς τὸ Ῥωμαίων ἦλθε στρατόπεδον. ὁ δὲ ῥὴξ γνοὺς ὡς Βορίσης
5ταῦτα οὐ βασιλεὺς Ῥωμαίων εἰργασμένος ἔτυχε Παιονίαν τὰ δεινά, θυμομαχήσας ὀπίσω ἐδίωκεν. οὐ μὴν καὶ ἐδυνήθη Βορίσῃ συμ‐ μίξαι ἤδη νυκτὸς ὑπὸ λαμπάσι περαιωσαμένῳ, ἃς πολλὰς ἐκ τοῦ στρατοπέδου βασιλεὺς ὑπανῆψεν αὐτῷ. ὅτε καὶ δύο τῶν ἐκ τοῦ πεζῶν καταλόγου ἐπὶ τῆς ἀντιπέρας ἔτι λειφθέντες ὄχθης τῶν Οὔν‐
10νων ἀφικομένων τὰς τῇδε ὑπελθόντες λόχμας λαθεῖν ἴσχυσαν. ταῦτα κατωρθωκὼς βασιλεὺς πόλεις τε τὰς Παριστρίους ὡς ἐνῆν κρατυνάμενος ἐνταῦθα διατριβὴν ἐποιεῖτο, σκεπτόμενος τὸν Ἴστρον τε αὖθις διαβῆναι καὶ τῷ ῥηγὶ συμπλακήσεσθαι περὶ θατέραν τοῦ Ἴστρου ὄχθην ἐνστρατοπεδευομένῳ καὶ αὐτῷ. ὅπερ ἐκεῖνος μα‐
15θών, πρὸς τὴν ἀπὸ τῆς τύχης ἀποδειλιάσας ἔκβασιν, μὴ καὶ ἐν τούτῳ δυστυχήσαντος πανωλεθρίᾳ λοιπὸν τὸ Οὐννικὸν ἐκτριβῇ, ἐς βασιλέα πέμψας εἰρηναῖα διελέξατο, τοῦ λοιποῦ τε βασιλεὺς ἐς Βυζάντιον ἦλθεν ὑπὸ θριάμβῳ τε πομπεύσας λαμπρὰ θεῷ τὰ χα‐ ριστήρια ἔθυσεν. ὑπὸ τοῦτον τὸν χρόνον καὶ θυγάτριον αὐτῷ
20πρώτως ἄρτι ἐκ τῆς Αὐγούστης ἐτέχθη Εἰρήνης κάλλει διενεγκὸν Μαρία τε ὠνομάσθη καὶ βασιλὶς ἀνεβοήθη. 12. Ῥωμαῖοι μὲν ἐν τούτοις ἦσαν. Ῥογερίου δὲ τοῦ Σι‐
κελῶν τυράννου τὸ ζῆν καταστρέψαντος, Γιλίελμος ὁ ἐκείνου παῖς118

119

τὴν ἡγεμονίαν παραλαβὼν πολλά τε ξυνειδὼς ἐς τὴν Ῥωμαίων ἀρ‐ χὴν τῷ πατρὶ διημαρτημένα, δεῖν ἔγνω πρέσβεις ἐς βασιλέα πέμ‐ ψαι οὕτω τε τὰ διάφορα λῦσαι. ἧκον οὖν ἄνδρες ἐπίσκοπον ἕκα‐ στος περικείμενος ἀρχήν. ἦν δὲ ὁ τῆς πρεσβείας νοῦς τοιοῦτος.
5χρήματα μὲν καὶ σώματα ὁπόσα Ῥογέριος Εὐβοίας τε καὶ Θηβῶν τῶν ἐν Ἑλλάδι πόλεώς τε Κορίνθου, καθάπερ μοι δεδιήγηται, ναυσὶ περιαρπασάμενος ἔτυχε, ταῦτα δὲ πάντα ἀποδοῦναι ἀπηγ‐ γέλλετο, βασιλεῖ δὲ πάντα ὅσα βουλομένῳ ἔσται ὑπηρετήσειν ἄσμε‐ νος ὡμολόγει. ἀλλὰ βασιλεὺς τοὺς πρέσβεις μὲν ἀπεπέμψατο,
10στόλον δὲ νεῶν ἀγείρας στρατόν τε ἐμβιβάσας αὐτῷ, στρατηγοῦντι Κωνσταντίνῳ ὃν Ἄγγελον ἐπεκάλουν θεῖον αὐτῷ γεγονότα, ἐκέλευε περί που τὴν Λακωνικὴν προσεσχηκότα ἐνταῦθα καὶ τὸ λοιπὸν τοῦ στόλου ὅσον οὐδέπω ἀφιξόμενον περιμεῖναι μέρος. ὁ μὲν οὖν ἄρας ἐκ Βυζαντίου πνεύματός τε ἐπιφόρου τυχὼν ἀκρωτηρίῳ τῆς Λα‐
15κωνικῆς προσέσχεν, ὃ Μονεμβασία ἐκ τῆς τοῦ τόπου θέσεως πρὸς τῶν πολλῶν ὀνομάζεται. βασιλεὺς δὲ Ἰατζᾶν τῶν Παιόνων ῥῆγα τοῖς φθάσασιν ὠδίνοντα ἐξαπιναίως ταῖς Παριστρίοις ἐπιτεθήσε‐ σθαι πόλεσι διανοεῖσθαι μαθών, προφθάνειν ἠπείγετο τὴν ἐγχεί‐ ρησιν. καὶ δὴ πρὸς ταῖς τοῦ Ἴστρου καὶ πάλιν ὄχθαις ᾗ τάχους
20εἶχε γενόμενος ἀντεκάθητο τῷ Οὐννικῷ ἐπὶ θάτερα ἐνεστρατοπε‐ δευμένῳ καὶ αὐτῷ. μέχρι μὲν οὖν τινος οὐδέτεροι χειρῶν ἄρχειν
ἤθελον, ἄλλως τε καὶ νεῶν οὔπω Ῥωμαίοις ἐν τῷ τέως παρουσῶν.119

120

ἐπεὶ δὲ ἡμέραις τισὶν ὕστερον Ῥωμαῖοι ἐκ τῶν παρόντων ναυπηγη‐ σάμενοι ἀκάτια ὅτι πλεῖστα καθείλκυσαν εἰς τὸν ποταμόν, γνοὺς τὰ πρασσόμενα τῶν Παιόνων ὁ ῥὴξ δείσας τε, ὅπερ ἔφην, μὴ καὶ δεύτερον ἠτυχηκὼς περὶ αὑτοῦ κινδυνεύσῃ τῇ ἀρχῇ, ἐπὶ συμβάσεις
5καὶ πάλιν ἐχώρει. πρέσβεις τε πέμψας ᾐτεῖτο χιλιάσιν οὐ πλέον δέκα ζημιωθὲν τὸ Οὐννικόν, τὴν ἄλλην τῶν αἰχμαλώτων πληθὺν ἀπολαμβάνειν αὖθις. οὕτω γὰρ φίλα διὰ βίου Ῥωμαίοις φρονή‐ σειν ἔλεγε καὶ ἐν ὑποσπόνδοις τετάξεσθαι αἰῶνα τὸν πάντα. ἐπὶ τούτοις οὖν τῆς εἰρήνης τελεσθείσης ἐκεῖθεν ὁ Ῥωμαίων ἀνεζεύγνυ
10στρατός. 13. Ἐν τοιούτοις μὲν τὰ κατὰ τὴν ἤπειρον εἶχε. τὰ δὲ κατὰ θάλασσαν κακότητι στρατηγοῦ εἰς τοὐναντίον ἐτελεύτα. ὁ γὰρ Ἄγγελος ἐκ τῆς κατ’ Αἴγυπτον γῆς καὶ ποταμοῦ Νείλου τὸν Γιλιέλμου στόλον ἀνάγεσθαι μαθὼν λαφύρου πλησάμενον ὄλβου τε
15τοῦ ἐνταῦθα, μέγα τι δρᾶσαι ᾠήθη. ὅθεν καὶ τὸν ἐκ Βυζαντίου λοιπὸν οὐκ ἀναμείνας στόλον ὡς εἶχε τάχους ἀνήγετο, ὑπαντιάσειν αὐτῷ προθυμούμενος, καίτοι πολλὰ πρὸς τοῦτο βασιλέως ἀπολέ‐ γοντος γράμμασί τε παρεγγυωμένου μὴ ἂν οὕτως ὀλιγανδρούσῃ δυνάμει πρὸς πολλῷ πλέονα διαγωνίσασθαι ἰσχύν. κωλῦσαι γὰρ
20ἐμαρτύρετο οὐδὲν αὐτὸν πρὸς τῶν βαρβάρων ἁλῶναι τὸν Ἄγγελον καὶ οὐδὲ ἄγγελον γοῦν ἐκεῖθεν ἐπανήξειν, ὃ δὴ λέγεται. ἀλλ’ ἐκεῖ‐ νος περὶ ἐλάσσονος ταῦτα πεποιημένος τῷ Σικελικῷ ἤδη παραφα‐
νέντι ξυνέμιξε στόλῳ. Σικελοὶ τοίνυν τὸ μὲν πρῶτον πρύμναν120

121

ἐκρούσαντο παλίντροποί τε συντεταγμένως ἐχώρουν. ἐπεὶ δὲ Ῥω‐ μαίους ἀταξίᾳ πολλῇ ἔχεσθαι ἔγνωσαν τό τε εὐαρίθμητον αὐτοῖς τῶν νεῶν ἤδη καταφανὲς ἦν, αἴφνης ἐπιστραφέντες ἐφέροντο κατ’ αὐτοῦ, τοῦ κατὰ πρύμναν Ῥωμαίοις ἱσταμένου πνεύματος
5τύχῃ τινὶ ἐπὶ τὴν πρώραν μεταθεμένου. αἱ μὲν οὖν ἄλλαι Ῥω‐ μαίων νῆες τοῦ Ἀγγέλου κατάρξαντος, ὃς τῷ πρωτοστρατήγῳ ἀδελφὸς ἦν (ὀλίγων δὲ νεῶν καὶ αὐτὸς ἦρχε) φυγῇ ἀκόσμῳ ἐχρῶντο. Κωνσταντῖνος δ’ ἐν μέσοις τοῖς πολεμίοις ἀπολειφθεὶς ὑπὸ ταῖς αὐτῶν ἐγεγόνει χερσί, τοῦτο τῆς ἀβουλίας ὀνάμενος τῆς
10αὑτοῦ. τοιαῦτα καινοτομῆσαν ἐξῆκεν ἤδη τὸ ἔτος ἐκεῖνο. 14. Βασιλεὺς δὲ νεωτερίζειν καὶ πάλιν τὸν Παιονάρχην ἀκούσας (οὐ γὰρ ἠνείχετο τηλικαῦτα περιυβρισμένος), ἤδη τῆς ἐπὶ τὸν Ἴστρον καὶ πάλιν φερούσης ἥπτετο. τοῦ δὲ πρὸς τὴν ἐπέ‐ λευσιν ἐκπλαγέντος περὶ εἰρήνης τε καὶ αὖθις διαπρεσβευσαμένου,
15τότε μὲν ἐλύετο σφίσιν ὁ πόλεμος καὶ τὰ τῆς εἰρήνης ἐγέλα καλά, ὀλίγῳ δ’ ὕστερον Ἀνδρονίκου τοῦ βασιλέως ἐξαδέλφου τὰς αἰτίας ἐνδόντος κατὰ Ῥωμαίων καὶ αὖθις ἐπολεμώθη. ἀλλὰ ταῦτα μὲν ὕστερον. τότε δὲ βασιλεὺς τοῦτον δὴ τὸν Ἀνδρόνικον ἐπὶ τὴν Κι‐ λίκων καὶ Ἰσαύρων ἔπεμπε γῆν, στρατηγὸν αὐτοκράτορα τοῦ πο‐
20λέμου τοῦδε καταστησάμενος. Τερόζης γὰρ ἀνὴρ τύχης ἐπιφα‐ νοῦς Ἀρμένιος γένος πρὸς βασιλέως Ἰωάννου δορυάλωτος ἐκ μα‐ κροῦ γεγονώς, ὁπότε πρὸς τοῖς Ἰσαύρων ἐκεῖνος ἐστράτευεν ὅροις, φυγὰς ἐκ Βυζαντίου ἐπὶ Κιλικίαν ἦλθε καὶ ἀποστασίαν ὠδινήσας
τῆς Ῥωμαίων χειρὸς ἀφιστᾷν ἐπεχείρει πόλεις τὰς τῇδε. Ἀνδρό‐121

122

νικον μὲν δὴ τούτου ἕνεκα βασιλεὺς ἔπεμψε, καίσαρα δὲ ἐφ’ ᾧ Κωνστάντζᾳ τῇ Ῥαϊμούνδου τοῦ πρίγκιπος ἐς γάμον συνελθεῖν γυ‐ ναικὶ ἐξ ἀνθρώπων ἤδη γεγενημένου τρόπῳ ὃν αὐτὸς ἄρτι δηλώσω. φρούριόν τι ἀγχοῦ Βερροιαίων ἱδρυμένον Ἀντιοχεῦσιν ἐς φόρου
5τυγχάνον ἀπαγωγὴν οἱ τῇδε περικαθίσαντες βάρβαροι, ἐπειδὴ τῶν ἀναγκαίων ὑποσπανίζειν αὐτὸ ἔγνωσαν, πολιορκίᾳ παραστήσασθαι ἐπεχείρουν. Ῥαϊμοῦνδος τοίνυν ἑτοιμότατος εἴπερ τις εἰς τὰ πο‐ λέμια γεγονὼς πράγματα τούτων ἀκούσας σπουδῇ πολλῇ σὺν τῷ ἀμφ’ αὐτὸν στρατεύματι ἐπὶ τὸ φρούριον ἦλθεν, οὐχ ὑπομεινάν‐
10των τε τῶν πολεμίων τὰ ἐπιτήδεια τῷ φρουρίῳ ἐσκομίσας ἐκεῖθεν ἀνεζεύγνυ. ἐπειδή τε ἀμφὶ δείλην ὀψίαν ἤδη ἦν, τῷ μὲν προσω‐ τέρω ἔτι ἀπιέναι ἐδόκει, ἅτε χώρου τέως μηδαμῆ παρόντος, ἐφ’ ᾧ καταλύειν αὐτοὺς ἀσφαλὲς ἦν. τοῖς μέντοι περὶ αὐτὸν καμάτῳ τῷ ἐκ τῆς ὁδοιπορίας πεπονηκόσιν ἤδη αὐτοῦ που σκηνοῦν ἤρεσκεν,
15χῶρόν τέ οἱ ὑπεδείκνυσαν μέρει μὲν τῷ πλείστῳ τέλμασι περιειλημ‐ μένον, τῷ δ’ ἄλλῳ βουνοῖς εἰργασμένῳ καὶ ἀκρολοφίαις αἳ τῇδε ἀνεῖχον. ἀλλ’ ὁ μὲν αὖθις ἰσχυρογνώμων ἦν καὶ δεδιέναι ἔλεγε μὴ ἐντεῦθεν, τὸν λόφον δεικνύς, νύκτωρ τῶν πολεμίων ἐπιθεμέ‐ νων ἀδιεξίτητα ἡμῖν ἔσται, καὶ τὸ λοιπὸν ἅτε ἄρνες ἔνδον ἐνσηκα‐
20σθέντες θνήσκοιμεν οὐδὲν ἀμύνεσθαι ἱκανοί. ἀλλὰ τῶν σὺν αὐτῷ τις ἰταμοὺς ἐς τὸν ἄνδρα ἀπερρίπτει λόγους καὶ δειλίας ταῦτα, οὔ‐ μενουν προμηθείας ἔλεγεν εἶναι. πρὸς ταῦτα θυμῷ Ῥαϊμοῦνδος
ὑποβληθεὶς “οἶδα” εἶπεν “ὦ βέλτιστε, ὡς εἴ γε ἐντεῦθεν παρέλ‐122

123

θοιμεν οὐ μήποτε ταῦτα ἐπεγκαλῶν ἡμῖν παύσαιο· ταύτῃ καὶ ἡμεῖς μέν, ἐπεί σοι δοκεῖ, ἐνταῦθα σκηνώσομεν, σὺ δὲ ὅρα μὴ οὐκ ἐπὶ τῶν ἔργων δεικνύναι ἣν ἄρτι οὐδὲν δέον ἐπηγγείλω γενναιότητα ἱκα‐ νὸς ἡμῖν ἔσῃ, πηνίκα πολεμίων στρατὸς ὅθεν αὐτὸς ἔφην ἡμῖν εἰσ‐
5πεσὼν δεινὰ ἐργάζεται.” Ῥαϊμοῦνδος μὲν τοσαῦτα εἰπὼν εἴσω τοῦ χώρου ἐγένετο, ἔνθα καθείρξεσθαι διηνεκὲς αὐτῷ ἔκειτο· Πέρ‐ σαι δὲ ἐπειδὴ πόρρω τῶν νυκτῶν ἦν ἤδη, ὅθεν εἴρηται αὐτοῖς ἐπι‐ θέμενοι ἵππους τε καὶ αὐτοὺς ἔκτειναν, οὐδὲν οὔτε ἀμύνεσθαι οὔτε ἄλλως σώζεσθαι δεδυνημένους. ἀλλ’ ὅπερ ἐλέγομεν, Ἰωάννης μὲν
10καῖσαρ ἐπὶ τοιούτοις εἰς Ἀντιόχειαν ᾔει, ὧν δὲ ἕνεκα ἦλθε δράσας οὐδὲν (ἅτε γὰρ ἔξωρον ὄντα οὐ σὺν ἡδονῇ Κωνστάντζα εἶδεν) ἐπὶ Βυζάντιον ἀνεχώρει, νόσου τε ἐνσκηψάσης αὐτῷ, ἐκείρατό τε τὴν κόμην καὶ μέλαιναν ἠμφίεστο. 15. Ἀνδρόνικος δὲ ἐπειδὴ τῆς Κιλίκων εἴσω ἐγενέτο γῆς,
15Τερόζου ἐπὶ Μοψουεστίας διατριβὴν ποιουμένου, πανστρατὶ εἰς πολιορκίαν καθίστατο. καὶ τάχα ἂν ἐξέδρασέ τι καὶ γενναῖον καὶ τὸν ἀποστάτην ἐν χερσὶ κατὰ πολλὴν ἐποιήσατο τὴν εὐπέτειαν, εἰ μὴ ῥᾳστώναις καὶ παιδιαῖς ἑαυτὸν ταῖς ἐπὶ σκηνῆς ἐδεδώκει οὕτω τε τὰ Ῥωμαίων ἔσφηλε πράγματα. Τερόζης γὰρ ἐπειδὴ τὴν Ἀν‐
20δρονίκου ἔγνω μαλακίαν καὶ τῆς οὐδὲν δέον ἐπικαθιζούσης αὐτῷ ξυνῆκεν ἀσελγείας, νύκτα τηρήσας ἀσέληνον, καθ’ ἣν ὑετίζειν ἔτυχεν ἄσχετα, πολλὰ τοῦ Μοψουεστίας τείχους διαλύσας μέρη
ἀθρόον τε τὸ σὺν αὐτῷ ἅπαν ἐξαγαγὼν πλῆθος, προσέβαλέ τε123

124

Ῥωμαίοις μηδὲν προειδόσι καὶ κατὰ κράτος ἐτρέψατο. Ἀνδρόνικος δὲ ὀψὲ τοῦ καιροῦ συναισθόμενος (ἐτύγχανε γάρ, καθάπερ ἔφην, ὀλιγωρίᾳ πολλῇ τινι κεχρημένος) ἵππον τε ἀνέβη καὶ σὺν τῷ δό‐ ρατι ἀπελαύνων ἔργα μὲν χειρὸς ἐπεδείξατο θαυμαστά (ὡς γὰρ
5πολλάκις ἔφην, τῶν τῆς γενναιότητος λόγων οὐδενὶ τῶν μεγάλων ὑπεχώρει), δρᾶσαι ὅμως δεδυνημένος οὐδὲν μόγις διαφυγὼν εἰς Ἀντιόχειαν ἦλθεν. ἐν ταύτῃ τῇ μάχῃ καὶ Θεόδωρος ὁ Κοντοστέ‐ φανος ἐς τὸ τῶν σεβαστῶν ἀξίωμα ἥκων τὸν ἵππον τοξεύματι ἀπο‐ βαλὼν ὑπό του τῶν Ῥωμαίοις μισθαρνούντων τὴν κεφαλὴν ἀπηρά‐
10χθη κατὰ ἔχθος τὸ πρὸς αὐτόν. λέγεται γὰρ ὡς ἐτύγχανε πολλῷ πρότερον ὁ Θεόδωρος τὸν κακοδαίμονα τοῦτον τῆς βασιλείου ἐπὶ κακῷ τῷ αὑτοῦ διωσάμενος αὐλῆς. 16. Ἃ μὲν ἐπὶ Κιλικίας κατ’ ἐκεῖνον τὸν χρόνον ἐγένετο, τοιάδε τινὰ ἦσαν. Ἀνδρόνικος δὲ ἐξ Ἀντιόχου πόλεως ἐπὶ Βυζάν‐
15τιον ἰὼν ἐν βασιλείοις καὶ πάλιν οὐδὲν ἧττον ἀπόβλεπτος ἦν παρ‐ ρησίας τε παρὰ δόξαν ἀπέλαυε τῆς προτέρας. ἐλέγετο δὲ ὅτι λά‐ θρα τοῦτον παραλαβὼν βασιλεὺς πικρότατα ἐλοιδορήσατο, ὀλιγω‐ ρίαν τε περὶ τὰ στρατιωτικὰ τῷ ἀνθρώπῳ ἐπικαλῶν καὶ τὰς παρα‐ καιρίους αὐτῷ προσονειδίζων ἀνέσεις· ἔν γε μὴν τῷ ἐμφανεῖ λαμ‐
20πρῶς αὐτὸν ἐδωρεῖτο καὶ ὑπὲρ τοὺς ἄλλους ἐτίμα. ἀμέλει καὶ τότε Ναϊσοῦ τε καὶ Βρανιτζόβης προκεχείριστο δοῦκα, προσέτι καὶ Κα‐ στορίαν αὐτῷ ἔδωκεν. ἀλλ’ ἐκεῖνος εἰ μὲν καὶ ἀρχῆθεν ἀποστασίαν
ὤδινε καὶ ταύτην παρ’ ἑαυτῷ τὴν ἐπιθυμίαν εἶχεν, οὐκ ἔχω ἰσχυ‐124

125

ρίσασθαι· ἐξ ὅτου γε μὴν τὸ δυσμενὲς αὐτῷ κατεφάνη, ἐντεῦθεν ἑλὼν διηγήσομαι. βασιλεῖ Μανουὴλ ἄρτι τὴν βασιλείαν παραλα‐ βόντι ἐπιμελὲς ἐγένετο μάλιστα ὅπως ἂν Ῥωμαῖοι ἐπὶ τὸ βέλτιον τοῦ λοιποῦ τὴν ὅπλισιν μεταβάλοιεν. ὅθεν καὶ ἀσπίσι κυκλοτερέσι
5φράγνυσθαι εἰθισμένον αὐτοῖς πρότερον φαρετροφορεῖν τε τὰ πλεῖ‐ στα καὶ τόξοις τὰς μάχας διαφέρειν, ὃ δὲ ταύτας μὲν ποδήρεις προβεβλῆσθαι αὐτοὺς ἐδιδάξατο, δόρατα δὲ κραδαίνειν μακρὰ καὶ ἱπποσύνῃ δεξιώτατα χρῆσθαι ἠσκήσατο. τὰς γὰρ ἐκ τῶν πολέμων ἀνέσεις πολέμων αὐτὸς ποιεῖσθαι θέλων παρασκευάς, ἱππεύεσθαι
10εἰώθει τὰ πολλὰ σχῆμά τε πολέμου πεποιημένος παρατάξεις τινὰς ἀντιμετώπους ἀλλήλαις ἵστα. οὕτω τε δόρασιν ἐπελαύνοντες αὐ‐ τοξύλοις κίνησιν ἐγυμνάζοντο τὴν ἐν τοῖς ὅπλοις. τοίνυν καὶ ἐν βραχεῖ Ῥωμαῖος ἀνὴρ τὴν Γερμανῶν καὶ Ἰταλῶν ὑπερῆρεν αἰχμήν. οὐ μὴν οὐδὲ αὐτὸς βασιλεὺς τῶν ἀγώνων τούτων ἀπῆν, ἀλλ’ ἐν
15τοῖς πρώτοις ἐτάττετο δόρυ κραδαίνων μήκει καὶ μεγέθει οὐδενὶ ξυμβλητόν. πρὸς γὰρ τοῖς εἰρημένοις καὶ ὑπερφυές τι χρῆμα ἐξῆ‐ πτο σημαίας, ἣν ἅτε μέρεσι διῃρημένην ὀκτὼ ὀκτώποδα καλεῖν ἔθος ἐστίν. ὃ δὴ καὶ Ῥαϊμοῦνδόν φασιν ἐκεῖνον θαυμάσαντα ἄν‐ δρα κατὰ τοὺς θρυλλουμένους Ἡρακλεῖς, ὁπηνίκα ἐς Βυζάντιον
20ἦλθε, τέχνην τέ τινα τὸ πρᾶγμα εἶναι νομίσαι καὶ προσιόντα βασι‐ λεῖ αὐτό τε τὸ δόρυ καὶ τὴν ἀσπίδα αἰτῆσαι, λαβόντα τε ἐπειδὴ
τἀληθὲς ἔγνω, σὺν ἐκπλήξει τὸν σκοπὸν ἀνειπεῖν.125

126

17. Τοῦτον δὴ τὸν ἀγῶνα πρὸς Ἡρακλείᾳ ποτὲ τῇ Μυσῶν γυμναζομένου βασιλέως, τετύχηκε τὸν Ἀνδρονίκου τοῦ σεβαστο‐ κράτορος παῖδα Ἰωάννην, περικαλλῆ τινα νεανίαν καὶ ἀγαλματίαν, ἄντικρυς Ἰταλικοῦ τινος δόρατος προσβολῇ θάτερον πηρωθῆναι
5τοῖν ὀφθαλμοῖν. ὅθεν καὶ παραμυθεῖσθαι αὐτῷ τὸ δυστύχημα θέλων πρωτοβεστίαρχόν τε προὐβέβλητο καὶ ἐς τὸ τῶν πρωτοσεβά‐ στων ἀνεβίβασεν ἀξίωμα. τοῦτο, φασί, μεγάλα τῆς Ἀνδρονίκου καθίκετο ψυχῆς. ὠδίνων τοίνυν ἐξ ἐκείνου καὶ δολώσεις ἀεὶ ἐπι‐ νοῶν, ὁπότε μὲν προσεχῶς ἐπὶ τῆς Κιλίκων ἐστράτευε γῆς, ῥῆγά
10τε τὸν Παλαιστίνης καὶ τῶν Περσῶν ὑπεποιεῖτο σουλτάν· τὴν Ναϊσοῦ δὲ καὶ Βρανιτζόβης ὥσπερ εἴρηται ἀρχὴν πιστευθείς, γράμμασι τῷ Παιόνων ὑπισχνεῖτο ῥηγί, εἴ γε βουλομένῳ ἐπιθέσθαι τυραννίδι συλλήψοιτο τῆς ἐγχειρήσεως αὐτῷ, ἐπειδὰν δὲ τοῦ ἐφε‐ τοῦ τύχῃ Βρανιτζόβης τε αὐτῷ καὶ Ναϊσοῦ ὑπεκστήσεσθαι πόλεως.
15ὅπως μέντοι μὴ ἔκπυστα ταῦτα γεγονότα ὑπαίτιον αὐτὸν τοῦ λοι‐ ποῦ καταστήσωνται, ἔγνω ἑτέραν τραπέσθαι. ἐδήλου τοίνυν βα‐ σιλεῖ βούλεσθαι τῶν κατὰ Παιονίαν τινὰς δυναστῶν φιλίως αὐτῷ προσφέρεσθαι ἀρξαμένους δόλῳ ὑπελθὼν ὑπὸ τὴν ἑαυτοῦ ῥᾳδίως θεῖναι παλάμην. βασιλεὺς δὲ ξυνίει μὲν τοῦ δόλου· ἔφθη γὰρ ἤδη
20καὶ εἰς χεῖρας αὐτῷ τὰ γράμματα ἐλθεῖν, δι’ ὧν Ἀνδρόνικος τῷ Παιονάρχῃ τὰ προειρημένα ἐτύγχανε διωμολογηκώς. ἐξελέγχειν δὲ θέλων αὐτὸν ἐφίησι ποιεῖν κατὰ ταῦτα μηδὲν ὑποστελλομένῳ.
ὁ δὲ πάντα αὐτῷ τοῦ λοιποῦ περιῃρῆσθαι τρόπον ὑποψίας οἰηθεὶς126

127

ἀδεῶς ἔς τε Οὔννους καὶ τὸν Ἀλαμανῶν διεπρεσβεύετο ῥῆγα, πρὸς ἐπικουρίαν ἐν καιρῷ καὶ αὐτὸν ἐπισπώμενος. ταῦτα Ἀνδρόνικος ἐσκευωρηκὼς ἐπὶ Βυζάντιον ἦλθε, τὰς μεταξὺ Ῥωμαίων καὶ Οὔν‐ νων σπονδὰς ἤδη τῷ φαινομένῳ τετελεκώς. βασιλεὺς δὲ οὐκ οἶδα
5εἴτε κηδόμενος τοῦ ἀνθρώπου (ὑπερφυῶς γὰρ ἐφίλει τοῦτον ἅτε καὶ ἡλικιώτην αὐτῷ γεγονότα τροφῆς τε αὐτῷ μεταλαχόντα καὶ παιδείας τῆς αὐτῆς, ἀμέλει καὶ δρόμοις τε αὐτῷ καὶ πάλαις καὶ ἀγῶσιν ἄλλοις συγγυμνασάμενον πολλοῖς) εἴτε καὶ ἄλλό τι ἐννοού‐ μενος, τότε μὲν καὶ ἔτι ἠνείχετο κακουργοῦντος. ἐπεὶ δέ ποτε καὶ
10ἐν Ἡρακλείᾳ ἐγένετο τῇ Μυσῶν, ἣν Πελαγονίαν τινὶ γλώττῃ κα‐ τακολουθοῦντες Ῥωμαῖοι νῦν ὀνομάζουσιν, ἐξῆλθε μὲν πρὸς θήραν ὁ βασιλεὺς ἔννυχος, ὥσπερ εἰώθει τὰ πολλά, κοιτασάμενος. ἡ γὰρ τοῦ σώματος αὐτῷ γενναιότης καὶ πρὸς ἄρκτους ἐξῆγε καὶ πρὸς τοὺς ἀγρίους ἀνθώπλιζε τῶν συῶν πεζῇ τὰ πλεῖστα σὺν ἀκοντίῳ
15ξυμπλεκόμενον. ἐλέγετο δὲ ὡς καὶ τεθωράκιστο τὰ πρῶτα καὶ σχε‐ δόν τι ἑκάστοτε πρὸς τοῖς ὅπλοις ἦν, τὰς ὡς ἐφέρετο τοῦ σεβαστο‐ κράτορος Ἰσαακίου καὶ τοῦ μεγάλου στρατάρχου φυλαττόμενος ἐπιβουλάς, κἂν οὗτος οὐδὲν ἄλλο αὐτὸν μέχρι τέλους ἔδρασεν ἄχαρι ὅτι μὴ τὰς βασιλείους ἀφείλετο σφραγῖδας, δι’ ὧν ὑποσημαίνεσθαι
20τὰς δωρεὰς βασιλεὺς εἴωθεν. οὐ μὴν ἀπροφασίστως καὶ ταύτας, ἀλλ’ ἀπ’ αἰτίας ἧς αὐτὸς ἐρῶν ἔρχομαι. διατρίβοντι ἐν Μελαγ‐ γείοις τῷ βασιλεῖ περί τινα χῶρον ᾧ Μεταβολὴ ὄνομα, λόγοι προὐ‐
φέροντο ἐπὶ ἀρίστου. ἔνθα τῶν ἄλλων καθάπαξ ἁπάντων τὰ βα‐127

128

σιλέως ἐξαιρόντων ἔργα, ὁ Ἰωάννης τὰ τοῦ πατρὸς μᾶλλον ὑπερῇρε καὶ ὑπερετίθει πολλῷ. ὁ μὲν οὖν βασιλεὺς ἔστεργε τοῖς λεγομένοις καὶ ἠγάπα τοῦ πατρὸς ἐλασσούμενος. ὡς δ’ ἐπαχθὴς τοῖς ἄλλοις Ἰωάννης εἶναι ἐδόκει, ὁ δὲ οὐ μέχρι τούτου τὸν λόγον ἵστησιν.
5ἔδοξε γὰρ ἂν ἐπιδείξει πίστεως τῆς πρὸς τὸν οἰχόμενον αὐτοκρά‐ τορα ταῦτα προφέρειν, ὅπερ οἶμαι πολλοὶ τῶν ἀνθρώπων ποιεῖν ἴσασιν· αἱ γὰρ πρὸς τοὺς μηκέτι ὄντας εὔνοιαι ἐχέγγυοι τοῖς πε‐ ριοῦσιν εὐγνωμοσύνης τῆς εἰς αὐτοὺς γίνονται. ὁ μὲν οὖν πρὸς τούτοις καὶ δριμύτερον ἥπτετο καὶ ἠγνωμόνει τῷ υἱῷ. ὅτε δὴ στά‐
10σεως ἀναφθείσης Ἀνδρόνικος μὲν οὗτος θυμοδακῆ τινα ἐς τὸν σε‐ βαστοκράτορα ἐπιρρίψας παρ’ ὀλίγον ἦλθε τοῦ ξίφει πρὸς αὐτοῦ τὴν κεφαλὴν ἀφῃρῆσθαι, εἰ μὴ βασιλεύς τε αὐτοῦ τὴν χεῖρα ὑπερέ‐ σχε καὶ Ἰωάννης ὁ Δοῦκας, ὃς καὶ αὐτὸς ἐξάδελφος τῷ βασιλεῖ ἦν, τὴν μάστιγα ᾗ τοὺς ἵππους ἐπείγειν εἴθισται τῷ ξίφει καταφερο‐
15μένῳ ὑποθεὶς ἀμβλεῖαν ἐπὶ τὴν Ἀνδρονίκου γνάθον ἐνεχθῆναι ἐποίησε τὴν φοράν. ὁ μὲν οὖν τοῦτον ἐρρύσθη τὸν τρόπον· βα‐ σιλεὺς δὲ τὴν χεῖρα καθάπερ ἔφην τοῦ Ἀνδρονίκου ὑπερσχὼν ἐπλή‐ γη, οὐ μέντοι καιρίαν ἀλλ’ ὅσον ὀλίγον τὴν σάρκα διαστῆναι, ἧς τὴν οὐλὴν διὰ βίου ἐπὶ καρποῦ ἔφερεν. ἡ μὲν οὖν τούτου φιλονει‐
20κία ἐπὶ τοσοῦτον προελθοῦσα κατεσιγάσθη. βασιλεὺς δὲ Ἰσαάκιον μὲν ἀφ’ ἑαυτοῦ ἐποιήσατο ἡμερῶν τινων ἄχρι, Ἰωάννην δὲ κρίσει παραδοὺς δίκην αὐτῷ τὴν εἰρημένην ἐπετίθει πολλῷ τῆς ἐκ τῶν νό‐
μων ἐλάσσω. ἀλλ’ ἐπανακτέον τὸν λόγον ἐπὶ τὰ πρότερα.128

129

18. Ἐπειδήπερ ὁ Ἀνδρόνικος νυκτέρῳ κυνηγεσίῳ βασιλέα διατρίβοντα ἔγνω, ἱκανοὺς Ἰσαύρων τῶν περὶ αὐτὸν ὁπλισάμενος, οἵπερ ὡς κατὰ παντὸς αὐτῷ ξυνασπίσωσι πίστεις ἔδοσαν φθάσαν‐ τες, ἵππον τε αὑτοῦ τὸν δρομικώτατον ἐπαγόμενος σὺν αὐτοῖς ἐπὶ
5τὸν τόπον ἦλθεν. ἀλλ’ αὐτοὺς μὲν ἀποτέρω ἐπὶ λόχμης τὸν ἵππον καθέξοντας ἔστησεν, ὃ δὲ ξὺν ἡμιόνῳ ἐγγὺς τῆς βασιλέως ἦλθε σκηνῆς, ἀποβάς τε ἡσυχῇ ἐπορεύετο βάδην ἐγχειρίδιον ἐπισείων τῇ δεξιᾷ. ὅπως γε μὴν μηδενὶ φωραθείη, Ἰταλὴν ἀντὶ τῆς ἐξ ἔθους ὑπέδυ στολήν. ὡς δὲ ἔγνω καταφανὴς γεγονὼς (ἤδη γὰρ καὶ ξίφη
10παρεγύμνουν οἱ τὸν βασιλέα ὑπνοῦντα περιεστῶτες, ἐν οἷς καὶ Ἰωάννης ἦν ὁ βασιλέως ἀδελφιδοῦς, πρῶτος φασὶ τὸν Ἀνδρόνικον ἐπιόντα εἰδώς), ὡς οὖν ἔγνω ταῦτα ὁ Ἀνδρόνικος, ἐπὶ γόνυ κλι‐ θεὶς τὸν τῆς γαστρὸς δῆθεν ἀποκρίνειν προσεποιεῖτο σκυβαλισμόν, οὕτω τε κατὰ βραχὺ ὑποποδίσας ᾤχετο ἀπιών. καὶ τὰ μὲν τῆς
15ἐπιβουλῆς ἐκείνης ἐνταῦθα ἐλύετο. ὀλίγῳ δὲ ὕστερον σὺν πλείοσιν Ἰσαύρων ἐξῄει νύκτωρ ἐπὶ βασιλέα στελλόμενος· οὗπερ ἀγγελθέν‐ τος τῇ βασιλίδι πρὸς Ἀλεξίου, ὃς τοῖς βασιλικοῖς τηνίκα ἱπποκο‐ μίαν ἐφεστὼς ἦν (πρωτοστράτορα τοῦτο καλοῦσι Ῥωμαῖοι τὸ λει‐ τούργημα), ἐν μὲν τῷ παραυτίκα τῶν τις εὐζωνοτέρων ἐστέλλετο
20μηνύσων βασιλεῖ τὴν ἐπιβουλήν. εἶτα καὶ Ἰσάχ, ἀνὴρ βαρβαρο‐ γενὴς εὔνους δὲ βασιλεῖ μάλιστα, σὺν ὁπλοφοροῦσι τριακοσίοις
ἐπέμπετο. ἀλλ’ οὔπω τοῦ Ἰσὰχ ἐπὶ τὸν τόπον ἐλθόντος, πυθό‐129

130

μενος ἤδη τὸ πρᾶγμα βασιλεύς, τῶν ἄλλων ἀγωνιώντων καὶ συν‐ ταραττομένων ἐφ’ ἑαυτοὺς (ἐτύγχανον γὰρ οἱ πλείους ἡμιονίοις οὕτω τυχὸν ἐφεζόμενοι), αὐτὸς χρῆναι ἔλεγε τῆς εὐθείας ἀποσχο‐ μένους, ἣ ἐπί τε τὸ στρατόπεδον καὶ τὴν βασίλειον σκηνὴν ἄγει,
5τὴν ἀσυνήθη ἐκείνην, ὑποδείξας τῇ χειρί, καὶ ἄστειπτον ἰέναι, μὴ μέντοι κατὰ πλάτος ἀλλ’ ἕνα καθ’ ἕνα ἐν διαστάσει τὴν πορείαν τιθεμένους. “οὕτω γὰρ” ἔφη “τῶν ἐκ τῆς χορταγωγίας ἐπανιόν‐ των δόξαιμεν εἶναί τινες ἐπὶ σκηνάς τε τὰς τῇδε φαινομένας χω‐ ρεῖν.” βασιλεὺς μὲν οὖν οὕτως ἀτρέστως ἐπὶ τὴν σκηνὴν ἐπο‐
10ρεύετο. Ἰωάννην δὲ οὗπερ ἄρτι ἐμνήσθην σῦς ὑπαντιάσας τοῖς ὀδοῦσι διεσπάραξεν. ὃ τάχιστα πυθόμενος βασιλεὺς ὀπισθόρμη‐ τος ἐπ’ ἐκεῖνον ἦλθεν ἐπιμελησάμενός τε τὰ εἰκότα ἀπηλλάγη. οὕτω μέντοι μεγαλοψύχως τῷ πράγματι προσηνέχθη, ὡς μηδὲ ἄχρι καὶ βλέμματος Ἀνδρονίκῳ προσενεχθῆναι κακῶς. ὁ δὲ ὥσπερ
15τῶν πεπραγμένων οὐδὲν ἑαυτῷ ξυνειδὼς τοῦ τε ἵππου ὃν ἤδη ἔφην ἐς ἄγαν ἐπιμεμέληται καὶ πολὺς ἦν τῷ φαινομένῳ κατὰ Ἰωάννου καὶ λέγων ἀεὶ καὶ φρονῶν. ὅθεν καὶ πυνθανομένου ποτὲ τοῦ βασιλέως τί βούλεται τούτῳ τὰ τῆς τοῦ ἵππου τοῦδε ἐπιμελήσεως; “ὡς ἂν” ἔφη ἐκεῖνος “τὸν πάντων ἐμοὶ δυσμενέστατον τῆς κεφαλῆς ἀφελό‐
20μενος οἰχήσομαι ἀπιών” διὰ τούτων δῆθεν τὸν πρωτοσέβαστον αἰνιττόμενος. ὡς οὖν ἔγνω ἀπόνοιαν νοσοῦντα τὸν ἄνθρωπον, κοινωνίας ἐκτεμὼν τῆς αὑτοῦ ἔμφρουρον ἐν παλατίῳ καθίστησιν. 19. Ὁ μὲν οὖν ἐκ ποδῶν ἐγένετο. ὁ δὲ Παιονίας ῥὴξ
μήπω τι πεπυσμένος τῶν Ἀνδρονίκῳ συμπεπτωκότων δυνάμεις ἔκ130

131

τε Τζέχων καὶ Σαξόνων ἄλλων τε πλείστων ἑαυτῷ συστησάμενος ἐθνῶν εἰς τὴν Βρανιτζόβης πολιορκίαν καθίστατο, ἐπαρθεὶς οἶ‐ μαι οἷς Ἀνδρόνικος αὐτῷ διομολογησάμενος ἔτυχε. τούτων βασι‐ λεὺς ἀκούσας καταπέπληκτο μὲν πρὸς τὴν ἀκοὴν καὶ τὴν Οὔννων
5ἐθαύμαζεν ἀπιστίαν, εἰ τῶν ἔναγχος σφίσιν ὀμωμοσμένων ἐξ οὐδε‐ μίας ἀλογήσειαν αἰτίας. ὀξύτητος δ’ ὅμως δεῖσθαι τὸ πρᾶγμα βουλευσάμενος, αὐτίκα τὴν ἐπὶ τὸν Ἴστρον ἐφέρετο. εἰδὼς δὲ τοὺς σὺν αὐτῷ οὐκ ἀξιομάχους ὄντας τῇ Οὔννων στρατιᾷ (αἱ γὰρ Ῥωμαίων δυνάμεις μηδενὸς ὅθεν δήποτε τῷ τέως ἀντιστατοῦντος
10ἐπὶ χώρας ἑκάστη ἔμενον), ἐνενόει τοιάδε. ἔστι τις χῶρος ἐρυ‐ μνότητος ἱκανῶς ἔχων Σμήλης ὄνομα. τοῦτον ἔγνω καταλαβὼν ὁρμητήριον τῆς ἐπὶ τοὺς Οὔννους θέσθαι ἐκδρομῆς. ὅπως μέν‐ τοι Βρανιτζοβῖται τὴν πόλιν τῷ τέως αὐτῷ τηρήσωσι, γράμμα χαράξας ὅσον οὐκ ἤδη ἀφίξεσθαι τοῦτον μηνῦον τῶν στρατιωτῶν
15τινι ἐνεχείρισε, κελεύσας ἐπὶ τὴν πόλιν αὐτὸ διαφεῖναι βέλει ξυν‐ δήσαντα. ὁ μὲν οὖν κατὰ τὸ κελευσθὲν ἐποίει. τὸ δὲ βέλος πορρωτέρω ἢ ἐχρῆν ἀφεθὲν Οὔννοις εἰς χεῖρας ἦλθεν. εὐθὺς οὖν ταραγμὸς εἰσῆλθεν αὐτούς, καὶ δὴ τάς τε ἑλεπόλεις καὶ ὅσα πρὸς τειχομαχίαν αὐτοῖς παρεσκεύαστο πυρὶ φλέξαντες ἐπὶ τὸν Ἴστρου
20πορθμὸν ᾔεσαν. πλήθοντι δὲ αὐτῷ ἐντετυχηκότες, (χειμὼν γὰρ ἐκ τῶν ἄνωθεν ἤπειγεν), ὡς ἐπὶ Βελέγραδα πόλιν ἐφέροντο. οὗ‐ περ αἰσθόμενος βασιλεύς, πυθόμενος δὲ καὶ ὡς Βορίτζης ὁ Βό‐
σθνης χώρας ἐξάρχων Δαλματικῆς εἰς συμμάχους τῷ Παιονάρχῃ131

132

τελέσας ἀναστρέφει ἐπὶ τὴν ἑαυτοῦ, τὸ ἀλκιμώτατον τῆς σὺν αὐ‐ τῷ ἀπολεξάμενος στρατιᾶς Βορίτζῃ εἰς χεῖρας ἐλθεῖν ἔστελλεν, ἦρχε δὲ ταύτης τῆς στρατιᾶς Βασίλειος, οὗπερ ἤδη ἐμνήσθην, οἰκίας μὲν ἀφανοῦς γεγονώς, χαρτουλάριος δὲ βασιλεῖ χρηματί‐
5σας. ὁ δὲ βασιλεὺς κατόπιν σὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ σχο‐ λαιότερον ἔχων. ἀλλὰ Βασίλειος, ὥσπερ οἶμαι λαθόμενος ὅτου δὴ χάριν καὶ τίνι πολεμησείοντα βασιλεὺς αὐτὸν ἔπεμψε, τὸν δρόμον καταταχήσας ἔγγιστα τοῦ Οὔννων ἐγένετο στρατοῦ, προ‐ δρόμοις τέ τισιν ἐντυχών, ἐπειδήπερ ἐτρέψατο τούτους, εἶτα καὶ
10ἐς μέσην τὴν Οὔννων φάλαγγα ἐμπίπτει, μέγα τι κατορθώσειν οἰόμενος, ἂν οὕτω πεφοβημένοις αὐτοῖς προσβαλὼν συνταράξῃ. καὶ τάχα οὐ παντάπασιν ἄπο λογισμοῦ ταῦτα ἐποίει. Οὖννοι γὰρ τὸ μὲν πρῶτον αὐτὸν βασιλέα τοῦ πολέμου τοῦδε στρατηγεῖν οἰη‐ θέντες ἔφευγον οὐδενὶ κόσμῳ, πολλοί τε αὐτῶν ἅτε ἀθρόον τοῖς
15σκάφεσι συμπιπτόντων τῷ ποταμῷ κατεδύοντο. ὡς δ’ ἔγνωσαν βασιλέα μὲν κατόπιν χωρεῖν, Βασίλειον δὲ τοῦ στρατεύματος ἐξη‐ γεῖσθαι, ἀνεθάρσησάν τε καὶ ὀπισθόρμητοι γεγονότες Ῥωμαίοις ἀντικαθίσταντο. Ῥωμαῖοι δὲ καίτοι παρὰ πολὺ πλήθει τῶν πο‐ λεμίων ἐλασσούμενοι, ὅμως ὑφίσταντο τούτους. φόνος τε ἀμφο‐
20τέρων πολὺς ἦν, ἕως οἱ περὶ Στέφανον τὸν Ἰατζᾶ παῖδα Οὖννοι Ῥωμαίοις συστρατεύοντες πρότερον φυγῆς ἦρξαν. παλιντρόπου γὰρ τὸ λοιπὸν γενομένης τῆς διώξεως, Οὔννων μὲν τῶν σὺν τῷ
Στεφάνῳ σχεδόν τι ἅπαντες, Ῥωμαίων δὲ πολλοὶ ἔπεσον· οἱ δ’132

133

ἄλλοι φυγῇ ἐκεῖθεν ἐσώζοντο, ἐν οἷς καὶ Βασίλειος ὁ στρατη‐ γὸς ἦν. ταῦτα τῷ βασιλεῖ ἀγγελθέντα, πρὸς δὲ καὶ ὅτι Βελέ‐ γραδα πόλιν Ῥωμαίων ἀφιστᾶν οἱ κάτοικοι διανοοῦνται, πολλὴν ἐνεποίησαν ἀθυμίαν. καὶ δὴ Ἰωάννην μὲν τὸν Καντακουζηνόν,
5τὸ μὲν στηρίξοντα τὴν πόλιν ἔστελλε λογισμοῖς ἀποστασίας καθά‐ περ ἔφην ἤδη σαλευομένην, τὸ δὲ καὶ ταφῇ τοὺς Ῥωμαίων δώ‐ σοντα νεκροὺς ἀνακαλεσόμενόν τε τοὺς ἐκ φυγῆς, ὅπου δήποτε γῆς τῆς ἐκεῖ κρυπτόμενοι ἦσαν. ὁ δὲ θυμαίνων ἄγαν ἐπὶ τοῖς συμπεσοῦσιν ἐσφάδαξε μὲν καὶ ἤθελεν ὀπίσω Οὔννων διῶξαι, Ῥω‐
10μαίων δὲ οὐκ ἐπαινούντων “ἀλλ’ αἰσχύνη μοι” ἔλεγεν “ὦ ἄνδρες, πρὸ τραυμάτων οἴχεσθαι ὑπὲρ τῆς Ῥωμαίων ἀγωνιζόμενον εὐκλη‐ ρίας.” ἐπεὶ δὲ πόρρω γεγονέναι τὸ Οὐννικὸν ἤκουσε, τῆς ὁρμῆς ἀνεκόπη. ἤδη δὲ καὶ ὁ Καντακουζηνὸς τὰ ἐφ’ οἷς ἔσταλτο πέρατι δοὺς ἐπανῆκε δεσμώτας ἔχων καὶ τοὺς ὡς εἴρηται ἀποστασίαν ὠδί‐
15νοντας Βελεγραδιτῶν. τότε μὲν οὖν ἐκεῖθεν ἀναζεύξας ἀγχοῦ τῆς Βερροιαίων διεχειμέριζε πόλεως. ἔαρος δὲ τὰς δυνάμεις ἁπαντα‐ χόθεν ἀγείρας ἐπὶ τὴν Οὐννικὴν αὖθις ἐχώρει, ὁρμὴν ἔχων ἐς αὐτά που τὰ τῆς χώρας διαβῆναι μέσα. ὁ μὲν οὖν ἄρτι πρὸς ταῖς Ἴστρου πανστρατὶ αὐλισάμενος ἔμενεν ὄχθαις, καὶ αἱ νῆες ἐκ
20Βυζαντίου ἀναχθεῖσαι ἑστήκεσαν ἀθρόαι ἀναβαίνειν μένουσαι τὸ ὁπλιτικόν. ὁ δὲ Παιόνων ῥὴξ ἐπειδήπερ ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἔγνω, ἐπὶ τὴν πρεσβείαν λοιπὸν ἔβλεψεν. ἄνδρας τοίνυν
τῶν παρ’ αὐτῷ ἐπισήμων ἐς βασιλέα πέμψας, τούς τε δορυκτή‐133

134

τους Ῥωμαίων ἀποδώσειν αὐτίκα ἐπήγγελε καὶ εἰσέπειτα δὲ πάντα αὐτῷ ὑπηρετήσειν, ὅσαπερ ἂν βουλομένῳ ἔσται. βασιλεὺς δὲ τὰ μὲν πρῶτα ἀνανεύοντι ἰσχυρῶς ἐῴκει καὶ τοὺς περὶ εἰρήνης ἀπο‐ προσποιουμένῳ λόγους, ἔπειτα προσήκατό τε δεομένους καὶ τὴν
5πρεσβείαν ἐπὶ τοῖς εἰρημένοις ἐπέρανεν. ἤχθησαν οὖν ἐν τῷ Ῥω‐ μαίων στρατοπέδῳ οἵ τε δορυάλωται μάχῃ τῇ προηγησαμένῃ καθά‐ περ εἴρηται γεγενημένοι, καὶ ὅπλα καὶ ἵπποι καὶ εἴ τί που ἄλλο πολέμου λάφυρον ἦν. ἵππων μέντοι καὶ ὑποζυγίων τῶν πεσόντων ζωοὺς ἐκ τῶν τοῖς Οὔννοις ἀντεκομίσαντο αὐτοχθόνων. οὕτω τε
10τὸν πόλεμον λύσαντες ἐπ’ οἶκον ἀνεκομίσθησαν. καὶ τὸ ἐντεῦθεν τὰ τῶν Ἰταλικῶν πολέμων ἀρχὴν ἣν ἤδη ἔφην ἐσχήκοτα λαμπρό‐ τερον ἄρτι κινεῖσθαι ἤρξατο. λέγωμεν δὲ ἀναλαβόντες μικρόν.
post 12tΒΙΒΛΙΟΝ Δ.
131. Φρεδερίκος ὁ Κορράδου τοῦ Ἀλαμανῶν ἄρξαντος ἀδελφι‐ δοῦς, οὗπερ ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἐπεμνήσθημεν λόγοις,
15Κορράδου τὸ χρεὼν ἀναπλήσαντος αὐτὸς τὴν ἀρχὴν ἔσχεν. Οὗτος ἐπειδή ποτε λόγον εὐγενείας πέρι ποιούμενος (ἦν γὰρ αὐτῷ περὶ
πλείστου γυναικὶ ξυνοικήσοντι τὴν εὐγενῆ μάλιστα ἐκ πασῶν ἑλέ‐134

135

σθαι) Μαρίαν τὴν Ἰσαακίου τοῦ σεβαστοκράτορος θυγατέρα γέ‐ νει τε καὶ περιουσίᾳ κάλλους διάφορον οὖσαν ἐν Βυζαντίῳ τρέφε‐ σθαι ἤκουσεν, ἥλω αὐτίκα τῆς κόρης καὶ πρέσβεις ἐς βασιλέα πέμ‐ ψας ᾐτεῖτο πρὸς γάμον αὐτῷ κατεγγυηθῆναι ταύτην, πάντα ποιή‐
5σειν ἐπαγγελλόμενος ὁπόσα Κορράδος τε ὁ θεῖος καὶ αὐτός, ὁπη‐ νίκα Παλαιστίνης ἀνέστρεφον, ἐπὶ τῇ Ἰταλίας κατακτήσει Ῥω‐ μαίοις ὑπηρετήσειν ὑπέσχοντο. ἡ μὲν Φρεδερίκου πρεσβεία ἐν τούτοις ἦν. βασιλεὺς δὲ τοὺς λόγους ἀποδεξάμενος πρέσβεις καὶ αὐτὸς ἐπὶ Φρεδερίκον ἔπεμψεν ἐμπεδοῦν τὰ δεδογμένα κελεύσας.
10ἀλλ’ ἐκεῖνοι, ἐπειδήπερ εἰς λόγους ἦλθον αὐτῷ, μηδὲν ὑγιὲς βεβουλεῦ‐ σθαι τὸν ἄνδρα διαγνόντες ἄπρακτοι ἐκεῖθεν ἀπηλλάττοντο, δευ‐ τέρᾳ πρεσβείᾳ πρὸς βασιλέα χρῆσθαι αὐτὸν ἀναπείσαντες. ἧς καὶ αὐτῆς τῷ βασιλεῖ ἀποψηφισθείσης, ἄνδρες τῶν ἐπὶ δόξης ἐσαῦθις ἐστέλλοντο, Μιχαήλ τε ὁ Παλαιολόγος καὶ Ἰωάννης ὁ
15Δούκας, ἄμφω εἰς τὸ τῶν σεβαστῶν ἀξίωμα ἥκοντε· ἐν οἷς ἦν καὶ Ἀλέξανδρος, Γραβίνης μὲν πόλεως ἄρξας Ἰταλικῆς, Ῥογε‐ ρίου δὲ αὐτὸν ἀπελάσαντος βασιλεῖ πρότερον ἤδη προσπεφευγώς. ἐντέταλτο δὲ αὐτοῖς χρήματα μεγάλα πρὸς βασιλέα κεκομισμένοις, εἰ μὲν ἐντὸς Ἄλπεων διατριβὴν ποιεῖσθαι τὸν Φρεδερίκον ἀκού‐
20σαιεν, ὁμοῦ πάντας ἐντυγχάνειν αὐτῷ· ἀποτέρω δὲ γεγονότος, τὸν Μιχαὴλ μὲν σὺν τοῖς χρήμασιν ἐπὶ Ἰταλίαν ἰέναι, τοὺς δὲ τὴν
ἐπὶ Φρεδερίκον στέλλεσθαι, κἂν ἐκεῖνος τῶν δεδογμένων ἀμελήσῃ,135

136

αὐτοὺς λοιπὸν καὶ καθ’ ἑαυτοὺς Ἰταλίας μεταποιεῖσθαι. ὅπερ δῆτα καὶ γέγονε. 2. Ῥογερίῳ γὰρ τῷ Σικελῶν τυράννῳ ἀδελφιδοῦς ἦν ὄνομα Βασαβίλας. οὗτος Ῥογερίου μὲν ἔτι περιόντος τὴν Ἰταλίας διεῖ‐
5πεν ἀρχήν, ἐκείνου δὲ τετελευτηκότος ἐπὶ τὸν υἱόν τε Γιλιέλμον τῆς ἀρχῆς μετελθούσης, ἠνάγκαστο λοιπὸν ἐν ὑποστρατήγου λό‐ γῳ διατελεῖν, ἑτέρου τὴν Ἰταλίαν διέποντος. καὶ δὴ τὴν ὕβριν οὐκ ἐνεγκὼν εἰς ἀποστασίαν εἶδε. τοίνυν καὶ ἐπὶ Φρεδερίκον πέμ‐ ψας Ἰταλίαν τε πᾶσαν καὶ Σικελίαν αὐτὴν ἐγχειριεῖν ἐπήγγελλε
10τούτῳ. Φρεδερίκου δὲ πρὸς τὸ δυσχερὲς ὀκνήσει ἐχομένου, συν‐ έβαινεν ἀπράκτους τοὺς Βασαβίλα πρέσβεις ἐπανιόντας Ἀλεξάν‐ δρῳ συνηντηκέναι. ἤδη γὰρ καὶ οὗτος οὐδὲν ὧν ἕνεκα παρὰ Φρεδερίκον ἦλθε πέρατι δούς, σὺν τῷ Δούκᾳ ἐκεῖθεν ἀπηλλάτ‐ τετο. ὡς οὖν εἰς λόγους ἀλλήλοις ἦλθον Ἀλέξανδρός τε καὶ οἱ
15Βασαβίλα πρέσβεις, μαθὼν Ἀλέξανδρος ὅτου ἕνεκα παρὰ Φρεδε‐ ρίκον ἦλθον “ἐγγὺς,” ἔφη πρὸς αὐτοὺς “ἄνδρες φίλοι, ὃς πέρατι αὐτίκα τὴν πρεσβείαν ὑμῖν δώσει.” τῶν δὲ μαθεῖν βουλομένων “βασιλεὺς Ῥωμαίων” ὑπολαβὼν εἶπεν ὁ Ἀλέξανδρος, καὶ ἑξῆς πάντα κατέλεγε προστιθεὶς ὅτι δὴ καὶ Παλαιολόγος ἀνὴρ βουλῆς
20μὲν τῆς Ῥωμαίων ὢν εἰς δὲ τὸ τῶν σεβαστῶν ἀξίωμα [ἀναχθεὶς]
σὺν χρήμασι μεγάλοις ἐνταῦθά που παρὰ πόδας ἐστί, τούτου136

137

ἕνεκα ἐνταῦθα παραγεγονὼς ὅπως ἂν Ἰταλίαν βασιλεῖ καταστή‐ σαιτο. ταῦτα οἱ Βασαβίλα πρέσβεις ἀκούσαντες γράμμασιν αὐ‐ τῷ τὰ παρόντα ἐδήλουν. ὁ δὲ εἰς τὴν πόλιν Πεσχάραν Ῥωμαίοις λόγου κοινωνήσειν ἤθελεν. ὃ μαθὼν ὁ Παλαιολόγος ναυσὶ δέκα
5μηδὲν ὑπερθέμενος εἰς Πεσχάραν ἔπλει, πόλιν Βεστίαν βασιλεῖ προσχωρήσασαν μεταξὺ κρατηνάμενος. ἀλλὰ δόξαν αὖθις Βα‐ σαβίλᾳ ἐπὶ Βεστίαν αὐτῷ ἐντετυχηκέναι ὀπίσω ἔπλει, ἐνταῦθά τε ἐντετυχηκὼς αὐτῷ, πίστεις τε περὶ τῶν προκειμένων λαβὼν καὶ δεξάμενος ἔργου λοιπὸν εἴχετο. ὁ δὲ Δούκας στράτευμα ἤδη
10ἀθροίσας φρούριόν τι ἐρυμνόν, οὗ Προῦντζος ἦρχεν ἀνὴρ Ἰταλός, πολιορκεῖν ἐπεβάλετο. ἔνθα προσβολῆς γενομένης Ῥωμαῖοι τοὺς πολεμίους τρεψάμενοι ἐντὸς τειχέων συνέπεσον φεύγουσιν, οἱ δὲ πρῶτον μὲν ἐπὶ τὴν ἀκρόπολιν ἀνεχώρουν, ὡς δὲ Ῥωμαῖοι πῦρ ταῖς οἰκοδομαῖς ἤδη ἐνῆκαν τά τε οἴκοι διήρπαζον, ἐπικαταβαί‐
15νειν τε ἤρξαντο καὶ κύριον σφίσι βασιλέα μέγαν ἀναβοᾶν. τούτου μὲν δὴ οὕτως ἐγκρατεῖς ἐγένοντο. ἐπὶ δέ τινα πόλιν ἐλθόντων ἣ ἐπώνυμος τῷ ἐνταῦθα τιμωμένῳ ἁγίῳ Φλαβιανὴ κέκληται, ἐξε‐ χεῖτο ἅπας ὁ δῆμος ὑπὲρ τῶν ἀγρῶν δεόμενοι καὶ τοῦ μηδὲν αὐ‐ τοῖς ἄχαρι πρὸς τῶν Ῥωμαίων πείσεσθαι στρατιωτῶν, δοῦλοί τε
20βασιλεῖ ὡμολόγουν καὶ τἆλλα ἔπραττον, ὅσα Ῥωμαίοις βουλομέ‐ νοις ἦν. οὓς τῆς εὐνοίας ἀμειβόμενος ὁ στρατηγὸς ὡς διὰ φιλίας
ἐπορεύετο τῆς χώρας. ἄρτι δὲ ἐκεῖθεν ἀπαίροντι Γιλιέλμος ὁ Βα‐137

138

σαβίλα μὲν ἀδελφός, εὔνους δὲ καὶ αὐτὸς Ῥωμαίοις ἤδη γεγονὼς γράμματα παρὰ τοῦ ἀδελφοῦ κομίζων ἦλθεν αὐτῷ θαρρεῖν τοῦ λοιποῦ προτρεπόμενα, ὡς τὸ ἑξῆς χώρας κατηκόου προκειμένης αὐτῷ.
5 3. Ὁ δὲ Παλαιολόγος ἐπειδὴ Βεστίαν, καθάπερ εἴρηται, ὁμολογίᾳ παρεστήσατο, ἐπὶ Τρᾶνιν ἦλθε. Τρανῖται τοίνυν ὡς τὸν Ῥωμαίων εἶδον στρατόν, ἐπειδὴ παραδιδόναι σφίσι τὴν πόλιν οὐδαμῆ ἤθελον, πρέσβεις παρὰ τὸν στρατηγὸν πέμψαντες ἠξίουν ἐνθένδε τοῦτον ἀπαίρειν. μὴ γὰρ πρότερον Βᾶριν παραστησα‐
10μένῳ ἀδύνατα αὐτῷ ἔσεσθαι Τρᾶνιν ἑλεῖν. ὁ δὲ ναῦς αὐτίκα οὐ πλέον ἢ δέκα ἐπαγόμενος ἐκεῖθέν τε μετέβη καὶ ἐπὶ Βᾶριν ἦλθεν, οὐχ ὅσον τοῖς στρατιωτῶν λόγοις ἀναπεισθεὶς (ἀγχίνους γὰρ ἦν καὶ τῇ περὶ τὰ πολεμικὰ ἐμπειρίᾳ οὐδενὸς ἥσσων), ἀλλὰ Τρᾶνιν οὐκ ἐπίμαχον εἰδὼς τρίβειν εἰκῆ τὸν καιρὸν ἀσύμφορον ᾤετο. ἐδόκει
15μὲν οὖν ἡ Βᾶρις ἀπρόσοδος αὐτῷ πάντῃ· τείχη τε γὰρ αὐτὴν περιεζώννυ καρτερά, καὶ βαρβάρων στρατιὰ οἱ μὲν ἐπὶ τῶν ἐπάλ‐ ξεων ὁπλενδυτοῦντες ἐνέστησαν, οἱ δὲ ἀνάριθμός τις ὅμιλος πυ‐ λῶν προχυθέντες πεζοί τε καὶ ἱππεῖς ξὺν τοῖς ὅπλοις ἐπεφέροντο αὐτῷ. ἡ θάλασσα δὲ σφοδρῶς ἐπεγειρομένη καταδύειν ἠπείλει
20τὰς ναῦς. ὁ δὲ καίτοι πανταχόθεν αὐτῷ τῶν πραγμάτων ἀπόρων ὄντων, οὐκ ἔξω πάντῃ ἐλπίδων ἐγένετο. τῇ ἐπιούσῃ γοῦν τῶν κυμά‐
των τέως ἀπηλλαγμένος ἔργου ἔχεσθαι ἤθελεν. ὡς δὲ μηδὲν αὐ‐138

139

τῷ προὐχώρει (τῶν γὰρ πολεμίων οἱ μὲν λίθους καὶ ξύλα καὶ πᾶν τὸ παρατυχὸν νιφάδων δίκην ἐκ τῶν ἐπάλξεων ἐπ’ αὐτὸν ἔπεμπον, οἱ δὲ καὶ ἀπὸ γῆς βέλεσι τὸν ἀέρα ἐσκίαζον), ἐντροπήν τινα ἐν τῷ παραυτίκα πεποιημένος ἔξω βελῶν ἐγίνετο, λόγοις τε ἐς αὐτοὺς
5ἐχρῆτο ἀγαθὰ ἃ μὲν αὐτίκα ποιήσειν ἐπαγγελλόμενος εἰ βασιλεῖ μεγάλῳ τὴν πόλιν ἀμαχητὶ παραθήσουσιν, ὧν δὲ καὶ ἐλπίδα ὑποτείνων ἑξῆς· τούτων ἐπειδήπερ οἱ ἐπὶ τῆς πόλεως ἤκουσαν, ἱππέων ἐκδραμόντες τινές, οἱ δὲ καὶ λεμβαδίοις ἐμβάντες, παρε‐ κάλουν αὐτὸν ἐπὶ τὴν πόλιν ἰέναι ἀνακεκλιμένας τὰς πύλας ὑποδει‐
10κνύντες. ὁ δὲ δείσας, ὅπερ ἦν μὴ ἐξαπάτη τις εἴη τὸ πρᾶγμα, ἐς πεῖραν ἐχώρει πρότερον. ἐκέλευε τοίνυν τῶν σὺν αὐτῷ μίαν νεῶν ἐπὶ τὴν ἀκτὴν ἰέναι δῆθεν ὁρμισομένην· ἀλλ’ ἅμα τε προσιοῦ‐ σαν εἶδον αὐτὴν οἱ πολέμιοι καὶ ἀμφὶ τοὺς πεντακοσίους ἐς τὰς ἐπάλξεις ἀνέβαινον. ὃ κατιδὼν Ἀλέξανδρος μήπω πρὸς τοῖς ὅπλοις
15ἐκείνων γεγενημένων χρυσίον κεχυμένον ἐπὶ τοῦ κόλπου λαβὼν ἀπέβαινέ τε τῆς νεῶς θᾶσσον καὶ τοῖς ἐπὶ τῆς πόλεως δεικνὺς “ὃς ἂν πλούτου καὶ ἐλευθερίας ἐραστὴς εἴη δεῦρο παρίτω” ἀνέκραγεν “ὡς αὐτίκα τούτων ἀπολαυσόμενος.” ὁ μὲν ταῦτα εἶπε, τῶν δ’ ἐκ τῆς πόλεως πλῆθος ἐκδραμόντες πολὺ παραυτὰ βασιλεῖ
20προσεχώρουν, οὓς ὅρκοις καταλαβὼν ὁ στρατηγὸς σπεύσας ἐπὶ τὴν πόλιν εἰσῆγε τὸ στράτευμα. οὕτω χρυσίνου δελέατος οὐδὲν
ἀνθρώποις ἀπατηλότερον γίνεται. ταῦτα γνόντες πολῖται οἱ ἄλ‐139

140

λοι, οὓς οὐκ ἤρεσκε δηλονότι τὰ πραττόμενα, δρόμῳ ἐπὶ τὴν ἀκρόπολιν ἐχώρουν, ἐντός τε ἤδη τειχέων γεγονότες περὶ τῶν ὅλων ἐμάχοντο. ἦν τε πρᾶγμα πολλοῦ γε ὄντως θαύματος ἄξιον ὁρᾶν, τοὺς ἔναγχος καὶ φύσει καὶ γνώμαις συμβαίνοντας σήμερον ὥσπερ
5ἐπὶ τειχίσματι τῷ χρυσῷ διειργμένους, ἐχθρὰ φρονοῦντας ἀλλή‐ λοις καὶ διεστηκότας ἤδη τοῖς ἔργοις. ταῦτα μὲν οὖν τῇδε ἐφέ‐ ρετο. ἦν δέ τι φρούριον ἀνὰ τὴν πόλιν ἕτερον, ἐφ’ οὗ Νικο‐ λάου τοῦ ἐν ἁγίοις ἵδρυτο νεώς, ὃ καὶ αὐτὸ ἐξελεῖν ὁ στρατηγὸς διανοηθεὶς τοιάδε τινὰ ἐποίει. ἄνδρας τεθωρακισμένους μέλασι
10περιστείλας ἀμφίοις ἐκέλευεν ὀρθρίσαντας ἐπὶ τὸν νεὼν ἐλθεῖν, ἐπειδὰν δὲ καὶ ἔνδοθεν γένοιντο τὰ ξίφη σπασαμένους ἔργου ἔχε‐ σθαι. οἱ μὲν οὖν ἕωθεν τῷ φρουρίῳ προσιόντες τὴν πύλην ἔκο‐ πτον· οἱ δ’ ἔνδον μονήρεις τινὰς εἶναι τούτους ὑπειληφότες, τὰς πύλας αὐτοῖς διαζυγώσαντες εἰσεδέχοντο. καὶ τὸ λοιπὸν οὕτω δὴ
15καὶ τοῦτο Ῥωμαίοις ᾑρέθη. ἀλλὰ καὶ τούτου ἑαλωκότος οἱ ἐπὶ τῆς ἀκροπόλεως ἰσχυρογνώμονες ἔτι ἦσαν. μέχρι μὲν οὖν καὶ ἐς ἑβδόμην ἡμέραν οὕτω διετέλεσαν ἀντικαθήμενοι ἀλλήλοις, ἐπεὶ δὲ καὶ Βασαβίλας ἐνταῦθα ἦλθε δύναμιν ὡς πλείστην ἐπαγόμενος, τότε δὴ καὶ ταύτην Ῥωμαίοις παρέδοσαν. κατὰ ἔχθος γε μὴν τὸ
20πρὸς Ῥογέριον ἅτε ἀπανθρώπως αὐτοῖς ὁποῖα τοῖς τυραννοῦσιν εἴ‐ θισται προσφερόμενον, ἐς ἔδαφος αὐτὴν καθελόντες ἀφῆκαν, καί‐ τοι πολλὰ τοῦ στρατηγοῦ πρὸς τοῦτο διενισταμένου καὶ χρημάτων
ὠνεῖσθαι ταύτην μεγάλων ἀξιοῦντος.140

