TLG 3014 002 :: Joannes CAMATERUS :: De zodiaco

Joannes CAMATERUS Astrol. Astron., Archiepiscopus
(Bulgarius: A.D. 12)

De zodiaco

Source: Miller, E. (ed.), Poèmes astronomiques de Thèodore Prodrome et de Jean Camatère [Notices et extraits des manuscrits de la Bibliothèque Nationale 23.2] Paris: Imprimerie Nationale, 1872: 53–111.

Citation: (Line)

1tΠοίημα τοῦ ἐπὶ τοῦ κανικλείου τοῦ Καματηροῦ, περὶ ζωδιακοῦ
2tκύκλου καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν οὐρανῷ.
1 Ἐξ οὐρανίων ἀντύγων σοι βιβλίον Γράψας προσάγω, δέσποτα στεφηφόρε, Ἄναξ Μανουὴλ, πορφυρόβλαστε κλάδε, Ὁ Καματηρὸς ἐκ γένους Ἰωάννης,
5Τῷ σῷ δὲ κράτει πιστότατος οἰκέτης, Οὐχ ἵνα προσθῶ γνῶσιν ἐν σοὶ βελτίω, (Τί γὰρ ποταμὸς εἰς θάλασσαν εἰσρέων;) Ἀλλ’ ἵνα τοῖς μέλλουσιν ἐμφανῶ χρόνοις Μηδὲν ποθεῖν σε τῶν σοφῶν λόγων πλέον,
10Οὐ χρυσὸν, οὐ μάργαρον, οὐ λαμπροὺς λίθους, Οὐ βασιλείας ὕψος, οὐ μέγα κράτος, Ἀλλ’ ἢ ἐρευνᾶν τοὺς ἐν αὐτοῖσι μόνον Καρποὺς δρέπεσθαι, τοὺς ἀκηράτους ὅλως,
Καὶ μᾶλλον αὐτῶν τῶν σοφῶν μαθημάτων,53
15Ὧν χωρὶς οὐδεὶς τῶν βροτῶν καλὸν βίον Τυχεῖν πέφυκεν, ὥσπερ ὁ Πλάτων λέγει, Μήτ’ ἐν πολιτείαισι δόξει διάγειν Καλῶς, ἀμοιρῶν τῶν γε τῆς θεωρίας. Ὅθεν τὸ τερπνὸν τῆς προγνώσεως τόδε
20Τῶν ἀστέρων λάμβανε νῦν φιλοφρόνως. Καὶ γὰρ χαρίεν μᾶλλον αὐτὸν τυγχάνον Ἤπερ τὰ ἄλλα τῶν μαθημάτων πέλει. Τὴν γὰρ διαβόητον ἀστρολεξίαν, Ἣν ἀκριβῶς ἐξεῦρον οἱ παῖδες πάλαι
25Τῶν ἀστεροσκόπων γε Βαβυλωνίων, Οὖσαν δ’ ἀμυδρὰν καὶ ἀπόῤῥητον πάνυ, Εἰς γνῶσιν εὐσύνοπτον εὖ τεθειμένην, Τοῖς τ’ ἄστρ’ ἀνακρίνουσι ποιεῖ ῥᾳδίαν, Καὶ δῆτα λοιπὸν τῆς ἀπαρχῆς τοῦ λόγου.
30Ἐκ ζωδιακοῦ τοίνυν ἀρκτέον κύκλου.
31tΠερὶ τοῦ ζωδιακοῦ κύκλου.
31Ἔστι Κριὸς, Ταῦρός τε, Δίδυμοι τρίτοι, Ὁ Καρκίνος τε καὶ Λέων καὶ Παρθένος· Εἶτα Ζυγός τε, Σκορπίος καὶ Τοξότης, Αἰγόκερως δέκατος, αὖ δ’ Ὑδροχόος,
35Καὶ δωδέκατον ζώδιον τῶν Ἰχθύων.
36tΠερὶ τῶν ἑπτὰ πλανήτων τῶν ἀστέρων.
36Τῶν ἀστέρων δ’ ἡ τάξις οὕτω τυγχάνει· Πρῶτος Κρόνος, Ζεὺς δευτέραν ἔχει τάξιν, Τρίτος δ’ Ἄρης, τέταρτος Ἡλίου κύκλος, Ἡ δ’ Ἀφροδίτη πέμπτον ἰθύνει δρόμον,54
40Ἑρμῆς τὸν ἕκτον, ἡ Σελήνη δ’ ἑβδόμη.
41tΠερὶ τῶν οἴκων τῶν τοιούτων πλανήτων.
41Οἴκους δὲ πάλιν ἔσχον οὕτως ἀστέρες· Αἰγόκερων μὲν σὺν Ὑδροχόῳ Κρόνος, Ἰχθύες εἰσὶ τοῦ Διὸς σὺν Τοξότῃ, Τοῦ δ’ Ἄρεος Κριός τε σὺν τῷ Σκορπίῳ,
45Τῆς Ἡλιακῆς λαμπάδος μόνος Λέων, Τῆς δ’ Ἀφροδίτης Ζυγός ἐστι καὶ Ταῦρος, Ἑρμοῦ Δίδυμοι συνάμα τῇ Παρθένῳ, Τῆς δ’ αὖ Σελήνης Καρκίνος μόνος πέλει.
49tΠερὶ τῶν ὑψωμάτων τῶν τοιούτων πλανήτων.
49Μάνθανε τανῦν καὶ λόγους ὑψωμάτων.