141

4. Τὰ μὲν οὖν κατὰ Βᾶριν τῇδε ἐχώρησεν. ὁ δὲ Παλαιο‐ λόγος ἐπειδὴ ταύτην ἔσχεν, ἐπὶ Τρᾶνιν ἀπέπλει· ὁμολογίᾳ τε καὶ ταύτην παραστησάμενος, εἶτα καὶ Γιβενάτζιον, πόλιν λόγου ἀξίαν, ὑπόσπονδον ἐποιήσατο. ἦν δέ τις Ῥιτζάρδος ὄνομα, ἀνὴρ
5κολαστικός. ἄνθρωπον γὰρ καὶ ἐπὶ μικροῖς αὐτῷ προσκεκρουκότα ὡς ἱερεῖον καταθῦσαι, ἢ σπλάγχνα ἀνατεμεῖν καὶ χειρῶν ἢ ποδῶν ἀποστερῆσαι κόλασις αὐτῷ ἡ προχειροτάτη ἦν. οὗτος Ἄντρου μὲν ἦρχε φρουρίου, Γιβενατζίου δὲ μεταποιεῖσθαι Ῥωμαίους ἀκη‐ κοὼς ἠπείλει μὲν καὶ τὸ πρότερον ἀποσχέσθαι τῆς ἐγχειρήσεως,
10ὡς δὲ τῶν ἀπειλῶν ἀφροντιστήσαντες Γιβενάτζιόν τε αὐτὸ ὁμολο‐ γίᾳ ἔσχον καὶ περὶ τῶν λοιπῶν προϊόντες ἐσκέπτοντο, κόμησί τε ἄλλοις καὶ δὴ καὶ τῷ Γιλιέλμου καντζιλερίῳ συγγεγονώς, ὃν λο‐ γοθέτην εἴποι ἄν τις ἑλληνίζων ἀνήρ, ἐπὶ Τρᾶνιν σὺν αὐτοῖς ἦλ‐ θεν ὡς αὐτοβοεὶ τὴν πόλιν ἀναρπασόμενος. ἠκολούθει δὲ αὐτοῖς
15στράτευμα, ἱππεῖς μὲν δισχίλιοι πεζῶν δὲ καὶ ὁπλιτῶν μύριος ἄγαν ὅμιλος. Ῥωμαῖοι τοίνυν σὺν βραχείᾳ τινὶ καὶ ὀλιγανδρούσῃ δυ‐ νάμει ἔνδον ἀπολειφθέντες περί τε τῇ πόλει αὐτῇ καὶ τοῖς ὅλοις ἔδεισαν πράγμασιν. ὅθεν καὶ ταχὺ τὸν Δούκαν μετεπέμποντο γράμμασι τύχην αὐτῷ τὴν ἐνεστῶσαν παραδηλοῦντες. ὁ δὲ ἐπειδὴ
20τὰ γράμματα ἐδέξατο, συσκευασάμενος αὐθημερὸν τὴν ἐπὶ Τρᾶ‐ νιν ἠπείγετο. γενομένῳ γοῦν περί τινα χῶρον ᾧ Βουνὸς ἡ κλῆσίς ἐστιν, ἐξῄεσαν οἱ ταύτῃ ἄνθρωποι παραλήψεσθαι σφίσι τὴν πό‐
λιν ἀμαχητὶ τὸν Ῥωμαίων προτρεπόμενοι στρατόν. ἀλλ’ ὁ Δού‐141

142

κας διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι ἀσύμφορον οἰηθείς, ὡς μὴ Ῥιτζάρδῳ κατ’ ἐξουσίαν τὴν τοῦ πολέμου διοικεῖσθαι δώσει ῥοπήν, ταῦτα μὲν ἐν τῷ τέως παρῆλθε, δυνατὸν ὂν καὶ εἰσέπειτα κατὰ καιρὸν ἀνθέξεσθαι τούτων, ἐπὶ δὲ τὸν Ῥιτζάρδον ὅλαις ἐφέρετο
5ὁρμαῖς. ἔστι δέ τι ἐπιθαλάττιον πόλισμα Βαρλὲτ ὄνομα, ἔνθα τὸν καντζιλέριον συνέβαινεν εἶναι. τούτου δὴ ἄγχιστα γενομένῳ τῷ Δούκᾳ ἱππεῖς ἐκ τῆς ἐκείνου στρατιᾶς τριακόσιοι μάλιστα ἐκ‐ δρομὴν ποιησάμενοι ἅμα πεζῶν φάλαγγι αἰφνίδιον ὑπηντίαζον. ὁ δὲ τῷ ἀπροόπτῳ μηδὲν καταπλαγεὶς ἐς φάλαγγά τε ἐπυκνοῦτο τα‐
10χὺ καὶ σὺν ῥύμῃ σφοδρᾷ κατ’ αὐτῶν ἵετο, πρὸς βραχύ τε ὑπο‐ στάντες ἐτρέψαντο. ἔνθα Ῥωμαίοις μὲν τοῖς ἄλλοις οὐκ ἔχω λέ‐ γειν ὅπως ἑκάστῳ ἀνδραγαθίσασθαι ἐξεγένετο, ὅ γε μὴν Δούκας ἐς τριάκοντά φασιν ἐπὶ στόμα κατήνεγκε ξὺν τῷ δόρατι ἐπελαύ‐ νων, ἕως πυλῶν ἔνδον πολλοὺς τῶν σφετέρων ἀποβαλόντες ἐγέ‐
15νοντο. Ῥωμαῖοι δὲ ὀπίσω διώξαντες, ἐπειδὴ συνεσκόταζεν ἤδη, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρουν, οὐδενὶ ἑτέρῳ ὅ τι μὴ τῶν μισθο‐ φορούντων ζημιωθέντες ἱππέων τινί. τὴν μὲν οὖν νύκτα ἐκείνην ἐνταῦθά που ηὐλίσαντο, ἅμα δὲ ἡμέρᾳ ὁδοῦ εἴχοντο. τοῦτο μα‐ θὼν ὁ Ῥιτζάρδος, ὡς μὴ κύκλωσίν τινα αὐτοῦ Ῥωμαῖοι ποιησά‐
20μενοι ἀνήκεστα δράσωσι, τὴν ταχίστην ἐκεῖθεν ἐφέρετο, ἐν Ἄντρῳ τε γεγονὼς ἐνταῦθα ἔμενεν. ὁ δὲ Δούκας τὸ σὺν τῷ Παλαιολόγῳ ῥυσάμενος στράτευμα ἐπὶ Ῥιτζάρδον μετέβαινε, καίτοι τῆς περὶ
αὐτὸν δυνάμεως πολλῷ τὴν Ῥωμαίων πλήθει ὑπερβαλλούσης.142

143

τοὺς μὲν γὰρ ἑξακοσίους, οὐ πλείονας συνέβαινεν εἶναι, πεζῶν ἄνευ, οἳ καὶ αὐτοὶ τοῦ σὺν τῷ Ῥιτζάρδῳ πεζικοῦ πλείστου ἀπο‐ δέοντες ἦσαν. Ῥιτζάρδῳ δὲ ἱππεῖς μὲν ὀκτακόσιοι καὶ χίλιοι, πε‐ ζῶν δὲ οὐκ εὐαρίθμητος εἵπετο στρατιά. ἐπιόντας τοίνυν Ῥω‐
5μαίους ὁ Ῥιτζάρδος ἀναμαθὼν ἀντεξῆγε τὸ στράτευμα καὶ αὐτός. ἐπειδή τε ἐγγὺς ἤδη ἐγένοντο, Ῥωμαῖοι μὲν τριχῆ διαιρεθέντες ἐτάξαντο ὧδε. Σκύθαι δὲ καὶ ὅσοι ἐπὶ τόξοις ἦσαν πεζῇ φαλαγ‐ γηδὸν ἐπὶ μέτωπον ἔστησαν. ἱππέων δὲ ἐς ἥμισυ μάλιστα καὶ μοῖραν Σκυθῶν ὁ Δούκας ἔχων αὐτὸς μὲν τὴν ὀπισθίαν, Βασα‐
10βίλας δὲ σὺν τῶν ἄλλων κομήτων τισὶ τὸ λοιπὸν ἔχων ἱππικὸν τὴν μέσην ἐκληροῦτο χώραν. Ῥιτζάρδος δὲ πολλῷ ἐχόμενος θυμῷ, οὐδὲ ὅσον τακτικῆς τι μεταποιήσασθαι ἀνασχόμενος ἀπήλαυνε σὺν τοῖς ἀμφ’ αὐτὸν ἱππεῦσιν, ἕως ἐς αὐτὸ τὸ μεσαίτατον τοῦ Ῥωμαϊ‐ κοῦ καταντήσας στρατεύματος στάδην ἤδη τὴν μάχην ἐποιεῖτο,
15τοῦ κατὰ μέτωπον τοξικοῦ οὐδὲ κατὰ βραχὺ ἀντισχόντος αὐτῷ. εἶτα δὴ καὶ Βασαβίλαν βιασάμενος ἐτρέψατό τε κατὰ κράτος καὶ τοῖς ἀμφὶ τὸν Δούκαν ἤδη ἐπέθετο. ἐνταῦθα μάχη συνίσταται καρτερά, καὶ πίπτουσι μὲν τῶν περὶ τὸν Ῥιτζάρδον πολλοί· ἅτε δὲ ἐν πολλῷ τῷ πλήθει πιπτόντων, συναίσθησις οὐδεμία τῷ στρα‐
20τεύματι ἐγίνετο. ὠθισμός τε γοῦν πολὺς ἦν καὶ δοράτων πρὸς
ταῖς ἀσπίσιν ἀποκαυλιζομένων δοῦπος ἠγείρετο· συχνά τε βέλη143

144

ἐπεπέτετο καὶ πανταχόθεν ἐστήρικτο τὸ δεινόν, ἕως Ῥιτζάρδος σὺν ῥύμῃ ἐπιβρίσας νῶτα ἤδη δεδωκέναι καὶ τούτους ἠνάγκασεν. ὅτε καὶ αὐτὸς ὁ Δούκας παρ’ ὀλίγον ἦλθε τοῦ καὶ ἁλῶναι καταδορα‐ τισθείς. ἀλλὰ γὰρ ἡ πρόνοια πάντα ἐς ὅπερ ἂν αὕτη θέλει ἄγει
5καὶ στρέφει τὰ ἀνθρώπεια. καίτοι εἰς τοῦτο τύχης Ῥωμαίοις ἐλ‐ θοῦσι νικᾶν ὅμως ἐπὶ τέλους ἐγένετο. ἔφθη μὲν γὰρ ὁ Δούκας ἐπί τι τῶν ἐκ λίθου πεποιημένων τειχέων πεφευγώς, ἃ πρὸ τῶν πυλῶν εἴθισται τιτάνου ἄνευ ἤ τινος ἄλλης ἐπιχρίσεως τοὺς λει‐ μῶνας περιζωννύειν, ἐνταῦθα περισεσῶσθαι. ἤδη δὲ καὶ τὸ Ῥω‐
10μαίων πεζικὸν ἐν ἐπιτηδείῳ γεγονὸς λίθους κατὰ τῶν περὶ Ῥιτζάρ‐ δον ἠφίεσαν, ὡς ἐντεῦθεν ἐπισυνίστασθαι ἤδη τῶν πεφευγότων πολλούς. ὅπερ ὁ Ῥιτζάρδος ἰδὼν ἱππεῦσιν ἓξ ἅμα καὶ τριάκοντα κατ’ αὐτῶν αὖθις ἐφέρετο. ἀλλά τις τῶν ἐκ Τράνεως εἰς τοὺς ἱερέας τελῶν μέγα τι χρῆμα λίθου ἐξ ὑπερδεξιῶν ἀφεὶς κνήμης τε
15θατέρας τυχήσας αὐτῷ, εἰς γῆν ἀναχθῆναι ἐποίησε. καὶ ὁ μὲν ἔκειτο σπαράττων ὑπὸ ὀδύνης ἑαυτόν, ὁ δὲ καὶ δευτέραν κατῆρε τοῦ τραχήλου βολήν. ἐπειδή τε ἤδη κατηγώνιστο, καίτοι τοῦ‐ τον πολλὰ ἱκετεύοντα ὕπτιον ἀνακλίνας ἐγχειρίδιον μὲν τῆς γα‐ στρὸς διελαύνει, ἔγκατα δὲ πάντα ἐκχέας οἷόν τινα ἐδωδὴν ἐπὶ
20τοῦ στόματος παρέθετο ὑπόδειγμα καθ’ ἑαυτοῦ τοῦτον δὴ τὸν τῆς ἀπανθρωπίας τρόπον παρεσχηκότι τῷ κακοδαίμονι. καὶ τὸ ἐν‐
τεῦθεν Ἄντρον τε καὶ τὸ περὶ αὐτὸν στράτευμα Ῥωμαίοις ὁμολογίᾳ144

145

προσεχώρησεν· οἱ δὲ οὐδὲ τὸν κίνδυνον διαφυγεῖν προσδοκήσαντες σὺν τροπαίοις ἐπὶ Βᾶριν ἦλθον. ἔνθεν ἀφθόνοις περιτετυχηκότες τοῖς ἐπιτηδείοις τοὺς πολεμίους ἀνέψυχον ἤδη καμάτους. 5. Χρόνου δὲ οὐ πολλοῦ διαγεγονότος ἐδόκει διχῆ διελοῦσι
5τὸ στράτευμα τὸ μὲν αὐτοῦ σὺν τῷ ἑτέρῳ τῶν στρατηγῶν μεῖναι, τὸ δ’ ἄλλο θάτερον ἐπαγόμενον ἐπὶ καταδρομῇ φρουρίων τῶν περιοίκων ἐξελθεῖν. ἔπιπτε δὲ ἐπὶ τὸν Δούκαν ὁ τοῦ προπονεῖσθαι κλῆρος. τοίνυν καὶ ἦν γάρ τις πόλις ἧς Κάστρος ἡγεῖτο ἀνὴρ ἐπιφανής, ταύτην περικαθίσας ἀσφαλῶς ἐπολιόρκει. ὡς δὲ πολ‐
10λάκις τῷ περιβόλῳ προσραγεὶς ἔγνω ἀνηνύτοις ἐπιχειρῶν (οὐ γὰρ οὖν οὐδὲ λίθον αὐτῷ ἐκεῖθεν ἀποσπᾶν ἐξεγένετο καίτοι συχνὰ μα‐ στίξαντι τοῖς τειχομαχικοῖς) ἄρας ἐκεῖθεν περὶ λύχνων ἁφὰς ἐπὶ Μονόπολιν ἐφέρετο, ἐξαπιναίως ἐπιθήσεσθαι ταύτῃ διανοούμενος. ἐτύγχανον δὲ τηνικαῦτα Μονοπολῖται στράτευμα ἐπὶ Ῥωμαίους ἐκ‐
15πέμψαντες, τὸ μὲν ἐπὶ κατασκοπῇ τῶν γινομένων, τὸ δὲ καὶ ὅπη δυνατὰ ἔσται ἀντικαταστησόμενον αὐτοῖς. τύχῃ γοῦν τινι Μονο‐ πολῖται τοῖς ἐμπροσθίοις τοῦ Ῥωμαϊκοῦ συμμίξαντες στρατοῦ εἰς χεῖρας ἦλθον. ἀλλὰ συναισθήσεως καὶ τοῖς κατόπιν γεγενημένης ἱππεῖς μὲν αὐτῶν σχεδόν τι ἅπαντες ᾤχοντο πεφευγότες, δρόμῳ
20τε ἔτι καὶ ἄσθματι πολλῷ ἐχόμενοι πολίταις τοῖς ἄλλοις τὸν Ῥω‐ μαίων στρατὸν ὅσον οὐκ ἤδη παρέσεσθαι διήγγελον. πεζῶν δὲ
πλεῖστοι ἑάλωσαν. τούτοις ἐκταραχθέντες ἡ πόλις ἐκ τῶν παρόν‐145

146

των τοῖς πολεμίοις ἀντιτάξεσθαι ἔγνωσαν. ἱππεῖς τοίνυν ὑπὲρ τοὺς διακοσίους ἐκδραμόντες ἅμα πεζοῖς πλείοσιν ἢ χιλίοις, πλή‐ θους σφενδονητῶν ἀναρίθμου κατόπιν αὐτοῖς ἑπομένου, πρὸ τῆς πόλεως ἔστησαν. ἐπειδή τε ἡμέρα ἤδη ἦν, ἐπιστὰς ὁ Δούκας
5ὑπὲρ ἥμισυ μὲν τῶν στρατιωτῶν αὐτὸς ἔσχε, τὸ δ’ ἄλλο εἰς προ‐ νομὴν τῶν πέριξ ἐξέστειλεν. ᾔει τοίνυν διχῆ διελὼν τὸ στράτευ‐ μα· οὐ μὴν καὶ συνέμιξεν ἐν τῷ παραυτίκα Μονοπολίταις, ἀλλὰ σχῆμα τῆς τῶν τειχέων δῆθεν ποιούμενος κατασκοπῆς, βάδην μὲν ἐχώρει τὸ πρῶτον ἐπὶ μέρους τὴν πόλιν δῆθεν περισκοπῶν. ἔπειτα
10οὐδενὶ προρρηθὲν τριάκοντα τῶν ἀμφ’ αὐτὸν ἕπεσθαι τὴν ἐπὶ τοὺς πολεμίους ἐγκελευσάμενος κατὰ μέσων αὐτῶν ἵεται. οἱ δὲ τῷ ἀθρόῳ καταπλαγέντες εἰς φυγὴν ἔκλιναν, ὁ δὲ οὐ πρότερον ἀνῆκε διώκων πρὶν ἢ ταῖς τῆς πόλεως πύλαις φεύγουσι συνεισέπεσε καὶ αὐτὸς ἕνα τε δορατίσας ἐντὸς πυλῶν εἰς γῆν ἔβαλε. τοῦ λοιποῦ
15δὲ τοὺς ἑαλωκότας ἀνειληφὼς ἐκεῖθεν ἀνεζεύγνυ. ἤδη δὲ καὶ τὸ ἄλλο στράτευμα ἱκανῶς τῶν κύκλῳ καταδραμὸν σὺν ὠφελείαις ἀνέ‐ στρεφεν, ὃ καὶ αὐτὸ σὺν τῷ Δούκᾳ ἐς Βᾶριν ἦλθεν. ἐν ᾧ δὲ ταῦτα ἐγένετο, πρέσβεις πρὸς τοῦ Ῥώμης ἀρχιερέως ἐπὶ τοὺς Ῥω‐ μαίων ἦλθον στρατηγούς, ὃν πάπαν Λατίνοις ὀνομάζειν ἔθος
20ἐστίν. ἐβούλετο δὲ αὐτοῖς ἡ πρεσβεία ἢ ἄμφω ἢ τὸν ἕνα αὐτῶν ἐπὶ Ῥώμην ἐλθεῖν, περὶ μεγάλων τῷ ἀρχιερεῖ κοινωνησόμενον. ἤδη γὰρ (ἔφασαν) δυνάμεις ὡς πλείστας αὐτὸς ἠθροικὼς Ῥωμαίοις συμμαχήσειν ἐν παρασκευῇ γέγονεν. οἱ δὲ Ῥωμαίων στρατηγοὶ
πρὸς μὲν τοῦτο γράμμασιν ἀπείπαντο, Βασιλάκιον δέ τινα ἐς τοὺς146

147

βασιλέως τελέσαντα ὑπογραμματεῖς, τότε δὲ σφίσιν ἑπόμενον καὶ αὐτόν, σὺν χρυσίῳ ἐφ’ ᾧ ἱππέας ἐκεῖθεν μισθοῦ ἀγαγεῖν ἔστελλον. οἱ δὲ ἐπὶ τὸν κατὰ Μονοπόλεως συνεσκευάζοντο πόλεμον. Μο‐ νοπολῖται τοίνυν Ῥωμαίοις ἀπεναντίας ἰέναι οὐκ ἀποθαρσοῦντες
5ῥητόν τινα χρόνον ἐνδοθῆναι αὑτοῖς ἠξίουν, οὗ ἔνδον εἰ μὴ ἐπι‐ κουρία τις ὅθεν δήποτε αὐτοῖς γένηται, τὴν πόλιν ἀμαχητὶ ἐγχει‐ ριεῖν. ἐγίνετο δὴ ταῦτα, καὶ σελήνης ἡμέραι ἐκεχειρία Μονοπο‐ λίταις ἐδίδοτο. 6. Καὶ οἱ μὲν πρὸς τούτοις ἦσαν. Βασαβίλας δέ, στρα‐
10τευμάτων ἤδη Σικελικῶν ἐπιθεμένων αὐτῷ, γράμμασι τοὺς Ῥω‐ μαίων μετέπεμπε στρατηγοὺς θᾶττον ἐπικουρήσειν αὐτῷ. τῶν δὲ μὴ προσχόντων οἷς ᾐτεῖτο, αὖθις ἐκεῖνος πέμψας ἠξίου περὶ τῶν αὐτῶν. Ῥωμαῖοι τοίνυν τὸ μὲν πρῶτον ἀπέλεγον, οὐκ ἐφ’ ᾧ Βασαβίλᾳ συμμαχήσειν ἐκ βασιλέως ἐνταῦθα ἥκειν εἰπόντες (οὐδὲ
15μὴν ταῦτα τὰς μεταξὺ Βασαβίλα καὶ αὐτῶν βούλεσθαι ὁμολογίας), ἀλλ’ ὡς ἂν δηλονότι βασιλεῖ Ἰταλίαν ταύτην πρὸς αὐτοῦ συμμα‐ χούμενοι κατακτήσαιντο. οἱ μὲν οὕτω Βασαβίλᾳ ἠμείψαντο. ὁ δὲ οὐδὲν ἧττον τοὺς ἄνδρας ἤπειγεν ἐσχάτοις λέγων περιειλῆφθαι κακοῖς. σκεψάμενοι τοίνυν ἐκ Βάρεως εἰς πόλιν Βουτούταν ἦλ‐
20θον, ἡμέρας ὁδὸν ἀνδρὶ ὁπλοφοροῦντι διέχουσαν. ἐπεὶ δὲ φήμη τις ἐκράτει πρότερον, ὡς Βασαβίλας Ῥιτζάρδῳ ἔτι περιόντι προ‐ δοῦναι Ῥωμαίους σκέπτοιτο, δεῖν ἔγνωσαν καὶ δευτέροις αὐτὸν
ὅρκοις Ῥωμαῖοι καταλαβεῖν, οὗ γεγονότος οὐκέτι λοιπὸν ὑποψίᾳ147

148

ἐς αὐτὸν ἐχρῶντο οὐδεμιᾷ. ἐν τούτῳ δὲ ὁ βασιλεὺς στόλον, Μα‐ σαγετῶν τε καὶ Γερμανῶν ἱππέων καὶ δὴ καὶ Ῥωμαίων αὐτὸν ἐμ‐ πλησάμενος, εἰς Ἰταλίαν ἔπεμψεν. ἦρχε δὲ Μασαγετῶν μὲν Ἰωαννάκιος ὃν Κριτόπλην ἐπεκάλουν, Γερμανῶν δὲ Ἀλέξανδρος,
5Λογγιβάρδος μὲν τὸ γένος λίαν δὲ εὐνοϊκῶς ἔχων ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα. πᾶσι μέντοι Ἰωάννης ἐφεστήκει ἐπίκλησιν Ἄγγελος. ταῦτα μαθὼν ὁ Γιλιέλμου στράταρχος καὶ ὡς ὁ Ῥωμαίων στρατὸς ἔπεισι κατ’ αὐτοῦ Ἄντρον τε πολιορκοῦν‐ τες καὶ χωρία τὰ τῇδε προνομεύοντες, ἐκεῖθεν ἐπὶ πόλιν Μαλφέ‐
10τον ἀσφαλείας ἱκανῶς ἔχουσαν παντὶ τῷ στρατῷ ἦλθε. Ῥωμαῖοι δὲ Βόσκον φρούριον Ῥιτζάρδῳ μὲν ἐκείνῳ κατήκοον ὀχυρὸν δὲ εἴ‐ περ τι καὶ ἄλλως δυσπρόσοδον ὂν καταστρέψαι διενοήθησαν. ἔνθα ἐκεῖνος ὑπὸ τῆς ἄγαν φιλοτιμίας καὶ ζώων γένη παντοδαπὰ ἔτρε‐ φεν ἰδιαζούσαις ἐν διατριβαῖς, ἄπονόν τινα θήραν ὁπότε βούλοιτο
15αὐτῷ παρεχόμενα. ὀλίγους τοίνυν τῶν περὶ αὐτὸν ἐπαγόμενος ὁ Δούκας ἦλθε περισκοπήσων αὐτό. ἐπειδὴ δὲ ἐγγὺς ἐγένετο, θαρ‐ σήσαντες οἱ ἔνδον ἐπεξῄεσαν, εἰς μέσους τε ἐμπεπτωκότες τέτρασι μὲν αὐτὸν ἐζημίωσαν, ἔπεσον δὲ καὶ αὐτῶν δύο. καὶ ἡ συμβολὴ ἀπὸ χειρὸς ἤδη μᾶλλον ἐγίνετο. ἀλλ’ ἐπισυστάντες Ῥωμαῖοι τῇ
20σφετέρᾳ ἀρετῇ τοὺς πολεμίους ἀπεώσαντο. ἐν τούτῳ τῷ πόνῳ ἄλλοι τε πλεῖστοι Ῥωμαίων ἄνδρες γεγόνασιν ἀγαθοὶ καὶ δύο Μα‐ σαγετῶν. ἡ μὲν δὴ ξυμβολὴ ἐνταῦθα ἐλύετο. ὁ δὲ Δούκας,
ἐπειδὴ καὶ τὸ ἄλλο στράτευμα ἦλθε, τότε μὲν χάρακα πηξάμενος148

149

ηὐλίζετο, ὄρθρου δὲ ταξάμενος ἐχώρει κατὰ φάλαγγας. προσβο‐ λῆς τοίνυν γενομένης Ῥωμαῖοι μὲν βέλεσι καὶ βολαῖς ταῖς ἐκ τῶν πετροβόλων τοὺς ἔνδον ἐβιάζοντο· οἱ δὲ ἐκ τῶν ἐπάλξεων ἠμύ‐ νοντο καρτερώτατα. ἐνταῦθα γίνεταί τι θαυμάσιον οἷον. δύο
5γάρ τινες τῶν τοῦ Δούκα δορυφόρων, ἐπεὶ λίθοις αἰκιζόμενον ἀνέν‐ δοτον εἶναι τὸ φρούριον κατενόουν, ἀσπίσι τὰς κεφαλὰς καλυψά‐ μενοι δᾷδάς τε χερσὶ ταῖς ἑτέραις ἔχοντες ἐπὶ τὰς πύλας ἐχώρουν ὡς ἐμπρήσοντες αὐτάς. ἀλλὰ τῆς ὕλης οὐκ εὐπρήστου παρούσης ἄπρακτοι ἐκεῖθεν ἀνεχώρησαν, παραδόξως τὰς ἐκ τοῦ τείχους χα‐
10λαζηδὸν ἐπ’ αὐτοὺς πεμπομένας ἐκπεφευγότες βολάς. τότε μὲν οὖν Ῥωμαῖοι τῆς μάχης ἄχρι καὶ ἐς δύοντα κατατεινάσης ἥλιον, ἐπειδὴ μηδὲν ἤνυον, ἐπὶ τὸ στρατόπεδον ἦλθον. οἱ δὲ Γιλιέλμου στρατάρχαι τούτων ἀκούσαντες, εἰς βουλὴν συλλεγέντες εἰ χρὴ Ῥωμαίοις πολεμεῖν ἐσκέπτοντο. δόξαν οὖν οὕτω, τὰς δυνάμεις
15ἀναλαβόντες ὡς ἐπὶ τὸ Ῥωμαίων ἐχώρουν στρατόπεδον, ὃ πυθό‐ μενοι καὶ Ῥωμαῖοι ὡς πρὸς ἀντίταξιν ἡτοιμάζοντο. ἐννέα μὲν οὖν Ἰταλοῖς ἐφειστήκεισαν ἡγεμόνες· ἐπί γε μὴν ἅπασιν ὁ καντζι‐ λέριος ἐστρατήγει· τὸ στράτευμα δὲ αὐτοῖς ἐς τὸ ἀκριβὲς ἐξώ‐ πλιστο πᾶν, ἵππους τε γαύρους ἀναβεβηκὸς καὶ δόρατα κραδαῖ‐
20νον μακρά· ἐφ’ οἷς ἔκπληξις τὸν Ῥωμαίων εἶχε στρατὸν καὶ θάμ‐ βος, εἰ πρὸς οὕτως εὔοπλον καὶ οὕτως ἀνάριθμον ὀλίγῃ μαχοῦν‐ ται στρατιᾷ. ταξάμενοι δ’ ὅμως ἵσταντο κατὰ λόχους καὶ αὐτοί,
πολλὰ τοῦ στρατηγοῦ πρὸς εὐψυχίαν ὁρμῶντα σφίσιν ὑποτεινομέ‐149

150

νου. μέχρι μὲν οὖν τινος οὐδέτεροι χειρῶν ἦρχον. ἐπεὶ δὲ αἵ τε σάλπιγγες ἤδη ἑκατέρωθεν ἤχουν καὶ τὸ σύνθημα ἐδίδοτο, ἐμά‐ χοντο συμπεσόντες ἀπὸ χειρὸς ἕκαστος. οὐκ ἂν εἶπες ἥλιον οὐδ’ ἂν ἡμέραν ὁρᾶν· ἀχλὺς γὰρ πάντας ἐπεῖχε καὶ κόνις εἰς οὐρανὸν
5ἵστατο, πάταγός τε ἠκούετο καὶ ἄγριος ἠγείρετο θροῦς. μέχρι μὲν οὖν γε ἀμφὶ μέσην ἡμέραν ἰσοπαλὴς ἡ μάχη ἐγίνετο. τὸ δ’ ἐντεῦθεν τῷ πλήθει βιασάμενοι Ἰταλοὶ τοὺς περὶ τὸν Δούκαν ἐπίε‐ ζον. ὁ δὲ ταχὺ τὸ πρᾶγμα κατανοήσας παρὰ μέσην εἰσελαύνει τῶν πολεμίων τὴν φάλαγγα· ἄλλους τε ἄλλοτε παίων ἀεὶ ἕπεσθαι
10αὐτῷ σὺν βοῇ παρώρμα τὸ Ῥωμαϊκόν. αὖθις οὖν συνέπιπτον ἀλλήλοις τὰ στρατεύματα, καὶ ἡ μάχη ἐμαίνετο, ἕως τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο. καὶ αὐτῶν ἐν τῷ φεύ‐ γειν ἱππεῖς μὲν ἐς τριακοσίους ἔπεσον, πεζῶν δὲ ἀμύθητόν τι πλῆ‐ θος, οἱ λοιποὶ δὲ ᾤχοντο φεύγοντες. ταῦτα κατωρθωκότες Ῥω‐
15μαῖοι ἐπὶ τὸ φρούριον ἀνέστρεφον. οὐκ εἰς μακρὰν τοίνυν ἐξε‐ λόντες αὐτὸ τοῖς τε ἐπιτηδείοις ἀφθόνοις περιτετυχήκεσαν ἐν αὐ‐ τῷ καὶ τῶν ἄλλων πλησθέντες ἀγαθῶν ἐπὶ Βᾶριν ἦλθον. 7. Μετ’ οὐ πολὺ δὲ καὶ Μοντοπολοῦς πόλεως ὀνομαστῆς γεγόνασιν ἐγκρατεῖς, Γραβίναν τε εἷλον ἧς Ἀλέξανδρος ἡγεμόνευε
20πρότερον, ἄλλων τε πόλεων καὶ φυλακτηρίων· πρὸς δὲ καὶ κωμο‐ πόλεις ὑπὲρ πεντήκοντα ἔσχον· καὶ ἐπὶ μέγα ἑκάστοτε τὰ βασιλέως
ἐφέρετο πράγματα· ὑπέρρει δὲ Γιλιέλμῳ τὰ τῆς δυνάμεως ἀεὶ καὶ150

151

εἰς στενὸν κομιδῇ ἐχώρει. ἡ φήμη τοίνυν εἰς πᾶσαν ἐκδραμοῦσα τὴν Ἰταλίαν τὸ Ῥωμαίων ἁπανταχῆ διεκήρυττεν ἄμαχον. καὶ εἶ‐ δον τότε Ἰταλοὶ Ῥωμαίους, ὧν ἀπείρου ἤδη τοῦ χρόνου πολεμούν‐ των σφίσιν οὐκ ἐπειράθησαν, πάντα καθάπαξ τὰ αὐτῶν ἄγοντάς
5τε καὶ φέροντας. μέχρι μὲν οὖν καὶ ἐνταῦθα κατὰ ῥοῦν ἐφέρετο Ῥωμαίοις τὰ πράγματα, τὸ δ’ ἐντεῦθεν ὑποβασκαίνειν ἡ τύχη τοῖς εὐκληρήμασιν ἤρξατο. νόσος γὰρ τῷ Παλαιολόγῳ ἐνσκήψασα λάβροις τὸν ἄνθρωπον πυρετοῖς ἐκαμίνευεν, οὐ πρότερόν τε ἔληξεν ἰκμάδα ἐπινεμομένη τούτῳ τὴν φυσικὴν πρὶν ἂν τὸ μὲν πρῶτον
10ἀποθρίξασθαι ἠνάγκασεν, ὀλίγῳ δὲ ὕστερον καὶ ἐξ ἀνθρώπων αὐ‐ τὸν ἐποιήσατο. ἄρτι μὲν γὰρ τὰ τρίχινα ἠμφίεστο, καὶ ῥᾴων εἶναι δόξας τὸν Δούκαν ἐπὶ τὰς ἄλλας ἰέναι προὐτρέπετο πόλεις, ἃς δὴ ἀχειρώτους ἔτι Ῥωμαίοις συνέβαινεν εἶναι. καὶ τρίτῃ μετ’ ἐκείνην ἡμέρᾳ αὖθις ἐν κακοῖς ἦν, ὃ πυθόμενος ὁ Δούκας ἐπὶ τὴν
15Βᾶριν ἀνεχώρει. τεθνηκότι δὲ ἤδη τούτῳ περιτετυχηκὼς τὸ μὲν σῶμα σορῷ παραδέδωκε, πάντα τελέσας ὅσα νόμοις Χριστιανοῖς ἐπὶ τῇ ὁσίᾳ ποιεῖν δίδωσι. τὰ δὲ ἐπὶ Βάρεως εὖ διαθέμενος μό‐ νος τὸ λοιπὸν τὸ τῶν πραγμάτων ἀναδέχεται κράτος. 8. Ὁ μὲν δὴ Παλαιολόγος οὕτω δὴ τὸν βίον μετήλλαξεν,
20ἀνὴρ ἀγχίνους τε καὶ ἄλλως ὢν καὶ πολεμίοις ὁμιλῆσαι πράγμασι δεινότατος ὢν μάλιστα. ὁ δὲ Δούκας τὸ στράτευμα ἀναλαβὼν
εὐθὺ Βρεντεσίου ἐχώρει. ὅτε δὴ καὶ Βασαβίλαν ἑαυτῷ συστή‐151

152

σασθαι διὰ σπουδῆς ἔθετο ἀποταξάμενον ἤδη ἀπ’ αἰτίας τοιᾶσδε. οὗτος εἴτε κέρδους οἶμαι προφάσεις ἑαυτῷ ποριζόμενος εἴτε καὶ σπάνει χρημάτων ἀληθῶς ἐχόμενος, χρυσίου χιλιάδας δέκα τὸν Παλαιολόγον ἔτι περιόντα δεδανεικέναι οἱ ἠξίου. ὁ δὲ τέτταρας
5μὲν αὐτίκα παρέχειν αὐτῷ κατετίθετο, δωρεὰν ἐκ βασιλέως ἀλλ’ οὐ δάνειον, πρὸς δὲ τὰς λοιπὰς ἰσχυρῶς ἀπέλεγεν. οἷς ὁ Βασα‐ βίλας δυσαρεστῶν τοῦ Ῥωμαϊκοῦ ἀπεσκήνητο στρατοπέδου. ὡς δ’ ἀποβιῴη μὲν ὁ Παλαιολόγος, κατασταίη δ’ ἐπὶ τῶν πραγμά‐ των ὁ Δούκας, ἧκε παρ’ αὐτὸν καὶ τῶν χρημάτων ὥσπερ ᾐτεῖτο
10τετυχηκὼς πολεμίων αὖθις Ῥωμαίοις ἐκοινώνει καμάτων. καὶ δὴ καὶ αὐτὸν ἐπαγόμενος ὁ Δούκας ἐπὶ Μασαύραν παντὶ τῷ στρατῷ ἦλθεν. ἦν δέ τις ἐνταῦθα πόλις Πολυμίλιον κεκλημένη, ἔνθα τῶν περὶ τὸν Γιλίελμον συνέβαινεν εἶναί τινα Φλαμίγγον ὄνομα. ἀλλ’ ὃ μὲν προσιέναι τὸν Ῥωμαίων ἀκούσας στρατὸν ἐκεῖθεν ἄρας
15ἐπὶ Τάρανταν ἦλθε, Ῥωμαῖοι δὲ Πολυμίλιον ἑλόντες τὰ πέριξ τε σκυλαγωγήσαντες ὠφελειῶν ἐπεπλήσαντο τὸ στρατόπεδον. ἐκεῖθέν τε ἐπὶ Μόλισσαν μετέβησαν πόλιν, ἣ κάθηται μὲν ἀνωτάτω ἐπ’ ἀγχωμάλου ἰσχυρὰ καὶ εὔπυργος, ἐκ δὲ μερῶν ἀμφοτέρων θατέ‐ ρου μὲν φάραγγές τινες τραχεῖαι καὶ δεινῶς ἄβατοι κατατείνουσι,
20θατέρου δὲ ποταμοῖς ζώννυται ναυσιπόροις. ἀλλ’ ἔοικε τοῖς ἐξ οὐρίας πλέουσιν ἀντιπράττειν οὐδέν. Μόλισσα γὰρ καίτοι ἀσφα‐ λείας οὕτω πανταχόθεν ἔχουσα, ὅμως Ῥωμαίοις οὐδὲ μακρὰ κα‐
μοῦσιν ἁλώσιμος τρόπῳ τῷ ῥηθησομένῳ ἐγένετο. ἅτε γὰρ εὐ‐152

153

τυχήμασιν ἐπαρθέντες τοῖς προλαβοῦσιν, ἐπειδὴ τοὺς ἐκ τῆς πό‐ λεως τῇ τοῦ χώρου φύσει τεθαρσηκότας ἔξω πυλῶν ἑστῶτας εἶ‐ δον, ἔνθα ἐπιμαχωτέραν εἶναι συνέβαινε ταύτην, δρομαῖοι διὰ τοῦ ἀνάντους ἐχώρουν. ὧν τῇ τόλμῃ καταπλαγέντες ἐκεῖνοι ἐπὶ
5τὰς πύλας εἰσέπιπτον φεύγοντες. οὔπω δὲ ἐπιζυγωθεισῶν καὶ ὁ Ῥωμαίων συνέπιπτε στρατός, καὶ λοιπὸν κατὰ κράτος ἡ πόλις ἡλίσκετο. ταῦτα Ῥωμαῖοι καταπραξάμενοι ἐκεῖθεν ἀπεχώρουν. ἐπ’ ὀλίγον δὲ προελθοῦσι σὺν στρατεύματι μεγάλῳ ὁ Φλαμίγγος ἀπήντα. Ῥωμαίων οὖν τινες τῶν ταγμάτων προπηδήσαντες
10ὁμόσε τοῖς πολεμίοις ἐχώρουν ἔργα θαυμαστὰ ἐς αὐτοὺς ἐνδεικνύ‐ μενοι, πλήθει δ’ ὅμως τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἀνεχώρουν ὀπίσω. ἐν τούτῳ δὲ καὶ ὁ Δούκας πανστρατὶ τῷ Φλαμίγγῳ ἐπιτίθεται, τρεψάμενός τε αὐτὸν Μασαύρᾳ προσέβα‐ λεν. ἐξ ἐφόδου δὲ καὶ ταύτης περιγεγονὼς ἀμύθητόν τι χρῆμα
15ἐπιτηδείων ἐπ’ ἀκροπόλεως ἀπόθετον εὗρεν, ὅπλα τε πολλὰ καὶ ἵππους τῶν διακοσίων οὐκ ἀποδέοντας ἔσχεν. ἃ Ταραντῖνοι βλέποντες κατὰ συστήματα καὶ δήμους συνερχόμενοι ἀναφαν‐ δὰ τὸν Φλαμίγγον ἐκακηγόρουν, ἔγκλημα αὐτῷ ἐπιφέροντες, ὅτι δὴ δειλίαν τὴν αὑτοῦ Ῥωμαίοις παρρησίας πεποίηται ὕλην. ἃ
20μηκέτι φέρειν δεδυνημένος ἐκεῖνος τὸ στράτευμα αὖθις ἀναλαβὼν τὴν Ῥωμαίων ἐξεδέχετο στρατιάν. ἀλλ’ ἄρτι τε εἰς ὄψιν ἦλθεν αὐτῷ καὶ αὐτίκα δειλίᾳ βληθεὶς οὐκέτι ἀλκῆς ἐμέμνητο. φεύ‐
γουσι τοίνυν αὐτοῖς Ῥωμαίων ὀλίγοι ἐπιθέμενοί τινας ἔκτειναν.153

154

ἐπεὶ δὲ ἐγγὺς Τάραντος ἤδη ἐγένοντο, ἀνάλωτον εἶναι τὴν πό‐ λιν κατανοήσαντες αὐτῆς μὲν ἀπῆραν, Μονοπόλει δὲ πελάσαι διανοηθέντες, ἐπειδὴ ἀπορεῖν αὐτοῖς συνέβαινε τειχομαχικῶν, γράμμασι τὸν ἐν Βάρει μετεπέμποντο στόλον, ἐφ’ ᾧ τοιούτων
5ἐκεῖθεν εὐπορήσειν ἥκειν ὅτι τάχιστα. ἐν δὲ τούτῳ τετύχηκε Ῥωμαίοις διὰ χώρας πορευομένοις εὐδαίμονος καὶ ἀφθόνοις περι‐ βριθούσης ἀγαθοῖς μυρίων ὅσων πεπλῆσθαι καλῶν. λέγεται γὰρ δέκα μὲν τηνικάδε βοῦς ἀγελαίας χρυσοῦ τὸν στρατιώτην ἀπο‐ δόσθαι στατῆρος, πρόβατα δὲ τριάκοντα καὶ ἑκατόν. ὅτε δὴ
10καὶ Ῥωμαίων τινὰς εἱρκταῖς ἐκ πολλοῦ προστετηκότας εὑρόντες τῶν κλοιῶν τοὺς ἀθλίους ἀνῆκαν. 9. Ἐπεὶ δὲ πεμπταῖοι εἰς Μονόπολιν ἀφίκοντο, ἐπεξῄει μὲν αὐτοῖς οὐδὲ εἷς (ἔφθη γὰρ ἡ φήμη προκαταπλήξασα τούτους ἔνδον ἐλάσαι τειχῶν), ὑπὲρ δὲ τῶν πύργων πάνοπλοι ἑστήκεσαν,
15εἴ τις ἐπιβολὴ τῷ περιβόλῳ ἐπέλθοι ἀμυνούμενοι. τότε μὲν οὖν αὐτοῦ που ἐν ἐπικαίρῳ τῆς πόλεως οὐ πολλῷ ἄποθεν τὸν χάρα‐ κα πηξάμενοι ἔμενον. ἐπεὶ δὲ καὶ ὃν ἐκ Βαρέως μετεπέμψαντο ἤδη στόλον, Μονοπόλει προσχὼν τὰ ἐς πολιορκίαν αὐτάρκη ἐκόμισε, τότε δὴ πανστρατὶ τῷ περιβόλῳ ἐπέθεντο. ἀλλὰ Μο‐
20νοπολῖται ἅτε ἀφ’ ὑψηλοῦ ἐς τοὺς πολεμίους βάλλοντες ἀπε‐ κρούοντό τε τοὺς προσιόντας Ῥωμαίων καί τινας ἔκτεινον. ἥ τε μάχη πρωῒ ἀρξαμένη ἐς νύκτα ἐτελεύτα. Ῥωμαῖοι μὲν οὖν,
ἐπειδὴ συνεσκόταζεν ἤδη, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν. Μο‐154

155

νοπολῖται δὲ φυλακὰς ἐπὶ τῶν πύργων εἶχον ἐκ περιτροπῆς κα‐ θιστάντες ἀεί, ὡς μὴ λάθοιεν κακουργήσαντές τι νύκτωρ ἐπὶ τὴν πόλιν Ῥωμαῖοι. πυρά τε ἑκατέρωθεν ἐκαίοντο πολλά, καὶ αὐλοὶ καὶ σύριγγες ἤχουν. ἄρτι δὲ τὸν ἑῷον ὁρίζοντα παρα‐
5μείψας ἥλιος ἐς τὸ τῆς γῆς παρέκυπτε πρόσωπον, καὶ Ῥωμαῖοι μὲν τῶν χαρακωμάτων ἐξιόντες ἐπὶ τῶν ἔργων καὶ πάλιν ἐγίνον‐ το, Μονοπολῖται δὲ δρόμῳ καὶ αὐτοὶ εἰς τὰς ἐπάλξεις ἐχώρουν καὶ πρὸς τοῖς ὅπλοις ἦσαν. καὶ ἀγὼν αὖθις ἡπλοῦτο ἐξαίσιος οἷος Ῥωμαίοις μὲν τὴν ἐς τὸ τεῖχος βιαζομένοις ἄνοδον, Μονο‐
10πολίταις δὲ προσιόντας ἀπωθεῖσθαι τοὺς πολεμίους. μέχρι μὲν οὖν τινος ἐπὶ τοιούτοις ἐπονοῦντο· τὸ δ’ ἐντεῦθεν πῦρ ἔνθα τὰ σκάφη Μονοπολίταις ὑφώρμει τὸ Ῥωμαίων ἐμβαλὸν στράτευμα φλόγα μεγίστην ἀρθῆναι ἐποίησεν. ὅτε καὶ τῶν τις Ῥωμαίων στρατιωτῶν Ἱκανάτος ἐπίκλησιν λόγου καὶ ἀκοῆς εἴργαστο ἄξια.
15Μονόπολιν γὰρ διπλᾶ μὲν ζώννυσι τείχη, ἀλλὰ τὸ μὲν ἔνδον ἐπὶ πλεῖστόν τε ἐπαίρεται καὶ πολεμίου δορὸς λόγον οὐδένα τὸ παράπαν πεποίηται, τὸ δ’ ἄλλο ἐς τριτημόριον μάλιστα τοῦ προτέρου αἰρόμενον τὰς κρηπῖδας αὐτῷ περιθέει. ἐς τοῦτο δὴ τὸ περίτειχος δύο τινὲς Μονοπολιτῶν ἀναβάντες αὐτοί τε ἐς τοὺς
20πολεμίους ἔβαλλον καὶ τοὺς ἄλλους πρὸς τοῦτο παρώρμων. ὅπερ ἰδὼν ὁ Ἱκανάτος σὺν τῷ δόρατι ἐπελάσας θατέρου τῶν εἰρημέ‐ νων κατευστοχεῖ. ὁ δὲ ὕπτιος παραυτὰ ἐξεκυλίσθη, βοή τε
πρὸς τοῦ Ῥωμαίων ἤρθη στρατοῦ καὶ κρότος ἐξαίσιός τε καὶ155

156

ἀκοῆς κρείσσων ἐγένετο. πρὸς ὃ καταπλαγέντες οἱ ἐπὶ τῶν πύρ‐ γων νομίσαντές τε ἤδη τὴν πόλιν ἁλῶναι, τοὺς πύργους λιπόν‐ τες ἀνὰ μέσην τὴν πόλιν ἐχώρουν. καὶ εἰ μὴ ταχὺ τὸ πρᾶγμα αἰσθόμενοι ἐπὶ τῶν ἐπάλξεων αὖθις ἀνέβησαν, ἥλω ἂν αὐτίκα
5Ῥωμαίοις ἡ πόλις. ἐν τούτοις καὶ ἡ δευτέρα κατὰ Μονοπόλεως ἔληξε προσβολή. Μονοπολῖται δὲ ὡς ἔγνωσαν ἐν στενῷ περιει‐ λημμένοι, γράμματα ἐπὶ Φλαμίγγον πέμψαντες ἥκειν αὐτὸν τὴν ταχίστην ἠξίουν· ὁ δὲ ἐπήγγελε μὲν παρέσεσθαι τούτοις μετὰ μι‐ κρὸν στρατεύματι μεγάλῳ Ῥωμαίους ἐνθένδεν ἀπαναστήσων·
10δέος δὲ αὐτὸν ἔνδον ἐπεῖχε, καὶ εἰς δειλίαν ὅρον οὐκ ἔχουσαν ἔπιπτε λογιζόμενος τίσι μαχεῖται καὶ πρὸς τίνας αὐτῷ ὁ πόλεμος ἔσται. ἐπεὶ δὲ ἑβδόμη ἐξ ἐκείνου παρῆλθεν ἡμέρα καὶ Φλαμίγ‐ γος οὐδαμοῦ διεφαίνετο, τότε δὴ Μονοπολῖται τὴν ὅθεν δήποτε ἀπεγνωκότες ἐπικουρίαν πρέσβεις ἐς τὸ Ῥωμαίων ἔστειλαν στρά‐
15τευμα ἐφ’ ᾧ τὴν πόλιν τε καὶ σφᾶς αὐτοὺς βασιλεῖ παραδοῦναι μεγάλῳ. ὁ Δούκας δὲ ἀπεῖπεν αὐτοῖς μὴ ἂν ἄλλως ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ τὸ πιστὸν αὐτῶν ἐσχηκέναι, εἰ μὴ καὶ φρουρὰν ἑαυ‐ τοῖς ἐκ βασιλέως ἐπιστήσεσθαι καταδέξαιντο. τῶν δὲ καὶ πρὸς τοῦτο ἐπινευσάντων, χρόνος ἐδίδοτο τῇ ὁμολογίᾳ τακτός. ἀλλά
20τινες τοῦ Μονοπολιτῶν δήμου (ἦσαν γὰρ οὓς οὐκ ἤρεσκε τὰ με‐ λετώμενα) λαθόντες τοὺς ἄλλους Φλαμίγγῳ δῆλα ταῦτα καθί‐ στων. καὶ ὃς πρὸς τὴν ἀκοὴν ἐκταραχθεὶς καταφράκτους ἱπ‐ πέας τῶν περὶ αὐτὸν ἀπολεξάμενος τῶν ἑκατὸν οὐκ ἀποδέοντας
αὐτοὺς μὲν ἐν τῷ παραυτίκα ἔστελλεν, ὃ δὲ κατόπιν ὀλίγῳ ὕστε‐156

157

ρον ἥξειν ἔλεγε χεῖρα βαρεῖαν ἐπαγόμενος. τούτους δὴ τοὺς ἱππέας νύκτα τηρήσαντες οἷς τὸ ἔργον τοῦτο συνέκειτο, καθ’ ἣν ὑετὸς οὐρανόθεν ἐπέκλυζεν ἄσχετος, διὰ πυλίδος τινὸς ἐπὶ τὴν πόλιν εἰσεδέχοντο, καὶ τὸ ἐντεῦθεν εἰς ὅπλα χωρεῖν καὶ πάλιν
5ἐσκέπτοντο. ὅπερ ὡς εἰς γνῶσιν ἦλθε τῷ Δούκᾳ, ἐξαπάτην τι‐ νὰ πρὸς τῶν Μονοπολιτῶν τὴν πρεσβείαν γενέσθαι οἰηθεὶς αὐ‐ τίκα ἐξῆγε τοῦ χάρακος τὸν στρατόν. οἱ δὲ ὀλίγα αὐτοῖς ἀρκέ‐ σαι τοὺς ἑκατὸν λογισάμενοι ἱππέων, ἄλλως τε καὶ σὺν θυμῷ μᾶλλον ἢ πρῴην μαχησομένου τοῦ Ῥωμαίων στρατοῦ, πέμψαν‐
10τες ἐπὶ τὴν πόλιν αὖθις ἐκάλουν τὸν στρατηγὸν ἐφ’ ἑτέρους τὴν αἰτίαν μεταφέροντες, οἳ κοινῆς ἄνευ γνώμης ἐτόλμησαν τὰ πα‐ ρόντα. ὁ δὲ Δούκας τὰ μὲν πρῶτα ἀναινομένῳ ἐῴκει, θρύψει τε καὶ ὑπεροψίᾳ πολλῇ ἐχόμενος μάχῃ τὸ πρᾶγμα ἤδη κριθῆναι ἰσχυρίζετο. ἐγκειμένων δὲ ἔτι μᾶλλον εἰς τοῦτο τῶν πολιτῶν
15καὶ ἐπιχωρεῖν αὐτοῖς τὴν ἁμαρτάδα ἱκετευόντων, ὀψὲ παρακλη‐ θεὶς ἐπὶ τὴν πόλιν εἰσῆγε τὸ στράτευμα. ἀλλ’ ἄρτι τὴν πόλιν Ῥωμαῖοι ἔσχον, καὶ ὁ Φλαμίγγος ἀπὸ σταδίων εἴκοσιν ἠγγέλλετο παρών. τοῦτο γνοὺς ὁ Δούκας ἄνδρας ἱππέας τῶν σὺν αὐτῷ ἀριστίνδην ἀπολεξάμενος, αὐτοὺς μὲν τῷ Φλαμίγγῳ ὑπαντιάσον‐
20τας ἔστελλεν, ὃ δὲ τὰ κατὰ τὴν πόλιν διοικησόμενος αὐτοῦ ἔμει‐ νεν. ἀλλ’ ὁ Φλαμίγγος ἐπειδὴ πόρρωθεν τὰς βασιλέως ἀνέγνω σημαίας ἐπὶ τῶν πύργων ἤδη προφαινομένας, πρὸ τοῦ τοῖς Ῥω‐ μαίων ἱππεῦσιν εἰς χεῖρας ἐλθεῖν ἔγγιστα ἤδη γεγονόσιν ὀπίσω
ἐχώρει. ὅτε δὴ κατὰ νώτου Ῥωμαῖοι διώξαντες πολλοὺς αὐτῶν157

158

ἔκτειναν, εἷλον δὲ καὶ ζωγρείας πανόπλους ἱππέας ἑκατὸν μά‐ λιστα. Φλαμίγγον δὲ ἐγγὺς ἁλῶναι ἤδη γεγενημένον ἡ τοῦ ἵπ‐ που ταχύτης τοῦ κινδύνου διεσώσατο. ταῦτα κατωρθωκότες Ῥω‐ μαῖοι ἐπὶ Μονόπολιν ἀνεχώρησαν.
5 10. Ὁ δὲ Δούκας ὁσημέραι τὴν τύχην Ῥωμαίοις προσ‐ μειδιῶσαν ὁρῶν οὐ πάνυ τι πιστεύειν εἶχεν αὐτῇ, τὴν ἀποστρο‐ φὴν ὡς εἰκὸς εὐλαβούμενος, μήποτε κατὰ τοὺς μοχθηροὺς (φασὶ) τῶν συνοδοιπόρων ἐκ μέσης λιποῦσα τούτους ἀνακάμψῃ τῆς ὁδοῦ. ὅθεν καὶ γράμμα χαράξας τῷ βασιλεῖ ἔπεμψεν. εἶχε δὲ ὧδε.
10“εἰ μὲν μηδεὶς ἔτι ἐπὶ τῆς Ἰταλίας πόλεμος ἡμῖν ἐλείπετο, κρά‐ τιστε βασιλεῦ, οὔτε στρατιᾶς ἄλλης ἐδέησεν ἂν οὔτε τῶν ἄλλων οὐδενός. πάντα γὰρ ἐς τήνδε τὴν ἡμέραν κατὰ νοῦν κεχωρηκέ‐ ναι ἡμῖν ἴσθι, πόλεις τε σχεδὸν ἁπάσας, ὁπόσαι ἐν Ἰταλίᾳ τυγ‐ χάνουσιν οὖσαι καὶ κόλπῳ τῷ Ἰονίῳ, παραστησαμένοις ἤδη καὶ
15πρός γε πολέμους κεκρατηκόσι μεγάλους βασιλείας τε τῆς σῆς καὶ τοῦ Ῥωμαίων ἐπαξίως γένους. ἐπεὶ δὲ ἀγὼν ἡμῖν ὁ μείζων ἐπίπροσθεν ἔτι κεῖται (Γιλίελμος γὰρ ὁ Σικελίαν λῃστεύων, ἀσχάλλων ὡς εἰκὸς ἐπὶ τῇ τῶν οἰκείων ἀπωλείᾳ, δυνάμεις ἁπαν‐ ταχόθεν ἀγείρει καὶ στόλον νεῶν ὡς πλείστων ἐπὶ θάλασσαν ἤδη
20κατεσπακὼς ἔχει, ὡς ἐκ γῆς ἡμῖν καὶ θαλάσσης ἐπιτίθοιτο κατὰ νοῦν ποιούμενος), οὐ χρὴ περὶ ἐλάσσονος ταύτην ἡμᾶς ποιεῖσθαι τὴν τοῦ νησιώτου παρασκευὴν οὐδὲ παρέργως πόλεμον τόνδε δια‐ φέρειν, μήποτε κλέος ἡμῖν τὸ παρὸν ἐς ὄνειδος μᾶλλον ἀποκρι‐
θήσεσθαι γένοιτο. τὸ γὰρ σὺν μικροῖς τὰ μεγάλα μετιέναι κα‐158

159

τορθούμενον μὲν πλείω τοῦ σὺν μεγίστοις χαρίζεται δόξαν, ἁμαρ‐ τανόμενον δὲ πολλαπλάσιον ἐπάγεται τὸ αἶσχος, ἅτε πρὸς τῇ ἥττῃ καὶ ἀμαθίαν στρατηγικῶν ἐπιτρῖβον τοῖς πταίσασιν, ὥς γε πολλάκις ἡμᾶς κράτος ἐδίδαξε τὸ σόν. ὡς τοίνυν μηδέποτε μη‐
5δὲ ἐκ τούτων ἡμῖν ἀπαντήσῃ, δεῖ δὴ πλείονος ἡμῖν ἐνταῦθα ναυτικοῦ τε καὶ ἠπειρώτου στρατοῦ.” τὰ μὲν δὴ γράμματα ἐν τούτοις ἦσαν· ὁ δὲ ἐπειδὴ τὰ ἐν Μονοπόλει καλῶς ἤδη εἶχεν αὐτῷ, παντὶ τῷ στρατῷ ἐκεῖθεν ἀπήλαυνεν, Ὀστούνιόν τε πόλιν ὀχυρωτάτην ἐν ταῖς μάλιστα ὁμολογίᾳ παραστησάμενος ἐπὶ Βρεν‐
10τέσιον ἠπείγετο πόλιν ἑτέραν, ἣ δὴ Τεμέση τὸ παλαιὸν ὠνομά‐ ζετο· ἀλλὰ πολὺς μετ’ ἐκεῖνα ἀναστρεψαμένοις ἐπιγενόμενος αἰὼν ἐνεόχμωσε τὰ πλεῖστα τῶν ὀνομάτων, ἐφ’ ἕτερα ἢ παντάπασιν ἀνόμοια ἢ ὀλίγῳ διαφέροντα μεταθείς. ταύτην ἐπειδὴ Ῥωμαῖοι κατέλαβον, ἡσυχῆ ἔμενον (πάσχα γὰρ τῇ ἑξῆς Χριστιανοῖς ἦν)·
15ὅπερ οἱ τῆς πόλεως δειλίαν εἶναι νομίσαντες πολλάκις ἐπεξιόντες ἄχρι καὶ αὐτῶν χαρακωμάτων ἐγίνοντο, ἕως Ῥωμαῖοι οὔτοι ἐθε‐ λούσιοι τούτοις ἐπιπηδήσαντες, ἐπειδήπερ ἀπεώσαντο, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν. οἱ μὲν οὖν ἄλλοι Ῥωμαίων ἐπὶ τοῖς προτέροις καὶ πάλιν ἦσαν σέβας τῷ καιρῷ παρεχόμενοι· Θωμᾶς
20δέ τις, γένος μὲν Ἀντιοχεὺς βασιλεῖ δὲ αὐτόμολος ἐκ μακροῦ γεγενημένος, ὅπλα ὑπερθέμενος ἐξῄει τοῦ χάρακος ἱππευόμενος
ἐν τῷ πεδίῳ. ἐπεὶ δὲ ἤδη ἀγχοῦ τῆς πόλεως ἐγένετο, προὐκα‐159

160

λεῖτο τὸν ἄριστον ἐς μονομαχίαν αὐτῷ καταβῆναι. ἦν δέ τις ἐνταῦθα ἀνδρείᾳ ἐπὶ πλεῖστον ἥκων ὄνομα Ἐγχέλυς. οὗτος ἐπειδὴ Θωμᾶν μονομαχεῖν ἀξιοῦντα ἔγνω, θωρακισάμενος καὶ αὐτὸς ἐξῆλθε παρὰ τὸ πεδίον βάδην ἀντιμέτωπος τῷ Θωμᾷ πο‐
5ρευόμενος. ὅτε δὴ θάμβος εἶχεν ἀμφοτέρωθεν ὁρῶντας ἄνδρας οὕτω μὲν πανόπλους οὕτω δὲ γενναίους ὥστ’ ἐπὶ στάδιον τὸν χῶρον ἐκεῖνον ἀποδυομένους. ἐπειδὴ τοίνυν ἀγχοῦ ἤδη ἐγένοντο, τοὺς ἵππους ἐπελάσαντες συνέπεσον ταῖς αἰχμαῖς. Θωμᾶ μὲν οὖν ἡ αἰχμὴ δι’ ἀσπίδος ἐλθοῦσα καὶ θώρακος αὐτοῦ ἄχρι καὶ
10ἐπὶ τὸ δέρμα διεξέπεσεν, ὁ δ’ Ἐγχέλυς δι’ ἀσπίδος καὶ αὐτὸς τὸ δόρυ ἐλάσας, ἔνθα τῆς κεφαλῆς ὑπερανίστασθαι ταύτην συν‐ έβαινεν, ὑπανασχόντος ἤδη τοῦ στρατιώτου ὡς τὰ περὶ αὐτὴν φράξαιτο, κράνος τε αὐτὸ διετόρησε καὶ σαρκὸς ἔψαυσεν. οὕτω τε ἀλλήλων ἀπαλλαγέντες ὁ μὲν ἐπὶ τὸ Ῥωμαίων ἐχώρησε στρα‐
15τόπεδον, ἅτερος δ’ ἐπὶ τὴν πόλιν ἦλθε. Ῥωμαῖοι δὲ ἐπειδὴ τέλος ἤδη τὰ τῶν ἐν σφίσιν ἔσχεν ἑορτῆς, ταξάμενοι ἐπὶ τὴν πό‐ λιν ἐχώρουν. ὡς δὲ πολλὰ τοῖς πετροβόλοις τὰ τείχη μαστί‐ ξαντες ἀνηνύτοις ἐπιχειρεῖν ἔγνωσαν (οἱ γὰρ πάλαι ἄνθρωποι πολλὴν ἐπὶ τῶν ἔργων ποιούμενοι τὴν ἐπιμέλειαν πολὺ μᾶλλον ἐς
20τὰς τῶν πόλεων, ὡς τὸ εἰκός, πεφιλοτίμηνται οἰκοδομάς), τού‐ του μὲν ἀπέσχοντο, προσωτέρω δὲ καὶ ὅσῳ τειχέων ὑπερίπτα‐ σθαι τοὺς λίθους ἀποδισκεύοντες τῆς πόλεως ἐντὸς πίπτειν ἐποίουν. ἀλλ’ ἅμα τε πρώτην ἀφῆκαν, καὶ γύναιόν τι ἀνὰ τὴν πόλιν σο‐
βοῦν κατὰ κορυφὴν δεξάμενον τὴν βολὴν τήν τε κεφαλὴν διε‐160

161

σπαράχθη καὶ πᾶσαν μελῶν παρελύθη τὴν ὄστωσιν. ὀλοφυρμὸς οὖν ἐγένετο, καὶ σχῆμα πόλεως ἁλούσης ἐπεῖχε τότε τοὺς ἔνδον οὐδὲ ὅσον ἐπὶ θέαν τῆς δυστήνου ἐκείνης ἀνθρώπου ἐξιέναι θαρ‐ σοῦντας. ὡς δὲ καὶ δευτέραν ἐπέρριψαν καὶ ἤδη συχνὰς ἐποι‐
5οῦντο Ῥωμαῖοι τὰς βολάς, ἐκπλαγέντες ὁ δῆμος λίθον ὑπὲρ κε‐ φαλῆς ἐφαντάζετο ἕκαστος, ἄλλον τρόπον καὶ οὐχ ὅνπερ οἱ μῦ‐ θοι περὶ Ταντάλου φασίν. ὅθεν καὶ τῶν πολιτῶν βουλευομένων ἤδη Ῥωμαίοις εἰσόδου παραχωρεῖν αἰσθόμενον τὸ στρατιωτικὸν καὶ ὅσον ἐπὶ τῶν πύργων φυλακὴν εἶχε, δρόμῳ πολλῷ ἐπὶ τὴν
10ἀκρόπολιν ἀνεχώρουν. αἵ τε πύλαι πρὸς τοῦ δήμου ἀνακλιθεῖ‐ σαι τὸν Ῥωμαίων εἰσωδίαζον στρατόν. ἐπειδὴ γοῦν καὶ ταύτην ὁ Δούκας ἔσχε, διχῆ τὸ στράτευμα διελών, ὃ μὲν αὐτοῦ που παρὰ τὴν πόλιν κατεῖχε τοῖς ἐπ’ ἀκροπόλεως μαχούμενον, τὸ δ’ ἄλλο ἐς προνομὰς ἔπεμψε. ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο
15χώρα δέ τις πολυανθρωποτάτη καὶ εὔγεως, ἣν καλοῦσιν Ἁλίτ‐ ζιον, τὰ ἐπὶ Βρεντεσίῳ συμπεπτωκότα λογισαμένη τῷ βασιλεῖ προσεχώρησε. πολεμίων δὲ ὀλίγος στρατὸς ἐπὶ λόχμης τινὸς τοῖς τὴν Ῥωμαίων νέμουσιν ἐλλοχήσαντες ἵππον (Κελτοὶ δὲ ἦσαν), ἐπειδήπερ εἰς ὕπνον αὐτοὺς ἐνεχθέντας εἶδον, τὴν ἵππον ἐκεῖθεν
20ἤλασαν· ὅπερ ἀκούσαντες Ῥωμαῖοι πρὸς τῶν ἐκ τῆς χορταγωγίας ἐπανιόντων αὐτοῖς ἀγγελθέν, ταχὺ διώξαντες τήν τε ἵππον ἀνείλοντο πᾶσαν καὶ τῶν πολεμίων τοὺς πλείστους ζωγρήσαν‐ τες εἷλον. ὅτε δὴ καὶ ἄνδρα τῶν μάλιστα ἐν Ἰταλιώταις δοκί‐
μων Συχέρην ὄνομα ἁλῶναι τετύχηκεν. ἀλλ’ οὔπω καταφα‐161

162

νὴς ὅστις εἴη γεγονὼς χρυσίου δόσει τὸν κατασχόντα ὑπελθὼν ἑαυτὸν ἔλυσε. 11. Ῥωμαίους δὲ φήμη τις περιέπτη ὡς Γιλίελμος ἔπει‐ σιν ὀλίγῳ ὕστερον δυνάμεις ἐπαγόμενος βαρείας ἠπειρώτιδάς τε
5καὶ ναυτικάς. ὅθεν καὶ ἐκ τῶν ἐνόντων συσκευασάμενοι ἡσυχῆ ἔμενον. οὔπω δὲ πέμπτη μετ’ ἐκείνην ἡμέρα ἐφειστήκει, καί τις ἐκ τοῦ τῶν πολεμίων αὐτομολήσας στρατοῦ Γιλίελμον ἐγγὺς παρεῖναι ἐμήνυε Ῥωμαίους ὡς ἐν ἄρκυσι συλληψόμενον. ταῦτα οἱ Ῥωμαίων ἀκούσαντες στρατηγοὶ τὸν πόλεμον ἤδη διέγραφον.
10ἐδόκει τοίνυν Βασαβίλαν μὲν καὶ Ἰωάννην τὸν Ἄγγελον τὸ μι‐ σθοφορικὸν ἅπαν ἔχοντας καὶ τοὺς ὅσοι ἐξ Ἰταλίας τῷ βασιλεῖ προσεχώρησαν, τὸν ἐκ τῆς ἠπείρου ἀναδέξασθαι πόνον, τόν γε μὴν Δούκαν τοῖς ἐκ θαλάσσης διαγωνιεῖσθαι. οὕτω γὰρ ἔφασκον ἀλλήλοις ἀμύνειν ἱκανοὶ ἔσεσθαι. ἕωθεν οὖν ὁ μὲν Δούκας σὺν
15τοῖς καταφράκτοις τῶν περὶ αὐτὸν ἱππέων βάδην ἐπὶ τῆς ἀκτῆς ἐπορεύετο, ἐπὶ θάτερα παραπλεούσας τὰς ναῦς ἔχων, οἱ δ’ ἄλ‐ λοι πρὸς τὴν ἐκ τῆς ἠπείρου ἑτοιμασάμενοι μάχην κατὰ τάξεις ἐχώρουν. αἱ δὲ τῶν Σικελικῶν νῆες, ἐπειδήπερ ἀγχοῦ τῆς πό‐ λεως ἤδη ἐγένοντο, οὐκ ἔχουσαι ἀθρόαι τῷ λιμένι εἰσπεσεῖν (ἱκα‐
20νῶς γὰρ ἔνδοθι εὐρυνόμενος εἶτα εἰς στενὸν ἠρέμα τελευτᾷ) κατὰ δεκάδας διαιρεθεῖσαι εἰσῄεσαν ἐκ διαδοχῆς. ὅτε δὴ λέγε‐ ται ὡς ὁ Δούκας πρὸς τὸ πλῆθος ἀποδειλιᾶσαν τὸ Ῥωμαίων
ὁρῶν ναυτικὸν ἅτε κομιδῇ ὀλίγον ὂν (τέσσαρες γὰρ πρὸς ταῖς162

163

δέκα αἱ πᾶσαι νῆες ἦσαν αὐτῷ) τοιάδε τινὰ ἐνενόει· γράμμα ὡς ἐκ βασιλέως δῆθεν ἄρτι πεμφθὲν ἐχείριζε τούτοις ἐξενεγκών. ἐδή‐ λου δὲ τὸ γράμμα δυνάμεις ἐκ γῆς καὶ θαλάττης ἀμφὶ μέσην ἡμέραν αὐτοῖς ἥξειν. τῶν δὲ ἐπαρθέντων ἤδη πρὸς τὴν ἐλπίδα
5“ἀλλ’ ηὐχόμην” ἔφη “ὦ συστρατιῶται, φθάσαντας ἁρπάσαι τὴν νίκην ἡμᾶς, ὡς μὴ αὐτοὶ τῶν εἰς δεῦρο καμάτων τὸ βάρος βαστάσαντες εἶτα τῶν ἐκ τῆς νίκης ἀγαθῶν καὶ τοῖς ὀψὲ πρὸς τὸν ἀγῶνα διαπαντῶσιν ἐπικοινωνεῖν ἕξομεν.” ταῦτ’ εἰπὼν ὁ στρατηγὸς ἐπειδὴ τὰς τῶν πολεμίων ναῦς ἔνδον ἤδη τοῦ λιμένος
10γεγενημένας εἶδεν, ἔργου λοιπὸν ἐκέλευεν ἅπτεσθαι. καὶ δὴ ναυμαχίας γενομένης Σικελοὶ πρὸς τὰς ἀπὸ γῆς καὶ θαλάσσης τῶν Ῥωμαίων οὐκ ἐνεγκόντες βολάς, ἀμφοτέρωθεν ἐπιτοξαζομέ‐ νων αὐτῶν, πρύμναν ἐκρούσαντο. Ῥωμαῖοι δὲ ὀπίσω διώξαν‐ τες πολλοὺς αὐτῶν ἔκτειναν, τέτταρας δὲ καὶ αὐτάνδρους εἷλον
15τῇ χέρσῳ ἐνσχεθείσας. ἔτυχον γὰρ προπετέστερον ἢ ἐχρῆν τῆς εἰρεσίας γενομένης ἐπὶ τῆς ἀκτῆς ἱζῆσαι, στρατῷ ἠπειρώτῃ θή‐ ραμα ἑτοιμότατον. ἐν τούτῳ τῷ πόνῳ πλέον ἢ δισχίλιοι τῶν πολεμίων ἔπεσον, Ῥωμαίων δὲ πολλοῖς μὲν καὶ ἄλλοις ἀριστεῦ‐ σαι ἐγένετο, μάλιστα δὲ πάντων ἀνὴρ ἐγένετο ἀγαθὸς τῶν τις
20σὺν τῷ Δούκᾳ ταττομένων ἐπίκλησιν Σκαραμαγκᾶς. τῶν γὰρ πολεμίων φεύγειν ἤδη ἐπιβαλλομένων, αὐτὸς ἐπελάσας τὸν ἵππον πρυμνόθεν ἐλάβετο μιᾶς θέλουσάν τε ἀπαίρειν ἐπεῖχε σὺν βίᾳ,
ἔργον ἐκείνου Κυνεγείρου τὸ πολυλάλητον ὁ γεννάδας πληρῶν.163

164

ἀλλὰ πληγῆς ἐγκοπείσης αὐτῷ πρὸς τῶν ἔνδον, ἀπέσχετο μὲν ὑπ’ ἀνάγκης, τὸν δὲ τῆς φυγῆς ὅμως ὑποτεμόμενος χρόνον πρὸς τῶν ἄλλων Ῥωμαίων ἐπιδραμόντων ἤδη ἁλῶναι ταύτην ἐποίησε. ταῦ‐ τα κατωρθωκότες Ῥωμαῖοι ἐπὶ Βρεντέσιον ἀνεχώρησαν, μηχα‐
5νήν τέ τινα τεκτηνάμενοι, ἣν χελώνην καλεῖν ἔθος ἐστί, τῇ ἀκροπόλει προσῆγον. τοῦτο οἱ ἐπὶ τῶν τειχέων θεώμενοι πλατὺ ἐγέλων, οἰόμενοι ὅτι δὴ σπαράξειν οὕτω τὴν τειχοδομίαν δια‐ νοοῦνται, πρᾶγμα κομιδῇ ἀδύνατον ὄν. οὕτω γὰρ μεμύκασι πρὸς ἀλλήλους οἱ λίθοι, ὡς λίθον ἕνα τὸ ἅπαν ἐοικέναι τεῖχος.
10Ῥωμαῖοι δὲ ἐπειδὴ τοῖς τείχεσιν ἐπήλασαν τὸ μηχάνημα, νύκτωρ αὐτὸ ὑπερχόμενοι ὑπέσκαπτον τῶν κρηπιδωμάτων ἐγγὺς τόν τε χοῦν ἐκφοροῦντες ἐπὶ θάτερα ἐξῆγον, ἕως τοὺς ἐσχάτους παρελ‐ θόντες τῶν θεμελίων λίθους ἐπὶ τὸν ἔνερθεν κατηντήκασι χοῦν. τὸ δ’ ἐντεῦθεν διελόντες αὐτὸν κενήν τινα χώραν ἐποίουν, ξυ‐
15λώματά τε ὑποβαλόντες τινὰ τήν τε κοιλότητα ἐπλήρουν καὶ τὸ τῇδε τοῦ περιβόλου αἰωρεῖσθαι συμβαῖνον ὑπανεῖχον δι’ αὐτῶν, ἕως τοὺς ἔνδον ἰσχυρογνωμονοῦντας ἔτι ὁρῶντες ὑπανῆκαν τῷ χώρῳ πῦρ. τὸ δὲ ταχὺ τὴν ὕλην διανεμησάμενον πρόρριζον εἰς τὴν γῆν τὸ τεῖχος κατέσπακε· συγκατήνεγκε δὲ καὶ τῶν ἐπὶ τῶν
20ἐπάλξεων πολλούς. ἀλλ’ οἱ βάρβαροι ἐπὶ τὸ ἐνδοτέρω ἀναχω‐ ρήσαντες τεῖχος οὐδὲν ἧττον ἀντείχοντο. 12. Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν, ὁ δὲ βασιλεὺς στό‐
λον νεῶν ἀγείρας ἅμα ἠπειρώτῃ στρατῷ εἰς τὴν Ἰταλίαν ἔπεμψεν,164

165

ὧν Ἀλέξιος ἀμφοτέρων ἦρχεν ὁ βασιλέως Ἀλεξίου θυγατριδοῦς. μέγας τῷ τηνικάδε δοὺξ χρηματίζων. ἐπέσταλτο δὲ αὐτῷ πρὸς τοῦ βασιλέως καὶ ἑτέραν ἀθροίσαντι δύναμιν οὕτω δὴ Ἰταλίᾳ προσεσχηκέναι· ἀλλ’ ἐκεῖνος οὐδὲν τούτων διαπεπραγμένος ἐπὶ
5Βρεντέσιον ἦλθε, τὸ μὲν πρὸς τὸν ἀπόπλουν οὕτω δεινὸν ὄντα πε‐ φοβημένων τῶν πολλῶν, τὸ δὲ καὶ ὑποψίᾳ κινδύνων, οἳ πρὸς τῶν πολεμίων ἐπήρτηντο σφίσι. τὸ δ’ ἐντεῦθεν ἀριδηλότερον ἤδη βα‐ σκαίνειν ἡ τύχη Ῥωμαίοις ἤρξατο. Ῥομπέρτος τε γάρ, ὃς αὐτοῖς ἄχρι καὶ τότε συνεμάχει, Γιλίελμον ἀκούσας δυνάμεσιν ἅμα βα‐
10ρείαις ἥκειν, ὁρῶν δὲ καὶ Ῥωμαίους οὔπω ἔτι τὴν Βρεντεσίου πα‐ ραστησαμένους ἀκρόπολιν, τοῦ συμμαχεῖν ἀπέσχετο, σκηψάμενος ὡς δυνάμεις ἀθροίσων ἄπεισι τοῦ ἐνταῦθα πόνου συλληψομένας αὐτῷ· καὶ οἱ ἐκ Μάρκας πόλεως ἱππεῖς διπλασίους κομίζεσθαι τοῦ λοιποῦ τὰς συντάξεις αἰτήσαντες, ἐπειδὴ μὴ ἐτύγχανον τοῦ σκοποῦ,
15ᾤχοντο ἀπιόντες. τοιαῦτα Γιλίελμος μαθὼν τὰς δυνάμεις ἀναλα‐ βὼν εὐθὺ Ῥωμαίων ἐχώρει. τῶν δὲ βουλευομένων ὅπη τὸν πόλε‐ μον τόνδε διοικεῖσθαι χρεών, τοῖς μὲν ἐπὶ Βᾶριν ἰέναι ταφρείᾳ τε τὴν πόλιν ἀσφαλίζεσθαι ἐδόκει, τοὺς δὲ τοῦτο μὲν οὐκ ἤρεσκε δει‐ λίαν εἶναι φάσκοντας ἀντικρύς, εἴ γε τῶν ἐν χερσὶ μεθέμενοι ὀπίσω
20χωρήσουσιν. ὡς οὖν οὕτω ταῦτ’ ἐδόκει, τὸν μεταξὺ χρόνον ἐπὶ κενῆς τρέχειν οὐκ ἀνεχόμενοι τῷ περιβόλῳ αὖθις προσέβαλον μέρος τε αὐτοῦ πολὺ καθῄρουν τοῖς πετροβόλοις. οὐ μὴν οὐδὲ ὣς τοὺς βαρβάρους ἀπώσασθαι εἶχον· ἀλλὰ τὸ μὲν πρῶτον θαρσήσαντες
ἐπεξῄεσαν σφίσιν, ἔπειτα Ῥωμαίων ἐπιβρισάντων αὖθις ἐπὶ τὸ τεῖ‐165

166

χος ἔθεον, καὶ εἰ μὴ τύχη τις ἐπιγενομένη Ῥωμαίους διεκώλυσε, τάχα ἂν ἥλω κατὰ κράτος τότε Βρεντέσιον. ἀνέβησαν μὲν γὰρ ἤδη τὸν περίβολον καὶ ἀπὸ τῶν πύργων τοῖς ἔνδον ἐμάχοντο, ἀλλὰ πολύ τι μέρος αὐτῶν πεπονηκὸς ἤδη ταῖς συχναῖς προσβολαῖς εἰς
5γῆν ἠνέχθη πεσὸν συγκατέσπασέ τε πολλοὺς αὐτῶν, οὕτω τε ἄπρα‐ κτοι ἀνεχώρησαν. Σικελοὶ δέ, ἐπειδὴ μηδέπω Γιλίελμος παρῆν, βουλὴν ἐποιοῦντο ὅπως ὁμολογίᾳ Ῥωμαίοις τὸ φρούριον ἐνδώσου‐ σιν· ἀλλ’ ἡ τύχη ὥσπερ τακτόν τινα Ῥωμαίοις ἕψεσθαι ἐπαγγει‐ λαμένη χρόνον, εἶτα ἐκμετρηθέντος αἰσθομένη ἀπὸ μέσης αὐτοὺς
10τῆς πόλεως λιποῦσα ᾤχετο. ἐν ᾧ γὰρ ταῦτα Σικελοὶ διενοοῦντο, ἠγγέλη αὐτοῖς ἐγγὺς ἤδη Γιλίελμον στρατῷ μεγάλῳ ἐπιέναι. ὅπερ ἐκεῖνοι ἀκούσαντες ἀπέσχοντο μὲν τῶν βεβουλευμένων, ἐπὶ δὲ τὰ τείχη ἀναβάντες ἐκροτάλιζον θαμὰ καὶ ὥσπερ ἤδη Ῥωμαίους ἐξε‐ λάσαντες ἡμέραν ἦγον ἑόρτιον.
15 13. Ταῦτα μὲν δὴ τῇδε ἐπράσσετο· Γιλίελμος δὲ ἄρας ἐκ Μυζίας παντὶ τῷ στρατῷ ὡς ἐπὶ Βρεντέσιον ἐπορεύετο, ὅ τε στό‐ λος αὐτῷ ἐπὶ τῆς ἀντιπόρθμου τῷ Βρεντεσίῳ νησίδος ὀλίγων ἀπὸ σταδίων ὁρμισάμενος ἵστατο. κατὰ ταὐτὸν γὰρ ἀμφοτέρωθεν Ῥω‐ μαίοις τὴν προσβολὴν ποιεῖσθαι διενοεῖτο. ἀλλὰ Ῥωμαίους τὸ μὲν
20αὐτίκα διαναυμαχῆσαι πρὶν ἢ καὶ Γιλίελμον αὐτοῖς ἐπιστῆναι, δυσβουλία τις καὶ τὸ χρῆναι οἶμαι κακῶς αὐτοὺς πεπονθέναι παρεί‐
λετο· πρὸς δὲ ἀμφοτέρους τὴν μάχην διενεγκόντες τὰ βασιλέως166

167

διέφθειρον πράγματα. στρατὸν γὰρ ἥκειν ἐκ Βυζαντίου καραδο‐ κοῦντες ἤδη, ἐς τὴν ἐκείνου τάχα παρουσίαν τὴν προσβολὴν ἀπετί‐ θεντο. ὡς δὲ ἤδη ἐγγὺς εἶναι ἠγγέλλετο Γιλίελμος, τότε δὴ τὴν ἀμφοτέρων ἄκοντες ἀνεδέχοντο μάχην. ἄνδρε τοίνυν δύο δοκίμω
5τὰ εἰς τὰς μάχας ἐπιλεξάμενοι, Ἰωαννάκιόν τέ τινα Κριτόπλην καὶ Παιράμην Πέρσην γένος, ἅμα Ἴβηρσι καὶ Μασαγέταις ἐφ’ ᾧ ἀκροβολίσεσθαι ἔπεμψαν· οἳ καὶ ἐπειδὴ τάχιστα τοῖς πολεμίοις συνέμιξαν πρὸ πέντε που καὶ τεσσαράκοντα σταδίων τὸν χάρακα πηξαμένοις, ἐν τῇ ἐγγύθεν ἀποπορείᾳ κατὰ νώτου αὐτοῖς ἐπιθέ‐
10μενοι πολλούς τε τῶν ἐπὶ τῆς οὐραγίας ἔκτειναν καὶ ἵππους τῶν σκευοφόρων συχνοὺς ἤλασαν, σημεῖόν τε σφᾶς ἀφελόμενοι ἐπὶ Βρεντέσιον ἦλθον. ἀλλὰ Σικελοὶ τούτου μὲν ἧττον ἐφρόντισαν (ἅτε γὰρ ἐν πλήθει μεγάλῳ αἴσθησις οὐδεμία τούτοις ἐγένετο), ὀλίγῳ δὲ Ῥωμαίων ἀπεστρατοπεδευμένοι, ὅσῳ ἀμφοτέροις τοὺς
15χορταγωγοὺς ἐπιμίγνυσθαι, τὸν πόλεμον διέγραφον. ἤδη δὲ καὶ τὸ ναυτικὸν ὀλίγον λοιπὸν τοῦ λιμένος ἀποσαλεῦον ἵστατο τούτοις. καὶ Σικελοὶ μὲν ἐν τούτοις ἦσαν· Ῥωμαῖοι δὲ καὶ πρότερον μὲν πολλῷ τῷ διαλλάσσοντι τοῦ τῶν πολεμίων ἠλαττονοῦντο στρατοῦ, τότε δὲ ἔτι μᾶλλον ὑπέρρει τὰ τῆς δυνάμεως αὐτοῖς. ἄλλοι τε γὰρ
20ὡς πλεῖστοι συμμάχων ἀπετάξαντο τούτοις, καὶ δὴ καὶ μοῖρά τις Κελτῶν οὐκ ἀγεννὴς μισθοῦ Ῥωμαίοις δουλεύουσα Γιλιέλμῳ λα‐ θραιότατα προσεχώρησε. ταῦτα ὁ Γιλίελμος ὁρῶν δεῖν ἔγνω τὴν
τοῦ καιροῦ προαρπάζειν ὀξύτητα, μή ποτε τοῦ χρόνου διαγενομέ‐167

168

νου ἢ Ῥομπέρτον αὐτοῖς ἐπιβοηθῆσαι γένοιτο (ἠγγέλλετο γὰρ ἤδη δυνάμεις ἀθροίσας ἐπανιέναι) ἢ γοῦν στρατιά τις ἠπειρῶτις ἢ ναυ‐ τικὴ ἐκ βασιλέως ἀφίκοιτο παρ’ αὐτούς. καὶ δὴ ἐκτάξας τὸ στρά‐ τευμα κατὰ φάλαγγας ἐχώρει. Ῥωμαῖοι δὲ Ῥομπέρτου εἴτε ἑκόν‐
5τος εἴτε τύχῃ τινὶ ὑστεροῦντος ἐτάττοντο καὶ αὐτοὶ κἀκ τῶν ἐνόν‐ των κοσμηθέντες ἀντιμέτωποι ἵσταντο. ὅτε δὴ καὶ θάμβος ἦν ὁρᾶν Ῥωμαίων εὐπερίγραπτόν τινα ἰσχὺν ὅλαις δυνάμεσιν μαχου‐ μένην Σικελικαῖς. μέχρι μὲν οὖν τινος οὐδέτεροι χειρῶν ἦρχον, μετὰ δὲ ταῦτα τῶν μισθοφορούντων τις ἱππέων τῆς Ῥωμαίων φά‐
10λαγγος προπηδήσας ἐν μεταιχμίῳ ἔστη τὸν βουλόμενον μονομαχεῖν προκαλούμενος. τούτῳ τε τῷ τρόπῳ συμπεσόντες ἀλλήλοις ἐμά‐ χοντο. καὶ ἡ μάχη ἕωθεν ἀρξαμένη μέχρι μὲν οὖν πολλοῦ ἀγχώ‐ μαλος ἦν Ῥωμαίων εὐψυχότατα διαγωνιζομένων, ἔπειτα Σικελοὶ τῷ πλήθει βιασάμενοι ἐτρέψαντο τούτους. φευγόντων οὖν πολλοὶ
15ἔπεσον καὶ ζωγρίαι ᾑρέθησαν, οἱ δ’ ἄλλοι σὺν ὠθισμῷ πολλῷ καὶ βίᾳ εἰς τὴν πόλιν εἰσέπιπτον, ἐν οἷς καὶ Ἀλέξιος ὁ στρατηγὸς ἦν. ὁ Δούκας δὲ τειχέων ἔξω λειφθεὶς οὐ πρότερον ἀνῆκε παίων καὶ παιόμενος, πρὶν ὑπὸ τῶν πολεμίων κυκλωθεὶς αἰχμάλωτος μετὰ πλείστους ὅσους ἐγένετο ἀγῶνας. Σικελοὶ δὲ ἐπειδὴ τοῦτον εἷλον,
20καὶ τοὺς ἐπὶ τῆς πόλεως λοιπὸν ἀμογητὶ ὡς ἐν πανάγρῳ σαγηνεύ‐ σαντες ἔσχον. ἐς τοῦτο δὴ τέλους τῷ Κομνηνῷ καὶ τῷ Δούκᾳ ἡ ἀβουλία τὸ πρὶν περιήνεγκε κλέος. οὕτως οἱ νῦν ἄνθρωποι οἱ μὲν
παντάπασι στρατηγικῶν ἄμοιροι διατελοῦντες τὰ πράγματα σφάλ‐168

169

λουσιν, οἱ δὲ τοῦτο μὲν τυχὸν ἴσασι στρατηγικῆς μέρος, τῷ πλείονι διαμαρτάνουσι. τέχνη γάρ τίς ἐστι καὶ ἡ στρατηγία, καὶ χρὴ τὸν ταύτην μετιόντα πολυειδῆ τινα καὶ ποικίλον εἶναι καὶ πρὸς ἕκαστον ἐπικαιροτάτως τῶν ταύτης μετατάττεσθαι εἰδῶν. φεύγειν τε γάρ
5ἐστιν ὅτε χρὴ μηδὲν αἰσχυνόμενον εἰ τοῦτο διδοίη καιρός, καὶ αὖ ἀνυπόστατα διώκειν, πρὸς τὴν χρείαν ἑκάτερον· ἔνθα τε ἐπινοίᾳ μᾶλλον ἢ χειρὶ κατορθοῦν φαίνοιτο, παραιτεῖσθαι τὸ τοῖς ὅλοις διακινδυνεύειν. πολλῶν γάρ τινων καὶ διαφόρων πραγμάτων ἐς ἕν τι τέλος τὴν νίκην ἀγόντων, ἀδιάφορόν ἐστιν ὁποτέρῳ τις χρη‐
10σάμενος ἐπ’ ἐκεῖνο ἥξει. καὶ τοίνυν Ῥωμαῖοι, τοῦ Ἀλεξίου δυνά‐ μεων ὑποσπανίζοντος ἃς ὁ βασιλεὺς αὐτῷ ἄγειν ἐκέλευεν, εἴ γε Σι‐ κελοῖς οὐκ ἀξιομάχους ἑαυτοὺς εἰδότες ἐπὶ τὰς ναῦς τε τὸ στρά‐ τευμα ἀνεβίβασαν καὶ στόλῳ τῷ αὐτῶν συνεπλάκησαν πρότερον, αὐτοῦ τε κατὰ κράτος περιεγένοντο ἂν καὶ τὴν ἐκ τῆς ἠπείρου ὑπο‐
15χώρησιν τοῖς ἐκ τῆς ὑγρᾶς παρεμυθήσαντο τροπαίοις, οὕτω τε καιροῦ καλοῦντος ἐπὶ τὴν ξηρὰν αὖθις ἐκβάντες σὺν δυνάμεσι πλείοσι τὰς ἐν Ἰταλίᾳ διηγωνίσαντο μάχας. ἀλλ’ ἐκεῖνοι τὴν ἐκ τοῦ ὑποχωρεῖν ὑφορώμενοι ἀδοξίαν εἰς τὴν τοῦ πανστρατὶ διεφθάρ‐ θαι περιπεπτώκασιν ἀτιμίαν.
2014. Ταῦτα μὲν οὖν τῇδε ἐγένετο, ὁ δὲ βασιλεὺς τούτων
ἀκούσας ἐδυσχέρανε μὲν ὡς τὸ εἰκὸς καὶ μάλιστα ὅτι μετὰ τοσαύ‐169

170

τας προηγησαμένας ταῦτα ξυνέπεσεν εὐτυχίας. ἀτύχημα γὰρ μετὰ δόξαν ἐπιγεγονὸς παραιτεῖται μὲν τὴν δύσκλειαν, ἀνίαν δὲ μάλιστα προξενεῖν εἴωθεν, ὅτι μικροῦ τοῦ τὸ πᾶν δεῆσαν κατορθοῦν, εἶτα ἀπώλοντο ἅπαντα. ἤλγησε μὲν οὖν διὰ ταῦτα, οὐ μὴν καὶ ἡττήθη
5τοῦ πάθους. Ἀλέξιον τοίνυν, ὃς τὸ τοῦ προτοστράτορος ἀνεζών‐ νυτο τότε λειτούργημα, ἐπὶ Ἀγκῶνα Ἰταλίας αὖθις ὡς ἐξ ὁρμητη‐ ρίου τινὸς ἐντεῦθεν μεταποιησόμενον ἔπεμψεν. οἱ γὰρ τῇδε ἄν‐ θρωποι ὅρκους βασιλεῖ φθάσαντες ἔδοσαν, ῥηγὶ μὲν τῷ Ἀλαμανῶν οὔποτε ἑκόντες πολεμήσειν, χρήματα δὲ τοῦ βασιλέως καὶ Ῥω‐
10μαίων οὓς ἂν αὐτὸς πέμψειε, τούτους δὴ τηρήσειν ὅσα καὶ ἑαυ‐ τούς. ὅθεν δὲ εἰς τοῦτο βασιλεὺς προήχθη, αὐτίκα δηλώσω. ὁπότε ἤδη ἐπὶ Κερκύρας ἐστράτευε, δυσνοῦν καὶ δύστροπον τὸ Οὐεννέ‐ των κατανοήσας ἔθνος, περὶ πλείονος ἔθετο ὅπως ἂν Ἀγκῶνος λοι‐ πὸν μεταποιηθεὶς ὀφρύος τε τῆς Οὐεννέτων τὸ πολὺ καταπαύσειε
15καὶ τοὺς ἐν Ἰταλίᾳ πολέμους ἐντεῦθεν ῥᾷστα διαγωνίζοιτο. διὰ ταῦτα μὲν Ἀλέξιος σὺν χρήμασι πολλοῖς ἐπὶ Ἀγκῶνα ἦλθεν. ὅθεν Κωνσταντῖνόν τε τὸν Ὦττον καὶ Ἀνδρέαν κόμητα πόλεως Ἰταλικῆς τήν τε χεῖρα γενναῖον καὶ ἀνδρείας εὖ ἥκοντα ἐπὶ τὴν Ἰταλίαν ἐκ‐ πέμψας χεῖρά τε σύμμαχον ἤθροιζε πολλὴν καὶ πόλεις ὡς πλείστας
20Ῥωμαίοις ἐδουλοῦτο· ὅτε δὴ γέγονέ τι καὶ τοιοῦτο. ὁ Ῥώμης ἀρ‐ χειρεὺς Γιλιέλμῳ φιλίαν ἤδη ὁμολογήσας, ἐπειδὴ τὼ ἄνδρε τούτω
διὰ τῶν Ῥώμης ἰόντε ἔγνω χωρίων, ἰσχυρότατα διεκώλυεν. ἀλλὰ170

171

τῶν ἐπὶ δόξης τινές, οἳ Ῥωμαίοις εὔνοιαν φθάσαντες ὡμολόγησαν (ἔθος γὰρ ἀεὶ βασιλεῖ Μανουὴλ ἦν τῶν τῇδε πολλοὺς ἑταιρίζεσθαι), ἐπαναστήσαντες τὸν δῆμον αὐτῷ, τὸ βασίλειόν τε σημεῖον ἐντιμό‐ τατα τῇ δεήσει εἰσεδέξαντο καὶ τῷ Κοντοστεφάνῳ κατ’ ἐξουσίαν
5οὓς ἂν βούλοιτο μισθοῦσθαι ἐφῆκαν. ἐφ’ οἷς χαλεπήνας ὁ ἀρχιε‐ ρεύς, ὃ μόνον εἶχεν, ἐπιτιμίῳ τὸν δῆμον καθυποβάλλει, μηδὲν μετὸν εἶναι λέγων Ῥώμῃ τῇ νεωτέρᾳ πρὸς τὴν πρεσβυτέραν, πάλαι ἀπορραγεισῶν. “χρὴ δὲ μᾶλλον τῷ Σικελῶν ἀμύνειν δυνάστῃ· μέλει γὰρ αὐτῶν ὄντι, εἶτα κακῶς πεπονθότι τῇ πρὸς πολλῷ αὐτοῦ
10κρείττονα διαγωνίσει μὴ βεβοηθηκέναι ἀνόσιον.” τοῦτο δὴ τὸ ἐπι‐ τίμιον εὐλαβηθεὶς ἤδη τις ἀφίσταται μὲν τῶν τὰ βασιλέως περιε‐ πόντων, εἰς δὲ τὸν ἀρχιερέα παλιμβόλῳ μετετίθετο γνώμῃ. ἀλλ’ οἱ τὰ Ῥωμαίων πρεσβεύοντες τοῦτον μὲν βίᾳ πολλῇ ἐκεῖθεν ἀπέσπα‐ σαν· ὡς δὲ τὴν ἀπιστίαν αὐτῷ στηλιτεύσαιεν, βάρβαρόν τινα τρό‐
15πον καὶ ἀπειροκαλίας οὐ πόρρω τινὸς τὴν παντευχίαν καὶ τὸν ἵππον ἐπὶ ξύλου τινὸς ἠρτημένα ἀπὸ καλωδίων ἀφῆκαν φέρεσθαι· ἐπί τε τὸν ἀρχιερέα ἐμφανῶς ἤδη συστάντες ἄκοντα τῶν ἐπιτιμίων ἀνεῖναι τοὺς ἀνθρώπους ἀνέπεισαν. ὅθεν τὰ Ῥωμαίων αὖθις πολλῇ τὸ ἐντεῦθεν ἐχρῆτο τῇ παρρησίᾳ. πόλιν τε οὖν ἣ ἀπὸ Γερμανοῦ τοῦ
20ἐν ἁγίοις τὴν προσηγορίαν ἔχει, πολέμῳ παρεστήσαντο, καὶ ἄλλας ἀμφὶ τὰς τριακοσίας ὑπὸ βασιλεῖ ἔθεντο, ὧν ὅπως ἑκάστη κλήσεως
ἔσχεν ἔξεστι τῷ βουλομένῳ ἐκ τοῦ κατὰ νότον τῆς πόλεως ἐπὶ τοῖς171

172

παλαιοτέροις ἀρχείοις τῷ βασιλεῖ τούτῳ ἐγηγερμένου ἀναλέγεσθαι δόμου. εἰ γὰρ καὶ πλείους τούτων ἐνταῦθα γεγράφαται, ἀλλὰ θωπεία τις τὸ ἐπέκεινα καὶ τρόπος ἀνελεύθερος τῶν τὰ ἔργα με‐ τιόντων ἐστίν, ὁποίους εἶναι τοὺς πολλοὺς ἀεὶ συμβαίνει, δι’ ἅ
5ποτε καὶ βασιλέως αὐτοῦ δυσχεράναντος ἤκουσα. εἰ μέντοι καὶ περιῄρηνται, οὐκ ἔχω ἰσχυρίσασθαι. 15. Οὕτω καὶ πάλιν ὀλίγου δεῖν ἡ χώρα Ἰταλῶν ἅπασα ὑπὸ Ῥωμαίους ἐγένετο ἄν. ἀλλὰ Ἀλέξιός τε ὁ Κομνηνὸς καὶ ὁ Δού‐ κας καὶ τῶν ἄλλων ὅσοι Ῥωμαίοις στρατηγοῦντες δορυάλωτοι τῷ
10Σικελῶν ἐγένοντο δυνάστῃ τὰ πράγματα διέφθειραν αὖθις. πολλὰ γὰρ τῶν ἀθελήτων τέως βασιλεῖ φθάσαντες ἤδη ὀμωμοκέναι Σικε‐ λοῖς μεγίστων καὶ καλῶν ἔργων Ῥωμαίους ἐστέρησαν. καὶ τί γὰρ οὐκ ἄν τις ὁμολογῆσαι εἶχεν, ὁπότε κλοιά τε αὐτὸν εἶχον καὶ κευ‐ θμῶνες ἐφρούρουν κατάγειοι; ἐποίουν δὲ ταῦτα Σικελοί, ὡς ἂν
15οἱ τῇδε ἄνθρωποι Γιλιέλμῳ σπείσεσθαι τὸν βασιλέα προσδοκήσαν‐ τες, φθάνωσιν, ὡς τὸ εἰκός, Ῥωμαίων καὶ πρὸ καιροῦ ἀφιστῶν‐ τες τὰς πόλεις. ὅπερ ὁ βασιλεὺς ἀκούσας, συνῆκέ τε τῶν πρατ‐ τομένων καὶ γράμματα ἐπὶ Σικελίαν ἐκπέμψας τοῖς μὲν ἐν εἱρκτῇ Ῥωμαίων τάδε ἔγραψε. “θαυμάζειν ἔπεισί μοι, ὅπως ἀεὶ μικρο‐
20νοίᾳ τινὶ περὶ τὰ πράγματα κεχρῆσθαι ὑμᾶς, ὦ ἄνδρες, ξυμβαί‐ νει. πρώην τε γὰρ αὐτοὶ τὰς καλλίστας ἐκείνας οὕτω διεφθείρατε νίκας, τύχην τε ὑμῖν αὐτοῖς ἐφ’ ἧς νῦν ἐστὲ προὐξενήσατε, καὶ νῦν δέ, ἄλλων τὰ ὑμῖν κακῶς ἤδη πραχθέντα σὺν θεῷ ἀναμαχεῖ‐
σθαι προθυμουμένων, ἐμποδὼν ἵστασθε. ἢ οὐκ ἐκεῖνο ἐπὶ νοῦν172

173

ὑμῖν ἦλθεν, ὡς τὴν ἐπὶ τὰ πρόσω ἡμῶν ἀναστελοῦντες ὁρμὴν ταῦτα ἐπινενοήκασι Σικελοί; τίς γὰρ ἐκεῖνος ἔσται Ἰταλῶν, ὃς τὴν χώραν αὖθις, ἣν ἤδη ἡμεῖς ἔχοντες, Γιλιέλμῳ ὑφ’ ἡμῶν ἐνδοθησομένην ἀκούων, οὐκ αὐτίκα μὲν ἡμῖν ἀπιστήσει, ἐς δὲ
5Γιλίελμον ὀκνήσει οὐδεμιᾷ μεταθήσεται; οὐκ ἔσται πάντως οὐδείς, εἰ μή τις βλὰξ εἴη καὶ ἀνόητος ἄνθρωπος, ὁποῖοι πολλοὶ τυγχά‐ νουσιν ὄντες. πυνθάνομαι ὑμῶν, εἴπατε πρὸς θεοῦ, κάλλιον πότε ὑμᾶς ἂν εἶδε τὰ πάτρια; ὁπότε Ἰταλίας ἤδη ἁπάσης καὶ νή‐ σου τῶν Σικελῶν ὑφ’ ἡμᾶς γεγενημένων, λαμπροὶ λαμπρῶς αὐτό‐
10θεν ὑπὸ τῶν ὁμοφύλων ἀναρρυσθέντες ἀθληταὶ Ῥωμαίων εὐγενεῖς ἐπὶ Βυζάντιον ἥκετε, ἡδὺ θέαμα τοῖς ὁμοτίμοις ὑμῖν προσορώμε‐ νοι, ἢ ὁπότε οὐδὲν οὔτε δόντες οὔτε λαβόντες, ὥσπερ ὑμῖν τὰ ὅρ‐ κια βούλονται, ἐνταῦθα ὑμᾶς ἀνακαλεσόμεθα;” Ῥωμαίοις μὲν ταῦτα ἔγραψε, Γιλιέλμῳ δὲ ἐπέστειλεν ὧδε. “μὴ οἴου λήσειν
15ἡμᾶς, ὦ γενναῖε, ὅτου δὴ ἕνεκα ταῦτα μεμηχάνηται παρ’ ὑμῶν, ὥσπερ οὐδὲ ὅτι τοῖς βίᾳ γεγονόσι συγγνώμων ἡ ἀνάγκη γίνεται. οὐκοῦν οὐδὲ στέρξει σοι πάντως, ἃ πρὸς δεσμωτῶν ὀμώμοται καὶ ἐμφρούρων τούτων ἀνδρῶν. Ῥωμαῖοι γὰρ οὐ πρότερον Ἰταλίᾳ πολεμοῦντες ἀφέξονται, πρὶν ἂν αὐτήν τε καὶ τὴν νῆσον πᾶσαν
20ὑπὸ παλάμῃ τῇ ἡμῶν ὥσπερ καὶ πρότερον ἤδη ποιήσωνται.” ταῦτα οἱ περὶ Γιλίελμον δεξάμενοι τὰ γράμματα ἀμείβονται ὧδε. “εἰ μὲν
τῶν ἤδη πρότερον ἐς τὸ κράτος ἡμαρτημένων τὸ σὸν δίκας ἡμῖν173

174

ἐπιτιθέναι βούλει, κράτιστε βασιλεῦ, ἔχεις ἤδη καὶ ὑπὲρ ὃ ἐχρῆν Ἰταλίαν μετελθών. πόλεις τε γὰρ τριακοσίων οὐκ ἐλάττους ἐπὶ μέσης αὐτῆς παρεστήσω, πρᾶγμα παλαιὸς ἐξ οὗ χρόνος τὴν Ῥω‐ μαίων ἀρχὴν ἐπιλελοιπός, καὶ κλέος ἀνεδήσω, ὃ μετὰ Ἰουστινια‐
5νὸν ἀρχαῖον Ῥωμαίων αὐτοκράτορα οὐδενὶ τῶν ἄλλων ὑπῆρξεν, ὅτι μὴ τῷ κράτει τῷ σῷ. ἀξιοῦμεν γὰρ ἀντίθες ἀγνόημα τὸ ἡμῶν (λέγω δὴ ὁπηνίκα Κόρινθόν τε καὶ Εὔβοιαν κατετρέχομεν τὴν σὴν) καὶ τὰς Ῥωμαίων ἐν Ἰταλίᾳ νίκας, οἳ δὴ τοσοῦτον ἤδη χρόνον ἄγουσί τε καὶ φέρουσι τὰ ἐνταῦθα, αἱμάτων τρὶς τοσούτων μᾶλ‐
10λον δὲ πλεονάκις τοσούτων τὴν τῇδε πληρώσαντες γῆν, καὶ πόλεις οὐ διασκυλευσάμενοι μόνον τοσαύτας, ἀλλ’ ἤδη καὶ ὑποχειρίους θέμενοι. πότερά σοι δοκεῖ μεγαλειότερα; κἂν μὴ πρὸς ἡμᾶς ἀν‐ τιμετρεῖσθαι ταῦτα βούλει πολλῷ καταδεεστέρους τοῦ σοῦ κράτους ὄντας, ἀλλὰ σύ γε ἐπὶ τοὺς πρώην ἀνάδραμε βασιλέας καὶ τὰ κα‐
15τόπιν τῷ χρόνῳ ἐπίβλεπέ μοι Ῥωμαίων ἀνδραγαθήματα· ἢ οὐ καὶ τηνικάδε συγκέκρουκέ τις Ῥωμαίων τῇ ἀρχῇ; πολλὰ δήπου πάν‐ τως ἐθνῶν καὶ Περσῶν καὶ Οὔννων καὶ εἴ τι μὴ δυσφοροίη κράτος τὸ σόν, καὶ Ῥομπέρτος ἐκεῖνος ὁ Ἰταλίαθεν ἐς Ἐπίδαμνον διαβὰς μεγάλας τῇδε πάππῳ τῷ σῷ συνδιηγώνιστο μάχας. ἀλλὰ μόγις
20καὶ ἀγαπητῶς ἐκ τῆς Ῥωμαίων ἐκεῖνος Ῥομπέρτον διώσατο, σὺ δὲ καὶ τῆς ἡμετέρας σχεδόν τι περιγέγονας ἁπάσης. εἴ τι οὖν σοι τοῦ ἀνταμύνασθαι ἡμᾶς ἕνεκα ταῦτα ἐπικεχείρηται, ἅλις σοι τῶν τρο‐
παίων· ἱκανῶς ἔχεις ἡμᾶς μετελθών. τὴν ἡμετέραν πατοῦντί σοι174

175

τὰ τῆς εἰρήνης ἀσπάσασθαι οὔκουν ἐστὶν ἀγεννές, εἰ μὴ καὶ σφό‐ δρα ἐπίδοξον. σὺ δὲ καὶ Ῥωμαίους, οὓς τῆς τύχης ἡμῖν δούσης ἄνδρας οὕτω περιφανεῖς δορυαλώτους ἐποιησάμεθα, αὐτίκα λήψῃ, ἐφ’ οἷς οὐδὲ ὀργίζεσθαί σε δίκαιον ἐφ’ ἡμᾶς. ἀνδρὶ γὰρ πολεμου‐
5μένῳ οὐδεμία νέμεσις ἀντιπράττειν ἐχθροῖς. ὥστε λείπεται ἑνὸς ἐκείνου ἕνεκα τοῦ περὶ Εὔβοιαν ἡμῖν ἡμαρτημένου δίκαιον εἶναί σε πολεμεῖν, οὗπερ ἤδη καὶ ὑπερέβης τὰς τίσεις, ὥσπερ ἐλέγομεν. εἰ μὲν οὖν δίκας ἡμῖν ἐπιθεῖναι προεθυμήθης, ὧν ἐς τὴν χώραν ἐνεδειξάμεθα τὴν σήν, τοσαῦτα ἀπολελογήμεθα τῷ κράτει τῷ σῷ,
10εἰ δὲ ἀεί σοι πολεμητέα γένει τῷ ἡμῶν, ὥρα σοι ἐννοεῖσθαι μή ποτε πέρα νομίμων εἴη τῶν ἀνθρωπίνων ἡ ἐγχείρησις. τὸ μὲν γὰρ ταῖς προφάσεσι καὶ τοὺς πολέμους συμμετρεῖν ἀνθρώπινον, πε‐ ραιτέρω δὲ χωρεῖν ἄλλος μέν τις εἴποι ἂν ὅτι θηριῶδες, ἡμῖν δὲ τοῦτο μὲν οὐ λεκτέον, αἰτούμεθα δέ σε σπεισάμενον ἤδη πόλεμον
15τόνδε καταλύειν.” ταύτην ὁ βασιλεὺς πολλάκις ἀπολεξάμενος τὴν ἐπιστολὴν ἐπένευσε τοῖς εἰρημένοις, τούς τε Ῥωμαίων αἰχμαλώτους ἀπολαβὼν καὶ εἴ τι που λάφυρον πολέμου ἐγένετο κομισάμενος, πρὸς δὲ καὶ τὰ πιστὰ πρὸς Γιλιέλμου λαβὼν σύμμαχον ἐν ταῖς κατὰ τὴν ἑσπέραν ἕξειν αὐτόν, τὸν πόλεμον ἔλυσεν. ὀλίγῳ δὲ
20ὕστερον καὶ ῥῆγα τετίμηκεν οὐ πρότερον ὄντα, τοσοῦτόν τε ἐπ’ αὐ‐ τῷ τετήρηκε τὸ εὐμενές, ὡς Γιλιέλμου τὸν βίον συμμετρησαμένου προσιόντα αὐτῷ τὸν ἀδελφὸν αἰτούμενόν τε συλλήψεσθαι αὐτὸν
ἐφ’ ᾧ Σικελῶν ἄρξει προσδέξασθαι οὐδαμῶς.175

176

16. Τὰ μὲν δὴ τῶν Ἰταλικῶν πολέμων ἐνταῦθα Ῥωμαίοις πέρας ἔσχε. βασιλεὺς δὲ καὶ πρότερον μὲν τῶν κατὰ τὴν Ἀσίαν ἤδη κεκινημένων πραγμάτων, ὁπηνίκα ἔτι τὰς ἐν Ἰταλίᾳ διέφερε μάχας, φροντίδα τῶν τῇδε εἶχε πολλήν, τότε δὲ ὁλοσχερέστερον
5λοιπὸν ἀντεποιήθη. ὁ μὲν γὰρ Περσῶν σουλτὰν Πούνουράν τε καὶ Σίβυλαν Ῥωμαίοις κατηκόους παρεστήσατο πόλεις, Τερόζης δέ, οὗπερ ἤδη ἐμνήσθην, τῶν ἐν Κιλικίᾳ πλείστας ἀφήρπασεν, Ἰα‐ γουπασὰν δέ, ὃς καὶ αὐτὸς Περσῶν φύλαρχος ἦν, ἄρχων γῆς τῆς Καππαδοκῶν, Οἴναιόν τε κατέθεε καὶ Παυράην, πόλεις ἄμφω
10Ποντικάς. Ἀλέξιον τοίνυν τὸν Γιφάρδον ἐπὶ τὸν σουλτὰν πέμψας τὰς εἰρημένας ἀνέλαβε πόλεις, Ἰαγουπασὰν δὲ τῆς ἐπὶ τὰ Ῥω‐ μαίων ἀποσχόμενον ἐκδρομῆς ἑαυτῷ προσανέχειν ἠνάγκασεν· ἐπὶ μέντοι τῆς Κιλίκων αὐτὸς ἐκστρατεύειν διενοεῖτο. ἐν δὲ τούτῳ ἐν Βυζαντίῳ τάδε συνέπεσεν. ἦν τις Λευιτῶν οὓς διακόνους καλοῦ‐
15μεν· ὄνομα τούτῳ Βασίλειος. οὗτος ἀναπτύσσειν τοῖς πολλοῖς τὰς θείας ἐν ταῖς ὅπου δήποτε τελεταῖς πεπιστευμένος φωνὰς ἄλ‐ λους τε τῶν καὶ κατὰ βραχὺ προσκεκρουκότων αὐτῷ ἐν ταύταις δὴ ταῖς ὁμιλίαις σχήματι καὶ ἐπικρύψει κακηγορεῖν ἤθελε, καὶ δὴ καὶ Μιχαὴλ καὶ Νικηφόρον ἐπίκλησιν Βασιλάκιον, ὧν ὁ μὲν ῥητορι‐
20κῆς ἐς τόδε καιροῦ καθηγητὴς ἐτύγχανεν ὢν ὁ Μιχαήλ, τὰ ἱερά τε ἐπὶ τοῦ τῆς Σοφίας ἱεροῦ διεξηγεῖτο τῶν εὐαγγελίων ῥητά, ἅτερος δὲ εὐδόκιμος ἄλλα τε τῶν ἐν λόγοις ἦν καὶ δὴ καὶ λόγων ἀγαθὸς
δημιουργός· ἀμέλει γοῦν καὶ πολλὰ τῶν κατὰ ῥητορικὴν μεμελέ‐176

177

τητο αὐτῷ ἄγαν δεξιῶς. ἐπὶ τούτοις ὤδινόν τε τὼ ἄνδρε τούτω καὶ ἐν δεινῷ ἐποιοῦντο, εἰ τηλικούτω τὰ ἐς σοφίαν ὄντε πρὸς τοιού‐ του διαμυκτηρίζοιντο ἀνδρός, ὅθεν ἑαυτοῖς τε καὶ πλείστοις ἑτέροις ἀνηκέστων αἴτιοι ἐγενέσθην κακῶν. τοῦ Βασιλείου γάρ ποτε ἐς τὸν
5πρὸ τοῦ ἄστεος τοῦ ἀποστόλου Ἰωάννου τοῦ θεολόγου νεὼν τὴν συνήθη τελοῦντος αὐτῷ λειτουργίαν, ᾔεσαν ἀκουσόμενοι καὶ οὗτοι, ἀκοαῖς γε μὴν ἐπιβούλοις καὶ πλήρεσι δυσμενείας. ὡς γὰρ εὐαγγε‐ λικήν που οἶμαι περικοπὴν ἐκεῖνος διεξιὼν τὸν αὐτὸν ἔφη καὶ ἕνα τοῦ θεοῦ υἱὸν καὶ θῦμα γενέσθαι καὶ σὺν τῷ πατρὶ τὴν θυσίαν
10προσδέχεσθαι, ἥρπασάν τε τὸν λόγον εὐθὺς καὶ ἄνω καὶ κάτω διεχλεύαζον ἰόντες, διττὰς ἐντεῦθεν τὸν Βασίλειον λέγοντες εἰσά‐ γειν ὑποστάσεις, εἰ τὸ μὲν ἐτύθη, τὸ δὲ τὴν θυσίαν ἐδέξατο. ἄλλοι τε οὖν ταύτῃ τῇ δόξῃ συνέθεντο τῶν ἐπὶ λόγοις τε δοκίμων καὶ δὴ καὶ Σωτήριχος ᾧ Παντεύγενος ἡ ἐπίκλησις ἦν, ἀνὴρ κατ’ ἐκεῖνον
15τὸν χρόνον σοφίᾳ καὶ λόγων δεινότητι τοὺς ἄλλους ὑπερβάλλων, ὃς καὶ τῆς Ἀντιόχου τὸν θρόνον λαχὼν οὔπω ἔτι κεχειροτόνητο. ὁ τοίνυν Σωτήριχος οὐκ ἀπὸ γλώσσης μόνον καὶ στόματος δόξῃ τῇ ἐκείνων παρίστατο, ἀλλὰ δὴ καὶ καλόν τι χρῆμα λόγου συντάξας, οἷος ἐκεῖνος ἐξαισίαν τινὰ πρὸς Πλάτωνα ἐν διαλόγοις ὁμοιότητα
20ἴσχων, πολλὰ ἐν τούτῳ δὴ τῷ λόγῳ συνεφόρησεν ἄτοπα, δι’ ἅπερ αὐτός τε τὴν τοῦ θρόνου καθαίρεσιν ὑπέστη, βασιλέως τοῖς ἀμφι‐ βαλλομένοις διαιτήσεως, καὶ ὅσοι ἤδη συνίσταντο τούτῳ. Βασί‐
λειος δὲ τὴν ἐπιτιμίαν αὖθις ἔσχεν· ἐτύγχανε γὰρ ἤδη ταύτην ἀπο‐177

178

βαλών, εἰ καὶ χρόνῳ ὕστερον αὖθις ἀπώλεσε ταύτην, οὐκ ὀρθός, ὡς ἐλέγετο, τὰ δογματικὰ φωραθείς. 17. Τὰ μὲν δὴ τῆς δογματικῆς ἐκείνης ἀμφισβητήσεως τοιοῦτον εὕρηκε πέρας. βασιλεὺς δὲ ἐπὶ Τερόζην ἐστέλλετο. αὐ‐
5τοῦ γὰρ τοῖς περὶ τὴν ἑσπέραν ὥσπερ εἴρηται διησχολημένου, και‐ ροφυλακήσας ὁ βάρβαρος σχεδόν τι ἁπάσας τῶν ἐν Κιλικίᾳ παρε‐ στήσατο πόλεων. δεινὸς γὰρ εἴπερ τις ἐγένετο ὀξύτητά τε καιροῦ προαρπάσαι καὶ πράγματα ῥάψαι ἱκανός. τούτου τε δὴ ἕνεκα βα‐ σιλεὺς ἐπὶ τὴν Ἀσίαν ἐχώρει καὶ ὧν αὐτὸς ἐρῶν ἔρχομαι. Ῥαϊ‐
10μούνδου τοῦ Ἀντιοχείας πρίγκιπος ἐκ τῶν τῇδε μεταχωρήσαντος, ἐν μὲν τῷ παραυτίκα Κωνστάντζα ἡ αὐτοῦ γαμετὴ ἑαυτήν τε βα‐ σιλεῖ καὶ τὰ Ἀντιοχέων ἐχείριζε πράγματα, βασιλέως δ’ ἔπειτα Ῥογέριον τὸν καίσαρα, ὥσπερ ἤδη ἐμνήσθην, ἐφ’ ᾧ ξυνοικῆσαι αὐτῇ στείλαντος, μεταβαλοῦσα ἐκείνη κοινῇ τῶν Ἀντιοχέων βουλῇ
15Ῥενάλδῳ τινὶ γάμου κοινωνεῖ, ἐννοησάντων μή ποτε Ῥογερίῳ γε‐ γαμημένης τῆς γυναικὸς Ῥωμαίοις ἐς φόρου ἀπαγωγὴν αὐτοὶ πέ‐ σωσιν. οὗτος δὲ ὁ Ῥενάλδος, ἐπειδὴ δεόμενον αὐτὸν βασιλεὺς οὐ προσίετο, ἀπειλὰς δὲ μᾶλλον ἐπισείων ἐξεδειμάτου πολλάς, δεῖν ἑαυτὸν χρημάτων ὑπολαβὼν τοιάδε τινὰ ἐποίει. ναῦς τεκτηνάμε‐
20νος ἐπὶ τὴν Κυπρίων ἐπλωΐζετο, πειρατικῶς τε τοῖς ἐνταῦθα προσ‐ φερόμενος περιουσίαν ἐνταῦθα δυνάμεως ἐξεπορίζετο. ἀλλὰ τὸ μὲν πρῶτον Ἰωάννης ὁ τοῦ βασιλέως ἀδελφιδοῦς τὴν χώραν τότε διέπων, καὶ Μιχαὴλ ὁ Βρανᾶς καὶ τῶν ἄλλων ὅσοι ἐπὶ φυλακῇ
ταύτης ἐτάττοντο, ἀπώσαντό τε αὐτὸν καὶ κακῶς διέθεντο· ἔπειτα178

179

προπετεστέρως ἢ ἐχρῆν ἐπὶ Λευκουσίαν τοῦ Βρανᾶ ποιησαμένου τὴν δίωξιν, ξυνεπεξῄει τούτῳ καὶ ὁ Ἰωάννης, ὅθεν συνέβη ἀμφο‐ τέρους ἁλῶναι πρὸς τοῦ Ῥενάλδου. τούτων δὴ ἕνεκα βασιλεὺς ἐπὶ τὴν Κιλίκων ἐχώρει. ἐπειδὴ δὲ πρὸς τῇ μικρᾷ Φρυγίᾳ ἐγένετο,
5Πέρσαις ἐνταῦθα ὑπαντιάσας ἥττησέ τε πολέμῳ αὐτοὺς καὶ φόνον πολὺν εἴργαστο, τὴν παρακειμένην τε Περσῶν δῃώσας χώραν ὡς ἐπὶ τὴν Κιλίκων ἐφέρετο, σχηματιζόμενος ἐπὶ Πέρσας δῆθεν τὸν πόλεμον ἄγειν· τούτῳ δὲ τῷ τρόπῳ μηδὲν ὑφορώμενον τὸν Τερό‐ ζην καταλαβεῖν ᾤετο. ὅπως γε μὴν ἔτι μᾶλλον ἀπροσδόκητος αὐ‐
10τῷ παραγένηται, κατὰ τάδε ἐποίει. Ἀλεξίῳ μὲν τῷ Κασιανῷ ὃς τὴν Σελευκείων τότε διεῖπεν ἀρχήν, τὸν αὐτόχθονα ἐκέλευεν ἀθροί‐ σαντι στρατὸν ἐν παρασκευῇ ἔχειν· ὁ δὲ τὸ εὐζωνότερον ἀπολεξά‐ μενος τῆς στρατιᾶς τὴν ἐπὶ Σελευκείας ἠπείγετο. τῷ δ’ ἄλλῳ Ῥωμαίων στρατεύματι ἐνταῦθά που ἐπὶ τῆς Ἀττάλου μένοντι ἐπι‐
15μελεῖσθαι τῶν ἵππων ἐκέλευεν. πάθος γάρ τι τοῖς αὐτῶν πέλμα‐ σιν ἐπιγεγονός, ὃ δὴ τῷ ἱππείῳ ἐπισκήπτειν εἴωθε γένει, ἰσχυρῶς αὐτοὺς ἐπίεζεν. ὡς δὲ αὐτὸς μὲν τὰ ἐπὶ Σελευκείας ἐξῆλθε πεδία, τὸ δὲ στράτευμα οὐ παρῆν ὥσπερ ἐκέλευε (παρημέλητο γὰρ τοῦτο πρὸς τοῦ Ἀλεξίου), ἐφ’ ἕτερόν τι ἐτράπετο, σθένει παντὶ τὸν
20Τερόζην καταλήψεσθαι προθυμούμενος. Ἀλέξιον μὲν πρόσθεν ἔπεμψεν, εἴ πως Τερόζην αὐτῷ συμπλακέντα ἐνταῦθα ἐπισχεῖν δυ‐
νηθῇ, ὁ δὲ κατὰ νώτου τούτῳ ἐχώρει οὐ πλείους πεντακοσίων ἐπα‐179

180

γόμενος ἀνδρῶν ὁπλιτῶν, καὶ τάχα ἂν ἥλωτό τε ὁ τύραννος καὶ ὑπὸ χερσὶν ἐγένετο Ῥωμαϊκαῖς, εἰ μὴ τύχη τις αὐτὸν ἐξ ἀπροσδο‐ κήτου διεσώσατο. τῶν γάρ τις προσαιτούντων, οἳ πολλοὶ τῶν Λατίνων γένους ἐπὶ Παλαιστίνην ἰόντες ὄρη τε καὶ δρυμὰ περιτρέ‐
5χουσιν ἀλῆται, καὶ οὐδὲν ὅ,τι τῷ πλήθει λείπουσιν ἄστειπτον, τῷ βασιλεῖ περιτυχὼν στατῆρά τε ἐξ αὐτοῦ κεκομισμένος χρυσοῦ τὴν ταχίστην ἐπὶ τὸν Τερόζην ἦλθε καὶ αὐτῷ τὴν βασιλέως ὅσον οὐκ ἤδη ἐπήγγελλεν ἄφιξιν. ταῦτα ἐκεῖνος ἀκούσας καταπέπληκτο μέν, ὡς τὸ εἰκός, τὸν μέντοι λόγον πρὸς οὐδένα τῶν ἁπάντων ἐξενεγ‐
10κὼν ὅτι μὴ Θωμᾶν τε καὶ Κόρκην, ἄνδρας εὔνους αὐτῷ, φυγὰς ἄλλοτε ἄλλῃ φερόμενος ἐξέτρεχε πανταχοῦ. βασιλεὺς δὲ τῇ ὑστε‐ ραίᾳ ἐς τὴν Κιλίκων εἰσελάσας αὐτὸν μὲν εὗρεν οὐδαμοῦ, τὸ ἐν Λάμῳ δὲ φρούριον ἀμαχητὶ παρεστήσατο ἐρυμνὸν μάλιστα ὄν. εἶτα Κίστραμον καὶ Ἀνάζαρβον πόλιν εἷλε περιφανῆ. προϊὼν δὲ
15καὶ Λογγινιάδα σὺν πάσῃ τῇ περιοικίδι καταδραμὼν ἐδουλώσατο. ὅθεν ἐπὶ Ταρσὸν μεταβὰς ἣ μητρόπολις τῷ ἔθνει τούτῳ τυγχάνει οὖσα, αὐτὴν μὲν εἷλεν αὐτοβοεί, Τίλι δὲ κρησφύγετον μάλα ἐχυ‐ ρὸν πέμψας ὑπὸ Ῥωμαίους ἐποιήσατο. ὅπως δὲ Ταρσὸν οὐδ’ ἂν ὑπὸ μυριάδων ἁλώσεσθαι πολλῶν εὐχερῆ οὖσαν αὐθημερὸν αὐτὸς
20παρεστήσατο, δηλώσω ἔγωγε. ἐπειδήπερ δυσάλωτον οὖσαν αὐ‐ τὴν ἔγνω, τρίβειν ἐνταῦθα τὸν καιρὸν οὐδαμῆ ἤθελεν, ὅθεν καὶ αὐτὸς μὲν ἐφ’ ἑτέρας ἐτράπετο πόλεις, Θεόδωρον δὲ γαμβρὸν αὐ‐
τῷ ἐπ’ ἀδελφῇ γεγονότα Βατάτζην ἐπώνυμον ἐπ’ ἐκείνην ἔπεμψε180

181

πολιορκήσοντα. ἀλλ’ οὔπω Θεόδωρος εἰς τὴν πόλιν ἀφίκετο, καὶ οἱ ἐπὶ τῶν ἐπάλξεων βασιλέα προσιέναι νομίσαντες ἐξαίσιόν τέ τινα πεφοβημένοι φόβον ἐρρίπτουν ἀπὸ τῶν πύργων ἑαυτοὺς δυσθανα‐ τοῦντες οἱ ταλαίπωροι, ἥ τε πόλις εὐθύωρον τοῦτον ᾑρέθη τὸν
5τρόπον. 18. Ταρσὸς μὲν δὴ οὕτως ἑάλω· Τερόζης δὲ καὶ Ῥενάλ‐ δος ὁ πρίγκιψ ταῦτα ὁρῶντες βασιλεῖ μὲν οὐδαμῆ διαπρεσβεύεσθαι ἐτόλμων ἅτε μεγάλα ξυνειδότες ἑαυτοῖς κακά, παρὰ δὲ τῶν γνη‐ σιωτάτων αὐτῷ τινας πέμποντες ἱκέτευον ἱλάσασθαι σφίσι τὸν βα‐
10σιλέα. ὡς δ’ ἀπετύγχανον τοῦ σκοποῦ, Ῥενάλδος πανταχόθεν ἐξαπορούμενος τὴν Ἀντιοχείας ἀκρόπολιν ἐγχειριεῖν βασιλεῖ διωμο‐ λόγει, εἰ κακῶν ἀμνηστήσειεν αὐτῷ. συνίει γὰρ καὶ τοῦ Ἀντιο‐ χείας ἀρχιερέως, ὃν αὐτοὶ ὁμογενῆ σφίσιν ἐφιστᾶσι πατριάρχην δῆθεν αὐτὸν κλεΐζοντες, δυσμένειάν τινα καὶ κότον ἐπ’ αὐτῷ τρέ‐
15φοντος ἐξ αἰτίας τοιᾶσδε. Ῥενάλδος, ὅπερ ἤδη ἐλέγομεν, ἐσχά‐ την ἑαυτῷ πενίαν ξυνειδὼς Κύπρον τε καταδραμεῖν διενοήθη καὶ τὸν ἀρχιερέα τοῦτον ἰδίᾳ παραλαβὼν χρήματα αὐτῷ δοῦναι ἠξίου· ἐν εὐπορίᾳ γὰρ εἶναι πολλῇ τοῦτον ἐγίνωσκεν. ὡς δ’ οὐκ ἔπειθε, τῶν ἀμφίων ἀφελόμενος τὸν ἄνθρωπον πολλὰς μὲν αὐτῷ κατὰ τοῦ
20σώματος ἔξαινε πρότερον, θέρους δὲ ἀκμάζοντος μέλιτι τὰ τραύ‐ ματα ἐπιχρίσας ἡλίῳ θέρεσθαι ἀφῆκε. σφῆκές τε οὖν καὶ μέλιτ‐
ται καὶ μυῖαι καὶ τἆλλα τῶν αἱμοβόρων ζωυφίων καθ’ ὅλου181

182

γυμνητεύοντος ἐγκαθίζοντα τοῦ σώματος συνεμύζων αὐτῷ τῶν αἱ‐ μάτων. ὑφ’ ὧν ἀπαγορεύσας ὁ ἄνθρωπος πάντα τὸν πλοῦτον Ῥε‐ νάλδῳ παρεῖχεν ἐξενεγκών· ὁ δὲ ἐξευμενιζόμενος δῆθεν αὐτὸν κοσμήσας συνήθως ἔφιππον διὰ μέσης ἦγε τῆς πόλεως, αὐτὸς ἐκ
5ποδός τε βαδίζων καὶ τὸν ἐκ τῆς ἐφεστρίδος ἠρτημένον ἐν χειρὶ κα‐ τέχων ἱμάντα. ἀλλ’ ἐκεῖνος μὲν ταῦτα ἐποίει, ὁ δὲ οὐδὲν ἧττον ἐμεμηνίει κατὰ Ῥενάλδου καὶ ἐζήτει καιρὸν ὅπως ἂν ἀμύναιτο τοῦ‐ τον. καὶ δὴ συχνὰ παρὰ βασιλέα πέμπων προδιδόναι οἱ κατε‐ πηγγέλλετο τὸν ἄνθρωπον. βασιλέως δὲ πρὸς τοῦτο ἀνανεύοντος
10(πολέμῳ γὰρ μᾶλλον ἢ δόλῳ περιγενέσθαι ἤθελε), τῆς ὁρμῆς ἀνεκόπτετο. Ῥενάλδος μὲν ταῦτα ἐννοῶν τὰ προειρημένα βασιλεῖ ὑπισχνεῖτο· τοῦ δὲ μὴ προσιεμένου τὴν ἱκεσίαν τοιάδε τινὰ ἐποίει. ἀφαιρεῖται μὲν τὴν καλύπτραν τῆς κεφαλῆς, γυμνώσας δὲ τὼ χεῖρε ἄχρι καὶ ἐς ἀγκῶνας αὐτούς, ἀνυπόδετος σὺν τῶν μοναχῶν πολ‐
15λοῖς διὰ μέσης τῆς πόλεως πορευόμενος ἐπὶ βασιλέα παραγίνεται. ἐξῆπτο δὲ αὐτῷ τοῦ μὲν τραχήλου καλώδιον, χειρὶ δὲ τῇ ἑτέρᾳ ξίφος ἐφέρετο. ἦρτ’ οὖν τηνικαῦτα βῆμα λαμπρόν· καὶ Ῥενάλ‐ δος μὲν ἄποθέν που τῆς βασιλείου σκηνῆς ἵστατο ὡς ἂν μὴ θαρ‐ ρῶν τὴν εἰσφοίτησιν, ὁ δὲ τῶν ἀμονάχων μοναχῶν ὅμιλος ἀσάν‐
20δαλοί τε καὶ ἀκαλυφεῖς κεφαλὰς εἰσῄεσαν ἐπὶ βασιλέα, ἐπὶ γόνυ τε
ὀκλάσαντες ἅπαντες δάκρυά τε τῶν ὀφθαλμῶν ἔπεμπον καὶ τὰς182

183

χεῖρας ἀνέτεινον. βασιλεὺς δὲ τὸ μὲν πρῶτον ἀνένευε, παρακλη‐ θεὶς δ’ ὕστερον παρελθεῖν τὸν πρίγκιπα ἐκέλευσεν. εἰσελθόντι δὲ τρόπῳ τῷ εἰρημένῳ ἐπικαμφθεὶς ἀφῆκεν αὐτῷ τὸ ἐμπαροίνημα, ὅρκοις ἄλλα τε πολλὰ πιστωσαμένῳ, ὅσα δηλονότι βασιλεῖ βουλο‐
5μένῳ ἐτύγχανε καὶ δὴ καὶ ἀρχιερέα ἐκ Βυζαντίου εἰς Ἀντιόχειαν κατὰ ἔθος πέμπεσθαι τὸ παλαιόν. ὅτε δὴ καὶ θαῦμα κατεῖχε τοὺς ὅσοι τηνικάδε ἐτύγχανον πρέσβεις ἐνταῦθα παρατυχόντες τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν, Χωρασμίων τε καὶ Σουσίων καὶ Ἐκβατάνων, Μηδικῆς τε τῆς ἁπάσης καὶ Βαβυλῶνος, ὧν δὴ τὸν ἄρχοντα μέ‐
10γαν ἐκεῖνοι κλεΐζουσι σουλτάν, Νουραδίν τε τοῦ Βερροιαίου σα‐ τράπου καὶ Ἰαγουπασᾶν τοῦ Περσῶν φυλάρχου, καὶ Ἀβασγῶν καὶ Ἰβήρων, ἔτι δὲ καὶ Παλαιστινῶν καὶ Ἀρμενίων τῶν ἐπέκεινα Ἰσαύρων. 19. Ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. Βαλδουῖνος δὲ ὁ
15Παλαιστίνης ῥὴξ ἐπὶ βασιλέα πέμψας ᾐτεῖτο συγγενέσθαι αὐτῷ περὶ μεγάλων τινῶν ὥσπερ ἔλεγε κοινωνήσων. ἦν δὲ σκῆψις τὸ πρᾶγμα. τῇ γὰρ Ἀντιοχείας ἐποφθαλμίζων ἀρχῇ ἐν γειτόνων αὐ‐ τῷ καθεστώσῃ, οὐκ ἔχων ὅπως ἂν αὐτῆς τεύξοιτο, ἐπειδὴ μηκέτι τὰ κατὰ Ῥενάλδον ἔμαθε, ξυνεβούλευε βασιλεῖ μηδόλως τούτου
20μεθίεσθαι, ὡς ἢ ἐκ ποδῶν ἐκείνου γεγενημένου Ἀντιοχεῦσιν ἅτε δι’ αὐτὸν σεσωσμένοις ὅσα καὶ δούλοις αὐτὸς χρήσαιτο, ἢ καὶ
περὶ ἀμφοῖν βασιλείαν παραιτησαμένοις οὐδὲν ἧττον αὐτοῖς183

184

ἐπιτάττειν. ταῦτα βουλευσάμενος ἐν Ἀντιοχείᾳ παραγίνεται, εἰς λόγους τε Ἀντιοχεῦσι καταστὰς ὑπεμίμνησκέ τε ἐπίτηδες αὐτούς, ὅπως ἐπὶ τῷ αὐτοῖς ξυνοίσοντι ἐνταῦθα Παλαιστίνης ἀφίκοιτο καὶ ὡς χαρίτων αὐτῷ μεγάλων ὀφειλέται τυγχάνουσιν ὄντες. τῶν δὲ
5ὁμολογούντων, ἐδεῖτο καὶ πάλιν βασιλέως ὅπως ἂν αὐτῷ συγγέ‐ νοιτο. ὁ δὲ συνεὶς τῆς τοῦ ἀνθρώπου διανοίας τὸ μὲν πρῶτον ἀπένευσε, μὴ ἂν τῆς δεούσης τυχεῖν αὐτὸν ἰσχυριζόμενος φιλο‐ φροσύνης τε καὶ δεξιώσεως, εἴ γε ἐπὶ μέσων πολεμίων ἔργων δια‐ τρίβοντι ὁμιλήσειεν αὐτῷ· ἐγκείμενον δ’ ἔτι μᾶλλον ὁρῶν αὐτὸν
10καὶ περὶ τῶν αὐτῶν ὁσημέραι ἱκετεύοντα ἐπένευέ τε τῇ αἰτήσει καὶ ἥκειν ἐκέλευε. λέγεται οὖν ὅτι ἐξιόντα τῆς πόλεως περιστάντες αὐτὸν οἱ Ἀντιοχεῖς ἐδέοντο, ὅπως ἂν αὐτῷ δυνατὰ ἔσται βασιλέα σφίσι διαλλάξαι. ἐν τούτῳ δὲ τοιάδε τινὰ ἐς τὴν βασιλέως συνέ‐ πεσεν αὐλήν. ἦν τις ὑπογραμματέων αὐτῷ Θεόδωρος ὄνομα, ἐπί‐
15κλησιν Στυπειώτης. οὗτος ὁ Θεόδωρος τά τε ἄλλα βασιλεῖ οἰκειό‐ τατος ἦν, καὶ δὴ καὶ τὴν ἐπὶ τοῦ κανικλείου πεπίστευτο λειτουρ‐ γίαν, ἀλλὰ σκαιός τις καὶ δύσνους περὶ αὐτὸν φωραθείς τε καὶ ἐξελεγχθεὶς ὄψεών τε αὐτῶν καὶ γλώττης ὁ κακοδαίμων ἐστέρητο. τόν τε γὰρ τῆς ζωῆς αἰῶνα ἐκμεμετρῆσθαι βασιλεῖ ἤδη ὡς ἀπὸ
20τρίποδος ἀπεφοίβαζε τοῖς πολλοῖς, καὶ χρῆναι ἔλεγε τὴν Ῥωμαίων βουλὴν μηκέτι νεανίᾳ μηδὲ σφριγῶντι τὴν ἀρχὴν παραδοῦναι, ἀλλ’ ἀνδρὶ γεγηρακότι τε ἀκριβῶς καὶ ἐξώρῳ τῆς ἡλικίας, ὅπως
ἐκείνου τῷ λόγῳ ἄρχοντος ὡς ἐν δημοκρατίᾳ τὰ τῆς πολιτείας μᾶλ‐184

185

λον διοικοῖτο. καὶ τὰ μὲν κατὰ τὸν Θεόδωρον τῇδε συνέπεσε· τότε δὲ καὶ Γεώργιος ὁ τῶν βασιλικῶν ἐξάρχων σαλπιστῶν, ὃν δὴ πρι‐ μικήριον τῆς αὐλῆς ἔθος ὀνομάζειν ἐστίν, ἐπίκλησιν Πυρρογεώρ‐ γιος, οὐκ ἐπὶ μικροῖς καὶ αὐτὸς βασιλεῖ προσκεκρουκὼς ἵλεώ τε
5αὖθις τετύχηκεν αὐτοῦ καὶ ἄχαρι ἄλλο μὲν οὐδὲν ἐπεπόνθει τὴν δὲ ἀρχὴν ἀποβεβλήκει ταύτην. 20. Βασιλεὺς δὲ προσιέναι τὸν ῥῆγα μαθὼν ἄλλοτε ἄλλους τῶν ἐπὶ δόξης προσυπαντᾶν αὐτῷ ἔπεμπε καὶ ἀεὶ τοὺς ἐπιδοξοτέ‐ ρους κατόπιν ἄχρι καὶ τῶν ἐπ’ ἀδελφιδαῖς αὐτῷ γαμβρῶν, προσε‐
10ροῦντας αὐτὸν καὶ τὰ εἰκότα τιμήσοντας, ἕως παρ’ αὐτὸν βασιλέα ἦλθεν. ὁ μὲν οὖν οὕτως ἀξίως τοῦ Δαβὶδ θρόνου καὶ ἐτίμα καὶ ἐδεξιοῦτο τὸν ἄνθρωπον· ὁ δὲ εἴτε τούτοις κατεπαρθεὶς εἴτε καὶ ξύμφυτόν τινα τρέφων ἀλαζονίαν, ἐπειδήπερ εἰς τὴν βασίλειον παρῆλθεν αὐλήν, ὑπό τε τῶν βασιλείων ῥαβδούχων καὶ Ῥωμαίων
15τῶν ἐπὶ δόξης παραπεμπόμενος ἐνταῦθα τοῦ ἵππου ἀπέβη, ἔνθα καὶ βασιλεὺς αὐτὸ ποιεῖν εἴθιστο. ἐφ’ οἷς ἀγερωχίαν αὐτοῦ κα‐ ταγνοὺς βασιλεὺς πολλὰ τῶν ἔτι μᾶλλον εἰς τιμὴν ὁρώντων ἐνέλιπεν αὐτῷ. εἶδε δὲ ὅμως αὐτὸν καὶ προσεῖπεν ἕδραν τέ τινα χθαμαλὴν καθιζῆσαι παρέθετο, συνωμίλησέ τε πολλάκις αὐτῷ καὶ ἐν συσσι‐
20τίῳ παρέλαβεν. ἐπεὶ δὲ οὐκ ἤρεσκεν Ἀντιοχεῖς τῶν Ῥενάλδῳ ὡμο‐ λογημένων ἥ τε δύναμις μεθ’ ἧς βασιλεῖ συμμαχεῖν ἔμελλον, ἅτε
ἀπερρυηκυίας τῇ πόλει τῆς πάλαι ἰσχύος, καὶ τὸ ἀρχιερέα ἐκ Βυ‐185