(50)

Τὸ τοῦ Ζυγοῦ ζώδιον, ὕψωμα Κρόνου, Περὶ δὲ μοίρας εἴκοσι πρὸς τῇ μιᾷ. Ὕψωμα Καρκίνος τε Διὸς τυγχάνει, Περὶ δὲ μοίρας πέντε σὺν λοιπαῖς δέκα. Αἰγόκερως ἐφ’ ὗψος ἐξαίρων Ἄρην,
55Περὶ δὲ μοίρας εἴκοσι σὺν ὀκτάδι. Ὕψωμα Κριὸς Ἡλιακῆς λαμπάδος, Περὶ δὲ μοίρας τὰς δέκα σὺν ἐννέα. Τῆς Ἀφροδίτης ζώδιον τῶν Ἰχθύων, Περὶ δὲ μοίρας εἴκοσι σὺν ἑπτάδι.55
60Ἡ Παρθένος δ’ ἐφ’ ὕψος Ἑρμῆν ἀγάγει, Περὶ δὲ μοίρας πέντε σὺν λοιπαῖς δέκα. Ταῦρός τ’ ἄρ’ ὑψοῖ τὸν Σελήνης ἀστέρα, Περὶ δὲ μοιρῶν τὴν τριάδα καὶ μόνην.
64tΠερὶ τῶν τριγωνοκρατόρων.
64Τριγωνοκρατοροῦντας ἀρτίως μάθε.
65Κριὸς τρίγωνον ἡμέρας μὲν Ἡλίου, Νυκτὸς δὲ Διὸς, τοῦ διαυγοῦς ἀστέρος· Λέων τρίγωνον τοῦ Διὸς μὲν ἡμέρας, Νυκτὸς δὲ πάλιν Ἡλιακῆς λαμπάδος· Κρόνου τρίγωνον Τοξότης ἀεὶ μόνου.
70Πρῶτον τρίγωνον τοῦτο πυρῶδες νόει, Πλὴν ἡμερινὸν, ἄῤῥεν, ὥς φασι βίβλοι, Διὰ Κριοῦ, Λέοντος ἢ καὶ Τοξότου. Ταῦρος τρίγωνον Ἀφροδίτης ἡμέρας, Νυκτὸς Σελήνης, τῆς διαυγοῦς λαμπάδος·
75Ἡ Παρθένος δὲ τῆς Σελήνης ἡμέρας, Νυκτὸς δὲ πάλιν Ἀφροδίτης τυγχάνει·
Αἰγόκερως δ’ οὖν Ἄρεος μόνου μόνος· Γεῶδες αὖ τρίγωνον ἴσθι μοι τόδε, Πλὴν νυκτερινὸν, κράσεως θηλυτέρας,56
80Ταῦρός τε Παρθένος τε σὺν Αἰγοκέρῳ. Οἱ Δίδυμοι δ’ αὖ ἡμέρας μὲν τοῦ Κρόνου, Ἑρμοῦ δὲ νυκτὸς, ὥς φασι σοφῶν λόγοι. Ζυγὸς τρίγωνον Ἑρμαϊκὸν ἡμέρας, Κρόνου δὲ νυκτός ἐστι πανυπερτάτου·
85Ὑδροχόος δὲ Διὸς ἐσαεὶ μόνος. Τρίτον τρίγωνον ἀερῶδές σοι τόδε, Πλὴν ἡμερινὸν ἄῤῥενα κρᾶσιν φέρον, Οἱ Δίδυμοι Ζυγός τε σὺν Ὑδροχόῳ. Ὁ Καρκίνος δ’ αὖ Ἀφροδίτης ἡμέρας,
90Νυκτὸς δὲ Πυρόεντος ἐστὶν ἀστέρος· Ὁ Σκορπίος δ’ αὖ Ἄρεος μὲν ἡμέρας, Νυκτὸς δὲ φαιδρᾶς Ἀφροδίτης τυγχάνει· Ἰχθύες ἀεὶ τῆς Σελήνης καὶ μόνης. Τέταρτον ὑδατῶδες ἄρτι μανθάνεις,
95Θηλύτερον δὲ νυκτερινὸν τυγχάνει.
96tΠερὶ ὁριοκρατορούντων.
96Ὁριοκρατοροῦντας ἀστέρας μάθε. Ἓξ τοῦ Κριοῦ Ζεὺς, Ἀφροδίτη δ’ ἓξ πάλιν,
Ὀκτὼ δ’ ἄρ’ Ἑρμῆς, πέντε δ’ Ἄρης λαμβάνει· Τὰς ἐσχάτας δὲ πέντε σὺν τούτοις Κρόνος·57