186

ζαντίου ἐπὶ Ἀντιοχείᾳ στέλλεσθαι, καὶ ἦλθον τούτων ἕνεκα βασι‐ λέως δεησόμενοι, Βαλδουῖνος καὶ ὑπὲρ τούτου τὸν βασιλέα παρῃ‐ τεῖτο. οὐ σφόδρα δὲ ἀναινόμενον γνοὺς καὶ πρὸ τῶν ἰχνῶν αὐτοῦ τοὺς πρέσβεις ἐρρίπτει. ὁ δὲ ὁπότερον τοῖν δυεῖν μᾶλλον Ῥωμαίοις
5τιμὴν φέρει διεννοησάμενος τὸ μὲν σὺν ἐλάσσονι στρατεύειν δυνάμει αὐτίκα ἔδωκε (τό τε γὰρ ὑπὲρ ἰσχὺν ἀπαιτούμενον ἐφεπομένην ὡς τὰ πολλὰ τὴν παράβασιν ἔχει, καὶ ἄλλως ἀρκεῖ πρὸς δουλείας ἔν‐ δειξιν καὶ τὸ πολλοστὸν ἔστιν οὗ προσαγόμενον)· ἀρχιερέα δὲ ἄλ‐ λοθέν ποθεν ὅτι μὴ ἐκ Βυζαντίου εἶναι οὐκ ἔφησε καταδέξασθαι.
10ὅπερ ἄσμενοι ἐκεῖνοι δεξάμενοι ἐς τὴν πόλιν ἀπηλλάττοντο. 21. Τὰ μὲν δὴ κατὰ τὸν Ῥενάλδον ἐνταῦθα τὸ πέρας ἔσχε· βασιλεὺς δὲ ἐπὶ Τερόζην ἰέναι λοιπὸν διενοεῖτο. ὁ δὲ τὸ μὲν πρῶ‐ τον ἐπὶ χώρους τε ἐρήμους καὶ ὄρη ἐξέτρεχε τὰ Ταυρικά, εἶτα Βαλδουίνου καὶ περὶ αὐτοῦ τὸν βασιλέα ἱκετεύσαντος ἦλθε κἀκεῖ‐
15νος ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἱκέτης ἐλεεινός. βασιλεὺς δὲ αὐ‐ τὸν προσηκάμενος δούλοις τε τῶν Ῥωμαίων ἐνέγραψε καὶ τὸν πό‐ λεμον λοιπὸν ἔλυσεν. Ἀντιοχεῖς τοίνυν, ἐπειδὴ τῆς πόλεως ἐπι‐ βαίνειν ἤδη βασιλεὺς ἔμελλεν, ἔδεισαν μὲν ὡς τὸ εἰκός, μή ποτε Ῥωμαίων δυνάμεις ἔνδον εἰσφρήσασαι ἐκεῖθεν αὐτοὺς ἐξελαύνειν
20πειράσονται, οὐκ ἔχοντες δ’ ὅπως τὴν βασιλέως ἀποτρέψωσιν ὁρ‐ μήν, σκήψεις οὐχ ὑγιεῖς τινας ἀναπλάσαντες προσῆγον αὐτῷ. αἱ δὲ ἦσαν, ὡς ἄρα τῶν τινες παρ’ αὐτοῖς τολμητίαι σύνθοιντο,
ἐπειδὰν βασιλεὺς ἐπὶ τὴν πόλιν εἰσέλθοι ἄνοπλος δὴ πάντως (οὐ186

187

γὰρ ἐπέοικεν ἄλλως), ἐπιβουλῇ τινι κατ’ αὐτοῦ χρήσασθαι. ἀλλὰ βασιλεὺς τὸν δόλον ξυνιδὼν οὐκ ἔφη χώραν ἕξειν τὸ πλα‐ στευόμενον, καὶ κατέλεγεν ὑπολαβὼν τοῖς ἀμφ’ αὐτὸν ὅπως ἀδύ‐ νατά ἐστι ταῦτα, διά τε ἄλλα καὶ οὐχ ἥκιστα τὸ τὸν μὲν ῥῆγα
5πολλῷ ἄποθεν τοῦ βασιλείου ἀνόπλιστον μέλλειν πορεύεσθαι σώ‐ ματος, Ῥενάλδον δὲ καὶ τοὺς ἄλλους περὶ τὰ φάλαρα τοῦ ἵππου καὶ τοὺς τῆς ἐφεστρίδος πονεῖσθαι ἱμάντας, πεζῇ τε χωροῦντας καὶ ὅπλου ἄνευ παντός. αὐτόν γε μὴν τὸν βασιλέα πολύν τινα πελεκηφόρων βαρβάρων ὅμιλον περιέπειν, ὥσπερ ἔθος ἐστί. τοὺς
10μὲν δὴ λόγους τούτους οὕτως ἀπεδοκίμαζεν, εἰς δὲ τὴν πόλιν εἰσελαύνειν μέλλων διττοὺς περιέθετο θώρακας, ἀκαμάτῳ σώμα‐ τος ἰσχύϊ πρὸς τοῦτο ἐναγόμενος. ὁ δὲ καὶ κάνδυν πρὸς τούτοις κατάλιθόν τινα περιέκειτο, ἄχθος τῶν ἔνδον οὐκ ἔλαττον, καὶ στέφος καὶ τἆλλα τῷ βασιλεῖ ἐξ ἔθους. ὃ δὲ θαυμάζειν ἔχω,
15τοῦ θριάμβου τρόπον ὃν ἐν Βυζαντίῳ τελεῖσθαι εἴωθε τελεσθέν‐ τος ἤδη, ἐς τὸν Πέτρου τοῦ ἀποστόλου καταντήσας νεὼν κοῦφά τε ἀπέβη τοῦ ἵππου καὶ αὖθις ἐπιβαίνειν μέλλων σὺν ἅλματι ἀνέθορεν, ὥσπερ οὐδὲ τῶν ψιλῶν τις καὶ ἀνόπλων. ὅτε δὴ ὁ τῆς πόλεως ἀρχιερεὺς ὑπήντα τούτῳ τὴν ἱερατικὴν ἀμπεχόμενος
20στολὴν σὺν τῶν ἱεροπόλων τῷ τέλει παντί. ἐχειρίζοντο δὲ τύ‐ πους σταυρικούς, καὶ τὰ ἱερὰ προὔφερον λόγια, ὡς ἐκπεπλῆχθαι τὸ ξένον ἅπαν καὶ ἔπηλυ, ὁρῶν πρὸς τούτοις Ῥενάλδον μὲν καὶ
τοὺς ἐπὶ δόξης Ἀντιοχέων ποσὶν ἀμφὶ τὸν βασίλειον παραθέον‐187

188

τας ἵππον, Βαλδουῖνον δὲ ἄνδρα στεφηφοροῦντα μακρὰν ἄποθεν ἔφιππον μὲν παντάπασι δὲ ἀσήμαντον πορευόμενον. ὁ μὲν δὴ θρίαμβος ἐπὶ τούτοις τετέλεστο, βασιλεὺς δὲ ἐπὶ ὀκτὼ τῇ πόλει παραμείνας ἡλίους ἐκεῖθεν ἀπήλαυνε. τοσαύτην γε μὴν δουλο‐
5πρέπειαν Ἀντιοχεῖς εἰς αὐτὸν ἐπεδείξαντο, ὥστε αὐτοῦ τοῖς Ῥε‐ νάλδου ἐνδιατρίβοντος δόμοις οὐδεὶς οὐδεμίαν τῶν ἀμφιβαλλόν‐ των παρὰ τοῖς ὁμογενέσιν ἐδικάσατο δίκην ὅτι μὴ παρὰ Ῥω‐ μαίοις. 21. Ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ Νουραδὶν ἰέναι
10συνεσκευάζετο. ἀλλ’ ἐκεῖνος τὴν ἔφοδον γνοὺς τὸν Σαγγέλη τε ἔλυσεν υἱέα ἄνδρα Ἰταλὸν καὶ τὸν τοῖς ἐν Παλαιστίνῃ ἐφεστῶτα ἱππεῦσιν, ὃν τέμπλου μαΐστορα Λατῖνοι ὀνομάζουσιν, ἐπισημο‐ τάτους ἄμφω, πρὸς δὲ καὶ τῶν εὖ γεγονότων πολλούς. τοῦ γε μὴν ἀγελαίου καὶ σύγκλυδος ὄχλου εἰς ἑξακισχιλίους μάλιστα, οἳ
15ἐκ τῆς Ἀλαμανῶν καὶ Γερμανῶν ἐτύγχανον ἐζωγρημένοι τούτῳ στρατιᾶς, ὁπηνίκα ἐκεῖνοι ἐπὶ Ἀσίαν ἐστράτευον. ταῦτα Νου‐ ραδὶν ἐποίει, πρὸς δὲ καὶ συνδιαφέρειν βασιλεῖ τὰς ἐν Ἀσίᾳ διω‐ μολόγηκε μάχας· ἐφ’ οἷς προσδεξάμενος αὐτὸν ἀπέσχετο τοῦ σκοποῦ. ἀλλ’ ὀλίγῳ ὕστερον καταλύειν ὡρμήθη τὰ δεδογμένα·
20οὐ μὴν καὶ πέρατι τὸν σκοπὸν ἔδωκεν, ὡς δῆλον ἑξῆς γενήσεται. Σαρακηνῶν γὰρ ὅμιλος, τοῦ Νουραδὶν μηδὲν συνειδότος, προσ‐ λοχήσαντες Ῥωμαίων τῶν ἐπὶ χορταγωγίαν ἰόντων ἐκάκουν τινάς.
ὃ γνοὺς βασιλεὺς ἐνέδρας καὶ αὐτὸς ἐν ἐπιτηδείῳ που τοῦ χώρου188

189

ἐκείνου στησάμενος ἅμα ἡμέρᾳ καὶ αὐτὸς συνεπιτίθεται τούτοις μηδὲν προϊδοῦσιν. ἐπεὶ δὲ ἐτρέψατο, κυνηγεσίων ἐπιθυμήσας ἐξῄει παρὰ τοῖς ἀνωτάτω πεδίοις Συρίας θηρεύσων, πρᾶγμα κατὰ τοὺς νῦν χρόνους καὶ ἀκουσθῆναι φοβερόν. προῄεσαν τοί‐
5νυν αὐτοῦ ἄνδρες, οἷς ἔργον κοίτας θηρῶν ἀνιχνεύειν, οὐ πλείους τῶν ἕξ· ἀλλ’ οὔπω ἐπὶ πλεῖστον προῆλθον, καὶ τέσσαρες καὶ εἴ‐ κοσι πολεμίων ὁπλοφόροι παρεφάνησαν τούτοις, ἔργον ποιούμε‐ νοι, ὅπως Ῥωμαίων τινὰς δόλῳ ἐπὶ τὴν κατὰ νώτου ἐλλοχῶσαν παρεξελκύσωσι στρατιάν. ἅμα τε οὖν εἶδον οἱ θηροσκόποι ἐκεῖ‐
10νοι, καὶ ἅμα ἐς τὸ τοῦ παρὰ πόδας αὐτοῖς ποταμοῦ ῥεῦμα κα‐ θῆκαν ἑαυτούς, διανηξάμενοί τε ἐπὶ βασιλέα ἦλθον τὰ συμπε‐ πτωκότα σφίσι μηνύοντες. ὁ δὲ πρὸς τὴν ἀκοὴν οὐ διαταρα‐ χθεὶς “ἄγωμεν” ἔφη “ἔνθα τοὺς πολεμίους εἶναι φατέ.” τῶν δὲ ὀκνήσει πολλῇ ἐχομένων, αὐτὸς ὅλα τῷ ἵππῳ ἐπιτρέψας χα‐
15λινὰ τὴν ἐπὶ τοὺς πολεμίους ἐφέρετο. ἐξάπινα τοίνυν Σαρακη‐ νῶν στρατιὰ τῶν τῇδε ὑπερκύψασα χωρῶν μυριοπληθὴς ἐξε‐ φάνη. ὁ δὲ μηδὲν ὑποστειλάμενος σὺν ῥύμῃ πολλῇ παρὰ μέσους εἰσπίπτει ἄνδρας ὁπλίτας οὕτω πολλούς, καὶ δὴ τρεψάμενος αὐ‐ τοὺς οὐ πρότερον διώκων ἐπαύσατο, πρὶν ἐντὸς φρουρίων ἅπερ
20ἐνταῦθα ἵδρυται εἰσέπεσον φεύγοντες οἱ πολέμιοι, νεκρῶν τε ἐπλήσθη τὸ πεδίον ἐκεῖνο. διὰ ταῦτα μὲν οὖν ἐπὶ τὸ στρατό‐ πεδον ἀναχωρήσας τὰ δεδογμένα, ὥσπερ εἴρηται, παρακινεῖν
ἤθελεν. ἀλλὰ φῆμαί τινες ἐξ ἑσπέρας ἐπισπῶσαι, αἳ δὴ νεο‐189

190

χμωθῆναι τὰ τῇδε διήγγελον, διεκώλυσαν τοῦτον τῆς ἐγχειρή‐ σεως. τότε καὶ Βαλδουίνῳ κατεάγηκεν ἡ χεὶρ ἀπ’ αἰτίας τοιᾶσδε. θηρευομένῳ ἐνταῦθα τῷ βασιλεῖ παρῆν καὶ αὐτὸς τοῦ γυμνασίου κοινωνός. τοῖς γὰρ ἄλλοις πᾶσιν ἐκπεπληγμένος τὸν αὐτοκρά‐
5τορα καὶ τοῦτο τὸ μέρος εἴ γε εὐδοκιμοίη γνῶναι ἤθελε. ταῖς τοίνυν τοῦ βασιλέως συνεπεκτείνεσθαι καὶ αὐτὸς φιλοτιμούμενος ὁρμαῖς δαιμόνιόν τινα περὶ ταῦτα στρεφομένου τρόπον ἔλαθε σὺν τῷ ἵππῳ κατολισθήσας τήν τε χεῖρα, ὥσπερ εἴρηται, κακῶς ἔπα‐ θεν, ἣν ἐν τῷ παραυτίκα καταδήσας βασιλεὺς τὰ εἰκότα τε ἐπι‐
10μελησάμενος ὀλίγαις ὕστερον ἀπήλλαξεν ἡμερῶν. ἦν γὰρ καὶ τά γε τοιαῦτα πολλοὺς τῶν διὰ βίου περὶ τὴν ἰατρῶν ἀναστρα‐ φέντων παρελαύνων τέχνην. ἀμέλει καὶ φλέβας εἶδον αὐτὸν ἔγωγε τέμνοντα καὶ φάρμακα νοσοῦσι τεχνιτῶν ἀπορίᾳ παρεχό‐ μενον, ἤδη δὲ καὶ πολλὰ τῶν Ἀσκληπιαδῶν συνεισενεγκάμενον
15ἐπιστήμῃ, ἅπερ ἄγνωστα ταύτῃ τοῦ παντὸς ἔμεινεν αἰῶνος, τῶν ὅσα ἐπιχρίεσθαι πέφυκε καὶ ὅσα ποτά, ἃ καὶ ἔξεστι τῷ γε βου‐ λομένῳ ἐκ τῶν κοινῶν ἀναλέγεσθαι νοσοκομείων, ἃ ξενῶνας κα‐ λεῖσθαι ἔθος ἐστίν. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. ὁ δὲ βασι‐ λεὺς τῆς ἐπὶ Βυζάντιον λοιπὸν ἐμέμνητο. ὡς δὲ τὴν ἐπιτομω‐
20τέραν ὁδεύσειε, Παμφυλίας ἀφέμενος διὰ Λυκαονίας μέσης τὸν στρατὸν ἦγε, καίτοι πολλὰ πρὸς τοῦτο τοῦ σουλτὰν ἀπολέγον‐ τος. ἐπειδὴ γοῦν Ἀράνδης ἀγχοῦ πόλεως ἐγένετο, καταπλαγέν‐ τες οἱ Πέρσαι ᾤχοντο φεύγοντες, οἰόμενοι αὐτίκα Ῥωμαίους Ἰκο‐ νίῳ προσβαλεῖν. ὡς δὲ οὐδὲν αὐτοῖς πρὸς τῶν Ῥωμαίων ἄχαρι
25ἐγένετο, ἀνεθάρσησάν τε καὶ τῶν ἐπιτηδείων ἐκφέροντες ἄφθονα190

191

τούτοις παρεῖχον. ἀλλ’ οὐκ ἦν μέχρι παντὸς Πέρσαις τὸν ἐν‐ τρεφόμενον σφίσι χόλον κατασχεῖν. ἀμέλει καὶ ἐν Κοττυαείῳ γεγονότων ἤδη Ῥωμαίων, τισὶν αὐτῶν τοῦ λοιποῦ στρατεύματος ἀπορραγεῖσιν ἐπιθέμενοι ἔκτεινάν τε καὶ ζωοὺς εἷλον. ὁ δὲ βα‐
5σιλεὺς τότε μὲν ἐπὶ Βυζάντιον ἦλθε, θρίαμβόν τε καταγαγὼν μέγιστον καὶ θεῷ τὰ ἐπινίκια θύσας ἐν παλατίῳ κατήχθη. 22. Ὀλίγῳ δὲ ὕστερον Πέρσας ἀμύνασθαι τῆς ἐς αὐτὸν παροινίας διανοηθεὶς ἐς τὰς Κυψέλλων πεδιάδας τὸν στρατὸν ἤγειρεν. ἐν τούτῳ δὲ ἐπὶ τοὺς ἐν Ἀσίᾳ ἀρχάς τινας διέποντας
10Ῥωμαίων πέμψας ἐκέλευε κατὰ τακτόν τινα χρόνον ἄλλοθεν ἄλ‐ λον ἐμβαλεῖν εἰς τὸ Περσικόν. ἐποίει δὲ ταῦτα ὅπως ἕκαστοι Περσῶν ἐπιβοηθεῖν ἀλλήλοις ἀδυνάτως ἔχοιεν, ὅπερ εἰς ἔργον ἐκβὰν μεγάλα τὴν Περσῶν ἐλύπησε. βασιλεὺς δὲ ἐπεὶ ἀμφὶ τρο‐ πὰς ἤδη χειμερινὰς ὁ ἥλιος ἐγένετο, διὰ τοῦ Ἑλλησπόντου πορ‐
15θμοῦ ἐπὶ Ἀσίαν διαβὰς ἄχρι Δορυλαίου ἦλθε περὶ ἄμφω τὼ ποταμώ, ὧν ὁ μὲν Βαθὺς πρὸς τῶν ἐγχωρίων, Θύβρις δὲ ἅτε‐ ρος ὀνομάζεται, τὴν περιοικίδα τε πᾶσαν καταδραμὼν μυρίαν ἐκεῖθεν ἀνδρῶν καὶ ζώων ἄλλων ἤλασε πληθύν. Πέρσαι δὲ τῆς τῶν σφετέρων αἰσθόμενοι ἀπωλείας κατὰ συστήματα καὶ λόχους
20ἤδη προφαίνεσθαι ἤρξαντο. βασιλεὺς δὲ τὸν μὲν ἄλλον Ῥω‐ μαίων στρατὸν ληϊσόμενον τὰ ἐν ποσὶν ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ
τὰ ἄποπτα τῶν τῇδε χωρίων ἀναδραμὼν σὺν ὀλίγοις τῶν περὶ191

192

αὐτὸν ἀνατείνειν τὰς βασιλείους ἐκέλευσε φόρμιγγας, δέος ἐντεῦ‐ θεν ἐμποιεῖν τοῖς πολεμίοις μηχανώμενος βασιλέα τοῦ πολέμου τοῦδε στρατηγεῖν οἰηθεῖσι. πολλὰ γὰρ πολλάκις αὐτοχειρίᾳ κατὰ τῶν βαρβάρων τούτων χρησάμενος, εἴ ποτε λοιπὸν ἀπροσδόκητος
5αὐτοῖς ἐξεφάνη, σκηπτὸς μόνον οὐ τούτοις ἐδόκει, καὶ ὑπεχώ‐ ρουν μηδὲν αἰδεσθέντες, χιλιάδες, φασίν, ἂν οὕτω τύχῃ, καὶ μυ‐ ριάδες, ὁπλοφοροῦντες ἄνδρες καὶ σιδηρόφρακτοι. ταῦτα ἐμοί γε εἰς ἀκοὴν πίπτοντα ἧττον ἀληθῆ ἐδόκει, ὥσπερ οὐδὲ τὰ Φωκᾶ καὶ Τζιμισκῆ ἔργα τῶν οὐ λίαν ἀρχαίων τούτων αὐτοκρατόρων,
10ἢ εἴ τινες ἄλλοι παρ’ αὐτοὺς ἐπ’ ἀνδρείᾳ ὄνομα ἔσχον. εἶναι γὰρ πέρα πίστεως, ἀνδρὸς ἑνὸς ὅλας ἡττῆσθαι χιλιάδας καὶ δό‐ ρατι ἑνὶ μυριοπληθεῖς καταγωνίζεσθαι πανοπλίας. ὅθεν εἰ καί ποτε ταῖς βασιλείοις ἐπιχωριάζων αὐλαῖς τὰ τηλίκα τῶν ἔργων ἀποθειαζόντων ἀκήκοα τῷ βασιλεῖ, ἰλιγγιῶν τοῦ συλλόγου ἀπε‐
15πήδων. φύσει γὰρ πρὸς κολακείαν ἄξεστον ἐμπέφυκέ μοι τὸ ἦθος, καὶ οὐκ ἂν οὐδὲ ῥῆμα σμικρὸν ἑκὼν ἰέναι προείμην ὅτι μὴ σὺν ἀληθείᾳ καὶ στόματι ἐλευθέρῳ. τὰ δὲ τοιαῦτα τοῖς ἐν ταῖς ἀρχαῖς ἀεὶ πρὸς τοῦ δόμου καὶ τοῖς ἐν τέλεσι καταχαρακτη‐ ρίζεσθαι εἴων, ἕως εἰς ὄψιν ἦλθέ μοι τὰ τοῦ πράγματος ἐν μέ‐
20σοις καὶ αὐτῷ πολεμίοις οὕτω τυχὸν περιειλημμένῳ κἀκ τοῦ σχε‐ δὸν ὁρῶντι τὸν αὐτοκράτορα τοῦτον φάλαγξιν ὅλαις ἀντικαθι‐
στάμενον Περσικαῖς. ἀλλὰ ταῦτα μὲν κατὰ καιρὸν ἡ ἱστορία192

193

διηγήσεται, τὸ δὲ νῦν τῶν προτεθέντων ἐχώμεθα. εἶχε μὲν τὸν βασιλέα τὰ τῶν χώρων ἐκείνων ὑψηλά, ὁ δὲ Ῥωμαίων στρατὸς ἐνδοτέρω ἤδη χωρήσας ἔλαθε στρατεύμασι Περσικοῖς ἐξ ἀπροσ‐ δοκήτου περιτυχών. ἀγχεμάχου τοίνυν γενομένης τῆς προσβο‐
5λῆς, ἐπειδὴ πονεῖσθαι τὸ Ῥωμαϊκὸν ἤρξατο, αἰσθόμενος ὁ βα‐ σιλεὺς ἀπὸ ῥυτῆρος ἐπ’ αὐτοὺς ἤλαυνε, μήτε θώρακα ἐνδὺς μήτε τῳ τῶν ἄλλων ὅτι μὴ ἀσπίδι τὸ σῶμα φραξάμενος. ταχὺ γοῦν εἰς μέσους εἰσωθήσας τοὺς πολεμίους ἑαυτὸν ἔργα χειρὸς ἐπε‐ δείκνυ θαυμαστὰ τῷ ξίφει παίων ἀεὶ τὸν παρατυγχάνοντα· ὅτε
10καὶ νῶτα δεδωκότων ἤδη αὐτὸς κατόπιν, δόρατος αὐτῷ κομι‐ σθέντος, ἐδίωκεν οὐδένα καιρὸν ἀνιείς. μέχρι μὲν οὖν πολλοῦ ἔφευγον ἀμεταστρεπτί, μηδὲ ἐκεῖνο κατανοεῖν ἔχοντες εἰ πολυαν‐ θρωπότατον οὕτω στράτευμα πρὸς ἀνδρὸς διώκοιτο ἑνός. τὸ γὰρ δέος κατάκρας αὐτῶν περιγεγονὸς ἐπεσκότει ταῖς ὄψεσι δει‐
15νῶς. ἐπεὶ δέ ποτε διέγνωστο σφίσι τὸ πρᾶγμα, πολλὰ τῆς ἀν‐ ανδρίας ἀλλήλους ἐπιτωθάσαντες ἀθρόον ἐπεστράφησάν τε καὶ ἀντιμέτωποι αὐτῷ ἔστησαν. οὐ μὴν ἤδη ἀκρατῶς ἐξεχέοντο κα‐ θάπαξ τῷ δέει τὰς ὁρμὰς ἀνασειραζόμενοι· φαρέτρας δὲ ὅλας ἐκένουν, ὁ δὲ τῇ ἀσπίδι παρ’ ἑκάτερα στρεφόμενος τὰς βολὰς
20ἀπωθούμενος ἔξω βελῶν τὸ σῶμα διετήρει. ἦν δέ τις ἐν Πέρ‐ σαις ἀνὴρ θυμοειδὴς καὶ δραστήριος. οὗτος ἐπειδὴ μηδένα ἐξ ἁπάντων βασιλεῖ πρὸς μάχην ἀντικαθιστάμενον ἑώρα, ὑπερζέσας τῷ θυμῷ τῶν συμφύλων αὐτῷ τινος τὸ ξίφος τῶν χειρῶν ἀπο‐
σπάσας ὡς πατάξων ἐφέρετο τοῦτον. ἀλλ’ ὁ αὐτοκράτωρ τῶν193

194

τριχῶν λαβόμενος ἄλλοις εἷλκεν ἅμα τρισὶ γενναίοις καὶ τούτοις· ἐφ’ οἷς ἀντιπράττειν οὐκ ἔχοντες οἱ ἄλλοι, ᾤχοντο ἀπιόντες. βασιλεὺς δὲ σὺν τοῖς εἰρημένοις ἐπὶ τὸ στρατόπεδον ἐπανῆκεν, ἐπειδή τε τὴν χειμερίαν ὥραν σφοδροτέραν ἐγκειμένην ἑώρα, ἐπὶ
5Βυζάντιον ἐχώρει. 23. Ἀλλ’ ἄρτι μὲν ἡ κατὰ Βιθυνίαν εἶχε τοῦτον πολί‐ χνη, ἔνθα τοὺς ἐκ Φιλομιλίου δεσμώτας Ῥωμαίων ἐνοικισάμενος ἔφθη (Πύλαι ταύτῃ τὸ ὄνομα), καὶ πρέσβεσιν ἐκ τοῦ σουλτὰν ἀφικομένοις ἐνταῦθά που χρηματίσας, ἐπειδὴ μηδὲν ὑγιὲς αὐ‐
10τοὺς ἀπαγγέλλοντας ἔγνω, αὐτοὺς μὲν ἀπεπέμψατο ἀπειλησάμε‐ νος, ὅτι γε μὴ κατὰ γνώμην αὐτῷ ποιούντων οὐκ εἰς μακρὰν ἡ Ῥωμαίων τῆς σφετέρας καταδραμεῖται ἵππος καὶ ληΐσονται πάντα πολλῷ μᾶλλον ἢ νῦν. ὁ δὲ ἐπ’ ὀλίγον τῇ Αὐγούστῃ συνδιατρί‐ ψας χρόνον, εἶτα ἐκεῖθεν μεταβὰς (εἶχε γὰρ αὐτὸν χωρίον τη‐
15νικάδε ἐς τὴν περαίαν διαβάντα Ῥιτζίον πρὸς τῶν ἐγχωρίων κε‐ κλημένον), ἐπὶ τὴν ἀντίπορθμον ἦλθεν, ἐκεῖθέν τε ὁδῷ προϊὼν διὰ τῶν ἀγχιάλων πόλεων ἐπὶ τὴν Φιλαδέλφου καταλαμβάνει, ὅθεν συσκευασάμενος ἐμβάλλει τῇ Περσικῇ. οἱ μέντοι πρέσβεις διὰ τῶν Δορυλαίου πεδιάδων ἰόντες, ἀγνῶτές τε διὰ τοῦτο τὸ
20παράπαν τοῦ βασιλέως ἐπὶ τὴν αὐτῶν ἦσαν ὁρμήν, καὶ τοῖς Βυ‐ ζαντίου προαστείοις διατριβὴν αὐτὸν ποιεῖσθαι ἰσχυρίζοντο. ὅθεν καὶ τῆς Ῥωμαίων ἐφόδου πανταχόθεν διαγγελλομένης, Πέρσαι τὰ πρῶτα κομιδῇ ἄπιστον εἶναι τὸ πρᾶγμα ἡγοῦντο, ἐπεὶ δὲ αὐτο‐
πτησάντων ἤδη πολλῶν ἤκουσαν, τότε δὴ πανστρατὶ κινηθέντες194

195

ὑπαντιάσειν ἠπείγοντο. ἐπ’ οὐδενὶ γὰρ οὕτω παθαίνεται βάρ‐ βαρος ὡς ἐπὶ χρημάτων ἢ κτημάτων ἀποβολῇ. βασιλεὺς δὲ ἔτι μηδέπω γνῶναι Πέρσας τὰ πρασσόμενα οἰηθείς, τὸ μὲν ἄλλο Ῥωμαίων στράτευμα πρόσω ἐπὶ διαρπαγῇ ἔπεμψεν, ὁ δὲ κατόπιν
5σὺν ὀλίγοις ἐχώρει. ὅθεν καὶ Πέρσας κεκινῆσθαι ἤδη παμπλη‐ θεὶ ἀκούσαντες Ῥωμαῖοι, συνεταράχθησαν μὲν ὡς τὸ εἰκός, ἄλ‐ λως τε καὶ βασιλέως μὴ συμπαρόντος αὐτοῖς, ὡς δὲ ἤδη ἀνεμί‐ γνυτο τούτοις καὶ αὐτός, ἔγνω γὰρ τὴν Περσῶν ἔφοδον, ἀνα‐ θαρσήσαντες λοιπὸν συντονώτερον ἐπορεύοντο. ἐπεὶ δὲ ὀψὲ τῆς
10ἡμέρας ἦν, τῶν ἵππων ἀποβάντες τοῖς τε ἵπποις φορβὴν κατὰ τὸ ἔθος ἐδίδουν καὶ πρὸς βραχὺ διαναπαυσάμενοι, νυκτὸς ἤδη ἐπιλαβομένης, ἄραντες ὑπὸ λαμπτῆρσι τὸν δρόμον ἐποιοῦντο. ἔστι δὲ τὸ τῶν λαμπτήρων χρῆμα τοιοῦτον. κύβον τινὰ σιδή‐ ρου πεποιημένον ὀρθὰς τούτῳ ἐναρμόζουσι κατὰ διέχειάν τινας
15ἐκ πλατέος ἠρέμα πρὸς ὀξὺ ληγούσας ἀεί· κατὰ μέσον μέντοι τὸν κύβον ἑτέραν ἱστᾶσι σιδηρᾶν καὶ ταύτην, οὐ μέντοι κατὰ τὰς ἄλλας, ἀλλὰ παχεῖαν μὲν τὸ πρῶτον ὀξεῖαν δέ πως κατὰ βραχὺ γινομένην· ζωστῆρσί τέ τισι τὰς κύκλῳ περιλαβόντες οἷόν τινα λυχνοῦχον ἀποτελοῦσιν ἐπί τε δορατίων ἐντιθέασιν ἄκρων· εἶτα
20λίνεά τινα ὕφη κατὰ μῆκος διελόντες ὑατείῳ περιδεύουσι στέατι, ἑλίξαντές τε ἐπιμελῶς ἑκάστῳ τῶν ὀξὺ ληγόντων περιπείρουσιν
αὐτὰ σιδηρίων, πυρί τε καιομένων μύριόν τι σέλας ἐκεῖθεν ἐκ‐195

196

πίπτειν ποιοῦσιν, ὡς χειροποίητόν τινα ἡμέραν ἐντεῦθεν σχεδιά‐ ζεσθαι τοῖς στρατεύμασι. περὶ μὲν τῶν λαμπτήρων τοσαῦτα εἰρήσθω· ὁ δὲ Ῥωμαίων στρατός, χιόνος κατενεχθείσης σφο‐ δρᾶς τῶν ὁδῶν τε παντάπασιν ἠφανισμένων, ἐπὶ πλεῖστον τῆς
5ἐφ’ ἣν ἐφέρετο ἀποπλανηθεὶς μικροῦ καὶ εἰς ὀλεθρίους ἂν καὶ κινδυνώδεις διεξέπεσε χώρους, εἰ μὴ ταχὺ τῆς πλάνης αἰσθόμε‐ νος βασιλεὺς λαμπτῆρά τε εἵλετο, καὶ ἔνθα καὶ ἔνθα περιελθὼν ἀνέγνω τε τὴν πορείαν καὶ ἐπὶ τὴν προκειμένην τὸ στράτευμα εὐώδωσεν. ἐπὶ χῶρόν τέ τινα Σαράπατα Μύλωνος πρὸς τῶν
10ἐγχωρίων ὠνομασμένον ἐλθὼν ἐκεῖθεν λοιπὸν προνομεύειν ἤρξατο. τῆς οὖν φήμης ἁπανταχῆ διαδραμούσης πυθόμενος ὁ τὴν τῆς γῆς ἐκείνης σατραπίαν διέπων (ὄνομα αὐτῷ Σολυμᾶς), ὤκνει καὶ εἰσέτι πιστεύειν τοῖς λεγομένοις. ὅθεν καὶ Πουπάκην ἀδελφι‐ δοῦν αὐτῷ τυγχάνοντα βασιλεῖ δὲ πολλάκις εἰς ὄψιν ἐλθόντα,
15πέμψας ἐκέλευεν ἔγγιστα τοῦ Ῥωμαίων γεγονότα στρατοῦ ὅπη δυ‐ νατὸν τὸν βασιλέα περισκοπεῖν. ὁ τοίνυν Πουπάκης τὴν πρώτην τὸν βασιλέα διαγνοὺς ἀπέβαινέ τε τοῦ ἵππου καὶ δουλικῶς αὐτῷ προσελάλει. ὁ δὲ ὅστις τε εἴη καὶ παρ’ ὅτου πεμφθείη μαθὼν “τάδε τῷ Σολυμᾷ” ἔφη “ἀγγελεῖς. ὅμοιόν τι ποιεῖς τίς ποτέ
20ἐστιν ὁ τὰ Περσῶν ληϊζόμενος μαθεῖν ἐπιζητῶν, ὥσπερ ἂν εἰ καὶ πυρὸς ἐπὶ τὴν σὴν ἀναφλεγέντος οἰκίαν, τοῦ μὲν ὅπως ἂν αὐτοῦ
περιγένοιο λόγον ἐποιήσω οὐδένα, τὸ δὲ ὅθεν τε τὴν ἀρχὴν ἔσχε196

197

καὶ παρ’ ὅτου ἀναφθείη ἐπιμελῶς ἀνηρεύνας. μὴ τοίνυν ὡς ὑπὸ παραπετάσματι τῇ δῆθεν ἀγνοίᾳ τὸ τῆς δειλίας περικαλύπτειν θέλε κακόν. ἀγνοίας γὰρ προσποίησις, ὁπότε μὴ κατὰ λόγον γένοιτο, οὐδαμῶς ἐξαιρεῖσθαι μέμψεως τὸν χρώμενον πέφυκεν. ἓν ἄρι‐
5στον ὁ τῆς στρατηγίας οἶδε λόγος προκινδυνεῦον πατρίδος ῥοπῇ τὰ πράγματα ταλαντεύειν. κἄν τις οὐκ ἐπιδράξοιτο ταύτης, ἀπολώλεκεν ἤδη τὸ πᾶν. σοὶ δὲ καὶ ἄλλως οὐκ ἔτι χώραν ἡ σκῆψις ἔχει. ἔγνως, ἰδού, συνεβάλου τὸν Πέρσας μαστίζοντα· κἂν ἀντιτάξασθαι θελήσῃς, λόγος οὐδείς.” ταῦτ’ εἰπὼν αὐτὸν
10μὲν ἀπεπέμψατο, τὰ ἐν ποσὶ δὲ δῃώσας καὶ ἀφανισμῷ παραδοὺς παλινοδίας ἥπτετο, πρᾶγμα πρὶν γενέσθαι ἀπιστούμενον. λέγε‐ ται γὰρ οὐ πλείους τῶν ἑξήκοντα τὴν στρατιὰν ἐκείνην εἶναι ἀν‐ δρῶν μαχητῶν, ὅτε δὴ τὰ Ῥωμαίων ἐπὶ μεγάλῳ γεγονότα κιν‐ δύνῳ παραδόξως ἐρρύσθη. Πέρσαι γὰρ εἰς μυριάδας τὸ ἀπὸ
15τοῦδε συλλεγέντες τοὺς ἐπικαίρους τῶν τόπων κατέσχον, ἔνθα γεγονότων Ῥωμαίων μάχη ῥήγνυται ἰσχυρά· καὶ Πέρσαι μὲν ἐξ ὑπερδεξίων βάλλοντες Ῥωμαίους ἔθλιβον, οἱ δὲ ὑπ’ ἀνάγκης ἐν χρῷ ἀλλήλοις ἀεὶ συνιόντες ἀνεπίμνηστοι παντάπασιν ἀρετῆς ἦσαν, τῆς τοῦ χώρου φύσεως οὐδὲ ὅσον τὰ εἰς τὴν πορείαν ἱκανῆς αὐ‐
20τοῖς οὔσης. ἤδη δὲ καὶ περὶ αὐτὸν βασιλέα τὸ δεινὸν ἐφειστή‐ κει. τῶν γὰρ παρασπιζόντων αὐτῷ τινες ἀπορρέειν ἤρξαντο.
ὁ δὲ καίτοι ἐν τῷδε κακοῦ γεγονὼς τοῦ συνήθους ὅμως οὐ κα‐197

198

θυφίει λήματος, ἀλλὰ καὶ τὸν γαμβρὸν αὐτῷ προσιόντα Ἰωάν‐ νην, οὗ πολλάκις ἐμνήσθην, τὴν ἀσπίδα τε προβάλλειν αὐτῷ προτεθυμημένον (ἔτυχε γὰρ ὁπλοφορίας ἄνευ τῷ τηνικαῦτα ὢν) ἀπεπέμψατο, ἀμήχανον εἶναι εἰπὼν ἀσπίδα μίαν δυεῖν καλῶς
5προασπίζειν σωμάτοιν. ἐν τηλικαύτῃ δυσχερείᾳ τὸν χῶρον ἐκεῖ‐ νον διελθόντες Ῥωμαῖοι, ἐπειδήπερ ἐν εὐρυτέροις ἤδη ἐγένοντο, ἵππων τε ἀρετὴν καὶ ῥώμην ἀνδρῶν ἐλέγξαι δυναμένοις, τὴν ἐνυάλιον ἠχὴν ἀλαλάξαντες κατὰ τῶν πολεμίων τὰς αἰχμὰς ἴθυ‐ ναν, τρεψάμενοί τε πολλοὺς ἔκτειναν καὶ πᾶσαν ἣν ἐπήγοντο λείαν
10ἀνειληφότες ἀνεχώρησαν. ὅτε δὴ πολλῶν ἀνδραγαθησαμένων πάν‐ τας βασιλεὺς ὑπερῆρεν. οὔτε γὰρ οὐδεὶς πρότερος αὐτοῦ τοῖς ἐχθροῖς ξυνεπλάκη, καὶ τηλικούτων οὐδεὶς αὐτόχειρ γέγονεν ἀρι‐ στειῶν. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ Βυζάντιον ἦλθε. 24. Πέρσαι δὲ ὤδινον τοῖς συμπεσοῦσι καὶ ἀντιλυπήσειν
15Ῥωμαίους διενοοῦντο, καιροῦ τε λαβόμενοι, Φιλητάν τε πόλιν ἑῴαν διήρπασαν καὶ τὴν πρὸς τῇ μικρᾷ Φρυγίᾳ Λαοδίκειαν ἀδόκητοι ἐπελθόντες κακῶς διέθεντο, πολλοὺς τῶν ἐγχωρίων στό‐ ματι μαχαίρας ἡβηδὸν παραπέμψαντες, οὓς δὲ καὶ ἀνδραποδι‐ σάμενοι, πολύ τι καὶ οὐκ εὐαρίθμητον πλῆθος. ταῦτα πυθό‐
20μενος βασιλεὺς ἤσχαλλε μὲν καὶ ἐδυσφόρει, καὶ εἴ γε δυνατὸν ἦν εὐθυωρὸν ἐπὶ τὴν Ἀσίαν διαβῆναι ἤθελε, πρὸς Ἰκονίῳ ἐνστρα‐
τοπεδευθησόμενος· ἐπεὶ δὲ τοῦτο καιροῦ τε χρῄζειν ἔγνω τηλι‐198

199

κούτοις ἐπιβάλλοντος ἔργοις καὶ μείζονος ἢ πρότερον πολέμου παρασκευῆς, τοῦτο μὲν ὑπερέθετο, δυνάμεις δὲ πανταχόθεν ἀθροί‐ ζειν διανοηθεὶς Ἰωάννην μὲν τὸν Κοντοστέφανον ἐπὶ Παλαιστίνης ἔπεμψε, Βαλδουΐνῳ τε τῷ ῥηγὶ ἐντευξόμενον καὶ δυνάμεις ἃς αὐ‐
5τὸς βασιλεῖ δεῆσαν διδόναι ἐπὶ συμμαχίᾳ διωμολόγηκε, ταύτας δή, πρὸς δὲ καὶ μισθοφορικὴν ἐκεῖθεν ἄξοντα χεῖρα· Ῥενάλδῳ δὲ τῷ Ἀντιοχείας πρίγκιπι σὺν δυνάμεσι ταῖς περὶ αὐτὸν τὴν τα‐ χίστην ἐκέλευεν ἰέναι, πρὸς δὲ καὶ τοὺς Ἀρμενίων τότε ἡγεμο‐ νεύοντας, Τορόσην καὶ Τιγράνην, Χρυσάφιόν τε ἄνδρα Κίλικα
10καὶ οὓς κοκκοβασιλείους ἐκάλουν, στρατιωτικῶν μὲν καὶ τούτους ἐξάρχοντας δυνάμεων, ἐθελοδούλους δὲ ἐκ μακροῦ βασιλεῖ προσ‐ κεχωρηκότας. ἐκ μὲν δὴ ἑῴας τηλικαύτην ἤθροιζε χεῖρα, ἐξ ἑσπέρας δὲ Λιγούρους τε ἦγεν ἱππέας καὶ τὸν Δαλματίας μετε‐ πέμπετο ἀρχιζουπάνον δυνάμεσιν ἅμα ταῖς ὑπ’ αὐτόν, Σκύθας
15τε καὶ τῶν ἀμφὶ τῷ Ταύρῳ ἱδρυμένων ἐθνῶν ἐμισθοῦτο πολλά. οὐ μὴν ἄχρι καὶ τούτων ἔστη τὰ πρὸς πόλεμον ἐξαρτύων, ἀλλ’ εἰδὼς ὡς τοῖς ἐπὶ Παλαιστίνην ἀπιοῦσι Λατινικοῖς γένεσιν ἐπὶ τὴν νῆσον Ῥόδον ἀεὶ τὸ κατάντημα γίνεται, μισθοφορικὴν ἐκεῖ‐ θεν ἱππέων ἦγεν ἰσχύν. χορταγωγίας μέντοι καὶ τῆς ἄλλης ὑπη‐
20ρεσίας ἕνεκεν ἀμύθητόν τι πλῆθος βοῶν σὺν αὐταῖς ἁμάξαις ἐκ τῶν κατὰ Θρᾴκην ἐκέλευεν ἐλαύνειν χωρίων. ταῦτα μὲν οὖν οὕτω παρεσκεύασται· ὡς δὲ ὁμοφύλοις ἅμα καὶ συγγενέσι τὸν
σουλτὰν ἐκπολεμώσειεν, ἐπὶ Σανισάν τε τὸν ἀδελφὸν ἔπεμψε,199

200

Γάγγρας τῷ τηνικάδε καὶ Ἀγκύρας στρατεύοντα τῆς Γαλατῶν, καὶ Ἰαγουπασὰν τὸν κηδεστήν, ὃς Καισαρείας τε ἀμφοτέρας ἦρχε καὶ Ἀμασείας ἡγεμόνευε πόλεων περιφανῶν ἄλλων τε ὁπόσαι περὶ τῇ Καππαδοκῶν ἵδρυνται γῇ. καὶ δὴ ὑπόπτους καὶ αὐτοὺς τῷ
5σουλτὰν καταστησάμενος ἐν βραχεῖ ἐπὶ τὸν πόλεμον ἤδη καθίστα‐ ται. τούτων αἰσθόμενος ὁ σουλτάν, ἐπειδὴ μὴ εἶχε πρὸς ὁποτε‐ ρονοῦν τῶν ἐκ βασιλέως ἐπικλωμένων αὐτῷ ἀντιτάξασθαι, τοῖς μὲν χώραν προσοικοῦσι τὴν αὐτοῦ πολλῶν τε ἄλλων καὶ δὴ καὶ πόλεων ἀφίστατο πόνῳ πολλῷ κατακτηθεισῶν αὐτῷ πρότερον,
10ἐπὶ δὲ βασιλέα πέμψας συγγνώμην ᾐτεῖτο. τούτου δὲ τυχὼν καὶ τοὺς δορυαλώτους ἀποδώσειν Ῥωμαίων ἐπήγγελλε, κἂν, ὅπου δή‐ ποτε γῆς κρυπτόμενοι εἶεν· μελήσειν γὰρ αὐτῷ τῆς ἀναζητήσεως. ἐν ᾧ δὲ ταῦτα ἐδοκιμάζετο, συνέπεσέ τι τοιοῦτον. Ἰωάννης σὺν τοῖς ἱππεῦσιν ἐκ Παλαιστίνης στρατεύματι ἀναζευγνὺς περιτυγχά‐
15νει Περσικῷ ἐς δισμυρίους τε καὶ δισχιλίους ἀριθμουμένῳ ἄνδρας μαχίμους. τῷ αἰφνιδίῳ τοίνυν καταπλαγεὶς τὸ μὲν πρῶτον ἐπί τινα λόφον ἐγγύθεν παρόντα σὺν τοῖς περὶ αὐτὸν σπουδῇ ἀνιὼν ἔστη, μετὰ δὲ ταῦτα παντὶ τῷ στρατῷ ἐγκελευσάμενος κατ’ αὐ‐ τῶν ἵεται, σὺν ὠθισμῷ τε πολλῷ τῶν Ῥωμαίων τοῖς πολεμίοις
20ἐμπλεκομένων, ὑπαγωγὴ Περσῶν γίνεται, καὶ αὐτῶν φευγόντων πολλοὶ μὲν ἔπεσον, πλεῖστοι δὲ πρὸς τῶν Ῥωμαίων ἡρέθησαν στρατιωτῶν, ἥ τε ἵππος αὐτοῖς ξυνεπάτει τοὺς πλείστους. ὅτε
ἄλλοι τε πολλοὶ λόγου καὶ ἀρετῆς εἰργάσαντο ἄξια, καὶ Ἰωάννῃ δὲ200

201

τῷ στρατηγῷ ἀρετῆς δήλωσις κατ’ ἐκεῖνον ἐπιγέγονε τὸν ἀγῶνα. ταῦτα καταπραξάμενος Ἰωάννης σὺν τοῖς τροπαίοις ἐπὶ βασιλέα παραγίνεται. ὁ δὲ σουλτὰν ἐπειδὴ τούτων ἤκουσε, κέντροις με‐ ταμελείας νυττόμενος τῆς ἀκαίρου τόλμης ἑαυτὸν ἐταλάνιζεν, οὐχ
5ὅσον τοῖς ξυμπεσοῦσιν ἐκταραχθείς, τὴν δὲ βασιλέως ἐντεῦθεν ἔτι μᾶλλον κατ’ αὐτοῦ ἀρραβωνιζόμενος ἔλευσιν κἀντεῦθεν ὡς ἐνε‐ στῶσι τοῖς οὐ παροῦσι τέως προσφερόμενος. ὅθεν καὶ μείζοσιν ἄλλαις τὰς προτέρας φθάνων ἐπικατελάμβανε πρεσβείας. χεῖρά τε σύμμαχον ἀνὰ πᾶν ἔτος Ῥωμαίοις δεῆσαν διδόναι ἐπαγγελλόμε‐
10νος, καὶ τῆς αὐτῶν δὲ γῆς οὔποτε Πέρσην ἑκόντος αὐτοῦ ἐπιβή‐ σεσθαι ὡμολόγει· κἂν ἀφ’ ἑτέρας ἀρχῆς ἐνοχλοίη τις Ῥωμαίων τῇ γῇ, τοῦτον δὲ στρατεύειν εὐθὺς κατ’ αὐτοῦ καὶ πᾶσι τρόποις τὴν ὁθενδήποτε φυομένην ἀπείργειν ἐπιβουλήν, πᾶν τε ὃ πρὸς βα‐ σιλέως ἐπιτάττοιτο ὀκνήσει οὐδεμιᾷ ἐπιτελὲς αὐτίκα ποιεῖν, κἄν
15τις τῶν βασιλεῖ κατηκόων πόλεων ὑπὸ τὴν Περσικὴν φθάσασα πέπτωκε παλάμην, καὶ ταύτην Ῥωμαίοις ἀνασώζεσθαι συνετίθετο. τούτοις ἀναπεισθεὶς βασιλεὺς ὅρκοις τε δεινοτάτοις αὐτὸν κατειλή‐ φει καὶ τὴν ἔχθραν λύσας ἐπ’ οἴκου ἀνεκομίζετο. πυθόμενος δὲ Σκύθας τὸν Ἴστρον διαβῆναι ἐφ’ ᾧ Ῥωμαίων καταδραμεῖσθαι,
20τῆς ἐπὶ Βυζάντιον φερούσης ἀφέμενος ἐπὶ τὸν ἀγχοῦ πόλεως Ἀβύ‐ δου ἐχώρει πορθμόν, ἔνθα ἐπιθαλασσίδιόν τι ἐπὶ Θρᾴκης πόλισμα κεῖται, ἀπὸ Καλλίου τοῦ Ἀθηναίων οἶμαι στρατηγοῦ τὴν προση‐
γορίαν ἐσχηκός. ἐνταῦθα περαιωσάμενος ἐπὶ Σκύθας ἐφέρετο·201

202

ἀλλ’ οὔπω ἔφθη τὸν Ἴστρον καταλαβεῖν, κἀκεῖνοι τὴν Ῥωμαίων ἀκούσαντες ἔφοδον ταχὺ συσκευασάμενοι ἀνεχώρησαν.
post 2tΒΙΒΛΙΟΝ Ε.
31. Ταῦτα μὲν τῇδε συνηνέχθη γενέσθαι. ὁ δὲ βασιλεὺς ἐπειδὴ μηδὲν ὁθενδήποτε ἀντιστατοῦν τῇ Ῥωμαίων ὑπεφαίνετο ἀρχῇ,
5ψυχαγωγίας ἕνεκα ἐπί τι τῶν ἐγγὺς Βυζαντίῳ χωρίων ἐξῆλθε· Λόγγοι ὄνομα τούτῳ. ἐνταῦθα διατριβὴν ποιουμένου, ἡ τέλειος ἡμέρα τοῦ βίου τῇ βασιλίδι ἐπεγένετο Εἰρήνῃ, γυναικὶ ἐπὶ σω‐ φροσύνῃ, ὥσπερ εἴρηταί μοι καὶ πρότερον, καὶ κοσμιότητι καὶ οἴκτῳ τῷ πρὸς τοὺς δεομένους πολλῷ τὰς κατ’ ἐκεῖνον ὑπερβαλ‐
10λούσῃ τὸν χρόνον. αὕτη δευεῖν μὲν ἐγένετο θυγατρίων μήτηρ, ὧν ἡ μὲν πρεσβυτέρα ἐπεβίω τε καὶ τῷ πατρὶ ξυνδιήγαγεν, ἁτέρα δὲ ὀλίγῳ ὕστερον τὸν βίον ξυνεμετρήσατο τέταρτον ἡλικίας ἀνύουσα χρόνον. ἀλλ’ ἔτι περιῆν ἡ παῖς τῇ νόσῳ παλαίουσα, καὶ ὁ βα‐ σιλεύς, τῶν ἑσπερίων τῷ τότε καλούντων πραγμάτων, τῶν κατὰ
15τὴν ἑστίαν ἀφέμενος ἐπ’ ἐκεῖνα ἐχώρει. φήμη γάρ τις ἐκράτει τῷ τηνικαῦτα ὡς ὁ τῶν Ἀλαμανῶν ῥὴξ Φρεδερίκος τὸ σύμπαν ἔθνος ἀνακινήσας πανστρατὶ ἐπὶ τὴν Ῥωμαίων φέρεται γῆν. διὰ ταῦτά τε οὖν καὶ ὡς ὁ τῶν Οὔννων ῥὴξ Ἰατζᾶς τὸν βίον ἀπολίποι ἐπὶ
Σαρδικὴν ἦλθεν. ἔνθα ἐφ’ ἱκανὸν διατρίψας περὶ πλείστου τὴν202

203

τῆς Οὐννικῆς ἐπικράτησιν ἐποιεῖτο. ἤδη γὰρ τὰ ἀμφὶ τοῖς Ἀλα‐ μανοῖς θρυλληθέντα οὐκέτι ἐκράτουν. ὅθεν δὲ τῆς Οὐννικῆς με‐ ταποιεῖσθαι ὁ βασιλεὺς ἤθελεν, ἤδη λέγωμεν. Ἰατζᾶ δὴ τούτῳ ἤστην μὲν ἀδελφὼ Βλαδίσθλαβός τε καὶ Στέφανος· οὐκ οἶδα δὲ
5ὅ τι προσκεκρουκότε ὑπερφυῶς ἐμισηθήτην αὐτῷ. ἀμέλει καὶ μετὰ πολὺν τὸν ἄλλοτε ἀλλαχόθεν δρασμὸν τέλος βασιλεῖ προσελ‐ θόντε χειρὸς ἐγενέσθην τῆς αὐτοῦ. καὶ ὁ μὲν βασιλέως ἔγημεν ἀδελφιδῆν ὁ Στέφανος, Μαρίαν τὴν Ἰσαακίου τοῦ σεβαστοκράτο‐ ρος παῖδα περικαλλῆ καθάπερ εἴρηται οὖσαν, ἅτερος δὲ ἄζυξ διε‐
10τέλει. τότε τοίνυν ἐπειδὴ τοῦ Ἰατζᾶ τετελευτηκότος θάτερον τῶν ἀδελφῶν ἐπὶ τὴν ἀρχὴν ὁ τοῦ δικαίου ἐκάλει θεσμὸς (νόμος γὰρ οὗτος παρὰ τοῖς Οὔννοις ἐστὶν ἐπὶ τοὺς περιόντας ἀεὶ τῶν ἀδελ‐ φῶν τὸ στέφος διαβαίνειν), κατάγειν τούτους εἰς γῆν τὴν πα‐ τρῴαν βασιλεὺς σπουδῆς εἶχεν. Ἰατζᾶς γὰρ τὸν πάτριον παριδὼν
15νόμον ἐπὶ τὸν υἱὸν τὴν ἀρχὴν διεβίβασεν. Οὖννοι τοίνυν τὸ μέν τι τοῦτον αἰδεσάμενοι τὸν νόμον, τὸ δὲ καὶ τὴν βασιλέως εὐλαβη‐ θέντες ἔφοδον, Στέφανον τὸν Ἰατζᾶ τῆς ἀρχῆς παραλύσαντες θα‐ τέρῳ τῶν ἀδελφῶν τῷ Βλαδισθλάβῳ ταύτην ἀπέδοσαν. τῷ γε μὴν Στεφάνῳ, φημὶ τῷ πρεσβυτέρῳ, τὴν Οὐροὺμ ἀπεκλήρωσαν
20τύχην. βούλεται δὲ τοῦτο παρὰ Οὔννοις τὸν τὴν ἀρχὴν διαδεξό‐ μενον ἑρμηνεύειν τὸ ὄνομα. 2. Τὰ μὲν οὖν ἐπὶ τοῖν αὐταδελφοῖν τούτοιν ἐνταῦθα πέ‐
ρας ἔσχε. βασιλεὺς δὲ ἐπὶ τὴν Μακεδονικὴν ἐχώρει πόλιν Φιλίπ‐203

204

που τὰ πρὸς τῇ Σερβικῇ καταστησόμενος πράγματα. ὁ γάρ τοι Πριμίσθλαβος, ὃς τῆς χώρας τότε ἦρχε, καὶ ἄλλοτε μὲν ὥσπερ μοι δεδιήγηται πρότερον, ἀποστασίαν ὠδίνησε καὶ αὐτονόμῳ ἐχρῆτο τῇ γνώμῃ, ἐγγύς τε διὰ τοῦτο ἐλθὼν τοῦ τῆς ἀρχῆς πρὸς
5βασιλέως ἀποβιβασθῆναι, ἵλεώ τε αὖθις τετύχηκεν αὐτοῦ καὶ ἐπὶ τῆς αὐτῆς ἔμεινε. τότε οὖν οὔτε λόγων οὔτε ὅρκων λόγον θέμενος οὐδένα νεωτέροις καὶ πάλιν ἐπεβάλλετο πράγμασι. δι’ ἅπερ βα‐ σιλεὺς τοῦ ἀνδρὸς καταγνοὺς μεθίστησι μὲν αὐτὸν τῆς ἀρχῆς, Βε‐ λούσην δὲ τὸν ἀδελφὸν ἐπ’ αὐτῆς καθιστᾷ. Πριμίσθλαβον μέν‐
10τοι τῆς τύχης κατοικτισάμενος ἐκεῖθεν μὲν ἀπανίστησιν, ὡς μὴ καὶ πάλιν κακουργεῖν δύναιτο, χώρᾳ δὲ πιοτάτῃ δωρεῖται καὶ τὰ ἐς νομὰς ζώων ἀγαθῇ. ἀλλὰ Βελούσης μὲν ἐπ’ ὀλίγον ἐμπρέψας τῇ ἀρχῇ τό τε τῆς ἡγεμονίας κατέθετο σχῆμα καὶ τῆς πατρίου μεταχωρήσας ἐπὶ τὴν Οὐννικὴν ἦλθεν· ἔνθα πολύν τινα ἐπιβιοὺς
15χρόνον ἐξ ἀνθρώπων ἠφάνιστο. βασιλεὺς δὲ τὸν ὕστατον ἀδελ‐ φῶν μετάπεμπτον θέμενος, ὃς Δεσὲ μὲν ἐκαλεῖτο Δένδρας δὲ χώ‐ ρας ἦρχεν, ἣ Ναϊσῶ ἐν γειτόνων ἐστὶν εὐδαίμων καὶ πολυάνθρω‐ πος, τὰ πιστά τε παρ’ αὐτοῦ λαβὼν ὅπως ἀνόθευτον αὐτῷ τὸ τῆς δουλείας σχῆμα ἐς τὸν πάντα τῆς ζωῆς φυλάξῃ αἰῶνα, πρὸς
20δὲ καὶ ὡς παντάπασι Δένδρας Ῥωμαίοις ὑπεκστήσεται, ἣν κα‐ θάπερ ἔφην καρπιζόμενος ἦν, ἀρχιζουπάνον ἀνεῖπεν. 3. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Κλιτζιεσθλὰν ὁ σουλτὰν
ἐς Βυζάντιον αὐτόμολος ἦλθε περὶ τῶν αὐτῷ συμφόρων βασιλέως204

205

δεησόμενος, πρᾶγμα ὑψηλόν τε καὶ δαιμονίως ὑπέρογκον καὶ ὅσα ἐμὲ εἰδέναι οὔποτε ἄλλοτε Ῥωμαίοις εὐτυχηθὲν πρότερον. τίνος γὰρ καὶ τῶν μεγαλοπρεπεστέρων οὐχ ὑπέρκειται ἄνδρα τηλικαύτης ἡγεμονεύοντα γῆς καὶ τοσούτων κυριεύοντα ἐθνῶν βασιλεῖ Ῥω‐
5μαίων ἐν οἰκέτου παρεστάναι σχήματι; καὶ ὥς γε τοῖς φιληκόοις τὰ τελεσθέντα τότε διηγησαίμην, ἦρτο μὲν βῆμα λαμπρόν, καὶ δίφρος ἐπὶ πλεῖστον γῆθεν αἰρόμενος ἔκειτο, θέαμα λόγου πολλοῦ ἄξιον. εἴργαστο μὲν ἅπας χρυσοῦ, λίθων δὲ ἀνθράκων καὶ ὑα‐ κίνθων ἄφθονόν τι ἁπανταχόθεν τούτου διεστοίβαστο χρῆμα.
10μαργάρους δὲ οὐδ’ ἂν ἀριθμεῖν ἔσχε. καθ’ ἕνα γὰρ τῶν ἠρέμα κατὰ διέχειαν πεπηγότων λίθων περιέθεον ἱκανοί. ἐσφαίρωντο μὲν ἐς τὸ ἀκριβές, λελεύκανται δὲ ὑπὲρ χιόνα. τηλίκων ὁ δίφρος πεπλήρωτο φώτων. τό γε μὴν ἀνώτατον καὶ τὴν κεφαλὴν ὑπερ‐ τεῖνον αὐτοῦ μέρος τοσούτῳ τῶν ἄλλων ἐκράτει λαμπρότησιν ὅσῳ
15καὶ ἡ ἐν γειτόνων αὐτῷ τῶν λοιπῶν μελῶν προὔφερε κεφαλή. ἐφ’ οὗ καθῆστο βασιλεὺς μεγέθει σώματος ἀναλογωτάτου τὸν πάντα πληρῶν. ἐσθὴς δὲ αὐτὸν περιέθεεν ἁλουργίς, ἐξαίσιόν τι χρῆμα. ἄνωθεν ἄχρι καὶ ἐς τὰς βάσεις αὐτὰς ἐπυρσοῦτο μὲν ἄνθραξιν, ηὐγίζετο δὲ μαργάροις, οὐκ ἀπεριέργως μέντοι, ἀλλὰ θαυμασία
20τις αὐτοὺς ἐποίκιλλε γραφική, ἀκήρατον δήπου λειμῶνα σχεδια‐ ζούσης τῷ πέπλῳ τῆς τέχνης. ἀπὸ μέντοι τραχήλου ἄχρι καὶ ἐπὶ
στέρνα ὑπερφυὴς μεγέθει καὶ χροιᾷ λίθος ἀπὸ χρυσέων καθεῖτο205

206

ἁμμάτων, πυρσίζων μὲν ἅτε ῥόδον, σχήματι δὲ μήλῳ παρεμφε‐ ρὴς μάλιστα. περὶ γάρ τοι τοῦ ἐπὶ κεφαλῆς κόσμου περιττὸν καὶ φράζειν ἡγοῦμαι. ἐφ’ ἑκάτερα δὲ τοῦ δίφρου ἡ τάξις ἑστήκει κατὰ τὸ εἰωθός, γένους ἑκάστῳ καὶ τύχης πρυτανευόντων τὴν
5χώραν τῆς στάσεως. τὰ μὲν δὴ τοῦ βασιλέως ἐν τούτοις ἦσαν. Κλιτζιεσθλὰν δὲ ἐπειδήπερ εἰς μέσους παρῆλθε, θάμβους ὅλος ἦν. καὶ τοῦ βασιλέως καθιζῆσαι τοῦτον προτρεπομένου, ὁ δὲ τὸ μὲν πρῶτον ἰσχυρότατα ἀπέλεγεν, ὡς δὲ ἔτι μᾶλλον ἐγκείμενον ἑώρα τὸν βασιλέα, καθῆστο λοιπὸν ἐπὶ χαμαιζήλου τινὸς καὶ ἥκι‐
10στα ἐπὶ μετεώρου καθέδρας, τὰ εἰκότα τε εἰπὼν καὶ ἀκούσας ἐς τὴν ἀποτεταγμένην αὐτῷ ἐν παλατίῳ ἀπηλλάττετο καταγωγήν. ὁ βασιλεὺς δὲ τῷ τῶν εὐτυχημάτων ὄγκῳ φιλοτιμούμενος θριάμ‐ βου ἐξ αὐτῆς ἀκροπόλεως ἐπὶ τὸν περιλάλητον τῆς τοῦ θεοῦ Σοφίας ναὸν ἐποιήσατο μὲν ἐμπαρασκευὴν ἐφ’ ᾧ σὺν ἐκείνῳ πομπεῦσαι·
15οὐ μὴν καὶ εἰς τέλος ἤγαγε τὸ βουλευθέν. Λουκᾶς γὰρ ὁ τῷ τη‐ νικάδε τοῖς ἐκκλησιαστικοῖς ἐφεστὼς πράγμασιν ἀντίξους τῇ πρά‐ ξει ἐγένετο, μὴ δεῖν εἶναι εἰπὼν δι’ ἐπίπλων θείων καὶ κόσμων ἱερῶν ἄνδρας διελθεῖν ἀσεβεῖς· τότε δὲ καὶ ἄλλο τι παρεμπεσεῖν προσέστη τῷ πράγματι. ἐπειδὴ γὰρ πόρρω τῶν νυκτῶν ἦν, ἐξαί‐
20σιός τις βρασμὸς ἀθρόον ἐκλόνησε τὴν γῆν. Βυζάντιοι μὲν οὖν ἐνταῦθα τὰς Λουκᾶ παραινέσεις ἐκβῆναι οἰόμενοι ἄπο γνώμης εἶ‐ ναι θεῷ τὴν ἐγχείρησιν ἔφασκον. πεφύκασι γὰρ ἄνθρωποι τοῖς
παροῦσιν ἐκ τοῦ ἐπὶ πλεῖστον προσέχοντες πολυπραγμονεῖν περαι‐206

207

τέρω μηδέν. τὸ δὲ τοῦ πράγματος τέλος τὴν τοῦ συνενεχθέντος ἐναργῶς παρεστήσατο δήλωσιν. καὶ Κλιτζιεσθλὰν γὰρ μετὰ πολ‐ λοὺς ἐπιγενομένους χρόνους τῶν εἰς βασιλέα συνθηκῶν ἀλογήσας πανστρατὶ Ῥωμαίους κατὰ Περσῶν ἐλθεῖν παρεσκεύασε. τύχῃ τέ
5τινι δυσχωρίαις ἐμπεσὸν τὸ στρατιωτικὸν τῶν ἐπὶ δόξης τε ἀποβε‐ βλήκει πολλοὺς καὶ μεγάλου ἐγγὺς ἦλθε κακοῦ, εἰ μὴ βασιλεὺς ἐνταῦθα ἀνθρωπίνης ὅρον ἀρετῆς τὰ πολέμια παρελθὼν ὤφθη. ἀλλὰ ταῦτα μέν, ὥσπερ καὶ ἤδη ἔφην, εἰσέπειτά μοι λελέξεται; ὁ δὲ βασιλεὺς ἐς τὰ κατὰ νότον τῆς πόλεως ἀνάκτορα καταχθεὶς
10μεγαλοπρεπέσι τε ἐδεξιοῦτο δείπνοις αὐτὸν καὶ διὰ φιλοφροσύνης ἦγεν ἁπάσης. εἶτα καὶ ἵππων αὐτὸν ἔθελξεν ἁμίλλαις, ὑγρῷ τε πυρὶ κατὰ τὸ ἔθος λέμβους τινὰς ἐνεπίμπρα καὶ ἀκάτους, καὶ ὅλως τῶν τῆς ἱπποδρομίας ἐγέμιζε τὸν ἄνδρα θεαμάτων, ἐξ ὧν μάλιστα μεγέθη πόλεων φιλεῖ δείκνυσθαι. ὁ δὲ ἐφ’ ἱκανὸν ἐν Βυζαντίῳ
15διατρίψας τὰ προλαβόντα τε δευτέροις ὅρκοις πιστωσάμενος ἐπὶ τὴν ἑαυτοῦ ἦλθεν. εἶχε δὲ τὰ τῆς ὁμολογίας αὐτοῦ ὧδε· ἐχθρὰ μὲν διὰ βίου φρονήσειν οἷς τὸ πρὸς βασιλέα τρέφοιτο ἔχθος, φί‐ λια δ’ αὖ τοῖς τοὐναντίον εὔνοις αὐτῷ καθεστῶσι. πόλεών τε ὧν ἂν αὐτὸς περιγένοιτο τὰς μείζους καὶ ἀξιολογωτέρας βασιλεῖ
20διδόναι. ἐξεῖναι δὲ αὐτῷ οὐδαμῆ τῶν ἐχθρῶν τινι σπείσασθαι ὅτι μὴ βασιλέως κελεύοντος. δεῆσάν τε Ῥωμαίοις συμμαχήσειν, πανστρατὶ ἀπαντᾶν κἂν ἑῷος κἂν ἑσπέριος ὁ πόλεμος εἴη. οὐ μὴν
οὐδὲ τοὺς ὅσοι ὑπὸ τὴν αὐτοῦ μὲν κεῖνται παλάμην, κλέμμασι δὲ207

208

διαζῆν ἐπίστανται, οὓς δὴ Τουρκομάνους ἔθος καλεῖν ἐστιν, ἀτι‐ μωρήτους ἐᾶν ὁποιονοῦν τι ἐς Ῥωμαίων ἡμαρτηκότας τὴν γῆν. ταῦτά τε αὐτὸς ὡμολόγηκε καὶ μεγιστάνων ὅσοι αὐτῷ εἵποντο, κἂν ἐκεῖνος αὐτῶν ἀμελοίη, τοὺς δὲ σθένει παντὶ κωλύειν τὴν ἐγχείρη‐
5σιν. ταῦτα μὲν οὖν ἐν Βυζαντίῳ ἐτελεῖτο, ἡ δὲ φήμη φθάνει ἐξ Εὐρώπης ἐπὶ τὴν Ἀσίαν διαβᾶσα. τοίνυν καὶ οὐ πρὸς καλὸν αὐ‐ τοῖς ἔσεσθαι οἱ τῇδε νομίσαντες φύλαρχοι εἰ βασιλεὺς τὸν σουλτὰν εἰσπεποίηται, πρέσβεις πέμψαντες ἐδέοντο ὡς καὶ αὐτοὺς τῷ σουλτὰν διαλλάξαι· ὁ δὲ ἤκουσε μὲν αὐτῶν οὐκ ἀηδῶς, ἐς δὲ τὴν
10τοῦ σουλτὰν δῆθεν τὸ πᾶν ἀνατιθεὶς αἵρεσιν ἐπ’ ἐκεῖνον αὐτοὺς ἔπεμπεν ἐν παλατίῳ, καθάπερ εἴρηται, διατριβὴν ἔχοντα. οἳ καὶ ἐπειδὴ τάχιστα πρὸς λόγους ἐκείνῳ κατέστησαν, διαλύσασθαί τε σφίσι τὴν ἔχθραν ἴσχυσαν καὶ ἱκέτην ὑπὲρ αὐτῶν βασιλεῖ γε‐ νέσθαι ἀνέπεισαν. ὁ δὲ ἱκετεύοντα προσηκάμενος ἐν φίλων μοίρᾳ
15καὶ αὐτοὺς ἐποιήσατο, εἰρήνη τε τοῦ λοιποῦ σταθηρὰ τὴν Ῥω‐ μαίων εἶχεν ἀρχήν. 4. Ἐπεὶ δὲ ἡ βασιλὶς Εἰρήνη τὸν βίον ἤδη μετήλλασσε, βασιλεὺς δὲ οὔπω ἄρρενος τότε πατὴρ παιδὸς ἐτύγχανεν ὤν, ἐπὶ δευτέρους λοιπὸν ἔβλεψε γάμους. καὶ ἦν γάρ τις κόρη τῶν κατὰ
20τὴν ἐν Φοινίκῃ Τρίπολιν, Λατῖνα μὲν γένος περικαλλὴς δὲ ἐν ταῖς μάλιστα. ταύτην ἐκεῖθεν ἄξοντας Ἰωάννην τε σεβαστὸν τὸν
Κοντοστέφανον ἔπεμψε καὶ Θεοφύλακτον ἄνδρα Ἰταλόν, ὃν Ἐξού‐208

209

βιτον ἐπεκάλουν. εἶδόν τε οὖν τὴν κόρην οἱ ἄνδρες καὶ ἀγασάμε‐ νοι τοῦ κάλλους, ἐπειδὴ μηδὲν ὁθενδήποτε ὑπεφαίνετο τέως ἐμ‐ ποδών, μηδὲν ὑπερθέμενοι ἐς τὴν τριήρη ἐμβιβάζουσιν. ἄρτι δὲ ἐκεῖθεν ἀφήσειν μελλόντων, νόσοι βαρεῖαι τῇ κόρῃ ἐνέσκηπτον,
5καὶ ἦν ἐν κακοῖς. ὅθεν καὶ ἀεὶ εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τὸν ἀπόπλουν εἰκῆ τὸν καιρὸν διῆγον. κἂν γὰρ ἐπ’ ὀλίγον ἀνε‐ θείη τῶν ὀδυνῶν προσδοκήσιμός τε ἀποπλεῖν γένοιτο, ἀλλ’ ὥσπερ ἀπὸ προνοίας τινὸς ὀπισθόρμητον τὸ δεινὸν ἐπ’ αὐτὴν ἤρχετο, καὶ κατακλιθεῖσα ἔφριττε τὸ σῶμα καὶ ἐκλονεῖτο ἐξαίσια, πυρε‐
10τοί τε αὐτὴν μετεδέχοντο, καὶ ὑπωπιασμὸς ἤδη καὶ τηκεδὼν ἐπη‐ κολούθει. καὶ τὸ τῆς ὄψεως ἄνθος χάριέν τι μαρμαῖρον τὰ πρό‐ τερα ἠλλοιοῦτο κατὰ βραχὺ καὶ ἐστυγνοῦτο. ἰδὼν ἄν τις δακρύων ἐπλήσθη τηλικούτου λειμῶνος ἔξωρα φθίνοντος. οὕτω μὲν ἡ κόρη κακῶς εἶχεν ἐπ’ οἴκου διατρίβουσα· εἰ δέ ποτε καὶ τὴν ναῦν
15ἀναβαίη καὶ ὀλίγῳ Τριπόλεως ἀναθείη, ἐνταῦθα διπλοῦς ἐπω‐ ρύετο κλύδων. καὶ τὸ μὲν σκάφος εἶχεν ἡ Τρίπολις αὖθις, τὰς δὲ νόσους ἐκείνη οὐ πολλῷ ταύτης ἀπολειφθείσας ἐδέχετο μείζους. τοῦτο πολλάκις ἐπιγεγονὸς εἰς ἀπεράντους τὸν Κοντοστέφανον ἦγεν ἐννοίας. τοίνυν καὶ ἀσχάλλων ὡς τὸ εἰκὸς ἄλλοτε ἄλλους ἀναπο‐
20λῶν λογισμοὺς τέλος ἐπί τινα τῶν ἐνταῦθα νεῶν παρελθὼν ἐπυν‐ θάνετο εἰ βασιλεῖ τὴν παῖδα κατεγγυηθῆναι χρεών. ἀνεῖλε δέ οἱ
τὸ ἱερὸν πυθεῖον “ὁ μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν209

210

ἄξιοι εἰσελθεῖν.” τούτων ἐκεῖνος ἀκούσας συνείς τε τοῦ χρησμοῦ, ἐπειδὴ καὶ φήμη τις ἤδη περιέθραυσε τούτους ὡς εἴη γάμων οὐκ ἐκ νομίμων ἡ κόρη φυεῖσα, πρᾶγμα εἰς αἰσχύνην διαρκὲς μάλι‐ στα, ἀπέσχετο ἤδη τῆς ἐγχειρήσεως ἄρας τε ἐγγύθεν ἐπὶ Βυζάν‐
5τιον ἦλθεν. ἦσαν δὲ Ῥαϊμούνδῳ τῷ Ἀντιοχείας πρίγκιπι θυγατέ‐ ρες κάλλει κατ’ ἐκεῖνον διενεγκοῦσαι τὸν χρόνον. ταύτας ὀψόμε‐ νον Βασίλειόν τινα ἐπίκλησιν Καματηρὸν ἀκόλουθον ὄντα τῷ τηνι‐ κάδε βασιλεὺς ἔπεμψεν. ὁ δὲ ἐπειδὴ τάχιστα πρὸς Ἀντιοχείᾳ ἐγέ‐ νετο, καλὰς μὲν εἶδε καὶ ἄμφω, καλλίων δέ οἱ ἡ Μαρία εἶναι
10κατεφάνη. καὶ ἔτυχέ γε τῆς ἀκριβείας ἡ τοῦ πρεσβευτοῦ ἐκείνου βάσανος. τηλίκον γὰρ κάλλος οὔπω, Βυζάντιοι ἔλεγον, ὁ καθ’ ἡμᾶς ἐγνώρισεν αἰών. ἀλλὰ ταῦτα μὲν ὕστερον· τότε δὲ ἐπειδή‐ περ ἐπὶ τὴν Μαρίαν ὁ γνώμων εἶδε, πυθόμενος βασιλεὺς ἄνδρας τῶν ἐπὶ δόξης ἐπ’ Ἀντιοχείας ἔπεμψε τὴν κόρην αὐτῷ κατεγγυή‐
15σοντας, Ἀλέξιον δὴ τὸν βασιλέως Ἀλεξίου θυγατριδοῦν, ὃς καὶ μέγας τῷ τότε δοὺξ ἐτύγχανεν ὤν, καὶ Νικηφόρον τὸν ἐκ Βρυεν‐ νίων, γαμβρὸν μὲν ἐπ’ ἀδελφιδῇ βασιλεῖ γεγονότα, σεβαστὸν δὲ ἤδη γεγενημένον. ἐν οἷς καὶ Ἀνδρόνικος ἦν ὁ Καματηρὸς ὃς τὴν ἔπαρχον τότε διεῖπεν ἀρχήν, ἀνὴρ σεβαστότητι μὲν ἀξιωθεὶς ξυγ‐
20γενὴς δὲ βασιλεῖ καὶ αὐτὸς ὤν. οἱ δὲ καὶ εἶδον καὶ θαυμάσαντες ἐνέθεσάν τε τῇ τριήρει καὶ μεγαλοπρεπῶς ἐς Βυζάντιον ἐκόμισαν.
πέμπτην τοίνυν καὶ εἰκοστὴν μηνὸς ἄγοντος Ἀπελλαίου, ὃν Δεκέμ‐210

211

βριον ῥωμαΐζοντες ὀνομάζουσιν ἄνθρωποι, εἰς τὸν περιώνυμον τῆς τοῦ θεοῦ Σοφίας οἶκον λαμπρῶς καταχθείς, ἐνταῦθα ταύτην ἁρμόζεται, Λουκᾶ τοῦ τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν τηνι‐ καῦτα λαχόντος, Σωφρονίου Ἀλεξανδρείας καὶ τοῦ Θεουπόλεως
5Ἀθανασίου, ᾗ Χριστιανοῖς ἔθος ἐστὶ τὰς χεῖρας αὐτοῖς ἐπιθέν‐ των, Αὐγούσταν τε αὐτὴν ἀνειπὼν ἐς τὰ βασίλεια παλινδρομεῖ· μεγαλοπρεπέσι τε δείπνοις τοὺς ἐν τέλει εἱστία καὶ δημοθοινίας ἁπανταχῆ τῶν τῆς πόλεως ἐκάθιζε στενωπῶν· τῇ ἑξῆς δὲ συν‐ δειπνήσοντας αὐτῷ τοὺς πατριάρχας ἦγεν, ἀφθόνῳ τε χρυσίῳ
10δεξιωσάμενος ἕκαστον ἀπέλυε. πρὸ πάντων γε μὴν χρυσίου κεν‐ τεναρίῳ τὴν ἐκκλησίαν ἐδωρήσατο. ὀλίγῳ δὲ ὕστερον καὶ ἁμίλ‐ λαις ἵππων διῆγε τὸν δῆμον καὶ τῶν εἰς εὐφροσύνην ἀγόντων οὐ‐ δενὸς καταμελεῖν ἤθελεν. 5. Ἐν Βυζαντίῳ μὲν ταῦτα ἐπράσσετο. Στέφανος δὲ τοῦ
15Βλαδισθλάβου τετελευτηκότος τῆς ἀρχῆς ἤδη ἐγκρατὴς γεγονὼς βαρὺς ἐδόκει τοῖς ἀρχομένοις καὶ λίαν ἐπαχθὴς ἦν. ὅθεν καὶ ἐλοι‐ δοροῦντο αὐτῷ Οὖννοι τὰ πολλὰ καὶ ἔνδηλοι ἦσαν ὡς αὐτίκα τῆς ἡγεμονίας αὐτὸν κατασπάσοντες. ἐφ’ οἷς ὁ Στέφανος ἐκταρα‐ χθεὶς βασιλέως καὶ πάλιν ἐδεῖτο. ἄρας τοίνυν ἰσημερούσης ἤδη
20τῆς ὥρας ἐπὶ τὴν πόλιν ἐφέρετο Φιλίππου, καὶ αὐτὸς μὲν ἐνταῦ‐ θα σὺν τῷ πλείονι τοῦ Ῥωμαίων ἔμεινε στρατοῦ, μοῖραν δέ τινα τοῦ στρατεύματος τῷ ἀδελφιδῷ πιστεύσας Ἀλεξίῳ τῷ Κοντοστε‐
φάνου παιδὶ ἐπὶ Οὐννικὴν ἔπεμψεν. ἐν τούτῳ δὲ Στέφανος211

212

Οὔννοις ἤδη διαλλαγῆναι νομίσας οὐκέτι τούτου ἔχρῃζεν, ὅθεν καὶ οἴκοι λοιπὸν ὁ Ῥωμαίων ἀνεζεύγνυ στρατός. ἀλλὰ μεταξὺ Οὖν‐ νοι αὖθις Στεφάνῳ ἐπισυστάντες ἄλλα τε πολλὰ εἰς αὐτὸν ἀπερ‐ ρίπτουν καὶ δὴ καὶ ὑπ’ αὐτῷ τὰ Οὔννων ἀνατετράφθαι ἰσχυρί‐
5ζοντο πράγματα. διὰ ταῦτα βασιλεὺς μὲν στράτευμα καὶ πάλιν ἤθροιζε, Στέφανος δὲ τὸν κίνδυνον διευλαβηθεὶς τὸ μὲν πρῶτον φυγὰς ἐπί τινα τῶν ἐγγυτάτω Ἴστρου πόλεων ἦλθεν, αἳ βασιλέως ἀνέκαθεν κατήκοοι τυγχάνουσιν οὖσαι, ἐκεῖθεν δὲ ἐπὶ Σαρδικὴν μεταβὰς ἐνταῦθα βασιλεῖ συνεγένετο. ὁ δὲ σφόδρα περιαλγήσας
10τοῖς ξυμπεσοῦσι τῆς τύχης τε τὸν ἄνθρωπον οἰκτισάμενος χρήμασί τε ἐδωρήσατο καὶ δυνάμεσιν ἀποχρώσαις ἐπὶ τὴν πατρῴαν αὖθις κατῆγεν ἀρχήν. ἦρχε δὲ τῶν δυνάμεων τούτων Ἀλέξιος οὗπερ ἤδη ἐμνήσθην, ὁ Κοντοστέφανος, βασιλεὺς δὲ κατόπιν ὀλίγῳ ἐχώρει. ἐπειδή τε ἐν Ναϊσῷ πόλει ἐγένετο, ἔννοιά τις αὐτῷ ἐπῆλ‐
15θεν ἐνταῦθα στρατοπεδευσαμένῳ καὶ τῶν ἀμφὶ τῇ Σερβικῇ ἐν παρέργῳ ἐπιμεληθῆναι πραγμάτων. ἄγει γάρ πως ἐφ’ ἑκατέρας Παιονικήν τε καὶ Σερβικὴν, ὁ χῶρος οὗτος, καὶ ἔστιν ἀμφοτέ‐ ραις ἐντεῦθεν δέον ἐνιέναι. Δεσὲ γὰρ ὃς βασιλέως δόντος τῆς Σερβικῆς ἦρχε τῷ τότε, ἐπειδὴ τῆς χώρας ἐγκρατὴς ἤδη ἐγένετο,
20τῶν συνθηκῶν ἀλογήσας Δένδρας τε χώρας εἰσαῦθις μετεποιεῖτο καὶ τῆς Ῥωμαίων ἀφηνιάζων ἀρχῆς ἔς τε Ἀλαμανοὺς ἔπεμψε, κῆ‐ δος ἐντεῦθεν ἑαυτῷ συνάψαι διανοηθείς, καὶ πᾶν ὃ μὴ κατὰ γνώ‐ μην Ῥωμαίοις ἦν τρόπῳ παντὶ ἔπρασσε· τότε δὴ καὶ βασιλέως
αὐτὸν μεταστελλομένου ἐφ’ ᾧ κατὰ Παιόνων αὐτῷ συστρατεύσει,212

213

ὁ δὲ δύστροπός τις καὶ ἰσχυρογνώμων ἐφαίνετο ἐπὶ μακροτέραις τε ταῖς ἐλπίσιν ὠχεῖτο καὶ εἰς τὴν ἐπιοῦσαν τὴν ἄφιξιν ὑπισχνεῖτο. ὁ μὲν οὖν βασιλεὺς διὰ ταῦτα, ἐπειδὴ πρὸς τῇ Ναϊσῷ ἐγένετο, ἔνθα ταῖν ὁδοῖν ἀμφοτέραιν ἡ μὲν ἐπὶ τὴν Σερβικὴν ἄγει, θατέρα
5δὲ ἐπὶ τὸν Ἴστρον καὶ γῆν τὴν Παιονικήν, ἐν μεταιχμίῳ τὴν στρα‐ τοπεδείαν ἐπήξατο, Δεσὲ δὲ τὸν ἐπικρεμάμενον ἤδη κίνδυνον αὐτῷ συνιδὼν τὸ περὶ αὐτὸν ἀναλαβὼν στράτευμα ἐς τὸ Ῥωμαίων ἀφι‐ κνεῖται στρατόπεδον. βασιλεὺς δὲ εὐμενῶς τε αὐτῷ προσηνέχθη καὶ τὰ εἰκότα τετίμηκεν. ἀλλ’ ἔοικεν ἀκολάστου γλώσσης μηδὲν
10αἴσχιον εἶναι κακόν. Δεσὲ γάρ, ἐπειδὴ μηδὲν ἐξ ἀβουλίας αὐτῷ τῆς προτέρας ξυνενεχθὲν ἔγνω κακόν, ἐπῆρτό τε τὴν διάνοιαν καὶ μείζω κακουργήσειν ἢ πρότερον ἐς Ῥωμαίους διενοεῖτο· εἶχε δὲ ὅμως ἐν ἀπορρήτῳ τὸ σκέμμα. οὕτω φιλανθρωπίας ὑπόθεσις τοῖς τῶν ἀνθρώπων πονηροτάτοις ὕλη μειζόνων ἀδικημάτων ὡς
15τὰ πολλὰ γίνεσθαι εἴωθεν. ἧκον μὲν γὰρ ὀλίγῳ ὕστερον πρέσβεις ἐς βασιλέα παρὰ τοῦ Παιόνων ἔθνους· ὁ δὲ κατά τινα τύχην αὐ‐ τοῖς συναντώμενος ὅπη τε τὰ κατ’ αὐτὸν ἔχοι πρὸς αὐτῶν ἠρωτη‐ μένος, ὥσπερ ἔθος ἐστίν, ἀπαρακαλύπτως ἔφησεν ὡς καλῶς καὶ τῆς πρὸς αὐτὸν ἐπαξίως τοῦ σφῶν ῥηγὸς εὐμενείας, κύριον αὐτὸν
20διαφανῶς ὀνομάσας. ταῦτα πυθόμενος βασιλεὺς οὐκέτι μέλλειν ἔγνω, καὶ τοίνυν ἐπὶ δίκην καλέσας αὐτόν, ἐπειδήπερ ἐκράτει, τῶν κατηγόρων αὐτῷ καὶ συνειδότων κατὰ πρόσωπον ἱσταμένων ἤδη καὶ θεατριζόντων τῷ ἀνθρώπῳ τὴν ἀπιστίαν, τότε μὲν ἐν τῷ
ἀσφαλεῖ οὐ σὺν ἀτιμίᾳ τοῦτον ἔσχε· ταφρείᾳ γὰρ τὴν σκηνὴν αὐ‐213

214

τῷ περισχὼν κατὰ τὸν ἐν τοῖς χαρακώμασι νόμον ἐτήρει, ὡς ἀπ’ ἐκείνου λοιπὸν Δεσὲ χάρακα τὸν τόπον ὀνομασθῆναι (οὕτω γὰρ τὴν ταφρείαν ἰδιωτίζοντες ὀνομάζουσιν οἱ πολλοί)· ὀλίγῳ δ’ ὕστε‐ ρον ἐς Βυζάντιον πέμψας ἔμφρουρον ἐν παλατίῳ κατεστήσατο.
5ταῦτα μὲν τῇδε ἐγένετο, βασιλεὺς δὲ τοῖς ἐκ τῶν Παιόνων ἀφικο‐ μένοις χρηματίσας πρέσβεσιν, ἐπειδὴ μηδὲν ὑγιὲς αὐτοὺς ἀπαγ‐ γέλλοντας ἔγνω, ἐκέλευεν εὐθυωρὸν τοῦ Ῥωμαϊκοῦ ἀπαλλαγέντας στρατοπέδου τὴν αὐτὴν αὖθις πορεύεσθαι. οἱ μὲν οὖν ἀπῄεσαν, ὁ δὲ ἐπὶ Βελέγραδα πόλιν ἐλθὼν ἐνταῦθα ηὐλίσατο, ἣν καθάπερ
10εἴρηται Ζεύγμινον καθελὼν ὁ Ῥωμαίων ἐδείματο στρατός, συναι‐ ρομένους τῶν πόνων καὶ Οὔννων πολλοὺς ἔχοντες. παίγνιον δὴ τοῦτο τύχης τὰ ἀνθρώπεια διαχλευαζούσης ἀεὶ πράγματα· κἂν γὰρ ἐπεγγελάσῃ τις τοὺς πάλαι καθαιρεθέντας δομήτορας, αὖθις οἰκι‐ στὰς καθορῶν. ἐκ τούτων οἶμαι τὸ τύχης ὄνομα πολὺ παρὰ τοὺς
15ἀνθρώπους ἐρρύη. τῶν γὰρ τῆς προνοίας ἔργων τοῖς λόγοις ἐφι‐ στάνειν οὐκ ἔχοντες, ἐκ τοῦ σφίσιν εἶναι δοκοῦντος, τῇ τύχῃ τὰς τῶν πραγμάτων διδοῦσιν ἐκβάσεις. ἀλλὰ ταῦτα μὲν ὥς πη φίλον ἑκάστῳ νομιζέσθω τε καὶ λεγέσθω, ὁ δὲ λόγος ἐχέσθω τῶν προτε‐ θέντων. ἐπειδήπερ ὁ βασιλεὺς ἐνταῦθα ἐγένετο, γνοὺς ἀμήχανα
20εἶναι λοιπὸν Στέφανον γῆς ἄρξειν τῆς Οὔννων (ἤδη γὰρ Στέφανον αὖθις τὸν Ἰατζᾶ κατεστήσαντο φέροντες) ἑτέραν ἐτράπετο. Οὐν‐ νικῆς γὰρ δυνάμει τῇ πάσῃ καθάπερ εἴρηται μεταποιεῖσθαι ἤθελεν
ἐν μεταιχμίῳ τῶν ἑσπερίων κειμένης ἐθνῶν. Βελᾶν τοίνυν ὃς214

215

μετὰ Στέφανον τῷ Ἰατζᾷ παῖς ἦν, Μαρίᾳ τῇ αὐτοῦ θυγατρὶ συν‐ άψαι πρὸς γάμον διενοήθη. Γεώργιον μὲν οὖν ὃς ἑταιρείας τῷ τότε ἡγεῖτο τῆς βασιλικῆς, Παλαιολόγον μὲν γένος ἐς δὲ τὸν τῶν σεβαστῶν ἀναβεβηκότα ὄγκον, ἐπὶ Οὐννικὴν πέμψας δοκιμάζειν
5ἐκέλευε περὶ τοῦ κήδους· ὁ δὲ τὴν ἐς Βυζάντιον αὖθις ἐστείλατο. Οὖννοι δὲ τῷ Παλαιολόγῳ κοινολογησάμενοι Βελάν τε φέροντες ἔδοσαν αὐτῷ καὶ χώραν, ἣν ὁ πατὴρ αὐτῷ περιὼν ἀπεδάσατο, ἄσμενοι ἐκληροῦντο. ὁ τοίνυν Παλαιολόγος παραλαβὼν αὐτὸν σὺν ὁμολογίαις αἷς εἴρηται ἐν Βυζαντίῳ παρεγένετο. καὶ τὸ ἐντεῦ‐
10θεν τῶν ἐπὶ τῷ κήδει βασιλεὺς ἐφρόντιζεν, ὅ τε παῖς Ἀλέξιος ἤδη μετωνομάσθη καὶ δεσπότης ἀνεβοήθη. 6. Ἡ μὲν οὖν ἐπὶ Βυζάντιον ἄφιξις τῷ Βελὰν ταύτην ἔσχεν ἀρχήν, βασιλεὺς δὲ τὰ κατὰ τὴν ἑσπέραν ἤδη καλῶς ἔχειν ὑπολαβὼν ἐπὶ τὴν Ἀσίαν λοιπὸν ἔβλεψε, καὶ πρότερον μὲν τοῖς
15συμπεσοῦσιν εἰς τοῦτο κεκινημένος, πρὸς δὲ τῶν ἑσπερίων ἐκεῖθεν ἑλκόμενος πραγμάτων. Νουραδὶν γὰρ ὃς τῆς κατὰ Συρίαν ἦρχε Βερροίας καὶ Δαμασκοῦ, πόλεων ἄμφω περιφανῶν, τῆς τύχης εὐμενὲς ἐμβλεψάσης αὐτῷ, καὶ ἄλλων τε πόλεων ἦρξε πολλῶν αἳ τῶν Εὐφράτου πίνουσι ναμάτων, καὶ χωρῶν οὔτι εὐκαταφρονή‐
20των περιγέγονε συχνῶν, πολλοῖς τε τῶν τῇδε σατραπῶν εἰς χεῖρας ἐλθὼν οὓς μὲν δορυαλώτους ἔσχεν, ἐν οἷς καὶ Ἰατζουλῖνος ὁ Ἐδέσ‐ σης ἡγεμονεύων, οὓς δὲ καὶ πολέμῳ ἀπεκτονὼς ἔτυχε, Ῥαϊμοῦν‐
δον δὴ τὸν ἐκ Πετούης, οὗπερ ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἐπεμνή‐215

216

σθημεν λόγοις, ἄνδρα ἰσχύϊ καὶ ῥώμῃ κατὰ τοὺς θρυλλουμένους ἐκείνους Ἡρακλεῖς, καὶ Βαλδουῖνον τὸν Μαρασίου τότε κρα‐ τοῦντα. προϊὼν δὲ καὶ Κωνσταντίνῳ τῷ τῆς Κιλικίας δουκὶ εἰς μάχην κατέστη, ὃν Καλαμάνον ἐπεκάλουν νεανίαν, τήν τε ὄψιν
5ἀγαθῷ καὶ δραστηρίῳ τὰ ἐς μάχας. ἀλλὰ τὸ μὲν πρῶτον ἥττητό τε κατὰ κράτος τοῦ νεανίου καὶ ἀνηκέστοις περιπέπτωκε συμφο‐ ραῖς, εἶτα τύχῃ τινὶ αὐτόν τε καὶ Ῥενάλδον τὸν Ἀντιοχείας πρίγ‐ κιπα εἷλεν, ἐν οἷς καὶ ὁ τῆς ἐν Φοινίκῃ Τριπόλεως ἡγεμονεύων ἦν. Κωνσταντῖνος γάρ, ἐπειδὴ τοῦ πολέμου ἐκράτει, οὐκέτι κα‐
10θεκτὸς ἦν, ἀλλ’ ἀλογίστῳ τινὶ τόλμῃ καθυπαχθεὶς ἔς τε τὴν δίω‐ ξιν οὐ σὺν ἐπιστήμῃ πεσὼν αὐτός τε ἥλω καὶ τὰ Ῥωμαίων ἔσφηλε πράγματα. ὁ Νουραδὶν δὲ καὶ Τερόζην μάχῃ νικήσας ἐλπίσιν ὠχεῖτο ὡς αὐτίκα καὶ τῆς Ἀντιοχείας ἐπιβησόμενος. διὰ ταῦτα μὲν οὖν βασιλεὺς καὶ πρότερον ὤδινεν ἐπὶ τοῖς ξυμπεσοῦσι καὶ ἐπὶ
15τὴν Ἀσίαν διαβαίνειν διενοεῖτο, τότε δ’ οὖν καιροῦ λαβόμενος πασίρροπος ἐς τοῦτο ἐφέρετο. ἀλλὰ καὶ πάλιν τὰ ἐκ τῆς ἑσπέρας ἐμποδὼν αὐτῷ ἔστησαν. ὅ τε γὰρ νέος Παιόνων ῥὴξ τοῦ Βελᾶ καὶ πάλιν ἐπεβάτευε κλήρου καὶ παρεσπόνδει καὶ τότε περιφανέ‐ στατα, καὶ Στέφανος, ὃν ἤδη τῆς ἀρχῆς ἀπεώσαντο Οὖννοι, δι’
20Ἀγχιάλου πόλεως ἐπὶ τὴν Οὐννικήν ποθεν παρεισδὺς ἀνακαλεῖσθαι τὴν ἀρχὴν διενοεῖτο. ἔλαθε δὲ προπετέστερον μᾶλλον ἢ προμη‐
θέστερον τῷ πράγματι ἐπικεχωρηκώς. ὡς γὰρ περιιὼν τῶν Οὔν‐216

217

νων ὑπεποιεῖτό τινας, γνοὺς ὁ Στέφανος πανστρατὶ ἐπ’ αὐτὸν ἐφέρετο. διὰ τοῦτο βασιλεὺς ἐπὶ Κιλικίαν μὲν στράτευμα τὰ ἐν‐ ταῦθα φρουρῆσον ἱκανὸν ἔπεμψεν, ὁ δὲ ἐπὶ τὸν Ἴστρον καὶ πάλιν ἤλαυνε Σᾶόν τε περαιωσάμενος ἀντικρὺ Τιτελίου τὸ στράτευμα
5ἔστησε, κατὰ νοῦν ἔχων ὡς Βελᾷ μὲν τὸν κλῆρον ἀνασώσαιτο τὸν πατρῷον, Στέφανον δὲ τῶν παρὰ πόδας ῥύσαιτο δυσχερῶν. ἤδη γὰρ καὶ ὑπέρρει τὰ τῆς δυνάμεως αὐτῷ, καὶ ἦν ἐν στενῷ κομιδῇ, τῶν σὺν αὐτῷ Οὔννων ἐπὶ τὸν ῥῆγα μετατιθεμένων ἑκάστοτε. καὶ δὴ καὶ Ἀνδρόνικον τὸν τοῦ Κοντοστεφάνου υἱέα, ὃς καὶ μέγας
10ὀλίγῳ ὕστερον ἐχρημάτισε δούξ, ἅμα στρατεύματι στείλας Στέ‐ φανον μὲν ἀνήρπασε τοῦ κινδύνου, ὁ δὲ ἄρας ἐκ Τιτελίου παντὶ τῷ στρατῷ προσωτέρω ἐχώρει. ὁ γάρ τοι τῆς ἀρχῆς ἐπιβατεύων Στέφανος, ἐπειδὴ μὴ ἐξ ἀντιπάλου δυνάμεως τῷ βασιλεῖ συμπλα‐ κήσεσθαι εἶχε, τὸ μὲν πρῶτον σὺν ταῖς περὶ αὐτὸν δυνάμεσι περί
15που τὰ τῆς Οὐννικῆς ἔσχατα ἐχώρει· ἔπειτα συμμάχους ἐκεῖθεν ἐπαγόμενος Ῥωμαίοις ἀντιτάξεσθαι ἠπείγετο. βασιλεὺς δὲ ἐπί τινα χῶρον Πετρίκον καλούμενον καταλαβών, ἐνταῦθα ἐσκήνου. ἔστι δὲ ὁ χῶρος οὗτος τῆς εἰς τὴν ἐνδοτέρω Παιονίαν παρελεύσεως ὅρος ὁ πρῶτος. ἔνθα γεγονὼς Στεφάνῳ ἔγραψεν ὧδε. ἥκομεν,
20ὦ ἐμὲ παῖ, οὐ πόλεμον Οὔννοις ἄγοντες, ἀλλὰ Βελᾷ τε ἀδελφῷ τῷ σῷ τὴν χώραν ἀνασωσόμενοι, ἣν οὐ δυναστείᾳ τῇ ἡμῶν παρα‐ σπάσαντες εἴχομεν, ἀλλὰ σύ τε ἔδως καὶ πατὴρ ὁ ὑμῶν πολλῷ ἤδη πρότερον. καὶ Στέφανον δὲ τὸν σὸν τοῦ κινδύνου ἐξαιρησό‐
μενοι θεῖον, γαμβρὸν ἤδη καὶ αὐτὸν κράτει γεγονότα τῷ ἡμῶν.217

218

εἰ βουλομένῳ σοι τοίνυν ἐστὶ γαμβρὸν ἡμῖν καὶ Βελὰν ἔσεσθαι, ὅπερ ἤδη καὶ διωμολόγηταί σοι, τί μὴ τὴν χώραν ἀποδοὺς τῆς ἡμετέρας θᾶττον ἀπαλάσσῃ ξενίας; εἰ δὲ τὸ κῆδος ἀποπροσποιῇ, καί σοι ἕτερα περὶ τούτου δοκεῖ, ἴσθι ὡς τοῦ βιάσασθαί σε πολλῷ
5ἡμεῖς ἀπεχόμεθα μᾶλλον.” 7. Βασιλεὺς μὲν ταῦτα ἔγραψεν. ὁ δὲ ἄλλην τε καθάπερ εἴρηται σύμμαχον χεῖρα ἔκ τε Ἀλαμανῶν καὶ τῶν πρὸς τῷ Ταύρῳ ἱδρυμένων ἐπηγάγετο Σκυθῶν, καὶ δὴ καὶ τὸ Τζέχων ἑαυτῷ συν‐ εστήσατο ἔθνος, τοῦ ἐν σφίσιν ἄρχοντος πανστρατὶ ἐπ’ αὐτὸν
10ἀφικομένου. ἦν δὲ οὗτος ὁ Κορράδῳ πάλαι τῷ Ἀλαμανῶν συ‐ στρατεύσας ῥηγί, ὁπηνίκα ὥσπερ μοι δεδιήγηται ἐπὶ Ἀσίαν ἐκεῖνος ἐστέλλετο, ῥήξ τε διὰ ταῦτα ὑπ’ ἐκείνου γενόμενος. καίτοι ἐψεύ‐ σαντο ἄμφω, ὁ μὲν τὴν κλῆσιν, ἅτερος δὲ τὴν χάριν ὁ διδούς. μακρὸς γὰρ ἐξ οὗ χρόνος τὸ τῆς βασιλείας ὄνομα ἐν Ῥώμῃ ἀπώ‐
15λετο, ἐξ ὅτου μετὰ Αὔγουστον, ὃν καὶ Αὐγουστοῦλον ἐκάλουν τὸ τῆς ἡλικίας αἰνιττόμενοι νέον καθ’ ἣν ἐπελάβετο τῆς ἀρχῆς, ἐπὶ Ὀδόακρον καὶ Θευδέριχον ἑξῆς τὸν Γότθων ἡγεμόνα τυράννους ἄμφω μετέβη τὰ τῆς ἡγεμονίας. ῥὴξ γὰρ Θευδέριχος καὶ οὐ βα‐ σιλεὺς διεβίω καλούμενος, καθάπερ Προκόπιος ἱστορεῖ. Ῥώμη
20μέντοι ἀπὸ Θευδερίχου καὶ ὀλίγῳ πρότερον ἄχρι καὶ νῦν στασια‐ ζομένη διαγέγονε, πολλάκις μὲν πρὸς Βελισαρίου καὶ Ναρσοῦ τῶν
Ῥωμαίων στρατηγῶν ἐπὶ τῶν Ἰουστινιανοῦ Ῥωμαίοις ἀνασωθεῖσα218

219

χρόνων, αὖθις δὲ οὐδὲν ἧττον τυράννοις βαρβάροις δουλεύουσα, οἳ καὶ ῥῆγες κατὰ Θευδερίχου τοῦ πρώτου καὶ ῥηγὸς ἅμα καὶ τυ‐ ράννου κέκληνται ζῆλον. οἷς δὲ μὴ τοῦ τῆς βασιλείας μέτεστιν ὕψους, πόθεν οὗτοι τηλίκας προβεβλήσονται ἀρχάς, αἳ καθάπερ
5ἤδη ἔφην οἷόν τινες διαιρέσεις ἐκ τοῦ τῆς βασιλείας καθίενται κρά‐ τους; τοῖς δὲ οὐκ ἀπόχρη μόνον, εἰ τοῦ τῆς βασιλείας οὐδὲν προσῆκον ἐπιβατεύουσιν ὕψους, ἰμπέριον ἑαυτοῖς περιτιθέντες κράτος. βούλεται δὲ τοῦτο τὸ ἄκρατον ἑρμηνεύειν. ἀλλ’ ἤδη καὶ τὴν ἐν Βυζαντίῳ βασιλείαν ἑτέραν παρὰ τὴν ἐν Ῥώμῃ ἀποφαί‐
10νειν τολμῶσιν. ἅπερ ἐμοὶ διασκοπουμένῳ πολλάκις ἤδη καὶ δα‐ κρῦσαι ἐπῆλθεν. οἷον γάρ, οἷον ἡ Ῥώμης ἀρχὴ βαρβάροις καὶ δεινῶς ἀνδραποδώδεσιν ἀνθρώποις διεκαπηλεύθη χρῆμα· κἀντεῦ‐ θεν οὔτε ἀρχιερέως αὐτῇ μέτεστιν οὔτε πολλῷ δήπουθεν ἄρχοντος. ὁ μὲν γὰρ τῷ τῆς βασιλείας ἐπεμβαίνων μεγαλείῳ, ἀναξίως ἑαυτῷ
15ἱππευομένῳ πεζῇ τῷ ἀρχιερεῖ παραθέει καὶ ὅσα καὶ ἱπποκόμος αὐτῷ γίνεται, ὁ δὲ ἰμπεράτορα τοῦτον εἰς ταὐτὸν ἄγων βασιλεῖ ὀνομάζει. πῶς, ὦ βέλτιστε, καὶ πόθεν σοι τοῖς Ῥωμαίων βασι‐ λεῦσιν εἰς ἱπποκόμους κεχρῆσθαι ἐπῆλθεν; ἀλλ’ οὔτε ποθὲν ἔσχες, καὶ σὺ μὲν ψεύδῃ τὸν ἀρχιερέα, ὁ δὲ τὸν βασιλέα διακιβδηλεύει.
20μὴ γὰρ τὸν ἐν Βυζαντίῳ τῆς βασιλείας θρόνον Ῥώμης θρόνον εἶ‐
ναι διομολογοῦντί σοι, πόθεν αὐτῷ σοι τὸ Πάπα κεκλήρωται219

220

ἀξίωμα; εἷς ἐστιν ᾧ ταῦτα ἔδοξε Κωνσταντῖνος, ὁ πρῶτος ἐν βα‐ σιλεῦσι Χριστιανός. πῶς οὖν τὸ μὲν αὐτοῦ ἄσμενος δέχῃ, τὸν θρόνον φημὶ καὶ τὸ τῆς ἀξίας ὑπερβάλλον, τὸ δὲ ἀπροσποιῇ; ἢ ἀμφότερα στέρξον ἢ καὶ θατέρου ἀπόστηθι. ἀλλ’ ἐμοί, φησί,
5βασιλέας προβεβλῆσθαι ἔξεστι. ναί, ὅσον ἐπιθεῖναι χεῖρας, ὅσον ἁγιάσαι, ταῦτα δὴ τὰ πνευματικά. οὐχὶ δὲ καὶ βασιλείας ἤδη καταχαρίζεσθαι καὶ τά γε τοιαῦτα καινοτομεῖν. ἐπεὶ εἴ γε ὑμέτερον ἦν βασιλείας μετατιθέναι, τί μὴ τὴν ἐν Ῥώμῃ αὐτοὶ μετετάξατε; ἀλλ’ ἑτέρου πράξαντος ἄκων ἠγάπα τοῖς δεδογμένοις ὁ τηνικαῦτα
10τὴν καθ’ ὑμᾶς ἐκκλησίαν λαχών. σὺ δὲ καὶ περιπίπτεις τοῖς σεαυτοῦ καὶ λανθάνεις πως τἀναντία ποιῶν. οὓς γὰρ οὐ πολλῷ πρότερον εἰς βασιλέα μὲν καλῶς ποιῶν οὔκουν ἐδέξω παρακαλοῦν‐ τας, ὅτι μηδὲ ἐξῆν, εἰς δὲ ἱπποκόμους κατέλεξας, νῦν οὐκ οἶδ’ ὅπως εἰς βασιλέας παραλαμβάνεις, καὶ κρίνεις τὸν ἐξ οὗ καὶ δι’
15οὗ καὶ καθ’ οὗ σοὶ τοῦ θρόνου μέτεστιν οὐδὲ ταὐτὸν τῷ βαρβάρῳ ἴσως, τῷ τυράννῳ, τῷ δούλῳ. ἀλλὰ τυραννοῦμαι, φησίν, ἀλλὰ βιάζομαι. οὐκ ἔχει σοι χώραν ἡ σκῆψις· χθὲς γὰρ καὶ οὐ πολλῷ πρότερον βασιλεῖ Μανουὴλ ταῦτα διωμολόγεις. κἂν αὐτὸς ἀρνη‐ θείης, ἀλλ’ αἱ βίβλοι κηρύττουσιν αἳ τὰ γράμματά σου τῷ ἐδα‐
20φίῳ μετεδέξαντο. ἀλλ’ ὄντως βωμολοχία τίς ἐστι τὸ πρᾶγμα καὶ τρόπος μικροπρεπὴς καὶ ἀνελεύθερος, καὶ κοθόρνου δίκην ἀεὶ με‐ θαρμόζῃ ταῖς τύχαις. ἀλλὰ ταῦτα μὲν πλέον ἢ χρονικαῖς προσῆ‐ κε διεξήλθομεν ὑποθέσεσιν, ὁ δὲ λόγος ἀναγέσθω καὶ πάλιν ἐπὶ
τὰ πρότερα.220

221

8. Στέφανος μὲν οὕτω συσκευασάμενος κατὰ Ῥωμαίων ἐφέρετο. βασιλέα δὲ ἐν τῇ τῶν Οὔννων γεγονότα ἐξῄεσαν οἱ ταύτῃ ἄνθρωποι πανδημεὶ ὑποδεξόμενοι, ὅσοι τε ἐς τοὺς ἱερέας κατελέ‐ γοντο ἐριουργεῖς ἀναβεβλημένοι στολὰς καὶ τὰ ἱερὰ χερσὶν ἔχοντες
5λόγια, καὶ ὅσοι ὀχλικὸν καὶ δημῶδες ἦν, ᾠδύν τινα ἐμμελῶς συντεθειμένην ἐκ τῶν παρ’ ἡμῖν ἁρμοδιώτατα προσφωνοῦντες. εἶχε δὲ ὧδε· ὦ συμμαχήσας κύριε τῷ πρᾳοτάτῳ Δαβὶδ καὶ τὰ ἑξῆς. ὁ δὲ τὰ τῇδε χωρία ὑπερβὰς Ἴστρον διαβῆναι ἠπεί‐
10γετο, τὴν ἐνταῦθά τε νῆσον παρελθὼν ἐπὶ τὰ ἐνδότερα χωρεῖν ἤθελεν. ὅτε δὴ τοῦ Ῥωμαϊκοῦ περαιουμένου λέγεται μίαν τῶν νεῶν φόρτου πλέαν ὅπλων τε καὶ ἀνθρώπων ὡς πλείστων οὐ μα‐ κρὰν ὄχθης γεγενημένην ἐπὶ θατέραν νεῦσαι πλευράν, ὡς ἤδη καὶ εἰσρεῖν τὸ ὕδωρ ἐπ’ αὐτήν. ὁ μὲν οὖν ἄλλος Ῥωμαίων στρατός,
15ὅσοι τε ναυσὶν ἐμβάντες τοῖς ποταμίοις ἐφέροντο νώτοις καὶ ὅσοι ἐπὶ τῆς ἠπείρου ἵσταντο ἔτι, οἱ μὲν ὑποψίᾳ κινδύνου οἱ δὲ ὀλιγω‐ ρίᾳ ἐχόμενοι περιώρων τὸ πρᾶγμα, καὶ ἡ ναῦς ὀλίγου δεῖν αὔταν‐ δρος τῷ βυθῷ κατεδύσατο, εἰ μὴ βασιλεὺς ἐπὶ ὕδωρ ἁλόμενος ἐπὶ πλεῖστόν τε πεζῇ προελθών, καίτοι τοῦ ῥεύματος σὺν ῥύμῃ
20σφοδρᾷ καταφερομένου καὶ τέλμα τι ἐνταῦθα δυσδιεξόδευτον ἐργα‐
ζομένου, τῷ ὤμῳ τε ὑπέσχε τῇ νηῒ καὶ τὸν τοῦ κινδύνου ὑποτε‐221

222

μόμενος χρόνον ἄδειαν τοῖς λοιποῖς ἐπιβοηθεῖν δέδωκεν, οἱ τὴν αὐτοῦ αἰδεσάμενοι προθυμίαν παρέστησάν τε τοῖς κινδυνεύουσι καὶ τοῦ κινδύνου ἐξείλοντο. ἐξ ἐκείνου τοίνυν μέγα ἐπὶ φιλανθρωπίᾳ βασιλεὺς ὄνομα ἔσχε. τότε δ’ οὖν Ἴστρον ἄνωθέν που διαβὰς
5ἐπί τινα πόλιν ὄνομα Παγάτζιον ἐφέρετο· ἡ δὲ πόλις μητρόπολις τῶν ἐν Σιρμίῳ τυγχάνει οὖσα· ἐνταῦθά τε διατριβὴν ὁ τοῦ ἔθνους ποιεῖται ἀρχιερεύς· ἔνθα πλῆθος κατοίκων λόγου κρεῖσσον ἐξῄει δορυφορῆσον αὐτόν. τότε μὲν οὖν ἐνταῦθά που ηὐλίσατο, ἑξῆς δὲ πυθόμενος Στέφανον ἐγγὺς ἤδη γεγονέναι εἰς μὲν τὸν πόλεμον
10αὐτίκα καθίσταται. Ῥωμαίων δέ τινα τῆς Τζέχων συνιέντα γλώτ‐ της προσκαλεσάμενος ἐκέλευε μεταμφιεσάμενον ἐπὶ τὸ τῶν πολε‐ μίων καθυποδῦναι στρατόπεδον εἰς ὄψιν τε τῷ τῶν Τζέχων ἐλ‐ θόντα ῥηγὶ τάδε ἀνειπεῖν αὐτῷ. “ποῖ δήποτε πορεύῃ; τίνα ταύ‐ την πορείαν σὺν τῷ ὑπό σε φέρῃ στρατεύματι; ἢ οὐκ οἶδας ὡς
15βασιλεῖ μεγάλῳ χεῖρας ἀνταίρειν τολμᾷς; ᾧ καὶ τὸ ὑπ’ αἰτίαις λόγον ἐχούσαις διὰ μάχης ἰέναι σφαλερόν, μὴ ὅτι γε πρὸς τῶν Οὔννων τουτωνὶ περιφρονεῖσθαι κινδυνεύοντι, οἳ Βελᾷ κλῆρον δόντες εἶτα ἀφείλαντο, ὅσα καὶ παιγνίοις ὅρκοις χρησάμενοι τοῖς αὐτῶν. καί τις μὲν ἰδιώτῃ ξυναλλάττων ἀνδρὶ οὔκουν ἀθῷος τῷ
20νόμῳ διαγίνεται τῶν δεδογμένων, ἂν οὕτω τύχῃ, καταφρονῶν· βασιλεῖ δὲ τηλικούτῳ ταῖς ὁμολογίαις ἤδη προσκεκρουκότες ἀτι‐
μώρητοι διαμενοῦσιν Οὖννοι; πολλοῦ γε καὶ δεῖ. ἆρα δίκαια222

223

βασιλεὺς πολεμεῖ; πρὸς δὲ τὸ δίκαιον καὶ ἀεὶ ἡ τοῦ πολέμου ῥοπὴ γίνεται. σὺ δὲ κἀκεῖνο ἀναλόγισαι. δοῦλος ἐπὶ δεσπότην ἥκεις πολεμησείων, καὶ δοῦλος οὐ βίᾳ τὸν ζυγὸν ὑποδὺς (ἦ γὰρ ἂν εἶχε λόγον τινά, φύσει γὰρ δι’ ἀπεχθείας τὸ τοιοῦτον τοῖς
5κεκτημένοις ἐστίν), ἀλλὰ δοῦλος ἐθελόδουλος (ἑρμηνεύει δέ σοι τοῦτο τὸ λίζιον), εἴ γε μὴ διέφυγέ σου τὴν μνήμην ὅσα ἐν Βυ‐ ζαντίῳ πάλαι τετέλεκας, ὁπηνίκα σὺν τῷ Κορράδῳ ἐπὶ Ἀσίαν ἐστέλλου. ἕως τοίνυν αἱρέσεως τῆς σῆς ἡ τοῦ πράγματος ἤρτη‐ ται ἀπόβασις, ἑλοῦ τὸ Τζέχοις τε πᾶσι καὶ σοὶ συνοῖσον αὐτῷ.
10μεταμέλεια γὰρ οὐκ ἐν καιρῷ γενομένη ἥκιστα τῷ χρωμένῳ συν‐ τελεῖν εἴωθεν.” ὁ μὲν ταῦτα εἶπε· Βλαδίσθλαβος δὲ (τοῦτο γὰρ αὐτῷ ὄνομα ἔκειτο) ἀμείβεται ὧδε. “οὐ πόλεμον ἄγοντες ἐπὶ βασιλέα μέγαν ἐνταῦθα πάριμεν, ὦ λῷστε, (μὴ οὕτω τῶν εἰς αὐτὸν ἀμνηστήσαιμεν συνθηκῶν) ἀλλὰ Στεφάνῳ τούτῳ ἀμυ‐
15νοῦντες οὐ δίκαια πρὸς πατραδέλφου πεπονθότι, ὅς γε τὸ μὲν πρῶτον τῆς πατρῴας αὐτὸν ἤλασε γῆς καὶ τοῦ κλήρου, εἶτα τῆς δίκης ἀντεισαγούσης, ὁ δὲ αὖθις ἐπιστρατεύει τούτῳ καὶ ἣν ἐν τῷ κακῶς ἄρχειν ἀποβεβλήκει ἀρχὴν δυναστείᾳ καὶ πάλιν κτᾶ‐ σθαι διανοεῖται. ὑπὲρ ὧν καὶ δεησόμενος ἥκω βασιλέως καὶ
20ὀρφανοῦ παιδὸς χεῖρα μᾶλλον ὑπερσχεῖν λιτασόμενος. εἰ δέ τι καὶ πρὸς Στεφάνου τουτουὶ τοῦ νεωτέρου ἐπὶ τὴν αὐτὴν διημάρ‐
τηται βασιλείαν (πυνθάνομαι γὰρ ὡς τῆς Βελᾶ μηδὲν αὐτῷ223

224

προσῆκον καὶ πάλιν ἐπελάβετο χώρας) αὐτίκα ἐφ’ ἡμῖν διαλ‐ λακταῖς τήν τε χώραν ἀποδοίη καὶ τρόπῳ παντὶ τὴν ἁμαρτάδα ἐξιλάσεται.” ταῦτ’ εἰπὼν ἀπεπέμψατο τὸν ἄνθρωπον. ὁ δὲ ἐπὶ τὸ Ῥωμαίων ἀναστρέψας στρατόπεδον βασιλεῖ τοὺς λόγους
5ἐκόμισεν. ὁ δὲ ἤκουσε μὲν τῶν λόγων οὐκ ἀηδῶς, οὐ μέντοι παντάπασι πιστεύειν εἶχεν. ἔννοια γάρ τις αὐτῷ γέγονε, μὴ Βλαδισθλάβῳ οὐκ ἄπο γνώμης εἴρηται ταῦτα, ἀλλ’ ὑποκάθη‐ ταί τις καὶ δόλος αὐτοῖς. ἀμέλει καὶ τῶν περὶ αὐτόν τινας αὖ‐ θις ἐς αὐτὸν πέμψας ὅρκοις τὰ δεδογμένα πιστοῦσθαι ἐκέλευε,
10καὶ ὃς αὐτίκα μηδὲν μελλήσας ἐπιτελῆ ταῦτα ἔθετο. οὐ μὴν ἀλλὰ καὶ ὅσα πάλαι, καθάπερ ἔφην, ὑπέσχετο δευτέροις ἐπικα‐ τελάμβανεν ὅρκοις. ὀλίγῳ δὲ κατόπιν καὶ Στέφανος πρέσβεις ἐς βασιλέα πέμψας τήν τε χώραν ἀπεδίδου καὶ παράκλησιν προσῆγε, μηκέτι Στεφάνῳ κατὰ τῆς Οὐννικῆς ἐφιέναι στρατεύειν τῷ θείῳ.
15ἅπερ ὁ βασιλεὺς προσδεξάμενος, τὸν πόλεμον λύσας ὡς ἐπὶ τὴν Ῥωμαίων μετέβαινε, Στεφάνῳ τε παρῄνει ἀπαλλάσσεσθαι ἤδη τῆς Οὐννικῆς καὶ αὐτὸν ἅτε πείρᾳ μαθόντα τὸ περὶ αὐτὸν δύσ‐ νουν τῶν ὁμοφύλων. πείθειν δ’ οὐκ ἔχων τὸν ἄνθρωπον “ἐγὼ μὲν “ἔφη” ἄπειμι ἤδη· ἀνασωσαμένῳ γάρ μοι τὴν χώραν τῷ
20Βελᾷ μάχης ὅτι μὴ ἀδίκου λόγος ὑπολέλειπται οὐδείς· σὺ δὲ οὐκ εἰς μακρὰν ἴσθι προδοθησόμενος τοῖς ἐχθροῖς. εἰ βούλει δέ, καὶ εἰς ὄψιν ἄρτι τὸ πρᾶγμά σοι παραστήσω. ἔστι σοι·
ἀδελφιδοῦς Στέφανος τοσούτῳ τὰ εἰς μορφὴν ἐμφερής, ὅσῳ τοῖς224

225

ἀπεριέργως ἐς ὑμᾶς ὁρῶσι πράγματα εἶναι θατέρου διαιρεῖσθαι τὸν ἕτερον. τοῦτον δὴ ὅπλοις τοῖς σαυτοῦ κοσμήσας κέλευσον τὸ ὑπόσε ἀναλαβόμενον στράτευμα ἐπὶ τοὺς πολεμίους χωρεῖν. σὺ δὲ ἐνταῦθά που κατακρυψάμενος ἑαυτὸν τήρει, καὶ γνώσῃ
5αὐτίκα ὅπως ποτέ σοι προσφέρονται Οὖννοι.” ὁ μὲν οὖν σκα‐ φίδιον ἐμβὰς περί που τὰς τοῦ Ἴστρου λανθάνων ἐσάλευεν ὄχθας, ὁ δὲ ἀδελφιδοῦς αὐτοῦ Στέφανος ἅμα τοῖς περὶ αὐτὸν Οὔννοις Στεφάνῳ τῷ ῥηγὶ συμπλακήσεσθαι ἠπείγετο. ἀλλ’ οὔπω ἐς ταὐ‐ τὸν ἀλλήλοις ἐγένοντο τὰ στρατεύματα, καὶ οἱ σὺν τῷ Στεφάνῳ
10Οὖννοι χεῖρας ἐπιβαλόντες αὐτῷ ὡς αὐτὸν τὸν πρεσβύτερον Στέ‐ φανον τῷ ῥηγὶ παρετίθεσαν φέροντες. τοῖς μὲν Οὔννοις ἡ πλά‐ νη ἐν τῷδε ἐτελεύτα, βασιλεὺς δὲ πυθόμενος ταῦτα παραίνεσιν Στεφάνῳ προσῆγεν “ἀπόχρη” λέγων “ὦ ἄνθρωπε. ὡς γὰρ τῷ μὴ ἐνδέοντι ἀναπίπτειν ἐπισφαλές, οὕτω δὴ τὸ παρακαίρια
15τολμᾶν ἀμαθές. ἰδοὺ δὶς ἔχεις μαθὼν ὁπόσα σοι τὸ καθ’ ἕκαστον προὐξένησεν ἤδη κακά. μὴ καὶ τρίτην ἀναμείνῃς, ὦ βέλτιστε, πεῖραν. τάχα γὰρ οὐδὲ διορθοῦσθαι σοι βουλομένῳ ἐνέσται.” βασιλεὺς μὲν τοσαῦτα ἔλεγεν, ὁ δὲ “νῦν μᾶλλον” εἶπεν “αἰδέ‐ σονταί με Οὖννοι, ὁπότε κακουργοῦντες ἤδη πεφώρανται.” οὕτω
20ψυχὴ καθάπαξ ἐπιθυμίαις ἁλοῦσα πάντα λόγον εἰς αὐτὰς μετα‐
φέρει καὶ βιάζεται. ἐφ’ οἷς ἀπειρηκὼς βασιλεὺς Νικηφόρον μὲν225

226

τὸν Χαλούφην αὐτοῦ ἔλιπεν ἅμα στρατεύματι, συμπαρεσόμενόν τε τῷ Στεφάνῳ καὶ τὰ παραπίπτοντα συνδιοικησόμενον. ὁ δὲ ἐπὶ τὴν Ῥωμαίων ἦλθεν. οὐ πολὺ τὸ μεταξύ, καὶ πυθόμενος ὁ τῶν Οὔννων ῥὴξ ἐπὶ Οὐννικῆς Στέφανον εἰσέτι διατριβὴν ποιεῖ‐
5σθαι, δυνάμεις ἔτι μᾶλλον ἀγείρας πολέμῳ τὸ πᾶν διακρῖναι ἠπείγετο, ἐν δὲ τούτῳ πολλοὶ τῶν σὺν Στεφάνῳ ἐπὶ τὸν ῥῆγα μετατιθέμενοι ἑκάστοτε ψιλοῦσθαι τοῦτον ἐποίουν. ὃ γνοὺς ὁ Χαλούφης βουλὴν προσῆγεν αὐτῷ τῆς Οὐννικῆς ἀποσχομένῳ ἐπὶ Σίρμιον ἀφικέσθαι. τῆς γὰρ ἐνταῦθα χώρας ὑπὸ βασιλεῖ κει‐
10μένης ἐξεῖναι αὐτῷ ἔλεγε κατ’ ἐξουσίαν οἷς ἂν βούλοιτο ἐγχειρεῖν. ὡς δ’ ἰσχυρῶς ἐκεῖνος ἀνένευεν, ὁ δὲ τοιάδε ἐνενόει. σκηψάμε‐ νος γράμματα ἐκ βασιλέως ἥκειν αὐτῷ ἐπὶ τὸν Ἴστρον ἐχώρει, τοῖς ταῦτα κομίζουσιν ἐντευξόμενος ἐνταῦθά που παρὰ τὸν Ἴστρον δέει τῷ ἐκ τῶν Οὔννων διατριβὴν ποιουμένοις. ἐπειδή τε ἐν‐
15ταῦθα ἐγένετο, περαιωσάμενος ἐπὶ Σίρμιον ἦλθεν. ὀλίγῳ δὲ ὕστερον καὶ Στέφανος ἐγγὺς ἁλῶναι τοῖς πολεμίοις ἐλθὼν φυγὰς ἐς αὐτὸν παραγίνεται. τούτων ἀκούσας βασιλεὺς στράτευμα λό‐ γου ἄξιον ἐπὶ Σίρμιον ἔπεμψε, τὸ μέν τι τὴν χώραν αὐτῷ τη‐ ρῆσον (ὑποψίᾳ γὰρ ἐς τοὺς Οὔννους ἐχρῆτο πολλῇ μή τι καὶ πά‐
20λιν νεωτερίσαιεν), τὸ δὲ καὶ τῷ εὐπροσώπῳ τῆς τῶν οἰκείων ἀσφαλείας καὶ Στεφάνῳ τὴν σωτηρίαν πραγματευσόμενον. ἦρχε δὲ ταυτησὶ τῆς στρατιᾶς Μιχαὴλ ἐπίκλησιν Γαβρᾶς, ὃς καὶ αὐ‐
τὸς βασιλέως γήμας ἀδελφιδῆν σεβαστὸς σὺν τῷ Χαλούφῃ τετί‐226

227

μηται. βασιλεὺς δὲ ἣν ἐκ τοῦ Σιρμίου Προκοπίου τοῦ μάρτυ‐ ρος ἀνελόμενος ἔτυχε χεῖρα ἐπὶ τὸν ἐν Ναϊσῷ νεὼν ἄγων τῷ λοι‐ πῷ ταύτην ἀπέδωκε σώματι, παλαιοῦ τοῦ χρόνου ἀπ’ αἰτίας ἀπορραγεῖσαν τοιᾶσδε. τὸ τῶν Οὔννων ἔθνος πολλὰ μὲν πολλά‐
5κις τὴν Ῥωμαίων κατέδραμε γῆν, ὀλίγῳ δὲ ἔμπροσθεν τῆς Ἀλε‐ ξίου τοῦ Κομνηνοῦ βασιλείας Σίρμιόν τε εἷλε καὶ πολλὰς τῶν Παριστρίων ἀνδραποδισάμενος πόλεων ἄχρι καὶ ἐπὶ Ναϊσὸν ἦλ‐ θεν. ἔνθα τῇ τοῦ μάρτυρος τοῦδε ἱερᾷ περιτετυχηκότες σορῷ ὅλον μὲν ἀφαιρεῖσθαι τὸ σῶμα κεκρίκασιν οἶμαι ἀπάνθρωπον,
10τήν γε μὴν χεῖρα διελόμενοι ἀπεχώρησαν· ἐν Σιρμίῳ δὲ γεγο‐ νότες ἐπὶ τὸν τῇδε τοῦ μάρτυρος Δημητρίου κατέθεντο νεών, ὃν ἐν τοῖς ἄνω χρόνοις ὁ τὴν τοῦ Ἰλλυρικοῦ διέπων ἐδομήσατο ἀρχήν. ἔνθα ταύτην εὑρὼν βασιλεὺς ἀνέλαβέ τε ἐκεῖθεν καὶ τῷ λοιπῷ, καθάπερ εἴρηται, φέρων ἀπέδωκε σώματι.
15 9. Καὶ τὰ μὲν εἰς ἐκεῖνο τὸ ἔτος κατὰ Οὔννων τῷ βα‐ σιλεῖ πεπραγμένα τοιάδε τινὰ ἦσαν. ὁ δὲ Ἀλέξιον τὸν τοῦ δο‐ μεστίκου υἱέα, ὃς τὴν πρωτονοταρίου, ὥσπερ μοι πολλάκις ἐρ‐ ρέθη, διεῖπεν ἀρχήν, σὺν ἀξίᾳ λόγου παρασκευῇ ἐπὶ τὴν Κιλί‐ κων ἐξαπέστειλε γῆν, στρατηγὸν αὐτοκράτορα τοῦ πολέμου τοῦδε
20καταστησάμενος. Νουραδίν τε γὰρ ὁ Βερροιαῖος σατράπης νί‐ καις ταῖς προλαβούσαις ἐπαρθεὶς ἐλπίσιν ὠχεῖτο πόλεως οὐκ εἰς μακρὰν περιγεγονέναι Ἀντιοχείας, καὶ Τερόζης ὃς Ἀρμενίων ἐδυ‐ νάστευε τότε πολλὰς τῶν βασιλεῖ κατηκόων πόλεις Ἰσαυρικὰς
δόλῳ ἥρπασε, τῷ Φερβηνῷ δυσμεναίνων Ἀνδρονίκῳ τῷ βασι‐227

228

λέως ἐξαδέλφῳ καὶ Κιλίκων στρατηγοῦντι τῷ τότε. ἄλλα τε γὰρ πλεῖστα ἐπεκάλει τούτῳ καὶ δὴ καὶ τῆς τοῦ ἀδελφοῦ Στεφάνου ᾐτιᾶτο σφαγῆς. ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. Φρεδερίκῳ δὲ τῷ ῥηγὶ Ἀλαμανῶν ἐπὶ μέγα ἑκάστοτε τὰ τῆς δυνάμεως ἐχώ‐
5ρει καὶ ηὔξανεν. ἄλλων τε γὰρ ὡς πλείστων ἐπ’ ἀσφαλείᾳ τοῦ κράτους ἐφρόντισε καὶ δὴ καὶ χρημάτων μεταπεποίηται μάλιστα, οὐκ εἰθισμένον τοῦτό γε αὐτῷ πρότερον. τοίνυν Μεδιόλανόν τε εἷλε πόλιν περιφανῆ, καὶ τὸ Λιγούρων εἴτ’ οὖν Λαμπάρδων ἐτρο‐ πώσατο ἔθνος, ὁδῷ τε προϊὼν καὶ ἐπὶ τὰ ἐνδότερα τῶν ἑσπε‐
10ρίων ἐχώρει. καὶ ὁ μηδὲ τῶν ἔγγιστα πολέμῳ δεδυνημένος περι‐ γενέσθαι τὸ πρότερον, τότε καὶ τῶν ἀπωτάτω ἐκράτει. ἤδη δὲ καὶ Ῥώμῃ αὐτῇ πρὸς μάχην κατέστη. ὅθεν καὶ δι’ ἐπιμελείας βασιλεῖ Μανουὴλ ἐγένετο, ὅπως ἂν τῆς ὁρμῆς αὐτὸν σχήσῃ, ὡς μὴ τὸ παραλόγως εὐημερεῖν καὶ ἐπὶ τὴν Ῥωμαίων αὐτὸν
15τρέψειε, πολὺς ἐξ οὗ χρόνος λίχνον ἐπιρρίψαντα ταύτῃ ὀφθαλ‐ μόν. ὅθεν καὶ ἐπὶ μὲν ἔθνη τὰ τῇδε καὶ ὅσα κόλπου ἐντὸς ἵδρυ‐ ται τοῦ Ἰονίου τῶν ἀσημοτέρων τινὰς ἀφανῶς ἐκπέμπων τῆς Φρεδερίκου τε αὐτὰ ὑπομιμνήσκειν ἐκέλευεν ἀπληστίας καὶ πρὸς ἀντίστασιν ἤγειρεν. εἰς δὲ τὸ Οὐεννέτων ἔθνος Νικηφόρον σὺν
20χρήμασι τὸν Χαλούφην ἔπεμπε, πειρασόμενόν τε τῆς εἰς αὐτὸν τοῦ ἔθνους εὐνοίας καὶ ἐπὶ τῷ Ῥωμαίοις συμφέροντι τὰ τῇδε διοικησόμενον. Φρεδερίκος δὲ Ῥώμης ἤδη περιγεγονὼς ἄλλα τε
πολλὰ ἐνεωτέρισε καὶ δὴ καὶ Ἀλέξανδρον τὸν τῇδε ἀρχιερέα τοῦ228

229

θρόνου κατασπάσας Ὀκταβιανὸν ἀντεισῆξεν, ἐντεῦθεν οἶμαι τοῦ Ῥωμαίων αὐτοκράτορος προσαρμόσειν αὑτῷ τὸ ἀξίωμα οἰηθείς· οὐδενὶ γὰρ ἄλλῳ ὅτι μὴ βασιλεῖ Ῥωμαίων ἀρχιερέα προβεβλῆ‐ σθαι τῇ Ῥώμῃ ἐφεῖται. τοίνυν καὶ ἐξότου ὀλιγωρίᾳ τῶν ἐν Βυ‐
5ζαντίῳ βασιλέων τὸ τοιοῦτον ἀπεσβήκει ἔθος, οὐδεὶς οὐδένα ἐν Ῥώμῃ ἀρχιερέα καθίστη, ἀλλ’ ἐπισκοπικῶν συνόδων καὶ τοῦ κατὰ τὴν Ῥώμην ἀρχιερατικοῦ ταῦτα ἐτελεῖτο. ἀλλὰ Φρεδερί‐ κος τῇ αὐτοκράτορος πάλαι ἐποφθαλμίζων ἀρχῇ, καὶ τοῦτο δὴ μέγιστον αὐτῆς γνώρισμα ὑφαρπασάμενος ἔδοξεν ἔχειν. ὁ δὲ καὶ
10τῶν ἐπισκόπων ὑποποιησάμενος πολλοὺς ὑπὸ συνόδῳ δῆθεν ἐκύ‐ ρωσε τὰ τοῦ νεωτερισμοῦ. τοῦτο ῥηξὶ τοῖς ἄλλοις ἔδοξε μὲν οὐκ ἐπαινετόν, ἐδυνήθη δὲ οὐδεὶς Φρεδερίκῳ ἀντιπρᾶξαι δυνάμεως ἐπὶ πλεῖστον ἥκοντι, ὅτι μὴ βασιλεὺς χρήμασί τε καὶ μηχαναῖς ἑτέραις ἐμποδὼν αὐτῷ κἀν τούτῳ ἐγένετο, Ἀλέξανδρον ἐπὶ τοῦ
15θρόνου εἰσαῦθις καταστησάμενος. ἀλλὰ ταῦτα μὲν ὕστερον. ὁ δὲ Χαλούφης, ἐπειδὴ πρὸς Ἐπιδάμνῳ ἐγένετο, ἐνταῦθα προστε‐ ταγμένον αὐτῷ τὰ πλείω τῶν χρημάτων λιπὼν αὐτὸς ἐπὶ Οὐεν‐ νέτους ναυσὶν ἦλθε πνεύματος ἐπιφόρου τυχών, τῷ τῆς χώρας τε δουκὶ καὶ τοῖς ἄλλοις τῶν ἐν τῷ ἔθνει τούτῳ λογίμων εἰς λό‐
20γους ἐλθὼν ἔλεξε τάδε. “Μηδεὶς ὑμῶν, ὦ ἄνδρες, ὑπολαβέτω δέει τοῦ μὴ τὸ ἐς τὴν Ῥωμαίων εὔνουν βασίλειαν προήσεσθαί ποτε τὴν ὑμετέραν ἀγχίνοιαν πρὸς βασιλέως ἐνταῦθά με ἀφῖχθαι,
στηρίξοντα τὸ ὑμῶν ἴσως ὀκλάζον τῆς γνώμης. μὴ γὰρ οὕτως229

230

αὐτοί τε ἀγεννῶς καὶ ἀναξίως τοῦ ὑμῶν αὐτῶν σχοίητε γένους, καὶ βασιλεὺς τῆς περὶ ὑμᾶς πάλαι διαμάρτοι δόξης. ἀλλ’ ἐπει‐ δὴ τῶν ἄλλων, ὅσοι ὑπὸ τὴν παλάμην τελοῦσι τὴν αὐτοῦ, ὑμῖν μάλιστα εἰς εὐγνωμοσύνην τεθαρρηκὼς εἴη, πρώτην διὰ τοῦτο
5καὶ τὴν αὐτοῦ κηδεμονίαν ὑμῖν ἐπιδείξασθαι ἔγνω. αἰσχρὸν μὲν γὰρ χρῆσθαι τοῖς ὑπηκόοις εὐημεροῦσι, δυσπραγούντων δὲ ἀπροσποιεῖσθαι τὴν σωτηρίαν. ἵνα τοίνυν μὴ καὶ ὑμῖν σὺν ἄλ‐ λοις, ὅσοις οὐ τῆς βασιλέως μέτεστιν εὐμενείας, βεβιάσθαι παρὰ Φρεδερίκου συμβαίη, ἀνδρὸς ὑπὸ φιλαρχίᾳ καὶ τὰ χρόνῳ καὶ
10ἔθει κεκρατηκότα μακρῷ διαλύειν πόνῳ οὐδενὶ φιλονεικοῦντος, ἐμὲ παρ’ ὑμᾶς ὡς ὁρᾶτε ἔπεμψε πάντα παρεξόμενον ὅσων ἂν τυχεῖν παρ’ αὐτοῦ δέησθε. καὶ τὴν ἐν Μεδιολάνοις γάρ ποτε βασιλέως συμπράξαντος πρὸς Φρεδερίκον τόνδε διαράμενοι μά‐ χην ἴστε ὅπως αὐτοῦ ἐκρατήσατε. δι’ ἃ καὶ δι’ ἀπεχθείας αὐ‐
15τὸς βασιλεῖ φέρεται, ἀλογίστῳ τε πιστεύων εὐπραγίᾳ καὶ Ῥω‐ μαίων οὐδὲν προσῆκον αὐτοκράτωρ κεκλῆσθαι ἀξιοῖ, οὐκ εἰδὼς ὡς τὰ τῆς τύχης παράλογα ἅτε οὐκ ἐπ’ ἀσφαλοῦς βεβηκότα τῆς ἕδρας ταχὺ καταρρεῖν εἴωθε. δι’ ἃ μὲν οὖν αὐτὸς ἐφ’ ὑμᾶς ἦλθον, ταῦτά εἰσι. μελήσει δ’ ὑμῖν ἐπὶ τῶν ἔργων ἐξάγειν,
20ὅσα παρὰ βασιλέα πέμψαντες ἔναγχος διωμολογεῖτε. ἔφατε τοί‐ νυν τὰς ἀγχιγείτονας ἡμῖν παραστήσασθαι πόλεις Λιγούρων, εἰ καί τις ἐκ Βυζαντίου ἔργου συλληψόμενος ὑμῖν ἔλθοι. ὃ δὴ καὶ
γέγονεν, ὥσπερ ὁρᾶτε.” Νικηφόρος μὲν τοσαῦτα εἶπεν, Οὐέν‐230

231

νετοι δὲ τοὺς λόγους εἰσδεξάμενοι ἐπιτελῆ πάντα ποιήσειν ὑπέ‐ σχοντο. καὶ δὴ Κρεμών τε καὶ Παταβία καὶ πλεῖσται ἄλλαι τῶν ἐν Λιγούροις περιφανεστάτων πόλεων βασιλεῖ προσεχώρησαν. ἐν μὲν δὴ Ἰταλίᾳ ταῦτα βασιλεὺς ἔπρασσεν, οὔπω μέντοι ἐπιδή‐
5λως· τὸ γὰρ ἐς Φρεδερίκον ἔχθος ἐγκρυφιάζειν ἔτι ἤθελεν. 10. Ὁ δὲ τῶν Παιόνων ῥὴξ Σίρμιόν τε αὖθις Ῥωμαίοις ἀφελόμενος ἔσχε καὶ Ζευγμίνου αὐτοῦ ἤδη μετεποιεῖτο. ταῦτα πυθόμενος βασιλεὺς ἐπέστειλεν αὐτῷ τοιάδε. “οὐ δίκαια ποιεῖς, ὦ εὐγενέστατε, ὅρκους ἀτιμάζων, οὓς ἔναγχος κράτει τῷ ἡμετέ‐
10ρῳ Σιρμίου τε ἕνεκα καὶ τῶν ἄλλων ὀμωμοκὼς ἔφθης. ἴσθι τοίνυν (τὸ γὰρ μακρολογεῖν ὑποτέμνει τῶν σοι πεπραγμένων ἡ ἐπίδειξις) ὡς εἰ μὴ θᾶττον ὧν οὐδέν σοι προσήκει ἀπαλλαγῇς, οὐ τόσα δράσεις Σίρμιον ἀφελών, ὅσαπερ ἂν αὐτίκα πείσῃ, ὁπότε Ῥωμαῖοι πᾶσαν καὶ πάλιν τοῖς ὅπλοις ἐπιτρέχοιεν τὴν σήν.
15ἢ λέληθέ σε ὁπόσων Οὐννικὴ μυριάδων ἐψίλωτο πρότερον πρὸς πατρὸς τοῦ σοῦ τῇ Ῥωμαίων προσκεκρουκότος ἀρχῇ; ἀλλ’ ἐκεί‐ νων μὲν ἡ τῶν πεπραγμένων μετάνοια σώτειρα γέγονε φθάσασα, σοὶ δὲ ὅρα μή ποτε οὐχὶ καὶ μεταμέλῳ γεγονότι ὄνησις ἔσται οὐ‐ δεμία. τὸ γὰρ τῆς δίκης ξίφος διὰ πολλῶν ἤδη τεθηγμένον διὰ
20τοσούτων δὴ καὶ πρὸς ἀμβλύτητα στρέφεσθαι πέφυκε. καὶ οὐκ ἄν τις οἶμαι πρότερον ἁπάντων τὴν τομὴν ἐκφεύξοιτο.” τὰ μὲν δὴ τοῦ βασιλέως ἐν τούτοις ἦσαν, Στέφανος δὲ ἐν ὀλιγωρίᾳ τοὺς
λόγους ποιούμενος ἐπὶ τοῖς αὐτοῖς καὶ πάλιν ἦν. διὸ δὴ καὶ πᾶσι231