(100)

Ὀκτὼ δὲ Ταῦρος Ἀφροδίτῃ προσνέμει, Ἑρμῇ δὲ τὰς ἓξ, Διὶ δ’ αὖθις ὀκτάδα, Κρόνῳ δὲ πέντε, τρεῖς δὲ καὶ μόνας Ἄρει. Ἑρμῆς δὲ μοίρας τῶν Διδύμων ἓξ ἔχει, Ὁ Ζεὺς δὲ τὰς ἓξ, Ἀφροδίτη πεντάδα,
105Ἑπτὰ δ’ Ἄρης, Κρόνος δὲ τὰς ἓξ λαμβάνει· Τοῦ Καρκίνου δ’ ἔλαχεν Ἄρης ἑπτάδα, Ἓξ δ’ Ἀφροδίτη, πάλιν Ἑρμῆς ἓξ μόνας, Ἑπτὰ δ’ ἔτι Ζεὺς, Κρόνος δ’ ἔσχε τετράδα, Λέοντος ἓξ Ζεὺς, Ἀφροδίτη πεντάδα,
110Ἑπτὰ Κρόνος δὲ, πάλιν Ἑρμῆς ὀκτάδα, Ἄρης δ’ ἔλαβε τέσσαρας τὰς ἐσχάτας· Ἑρμῆς δ’ ἄρ’ ἑπτὰ Παρθένου μοίρας ἔχει, Ἡ δ’ Ἀφροδίτη τὰς δέκα, Ζεὺς τετράδα, Ἑπτὰ δ’ Ἄρης, Κρόνος δὲ τὰς λοιπὰς δύο·
115Ζυγοῦ Κρόνος δ’ ἓξ, ὀκτάδα δ’ Ἑρμῆς ἔχει, Ἀν’ ἐπτὰ δ’ ὁ Ζεὺς, Ἀφροδίτη συνάμα, Ἄρης δὲ δύο καὶ μόνας τὰς ἐσχάτας, Ἑπτὰ δ’ ἔλαχεν αὖ Ἄρης τοῦ Σκορπίου, Ἡ δ’ Ἀφροδίτη τέσσαρας, ὀκτὼ πάλιν
120Ἑρμῆς, ὁ δὲ Ζεὺς πέντε, τὰς ἓξ δ’ ὁ Κρόνος·
Ὁ Ζεὺς δ’ ἔλαβε δώδεκα τοῦ Τοξότου, Ἀφροδίτη δὲ πέντε, Ἑρμῆς τετράδα, Πέντε δ’ ὁ Κρόνος ἔσχεν, Ἄρης τετράδα, Αἰγοκέρωτος ἑπτάδ’ Ἑρμῆς λαμβάνει,58
125Ἑπτὰ δ’ ἔτι Ζεὺς, Ἀφροδίτη δ’ ὀκτάδα, Κρόνος δὲ τὰς τέσσαρας, Ἄρης τετράδα, Ἑρμῆς δ’ ἔλαβεν ἑπτάδ’ ἐξ Ὑδροχόου, Ἓξ δ’ Ἀφροδίτη, Ζεὺς δὲ πάλιν ἑπτάδα, Ἄρης δὲ πέντε, πέντε δ’ αὖ λοιπὰς Κρόνος,
130Ἡ δ’ Ἀφροδίτη δώδεκα τῶν Ἰχθύων, Τὰς τέσσαρας Ζεὺς, τρεῖς δ’ ἄρ’ Ἑρμῆς λαμβάνει, Ἄρης δὲ μοίρας ἐννέα, Κρόνος δύο.
133tΠερὶ δεκανῶν.