232

τρόποις ἐπὶ τὸν κατ’ αὐτοῦ πόλεμον ὁ βασιλεὺς ἔβλεψεν, Στέ‐ φανόν τε τὸν πατράδελφον, οὐ πρότερον τοῦτο βεβουλημένος, ἐπὶ τὴν ἀρχὴν αὖθις καθιστᾶν ἤθελε. καὶ δὴ Μανουὴλ μέν, ὃς ἐς Κομνηνοὺς τὸ γένος ἀνέφερεν, εἰς τὸ τῶν Ταυροσκυθῶν
5ἀφίκετο ἔθνος, ὁμολογιῶν τὸν ἄρχοντα σφῶν ἀναμνήσων, ἃς διωμότους ἤδη τῷ βασιλεῖ ἔθετο, πρὸς δὲ καὶ τὴν πρὸς Ἱερό‐ σθλαβον τὸν Γαλίτζης ἡγεμονεύοντα φιλίαν αὐτῷ διονειδίσων. Ἱερόσθλαβος γὰρ τά τε ἄλλα ἐς Ῥωμαίους παρασπονδήσας ἔτυ‐ χε, καὶ δὴ καὶ Ἀνδρόνικον, οὗ πολὺν ἤδη ἐποιησάμεθα λόγον,
10τῆς ἐν παλατίῳ φρουρᾶς ἀποδράντα, ἔνθα ἐνναέτης οἶμαι κα‐ θεῖρκτο, προσιόντα αὐτῷ ἐδέξατο καὶ φιλοφροσύνης ἠξίωσεν. ὅπως δὲ Ἀνδρονίκῳ τὰ τοῦ δρασμοῦ γέγονεν, ἄρτι δηλώσω. 11. Οὗτος καὶ ἄλλοτε μὲν ἤδη λαθὼν δαιμονίῳ τινὶ τρόπῳ τὴν εἱρκτὴν ὑπερεξέδυ, ἀλλὰ τὸ χρῆναι οἶμαι καὶ εἰσέτι
15τὰς τῶν πεπραγμένων ὑπέχειν εὐθύνας εἰς χεῖρας αὖθις τοῖς ζη‐ τοῦσι πόνῳ οὐδενὶ τὸν κακοδαίμονα ἐτίθει. καί ποτέ φασι Σαγ‐ γαρέως ἄχρι ποταμοῦ γεγονώς, τῆς ἐκ τοῦ ψύχους ἀνάγκης ἐπει‐ γούσης, δωμάτιόν τι ὑπῆλθε λυπρὸν καὶ ἅμα ἔκδηλος τοῖς τῇδε ἀνθρώποις ἐκ τοῦ σχήματος ἐγένετο. σεσόβητο γὰρ ἀεὶ φύσει
20καὶ γοργόν τι καὶ ἐντρεχὲς ἔβλεπεν, ὡς ἂν οἶμαι τῶν ψυχικῶν αὐτῷ κινημάτων ἐκδυομένων ἤδη καὐτοῖς ἐκτός. περιστάντες τοί‐
νυν αὐτὸν οἱ ἀγροιῶται πολλὰ ἀναινόμενον ὡς οὐκ Ἀνδρόνικός232

233

τε εἴη ἰσχυριζόμενον ἔδησάν τε καὶ ἐς Βυζάντιον ἄγοντες ἦλθον, αὖθίς τε τὰ κλοιὰ καὶ τὸ δωμάτιον αὐτὸν εἶχεν. ἀλλὰ τελευ‐ ταῖον κηρῷ τὰς κλεῖδας μεταλαβὼν ἔς τε τὴν γυναῖκα καὶ τὸν υἱὸν ἔπεμψεν. οἱ δὲ συνειδόσι πρὸς τοῦτο καὶ ἄλλοις χρησά‐
5μενοι σιδήρου ταύτας εἰργασμένοι ἔπεμψαν αὖθις αὐτῷ. ὁ δὲ ἐπειδὴ ταύτας ἔλαβεν, ἄρτι δεδυκότος φασὶν ἡλίου, καθ’ ὃν ξυν‐ έκειτο ταῦτα καιρόν, ἐρημίαν τῶν φυλάκων τηρήσας ἐξῄει. ἔστι δέ τις αὔλιος ἐχόμενος τοῦ τειχίου, ἐν ᾧ δὴ καθεῖρκτο. ἔνθα ἅτε ὀλίγα πατουμένου τοῦ χώρου βοτάναι τινὲς αὐτόματοι φυό‐
10μεναι ἐπὶ πλεῖστον ἀνέτρεχον μῆκος. ἐνταῦθα ἐκδραμὼν ἅτε λαγὼς ἐκρύψατο τὸ σῶμα συστείλας ἐπὶ βραχύ. ἐπεὶ δὲ νὺξ ἤδη ἦν καὶ ἔδει τοὺς ἐξ ἔθους αὐτῷ νυκτοφυλακήσοντας περιστήσε‐ σθαι τὴν φρουράν, προσιὼν ὁ τὴν τήρησιν πρὸς βασιλέως ἐπι‐ τετραμμένος τὴν αὐτοῦ τάς τε φυλακὰς ἔταττε καὶ τὰ κλεῖθρα
15ἀνασείων, ὅπερ ἑκάστης αὐτῷ ἐπὶ ὕπνῳ χωροῦντι εἴθιστο ἡμέ‐ ρας, ἐπειρᾶτο εἰ μή τι κακουργηθείη γνῶναι. ὡς δὲ παντάπα‐ σιν ἀνεπιβούλευτα ταῦτα ἔγνω, ἀπιὼν τὸ λοιπὸν ἐς ὕπνον κατέ‐ δαρθεν. Ἀνδρόνικος γὰρ δείσας μὴ ἀνακεκλιμένῃ τῇ πύλῃ περι‐ τυχὼν ὁ Κλάδων (τοῦτο γὰρ ἐπίκλησις ἔκειτο τῷ ἀνδρὶ) ταχὺ ἐς
20τὴν ζήτησιν τὴν αὐτοῦ κατασταίη, αὖθις αὐτὴν ἐπιθεὶς ἀσφαλι‐ σάμενός τε ἀνεχώρησεν, ἐπειδή τε ἀωρὶ τῶν νυκτῶν ἤδη ἐγένετο ἐπὶ τὰ ἔσχατα τῆς αὐλίου ἐλθών, οὗ δὴ τελευτῶσαν αὐτὴν τει‐
χίον ὑπερείδει, μετέωρον μὲν οὐ πάνυ τι ὂν τοσούτῳ δὲ τῆς233

234

ὑγρᾶς ἀφεστώς, ὅσῳ πνεύματι θυμομαχοῦσαν νοτεραῖς αὐτὸ πολλάκις ἐπιρραπίζειν παλάμαις. ἐντεῦθεν καλωδιόν τι ἐξῆπτε λαβόμενός τε αὐτοῦ καθεῖτο εἰς τὴν ἀκτήν. ἔνθα καὶ πάλιν βλο‐ συροῖς τοῖς προσώποις δεδεξαμένη τοῦτον ἡ τύχη βραχὺ εἶτα
5προσεμειδία καὶ ἀνεῖτο πρὸς χάριν, θρυπτομένη πως καὶ δια‐ φανῶς παίζουσα. τῶν γάρ τις ἐν παλατίῳ φυλάκων, οἵπερ ἐξ ἔθους ἀεὶ διεσκηνημένοι κάθηνται ὑπὲρ τῶν πύργων ἐκ περιτρο‐ πῆς τινος ἐπιθωύσσοντές τε ἀλλήλοις καὶ τακτὸν ὅ τι δὴ ἐπιφω‐ νοῦντες ῥημάτιον οὕτω τε ἐγρηγόρασι μάλιστα, ἐπειδὴ τοῦτον εἶδε,
10προσιὼν ὅστις ποτὲ εἴη διεπυνθάνετο ἀνειπεῖν. ὁ δὲ δεσμώτης εἶναι ἔφασκε τῶν ἐν παλατίῳ πρὸς τοῦ Παπίου ἐπ’ αἰτίαις ἐχο‐ μένων χρηματικαῖς, καὶ “εἴ γε ἀφήσεις με” ἔφη “ἀπιέναι, αὕτη δή σοι παρ’ ἐμοῦ χάρις ἔσται.” καὶ ἅμα λέγων τὸ ἐπικόλπιον αὐτῷ ἐξαγαγὼν ἐδείκνυ φυλακτήριον. ὁ δὲ (τῶν γὰρ ἀγροικι‐
15κῶν τις ἦν καὶ τοῖς πενίας ἔργοις ἐμάχετο διηνεκῶς), ἐπειδὴ τὰς ὄψεις αὐτῷ κατέστραψεν ὁ χρυσός, λαβὼν τὸ χρῆμα Ἀνδρόνικον ἀφῆκε φέρεσθαι. ἐν τούτῳ δὲ καὶ τὸ ληψόμενον τοῦτον ἀκάτιον οὐ μακρὰν ἀποσαλεῦον προσῄει· καὶ λαβόντες αὐτὸν ἐπ’ οἴκου ἐκόμισαν, ἔνθα τὰς πέδας ἀποσεισάμενος, αἳ τὼ πόδε εἶργον
20αὐτῷ, ἀνέβη τε εἰσαῦθις τὴν ναῦν καὶ διαπλωισάμενος ἔξω τει‐ χέων ἐγένετο. ἔνθα ἵππους εὑρών, οἳ ἐν παρασκευῇ ἐτύγχανον αὐτῷ ὄντες, ἐπέβη τε καὶ ἀπιὼν ᾤχετο. Ἀνδρόνικος μὲν δὴ οὕτω τῆς εἱρκτῆς ἀποδρὰς ἐπὶ Ταυροσκύθας ἦλθεν. ἡμῖν δ’
ἀνακτέον τὸν λόγον ἐπὶ τὰ πρότερα.234

235

12. Τῶν εἰρημένων τε ἕνεκα ὁ Μανουὴλ παρὰ Πριμί‐ σθλαβον ἦλθε καὶ ὅπως χεῖρα ἐκεῖθεν σύμμαχον ἐπὶ Ῥωμαίους ἄξῃ. ἐπέσταλτο γὰρ αὐτῷ καὶ Ῥωσισθλάβῳ τῷ καὶ αὐτῷ ἐπὶ Ταυροσκυθικῆς ἄρχοντι περὶ συμμαχίας διειλέχθαι. καὶ μέντοι
5καὶ τετύχηκε τοῦ κατὰ σκοπόν. ὑπερφυῶς γὰρ ἡσθέντες ὅτι δὴ τηλικούτῳ ἐς αὐτοὺς ὁ βασιλεὺς ἐχρήσατο πρεσβευτῇ, ὑπέσχοντο ἐπιτελῆ πάντα ποιήσειν ὅσα τῷ βασιλεῖ βουλομένῳ ἦσαν. οὐ μὴν οὐδὲ Ἱερόσθλαβον διὰ ταῦτα βασιλεὺς περιεῖδε· μηχαναῖς δὲ καὶ τοῦτον ἑτέραις κατὰ Στεφάνου ἐξεπολέμωσεν, ἐπιστείλας αὐτῷ
10οὑτωσί. “οὐ μιμησόμεθά σου τὴν ἀστοργίαν, ἣν οὐδὲν δέον εἰς ἡμᾶς ἐπεδείξω, λόγων τε καὶ συνθηκῶν τῶν πρώην ἤδη ὀμωμο‐ σμένων σοι κατωλιγωρηκώς. ἀλλά σοι τὰ ἔσχατα διυβρίσθαι κινδυνεύοντι ὑπ’ ὄψιν τὰ τῆς ὕβρεως τίθεμαι. ἴσθι τοίνυν ἀνδρὶ παῖδα συνοικίζων τὴν σὴν τῷ ῥηγὶ Παιόνων κακοήθει τε καὶ δεινῶς
15ἀβεβαίῳ τὴν γνώμην ὄντι· δίκης γάρ ποτε ἢ ἀληθείας ἐντροπὴν πεποίηται οὐδεμίαν. ἀνθρώπῳ δὲ ἀπολύτῳ φύσεώς τε καὶ νόμων ὡς ἐπίπαν φερομένῳ πάντα ποιεῖν οἶμαι ῥᾴδιον. οὐκοῦν οὐδὲ ξυνοικήσει σοι Στέφανος τῇ θυγατρί, οὐδέ τι ἄλλο τῶν κατὰ νό‐ μον ἐπὶ ταύτῃ διαπράξεται. εἰ δὲ καὶ ξυνοικήσει, ἀλλ’ ὅσα καὶ
20τριοδίτιδι ταύτῃ προσενεχθήσεται. ὁ γὰρ ἐς τὸ ἡμέτερον οὕτω κράτος ἁμαρτὼν ὅρκους τε ὡς ἐν παιδιᾶς λόγῳ τοὺς ἔναγχος ὀμω‐ μοσμένους αὐτῷ λογίζεσθαι ἀπαναισχυντῶν, συλλόγισαι τί οὐκ ἂν
ἐπὶ σὲ ποιήσειν ἀπανθρωπεύσεται.” τούτων ὁ Πριμίσθλαβος σὺν235

236

βαρβάρῳ τινὶ ἀφελείᾳ τῶν λόγων ἀκούσας ἑάλω τε αὐτίκα καὶ ὡς πολέμιον τὸν γαμβρὸν ὑπεβλέπετο, κατ’ αὐτοῦ τε Ῥωμαίοις στρα‐ τεύουσι παντὶ τρόπῳ συναίρεσθαι ὡμολόγει. ἔστι δέ τις ἐν Ταυ‐ ροσκυθικῇ πόλις ὄνομα Κίαμα, ἣ πόλεών τε ὑπερκάθηται τῶν
5ἄλλων ὅσαι τῇδε ἵδρυνται, καὶ ὅσα καὶ μητρόπολις τῷ ἔθνει τού‐ τῳ τυγχάνει οὖσα. ἀρχιερεύς τε γὰρ ἐκ Βυζαντίου παρ’ αὐτὴν ἥκει, καὶ τῶν ἄλλων ὅσα ἐς πρεσβεῖον φέρουσι κατεξαίρετον αὐτῇ μέτεστιν. ὁ δὴ καὶ ταύτης ἡγεμονεύων τῆς χώρας Στεφάνῳ καὶ αὐτὸς πολεμήσειν συνθέμενος ὅρκοις τὰ δεδογμένα ἐπέρρωσεν. ἐν
10ᾧ δὲ ταῦτα ἐγίνετο, Φρεδερίκος ὁ Ἀλαμανῶν ῥὴξ ἰσχυρῶς ἀντι‐ πράττοντος ἐς τὰ πρὸς δύοντα ἥλιον τοῦ βασιλέως ἤδη αἰσθόμε‐ νος, τὰ διάφορα λύσας Ῥωμαίοις ἐσπείσατο, πόλεμόν τε κατὰ Στεφάνου διενεγκεῖν καὶ αὐτὸς τῷ βασιλεῖ διωμολόγηκεν. οὐ μὴν οὐδὲ Ἐρρίκος ταύτης ἀπεῖναι ἤμελλε τῆς μάχης, ὃς Θεοδώρᾳ τῇ
15βασιλέως ξυνῴκει ἀδελφιδῇ, ὥσπερ ἤδη πολλάκις ἐρρήθη, ἀλλὰ Σκυθῶν ἀπειροπληθὴς στρατιὰ καὶ Σερβίων τῶν Ῥωμαίοις κατη‐ κόων ὅτε σουλτὰν κατὰ τὰ ξυγκείμενα δυνάμεις αὐτῷ τὰς ξυμμα‐ χίδας ἔστελλε, καὶ βαρεῖά τις ἁπανταχόθεν ἤθροιστο χείρ. κατὰ τὸν αὐτὸν χρόνον καὶ Βλαδίσθλαβος, εἷς ὢν τῶν ἐν Ταυροσκυ‐
20θικῇ δυναστῶν, σὺν παισί τε καὶ γυναικὶ τῇ αὐτοῦ δυνάμει τε τῇ πάσῃ αὐτόμολος ἐς Ῥωμαίους ἦλθε, χώρα τε αὐτῷ παρὰ τὸν Ἴστρον δεδώρηται, ἣν δὴ καὶ Βασιλίκᾳ πρότερον τῷ Γεωργίου
παιδί, ὃς τὰ πρεσβεῖα τῶν ἐν Ταυροσκυθικῇ φυλάρχων εἶχε,236

237

προσελθόντι βασιλεὺς ἔδωκε. τηνικαῦτα καὶ Οὐέννετοι στόλῳ τριήρεων ἑκατὸν Ῥωμαίοις ἐς τοὺς κατὰ θάλασσαν συναίρεσθαι ὡμολόγησαν πόνους, τὰς πρότερον τὸ δεύτερον ἀνανεωσάμενοι ξυνθήκας. οὐ μὴν ἀλλὰ καὶ Φρεδερίκῳ τῷ Ἀλαμανῶν ῥηγὶ πᾶσί
5τε ἄλλοις τοῖς ἀνὰ τὴν ἑσπερίαν λῆξιν ἀπεναντίας διὰ βίου ἰέναι ἢν ἐπὶ Ῥωμαίους στρατεύοιεν, πίστεις ἔδοσαν. 13. Καὶ τὰ μὲν κατὰ τὴν ἑσπέραν τῇδε ἐφέρετο. Βαλ‐ δουῖνος δὲ ὁ Παλαιστίνης ῥὴξ ἀδελφιδῇ τοῦ βασιλέως ξυνοικῶν ἐξ ἀνθρώπων ἠφάνιστο. ἅτε δὲ αὐτοῦ ἄπαιδος τὸν βίον ξυμμετρη‐
10σαμένου, ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἡ τῆς χώρας μετῆλθεν ἐπικρά‐ τησις, ὃς ἄρτι ταύτην ἀναλαβών, πέμψας ἐς βασιλέα ᾐτεῖτο κή‐ δους καὶ αὐτὸς τοῦ ἐκ Ῥωμαίων τυχεῖν, ἅμα τε καὶ γνώμης πει‐ ρᾶσθαι ἤθελε τῆς αὐτοῦ ὅπως ποτὲ περὶ Ἀντιοχείας ἔχει. Ἀντιο‐ χεῖς γὰρ ἅτε φύσει ψεύδορκοι ὄντες ἐπὶ Παλαιστίνην τῷ Βαλ‐
15δουίνῳ συγγεγονότες, αὐθαίρετοι τὴν τῆς πόλεως καὶ σφῶν αὐ‐ τῶν ἐχείριζον προστασίαν. ἀλλ’ ἐκεῖνος εἰδὼς ὡς βασιλεῖ κατή‐ κοος ἡ πόλις αὕτη τυγχάνει οὖσα, δεῖν ἔκρινε πυθέσθαι τούτου πρότερον, ὥσπερ εἴρηται. ὁ δὲ τοιούτοις αὐτὸν ἀμείβεται· “ὁ μὲν περὶ κήδους λόγος, ἐπειδή σοι βουλομένῳ ἐστὶν εὔνοιαν ἐπισπᾶ‐
20σθαι τὴν ἡμετέραν, οὐκ εἰς μακρὰν ἐπιτελὴς ἔσται, πόλεως δὲ Ἀντιοχείας πάλαι τε Ῥωμαίοις ὑποφόρου καὶ νῦν δὲ κράτει δεδου‐ λωμένης τῷ ἡμετέρῳ οὔτε σοι περιόντων ἡμῶν κατακυριεύσειν δυ‐ νατὰ ἔσται οὔτε τῶν ἄλλων οὐδενί. Ἀντιοχεῖς μέντοι τῆς ἐς Ῥω‐
μαίους ἀπιστίας αὐτίκα πρὸς τοῦ ἡμετέρου κράτους τὰ ἐπίχειρα237

238

κληρωσάμενοι εἴσονται τίνι ξυγκρούειν αὐτοὶ τετολμήκασιν.” ἐν τούτοις μὲν τὰ τοῦ γράμματος ἦσαν. ὁ δὲ ἐπειδὴ τῶν ἐπ’ Ἀντιο‐ χείᾳ ἠλπισμένων ἀπετύγχανεν ἤδη, ἐνέκειτο περὶ κήδους λοιπὸν τὸν βασιλέα παραιτούμενος. μίαν τοίνυν τῶν τοῦ πρωτοσεβαστοῦ
5ἁρμοσάμενος θυγατέρων ὀμώμοκε λοιπὸν καὶ αὐτός, ὅσα καὶ Βαλ‐ δουῖνος ὁ ἀδελφὸς αὐτοῦ πρότερον. βασιλεὺς δέ, ἐπειδὴ μηδέπω τὰ πρὸς τὴν παρὰ πόδας ἐξαρτυσάμενος ἔτυχε μάχην, δείσας περὶ τῇ πόλει Ζεύγμῃ ἐπὶ πλεῖστον ἤδη πρὸς τοῦ Στεφάνου πυργηρου‐ μένῃ, πρὸ τοῦ τὸν ὑπὲρ τῶν ὅλων ἐκρῆξαι πόλεμον, στράτευμα
10λόγου ἄξιον βοηθῆσον αὐτῇ ἔστελλεν, ὑπὸ στρατηγοῖς Μιχαήλ τε τῷ Γαβρᾷ καὶ τῷ Βρυεννίῳ Ἰωσήφ, ὑφ’ οὓς ἐτέλουν ἄλλοι τε τῶν ἐν Ῥωμαίοις ἐπιφανεστέρων, καὶ Ἰωάννης ὃν Ἄγγελον ἐπεκάλουν, ἀνὴρ ἐμπειροπόλεμος, καὶ Ἰωάννης ὁ Ἰσής, Πέρσης μὲν τὸ γένος τροφῆς δὲ καὶ διαίτης μεταλαχὼν Ῥωμαϊκῆς. ἐπὶ πλέον γε μὴν
15τῇ πόλει ἐπαρκέσαι βουληθεὶς ναῦς ὡσεὶ πλείστας στρατιωτῶν τε καὶ τῶν ἐπιτηδείων ἐμπλησάμενος ἐκέλευε τὸν Ἴστρον παραπλεού‐ σας τοῖς ἔνδοθι παρέχειν τῶν ἀναγκαίων, ἕως αὐτὸς πανστρατὶ ἐπὶ τὴν Οὐννικὴν ἀφίκηται. Οὖννοι δέ, ἐπειδὴ πολύν τινα χρόνον ἀμφὶ τῷ περιβόλῳ ἐνδιατρίψαντες πολλάκις τε αὐτοῦ ἀποπειρασά‐
20μενοι ἔγνωσαν ἀνεφίκτοις ἐπιχειρεῖν (αἱ γὰρ Ῥωμαϊκαὶ νῆες ἐπὶ τὴν ἐχομένην ποταμοῦ Ἴστρου πλευρὰν ὁρμιζόμεναι μεγάλα τοῖς ἔνδον Ῥωμαίοις συνεβάλλοντο, πρὸς δὲ καὶ τοὺς ἐν πολέμῳ τραυ‐
ματίας γεγενημένους ἀπολαμβάνουσαι ἑτέρους ἀκραιφνεῖς τοῖς σώ‐238

239

μασιν ἀντιπαρεῖχον αὐτοῖς), νῆας καὶ αὐτοὶ συλλεξάμενοι, μήπω τοῦ σὺν τῷ Γαβρᾷ καὶ τῷ Βρυεννίῳ στρατεύματος ἀφικομένου ἐπὶ Οὐννικήν, διὰ τοῦ ποταμοῦ κατὰ τῶν Ῥωμαϊκῶν ἐφέροντο ὡς καταδύσοντές τε αὐτὰς καὶ μάχῃ οὐ σὺν πόνῳ περιγενησόμενοι, εἰ
5καὶ ταύτης τῆς πείρας ἠλέγχοντο δεύτεροι. αἱ γὰρ αὐτῶν νῆες, ἅτε ἥκιστα τοῦ ναυπηγεῖσθαι δεξιῶς ἐς ἀσύμμετρόν τι διατεινόμε‐ ναι εὖρος, τὰ δευτεραῖα ἐπὶ ταχύτητι κομίζονται τῶν Ῥωμαϊκῶν. ᾔεσαν μὲν γὰρ διὰ τοῦ ποταμοῦ, Ῥωμαῖοι δὲ παρατάξεως σχῆμα ποιησάμενοι κατὰ μέσον ἀπολαμβάνουσιν αὐτοὺς συχνά τε τοῖς
10τοξεύμασιν ἔβαλλον, ἐφ’ οἷς ἀπειρηκότες ἐκεῖνοι πρύμναν ἐκρού‐ σαντο. αἱ μὲν οὖν ἄλλαι νῆες αὐτῶν θατέρᾳ τοῦ ποταμοῦ πελά‐ σασαι ὄχθῃ τὸν κίνδυνον ἔφυγον, μία δὲ αὐτῶν ἀνδρῶν πλέα τῶν παρ’ αὐτοῖς στρατηγούντων ὑποχείριος Ῥωμαίοις ἐγένετο σκευα‐ στῷ πυρὶ καταπλήξασι ταύτην. Οὖννοι τοίνυν, ἐπειδὴ καὶ ταύ‐
15της ἀπετύγχανον τῆς πείρας, ἐφ’ ἑτέρας ἐτράποντο. τῶν γὰρ τῷ Στεφάνῳ διυπηρετουμένων Οὔννων χρήμασί τινας ὑποκλέψαντες δηλητήριον τῷ ἀνθρώπῳ κεράσαι ἀνέπεισαν. κἀντεῦθεν ἥ τε πό‐ λις ἑάλω καὶ Σίρμιον ἅπαν ὑπὸ Οὔννους αὖθις ἐγένετο. οἱ μέν‐ τοι ἔνδον Ῥωμαῖοί τε καὶ Οὖννοι, ὅσοι σὺν τῷ Στεφάνῳ ἐτάτ‐
20τοντο, ἀσινεῖς διεγένοντο, ἅτε ὁμολογίᾳ τοιαύτῃ τὴν πόλιν ἐν‐ δόντες αὐτοῖς. Οὖννοι δὲ τῷ τοῦ Στεφάνου ἐνυβρίζοντες νεκρῷ τὸ μὲν πρῶτον οὔτε ὁσίας μετέδωκαν οὔτε τινὸς ἄλλου τῶν ἐπὶ
τεθνεῶσι νομίμων ἠξίωσαν, πρὸ δὲ τῶν τῆς πόλεως ἔκθετον ποιη‐239

240

σάμενοι πυλῶν, ἄταφον μένειν ἐδικαίουν. ὀψὲ δ’ οὖν ὑπὸ τῆς φύ‐ σεως παρακληθέντες ἐς τὸν Στεφάνου τοῦ πρωτομάρτυρος ἄγουσι νεών, ἔνθα τῷ χώματι τοῦτον ἔδωκαν. 14. Τούτων ἀκούσας βασιλεύς, καίτοι τῆς βασιλίδος νόσῳ
5βαρείᾳ τῷ τηνικάδε πιεζομένης, αὐτὸς δαιμονίᾳ τινὶ ὥσπερ εἰώθει κεκινημένος ὁρμῇ καθίστατο πρὸς τὸν πόλεμον. ἐν Σαρδικῇ τοί‐ νυν τῇ Ἰλλυριῶν γενόμενος μητροπόλει ἐνταῦθα τὸν στρατὸν ἤθροιζεν. Ἰουνίου δὲ φθίνοντος ἐκεῖθεν ἄρας ἐπὶ τὸν Ἴστρον ἦλθε. μέλλων δὲ ἤδη περαιοῦσθαι κατὰ τάδε ἐποίει. ὁπόσον ἐν τῷ στρα‐
10τεύματι ὁπλίσει τε διαφέρον καὶ μαχιμώτερον ἦν, ἀντικρὺ Χρά‐ μου πόλεως ἔστησεν Οὐννικῆς, δόκησιν παρέχων ὡς αὐτίκα ἐκεῖ‐ θεν περαιωσόμενος. ὅθεν καὶ ἐπειδὴ ἀντίπορθμον ἐνταῦθα τὸ Οὐννικὸν ἑστὼς εἶδεν, ἐπὶ Βελέγραδα μεταβὰς ὄρθρου ἐκεῖθεν ἀπέπλει. ἐντεῦθέν τε διῃρῆσθαι συνέβαινε τοὺς πολεμίους ἑκατέ‐
15ροις ἀντιτάξασθαι διανοουμένους μέρεσι. πλὴν ἀλλὰ καὶ οἱ Ῥω‐ μαῖοι ὀκνήσει πολλῇ ἐς τὴν διάβασιν εἴχοντο, ὃ γνοὺς βασιλεὺς αὐτὸς πρὸ τῶν ἄλλων, ὁποῖα πολλάκις ἤδη τολμήσας ἔτυχε, λεμ‐ βαδίῳ ἐπιβὰς ἐπὶ τὴν ἀντιπέρας ἐφέρετο ὄχθην, ἑξῆς δὲ καὶ ὁ Ῥω‐ μαίων στρατὸς τὴν βασιλέως ὁρμὴν αἰδεσθέντες ἐπὶ τὰς ναῦς ἐχώ‐
20ρουν. Οὖννοι δὲ ἐπειδὴ βασιλέα περαιωσάμενον εἶδον, ἔλυόν τε παρ’ αὐτὰ τὸν συνασπισμὸν καὶ ἀνεχώρουν ὀπίσω. ὅτε συνέβη
τῷ βασιλεῖ ἐν τῇ πρὸς τὴν πολεμίαν ἀποβάσει πλέον ἢ ἐχρῆν240

241

ἁλομένῳ (οὐδὲ γὰρ συνεχώρει τὸ τεναγῶδες τῇ χέρσῳ διοκεῖλαι τὴν ναῦν) θάτερον παρασφήλαντα τοῖν ποδοῖν πονήρως αὐτῷ διατε‐ θῆναι. ὁ δὲ οὐδὲ ὣς τῆς ἄγαν ἤθελε λήγειν προθυμίας, ἀλλά τινα τοῦ ποταμοῦ γὰρ οὖν ἐπειγόμενος ἐκτροπήν, ἐν τούτῳ τε διη‐
5μερεύσας τῷ πόνῳ εἰς ὄγκον ἐπῆρε τὸ πεπονηκὸς αὐτῷ τοῦ ποδὸς μέρος. τῶν δὲ τὴν Ζεύγμην φρουρούντων βαρβάρων ὡς πλεῖστοι τειχέων ἐκδραμόντες ὡς ἀντιταξόμενοι ἔστησαν. ἀλλ’ ἅμα τε βα‐ σιλέα εἶδον καὶ ἄλλος ἄλλον προφθάνειν ἐπειγόμενοι ταραγμῷ καὶ θορύβῳ ἐς τὴν πόλιν εἰσέπιπτον ἐπεξιέναι τε οὐκέτι ἐτόλμων. καὶ
10λοιπὸν Ῥωμαῖοι τὰ πρὸς τειχομαχίαν ἐξηρτύοντο. τρίτῃ δὲ μετ’ ἐκείνην ἡμέρᾳ καὶ ἔργου εἴχοντο. οἱ δὲ βάρβαροι ἐκ τῶν ἐπάλ‐ ξεων ἀμυνόμενοι κεκραγμῶν τινων καὶ ἀσήμων ἀλαλαγῶν τὸν ἀέρα ἐπλήρουν ἔβαλλόν τε διηνεκὲς καὶ ἐβάλλοντο. ἀλλ’ ἐπὶ τοιούτοις μὲν ἡ αὐτίκα καὶ ἡ μετ’ ἐκείνην ἠνάλωτο, καὶ οὐδὲν οὔτε Ῥωμαίοις
15οὔτε Οὔννοις προὐχώρει. ἐγὼ δὲ καὶ ἄλλα μὲν τῶν εἰς ἐκείνην τετελεσμένων θαυμάζειν ἔχω τὴν πολιορκίαν, τήν γε μὴν τοῦ βα‐ σιλέως τόλμαν, εἰ μὴ παρὼν ἐτύγχανον τῇδε τῶν πραττομένων αὐτόπτης γινόμενος, σχολῇ ἂν ἀφηγουμένοις ἐπίστευσα. Ῥωμαῖοι γὰρ ξύλινον τεκτηνάμενοι πύργον ἀναβαίνειν ἐπὶ τὴν πόλιν διε‐
20νοοῦντο, ὡς ἀπὸ χειρὸς τοῖς ἐπὶ τῶν ἐπάλξεων ἀντικαταστησόμε‐ νοι βαρβάροις. ὁ δὲ πρῶτος τῶν ἄλλων ἀναβαίνειν ἠξίου “ταύ‐ την δέ μοι” λέγων “ἄνδρες Ῥωμαῖοι, μείζω τῶν ἄλλων χαριεῖσθε
τὴν εὔνοιαν, εἴ γε ἀναβαίνοντα κωλύετε μηδέν.” οὐ μέντοι καὶ241

242

ἐξέπραξε τὸ ἐπιθύμημα. οἱ γὰρ προὔχοντες τῶν στρατηγῶν πε‐ ριστάντες αὐτῷ ἰσχυρότατα διεκώλυσαν. ὁ δὲ κύκλῳ τὸ τεῖχος περιιὼν αὐτό τε ὅθεν ἐπίμαχον μάλιστα ἦν διεσκοπεῖτο καὶ τὰς τάφρους, αἳ τὴν πόλιν ἐζώννυον, βάθους τε καὶ εὔρους ἱκανῶς
5ἔχουσαι, φακέλλων τινῶν καὶ φρυγάνων ἀπορίᾳ λίθων ἐκέλευε πλη‐ ροῦν οὕτω τε διαβιβάζειν τὰ μηχανήματα· ἤνυστο δὲ ὅμως ἐπὶ τῇ τῆς πόλεως ἁλώσει οὔπω οὐδέν. Οὖννοι γάρ, καίτοι μεγάλα πρὸς Ῥωμαίων βιαζόμενοι στρατιωτῶν, ἐπαιάνιζόν τε μᾶλλον ἢ πρότε‐ ρον καὶ ἐλπίσιν ὠχοῦντο παρὰ πόδας αὐτοῖς τὸν ἄλλον ἰέναι τῶν
10Οὔννων στρατόν. 15. Ἐπὶ τοιούτοις τῶν πραγμάτων ἠρτημένων, προσιόν‐ τες οἱ Ῥωμαίων σκοποὶ μεγάλου ἔφοδον ἐμήνυον στρατεύματος αὐ‐ τοῖς. κόνιν γὰρ ἐπὶ πλεῖστον τοῦ ἀέρος ὀρθιάζουσαν ἰδέσθαι. ἀλλὰ καὶ τῶν τις Οὔννων τύχης ἐπιφανοῦς Βασάκης ὄνομα Ῥωμαίοις
15προσχωρήσας οὐ μακρὰν ἄποθεν εἶναι τὸν Παιόνων ἰσχυρίζεται ῥῆγα, ἄλλους τε ἀριθμοῦ κρείσσους καὶ δὴ καὶ Σκύθην ὁμοῦ καὶ Ταυροσκύθην ἄγοντα στρατόν, πρὸς οἷς καὶ τὸν Τζέχων ἔλεγε δυνάστην πανστρατὶ καὶ πάλιν σὺν αὐτῷ ἥκειν. τούτων ἐπειδήπερ ὁ βασιλεὺς ἤκουσε, βουλὴν σὺν τοῖς μεγιστᾶσι καθίζει, ὅπως δή‐
20ποτε χρὴ τὰ παρόντα διοικεῖσθαι ζητῶν. “ἄνδρες ἀμέλει” ἔφη “Ῥωμαῖοι οὐ τοῦτο μόνον ἡ τῶν πραγμάτων οἶδε φύσις, ἵνα τις μόνον τολμᾷ, ἀλλ’ ὡς ἂν τῇ τόλμῃ μὴ ἀξύμβατα καὶ τὰ ἔργα
ἐπιτιθῇ, μάλιστα ἔγωγε τῷ καὶ κατὰ βραχὺ σωφρονοῦντι περὶ242

243

πλείστων εἶναι οἰόμενος. μὴ τοίνυν, ἐπειδὴ τὸ ἔθνος τοῦτο ἐκ παραλόγου τινὸς ἄνωθεν τύχης εὐημερῆσαν δυσαντίβλεπτον τῇ Ῥωμαίων κατέστη ἀρχῇ, διὰ ταῦτα ἀποχρῆν ἡμῖν οἰηθῶμεν, εἰ μόνον ἐπὶ γῆς στρατεύοιμεν τῆς αὐτῶν. ἀλλ’ ἀπονεμητέον ἑκά‐
5στῳ καιρῷ τὸ προσῆκον καὶ ἀποδοτέον καταστάσει τῇ παρούσῃ πρᾶξιν τὴν δέουσαν. οὐ γὰρ ταὐτὰ εὐημεροῦσιν οἶμαι καὶ δυσ‐ πραγοῦσιν ἁρμόσαιεν ἂν πράγματα· καὶ τῇ Ῥωμαίων τοίνυν ἀρχῇ, εἰ καὶ τῆς παλαιᾶς οὔπω τετύχηκεν εὐκληρίας, ἀλλὰ (σὺν θεῷ φάναι) πολλῷ βελτίονι ὑφ’ ἡμῖν ἀναφανείσῃ προασπισταῖς, εἰς
10εὐδοξίαν περιστήσεται πάντως ἐκ ποδῶν τῷ Οὔννων γενέσθαι ῥηγί, σὺν πολλῷ μὲν ὥς φασι καὶ τῷ αὐτόχθονι ἐπιόντι στρατῷ, πλείονι δὲ καὶ τῷ ἀπὸ συμμαχίδος συγκροτουμένῳ χειρός. ὅπως οὖν ἀμ‐ φότερα ταύτῃ περισωθείη, δόξα τε ἣν εἰς τὸ βέλτιον ἤδη μεταβα‐ λοῦσαν ἔσχε, καὶ δύναμις ἣ αὐτῆς ἀκραιφνὴς ἐντεῦθεν ἀπαλλα‐
15γείη, βουλευτέον ὡς ἔνι μάλιστα.” βασιλεὺς μὲν τοσαῦτα εἶπε. Ῥωμαίων δὲ τῶν ἐκ βουλῆς τοῖς μὲν μεταστρατοπεδεύσασθαι ἐν‐ τεῦθεν ἐπὶ Σᾶόν τε τὸν χάρακα πήγνυσθαι ἐδόκει, ὅπως ἐντεῦ‐ θεν σὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις ἀντιφέρεσθαι δύναιντο, τοὺς δὲ τοῦτο μὲν οὐδαμῆ ἤρεσκε, τῆς πολιορκίας δ’ ἀφεμένους ἐδόκει δυ‐
20νάμει τῇ πάσῃ ἐπιὸν ὑποστήσεσθαι τὸ πολέμιον. ἀλλὰ βασιλεὺς
ἀμφότερα οὐκ ἐπῄνει· τὸ μὲν γὰρ δειλίαν, τὸ δὲ καὶ ἀβουλίαν243

244

ἀπεψήφιστο ἄντικρυς. “ἐξέσται γὰρ” ἔλεγε “τῆς πολιορκίας ἀπο‐ σχομένων ἡμῶν, δύναμίν τε πολλὴν τῆς νῦν μείζω καὶ τὰ ἐπιτή‐ δεια διαρκῶς ἐσκομίσασθαι Οὔννους, οἳ ἀμφὶ τῇ πόλει φρουρὰν ποιοῦνται.” ἐδόκει δὲ αὐτῷ τὸ μὲν ἀχρειότερον τοῦ στρατοῦ καὶ
5ὅσον οἰκετικὸν ἦν ὅπλα περιθέμενον αὐτοῦ πρὸς τῇ πόλει μεῖναι ὑπὸ στρατηγοῖς τισι τῶν οὐ λίαν ἐπισήμων, τὸ δ’ ἄλλο ἅπαν ἅμα αὐτῷ ἐπὶ Οὔννους τοὺς ἄλλους ἰέναι μαχησόμενον. ὡς οὖν ἐκρά‐ τει ταῦτα, παρεσκευάζοντο μὲν τῆς ἐπιούσης ἐκεῖθεν ἀναστησόμε‐ νοι, ἐπεὶ δὲ οὐδὲν οὐδέπω σαφὲς αὐτοῖς ἀπηγγέλη, ἐξοπλισάμενοι
10ἕωθεν καὶ τρίτην ἤδη πεῖραν προσῆγον τῇ πόλει. μάχη τοίνυν αὖ‐ θις συνίσταται, καὶ Οὖννοι μὲν οἱ ἐπὶ τῶν ἐπάλξεων λίθοις καὶ βέλεσι καὶ παντὶ τῷ παρατυχόντι τὸν Ῥωμαίων ἠμύνοντο στρατόν, οἱ δὲ μᾶλλον ἢ πρότερον ὑπώρυσσόν τε τὰ κρηπιδώματα καὶ τοῖς πετροβόλοις τὰς τῶν λίθων διεσπάραττον ἐμβολάς, παρακελευ‐
15σμοί τε συχνοὶ καὶ παραινέσεις ἑκατέρων ἠκούοντο, καὶ βοὴ καὶ ἀλαλαγμὸς ἦν, καὶ θροῦς ἠγείρετο ἄσημος. Οὖννοι τοίνυν τοὺς ἐπὶ τῶν θεμελίων ὑπομοχλεύοντας θεώμενοι Ῥωμαίων τοιάδε ἐποίουν. λίθος μέγα τι χρῆμα ἐντὸς τειχέων κείμενος ἦν· τοῦτον ὑπὸ ξυλώμασιν ἐνθέμενοι σχοίνους τε ἀνάψαντες σφῶν ἐπὶ τὸ ξύλι‐
20νον ἀνεῖλκον προπύργιον ὅπερ αὐτοῖς κατεσκεύαστο τειχέων ὑπερι‐ στάμενον, ὡς ἐκεῖθεν ἐπὶ Ῥωμαίους ἀφήσουσιν. ἀλλ’ ἄρτι ὁ λί‐ θος ὡμίλει τῷ πυργίῳ, τὸ δὲ οὐκ ἐνεγκὸν τὴν ὁλκὴν (μέγας γὰρ
ὑπερφυῶς ἦν) ἐξαπιναίως ῥαγὲν εἰς γῆν ἠνέχθη σὺν τῶν Οὔννων244

245

πολλοῖς, καὶ αὐτῶν οὐδεὶς τὸν κίνδυνον ἔφυγε. θροῦς τοίνυν καὶ πάλιν ἠγέρθη καὶ ἡ μάχη ἔτι μᾶλλον ἐμαίνετο. ὅτε λέγεται, ὡς Ῥωμαίων τινὰ εὐστοχώτατα ἐπιτοξαζόμενον βασιλεὺς κατανοήσας ἐπέδραμέ τε καὶ τὴν ἀσπίδα προτείνας ἀπαθῆ βελῶν συνετήρει τὸν
5ἄνθρωπον. 16. Οὖννοι δέ, ἐπειδήπερ ἐν στενῷ κομιδῇ περιστῆναι σφίσι τὰ πράγματα ἔγνωσαν, πέμψαντες ἔχρῃζον βασιλέως, ὡς ἐνδόντες τὴν πόλιν αὐτῷ ἀθῷοι ἐντεῦθεν λοιπὸν ἀπαλλάξωσιν. ὁ δὲ οὐ πρότερον ἔφη τοῦτο ποιήσειν πρὶν ἂν καλώδια τῶν τραχή‐
10λων Γρηγόριός τε καὶ τῶν ἐν σφίσι ζουπάνων οἱ ἄλλοι ἀναψάμενοι γυμνωθεῖσι ποσὶ καὶ ἀκαλυφέσι ταῖς κεφαλαῖς ταῖς αὐτῶν ἔλθοιεν. ὁ μὲν δὴ ἐπὶ τοιούτοις αὐτοὺς ἀπεπέμψατο, Ῥωμαῖοι δὲ σφοδρό‐ τερον ἐπιβρίσαντες τὴν πόλιν εἷλον, ἧς ἤδη ἁλισκομένης, Γρηγό‐ ριός τε καὶ οἱ σὺν αὐτῷ στρατηγοὶ τῶν Οὔννων σὺν ἀτιμίᾳ τρόπον
15τὸν εἰρημένον ἐλεεινοὶ τῶν σχημάτων βασιλεῖ προσιόντες ἔκλαον. ὁ δὲ μέχρι μέν τινος οὐδὲ προσβλέπειν ἠξίου, ὀψὲ δὲ πολλὰ τοῦ Βελᾶ παραιτησαμένου, τὸν μὲν φόνον ἀφῆκεν, ἐς δὲ φρουρὰν αὐ‐ τίκα ἔπεμψε. Ῥωμαῖοι δὲ θυμῷ μεγάλῳ εἰς τὴν πόλιν εἰσιόντες ἅτε ἄρνας τοὺς τῇδε κατέθυον ἀνθρώπους. ὅτε μοι καὶ δακρῦσαι
20ἐπῆλθε βίον ἐννοουμένῳ τὸν ἀνθρώπειον ὅσοις τε τὸ δείλαιον τοῦτο γένος ἑκουσίοις ἑαυτὸ ξυνέδησε κακοῖς. ἤγοντο κειμήλια καὶ ἱμα‐
τισμοὶ καὶ ἀργυρώματα, καὶ πάντα τὰ ἐκείνων ἐλεΐζετο ἀγαθά.245

246

ὅπλοις τοῖς ἐχθρῶν ἠμπίσχετο ἕκαστος καὶ τῶν ψιλῶν τούτων καὶ ἀνόπλων μαχητῶν, ὅτε δὴ καὶ γύναιόν τι εὕρετο δύστηνον διεληλα‐ μένην ἀκίδα τῆς ἕδρας ἔχον. πόθεν δὲ αὐτῷ τοῦτο συνέβη, αὐ‐ τίκα δηλώσω. αὕτη, ὁπηνίκα ἔτι ἀνάλωτος ἦν ἡ πόλις, ὑπὲρ
5τῶν τειχέων ἑστῶσα σποδόν τε κατέσειε καὶ τὰ ἱμάτια κόσμῳ οὐ‐ δενὶ ἀνασύρασα τὴν ἕδραν παλιντρόπῳ τῷ προσώπῳ ἐς τὸν Ῥω‐ μαίων ἐδείκνυε στρατόν, ἀπέραντόν τέ τινα βαττολογίαν ὑποψάλ‐ λουσα δαιμονιώδει τινὶ μαγγανείᾳ Ῥωμαίους ξυνδεῖν ᾤετο. ἀλλά τις στρατιωτῶν βέλος ἐπ’ αὐτὴν ἀφεὶς κατατυχεῖ τῆς ταλαιπώρου,
10ἔνθα τὸν τοῦ σκυβαλισμοῦ παράπομπον ἡ φύσις αὐλῶνα ἵδρυσεν. εὕρετο δὲ καί τις Ῥωμαίων δεσμώτης ὁ τλήμων ἐπὶ σκολιώδους τινὸς καὶ ἀνηλίου καθειργμένος δωματίου ἀπ’ αἰτίας τοιᾶσδε. τοῦτον Οὖννοι αἰχμάλωτον ἤδη πεποιημένοι, ἅτε τοξείας εὖ εἰδότι Ῥωμαίοις ἐκ τοῦ περιβόλου ἐπιτοξάζεσθαι ἀνάγκην προσῆγον.
15ὁ δὲ οὐ σὺν γνώμῃ μὲν ἠφίει δ’ ὅμως πυκνά, πάντα δὲ ἁμαρτεῖν ἐποίει. ὅπερ Οὖννοι κατανοήσαντες ξαίνουσί τε τῷ ἀνθρώπῳ κατὰ νώτου πολλὰς καὶ σὺν ἀσφαλείᾳ καθείρξαντες εἶχον. οὕτω μὲν δὴ Ζεύγμη καὶ πάλιν ἑάλω· ὅτε πολλοὶ μὲν καὶ ἄλλοι λόγου καὶ ἀρε‐ τῆς εἰργάσαντο ἄξια, οὐχ ἥκιστα δὲ καὶ Ἀνδρόνικος ὁ Δούκας.
20ἐπειδὴ γὰρ Ῥωμαίους διὰ κλίμακος ἀναρριχωμένους ἐπὶ τὸ τεῖχος εἶδεν, Ἀνδρονίκῳ τῷ βασιλέως ἐξαδέλφῳ προσιών, ὑφ’ ὃν τελεῖν
ἔλαχεν ἤδη ἐκ Ταυροσκυθῶν ἀφικόμενον ἵλεώ τε τοῦ βασιλέως τυ‐246

247

χόντα, ἠξίου ἐνδοθῆναι αὐτῷ τῆς ἀνόδου πειρᾶσθαι, τοῦ δὲ ἐπι‐ τρέψαντος σπουδῇ πολλῇ ἐς τοῦτο ἐχώρει. ἐπειδὴ δέ τινες Λατί‐ νων κατόπιν ἰόντες παρελθεῖν ἐφιλονείκουν αὐτόν, ὁ δὲ ἀντέπραττε σφίσι πολλὰ καὶ οὐδαμῆ τοῦ κλέους συγχωρεῖν ἤθελεν. ἐν ᾧ δὲ
5ταῦτα ἐγίνετο, ἡ κλῖμαξ αἰφνίδιον εἰς γῆν ἠνέχθη κατασπασθεῖσα. ἀλλ’ ὁ Ἀνδρόνικος τοῦ συνήθους καὶ πάλιν ἀντέκειτο θράσους. ἐπειδὴ γὰρ ἑτέρας ἐνεχθείσης ἀναβαίνοντάς τινας αὖθις εἶδε, δρα‐ μὼν ἐπέβαινε καὶ αὐτός. ταῦτα μὲν τῇδε ἐχώρησε. Στέφανος δὲ ὁ ῥὴξ τῇ τῆς πόλεως πεποιθὼς ἀσφαλείᾳ (πρὸς γὰρ τοῖς ἄλλοις
10καὶ ὀχετὸς αὐτὴν ἐκ τῶν Ἴστρου ἐπότιζε ναμάτων, ὃς τὸ μὲν πρῶ‐ τον εἰς τὸ ἐμφανὲς ἔκειτο ὕπαιθρος ἐπὶ τὴν πόλιν ἀνατείνων, εἶτα βασιλέως Στεφάνῳ ἐκείνῳ συναραμένου ὑπόνομος ἤδη κατέστη) πιστεύειν οὐκ εἶχεν εὐπετῶς οὕτω Ῥωμαίοις ἁλώσεσθαι ταύτην. ὡς δὲ βασιλεὺς ἐκεῖθεν μεταβὰς ἕτερόν τι φρούριον ἐνεούργει, ἐν
15ᾧ πολλοὺς τῶν ἐν Σιρμίῳ φέρων ᾠκίσατο Οὔννων, οὓς παρ’ αὐ‐ τοῖς Χαλισίους ἔθος καλεῖν ἐστι (καί εἰσιν ἑτερόδοξοι, καθάπερ ἤδη ἔφην, Πέρσαις ταυτοφρονοῦντες), τότε δὴ τὰ ἀμφὶ τῇ πόλει Ζεύγμῃ ξυμπεπτωκότα μαθὼν ἀκριβῶς πρέσβεις ἐς τὸν βασιλέα πέμπει ἄνδρας τε τῶν περιφανῶν καὶ δὴ καὶ τὸν τὴν ἐπίσκοπον
20τῇδε λαχόντα ἀρχήν, Σίρμιον τε ἀποδιδόναι Ῥωμαίοις ἐσαῦθις διομολογῶν, πρὸς δὲ καὶ Δαλματίαν πᾶσαν. οἳ καὶ ἐπειδὴ βα‐
σιλεῖ εἰς ὄψιν ἦλθον, ἐπεῖπόν τε ὅσα αὐτοῖς ἐπέσταλτο καὶ δὴ ἱκέ‐247

248

τευον ἀνεῖναι λοιπὸν βασιλέα τοῦ χόλου. ὁ δὲ τὸ μὲν πρῶτον ἀπέ‐ λεγε· “πολλοῦ μένταν ἄξιον εἴη” λέγων “ἄνδρες πρεσβευταί, εἴ τις ἅπερ ἀφῄρηται ἤδη, ταῦτα διδόναι ἀξιοίη. ἔχομεν Σίρμιον, ἐξείλομεν Ζεύγμην, Δαλμάτας ἤδη κρατοῦμεν, πάντων καθάπαξ
5γεγόναμεν κύριοι, ὧν αὐτοὶ διδόντες εἶτα ἀφείλεσθε. ἆρα τοίνυν ἔστι παρ’ ὑμῖν Σίρμιον ἕτερον; ἔστι που Ζεύγμη καὶ Δαλματία ἄλλη, ἃ διδόντες νῦν ἡμῖν ἥκετε; εἰ μέν ἐστι, δείξατε δή, ὡς ἡμεῖς γε ὑπτίαις αὐτίκα ὑποδεξόμεθα ταῦτα χερσίν, εἰδότες μέν, ὡς οὐδὲ ταῦτα ὅσον τὸ ἐφ’ ὑμῖν καθέξομεν ἀσφαλῶς (μέλησις
10γὰρ ὑμῖν οὐδεμία πάντα παρανομεῖν), αὐτῇ δ’ ὅμως ἰσχύϊ σὺν θεῷ φάναι τῇ ἡμῶν ὥσπερ καὶ τούτων κρατήσοντες. εἰ δὲ ταῦτα μὲν παρ’ ἡμῖν ἄρτι κεῖται, ὑμῖν δ’ οὐδὲν ὑπολέλειπται ὧν ἄρτι δώσειν φατέ, ἐπὶ τίσιν ἡ σύμβασις; ἢ τί τὸ διαλλάξον ἡμᾶς ἔσται;” τὸ μὲν δὴ πρῶτον οὕτως αὐτοὺς ἠμείψατο, μεταβαλὼν
15δ’ ἔπειτα “ἀλλ’ ἵνα” ἔφη “γνῶτε, ὡς προῖκα ὑμῖν σπείσασθαι θέλομεν Χριστιανοῖς οὖσιν, ἄγε γινέσθω τὰ ὅρκια.” ὁ βασιλεὺς μὲν τοσαῦτα εἶπεν, οἱ δὲ διώμοτα πάντα θέμενοι ἀπηλλάγησαν, καὶ ὁ βασιλεὺς λοιπὸν ἐπὶ Βυζάντιον ἦλθεν. 17. Ἤδη δὲ καὶ Ἰωάννης ὁ Δούκας Δαλματίαν παραστη‐
20σάμενος Νικηφόρῳ τῷ Χαλούφῃ ταύτην παρέθετο, οὕτω πρὸς βασιλέως ἀπεσταλμένον αὐτῷ. ἔφθη γὰρ αὐτὸν δυνάμεσιν ἅμα
ἐνταῦθα στεῖλαι ἐφ’ ᾧ ἢ βίᾳ ἢ ὁμολογίᾳ ταύτην ἑλεῖν, τῶν Οὔν‐248

249

νων τῷ λόγῳ δῆθεν Βελᾷ πρὸς κλῆρον καὶ ταύτην ἀφοριζόντων. ὁ δὲ τὴν Σερβίων παραμείψας χώραν, ἐπειδὴ εἰς ταύτην εἰσέβαλε πᾶσα ἐν βραχεῖ δυναστεία τὸ πλέον ὑπὸ τῷ βασιλεῖ ἔθετο. ὅτε δὴ Τραγούριόν τε ὑπὸ Ῥωμαίους ἐγένετο καὶ Σεβένικος, πρὸς δὲ
5καὶ Σπάλαθος καὶ τὸ Κατζικίων ἔθνος Διόκλειά τε πόλις περιφα‐ νής, ἣν Διοκλητιανὸς ὁ Ῥωμαίων ἐδείματο αὐτοκράτωρ, Κάρδων τε καὶ Ὀστρουμπίτζα καὶ Σάλων, καὶ ὅσαι ἐπὶ Δαλματικῇ ἵδρυν‐ ται ἄλλαι, ἑπτὰ καὶ πεντήκοντα ἅπασαι. τὰ μὲν κατὰ Δαλμα‐ τίαν τῇδε ἐχώρησαν. βασιλεὺς δέ, ὥσπερ ἐλέγομεν, ἐς Βυζάν‐
10τιον ἐπανιὼν θρίαμβον ἐξ ἀκροπόλεως ἄχρι καὶ ἐς τὸ τῆς Σοφίας μέγα κατήνεγκεν ἱερόν. ἐνταῦθά τε τὰ χαριστήρια θύσας καὶ χρυσίῳ τοὺς ἱεροπόλους δωρησάμενος, ὃ ἐκ Σιρμίου φορολογηθὲν Ῥωμαίοις ἔτυχεν, ἐν παλατίῳ ἡσύχαζεν. ἀλλ’ ὅ με μικροῦ πα‐ ρῆλθεν, ἐν ἐκείνῳ δὴ τῷ θριάμβῳ καὶ ἅρμα χρυσίου εἴργαστο ἀκη‐
15ράτου, ἐφ’ ᾧ τὸν βασιλέα ἐπιβήσεσθαι. οὐ μὴν καὶ ἐπέβη, τὸ μὲν πρὸς τὸν ὄγκον εὐλαβηθείς, τὸ δέ τοι καὶ πρωτοζύγων τῶν ἵππων ὄντων, οἳ τὸν δίφρον εἷλκον, θαμά τε τοῦτον ἐκταραττόν‐ των, ὡς μικροῦ καὶ ἀνατετράφθαι κινδυνεύειν. οὔπω δὲ συχνὸς ἐξῆκε χρόνος, καὶ αὖθις Σερβίους τε ὠδίνειν καὶ Παννόνων τὸ
20ἔθνος μεμαθηκὼς προφθάνειν ἠπείγετο τὴν ὁρμήν. ἀλλ’ ἄρτι προσιόντα τοῦτον ἤκουσαν, καὶ τῆς ὁρμῆς ἀνακοπέντες ἀπαράλυτα
τὰ δεδογμένα ἐτήρησαν.249

250

(1t)

ΒΙΒΛΙΟΝ Ζ.
11. Ὁ βασιλεὺς δὲ Ἀνδρόνικον ἀπὸ Ταυροσκυθῶν ἤδη, καθά‐ περ εἴρηται, ἐπανιόντα φιλοφροσύνης τε τῆς ἄλλης ἠξίωσε καὶ ἀφθόνῳ χρυσίῳ τὸν ἄνθρωπον δωρησάμενος ἐπὶ Κιλικίας τὰ τῇδε καταστησόμενον ἔπεμψεν· ὥς γε μὴν ἀφθόνοις ἔχοι χρῆσθαι τοῖς
5ἀναλώμασι καὶ Κύπρον αὐτῷ φορολογεῖσθαι ἔδωκεν. ἀλλ’ ἐκεῖ‐ νος ὀλίγον ἐν τοῖς καθεστῶσιν ἐπιμείνας χρόνον, πρῶτα μὲν Φι‐ λίππαν τὴν Αὐγούστης κασιγνήτην γυναῖκα ἐγγυητὴν ἐποιήσατο, τοῦ παρ’ ἡμῖν νομίμου ἥκιστα ξυγχωροῦντος αὐτῷ· εἶτα λόγῳ οὐ‐ δενὶ ταύτης ἀπεσχημένος ἐπὶ Παλαιστίνης μετέβη, χρήματα τῶν
10βασιλέως πλεῖστα συνεπαγόμενος, ἃ Κιλικίας τε αὐτῆς καὶ τῆς Κυπρίων ἐκπεφορολόγηκε γῆς. ἐνταῦθά τε τῇ σεβαστοκράτορος Ἰσαακίου ἐντετυχηκὼς θυγατρί, ἣ Βαλδουίνῳ, καθάπερ εἴρηται, τῷ ῥηγὶ ξυνοικήσασα, ἐπειδήπερ ἐκεῖνος ἀποθάνοι καὶ τὰ τῆς ἀρ‐ χῆς ἐπὶ τὸν ἀδελφὸν μεταπέσοι τὸν αὐτοῦ, ἐνταῦθα ἐπὶ Ἄκης κα‐
15θῆστο πόλεως χηρεύουσα· θαμά τε ἐφοίτα παρ’ αὐτὴν ἅτε ξυγ‐ γενῆ καὶ ὁμιλίας τινὰς ἰδιαζούσας ἐποιεῖτο τῇ ἀνθρώπῳ. προβαί‐ νων δὲ καὶ ἐκτόπως ἠράσθη ταύτης ἄθεσμόν τινα καὶ ἀνόσιον ἔρωτα, ἕως ἤδη πλησιάσας αὐτῇ ἀνέλαβέ τε ἐκεῖθεν καὶ ἐπὶ τὴν
τῶν Σαρακηνῶν σὺν αὐτῇ χώραν ἦλθεν, ἐξ ἧς καὶ παῖδας ἐτέκνω‐250

251

σεν ὕστερον. τότε δὲ πολλήν τινα γῆν ὀθνείαν περιελθών, εἶτα καὶ εἰς τὴν ἑῴαν Ἰβήρων ἐμβάλλει χώραν. οὐ πολλῷ δὲ ὕστερον αὖθις ἐπὶ τοὺς Πέρσας ἦλθε σὺν τῇ γυναικί, ὅθεν συχνὰς ἐπὶ τὴν Ῥωμαίων ποιούμενος ἐμβολὰς πολλούς τε ἀνθρώπων ἀνδρα‐
5ποδιζόμενος ὁ κακοδαίμων ἁρπάγματα τοῦ πολέμου Πέρσαις πα‐ ρεῖχε, δι’ ἃ καὶ ἀναθέματι πρὸς τῆς ἐκκλησίας ὑποβέβληται. 2. Ὑπὸ τοῦτον τὸν χρόνον ζήτησίς τις ἐν Βυζαντίῳ ἀμφὶ τῇ Χριστοῦ συνέπεσε δόξῃ ἀπ’ αἰτίας τοιᾶσδε. ἦν τις Δημήτριος, Ῥωμαῖος μὲν γένος Λάμπης δὲ κώμης ὡρμημένος Ἀσιανῆς, παι‐
10δεύσεως τῆς ἐγκυκλίου καὶ μαθημάτων τῶν ἐκτὸς ὀλίγον οἶμαι με‐ τεσχηκώς, δόγμασι δὲ ὡς ἐπίπαν τοῖς θείοις ἐνευκαιρῶν καὶ ἀπέ‐ ραντόν τινα περὶ ταῦτα κατατείνων ἀδολεσχίαν ἀεί. οὗτος πολλά‐ κις περὶ τὴν ἑσπέραν καὶ ἔθνη πρεσβεύσας τὰ Ἰταλικὰ κορύζης με‐ στὸς ἐκεῖθεν ἐπανῄει καὶ ἐτερατεύετο ἄλλα τε πολλὰ καὶ δὴ καὶ
15τὴν θεοῦ φύσιν οὐδέποτε ἀνίει πολυπραγμονῶν, πρᾶγμα οὐδενὶ ἄλλῳ ὅτι μὴ διδασκάλοις καὶ τῶν ἱερέων ἐφειμένον τοῖς προὔχου‐ σιν, ἤδη δὲ καὶ βασιλεῦσι διὰ τὸ ἀξίωμα ἴσως. τότε δὲ ἐκ τῆς χώρας ἀναζεύξας Ἀλαμανῶν διαφανῶς ἑτεροφρονεῖν τὰ τῇδε διε‐ τείνετο ἔθνη, καί ποτε τῷ βασιλεῖ διομιλούμενος τοιάδε τινὰ συν‐
20εῖρε. πυνθανομένου δὲ τοῦ βασιλέως τίνα ταῦτα εἶεν, ὑπολα‐ βὼν ἐκεῖνος αὐτίκα τὸν πάντα διεξῄει λόγον. εἶχε δὲ οὕτως.
“ἐλάσσω τὸν αὐτὸν καὶ ἴσον τῷ φύσαντι θεῷ λέγειν τολμῶσι.”251

252

βασιλέως δὲ “τί δέ; οὐχὶ καὶ θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπόν φα‐ μεν;” εἰπόντος, ὁ δὲ “ναί,” εἶπεν. “οὐκοῦν” βασιλεὺς ἔφη “ἐν τῷ ἄνθρωπος μὲν τὸ ἧττον, ἐν δὲ τῷ θεὸς τὸ ἴσον ὁμολογοῦ‐ μεν. ταὐτὸ δὲ τοῦτο καὶ τοῦ σωτῆρος ἀκούομεν λέγοντος. φησὶ
5γάρ που· ὁ πατήρ μου μείζων μού ἐστι. καὶ εἰ μὴ θατέρᾳ τοῦτο προσαρμοστέον φύσει (ἀτοπώτατον γάρ), ἀνάγκη λοιπὸν τῇ ἑτέρᾳ τὸν λόγον προσάπτειν. τὸ γὰρ μηδεμιᾷ λέγειν ἀνόητον. ἆρα κα‐ λῶς τοῖς ἀνθρώποις ὁ λόγος ἔχει, ὅσα γε τέως κράτος εἰδέναι τὸ ἡμέτερον.” ὁ δὲ καὶ πάλιν “ἀλλὰ περιφανῶς ἀσεβοῦσιν” ἔλεγε.
10τότε μὲν οὖν ἐν τούτοις τὸν διάλογον ἔλυον· ὀλίγῳ δ’ ὕστερον καὶ βιβλίῳ τὰ δοκοῦντα αὐτῷ Δημήτριος ἐνθέμενος τῷ βασιλεῖ ἐκόμι‐ σεν. ὁ δὲ “εἴ γε” ἔφη “ὑπὸ γῆν αὐτὸ κατακρύψαι δύνατά ἐστιν, αὐτίκα τοῦτο κατάχωσον, ὡς μὴ ἐντεῦθεν ὀλέθρου πολλοῖς πρό‐ ξενος ἔσῃ. ἐμοὶ γὰρ ἀραρότως ἔχειν συμβαίνει τὰ ἐς τὴν θεωρίαν
15ταυτηνί, καὶ οὐκ ἄν τις ῥᾳδίως οἶμαι αὐτῆς με ἕξει παρακινεῖν.” ἀλλ’ ἐκεῖνος ἔτι μᾶλλον θρασὺς ἦν ἰδίᾳ τε καὶ ἐν συλλόγοις αὐτὸ προὔφερεν. ἤδη δὲ καὶ τῶν ἀρχιερέων ἐκοινοῦτο πολλοῖς καὶ τοῖς ἐκ τῆς τῶν Λευιτῶν μερίδος, οὓς διακόνους καλοῦμεν. ἐπεί τε συμφωνοῦντας αὐτῷ πολλοὺς εὕρισκεν, ἔτι μᾶλλον ἀναφανδὰ κατὰ
20τῶν τὸ ἔλαττόν πως πεφρονηκότων ἔπνει καὶ ἐφέρετο· προϊόν τε ἐπὶ μέγα ἤρθη τὸ νεῖκος, καὶ οὐκ ἦν οὐδαμοῦ ὅστις τῷ τότε καὶ
ἐλάλει καὶ ἐζήτει, κἂν ὁποιασοῦν ἐτύγχανε μερίδος ὤν. ὡς οὖν252

253

ταῦτα βασιλεὺς ἔγνω, τὸ μὲν ἐπὶ κοινῆς τεθεικέναι ζητήσεως ὤκνει καὶ ἀνεδύετο, σὺν εὐλαβείᾳ τῷ πράγματι προσφερόμενος. ὁρῶν δὲ σχεδόν τί μοι ἅπαντας ἐς γνώμην τὴν Δημητρίου νεύοντας, ἕνα καθ’ ἕνα, ἤδη δὲ καὶ ξύνδυο καὶ κατὰ πλείους παραλαμβάνων ἐδο‐
5κίμαζε τὰ λεγόμενα, οὕτω τε πολλοὺς αὐτῶν ἐπὶ θατέραν μετή‐ νεγκε δόξαν οὐκ ἔχοντας ἀντιλέγειν οὐδέν. κἂν γὰρ καὶ παιδείας ἄγευστος λογικῆς ἦν, ἀλλὰ φύσεως ὀξύτητι καὶ μεγαλείῳ νοήσεως πάντων καθάπαξ ἐκράτει τῶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις γεγενημέ‐ νων ἀνθρώπων. καὶ οὐκ ἦν ὅστις ἠρνεῖτο ταῦτα, μὴ ὅτι τῶν ἐν
10βασιλέως ἀναστρεφομένων τὰ πολλὰ (ἦ γὰρ ἂν θωπείας ὑπώ‐ πτευσέ τις ἐνταῦθα), ἀλλ’ ἤδη καὶ τῶν ἄλλων ἀγνώστων αὐτῷ· κἄν τι διερμηνεῦσαι προθυμηθείη, σὺν ἐξαισίᾳ τινὶ προμηθείᾳ καὶ σαφηνείᾳ καὶ φράσεως ἁπλότητι τοῦτο διεξῄει· κἂν ὁποίου δή τι‐ νος τῶν φιλοσοφίας ἤρτητο τὸ ζητούμενον εἰδῶν, φυσικῶν ἢ θεο‐
15λογικῶν καὶ καθάπαξ τῶν ἄλλων. ἠσχόλει γὰρ ἑαυτὸν τοῖς τε θείοις καὶ τοῖς ἐκτὸς ἀκροάμασι, πολύν τε ἀμφοτέρων Ἄρεός τε καὶ Ἑρμοῦ λόγον ἐποιεῖτο, καίτοι σχεδὸν πολεμίων ἔργων οὐδένα καιρὸν ἀνιείς. ὁ μὲν οὖν οὕτως δεξιότητι φύσεως, ὅπερ ἐλέγομεν, πολλοὺς τῶν ἐντυγχανόντων ἐς γνώμην μετετίθει τὴν ἑαυτοῦ. τὸ
20γὰρ πρότερον οὐδεὶς ἦν ὅστις οὐχὶ τῆς ἀντικειμένης αὐτῷ μοίρας ἦν, ὅτι μὴ Λουκᾶς ὁ τηνικάδε τοῖς ἐκκλησιαστικοῖς ἐφεστώς, ὃς
καὶ αὐτὸς οὐδαμῆ παρρησιάζεσθαι ἔτι ἐτόλμα, καὶ διακόνων οὐ253

254

πλείους τῶν ἕξ. οἱ δὲ δὴ ἄλλοι ἅπαντες, ὡς ἐκ τῆς ἰδίᾳ τῷ βα‐ σιλεῖ κοινωνίας πολλοὺς τοῦ κατ’ αὐτοὺς ἀπορρέοντας ἑώρων χο‐ ροῦ, οἰηθέντες τῷ διαφόρῳ τῆς νοήσεως καὶ τῷ τῆς γλώττης εὐ‐ στρόφῳ ἐν ταῖς ἰδιαζούσαις τοὺς πολλοὺς αὐτῶν εἰς ἑαυτὸν ἐφέλ‐
5κεσθαι συνουσίαις, ἔστησαν παρ’ ἑαυτοῖς, μηκέτι μηδένα κατὰ μόνας καὶ ἐν παραβύστῳ τῷ βασιλεῖ ἐντεύξεσθαι αὐτῶν. “κἂν γὰρ μὴ νῦν, ἀλλ’ ὀψὲ καὶ μετὰ ἀποβίωσιν ἀναθέματι πάντως ὑποβληθήσεται” ἔλεγον συνελεύσεις ἔς τε ἀλλήλων καὶ δὴ καὶ ὑπερεχόντων τινῶν ποιούμενοι οἰκίας. ὧν οὐδὲν ἔτι συνιδὼν ὁ βα‐
10σιλεὺς Εὐθύμιόν ποτε τῶν Νέων Πατρῶν ἀρχιερέα ἰδίᾳ καλέσας, ἀνεπυνθάνετο τῶν εἰρημένων γυμνάζειν τε σὺν αὐτῷ τὴν δόξαν ἤθελεν. ὁ δὲ μεμυκὼς τὰ χείλη σιγῇ ἵστατο. τοῦ βασιλέως δὲ τὴν αἰτίαν ἐρομένου τῆς σιωπῆς, τὸν πάντα λόγον ὑπολαβὼν ἐκεῖ‐ νος διεξῄει. θυμήνας οὖν ἐπὶ τούτοις, καίτοι οὐ πρότερον εἰθι‐
15σμένον αὐτῷ τοῦτο (ὅ,τι γὰρ ἂν πράττοι σὺν εὐσταθείᾳ καὶ ἀκρο‐ χολίας ἔπραττεν ἔξω), ἠπείλησε κατὰ κρημνοῦ τοῦτον ὠθήσειν, εἴ γε αὐτοὶ τὴν ὑγιᾶ περὶ θεοῦ διαστρέφοντες δόξαν αὐτῷ ταῦτα ἐπικαλοῦσιν. “ἀλλ’ ἵνα” ἔφη μεταβαλών “γνώσεσθε πρῶτον οἵ‐ τινες ὄντες καὶ ὅπως ποτὲ περὶ θεοῦ φρονοῦντες σκώμματά τε
20ἐπιρριπτεῖτε κἀμοί (ἀνέχομαι δὲ ὑβριζόμενος, ὡς μὴ δόξαν ὀρθὴν αὐθεκάστῳ διαβάλλοιμι πράξει. αἱ γὰρ πρὸς τὰ φαῦλα τῶν ἀγα‐
θῶν ἔργων ὁμοιότητες ἱκαναὶ καὶ τὰς γνώμας ταυτίζειν, ἐξ ὧν254

255

ἑκάτερα προέρχονται), ἀνθοπλίσασθε τοίνυν ὅπως μοι μόνῳ τῶν ἁπάντων ἀπεναντίας ὑμῖν ἥξοντι συμπλακήσεσθαι λοιπὸν δυνη‐ θῆτε, οὐ βίᾳ χειρῶν, ἀλλ’ ἐνεργείᾳ λόγων. μισεῖται γάρ μοι νι‐ κᾶν ἡττωμένῳ, καὶ μάρτυς ἡ πρᾶξις ἥδε. σαφέστατα γὰρ περιυ‐
5βρισμένος, ὥσπερ ὁρᾷς, ἐπέχω τὴν ἄμυναν· καίτοι ἔδει μὴ ἐν γωνίαις ὑμᾶς ταῦτα διασύρειν. τίς γὰρ ὑμᾶς καὶ ἐβιάσατο; ἢ τίς τὴν παρρησίαν ἀφεῖλε; πότε μοι πρὸ τοῦ βήματος ἀπεώσθητε λέ‐ γοντες; τί κερδανῶ αὐτός, δόξῃ παρίσταμαι ἀλλοκότῳ; ἆρα ὡς μὴ τὴν περὶ λόγους μοι δόξαν αἰσχυνῶ, ὅπερ ἤδη πολλοὶ τῶν καθ’
10ὑμᾶς ἔπαθον (καὶ μὴν οὐδέποτε τηλικαῦτα ἐπήγγελμαι) λείπεται πάντως, ἵνα μὴ περὶ θείου δόξαν καταπροδῶ. εἰ δέ τις μεταδι‐ δάξαι με σχοίη τὴν γνώμην, συμφώνως γραφαῖς λαλῶν ταῖς ἱε‐ ραῖς, οὐδεμία μοι πάντως αἰσχύνη ἐπ’ ἐκεῖνα μεταθέσθαι· ἓν δὲ μόνον τοῦτο τετηρήσθω, ἀνύβριστος θεός. ὑπὲρ τούτου γὰρ μυ‐
15ριάκις αὐτὸς ὑβριζόμενος ὑπενέγκω. “ταῦτα μὲν τῇδε ἐχώρησαν, ἡμερῶν δὲ ὀλίγων ὕστερον βίβλους τε, ὅσαι τε περὶ τούτων τρα‐ νοῦσιν, ἐκόμιζε συχνὰς κἀπὶ κοινοτέρας τὸ πρᾶγμα προὐτίθει ζη‐ τήσεως. ὑπέρρεον οὖν ἑκάστοτε συχνοὶ τῆς ἀντιθέτου μοίρας, ἕως ἅπαντες ἅμα πατριάρχαις τοῖς ἄλλοις ὡμοφρόνησάν τε καὶ τὸν
20βασιλέα τῆς τῶν γραφῶν μᾶλλον ξυνιέναι ὡμολόγουν διανοίας. τῷ γε μὴν Λουκᾷ ἐχαλέπαινόν τε περιφανῶς καὶ σκώμματα προσ‐
ῆγον, δι’ ἃ τοῦ θρόνου κατασπᾶν ἐπεβοῶντο τὸν ἄνθρωπον, πάνυ255

256

ἀμαθῶς τοῖς πράγμασιν ἐφιστάνειν εἰδότες. τῆς Λουκᾶ γὰρ ἡτ‐ τῆσθαι ὁμολογήσαντες γνώμης, ὅτι καὶ τῆς βασιλέως πολλῷ πρό‐ τερον, ἁλώσιμοί τε αὐτοῖς ἐς τὴν θρησκείαν γεγονότες, οἱ δὲ ἐγ‐ κλημάτων ἑτέρων ἐγράφοντο τοῦτον. ἐφ’ οἷς οἶμαι καὶ βασιλεὺς
5αὐτῶν καταγνοὺς σὺν ἐπιπαθεῖ τινι λογισμῷ τῷ Λουκᾷ ἐπιφυομέ‐ νων “ἀλλὰ τοῦτο μὲν” ἔφη “τέως ἀποκείσθω” ὁπηνίκα δὲ τέλος ἕξει τὸ τῶν παρόντων, βασανισθήσεται καὶ ταῦτα, καὶ τέλος αὐ‐ τοῖς ἐπιθήσομεν τὸ προσῆκον” ἐφ’ οἷς ἀποκρουσθέντες ἐκύρουν ἤδη τὰ δεδογμένα. βασιλεὺς δὲ ὑπεσημήνατο τούτοις· καὶ τὸ λοι‐
10πὸν λίθοις ἐγκολαψάμενοι τὴν γραφὴν ἐπὶ τοῦ Σοφίας ἱεροῦ ἀρι‐ στερᾷ εἰσιόντι φέροντες ἔστησαν. καὶ τέλος ἤδη εὕρατο τὰ τῆς ζητήσεως. ἐγὼ δ’ ἐκεῖνο περὶ τῶν τοιούτων ἀεὶ φρονῶν διατετέ‐ λεκα, ὅτι δὴ φύσιν θεοῦ πολυπραγμονεῖν ἀνθρώπῳ γε ὄντι οὔκουν ἀνέγκλητον. ὅ γε μὴν θαυμάζειν ἔχω τῷ αὐτοκράτορι τούτῳ αὐ‐
15τίκα μοι λελέξεται. συζητοῦντί ποτε περὶ τούτων αὐτῷ (ἐπὶ ἓξ καὶ γὰρ ἐνιαυτῶν παρετέτατο κύκλους τὰ τῆς ἀμφισβητήσεως) τῶν τις περὶ τὴν βασιλικὴν ἀμφιπονουμένων ἐγένετο ἑστίαν, ἀγγέλλων οὖν αὐτῷ ἡσυχῇ, ἠμβλωκέναι τὴν βασιλίδα, εἶτα καὶ ὅτι ἄρρεν. ὁ δὲ οὐδ’ ὅσον ἐν σχήματι τὸ πάθος ἐπιδειξάμενος καθῆστο προσ‐
20ανέχων τοῖς λεγομένοις. ἐπεὶ δὲ τέλος ἤδη εἶχε τὰ τῆς τηνικάδε ζητήσεως, ὄρθιος ἀναστὰς ῥιπτεῖ παρὰ τοὺς τῶν ἱερέων πόδας ἑαυτόν, καὶ “ἄρτι μοι” ἔφη “πατέρες ἱεροί, λόγος ἐκ τῆς γυ‐ ναικονίτιδος ἦλθεν, ἐκτετρῶσθαι παῖδά μοι λέγων ἄρρενα, μεγί‐
στην ἐλπίδα ἔμοιγε. ἀλλ’ αἰτοῦμαι δὴ τὴν ὑμετέραν ἁγιότητα,256

257

πέμψατέ τινα πρὸς θεὸν ἱκετηρίαν, πέμψατε ἀντιβολῶ. κἂν μὲν οὐκ ὀρθῶς ἔγωγε περὶ τοῦτον δὴ τὸν ἱερὸν ἐκονισάμην ἀγῶνα, μη‐ κέτι μηδ’ εἰσέπειτά μοι τελεσφορηθείη σπέρμα γένους ἑκατέρου μη‐ δέν, μηδ’ ὀναίμην ἐλπίδων τῶν ἐμαυτοῦ, εἰ δ’ ἀρεστὰ θεῷ τὰ
5τῆς ἐμῆς γνώμης ἐστίν, οὐκ εἰς μακράν μοι τὴν ἐλπίδα παρέξοιτο ταύτην.” ὁ μὲν τοσαῦτα εἰπὼν ἀνίστατο γῆθεν, οἱ δὲ ἐς γόνυ κλιθεὶς ἕκαστος σὺν δάκρυσι θεὸν ἐπεκάλουν. τότε μὲν οὖν ἐπὶ τοιούτοις ἀπηλλάγησαν. οὔπω δὲ χρόνος ἐξῆκε συχνός, καὶ τε‐ κνοῖ παῖδα βασιλεύς, γλύμμα Χαρίτων, φύσεως ἄνθος. ἀλλὰ
10τοῦτον μὲν ὁποῖός τις ἐστὶν ἰδεῖν ὁ λόγος ἐν δέοντι διαγράψει μοι, τὰ δὲ τῶν ἀγώνων ἐκείνων ἐν τούτοις ἐτελεύτα. Λουκᾶς δέ, ἐπειδὴ μηδὲν ὅ,τι καὶ λόγου ἄξιον πρὸς τῶν κατηγορούντων αὐτῷ προσε‐ τρίβετο, ἐπὶ τοῦ θρόνου ἔμεινεν αὖθις. Ἰωάννης δὲ ὁ τὴν Κερ‐ κυραίων λαχὼν καὶ μοναχῶν τις, ὃν ἐπεκάλουν Εἰρηνικόν, τῇ
15προτέρᾳ ἐπιμείναντες δόξῃ ἀναθέματι ὑποβέβληντο, ἄλλοι τε ἑξῆς τῶν ἐκκλησιαστικῶν ἐξωστρακίσθησαν καταλόγων. 3. Ὁ δὲ τῶν Οὔννων ῥὴξ τὰ καθεστῶτα πάλιν κινήσας Διονύσιόν τινα τῶν παρ’ αὐτῷ ἐπιφανῶν, ἄνδρα πολέμων πολ‐ λῶν ἔμπειρον, στρατεύματι μεγάλῳ Σιρμίου καὶ πάλιν ἀντιποιη‐
20θῆναι ἔπεμψεν. ὃ πυθόμενοι οἱ τῶν Ῥωμαίων στρατηγοὶ βου‐ λευτέα σφίσι περὶ τούτου ἐποίουν. προὔβαινε μὲν τὰ τῆς βου‐ λῆς, οὐκ ἐπὶ τὸ Ῥωμαίοις ξυνοῖσον, ὁρώντων τῶν βουλευτῶν,
ἀλλ’ ὡς ἄν τις παραλογίσαιτο τὸν ἕτερον, μάλιστα μέντοι ἄμφω257

258

τὼ Μιχαήλ, ὅς τε Γαβρᾶς ἐπεκέκλητο δοὺξ τῆς τῇδε χώρας τελῶν, καὶ ὁ Βρανᾶς στρατεύματος ἰδίᾳ κατάρχων καὶ αὐτός, ἀμφοτέρω μὲν πολεμικωτάτω, ἀλλ’ ὁ Βρανᾶς ἐκράτει μᾶλλον. βουλευομένοις τοίνυν ἐπειδήπερ ἐδόκει νύκτωρ ἐπιθέσθαι Διονυ‐
5σίῳ, ἄραντες πανστρατεὶ πρόσω ἐχώρουν. γεγονότες δ’ ἔνθα Διονύσιον στρατοπεδεύεσθαι συνέβαινεν, ἐπειδὴ παντάπασιν ἀν‐ δρῶν ἔρημον τὸ στρατόπεδον εὗρον, ὑποδειλιᾶν ἤρξαντο. ἱκανὸν γὰρ εἴπερ τι χῶρος ἔρημος καὶ ἀήθης διατριβὴ ψυχὴν ἐπὶ πολε‐ μίας κατασεῖσαι στρατιωτικήν. ἰχνοσκοποῦντες δ’ ὅμως ἐπο‐
10ρεύοντο, καὶ τάχα ἄν τι καὶ ἔπραξαν, εἴ γε πρωιαίτερον τοῖς Οὔννοις ἐπέθεντο. τότε δὲ ἐπεὶ ἡμέρα ἤδη διαφανῶς ἦν, αἰσθό‐ μενοι Οὔννοι τούς τε ἵππους εἰσελαύνειν ἐπὶ τὸ στρατόπεδον ἤρ‐ ξαντο (ἐτύγχανον γὰρ ἐπὶ νομὴν ἀναθέντες) καὶ τοῖς πρὸ τῶν σκηνῶν ἐξ ἔθους ἀεὶ ἑστῶσιν ἐπιβαίνοντες φαλαγγηδὸν ἐτάττοντο,
15Ῥωμαίους τε σὺν ἀκοσμίᾳ πολλῇ φερομένους ἰδόντες (τοῖς γὰρ τὴν ἵππον ἐλαύνουσιν ἐπιθέμενοι Οὔννοις οἱ πλείους ἐσκεδάσθη‐ σαν) ἐπήλασάν τε αὐτοῖς καὶ τρεψάμενοι εἰς τοὺς κατόπιν ἰόν‐ τας τῆς Ῥωμαϊκῆς φάλαγγος συνελάσαι ἴσχυσαν. ἐφ’ οἷς συν‐ ταραχθέντες ἐκεῖνοι ἐς ὑπαγωγὴν ἔκλιναν. καὶ τὸ λοιπὸν ἀνὰ
20κράτος Ῥωμαῖοι ἔφευγον, οἰηθέντες πολλῷ πλείονα τῆς ὁρωμέ‐ νης ἐπιθέσθαι σφίσι στρατιᾶς. τὴν γὰρ τοῦ ἀληθοῦς γνῶσίν τε καὶ διάκρισιν κομιδῇ ὀλίγοις ἀνθρώπων ἐν τοῖς τοιούτοις ἔστιν
εὑρεῖν. ὅθεν καὶ ταχὺ πάντων ἀπαγορευσάντων μέχρι μέν τι‐258

259

νος ἕστατον ἀμφοτέρω τὼ στρατηγὼ σὺν τοῖς σημείοις καὶ ὀλί‐ γοις τῶν ἀμφ’ αὐτούς, οἰομένω ἐπισυστήσασθαι αὖ Ῥωμαίων τινάς· ὡς δὲ οὐδεὶς οὐδαμόθεν συνίστατο τούτοις, νῶτα λοιπὸν ἔδοσαν καὶ αὐτοί. ἀλλ’ ὁ μὲν Βρανᾶς μεταξὺ ἐπιστραφεὶς τῶν
5τινα πολεμίων δόρατι ἔπαισεν, ἅτερος δὲ ἀπῄει. ὅτε δὴ κατα‐ φανῶς ἔγνωστο τὰ τῆς ἐν βουλῇ πρότερον αὐτοῖς διαφορᾶς. ὁ γάρ τοι Βρανᾶς ἐπειδὴ φεύγοντι αὖθις συνέμιξε τῷ Γαβρᾷ, ἐπιτωθάζων μάλα καὶ ἐνδιάθρυπτος “ἆρα” ἔφη “συνεβάλου με, ὦ σεβαστέ, ὅπως ἐσαῦθις τοῖς πολεμίοις ἀντεκατέστην, ἀπὸ δό‐
10ρατός τε αὐτοῖς προσηνέχθην;” τοῦ δὲ καταφήσαντος, “ἀλλ’ ἔγωγε” εἶπεν “οὐ μὰ τὴν βασιλέως εἶδόν σε κεφαλὴν ὅτι μὴ ἀπιόντα.” οὕτως οἱ νῦν Ῥωμαῖοι οὐκ ἐπὶ τῷ κοινῇ συμφέροντι οὐδὲν πεπραγμάτευται ἕκαστος, ἀλλ’ ὡς ἄν τις αὐτὸς καλὸς καὶ ἀγαθὸς εἶναι δόξῃ, πάντα ἀναδέχεται πόνον. Οὖννοι δὲ κατὰ
15νώτου διώξαντες οὐ σφόδρα πολλοὺς Ῥωμαίων ἔκτειναν, εἷλον δὲ καὶ οὐ συχνούς. δειλίᾳ γὰρ ἔτι πολλῇ εἴχοντο. τεκμηριώ‐ σαιτο δ’ ἄν τις ἐντεῦθεν. τῶν γάρ τις ἐκ πεζικῶν καταλόγων φυγὰς ἄχρι καὶ ἐπὶ Ζεύγμην ἦλθε, πρὸς οὐδενὸς Ῥωμαίων κα‐ ταληφθείς. οὕτω σχολῇ τὴν ὁδὸν ἐποιοῦντο. ὅτε δὴ πρὸς ὄγκον
20ἐπᾶραι τὸ πραχθὲν ἐννοησάμενος Διονύσιος ὀλίγα τῶν πεπτω‐ κότων συναγαγὼν σώματα χοῦν ἐπ’ αὐτὰ ὅτι πλεῖστον ἤγειρε, τῷ τοῦ χώματος μεγέθει καὶ τὰ νεκριμαῖα συμμετρεῖσθαι δια‐
νοηθείς. ταῦτα μὲν οὖν οὕτω συνηνέχθη γενέσθαι, βασιλεὺς δὲ259

260

ἐσφάδαζε μὲν διὰ ταῦτα καὶ ἤθελεν αὐτὸς καὶ πάλιν ἐπὶ Οὐννι‐ κῆς ἰέναι, ἐπίδειξιν δὲ μᾶλλον τῆς Ῥωμαίων ἰσχύος ποιεῖσθαι θέλων αὐτοῖς, τοιάδε τινὰ ἐνενόει. Ἀλέξιον μέν, ᾧ τὴν θυγα‐ τέρα ἠγγύα, στρατεύμασιν ἅμα πολλοῖς, ὧν Ἀλέξιος ἦρχεν ὃς
5πρωτοστράτωρ ἐτύγχανεν ὤν, ἐπὶ τὸν Ἴστρον ἔπεμπε δόκησιν ἐμ‐ ποιήσοντα Οὔννοις ὡς ἐκ τῶν συνήθων καὶ πάλιν αὐτοῖς ἐπιτε‐ θήσεται χωρίων, Λέοντα δέ τινα Βατάτζην ἐπίκλησιν ἑτέρωθεν στράτευμα ἐπαγόμενον ἄλλο τε συχνὸν καὶ δὴ καὶ Βλάχων πο‐ λὺν ὅμιλον, οἳ τῶν ἐξ Ἰταλίας ἄποικοι πάλαι εἶναι λέγονται, ἐκ
10τῶν πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ χωρίων ἐμβαλεῖν ἐκέ‐ λευεν εἰς τὴν Οὐννικήν, ὅθεν οὐδεὶς οὐδέποτε τοῦ παντὸς αἰῶ‐ νος ἐπέδραμε τούτοις. Ἀλέξιος μὲν οὖν καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ἐπὶ τοῦ Ἴστρου γεγονότες δέος ὑπέτεινον Οὔννοις ὡς ἐκεῖθεν αὐτίκα περαιωσόμενοι, ὁ Βατάτζης δὲ ὅθεν εἴρηται προσ‐
15βαλὼν ἔκειρέ τε ἀφειδῶς πάντα καὶ ξυνεπάτει τὰ παραπίπτοντα. ἀνθρώπων τε οὖν πολὺν εἴργαστο φόνον καὶ ἀνδραποδισμὸν οὐκ ἐλάσσω πεποίητο. πρὸς δὲ καὶ ζώων ἀγέλας ἵππων τε καὶ ἄλ‐ λων παντοδαπῶν ἐκεῖθεν ἐλάσας ἐπὶ βασιλέα ἦλθεν. ὁ δὲ καὶ δευτέραν ἐπιθεῖναι σφίσι θέλων πληγὴν στράτευμα καὶ πάλιν
20ἐπ’ αὐτοὺς ἔπεμψεν ἐπιστείλας ἄνωθέν ποθεν ἐς τοὺς προσοι‐ κοῦντας τὴν Ταυροσκυθικὴν ἐμβαλεῖν Οὔννους. ἡγοῦντό τε τοῦ στρατεύματος τούτου Ἀνδρόνικός τε ὁ Λαμπαρδᾶς καὶ Νικη‐ φόρος ὁ Πετραλοίφας ἄλλοι τε ἱκανοί. πᾶσι μέντοι ἐφίστατο
Ἰωάννης, οὗ πολλάκις ἤδη ἐμνήσθην, ὁ Δούκας· οἳ καὶ οὐκ260

261

εἰς μακρὰν δολιχούς τινας καὶ δυσεμβόλους διαμείψαντες χώρους ἀνθρώπων τε παντάπασιν ἔρημον διελθόντες γῆν ἐμβάλλουσι τῇ Οὐννικῇ, κώμαις τε πολυανθρωποτάταις ἄγαν ἐντετυχηκότες πολ‐ λαῖς μέγα τέ τι λαφύρων περιεβάλλοντο χρῆμα καὶ ἀνθρώπων
5πολλοὺς ἔκτειναν, πλείστους δὲ καὶ ἠνδραποδίσαντο. μέλλοντές τε ἤδη ἐκεῖθεν ἀπαίρειν σταυρὸν χαλκοῦ πεποιημένον ἐνταῦθα ἀναστήσαντες τοιάδε τινὰ ἔγραψαν.
Ἐνθάδε Παννονίης ποτὲ ἄκριτα φῦλα γενέθλης
Δεινὸς Ἄρης καὶ χεὶρ ἔκτανεν Αὐσονίων.
10
Ῥώμης ὁππότε κλεινῆς δῖος ἄνασσε Μανουήλ,
Κομνηνῶν κρατόρων εὖχος ἀριστονόων. 4. Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, Ἐρρίκος Ὀστριχίων δοὺξ σὺν τῇ γυναικὶ Θεοδώρᾳ τῇ βασιλέως ἀδελφιδῇ ἐπὶ Σαρδικὴν ἦλθε, Φρεδερίκον τε τὸν Ἀλαμανῶν ῥῆγα τῷ βασιλεῖ διαλλάξων καὶ
15πολέμων ἐκεχειρίαν Οὔννοις ἐξαιτησόμενος. Φρεδερίκος γάρ, ὡς ἐν τοῖς ἔξωθέν μοι δεδιήγηται λόγοις, βασιλέως ἀντιπράττοντος αὐτῷ, τήν τε Ῥώμης ἀρχὴν παρὰ μικρὸν ἀφῃρῆσθαι ἦλθεν, ἐς τὸ πάλαι ἔθος ἀνακεχωρηκέναι τοῦ ἐν Ῥώμῃ ἀρχιερέως συνομο‐ λογήσαντος, καὶ ἄλλα τῶν οὐ κατὰ γνώμην ὑπέστη πολλά, τῶν
20τῇδε ἐθνῶν ἐκπεπολεμωμένων αὐτῷ ταῖς ἐκ βασιλέως συνωθή‐ σεσι. δι’ ἃ καὶ ὀλίγῳ μὲν πρότερον, ὁπηνίκα ἔτι ἐν κακοῖς ἦν,
ὑποποιεῖσθαι τὸν βασιλέα θέλων, πέμψας φίλια διελέξατο κατὰ261

262

Οὔννων τε ὥσπερ εἴρηται συνάρασθαι αὐτῷ ὡμολόγει. ἐπεὶ δὲ τὰ ἀμφὶ τῇ Ῥώμης ἀρχῇ τῷ πάπᾳ διωμολογημένα ἀνατετράφθαι ξυνέβη, ἅτε δὴ βασιλέως μὲν ἐπὶ Βυζάντιον τὴν Ῥώμης καὶ αὖ‐ θις μεῖναι ἰσχυριζομένου βασιλείαν, τοῦ δὲ πάπα τοῦτο μὲν οὐ
5καταδεχομένου ἐν Ῥώμῃ δὲ βασιλεύειν αὐτὸν ἀξιοῦντος, διὰ ταῦτα ἀναθαρσήσας Φρεδερίκος αὖθις τὴν δυσμένειαν ἐξεδείκνυ, εἰς γῆν τε τὴν Ῥωμαίων εἰσβαλεῖν διανοούμενος βαρβαρικῇ τινι ἀπονοίᾳ ἤδη καὶ διαμερίζειν αὐτὴν τοῖς περὶ αὐτὸν ἤρξατο. ἐπεὶ δὲ τοῦ βασιλέως ἀντιπραττομένου ἐπινοίαις ἑτέραις ἄπρακτος ἦν,
10ἐπὶ τὴν δι’ Ἐρρίκου τούτου καὶ Βλαδιγράτζου ἐπεῖδε πρεσβείαν, μηχανώμενος ὅπως ἂν ἐν φιλίας προσχήματι ἀποσχέσθαι τῶν κατ’ αὐτοῦ ἐγχειρουμένων ἀναπείσας τὸν βασιλέα αὐτὸς οὕτω ἐς τὸν κατὰ Ῥωμαίων εὐχερῶς ἀποδύσηται πόλεμον. ἀλλὰ βασι‐ λεὺς ταῦτα ἐννοησάμενος Ἐρρίκον μὲν σὺν εὐμενείᾳ εἶδεν ἄνεσίν
15τε πολέμου Οὔννοις αἰτησαμένῳ ἐπένευσε, τῶν δὲ ἀμφὶ τῷ Φρε‐ δερίκῳ πέρατι δέδωκεν οὐδέν. ἀλλὰ Ἐρρίκος ἐπὶ οἴκου ἀναχω‐ ρῶν, ἐπειδήπερ ἐν Παιονίᾳ ἐγένετο, Στέφανον ἀναπείθει τὴν Ταυροσκυθίδα διωσάμενον κόρην θυγατέρα τὴν αὐτοῦ ἀγαγέ‐ σθαι. γέγονε δὴ ταῦτα· καὶ Οὖννοι οὐ πολλῷ ὕστερον Δαλ‐
20ματίαν αὖθις ἀφελέσθαι διενοήθησαν. ἄλλα τε οὖν στρατεύ‐ ματα παρ’ αὐτὴν ἦλθον καὶ ὁ παρ’ αὐτοῖς τὴν ζουπάνου ἔχων
ἀρχὴν (βούλεται δὲ τοῦτο τὸν μετὰ τὸν ῥῆγα παρὰ τῷ ἔθνει δε‐262

263

δυνημένον) ἀλλὰ πολέμῳ μὲν τῶν τῇδε περιγενέσθαι οὐδαμῆ ἴσχυ‐ σαν, τὸν Χαλούφην δὲ ὑπὸ χερσὶ θέμενοι ἀνεχώρησαν. ὅπως γε μὴν Νικηφόρῳ τοῦτο συνέβη, αὐτίκα μοι λελέξεται. οὗτος στράτευμα Οὐννικὸν ἐπὶ χώρας γενέσθαι πυθόμενος, ὀλίγους τῆς
5περὶ αὐτὸν ἐπιθέμενος στρατιᾶς ἐξῄει τοῦ Σπαλαθᾶ. ἐν ᾧ δὲ τὴν πορείαν ἐτίθετο, οἱ πλείους τῶν αὐτῷ ἑπομένων κατ’ ὀλί‐ γους ἀπορρέοντες ἀεὶ εὐχείρωτον τοῖς πολεμίοις τὸν ἄνθρωπον ἔθεντο. περιστάντες οὖν αὐτὸν ἔργα χειρὸς ἐργασάμενον ἁδρᾶς αἰχμάλωτον ἔσχον.
10 5. Ὁ βασιλεὺς δὲ τούτων ἀκούσας ἐς Βυζάντιον ἦλθεν, ἔαρος σὺν μείζονι ἄλλῃ παρασκευῇ κατ’ αὐτῶν ἀφικέσθαι δια‐ νοούμενος. οὐ μέντοι καὶ ἠδυνήθη περὶ τὴν στρατευσίμην ἐν‐ ταῦθα παραγενέσθαι ὥραν, τύχης ἐμποδὼν αὐτῷ χωρησάσης τι‐ νός, ἥτις ὁποία ποτὲ ἦν ὁ λόγος δηλώσει. ἐξῆκε μὲν ὁ χει‐
15μών, ἀνακεκαθαρμένου δὲ τοῦ ἀχλυώδους ἐπί τι σωφρονικὸν καθίει γυμνάσιον ἑαυτὸν εἰθισμένον ὂν βασιλεῦσι καὶ παισὶ βα‐ σιλέων ἀνέκαθεν. ἔστι δὲ τὸ τοιοῦτον. νεανίαι τινὲς εἰς ἴσα διαιρεθέντες ἀλλήλοις σφαῖραν σκύτους μὲν πεποιημένην μήλῳ δὲ παρεμφερῆ τὸ μέγεθος εἰς χῶρόν τινα ὕπτιον ἀφιᾶσιν, ὃς ἂν
20δηλαδὴ συμμετρησαμένοις αὐτοῖς δόξῃ, ἐπ’ αὐτήν τε οἷόν τι ἆθλον ἐν μεταιχμίῳ κειμένην ἀπὸ ῥυτῆρος ἀντιθέουσιν ἀλλήλοις, ῥάβδον ἐνδέξια χειριζόμενος ἕκαστος συμμέτρως μὲν ἐπιμήκη εἰς
δὲ καμπήν τινα πλατεῖαν ἄφνω τελευτῶσαν, ἧς τὸ μέσον χορ‐263

264

δαῖς τισι χρόνῳ μὲν αὐανθείσαις, ἀλλήλαις δὲ δικτυωτόν τινα ξυμπεπλεγμέναις διαλαμβάνεται τρόπον. σπουδὴν μέντοι ἑκά‐ τερον πεποίηται μέρος ὅπως ἂν ἐπὶ θάτερον προτερήσαντες με‐ ταγάγωσι πέρας, ὃ δηλονότι ἀρχῆθεν αὐτοῖς ἀποδέδασται. ἐπει‐
5δὰν γὰρ ταῖς ῥάβδοις εἰς ὁποτερονοῦν ἐπειγόμενος ὁ σφαῖρος ἀφίκηται πέρας, τοῦτο ἡ νίκη ἐκείνῳ τῷ μέρει γίνεται. ἡ μὲν παιδιὰ τοιάδε τίς ἐστιν, ὀλισθηρὰ πάντη καὶ κινδυνώδης. ὑπτιά‐ ζειν τε γὰρ ἀεὶ καὶ ἰσχιάζειν ἀνάγκη τὸν ταύτην μετιόντα, ἐν κύκλῳ τε τὸν ἵππον περιελίσσειν καὶ παντοδαποὺς ποιεῖσθαι τοὺς
10δρόμους τοσούτοις τε κινήσεων ὑπενηνέχθαι εἴδεσιν, ὅσοις δήπου καὶ τὴν σφαῖραν ξυμβαίνει. ἡ μὲν δὴ παιδιὰ τοιάδε τίς ἐστι. τῷ δὲ βασιλεῖ δαιμονίως περὶ ταύτην στρεφομένῳ πάνσωμον εἰς γῆν ἐνεχθῆναι συνέβη τὸν ἵππον. ὁ δὲ νέρθεν ὑπενεχθεὶς ἔκαμνε μὲν καὶ πολλὰ ἐβιάζετο τοῦ πτώματος ἀνανεῦσαι, οὐκ ἔχων δ’
15ὅπως τὸν ἵππον διωθήσαιτο ὁλόσωμον, ὥσπερ ἔφην, αὐτοῦ κα‐ τενηνεγμένον, μηρόν τε καὶ χεῖρα τῇ ἐκ τῆς ἐφεστρίδος ἐπιλήψει διετέθη κακῶς. οὕτω μέντοι μεγαλοψύχως ἤνεγκεν, ὡς καίτοι καιριώτατα πεπονθὼς ἀναστῆναί τε ταχέως, πολλῶν ἤδη περι‐ στάντων αὐτόν, καὶ τὸν ἵππον αὖθις ἀναθορεῖν διαύλους τέ τι‐
20νας σχολῇ ποιεῖσθαι ἐφ’ ἱκανόν, ἕως ἤδη σφοδροτέρων αἰσθό‐ μενος τῶν ὀδυνῶν ἐπὶ τὴν κλίνην ἦλθε. τὸ δ’ ἐντεῦθεν οὕτω δὴ τοῦ πάθους ἥττητο, ὡς ἐκ τῆς περιχεθείσης αὐτὸν τότε ἀθυ‐ μίας τῇ ὑστεραίᾳ μηδεμίαν τῶν τότε λελαλημένων ἢ πεπραγμέ‐
νων μνήμην ἴσχειν τινά. τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο, ὁ δὲ264

265

δυεῖν ὕστερον ἡμέραιν ῥᾴων γεγονὼς ἐπὶ Ἀπάμειαν ἐφέρετο. οἷα δὲ εἰκὸς συντάσεως ἐκ τῆς ὁδοιπορίας γεγενημένης τινὸς ὄγκος αὖθις ἀνέβη καὶ ὀδύναι τοῦτον ἐκέντουν συχναί. καὶ δὴ ἀμφὶ πόλει Σηλυβρίᾳ τὰς πασχαλίους διαγαγών, ἐπειδήπερ ᾔσθετο ἐν
5καλλίονι γεγονώς, ἐπὶ τὴν Φιλίππου ἐφέρετο. ἔνθα δὴ πρέσβεσι χρηματίσας ἐκ Παιόνων ἀφικομένοις, ἐπειδὴ μηδὲν ὑγιὲς αὐτοὺς ἀπαγγέλλειν ἔγνω, ἐκεχειρίαν δὲ μόνον καὶ ἀνοχήν τινα τοῦ πο‐ λέμου ἐκ παντὸς τρόπου πειρῶντας λαβεῖν, αὐτοὺς μὲν ἀπρά‐ κτους ἀπεπέμψατο, συνεκπέμψας αὐτοῖς καὶ Ῥωμαίων τινά, ἐφ’
10ᾧ τόν τε Χαλούφην αἰτήσαιτο καί, εἰ μὴ τοῖς δεδογμένοις ἀγα‐ πῷεν αὐτίκα, καὶ πάλιν ἀπειλήσαι βασιλέα καὶ τὸν Ῥωμαίων στρατὸν ὄψεσθαι. ὁ δὲ ἐπὶ Σαρδικῆς γεγονὼς ἐνταῦθα τὰς δυ‐ νάμεις ἤθροισεν. 6. Ἔνθα διατριβὴν ποιουμένου συνέπεσέ τι τοιοῦτον.
15Ἀλέξιος, ὃς τὴν πρωτοστράτορος τότε, ὡς πολλάκις μοι ἐρρή‐ θη, διεῖπεν ἀρχήν, ἐκ πολλοῦ μὲν ἀποστασίαν ὤδινε, τότε δὲ καταφανὴς γεγονὼς τὴν τρίχα ἐκάρη καὶ ἐς τοὺς μοναχοὺς μετα‐ θέμενος ἐπί τι τῶν ὀρεστέρων ἀπήχθη σεμνείων, ἅπερ ἐπὶ Στρυ‐ μόνος ἐν ὄρει Παπικίῳ ἵδρυνται πλεῖστα. ἔνθα ἐφ’ ἱκανὸν δια‐
20γαγὼν ἀπεβίω. ἀλλ’ ὅθεν τε καὶ ἀπ’ αἰτίας τίνος ἐς τοῦτο τύχης ὁ ἄνθρωπος ἦλθεν, ἤδη λέγωμεν. οὗτος ὁπηνίκα τὴν ἐπὶ Κιλικίας ἐστέλλετο πρότερον, αὐτοκράτωρ τοῦ πολέμου ἐκείνου
πρὸς βασιλέως ἀναδειχθείς, ἐπίτηδες ἐς Ἰκόνιον συγγεγονὼς τῷ265

266

σουλτὰν εἴς τε φιλίαν αὐτὸν ὑπηγάγετο καὶ τῶν εἰς τυραννίδα τεινόντων διελέξατο τούτῳ πολλά, γράμματά τε τὰ μὲν λαβὼν παρ’ αὐτοῦ τὰ δ’ ἀντιδοὺς ἐν οἷς τὰ δεδογμένα σφίσιν ἐγέγραπτο, τότε μὲν ἐπὶ Κιλικίαν ἦλθε, χρόνῳ δὲ ὕστερον ἐς Βυζάντιον
5ἐπανιών, ἐπειδή ποτε γραφαῖς ἐπαγλαΐσαι τῶν προαστείων αὐτῷ δωματίων ἠβουλήθη τινά, οὔτε τινὰς Ἑλληνίους παλαιοτέρας ἐνέθετο πράξεις αὐτοῖς, οὔτε μὴν τὰ βασιλέως, ὁποῖα καὶ μᾶλ‐ λον τοῖς ἐν ἀρχαῖς εἴθισται, διεξῆλθεν ἔργα, ὅσα ἔν τε πολέ‐ μοις καὶ θηροκτονίαις αὐτὸς εἴργαστο. τοσούτοις γὰρ αὐτὸν
10ξυμπλακῆναι συνέβη καὶ τοιοῖσδε φύσιν ἀντικαταστῆναι θηρίοις, ὅσοις οὐδένα τῶν πώποτε γεγονότων ἠκούσαμεν. καὶ εἴ τι μὴ νό‐ μων ἄπο φέρομαι ἱστορικῶν, ὁποιονοῦν τι ἄρτι ἐκ τούτων ἐξέλθω. ἦν μὲν περὶ τροπὰς ἤδη χειμερινάς, καὶ χιὼν κατὰ γῆς τοσαύτη ἐπεστοίβαστο, ὡς φάραγγας μὲν καὶ τὰς ἐν ὄρεσι σήραγγας πάσας
15ὑποκεκρύφθαι μονονουχί, ὑπερβολῇ δὲ τῇ ἐκ τοῦ ψύχους μικροῦ καὶ πεπῆχθαι τὰ σώματα· ἀμέλει καὶ θηρία μὲν πάντα οὐκ ἔχοντα ὅπη κρύψαιντο, τὰς λόχμας ἐξαναδύντα ἀθρόα ὑπὲρ τῆς χιόνος ἐφέροντο, πτηνῶν δὲ ἀγέλαι οὐκέτι τοῖς πτίλοις κεχρῆσθαι δεδυ‐ νημέναι (συνεῖχε γὰρ ταῦτα ὁ κρύσταλλος καὶ οἷόν τις δεσμὸς
20ἐπεκάθιζεν, ὡς ἐπὶ τῶν ἰξευτῶν ἔστιν ἰδεῖν) πεζαὶ λοιπὸν ἀντὶ πτηνῶν ᾖσαν θηρσὶ καὶ ἀνθρώποις ἑτοιμότατον θήραμα κείμεναι. βασιλεὺς δὲ θηρευσόμενος ἐπί τι τῶν ἑῴων ἐξῄει χώρων, ᾧ Δα‐
ματρῦς ἡ κλῆσίς ἐστιν. ἐπὶ τοῦ ἔργου τοίνυν γεγονότι μέγα τι266

267

χρῆμα θηρὸς ὑπαντᾷ, οὔπω μὲν λέοντος, οὐ γὰρ ξυνεχώρει λέ‐ γειν ἡ παρδαλῆ, τοῦτο δὲ αὖ ἀφῃρεῖτο τὸ μέγεθος καὶ ἡ πρὸς λέοντα ὁμοιότης· ἦν οὖν διπλῆ τις καὶ ἐπαμφοτερίζουσα φύσις, πάρδαλις ἐν λέοντι καὶ λέων ἐν παρδάλει, τεράστιόν τι μῖγμα ποιο‐
5τήτων, ἐν τῷ γενναίῳ τὸ γοργόν, τὸ θυμικὸν ἐν τῷ βλοσυρῷ, καὶ καθάπαξ πάντα δι’ ἀλλήλων ἥκοντα τὰ ἀμφοῖν ἴδια. ὁ μὲν δὴ θὴρ τοιοῦτος ἦν, τῶν δὲ βασιλεῖ ἑπομένων, ἐπειδὴ τοῦτον εἶδον, ἀπερρύησαν οἱ πλείους. ἦν γὰρ οὐδὲ ἰδεῖν τοῖς πολλοῖς ἀνεκτός. ὡς δὲ καὶ ἀγχοῦ ἤδη ἐγένετο, οὐδεὶς ἦν τὸ λοιπὸν ὃς τούτῳ ξυνί‐
10στατο. ἀλλὰ βασιλεὺς φευγόντων ὃ παρήτητο ξίφος ἑλκύσας τὸν θῆρα πατάξων ἐφέρετο, πληγήν τε αὐτῷ τοῦ μετώπου κατενεγκὼν ἄχρι καὶ ἐπὶ στέρνα διήλασεν. ὁ μὲν δὴ βασιλεὺς τοιόσδε τις ἐπὶ θηροκτονίαις ἐγένετο. Ἀλέξιος δὲ (ἐπάνειμι γὰρ ὅθεν τὴν ἐκβο‐ λὴν τοῦ λόγου ἐποιησάμην) τούτων ἀφέμενος τὰς τοῦ σουλτὰν
15ἀνεστήλου στρατηγίας, νήπιος ἅπερ ἐν σκότῳ φυλάσσειν ἐχρῆν ταῦτα ἐπὶ δωμάτων αὐτὸς δημοσιεύων κατὰ τὴν γραφήν. ὧν αἰ‐ σθόμενος βασιλεὺς ἐν ἰδιαζούσαις πολλάκις παραλαμβάνων αὐτὸν διατριβαῖς παραινέσεις προσῆγεν, ὅπως ἂν ἀπάγῃ τῶν μελετωμέ‐ νων αὐτὸν προθυμούμενος. ὁ δὲ τοῦ σκοποῦ καὶ πάλιν ἀπρὶξ εἴ‐
20χετο, καὶ δὴ ἄνδρα Λατῖνον μὲν γένος γόητα δὲ καὶ πολὺν τὰ δαι‐ μόνια πράγματα θαμὰ συγκαλῶν ὡς ἑαυτὸν διωμιλεῖτό τε αὐτῷ γνησιώτατα καὶ ἀπορρήτων ἐκοινώνει σκεμμάτων. τὰ δὲ ἦν ὅπως
ἂν βασιλεὺς ἀπαιδίαν ἐς ἀεὶ δυστυχοίη· φάρμακά τε πρὸς τοῦ κα‐267

268

κοδαίμονος ἐπὶ τοῖς εἰρημένοις ἐλάμβανε πολλὰ καὶ οὐκ ἔληγε τὰ τοιαῦτα ἐνεργολαβῶν ὁ ταλαίπωρος. δι’ ἃ καὶ πάλιν ὠνείδιζέ τε αὐτὸν βασιλεὺς καὶ τὴν παράνοιαν ἤλεγχεν. ὁ δὲ μετάμελος γεγο‐ νέναι δόξας ὁ αὐτὸς καὶ πάλιν ἦν. ὀλίγον γὰρ διαλιπὼν χρόνον
5προσελάμβανεν αὖθις τὸν δαιμονιώδη ἐκεῖνον καὶ περὶ τῶν αὐτῶν ἐκοινώνει. Κωνσταντίνῳ δήποτε τῷ Δούκᾳ συγγεγονώς, ὃς καὶ αὐτὸς βασιλέως ἔγημεν ἀδελφιδῆν “ὦ βέλτιστε” ἔφη “εἴ σοι βου‐ λητὸν ἔσται γνώμης ἡμᾶς κοινωνήσειν μιᾶς, οὐκ ἄν τις (ἔφη) ἴσθι περιγενέσθαι ἡμῶν σχοίη.” ἀλλὰ τοῦτο μὲν οὔπω σφόδρα
10καταφανὲς εἴρηται, ἕτερον δὲ πολλῷ τούτου ἐναργέστερον. Ἀλέ‐ ξιόν ποτε ὁ Κασιανός, ἐπειδὴ πέρα τοῦ προσήκοντος ἀναπίπτοντα τοῦτον ἐς τὸν κατὰ Οὔννων πόλεμον ἑώρα ὁπηνίκα ξὺν τῷ Βελᾷ ἐπὶ Οὐννικῆς ἐστράτευε, προσελθὼν παρορμᾶν αὐτὸν ἐς τοῦτο ἐπεχείρει. ὁ δὲ παραλαβὼν ἰδίᾳ τὸν ἄνθρωπον “πυνθάνῃ” ἔφη
15“οὗ ἕνεκα πολέμων αὐτὸς ἀπέχομαι τὰ πολλά; ὅτι φειδῶ τοῦ ἀν‐ θρωπείου πολλὴν ἴσχω γένους παρ’ ἐμαυτῷ” τοῦ δὲ καί τι πρὸς τὸν λόγον τοῦτον ἐπενεγκόντος, ἔφη ἐκεῖνος “ὅτι βασιλεὺς ἐκτρῖ‐ ψαι θέλων τὸ Ῥωμαϊκὸν ἀπροοράτως ὅπερ ἂν τύχῃ ἐπὶ μάχας αὐτὸ εἰσωθεῖν ἐκέλευέ μοι ἰσχυρῶς. σὺ δέ, εἴ μοι τὸν λόγον τοῦ‐
20τον τηρήσῃς, φίλος ἡμῖν ἔσῃ.” ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ Κα‐ σιανὸς βασιλεῖ ταῦτα ἐμήνυσεν. ἀλλὰ ταῦτα μὲν πρότερον· ὃ δὲ τελευταῖον εἴργαστο, τοιόνδε τι ἐγένετο. Σκυθῶν ὅμιλος ἐπὶ συμ‐
μαχίᾳ Ῥωμαίοις ἀφικόμενοι περὶ τῶν συντάξεων πολλὰ πολυπρα‐268

269

γμονήσαντες πρότερον εἶτα δὴ κατέθεντο. ἀλλ’ ὁ πρωτοστράτωρ ἰδίᾳ τούτοις ἐντετυχηκὼς χρήμασιν ἀναπείθει προσποιήσασθαι μὲν εἰς ἤθη τὰ πάτρια παλινοστεῖν, ἐπειδὰν δὲ ἀωρὶ τῶν νυκτῶν ἤδη γένηται, ἀθρόους τῇ βασιλέως ἐπιθέσθαι σκηνῇ ἔργου τε ἔχεσθαι.
5τέθειτο δὴ ταῦτα καὶ βεβούλευτο. ἀλλὰ παιδάριόν τι τῶν ἐπὶ σκηνῆς αὐτῷ ὑπηρετουμένων, ἐπειδήπερ ἔγνω τὴν ἐπιβουλήν, σπουδῇ ἐς τὸν ἐκτομίαν Θωμᾶν παρελθόν, ὃς εὐνούστατος βασι‐ λεῖ τηνικάδε ἐτύγχανεν ὤν, ἐμήνυσεν αὐτῷ τὸ σκέμμα. ὁ δὲ εἰς βασιλέα τὸν πάντα λόγον ἀναγαγὼν εἶτα παρεστήσατο αὐτῷ καὶ τὸ
10παιδάριον. οὐ μὴν ἔτι τοῖς λεγομένοις βασιλεὺς πιστεύειν ἤθελεν, ἕως ἕωθεν οἱ Σκύθαι ἀπ’ αἰτίας οὐδεμιᾶς ἀποχωρεῖν ἤρξαντο. αὐτοὺς μὲν οὖν ὑποσχέσεσιν ὑπελθὼν ἐπισχεῖν ἠδυνήθη, ἐπὶ δὲ Ἀλέξιον τοὺς αὐτὸν ἤδη συλληψομένους ἔστελλε, καὶ ταχὺ δεσμώ‐ της ἦν ὁ ταλαίπωρος. μετ’ οὐ πολὺ δὲ βασιλέως κελεύσαντος
15ἄνδρες τῶν ἐπὶ δόξης παρ’ αὐτὸν ἦλθον, Ἰωάννης τε ὁ Δούκας καὶ Μιχαήλ, ὃς λογοθέτης ἐκείνου τοῦ χρόνου ἦν, πρὸς δὲ καὶ Θωμᾶς ὁ ἐκτομίας Νικηφόρος τε τῶν ἐκ τοῦ Βήλου κριτῶν εἷς ὢν καὶ αὐτός, ἐπώνυμον Κάσπαξ. ἐκόμιζον δὲ αὐτῷ ἐγκλήματα τρία, ὧν ὁποτέρῳ ἐπαγωνίσασθαι δύναιτο ἐκέλευον ἀνειπεῖν. ὁ
20δὲ ἐπειδὴ τούτων ἤκουσεν, ἅπασιν ἑαυτὸν ὑπεδίκαζε, παρεκάλει τε ἀποθριξαμένῳ πρότερον τῶν θείων τε μεταλαβόντι μυστηρίων χρῆσθαι λοιπὸν αὐτῷ ὅ τι ἂν τῇ δίκῃ δοκῇ, ἐφ’ οἷς οἰκτισάμενος
αὐτὸν βασιλεὺς μοναχὸν ἔκειρε.269

270

7. Τὰ μὲν δὴ κατὰ τὸν Ἀλέξιον ἐνταῦθα τύχης ἐτελεύτησε. βασιλεὺς δὲ Οὐννικῶν στρατευμάτων ἐπὶ Σίρμιον διαβάντων δυ‐ νάμεις ἐνταῦθα ἔπεμψεν, ὧν ἦρχον ἄλλοι τε τῶν Ῥωμαίων στρα‐ τηγῶν καὶ δὴ καὶ Ἀνδρόνικος ὁ βασιλέως ἀδελφιδοῦς ᾧ Κοντοστέ‐
5φανος ἐπώνυμον ἔκειτο, αὐτοκράτωρ τοῦ πολέμου τοῦδε πρὸς βα‐ σιλέως καταστάς. ἀπέσταλτο δὲ αὐτῷ ὅπως τε τάξασθαι χρεὼν καὶ ὅπη τὸν πόλεμον τόνδε διαθέσθαι, καθάπερ ἐν πίνακι ἀνεζω‐ γράφηται. Ἀνδρόνικος οὖν ἐπὶ Σᾶον διαβάς, ἐπειδὴ ἄγχιστα τοῦ Οὔννων ἐγένετο στρατοπέδου, τοιάδε τινὰ ἐποίει. κατοπτῆρας
10μὲν καὶ σκοπούς, ὁποῖα εἴθισται, εἰς τὸ τῶν πολεμίων καθιέναι στράτευμα ἥκιστα σύμφορον ἔγνω. τῶν δέ τινας Ῥωμαίων ἐκέ‐ λευε πρὸ τοῦ στρατοπέδου ἐλθόντας πειρᾶσθαι ὅπως ζωγρείαν τινὰ πολεμίων ἑλόντες ἀγάγοιεν. οἱ μὲν οὖν κατὰ τὸ κελευσθὲν ἐν χερσὶ πολέμιον ἔχοντες ἐπανῆλθον, ὁ δὲ ἀνεπυνθάνετο τοῦτον ὅπως τε
15δυνάμεως ἔχοντες ἐπὶ Σίρμιον ἀφίκονται Οὖννοι, καὶ τί ποτε βου‐ λομένοις αὐτοῖς ἐστι. πάντα τοίνυν ἐς τὸ ἀληθὲς ἐκεῖνος διεξῄει. “ἄρχουσι μὲν” ἔφη “τῆσδε τῆς στρατιᾶς ἑπτὰ καὶ τριάκοντα τῶν παρ’ ἡμῖν στρατηγούντων ἀνδρῶν, τὸ δὲ ἐφ’ ἅπασι κράτος Διο‐ νύσιος ἔχει. ἥ γε μὴν στρατιὰ ἐς πεντεκαίδεκα τὰς πάσας ἤθροι‐
20σται χιλιάδας ἀνδρῶν καταφράκτων ἱππέων τοξοτῶν τε καὶ πελ‐ ταστῶν. οὕτω δὲ θάρσους περίεστιν αὐτοῖς, ὡς μηδὲ τὴν πρώτην
Ῥωμαίους ὑποστήσεσθαι κατὰ νοῦν ἔχειν.” τούτων Ἀνδρόνικος270

271

ἀκούσας αὐτὸν μὲν ἀφῆκε πορεύεσθαι Διονυσίῳ ἀγγελοῦντα, ὡς βασιλεὺς οὐκέτι φέρειν δεδυνημένος ὅσα εἰς Ῥωμαίους σφίσι διη‐ μάρτηται, ἐγγὺς ἰδοὺ πάρεστι δίκην ἐπιθήσων τὴν δέουσαν. τὸν δὲ Ῥωμαίων στρατὸν ὅπλα περιθέμενον ἐξῆγε τοῦ χάρακος. ἐτά‐
5ξατο δὲ ὧδε. Σκύθας μὲν καὶ τὸ πλεῖστον τοῦ Περσικοῦ ἡγεῖσθαι ἐκέλευεν ἱππεῦσιν ἅμα ὀλίγοις οἳ σὺν τοῖς δόρασι μάχονται, ἑξῆς δὲ ἑκατέρωθεν Ῥωμαίων εἵποντο φάλαγγες ὧν Κοκκοβασίλειός τε ἦρχε καὶ Φιλοκάλης, πρὸς δὲ καὶ Τατίκιος καὶ ὃν Ἀσπιέτην ἐκά‐ λουν. κατὰ νώτου δὲ αὐτοῖς ὁπλῖται ἐπορεύοντο ἀναμὶξ τοξόταις
10καὶ Περσῶν φάλαγξ ὁπλοφοροῦσα· μετὰ δὲ τούτους ἀμφοτέρω‐ θεν Ἰωσήφ τε ὁ Βρυέννιος ἐπορεύετο καὶ Γεώργιος ὁ Βρανᾶς Δη‐ μήτριός τε ὁ τούτου ἀδελφὸς καὶ Κωνσταντῖνος ὁ Ἀσπιέτης ἀνὴρ σεβαστός· ἑξῆς δὲ Ἀνδρόνικος ὃς χαρτουλάριός τε βασιλεῖ ἦν, ἐπίκλησιν Λαμπαρδᾶς, καὶ ἐπιλέκτοις ἅμα Ῥωμαίοις καὶ Ἀλα‐
15μανοῖς, ἔτι δὲ καὶ Πέρσαις. κατόπιν δὲ Ἀνδρόνικος ὁ στρατη‐ γὸς ἐπορεύετο σὺν ἄλλοις τε πολλοῖς ὀνόματος ἀξιουμένοις ἀνδρά‐ σιν, οἷς ἔθος ἀεὶ ὑπὸ βασιλεῖ πολεμοῦντι τάττεσθαι ἦν, καὶ Ἰτα‐ λοῖς τοῖς ἐκ τοῦ μισθοφορικοῦ καὶ δὴ καὶ Σερβίοις, οἳ κατὰ νώ‐ του αὐτῷ εἵποντο δόρατά τε προβεβλημένοι καὶ ἐπιμήκεις ἀσπίδας.
20οὕτω ταξάμενοι Ῥωμαῖοι ὁδῷ ἐχώρουν. ἐπειδὴ δὲ εἰς τὸν χῶρον ἦλθον, ἔνθα Διονύσιος τὸν τύμβον ἐγείρας ἔτυχε, τῶν ἵππων
ἀποβάντες ἀνῴμωξάν τε θερμῶς καὶ πίστεις ἀλλήλοις ἔδοσαν ὑπὲρ271

272

τοῦ ὁμοφύλου τεθνάναι καὶ συγγενοῦς ἕκαστον. Διονύσιος δὲ ἐπειδὴ προσιέναι Ῥωμαίους ἐπύθετο, θάρσους ὑποπλησθεὶς σὺν εἰρωνείᾳ πολλῇ ἀκρατίζεσθαι Οὔννους ἐκέλευεν εἰς ὑγίειαν τὴν Ῥωμαίων προσιεμένους τὸ ἔκπομα. οἱ δὲ ἀναστάντες ἔπινόν τε
5σπουδῇ καὶ ἐπὶ τοῖς ὅπλοις ἐγίνοντο τρόπῳ τε τῷ συνήθει ἐτάτ‐ τοντο. ἔθος γὰρ αὐτοῖς ἐστιν ἀεὶ τοὺς ἐν σφίσι λογάδας τὴν ἐμ‐ προσθίαν πληροῦν φάλαγγα· ὃ πάλαι βασιλεὺς εἰδὼς ἀνάπαλιν Ἀνδρονίκῳ τὴν παράταξιν ποιεῖσθαι ἐκέλευσεν. ἐπειδὴ γοῦν ἐγ‐ γὺς ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, ἐκέλευεν Ἀνδρόνικος τοῖς
10ἐμπροσθίοις τῶν ταγμάτων ἐπιτοξάζεσθαι Οὔννοις. ἐπειδὰν δὲ κατ’ αὐτῶν ὁρμηθέντας ἴδοιεν, φεύγειν λοιπόν, οὐ μέντοι κατ’ εὐθὺ τοῦ Ῥωμαίων στρατεύματος, ἀλλὰ κατὰ τὰ πλάγια μᾶλλον, ὡς ἂν οὕτως ἐπὶ θάτερα σχισθέντες Οὖννοι κενὴν τὴν μέσην τῆς φάλαγγος ἀπολίποιεν χώραν. ἀλλ’ ἐκεῖνοι ἅμα τῇ προσβολῇ νῶτα
15δόντες ἔφευγον ἀνὰ κράτος ἕως ἐπὶ Σᾶον ἦλθον. ὑπηνέχθη δὲ Ῥωμαίοις τέλεον μὲν δύο τῶν ἐν ἀριστερᾷ ταγμάτων, ὧν Κοκκο‐ βασίλειος καὶ Τατίκιος ἦρχον, τὰ λοιπὰ δὲ παρακεκίνηντο ἤδη. καὶ Δημήτριος μὲν ὁ Βρανᾶς τῶν σὺν αὐτῷ ἐσκεδασμένων σὺν ὀγδοήκοντα ἀπολειφθεὶς τοῖς πολεμίοις ξυνέμιξεν, ἡρωικῶς τε
20ἀγωνισάμενος αὐτοῦ ἔπεσε καιρίαν κατὰ τοῦ προσώπου πληγείς, αἰχμάλωτός τε γεγονὼς εἰς τὸ Οὔννων ἀπηνέχθη στρατόπεδον. ὁ δέ γε ἀδελφὸς αὐτοῦ Γεώργιος πρὸς τὸ ὑπερβάλλον τοῦ πλήθους
διευλαβηθεὶς οὐκ ἐθάρρησε τὴν συμπλοκήν. τὰ μὲν δὴ εὐώνυμα272

273

τῶν κεράτων οὕτω Ῥωμαίοις πρὸς ὑπαγωγὴν ἔκλινε, τὰ δὲ τῶν δεξιῶν τοῖς ἐν ἀριστερᾷ ἐπιθέμενα Οὔννοις ἐτρέψαντο τούτους περιφανῶς. Διονύσιος οὖν ἐπειδὴ ταῦτα εἶδε τοῖς περὶ τὸν στρα‐ τηγὸν Ἀνδρόνικον ἐπιθέσθαι διενοήθη. ἀλλὰ τῶν σὺν αὐτῷ πολ‐
5λοὶ ἀποδειλιᾶν ἤρξαντο, ὅθεν καὶ ἀνεσείραζον σφίσι τὴν ἵππον. γνοὺς δὲ Διονύσιος ὠνείδιζε μὲν τὴν ἀνανδρίαν αὐτοῖς, παρεκάλει δ’ ὅμως αὐτοῦ ἵστασθαι, ὡς μὴ καταφανῆ τὴν δειλίαν Ῥωμαίοις ποιήσωσιν. Ἀνδρόνικος δὲ ὁ Λαμπαρδᾶς τὰ πρασσόμενα κατι‐ δὼν δείσας τε μὴ τὸ σὺν τῷ Διονυσίῳ πλῆθος, αὐτοῦ ἐφ’ ἕτερα
10χωρήσαντος, Ἀνδρονίκῳ λοιπὸν ἐμπεσεῖται τῷ στρατηγῷ, δεῖν ἔγνω Διονυσίῳ πρότερον αὐτῷ συμπλακῆναι. ἐμπεσόντων δὲ ἀλ‐ λήλοις θροῦς ἠγέρθη καὶ πάταγος ἐπεῖχε πάντα καὶ τὰ δόρατα πρὸς ταῖς ἀσπίσιν ἀποκαυλιζόμενα χαμαὶ ἔπιπτον. Ῥωμαῖοι δὲ καίτοι τῶν ὑπὸ θατέρῳ Βρανᾷ τῷ Γεωργίῳ ταττομένων συνελ‐
15θόντων αὐτοῖς ἔκαμνον ὅμως. Ἀνδρόνικος τοίνυν ὁ στρατηγὸς ἐπειδὴ τοῦτο συνεῖδεν, ὡς μὴ κατὰ κράτος καὶ τῶν σὺν τῷ Λαμ‐ παρδᾷ ἡττημένων ἐπ’ αὐτῷ ἡ ἀγώνισις στήσεται πᾶσα, συρρή‐ γνυται τοῖς πολεμίοις, καὶ γίνεται καρτερὰ προσβολή, ὡς παρὰ τὴν πρώτην Ῥωμαίων μὲν ὀγδοήκοντα πεσεῖν, βαρβάρων δὲ πολ‐
20λῷ τούτων πλείους. ἀλλὰ Ῥωμαῖοι σὺν ἀφάτῳ τινὶ καρτερίᾳ τὸν ἀγῶνα ὑφιστάμενοι τέλος ἐτρέψαντο τούτους ἀρετῇ τῇ σφετέρᾳ. τοσοῦτος μέντοι βαρβάρων φόνος ἐγένετο, ὡς τὰς ἐνταῦθα πεδιά‐
δας μικροῦ περιστρωθῆναι τοῖς θνησιμαίοις. τῶν γὰρ δοράτων273

274

σφίσι κλασθέντων καὶ θρυβέντων ἤδη τῶν ξιφῶν, ταῖς κορύναις ἡλόων τοῖς κακοδαίμοσι τὰς κεφαλάς. ὅτε δὴ τό τε σημεῖον ἡρέθη, ὃ πάμμεγα τοῖς βαρβάροις τούτοις ἐπὶ ἁμάξης ἐφέρετο, καὶ ὁ Διο‐ νυσίου ἵππος σὺν τῇ πανοπλίᾳ, μόλις ἐκείνου καὶ τρόπῳ ᾧπερ
5αὐτὸς ἐρεῖν οὐκ ἔχω τὸν κίνδυνον πεφευγότος. ὅσοι μέντοι βαρ‐ βάρων διαδρᾶναι τέως ἴσχυσαν, παρὰ τὸν ποταμὸν ἰόντες ἡλί‐ σκοντο πρὸς τοῦ Ῥωμαίων ναυτικοῦ. ἑάλωσαν τοίνυν ζωγρίαι στρατηγῶν μέν, οὓς αὐτοὶ ζουπάνους καλοῦσι, πέντε, στρατιω‐ τῶν δὲ ἀμφὶ τοὺς ὀκτακοσίους. πολλοὶ δὲ ἦσαν καὶ ἐν αὐτοῖς τῶν
10εὖ τε γεγονότων καὶ ἄλλως διαφανῶν. ἔπεσον δὲ καὶ πλεῖσται χιλιάδες ἐν τούτῳ τῷ πόνῳ. οὐκ ἦν οὐδεὶς Ῥωμαίων, ὃς οὐ πολ‐ λῶν αὐτόχειρ ἐγένετο ἀριστειῶν. πάντων γε μὴν μάλιστα Ἰωάν‐ νης τε ὁ Κοντοστέφανος καὶ Ἀνδρόνικος ὁ Λαμπαρδᾶς. ταῦτα κατωρθωκὼς ὁ Ῥωμαίων στρατός, ἐπειδήπερ ἀωρὶ τῶν νυκτῶν
15ἦν, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, ἄγοντες τούς τε τῶν Οὔν‐ νων αἰχμαλώτους καὶ θώρακας ἐς δισχιλίους, κράνη γε μὴν καὶ ἀσπίδας καὶ ξίφη οὐδ’ ἂν ἀριθμεῖν ἠδυνήθη τις. τὴν μὲν οὖν νύκτα ἐκείνην ἐπὶ τοιούτοις ηὐλίσαντο, αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας τοῖς ὅπλοις ἐνδεδυκότες εἰς τὸ τῶν Οὔννων ἀφίκοντο χα‐
20ράκωμα. ἐπεὶ δὲ ἀνδρῶν ἔρημον εὗρον αὐτό, σκυλαγωγήσαντες ἀνέστρεφον. ὁ μὲν δὴ κατὰ Οὔννων πόλεμος ἐνταῦθα τέλος ἔσχεν. 8. Ὁ δὲ βασιλεὺς τῶν τε τειχέων τῆς Κωνσταντίνου ἐπι‐
μεμέλητο μέρεσι πολλοῖς ὑπὸ χρόνου καμνόντων, καὶ ὑδάτων ἐν‐274

275

δείας κατεχούσης αὐτὴν ἀνεκάθηρέ τε σὺν ἐπιμελείᾳ τοὺς ὀχετοὺς καὶ ἐπειδὴ τὰς παλαιτάτους στοάς, αἳ τὸ ὕδωρ ἐπὶ Βυζάντιον ἦγον, πάλαι πεπτωκυίας ἀνεγείρειν δύσεργόν τε καὶ χρόνου πολλοῦ δεόμενον ἔγνω, σκεψάμενος περί τινα χῶρον οὐ πολλῷ Βυζαντίου
5διέχοντα, ὃς Πέτρα κατωνόμασται, δεξαμενήν τινα ὑπόνομον ἐδο‐ μήσατο, ἥπερ βουνῶν ἑκατέρων ἐν κοιλότητι κατὰ μέσον ἱδρυμένη ἐπιμήκης στόμασι πολλοῖς ἐφ’ ἑαυτὴν καὶ ὕδωρ ἐπιχάσκουσα δέχε‐ ται ὡς ἐκ μυρίων ὀχετῶν διὰ τῶν σχισμῶν σηράγγων ἐπ’ αὐτὴν καταβαῖνον, ἡ δὲ διὰ τῶν ἐξ ἔθους αὖθις ὑπονόμων ἐπὶ τὴν πόλιν
10τοῦτο προΐησιν. οὗτος ὁ αὐτοκράτωρ καὶ ἔθος τι τῶν ἀτοπωτά‐ των μικροῦ καὶ εἰς νόμον τελέσαι δεῆσαν ἐκ μέσου τῆς Ῥωμαίων ἐποιήσατο πολιτείας. ὁποῖον δὲ τοῦτο ἦν ἤδη λέγωμεν. ἡ τοῦ ζῆν ἀπαραίτητος τοῖς ἀνθρώποις ἀνάγκη πολλά τε κατὰ τὸν βίον ἐκαινοτόμησεν ἄλλα καὶ δὴ καὶ μισθοῦ τὴν ἐλευθερίαν ἀποδόσθαι
15πολλοὺς ἀναγκάζει. θητεύουσι τοίνυν τοῖς ἐν ὑπεροχαῖς τε καὶ ἀξιώμασι καὶ τῶν εὖ γεγονότων, ἂν οὕτω τύχῃ, μὴ ὅτι ἀγελαῖοί τινες καὶ ὀχλικοί. ὁποῖον τοίνυν ἡ ἀνθρωπίνη κακὸν πλεονεξία; παραλαμβάνοντες τοὺς ἀθλίους οἱ τὴν σφῶν ἐωνημένοι δουλείαν ὅσα καὶ ἀργυρωνήτοις αὐτοῖς προσεφέροντο, καὶ ἦν τὸ τριώβολον
20ἴσως καταβαλλόμενον μίσθωμα ἐλευθέρων ἀνθρώπων ὠνὴ καὶ συμβόλαιον οὕτω κακοτυχές. ἀμέλει καὶ εἴ ποτε τῇ ἐκ τῆς θη‐
τείας ἀχθόμενοι ἐργασίᾳ ἀπωθεῖσθαι βουληθεῖεν αὐτήν, οἱ δὲ275

276

καθάπερ δραπέτας συσχόντες αὐτοὺς καὶ δίκας ἐπετίθουν τῆς τόλ‐ μης. καὶ ἦν τότε κατὰ τὸ Αἰσώπου μυθάριον, ἐν ᾧ λέων ἐπὶ τοῦ σπηλαίου νοσεῖ καὶ ζῶα παρ’ αὐτὸν εἴσεισιν, ἐλευθέρων μὲν εἰσιόντων ἀνθρώπων ἴχνη καὶ μάλα πολλά, ἐξιόντων γε μὴν ἐπὶ
5τῇ αὐτῇ ἥκιστα οὐδενός. τὸ μὲν δὴ ἔθος οὕτω δεινὸν ἦν, βασι‐ λεὺς δὲ πρόρριζον ἀπὸ μέσης ἐξεσπακέναι τῆς πολιτείας αὐτὸ βου‐ ληθεὶς γράμμασι τὴν ἐλευθερίαν οἷς φύσει τὸ ἐλεύθερον ἐπεψήφι‐ στο. ἐλευθέρων γὰρ ἄρχειν Ῥωμαίων, οὐμενοῦν ἀνδραπόδων αὐτὸς ἤθελεν. ὁ αὐτὸς ἔτει τῆς βασιλείας αὐτοῦ ιεʹ ἐψήφιστο
10τοῖς ἀνὰ τὸ Βυζάντιον ἱεροῖς σεμνείοις πολυπραγμοσύνην ἐπάγε‐ σθαι οὐδ’ ἡντιναοῦν ἐφ’ αἷς ὅπου δήποτε κτήσεσιν ἔσχον. τὴν μέντοι δωρεὰν καὶ τόμῳ ἐστήριξεν, ὃν ἅτε χρυσῷ ἐνσεσημασμένον χρυσόβολλον ἔθος καλεῖν ἐστιν. ὅθεν οὐδένα μοναχῶν θυροκο‐ ποῦντα νῦν ἔστι δικαστήριον ἰδεῖν, ἅτε μηδὲ παρόντος ἐφ’ ᾧ τις
15δημοσίου σφίσι δικάσαιτο. τοῦτο μὲν δὴ τοιοῦτον. νόμου δὲ πασῶν τὰς πλείστας ἀκυροῦντος τῶν ἡμερῶν, καθ’ ἃς δηλονότι ἢ τῶν δεσποτικῶν τι Χριστιανοῖς τελοῖτο μυστηρίων ἢ γοῦν τῶν με‐ γάλων τινὸς ἄγοιτο μνήμη ἀνδρῶν, συνέβαινε τὰς ἐν τῇ πολιτείᾳ δίκας εἰς ἀπέραντον ἐξικνουμένας τυγχάνειν οὐδέποτε τελευτῆς.
20ἐντεῦθεν ἀνθρώπους εἶδον ἐγὼ δίκαις καταγηράσαντας, καὶ μέντοι καὶ ἐπαποθανόντας αὐταῖς. ἀλλὰ καὶ τοῦτο τὸ κακὸν θεσπίσματι
νεαρῷ τῆς Ῥωμαίων ἀπελήλαται πολιτείας. λέγει γὰρ τὸ βασι‐276

277

λέως διάταγμα μήτε τὰς ἑορτάδας παντάπασι κοινοῦσθαι τῶν ἡμε‐ ρῶν, μήτ’ αὐταῖς ἑκάστοτε ἀναβολαῖς δίκας ἐᾶν παρασύρεσθαι, ἀλλ’ εἶναι μὲν ἐς τὸ παντελὲς ἀπειρολογίας ἀδέκτους δικανικῆς ἡμέρας ἐκείνας, καθ’ ἅς τι θεὸς εὕρηται τοῖς ἀνθρωπίνοις εὐερ‐
5γηκώς, τῶν δ’ ἄλλων τὰς μὲν παντάπασι δικασίμους ἐκκεῖσθαι, τὰς δὲ πρωῒ μὲν ἀποκεκλεῖσθαι τοῖς δικολάβοις, δείλην δὲ ἅπασαν ἀνεῶχθαι καὶ ξυγχωρεῖν εἰσιέναι τοὺς θέλοντας. οὗτος καὶ τὸν ἐν Ἐφέσῳ παλαιοῦ τοῦ χρόνου κείμενον λίθον ἱερὸν μεγαλοπρεπῶς ἐς Βυζάντιον ἀγαγὼν τοῖς τῇδε λοιποῖς ἀπέδωκεν ἁγίοις. ὅστις δὲ ὁ
10λίθος οὗτος καὶ ὅθεν εἰς Ἐφεσίων ἦλθε τὴν γῆν, ὁ λόγος ἑξῆς διηγήσεται. τέλος ἤδη τὸ κατὰ τὸν σταυρὸν εἶχε τῷ σωτῆρι μυ‐ στήριον, καὶ παραλαβοῦσα τοῦτον ἡ μήτηρ ἀνέκλινέ τε ὕπτιον, ὡς νόμος, ἐπὶ τοῦ λίθου τοῦδε καὶ ἐπιπεσοῦσα βύθιον ἀνῴμωξεν ὁποῖα εἰκός, μυρομένης δὲ τὰ δάκρυα τῷ λίθῳ πελάζοντα ἔτι καὶ
15νῦν ἀναπόνιπτα μένουσι, πρᾶγμα τεράστιον οἷον. τοῦτον δὴ τὸν λίθον ἡ ἐκ Μαγδαλᾶ φασὶν ἀναλαβοῦσα Μαρία ἔπλει Ῥώμης εὐθὺ ἐφ’ ᾧ καίσαρι ἐς ὄψιν ἐλθοῦσα Τιβερίῳ Πιλάτου καὶ Ἰου‐ δαίων τῶν ἀδίκων Ἰησοῦ κατερεῖ φονευτῶν. ἀλλὰ τύχῃ τινὶ ἐς τὸν Ἐφεσίων λιμένα κατάρασα αὐτὸν μὲν ἐνταῦθα ἔλιπεν, ἡ δὲ
20ἐκεῖθεν ἀφεῖσα ἐπὶ Ῥώμην ἀνήγετο. ἐξ ἐκείνου δ’ ἄχρι καὶ νῦν ὁ λίθος ἐνταῦθα διετέλεσεν ὤν. ἀχθέντα τοίνυν ἐς τὴν Δαμά‐ λεως περαίαν πομπὴ τοῦτον ἐκ Βυζαντίου διαδέχεται λαμπρά.
ἐπλήρου δὲ ταύτην τὸ Ῥωμαίων τε γερούσιον ἅπαν καὶ ὅσον ἐν ἱε‐277

278

ροπόλοις καὶ ἐν μονασταῖς ἦν, Λουκᾶ τοῦ τηνικάδε τὴν ἐκκλησίαν ἰθύνοντος καὶ βασιλέως τέλους ἑκατέρου προαρχόντων. βασιλεὺς μέντοι καὶ τὸν ὦμον ὑπέσχε τῷ λίθῳ, ἐπεὶ τά γε τοσαῦτα καὶ ὑπὲρ ὧν χρὴ ἐμετριοφρόνει καὶ ἠγάπα δουλοπρεπέστερον αὐτοῖς προσα‐
5γόμενος. 9. Κατὰ τούτους τοὺς χρόνους Αἴγυπτος ὑπὸ Ῥωμαίων ἁλῶναι κινδυνεύσασα τρόπῳ τῷ ῥηθησομένῳ διαγεγονέναι ἴσχυσεν. αὕτη ὑπὸ τῶν Ῥωμαίων μὲν οὔπω πάνυ πρῴην ἐτέλει ἀρχήν, μέγα δέ τι χρῆμα δασμοῦ ταύτῃ παρεῖχεν ἐτήσιον· ἐπεὶ δὲ Ἀσία κακῶς
10ἤδη πεπόνθει καὶ τὸ Ἰσμαηλιτικὸν ἑκάστοτε κατίσχυε φῦλον, ἥλω καὶ αὕτη καὶ Πέρσαις ὑπέπεσεν. ἀλλὰ βασιλεὺς Μανουὴλ πολλὰ τῶν κατὰ τὴν ἑῴαν Ῥωμαίοις ἤδη ἀνασωσάμενος ἀντιποιηθῆναι καὶ ταύτης σπουδῇ πολλῇ ἤθελε. τοίνυν καὶ πρέσβεις ἐνταῦθα στείλας ἐκέλευεν ἔθους τε τοῦ προτέρου καὶ φόρων ἀναμιμνήσκειν
15τὴν χώραν οἳ πολυτάλαντοι ἐφ’ ἡμᾶς ἀφικνοῦντο τὸ πρότερον, ἀναινομένης δὲ παρεγγυᾶν ὅτι δὴ οὐκ ἐς μακρὰν πολεμητέα σφίσιν ἐσεῖται. τὰ μὲν δὴ τῆς πρεσβείας ἐν τούτοις ἦσαν· τῶν Αἰγυ‐ πτίων δὲ ἰσχυρῶς πρὸς τοῦτο ἀπειπαμένων, στόλον νεῶν ὁ βασι‐ λεὺς τεκτηνάμενος ἱππαγωγῶν τε καὶ πολεμιστηρίων ἐς ἄγαν πολ‐
20λῶν στρατόν τε ἐμβιβάσας αὐταῖς ἐπ’ Αἰγύπτου ἔπεμψεν. ἡγεῖτο δὲ τούτου Ἀνδρόνικος οὗ πολλάκις ἐμνήσθην, ὁ Κοντοστέφανος. ἐτύγχανε γὰρ μέγας ὥσπερ εἴρηται δοὺξ γεγονὼς πρότερον. ὃς
ἐπειδὴ ταχυπλοήσας Αἰγύπτῳ προσέσχε πέμψας ἐς Παλαιστίνην278

279

τὸν τῇδε μετεπέμπετο ῥῆγα, ἐφ’ ᾧ κατὰ τὰ ξυγκείμενα τοῦ πόνου Ῥωμαίοις συλλήψοιτο καὶ αὐτός. ἐν ᾧ δὲ διαμέλλων ὁ ῥὴξ ἦν, Ἀνδρόνικος ὡς μὴ ἐπὶ κενῆς ὁ χρόνος ἐνταῦθα αὐτῷ τρίβοιτο, δεῖν ἔγνω ἐπὶ τὴν χώραν διαβῆναι τὸ στράτευμα. καὶ τοίνυν Τε‐
5νέσιόν τε πόλιν αὐτοβοεὶ εἷλον καὶ συχνὰ τὴν χώραν κατέθεον ἐξιόντες. ἐπεὶ δὲ καὶ ὁ ῥὴξ ἠγγέλλετο ἤδη προσιών, ἐπὶ Ταμίαθι μετῆγον τὸν πόλεμον, πόλιν κατοίκων τε πλήθουσαν καὶ πλουτοῦ‐ σαν ὑπερφυῶς. ἔνθα πολλαὶ μὲν καὶ φρικώδεις Ῥωμαίοις διεπο‐ λεμήθησαν μάχαι, ἤνυστο δὲ ὅμως οὐδὲν ἀπ’ αἰτίας ἧς ἐρῶν ἔρ‐
10χομαι. συνέκειτο βασιλεῖ καὶ Παλαιστινοῖς ἐς τὸν ἐπ’ Αἰγύπτου συμπνεύσασι πόλεμον μοῖραν μὲν τὴν ἡμίσειαν Ῥωμαίους ἁλούσης ἤδη τῆς χώρας λαβεῖν, θατέραν δὲ αὐτοὺς ἕξειν. ὁ τοίνυν ῥήξ, ἐπειδὴ Ῥωμαῖοι προτερήσαντες ἐπὶ τὴν Αἴγυπτον ἦλθον, ἐπιβού‐ λως ἄγαν τὸ μὲν πρῶτον ὑστερεῖν τοῦ πολέμου διενοεῖτο, ὅπως
15Ῥωμαίων διακινδυνευσάντων τὴν χώραν αὐτὸς ἀκονιτὶ διακληρώ‐ σαιτο· ὡς δὲ παρῆν ὀψὲ καὶ αὐτός, τήν τε μάχην ἀεὶ ὑπερετίθετο καὶ Ῥωμαίοις δὲ ταὐτὰ ξυμβουλεύων ἦν, κἂν ἐκεῖνοι ὀλίγα τοῖς λεγομένοις προσέχοντες ἡρωϊκοὺς εἰς ἑκάστην ἡμέραν ἀνεδέχοντο ἀγῶνας. εἴτε οὖν, ὅπερ ἔφην, Ῥωμαίους τοῖς κινδύνοις παρα‐
20βαλεῖν ἐθέλοντες ταῦτα ἐποίουν, ὡς ἂν ἀπόνου τῆς νίκης τυγχά‐ νωσιν αὐτοί, εἴτε καὶ καθάπαξ τῆς κατ’ Αἴγυπτον δεσποτείας τῷ βασιλεῖ φθονήσαντες ἦσαν, λέγειν οὔ μοι παρίσταται· ἐλέγετο
δ’ ὡς χρήμασιν οἱ ἔνδον τὸν ῥῆγα ὑποφθείραντες εἰς τοῦτο ἤγα‐279

280

γον. Ῥωμαῖοι τοίνυν ἐπειδήπερ οὐκ ἀξιοχρέους ἑαυτοὺς τῷ πο‐ λέμῳ τῷδε ἔγνωσαν εἶναι, πρύμναν κρουσάμενοι ἐπὶ τὸ Βυζάντιον ἀνήγοντο, χειμῶνος δὲ κατασχόντος πλείστας τῶν νεῶν ἀπολωλέ‐ ναι συνέβη. ἡ μὲν δὴ ἐπ’ Αἰγύπτου Ῥωμαίοις ἐκστρατεία τοιοῦ‐
5τον ἔσχε τέλος. Αἰγυπτίων δὲ ὁ δῆμος, ὡς μὴ καὶ δευτέρα Ῥω‐ μαίων ἔφοδος ἐπ’ αὐτοὺς γένηται, πρέσβεις ἐς βασιλέα στείλαντες τακτόν τι χρυσίον ἀνὰ πᾶν ἐκεῖθεν κομίσεσθαι ἔτος Ῥωμαίοις ὡμο‐ λόγουν. ὁ δὲ τὴν πρεσβείαν ἀποσεισάμενος ἀπράκτους αὐτοὺς ἀπεπέμψατο, πᾶσαν ἐν νῷ ἔχων εἰσαῦθις καταδραμεῖσθαι τὴν
10χώραν. 10. Ἐν τούτῳ δὲ καὶ ὁ Παλαιστίνης ῥὴξ ἐπὶ Βυζάντιον ἦλθε περὶ ὧν ἔχρηζε βασιλέως δεησόμενος. τυχὼν δὲ ὧν ἐδεῖτο ἄλλα τε πολλὰ καὶ δουλείαν ἐπὶ τούτοις βασιλεῖ διωμολόγηκεν. ὑπὸ τοῦτον τὸν χρόνον καὶ Οὐεννέτους, ὅσοι ἔν τε Βυζαντίῳ
15καὶ ταῖς ὅπου δήποτε Ῥωμαίων ᾤκηνται χώραις, δημοσίαις φρου‐ ραῖς παραπέμψας τὰς οὐσίας ἀναγράπτους εἰς τὸ δημόσιον ἐποιήσατο, ἀπ’ αἰτίας ἧς αὐτὸς ἐρῶν ἔρχομαι. Οὐεννέτων ἡ χώρα κεῖται μὲν ἐς τοῦ Ἰονίου κόλπου τὰ ἔσχατα, θαλάσσῃ δὲ ἀμφίρρυτος οὖσα τέναγός τι προβάλλεται τῆς ἀκτῆς μακρὸν
20ὅσον. ἔνθα τῆς ἡμέρας ἡ θάλασσα πολλάκις προσιοῦσα και‐ ρὸν μέν τινα πλώϊμον αὐτὸ ποιεῖται, τὸν πορθμὸν δ’ αὖθις ἀναλύουσα ἀπόρευτον παντάπασι ναυσί τε καὶ ἀνθρώποις ἐργά‐ ζεται. ἔστι δὲ τὸ ἔθνος ἤθει μὲν διεφθορός, βωμολόχον εἴπερ τι καὶ ἀνελεύθερον, ἅτε καὶ ἀπειροκαλίας μεστὸν ναυτικῆς.
25οὗτοι Ἀλεξίῳ ποτὲ βασιλεῖ χεῖρα παρασχόμενοι σύμμαχον, ὁπη‐280

281

νίκα Ῥομπέρτος ἐκεῖνος ἐξ Ἰταλίας ἐπὶ Δυρράχιον διαβὰς ἐπο‐ λιόρκει τὴν χώραν, ἀμοιβῆς τυγχάνουσι τῆς τε ἄλλης καὶ δὴ καὶ στενωπὸς αὐτοῖς ἐν Βυζαντίῳ ἀποτέτακτο, ὃν Ἔμβολον ὀνο‐ μάζουσιν οἱ πολλοί, μόνοι τε τῶν ἁπάντων διὰ τοῦτο τὰς κατ’
5ἐμπορίαν δεκάτας οὐδενὶ Ῥωμαίων ἐξ ἐκείνου παρέσχοντο. τοίνυν καὶ τὸ ἀσυμμέτρως ἐντεῦθεν πλουτεῖν ταχὺ ἐς ἀλαζονείαν αὐτοὺς ἦρεν. ἀνδρὶ μέντοι πολίτῃ ὅσα καὶ ἀνδραπόδῳ προσεῖχον, ἀλλ’ οὐχ ὅπως τῶν πολλῶν τινι καὶ δημοτικῶν, ἀλλὰ κἄν τις ἐπὶ σεβαστότητι ἐφρόνει κἂν ἐπὶ μεῖζόν τι προῆκε τῶν παρὰ Ῥω‐
10μαίοις σεμνῶν. ἐφ’ οἷς χαλεπήνας ὁ βασιλεὺς Ἰωάννης ἐκ πο‐ δῶν τῆς Ῥωμαίων αὐτοὺς ἐποιήσατο πολιτείας. ἐντεῦθεν ἀμύ‐ νασθαι Ῥωμαίους διὰ σπουδῆς αὐτοῖς ἦν. στόλον οὖν τεκτηνά‐ μενοι νεῶν τούτων ἐπῆλθον τῇ γῇ· ὅτε δὴ Χίον τε εἷλον καὶ Ῥόδου καὶ Λέσβου νήσων κατέδραμον ὀνομαστῶν. ἐπὶ Παλαι‐
15στινῶν τε καταχθέντες τὴν γῆν Τύρον ἅμα αὐτοῖς ἐκπολιορκή‐ σαντες εἷλον, τὴν ἐν θαλάσσῃ τε μετιόντες λῃστείαν οὐδεμίαν οἱ κακοδαίμονες ἀνθρώπων ἐλάμβανον φειδώ. δι’ ἃ βασιλεὺς ἐπὶ τοῖς προτέροις αὐτοὺς προσηκάμενος ἐπὶ μᾶλλον ἐξῆρεν ἀλα‐ ζονείας καὶ τύφου. αὐθάδεια γὰρ κατοθροῦν δόξασα εἰς ἀπό‐
20νοιαν ἐκφέρεσθαι οἶδεν. ὅθεν καὶ πολλοῖς τῶν εὖ γεγονότων βασιλεῖ τε καθ’ αἷμα προσηκόντων πληγάς τε ἐπέθεντο καὶ ἄλλως πικρότατα ἐπ’ αὐτοὺς ὕβρισαν. διῆγον μέντοι ἐπὶ τοῖς αὐτοῖς οὐχ ἥκιστα καὶ ἐπὶ τῶν Μανουὴλ βασιλέως χρόνων, γυ‐
ναιξί τε Ῥωμαίαις ἑαυτοὺς συνοικίζοντες καὶ οἰκίαις ταῖς αὐτῶν,281

282

ὥσπερ οἱ ἄλλοι Ῥωμαῖοι ἔξω τῆς ἐκ βασιλέως δεδομένης αὐτοῖς ἀναστρεφόμενοι διατριβῆς. ἃ μηκέτι φέρειν ἔχων αὐτὸς δίκας ἐπιτιθέναι τῶν ἁμαρτανομένων σφίσιν ἀπήρξατο. τοὺς μέντοι ἐν Βυζαντίῳ ᾠκημένους αὐτῶν τῶν κατ’ ἐμπορίαν παραβαλόντων
5Οὐεννέτων ἀποδιελὼν Βουργεσίους τῇ Λατίνων ἐκάλεσε φωνῇ, πίστεις αὐτῷ δεδωκότας σὺν εὐγνωμοσύνῃ Ῥωμαίοις διὰ βίου τηρήσειν τὸ δούλιον. τοῦτο γὰρ ἑρμηνεύειν αὐτοῖς τὸ ὄνομα βούλεται. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Οὐέννετοι Λαμπάρδοις μηνίσαντες ἅτε γνώμης ἀπορραγεῖσι τῆς αὐτῶν ἐπανέστησάν τε
10αὐτοῖς καὶ τὰς οἰκίας εἰς ἔδαφος καθελόντες ἐπὶ μεγίστοις αὐτοὺς ἐζημίωσαν. ὅθεν καὶ ἐπὶ δίκην αὐτοὺς καλέσας ὁ βασιλεὺς τὰς οἰκίας εἰσαῦθις Λαμπάρδοις ἐγεῖραι ἐδικαίου ὅσα τε σφίσι διήρ‐ παστο αὐτίκα ἀποδιδόναι. ἀλλὰ Οὐέννετοι οὔτε πράττειν οὐδὲν αὐτῶν ἤθελον καὶ ἠπείλουν γε Ῥωμαίοις ἀνήκεστα δράσειν, ἀνα‐
15μιμνήσκοντες ὧν ἔτι βασιλέως Ἰωάννου περιόντος ἐργάσαιντο. ταῦτα συνιδὼν ὁ βασιλεὺς μηκέτι διαμέλλειν ἔγνω. τοίνυν καὶ ὡς ἐν πανάγρῳ τούτους ἐπὶ τῆς αὐτῆς συλλαβεῖν διανοηθεὶς γράμματα ἁπανταχῆ τῆς Ῥωμαίων ἐξέπεμπε γῆς, δι’ ὧν τοῖς τὰς ἀρχὰς διέπουσι δῆλον τὸν χρόνον ἐποίει, καθ’ ὃν αὐτοὺς
20χεῖρας Οὐεννέτοις ἐπιβαλεῖν ἔδει. καὶ λοιπὸν κατὰ ταὐτὸν οἱ ἐν Βυζαντίῳ τοῖς ἀνὰ τὰς ἐσχατιὰς τῆς Ῥωμαίων ἡλίσκοντο γῆς, φρουραί τε καὶ ἱερὰ τούτους ἐδέχοντο φροντιστήρια. καιροῦ
τοίνυν διαγενομένου, ἐπειδήπερ ἐν οὕτω μεγάλῳ τῷ πλήθει στε‐282

283

νοχωρεῖσθαι συνέβαινε τὰς φρουράς, Οὐέννετοι (ἔοικε γὰρ ἀν‐ θρώπων ἀπεγνωκότων δυσμαχώτερον εἶναι μηδὲν) τοιάδε τινὰ ἐτόλμησαν. αὐτὸς ἕκαστος ὑπὲρ ἑκάστου φερέγγυον ἑαυτὸν βα‐ σιλεῖ παρασχόντες ἀνεθῆναι τῶν φρουρῶν ἴσχυσαν. ἦν δέ τις ἐν
5αὐτοῖς γένει τε διαφανὴς καὶ πλούτῳ διαφέρων· οὗτος μέγα τι νεὼς χρῆμα καὶ οἷον οὐδέπω ἐν Βυζαντίῳ κατῆρε χρημάτων τῷ δημοσίῳ ἀπημπώληκε πολλῶν. ὅθεν καὶ τὴν αὐτοῦ ἐπιμέλειαν πρὸς βασιλέως ἐπιτετραμμένος συνεβούλευσεν Οὐεννέτοις, ἐμβάν‐ τας αὐτῷ πλωΐζεσθαι νυκτὸς ἐπὶ τὴν αὑτῶν. οἱ δὲ τὸν λόγον
10ἁρπάσαντες, ἐπιφόρου τοῦ πνεύματος γεγονότος, εἰσεπήδησαν ἐπ’ αὐτὸ καὶ λοιπὸν ᾤχοντο ἀπιόντες. Ῥωμαῖοι δὲ αἰσθόμενοι κατόπιν αὐτῶν ἐδίωξαν, ἐγγίσαντές τε αὐτοῖς, περί που τὸν Ἀβύδου γεγονότες πορθμὸν Μηδικῷ πυρὶ φλέξειν διενοοῦντο. ἀλλ’ ἐκεῖνοι, ἅτε τῶν Ῥωμαϊκῶν ἐθάδες ἐπιτηδευμάτων, πίλους
15τινὰς ὄξει περιδεύσαντες τούτοις τε πᾶσαν περιειληφότες τὴν ναῦν ἐστέλλοντο θαρσαλέοι. Ῥωμαῖοι τοίνυν ἐπειδὴ μηδὲν ἀνύσειν εἶχον (τὸ γὰρ πῦρ πορρωτάτω ἢ ἐχρῆν ἐπὶ τὴν βᾶριν ἀκοντιζό‐ μενον ἢ οὐδὲ ἔψαυεν ἢ καὶ πελάσαν τοῖς πίλοις ἀποστρεφόμενον καθ’ ὑδάτων ἐσβέννυτο πεσόν), ἄπρακτοι ἀνεχώρησαν. Οὐέν‐
20νετοι δὲ οὐκ εἰς μακρὰν τῇ σφετέρᾳ προσχόντες, στόλον τεκτη‐ νάμενοι κατὰ Ῥωμαίων ἐπῆλθον. τὸ μὲν οὖν πρῶτον Εὐρίπῳ προσέβαλον, ἐπεὶ δ’ ἀπεκρούσθησαν, βασιλέως στρατιωτῶν φρου‐ ρὰς ἀποχρώσας ταῖς τῇδε πόλεσιν ἐπιστήσαντος, ἐπὶ τὴν νῆσον
ἐφέροντο Χίον, ἐνταῦθά τε τὰς ναῦς ἀνελκύσαντες ἐπὶ καταδρομῆς283

284

τῆς χώρας ἐξῄεσαν. ἀλλὰ δυνάμεσι κἀνταῦθα περιτυχόντες προμηθείᾳ βασιλέως ἐπὶ τὴν νῆσον διαβάσαις, ἐπειδήπερ εἰς χεῖ‐ ρας ἦλθον, πολλούς τε τῶν σφετέρων ἀπέβαλον πολεμοῦντες καὶ ὀπισθόρμητοι ἐπὶ τὰς ναῦς ἐχώρησαν. βασιλεὺς δὲ καὶ κατὰ
5κράτος ἁλῶναι τούτους διανοούμενος ἠπειρώτην τε καὶ ναυτικὸν στρατὸν πέμπειν ἐπ’ αὐτοὺς διενοεῖτο. ἀλλ’ ἦν γάρ τις τὸ τοῦ ἀκολούθου τηνικαῦτα λειτούργημα περικείμενος, Ἀαρὼν ὄνομα, ἀνὴρ φρονηματίας καὶ δεινῶς ἀλάζων. οὗτος δύσνους τοῖς βασι‐ λέως ἀεὶ πράγμασιν ὢν παραπρεσβείας τε πλειστάκις ἑάλω καὶ
10δαιμονίοις προστετηκὼς ἐξελήλεγκτο ἔργοις. ἀλλὰ ταῦτα μὲν ὕστερον, ὁπότε καὶ ἡ δίκη εὖ ποιοῦσα μετῆλθε τὸν ἀλιτήριον. τότε δ’ οὖν Οὐεννέτων τῷ ἔθνει ἔκπυστον τὸ βούλευμα ποιησά‐ μενος ἔσφηλε βασιλεῖ τὴν ἐγχείρησιν. ἔπλει μὲν γὰρ τὸ Ῥωμαίων ναυτικὸν ἐφ’ ᾧ εἰς τὸν Μαλέαν γεγονὸς (ἀκρωτήριον δέ ἐστιν
15οὗτος ἡμερῶν ὡς πλείστων τῆς νήσου Χίου ὁδὸν διέχον) ἐνταῦθα ἐλλοχήσειν Οὐεννέτους· ἤδη γὰρ ἐπίδοξοι ἦσαν πρὸς τοῦ Ῥω‐ μαίων ἐξελαθήσεσθαι πεζικοῦ, ὃ καθάπερ εἴρηται τῇ νήσῳ ἐνε‐ δρεῦον ἐξ ὑπερδεξίων αὐτοῖς συνεπλέκετο. ἀλλ’ ἐκεῖνοι τὸ μὲν πρὸς τῶν ἐν τῇ νήσῳ καταπολεμηθέντες Ῥωμαίων ὡς τῷ πλείονι
20τοῦ αὐτῶν ἐζημιῶσθαι στρατοῦ, τὸ δὲ καὶ τὸν στόλον ἰέναι πυ‐ θόμενοι, λύσαντες τῆς ἡμέρας ὀψὲ τὴν νῆσον ἀπέλιπον. ὄρθρου δὲ ὁ Ῥωμαίων στόλος ἐπὶ Λέσβον ἦλθεν, ἐπειδή τε τὸ γεγονὸς
ἤκουσεν, ὀπίσω ἐδίωκεν. ἀλλὰ σταδαίᾳ μὲν μάχῃ τὸ πᾶν δια‐284

285

κρῖναι οὔπω ἐδυνήθη, φευγόντων ἀεὶ προτροπάδην τῶν πολεμίων· τριήρεσι δὲ πολλαῖς αὐτῶν συμβαλόντες καὶ εἷλόν γε καὶ αὐτάν‐ δρους κατέδυσαν, αἱ δ’ ἄλλαι φυγῇ ἐπὶ τὴν αὑτῶν ἦλθον. οὕτω μέντοι ὀλιγανδροῦσαι τὸν κίνδυνον ἔφυγον, ὡς αὐτῶν οὐδεμιᾷ τῶν
5ἐξ Ἐπιδάμνου εἰς χεῖρας ἐλθούσας ἁλῶναι κατὰ κράτος ὑπ’ αὐτῆς. Οὐεννέτοις μὲν οὖν τοιοῦτον τὸ τῆς ἀλαζονείας εὕρατο κέρδος, βασιλεὺς δὲ ἐπικερτομῆσαι τὴν τόλμαν αὐτοῖς βουληθεὶς ἀπέστειλε τοιάδε. “ἀμαθίᾳ πολλῇ περὶ τὰ πρακτέα τὸ ὑμῶν ἄνωθεν κέ‐ χρηται ἔθνος. πάλαι μὲν γὰρ ἀλῆται καὶ πενίᾳ δεινῶς κάτοχοι
10εἰς τὴν Ῥωμαίων εἰσερρυηκότες πολιτείαν ὑπεροψίᾳ τῇ πολλῇ ἐς αὐτοὺς ἐχρῆσθε καὶ τοῖς πολεμιωτάτοις αὐτοὺς προδιδόναι μεγί‐ στη φιλοτιμία παρ’ ὑμῖν ἦν· ἅπερ ἐν εἰδόσιν ἀριθμεῖσθαι τὰ νῦν ἐστι περιττόν. ἐξ οὗ δὲ καταφανεῖς γεγονότες ἐνδίκως τῆς αὐτῶν ἐξωστράκισθε γῆς, ὑπὸ ἀλαζονείας καὶ εἰς ἀντίπαλον αὐτοῖς κα‐
15ταστῆναι ἐγνώκατε μάχην, ἔθνος πάλαι μὲν οὐδὲ ὀνόματος ἄξιον, διὰ Ῥωμαίους δὲ νῦν τέως ἐμφανές, οὐχ ὅσον μέντοι καὶ τὰ πρὸς δύναμιν συμβλητόν, ὅπερ αὐτοὶ νομίσαντες πολὺν ἁπανταχῆ διω‐ φλήσατε γέλωτα. πῶς γάρ; οἷς οὐδὲ τὰ ἐξαιρετώτατα τῶν ὅπου δήποτε ἂν ἀθῴως ἀντιπολεμήσαιντο ἐθνῶν.” βασιλεὺς μὲν το‐
20σαῦτα ἔγραψεν· οἱ δὲ στόλῳ μὲν μεγάλῳ Ῥωμαίοις πολεμεῖν οὐκ285

286

ἔτι ἐδύναντο, ναυλοχοῦντες δὲ ἐπειράτευον ἐξ ἐκείνου, ἕως καὶ δευτέραν ἠνέγκαντο πληγήν. 11. Ταῦτα μὲν οὖν οὕτως ἐγένοντο. τὰ Κιλίκων δὲ νοσεῖν ἤρξαντο πράγματα. Τερόζου γὰρ συμμετρησαμένου τὸ ζῆν, Με‐
5λίας, ὃς ἀδελφὸς ἦν αὐτῷ, τὴν χώραν παραλαβὼν οὐδέν τι ἧσσον Ῥωμαίοις κακῶς προσφέρεσθαι ἤρξατο. ἡρέθη τοίνυν Κιλίκων στρατηγὸς Μιχαὴλ μὲν τὸ πρῶτον ὁ Βρανᾶς, ἑξῆς δὲ Ἀνδρόνικος ἐπίκλησιν Φορβηνός, ὃς ἐξάδελφος καθάπερ ἤδη εἴρηται βασιλεῖ ἐτύγχανεν ὤν. ἀλλὰ καὶ αὐτοῦ λόγου ἄξιον οὐδὲν ἐνταῦθα εἰργα‐
10σμένου ἐπὶ γόνυ τὰ Ἰσαύρων ἔκλινε, πολλῶν τε ἑξῆς τὴν στρατη‐ γίαν ἀμειψάντων, ἐν οἷς καὶ Κωνσταντῖνος ἐγνωρίζετο ὃν Καλα‐ μάνον ἐπεκάλουν, ἤνυστο οὔπω οὐδέν. ὁ μέντοι Καλαμάνος ἐπὶ πολλοῖς τὸν Ἀρμένιον λελυπηκὼς ἐπὶ μείζοσιν ἐζημίωτο. ὑπὸ τού‐ τους τοὺς χρόνους καὶ Σαξόνων ὁ δούξ, ἔθνους πολυανθρωποτά‐
15του καὶ εὐδαίμονος, σὺν μεγίστῃ παρασκευῇ ἐπὶ Βυζάντιον ἦλθεν ἐφ’ ᾧ τὸν ῥῆγα Ἀλαμανῶν διαλλάξειεν (ὑποψίᾳ γὰρ πολλῇ ἐς ἀλ‐ λήλους ἐχρῶντο), πάντα τε ὧν ἕνεκα ἦλθε διαπεπραγμένος ἀπηλ‐ λάσσετο. ἐν τούτῳ δὲ Σέρβιοι, Οὐεννέτων αὐτοὺς πρὸς τοῦτο παρορμησάντων, εἰς ἀποστασίαν εἶδον, Στεφάνου δὲ ὃς τῆς Οὐν‐
20νικῆς ἦρχε τὸν βίον ἀπολιπόντος, ταράχου πλέα τὰ τῇδε κατέ‐ στησαν. ὑφ’ ὧν κινηθεὶς βασιλεὺς ἐπὶ τὴν Σαρδικὴν ἀφικνεῖται.
ἔνθα διατριβὴν ποιουμένου, πέμψαντες Οὖννοι Βελᾶν ᾐτοῦντο286

287

σφίσι ῥῆγα πεμφθῆναι. ἐπ’ αὐτὸν γὰρ, Στεφάνου τετελευτηκό‐ τος, ὁ τοῦ δικαίου θεσμὸς ἔβλεπεν. ἐτύγχανε δὲ ὁ Βελᾶς εἰς γαμβρὸν τῷ βασιλεῖ ἀφορισθεὶς πρότερον, ὡς ἐν τοῖς ἔμπροσθέν μοι ἐρρήθη. νόμου δὲ ξυγγενείας ἐμποδὼν αὐτῷ γεγονότος, τὴν
5Αὐγούστης ἔγημεν ἀδελφήν. καῖσαρ δὲ διὰ τοῦτο ἀναρρηθεὶς ἀξιώματι τῶν ἐν Βυζαντίῳ τηνικάδε ἐκρατίστευε μεγιστάνων. ῥῆγα τοίνυν αὐτὸν ἀνειπὼν ἐπὶ Οὐννικῆς σὺν τῇ γυναικὶ ἔπεμψεν ὅρκοις τηρήσειν ἐπαγγειλάμενον ὅσα βασιλεῖ καὶ Ῥωμαίοις συνοίσειν τοῦ παντὸς ἔμελλον αἰῶνος. εἵποντο δὲ αὐτῷ ἐκ βασιλέως οἱ ἐπὶ τὴν
10ἀρχὴν κατάξοντες Ἰωάννης τε ὁ πρωτοσέβαστος καὶ τῶν ἐπὶ δόξης ἄλλοι. ὁ δὲ βασιλεὺς ἐπειδὴ Βελᾶν ἐπὶ τῆς ἀρχῆς κατεστήσατο, ἐπὶ τὸ Σερβίων ἐτράπετο ἔθνος, ἀμυνεῖσθαι τῆς τόλμης αὐτοὺς προθυμούμενος. ἀλλ’ ὅπερ θαυμάζειν ἀεὶ ἔχω, οὔπω τὸ στρά‐ τευμα ἤθροιστο πᾶν, καὶ βασιλεὺς χιλιάσιν ὀλίγαις διά τινων
15ἐρυμνῶν καὶ ἀποκρήμνων χωρίων εἰσελάσας ἐπὶ τὴν χώραν τῷ ἀρχιζουπάνῳ συμμίξειν ἠπείγετο. ὁ δὲ καίτοι μυρίαν πανταχό‐ θεν ἑαυτῷ χεῖρα συστησάμενος σύμμαχον ἔφευγε μὲν τὸ πρῶτον, ὡς δὲ τὸ δέος αὐτοῦ τὴν ψυχὴν ἐπολιόρκει, πρέσβεις ἐς βασιλέα πέμψας κακῶν ἀμνηστίας ἐδεῖτο τυχεῖν. πείθειν δ’ οὐκ ἔχων,
20ἀλλὰ τῆς ἐς αὐτὸν ᾐτεῖτο παρόδου τέως ἀκινδύνου τυχεῖν. ἧκε τοίνυν βασιλέως ἐπινεύσαντος, καὶ εἰσῄει παρὰ τὸ βῆμα, ἀκα‐ λυφής τε κεφαλὴν καὶ χεῖρας εἰς ἀγκῶνα γυμνούμενος, ἀνυπόδε‐ τος μὲν πόδας, σχοῖνος δέ οἱ τοῦ τραχήλου ἐξῆπτο, καὶ ξίφος
κεχείριστο, ὅπη βούλοιτο χρῆσθαι βασιλεῖ ἑαυτὸν παρεχόμενος.287

288

ἐφ’ οἷς οἰκτείρας αὐτὸν ἀφῆκε τὸ ἔγκλημα. ταῦτα κατωρθωκὼς βασιλεὺς ἐξῄει τῆς Σερβικῆς, ἑπόμενον αὐτῷ καὶ τὸν ἀρχιζουπά‐ νον ἔχων. ὅτε δὴ καὶ Ἀαρών, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἐφ’ οἷς εἴρηται ἁλοὺς ἐξεκόπη τὰς ὄψεις.
5 12. Τὰ μὲν δὴ κατὰ τὴν ἑσπέραν οὕτως ἐφέροντο, Ἀσία δὲ ὤδινεν αὖθις. Νουραδὶν γὰρ τοῦ Βερροιαίου σατράπου, καὶ τοῦ Λυκαονίας ἡγεμονεύοντος σουλτάν, Μελίου τε τοῦ Ἀρμε‐ νίων δυνάστου, καὶ τοῦ Ἀγκυρανῶν ἄρχοντος τῆς τε ἄλλης Γαλα‐ τικῆς ἐς ταὐτὸ πνευσάντων, ἐφ’ ᾧ κατὰ Ῥωμαίων στρατεύσειαν.
10δι’ ἃ βασιλεὺς ἐνταῦθα σπουδῇ ἐκ τῆς ἑσπέρας διέβη· καὶ ὁ μὲν περί που τὴν Φιλαδέλφου αὐλισάμενος πρὸς τούτοις ἠσχό‐ λητο, Ἀλαμανοὶ δὲ καὶ Οὐέννετοι ἐπὶ Ἀγκῶνα οἱ μὲν ἀπὸ θαλάσ‐ σης οἱ δὲ ἠπειρώτῃ στρατῷ πολιορκήσοντες ἦλθον. ἐστρατήγει δὲ Ἀλαμανῶν τῶν τις παρ’ αὐτοῖς ἱερατικὸν θρόνον κοσμούντων
15ἀνδρῶν. χρόνου τοίνυν τῇ προσεδρείᾳ τριβέντος, τά τε ἀναγ‐ καῖα Ἀγκωνίταις ἐπιλελοίπει, καὶ ἡ πόλις ὅσον οὐκ ἤδη ἁλῶναι προσδοκήσιμος ἦν. ἦν δέ τις γυνή, Ἰταλὴ μὲν τὸ γένος μεγα‐ λόφρων δὲ εἴπέρ τις καὶ ἀρρενωπὸς μάλιστα, ἐπειδή τε ἀνδρὸς πάλαι χηρωθείη, σωφρονικὸν ἐξ ἐκείνου τὸν βίον ἐτήρει. αὕτη
20ἐπειδὴ τὰ κατὰ τὸν Ἀγκῶνα ἐπύθετο καὶ ὡς ἐν ἐσχάτοις εἴη τοῖς κακοῖς, ζήλῳ διαθερμανθεῖσα (ἐτύγχανε γὰρ Ῥωμαίοις τηροῦσα τὸ φίλιον) ἠπείγετο ταῖς οἴκοθεν δαπάναις τῇ πόλει ἐπαρκέσαι·
μὴ παντάπασι δὲ ταῖς τοῦ πολέμου χρείαις ἱκανοῦσα ἥδε καὶ288

289

τοὺς παῖδας ἐνεχυράζει, χρυσίον τε οὕτω κεκομισμένη ἁδρόν, πέμψασα παρὰ τὴν πόλιν ἐδήλου θαρσεῖν τοῦ λοιποῦ μηδὲ τοῖς πολεμίοις ἑαυτοὺς καταπροδιδόναι. Ἀγκωνῖται τοίνυν ὡς ἐπύ‐ θοντο ταῦτα, ἀνεθάρσησάν τε καὶ τοῖς πολεμίοις ἐπεξιέναι διε‐
5νοοῦντο. ἀλλ’ ἐκεῖνοι γνόντες μετεστρατοπεδεύσαντο αὐτίκα. ἐν τούτῳ δὲ καὶ ἡ στρατηγὸς ἐκείνη ἐπιστᾶσα τῇ πόλει Ἀγκωνίτας τῷ ἑαυτῆς ἀνεμίγνυ στρατῷ, προσβολῆς τε γενομένης Ἀλαμανοὶ τὴν ὁρμὴν οὐχ ὑπενεγκόντες ἔφευγον ἀπὸ γυναικείου στρατεύμα‐ τος πολλούς τε αὑτῶν ἀπεβάλοντο. ἥλω δ’ ἂν μικροῦ καὶ ὁ
10στρατηγὸς ἱερεύς, εἰ μὴ φυγῇ τὴν σωτηρίαν ἐξέκλεψεν. ἡ δὲ ἐπὶ Οὐεννέτους ἐτράπετο ἀπὸ θαλάσσης καθάπερ εἴρηται τῇ πόλει ἐγκαθημένους, μάχῃ τε καὶ αὐτῶν περιγενομένη ἐπανῄει ἐπὶ τὴν πόλιν, εὐφήμοις φωναῖς βασιλέα μέγαν ἀναβοῶσα. ὁ δὲ βασι‐ λεὺς πρὸς τῇ Φιλαδέλφου, καθάπερ ἔφην, ἐνστρατοπεδευσάμε‐
15νος ἐσκέπτετο πῶς ἂν εὐμηχάνως ἀφιστᾶν ἀλλήλων τοὺς εἰρη‐ μένους τῶν βαρβάρων αὐτῷ γένοιτο. καὶ δὴ παρὰ τὸν Λυκαο‐ νίας πέμψας σουλτὰν ὠνείδιζέ τε τῆς εἰς αὐτὸν ἀπιστίας καὶ τὴν αἰτίαν ἀνεπυνθάνετο, δι’ ἣν οὕτω Ῥωμαίοις ἀθρόον ἐκπολεμω‐ θείη. ὁ δὲ ἄλλα τε προΐσχετο πολλὰ καὶ χολᾶν αὐτῷ τὸν ἐν
20σφίσιν ἔλεγε Χαλιφὰν εἴτ’ οὖν μέγαν παρ’ αὐτοῖς ἀρχιερέα ἐπὶ τοσοῦτον ἤδη Ῥωμαίοις συγκειμένῳ κατὰ τὸ φίλιον. ταῦτα λέγων τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψεν· ὁ δὲ βασιλεὺς τούτων
ἀκούσας καὶ δευτέρᾳ πρεσβείᾳ τοῦτον ἀμείβεται, ἐπιστείλας αὐτῷ289

290

οὑτωσί. “εἴ σοι δέδοκται τοῖς ἄλλοις τῶν ὁμοφύλων ἐπισυστάντι ἄνωθέν ποθεν κατὰ Ῥωμαίων ἐκδραμεῖν, θαρσῶν γε ἄπιθι. φύ‐ λακα γὰρ τῇ σεαυτοῦ τὸν Ῥωμαίων ἐπιστήσεις στρατὸν ἡμερῶν οὐ πεντεκαίδεκα ἐπ’ αὐτὴν ἀφιξόμενον.” ταύτην ὁ σουλτὰν
5δεξάμενος τὴν ἐπιστολὴν ἐξεδειματώθη τε τὴν ψυχὴν καὶ τῶν μελετωμένων ἀποσχόμενος εἰρηναῖα τοῦ λοιποῦ διελέξατο. καὶ τὰ τῆς ἐπιβουλῆς οὔπω τέλεον κρατυνθέντα διελύετο αὖθις, ἅτε μεγίστου μέρους ἐν σφίσι τοῦ σουλτὰν ἐπὶ βασιλέα μεταθεμένου. τοίνυν καὶ βασιλεὺς μὲν ἀναιμάκτῳ τροπαίῳ σεμνυνάμενος ἐπὶ
10τὴν Κωνσταντίνου ἀναζευγνύει. ὁ δὲ Παλαιστίνης ῥὴξ ἅμα τῷ Ἀντιοχείας πρίγκιπι ταῦτα πυθόμενοι θάρσους τε ὑποπλησθέντες κατὰ τῶν Βερροιαίων κινηθέντες βαρβάρων πολλὰ αὐτοὺς ἐζη‐ μίωσαν. 13. Κατὰ τοῦτον τὸν χρόνον καὶ τὸν σιλέντιον ὁ βασι‐
15λεὺς αὐτὸς ξυνετάξατο λόγον, οὐχ ὥσπερ εἴθιστο, τοῦ ἀσηκρῆ‐ τις αὐτὸν ἐκ βασιλέως δῆθεν ὑπαγορεύσαντος. ἦν δὲ ἡ μὲν ἔν‐ νοια τῷ λόγῳ βαθεῖά τις καὶ ἐκ πάνυ γενναίας προϊοῦσα ψυχῆς· νοημάτων τε γὰρ διαρκῶς εἶχε καὶ ἐπιχειρήμασιν ἐστοιβάζετο συχνοῖς. ἥ γε μὴν λέξις καθαρὰ μᾶλλον καὶ ἀφελὴς ὁ χαρακτήρ,
20καὶ τὸ ὅλον εἰπεῖν ἀσχημάτιστος, αὐτοφυὴς δὲ ὅμως καὶ τὸν γεν‐ νήτορα ἐναργῶς ἐμφανίζων. καθάπερ γάρ μοι πολλάκις ἐρρήθη,
φυσικοῖς πλεονεκτήμασιν οὐδενὶ ἀνθρώπων ξυμβλητὸς ἦν. ἔγωγέ290

291

τοι πολλάκις αὐτῷ τῶν Ἀριστοτέλους διαλεξάμενος πολλὰ τῶν πολυζητήτων αὐτοφυῶς ἐπιλυόμενα ἔγνων, πρᾶγμα οὐδενὶ τῶν ἁπάντων οἶμαι γεγονὸς τοῦ παντὸς αἰῶνος. ὁ δ’ αὐτὸς καὶ πολλὰ τῶν ἐν γραφαῖς ἀδιεξηγήτων εἰς δεῦρο μεινάντων, ἢ γοῦν οὐκ
5εὔστοχα διηρμηνευμένων σὺν θαυμασίᾳ τινι διεσάφησεν ἁπλό‐ τητι· ἅπερ ἐμοὶ ἐνθάδε γεγράψεσθαι ἄπο νόμων ἔδοξεν εἶναι ἱστορικῶν.
post 7tΒΙΒΛΙΟΝ Η.
81. Ἃ μὲν οὖν ἄχρι καὶ δεῦρο εἰς ἤπειρον ἑκατέραν βασιλεῖ Μανουὴλ εἴργαστο, τοιάδε τινὰ ἐγένετο. ἑξῆς δέ μοι γεγράψε‐
10ται ὅσα ἐπὶ Ἀσίας στρατευσαμένῳ τούτῳ ξυνέπεσε. Κλιτζιεσθλὰν γάρ, οὗ πολὺν ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα λόγον, χρήματα ὥσπερ ἔφην μεγάλα πρὸς βασιλέως κεκομισμένος δυνάμεώς τε ἐπὶ πλεῖστον ἧκε καὶ τῶν τῇδε δυναστῶν ἄλλους τε τὰς ἀρχὰς ἀφε‐ λόμενος αὐτὸς ἔσχε καὶ δὴ καὶ Σανισᾶν, ὃς ἀδελφὸς μὲν αὐτῷ
15ἦν καὶ ἐκ τῶν αὐτῶν ἔφυ σπερμάτων, Γάγγρας δὲ καὶ Ἀγκύρας πόλεων ἀμφοῖν ἦρχε Γαλατικῶν, βιασάμενος τὰς μὲν ὑφ’ ἑαυτὸν ἐποιήσατο, τῷ δὲ, ἐπειδὴ μὴ κατακτεῖναι ἐδυνήθη, ἀνάγκην
ἐπῆγε ξένῳ καὶ ἐπηλύτῃ ἔθνη ἀνθρώπων περιιέναι πάντα. ταύτῃ291

292

καὶ βασιλεῖ μὲν οὐδέ τινα πόλεων ἀπεδίδου, ὧν ἂν περιγεγονὼς τύχοι· οὐδέ τι τῶν ἄλλων, ἅπερ αὐτῷ διομολογησάμενος ἔφθη, ἐπιτελὲς ποιεῖν ἤθελε. μεγαλοφροσύνῃ δὲ ἐς πάντας ἐχρῆτο ἀν‐ θρώπους καὶ τὴν ὁρμὴν οὐδαμῆ καθεκτὸς ἦν. ἃ βασιλεὺς ἐννοῶν
5ἐχαλέπαινε μὲν καὶ τὰ πρότερα καὶ ἐν δεινῷ τὸ πρᾶγμα ἐποιεῖτο, πρὸς δὲ τῶν ἑσπερίων ἀνθελκόμενος πραγμάτων πρὸς τούτοις καὶ τὰ ἐξ Ἀσίας ἀνακινεῖν ἥκιστα ἤθελεν. ἐπεὶ δὲ οὐδεὶς οὐδαμόθεν ἐξ ἑσπέρας αὐτῷ πόλεμος ἀνεφαίνετο τοῦ λοιποῦ ἅτε πάντας ἤδη κατωρθωκότι, στράτευμα ἀγείρας ἱκανὸν τῇδε διαβαίνειν διενοεῖτο.
10Κλιτζιεσθλὰν δὲ ἐπειδὴ τούτων ἤκουσε, πρέσβεις ἐς βασιλέα πέμ‐ ψας ἄλλα τέ οἱ τῶν κατὰ γνώμην ἐπιτελῆ ποιεῖν ὡμολόγει καὶ Ῥωμαίων δυνάμεις ἐπὶ κατασχέσει πόλεων ὧν ἂν βασιλεὺς αἱροῖτο αὐτίκα ἐπὶ Ἀσίαν σταλῆναι ἠξίου. πόνου γὰρ τοῦ ἐπὶ τούτῳ συλλήψεσθαι σφίσι καὶ αὐτόν. ταῦτα βασιλεὺς ἀποδεξάμενος
15Ἀλέξιον τὸν Πετραλοίφαν στρατεύματι ἅμα ἐς ἑξακισχιλίους ἀριθμουμένῳ ἔπεμψε, χρήματά οἱ προσεπιδούς, ἅπερ αὐτῷ εἰς πόλεμον τόνδε ἀποχρήσειν ᾤετο. Ἀλέξιος μὲν οὖν ἐπὶ τοιούτοις εἰς τὴν Ἀσίαν ἐστέλλετο· Κλιτζιεσθλὰν δὲ ἐπειδὴ τὸν Ῥωμαίων στρατὸν προσιέναι ἤκουσεν, εἰς πόλεις ἐκπέμπων, ἃς ἔτι ἀχειρώ‐
20τους αὐτῷ ξυνέβαινεν εἶναι, δέος τὸ ἐκ τῆς βασιλέως ὑπέτεινε σφίσι στρατιᾶς. αἱ δὲ πρὸς ἀμφοτέρας οὐχ οἷαί τε οὖσαι δυνά‐ μεις ἀντισχεῖν οὔτι ἑκούσιαι αὐτῷ προσεχώρουν. ὁ δὲ ἐπειδὴ καὶ
αὐτῶν ἐγκρατὴς γένοιτο, οὐδεμιᾶς λοιπὸν Ῥωμαίοις ἐπιχωρεῖν292

293

ἤθελεν. ἐφ’ οἷς ἠγανάκτει μὲν βασιλεὺς καὶ αὐτίκα ἐπὶ μάχην καθίστασθαι διενοεῖτο· τῶν πραγμάτων δὲ αὐτῷ μηδαμῆ συγχω‐ ρούντων (ὅ τε γὰρ τοῦ ἦρος ἐξῆκεν ἤδη καιρὸς πολεμίοις μάλιστα προσήκων ὢν πράγμασι, καθ’ ὃν ἄλλα τε τῶν ξυμφόρων Ῥω‐
5μαίοις διοικήσασθαι αὐτὸς ᾤετο καὶ δὴ καὶ πόλεις ὅπη δήποτε αὐτῷ βουλομένῳ ἦν ἀνεγεῖραι· πρὸς δὲ καὶ Ἀμάσεια, πόλις ἑῴα, τότε δὴ αὐτῷ προσεχώρει, ἣν οὔπω μάχης εἰς τὸ ἐμφανὲς ἐκραγείσης σὺν εὐπετείᾳ μάλιστα Ῥωμαίους λήψεσθαι εἰκὸς ἦν), τούτων δὴ ἕνεκα κατὰ τάδε ἐποίει. Μιχαὴλ μὲν ᾧ ἐπίκλησις Γαβρᾶς ἦν,
10ἄνδρα ὥς μοι πολλάκις ἐρρήθη ἔς τε τὸ τῶν σεβαστῶν ἀξίωμα ἥκοντα καὶ πολεμίων ἱκανῶς ἔμπειρον ἔργων, ἐπὶ τὴν Παφλαγό‐ νων ἐξέστειλε, στράτευμα ὃ μὲν αὐτίκα ἐπαγόμενον, ὃ δὲ καὶ ἐκ τῶν τῇδε χωρίων ἀθροίσοντα, ὅσοι τε ἀμφὶ Τραπεζοῦντι καὶ Οἰναίῳ πόλεσιν ᾤκηνται Ποντικαῖς, καὶ τούτους δὲ μεταπεμψά‐
15μενον, ἐκέλευεν οὕτω ἐς Ἀμάσειαν παρελθεῖν. ἐν δὲ τούτῳ τοιάδε τινὰ ξυνέπεσεν. Ἰωάννῃ τῷ Καντακουζηνῷ, οὗ πολλάκις ἐν τοῖς ἔμπροσθεν ἐπεμνήσθημεν λόγοις, παῖς ἦν Μανουήλ, ἰδεῖν τε ἀγα‐ θὸς καὶ ῥώμῃ σώματος οὐδενὸς τῶν ἡλικιωτῶν ἥσσων γενόμενος. τούτῳ δὴ βασιλεὺς ἔργοις, ὡς ἐλέγετο, ἀπειρημένοις ὡς ἐπίπαν
20ἐγχειροῦντι τὰ μὲν πρῶτα παραινέσεις προσῆγε, τῶν τηλίκων δὴ ἀποστῆναι πειρώμενος. ἐπεὶ δὲ ἀπρὶξ ἐκεῖνος τοῦ τολμήματος εἴχετο, οὐκ ἀνασχόμενος βασιλεὺς τότε δὴ καὶ εἰς φρουρὰν αὐτὸν ἔδωκεν. ὁποῖα δὲ τοῖς ἐν ἀρχαῖς εἴθισται (πράττουσι γὰρ ὡς τὰ
πολλὰ δι’ ὧν εὔνοιαν αὑτοῖς ἐπισπᾶσθαι τὴν βασιλέως γένοιτο),293

294

ἐς τὴν εἱρκτὴν παρελθόντα βασιλέως οὔτι ἑκουσίου τὰς ὄψεις ἀφαιροῦνται τὸν μείρακα. ὧν ἐπειδὴ βασιλεὺς ἤκουσεν, ἐδυσχέ‐ ρανε μὲν καὶ ὤμνυτό γε μὴ ἂν αὐτοῦ ξυνειδότος τὸ τοιόνδε πρὸς ἐκεῖνον εἰργάσθαι, ἤνεγκε δὲ ὅμως τὸ ἄλγημα· οὐ γὰρ εἶχεν ὅπως
5σὺν τῷ δικαίῳ τοὺς δράσαντας ἀμυνεῖται. 2. Ἀλλ’ ὅπερ ἐλέγομεν, Μιχαὴλ μὲν ἐπὶ Ἀμάσειαν ἔπεμψεν· ὁ δὲ τὸν Δαμάλεως πορθμὸν διαβὰς εὐθὺ Μελαγγείων ἐχώρει. ἔνθα ἔκ τε Βιθυνίας καὶ τοῦ Ῥυνδακοῦ χωρίων στρά‐ τευμα ἀγείρας ἱκανὸν ἐξῄει ἐπὶ τὰ Δορυλαίου πεδία, τὰ ἐκεῖσε
10Ῥωμαίων φρούρια εἰρήνης κατεχούσης ἔτι τῶν ἐπιτηδείων ἐμπλη‐ σόμενος καὶ τοῖς τῷ σουλτὰν δυσμεναίνουσι θάρσος ἔτι μᾶλλον ἐμποιήσων, πρὸς δὲ καὶ Δορύλαιον ἀνοικοδομήσων. τὸ δὲ Δο‐ ρύλαιον τοῦτο ἦν μὲν ὅτε πόλις ἦν μεγάλη τε εἴπερ τις τῶν ἐν Ἀσίᾳ καὶ λόγου ἀξία πολλοῦ. αὔρα τε γὰρ τὸν χῶρον ἁπαλὴ κα‐
15ταπνεῖ, καὶ πεδία παρ’ αὐτὴν τέταται λειότητός τε ἐπὶ πλεῖστον ἥκοντα καὶ ἀμήχανόν τι προφαίνοντα κάλλος, οὕτω μέντοι λιπαρὰ καὶ οὕτως εὔγεω, ὡς τήν τε πόαν δαψιλῆ μάλιστα ἐκδιδόναι καὶ ἁβρὸν παρέχεσθαι ἄσταχυν. ποταμὸς δὲ διὰ τοῦ τῇδε τὸ νᾶμα πέμπει καὶ ἰδέσθαι καλὸς καὶ γεύσασθαι ἡδύς. πλῆθος ἰχθύων
20τοσοῦτον δὲ ἐννήχεται τούτῳ, ὅσον εἰς δαψίλειαν τοῖς τῇδε ἁλιευό‐ μενον ἐλλιπὲς οὐδαμῆ γίνεσθαι. ἐνταῦθα Μελισσηνῶν ποτε καί‐ σαρι οἰκίαι τε ἐξῳκοδόμηνται λαμπραὶ καὶ κῶμαι πολυάνθρωποι
ἦσαν θερμά τε αὐτόματα καὶ στοαὶ καὶ πλυνοὶ, καὶ ὅσα ἀνθρώ‐294

295

ποις ἡδονὴν φέρει, ταῦτα δὴ ὁ χῶρος ἄφθονα παρεῖχεν. ἀλλὰ Πέρσαι, ὁπηνίκα ἡ κατὰ Ῥωμαίων ἤκμαζεν ἐκδρομή, τήν τε πό‐ λιν εἰς ἔδαφος βεβλημένην ἀνθρώπων ἔρημον παντάπασιν ἐπε‐ ποίηντο καὶ τὰ τῇδε πάντα μέχρι καὶ ἐπὶ λεπτὸν τῆς πάλαι σεμνό‐
5τητος ἠφάνισαν ἴχνος. ἡ μὲν δὴ πόλις τοιάδε τις ἦν. τότε δὲ Πέρσαι ἀμφὶ δισχιλίους περὶ ταύτην νομάδες ὡς ἔθος ἐσκήνουν· οὓς δὴ ἐκεῖθεν ἀπαναστήσας βασιλεὺς χάρακά τε τῆς πόλεως οὐ μακρὰν ἄποθεν περιβαλὼν τὰ πρὸς τειχοδομίαν ἐξηρτύετο. καὶ ἡ μὲν κατὰ τάχος ἠγείρετο, σχήματος μὲν πολλῷ τοῦ πρότερον
10ἔνδον ὑποκεχωρηκυῖα, τοῦ δὲ εἰς ἄκραν αὐτῇ ἀνεστηκότος τὰ πρό‐ τερον γηλόφου ὀλίγῳ δὴ ἀποτέρω καὶ ἀπὸ ταὐτοῦ πάντοθεν τοῦ διαστήματος τὸν περίβολον στρέφουσα. βασιλεὺς δὲ ξὺν ὀλίγοις ἑκάστης ἡμέρας ἐξιὼν λόχοις τε ἐξ ἀφανοῦς καὶ κατὰ πρόσωπον συμβολαῖς πολλοὺς Περσῶν ἔκτεινε καὶ τῶν παρὰ σφίσιν ἐπιφα‐
15νῶν. οὐ γὰρ ἐνέλιπον συχνοὶ ἐκ τῶν ἀνωτάτω συρρέοντες ἐφ’ ᾧ τὴν οἰκοδομίαν οὕτω κωλύειν. τότε δὴ καὶ Σανισάν, οὗπερ ἤδη ἐμνήσθην, χρόνοις τισὶ πρότερον βασιλεὺς αὐτῷ προσπεφευγότα ἐπὶ τὰς ἀνωτάτω Ἰκονίου χρήμασιν ἐφοδιάσας ἔπεμψε χώρας. εἵ‐ πετο δέ οἱ καὶ στράτευμα ὁδοῦ τῆς ἐπὶ Παφλαγονίαν ἡγησομένῳ.
20ἀλλ’ οὔπω ἐπὶ πλεῖστον προῆλθε, καὶ Περσῶν δυνάμεις ἐλλοχήσα‐ σαι Ῥωμαίων τε τῶν σὺν αὐτῷ πολλοὺς ἔκτειναν καὶ λαφύρων ἐπλήσαντο ἱκανῶν. Σανισὰν δὲ μόγις ἐκεῖθεν διαδρὰς πεφοβημέ‐
νος ἐπὶ βασιλέα ἦλθεν. οὕτως ἐς τὸ κακοτυχὲς ἀεὶ τῷ ἀνθρώπῳ295

296

τὰ πράγματα ἀπεκρίνετο. τὰ μὲν δὴ ἐπὶ Δορυλαίου τῇδε ἐφέ‐ ρετο. Μιχαὴλ δὲ ὁ Γαβρᾶς σὺν τῷ στρατεύματι ἐς Ἀμάσειαν ἦλθε, παρακαλούμενός τε πρὸς τῶν τὴν πόλιν ἐχόντων αὐτίκα δὴ ἐπὶ ταύτην παριέναι, ἐπειδὴ καὶ δύναμις παρὰ Κλιτζιεσθλὰν ἐπὶ
5τοῖς αὐτοῖς ἀφιγμένη οὐ μακρὰν ἄποθεν τῆς πόλεως ἐσκήνου, οὐ‐ δαμῆ ἐθάρρει τὴν εἴσοδον. ὑποψίᾳ γὰρ πολλῇ εἰς τοὺς ἔνδον ἐχρῆτο μὴ προδοσίαν δήπου κατ’ αὐτοῦ μεμελετηκότες εἴησαν. οἱ δὲ καὶ ὁμήρους τούτου δὴ ἕνεκα παρ’ αὐτὸν ἔπεμψαν τήν τε ἀκρόπολιν Ῥωμαίοις κατ’ ἐξουσίαν ἔδοσαν. ἀλλὰ ὀρρωδία τις
10καθάπαξ παραλαβοῦσα τὸν ἄνθρωπον ἐπὶ σκήψεις ἄλλοτε ἄλλας ἀναχωρεῖν ἐποίει, ἕως οἱ ἐπὶ τὴς πόλεως ἐννοησάμενοι μὴ ταῖς μακραῖς Ῥωμαίων ἀναβολαῖς παρὰ Κλιτζιεσθλὰν τῆς πόλεως ἁλούσης ἐς ἀπέχθειαν αἰῶνα τὸν πάντα δεσπότῃ ἐσομένῳ καθί‐ σταιντο, τοῦ παρὰ σφίσιν ἄρχοντος οὐδὲν ξυνειδότος τοῖς εἰρημέ‐
15νοις ταύτην παρέδοσαν. ἤδη δὲ καὶ Μιχαὴλ ἄρας ἐκεῖθεν ἐπὶ γῆν τὴν Ῥωμαίων ἦλθεν, οὔτε τῶν ἐπὶ τῆς ἀκροπόλεως, ὥς μοι ἐρρήθη, Ῥωμαίων, οὔτε του τῶν ἄλλων λόγον πεποιημένος οὐ‐ δένα. καὶ τὰ μὲν Ἀμασείας πόλεως ἐν τῷδε ἐτελεύτα, βασιλεὺς δὲ ἀμφὶ Δορυλαίῳ ἔτι πονούμενος, ἐπειδὴ ταῦτα ἐπύθετο, Θω‐
20μᾶν τὸν ἐκτομίαν παρὰ Κλιτζιεσθλὰν πέμψας Ἀμάσειαν ἐνέκειτο ἀπαιτῶν ὅρκων τέ οἱ παρόρασιν ἐπεκάλει καὶ εἴ γε μὴ τοῦ ἐς Ῥω‐ μαίους τοιάδε ὑβρίζειν ἀπόσχοιτο, οὐκ εἰς μακρὰν τάχα τῆς δίκης ἐκδίκου πειράσασθαι ἠπείλει. ὅστις μέντοι Θωμᾶς οὗτος ἦν
αὐτίκα δηλώσω. Λέσβου μὲν ὥρμητο νήσου, οἰκίας δὲ ἀφα‐296

297

νοῦς γεγονώς, ἐπειδὴ μηδὲν ὅ τι τῶν λόγου ἀξίων ἐπιτήδευμα αὐ‐ τῷ ἦν, ἐς Βυζάντιον ἰόντι ἔργον ἐπιμελὲς ἐγεγόνει φλέβας ἀνθρώ‐ πων τέμνοντι ἐντεῦθεν ἑαυτῷ τὸ ζῆν περιποιεῖσθαι. ἀλλ’ ἔοικε τῶν ἁπάντων εἶναι μηδὲν ὃ βουλομένῃ τῇ τύχῃ ὑπηρετεῖν ἥκιστα
5δύναιτο. Θωμᾶς γὰρ καίτοι ἐς τοὔσχατον βαναυσίας ἥκων, ἐκ τούτου δὴ τοῦ τεχνίου μέγας ἐν βασιλείοις εἴπερ τις ἀνθρώπων ἐγένετο, χρήματά τε μεγάλα ἐν βραχεῖ περιβεβλημένος χρόνοις τισὶν ὕστερον ἐς Παλαιστίνην ξὺν αὐτοῖς ἀπιὼν ᾤχετο. μὴ κατὰ γνώμην δὲ αὐτῷ τῶν τῇδε ξυμπιπτόντων αὖθις ἐπὶ βασιλέα παρα‐
10γίνεται, ἵλεώ τε αὐτοῦ τετυχηκὼς δύσνους εἰσαῦθις ἠλέγχετο, ἐς τὴν ἐν παλατίῳ τε φρουρὰν ἀχθείς, ἣν Ἐλεφαντίνην ἔθος καλεῖν ἐστιν, ἐνταῦθα τὸν βίον ξυνεμετρήσατο. ἀλλὰ ταῦτα μὲν ὕστε‐ ρον. τότε δὲ ἐπὶ τὸν σουλτάν, ὥσπερ ἐλέγομεν, παραγεγονώς, ἐπεὶ μηδὲν ὧν ἕνεκα ἦλθεν ἐπιτελὲς ἐκεῖνος ποιεῖν ἤθελεν, ἄπρα‐
15κτος ἐς βασιλέα παλινοστεῖ, ὅτε δὴ μικροῦ καὶ ἀπεκτονέναι τοῦ‐ τον ἐδέησαν Πέρσαι οἳ ἀνὰ τὴν ὁδὸν ἐνεδρεύοντες ἦσαν. 3. Βασιλεὺς δὲ ἡμερῶν οὔπω τετταράκοντα τὴν πόλιν ἀνεγείρας, ἐπειδὴ τάφρον τε αὐτῇ περιήλασε καὶ Ῥωμαίων ὡς πλείστους ἐνταῦθα ᾠκίσατο, φρουρὰν ἀποχρῶσαν τῇδε καταλι‐
20πὼν ὀπίσω ἐχώρει, τοῖς ἀμφὶ τῷ Ῥυνδακῷ αὐλισάμενος χωρίοις· ἐπ’ ὀλίγον τε διαναπαύσας τὸ στράτευμα ἐκεῖθεν ἀπῆρε. κομιδῇ δὲ ὀλίγους αὐτῷ συνεπομένους ὁρῶν (τὰ γὰρ πλείω τῶν ταγμάτων ἀπῄεσαν οἴκοι, μηδὲν εἰς γνῶσιν ἧκον αὐτῷ, καίτοι ὥσπερ ἐλέγετο
πολλὰ περὶ τοῦ μηδένα τέως τοῦ στρατοπέδου ἀποχωρεῖν παρεγ‐297

298

γυησαμένῳ πρότερον), Μιχαὴλ μέν τινα βάρβαρον γένος (ἀμέ‐ λει καὶ Ἰσὰχ ὄνομα αὐτῷ πρότερον ἦν) τῶν ἐπὶ ἑστίας δὲ αὐτῷ διυπηρετουμένων τὰ πρῶτα, ἐφ’ ᾇ τινας στρατιωτῶν τῶν ἐκ τῆς λειποταξίας ἐς τὸ σῶμα ζημιῶσαι ἔπεμψεν. ὁ δὲ ξὺν ὀλίγοις τὰς
5ἐπὶ Λάμπης διελθὼν πεδιάδας, φρούριόν τι περὶ πρώτας που τοῦ Μαιάνδρου ἱδρυμένον ἐκβολὰς (Σούβλαιον ὄνομα αὐτῷ) χρόνῳ πεπτωκὸς ἀνεγείρει. ἐντεῦθεν οὐκέτι δὴ τρόπον ὅνπερ εἰώθει πολεμίοις ξυμπλέκεσθαι βασιλεὺς ἤρξατο, ἀλλὰ πῦρ οἷον ἢ ὕδωρ ἀνυποστάτως ὤργα καὶ ἐφέρετο. βασιλεὺς μὲν οὖν ἐν τούτοις ἦν,
10Μιχαὴλ δὲ, οὗπερ ἤδη ἐμνήσθην, ὡσεὶ ἐκ πλείονος ἤδη κατὰ Ῥωμαίων ἐτύγχανε μεμηνώς, ἕρμαιον τὴν βασιλέως τότε δὴ πε‐ ποιημένος ὀργήν, τῶν παρατυγχανόντων αὐτῷ ἕκαστον, οὐδὲν πολυπραγμονήσας πρότερον, ὕπτιόν τε κατὰ γῆν ἔτεινε καὶ κατ’ ὀφθαλμοῖν τὸν σίδηρον βάπτων αὐτὸν μὲν αὐτοῦ εἴα δείλαιον,
15οὐδὲ ὅτου ἕνεκα πάσχει συνιέντα, οὐδὲ στρατείας ἔστιν οὗ μετα‐ λαχόντα, ἀλλὰ ἀγροῖκον ἢ ἐμπορίαις ξυμβάλλοντα ἢ τινὰ ἄλλων ἀνθρώπων. ὁ δὲ ἐπ’ ἄλλους ἐχώρει καὶ σώμασιν ἀνθρώπων ἐλω‐ βᾶτο πολλοῖς, ἕως τῶν πραττομένων αἰσθόμενος βασιλεὺς (ἤδη γὰρ τὰ ἀμφὶ τῷ φρουρίῳ διαθέμενος εὖ ἐπὶ Βυζάντιον ἀνεκομί‐
20ζετο) τῆς ὁρμῆς αὐτὸν ἔπαυσε· παρ’ ὀλίγον μέντοι ἐγένετο ταῖς τοιαῖσδε καὶ αὐτὸς ἐκδεδόσθαι ποιναῖς, ὥσπερ ἐλέγετο. ἀλλὰ
βασιλεὺς μὲν μὴ ταὐτὰ καὶ πάλιν Ῥωμαίοις τολμηθῇ διανοηθεὶς298

299

ἀφῆκε τούτῳ τὸ ἔγκλημα, ἡ δίκη δὲ οὐκ εἰς μακρὰν τοῦτον με‐ τῄει ἐξ ἀνθρώπων πεποιημένη δυστυχήμασί τε τοὺς ἐξ ἐκείνου πε‐ ριέβαλε. τότε δὲ καὶ Γαβρᾶν βασιλεὺς ἐπὶ δίκην καλέσας, ἐπει‐ δήπερ ἐκράτει (ἐψήφιστο γὰρ οἷα δὴ ποιναῖς ταῖς κατὰ γνώμην
5αὐτῷ χρήσαιτο) σιδήροις τὼ πόδε περισφίγξας ἐπί τινα τῶν ἐν παλατίῳ φρουρῶν ἄχρι τινὸς ἔθετο, μετὰ δὲ ἀνεκαλέσατό τε καὶ τῆς προτέρας αὖθις ἐτίμα. Κλιτζιεσθλὰν δὲ ἐπειδὴ τὴν βασιλέως ὁρμὴν ἔγνω (τὰ γὰρ ἀμφὶ Δορυλαίῳ ξυμπεπτωκότα μεγάλα τῆς αὐτοῦ καθίκετο ψυχῆς) τῶν τινα σφόδρα παρ’ αὐτοῦ δεδυνημένων
10Γαβρᾶν ἐπίκλησιν ἐς Βυζάντιον ἐκπέμψας ἐδεῖτο βασιλέως φρού‐ ρια τῶν αὐτοῦ ἀντιλαβόντα ἅπερ ἂν αὐτῷ δόξῃ παύσασθαι δὴ τοῦ πρὸς αὐτὸν χόλου. ἀλλὰ βασιλεὺς τοὺς λόγους οὐκ ἀποδεξά‐ μενος αὐτὸν μὲν ἀπεπέμψατο, δυνάμεις δὲ ἔκ τε Σερβίων καὶ Οὔννων μετεπέμπετο πολλὰς καὶ τὰ πρὸς τὸν πόλεμον ἐπιμελέστε‐
15ρον ἐξηρτύετο. ὥστε μὴν ἵπποις τε καὶ ἀνθρώποις οὐδαμῆ τὰ ἐς τὸ ζῆν ἐπιλείψοι, καὶ βοῶν ἀμύθητόν τι πλῆθος ἐκ τῶν κατὰ Θρᾴκην ἠλαύνετο χωρίων ἅμαξαί τε ὑπὲρ τὰς τρισχιλίους. ὁ μὲν οὖν ἦρι φανέντι ἐπὶ Ἀσίαν διέβη καὶ τὰς δυνάμεις ἐπὶ Ῥυνδακοῦ κατὰ τὸ ἔθος ἤθροιζεν. Οὖννοι δὲ ξύμμαχοι καὶ Σέρβιοι, οἳ
20Ῥωμαίοις κατήκοοι τυγχάνουσιν ὄντες, οὐκ ἐν δέοντι ἀφικόμενοι θέρους ὥρᾳ στρατεύειν ἐποίησαν, ὑφ’ οὗ δὴ μάλιστα τὰ πρά‐ γματα ἔφθαρτο. σκοπιμώτατον γὰρ εἴπερ τι ἔργοις πολέμων ὁ χρόνος ἐστίν. οὕτω δὴ βασιλεὺς διὰ Λαοδικείας τε καὶ τῶν
Μαιάνδρῳ προσοίκων τὴν πορείαν ἔθετο, γνώμην ἔχων ἐς τὴν299

300

Ἰκονίου πανστρατὶ καταστήσεσθαι πολιορκίαν. ἐπεὶ δὲ καὶ νέα αὐτῷ προσεχώρει Καισάρεια, Ἀνδρόνικον ἀδελφιδοῦν αὐτῷ τὸν Βατάτζην ἅμα στρατεύματι διὰ τῶν Παφλαγονίας χωρίων ἐπ’ αὐτὴν ἰέναι ἔπεμψεν. οὔπω μέντοι Βυζαντίου ἐξιὼν καὶ στόλον
5νεῶν πεντήκοντα καὶ ἑκατὸν ἐπὶ Αἰγύπτου ἔστειλεν, ἅτε δὴ παν‐ στρατὶ ἐπὶ τὸν Κλιτζιεσθλὰν πόλεμον ἰών. ἐντεῦθέν τε στρατευ‐
μάτων ὑποσπανίζων τῇ κατ’ Αἴγυπτον ἀποχρησόντων .....300