133 Τοὺς δ’ αὖ δεκανοὺς εἰ μαθεῖν αὖθις θέλεις, Τρεῖς ἴσθι καθ’ ἕκαστον ἓν τῶν ζωδίων·
135Ἐξ Ἄρεος δὲ τὴν καταρχὴν λαμβάνων Τρεῖς τῷ Κριῷ δὸς καὶ καθεξῆς αὖ νέμε Τοῖς ζωδίοις ἅπασιν, ἀνὰ τρεῖς ἅμα· Ὅταν φθάσῃς δὲ πρὸς Σελήνης ἀστέρα, Ἐξανακυκλοῦ πρὸς καταρχὴν τὸν Κρόνον.
140Ἐπεὶ δ’ ἔμαθες οἰκοδεσποτῶν λόγους Ὑψωμάτων τε καὶ τριγώνων κυρίους,
Καὶ τῶν ὁρίων σὺν δεκανοῖς ζωδίων, Μάνθανε λοιπὸν αὖθις ὡς ἐν συγκρίσει Ποῖος δύναμιν μείζονα τούτων φέρει.59
145tΠερὶ δυνάμεων ἀστέρων.
145Κύριος οἴκου πέντε δυνάμεις ἔχει, Τέσσαρας ὑψώματος ἔσχε δεσπότης, Τρεῖς δ’ ὁ τριγώνου, τῶν ὁρίων δ’ αὖ δύο, Ὁ δ’ αὖ δεκανὸς ἔσχε δύναμιν μίαν.
149tΠερὶ ἐναντιώσεων.
149Ἐναντιώσεις δ’ ἀστέρων μαθεῖν θέλων

(150)

Οἴκων τὰ διάμετρα τούτων λαμβάνεις.
151tΠερὶ ταπεινωμάτων.
151Εἰ δ’ αὖ ταπεινώματα μανθάνειν θέλεις, Ζήτει τὰ διάμετρα τῶν ὑψωμάτων.
153tΠερὶ πολευόντων.
153Μάνθανε λοιπὸν καὶ πολευόντων λόγον, Οἵτινες εἰσὶ κύριοι τῆς ἡμέρας.
155Πρώτης κύριος δίσκος ἐστὶν Ἡλίου· Τῆς δευτέρας δ’ αὖ ἡ Σελήνη κυρία, Ἄρης δὲ τρίτης, ὡς Ἑρμῆς τῆς τετράδος· Πέμπτης δ’ ἔτι κύριος ὁ Ζεὺς τυγχάνει, Ἕκτης δὲ πάλιν Ἀφροδίτη κυρία,
160Τῆς δ’ ἑβδόμης τὸ κράτος ὁ Κρόνος φέρει.60
161tΠερὶ διεπόντων.
161Τοὺς διεπόντας εἰ μαθεῖν αὖθις θέλεις, Γίνωσκε τὸν φέροντα κράτος ἡμέρας, Ὅστις πολεύων τοῖς παλαιοῖς ἐγράφη, Αὖ διέπειν γε τοῦτον ἡμέραν μίαν,
165Πρώτην δὲ πάντως, τὰς δὲ λοιπὰς διδόναι Ὅσοι μετ’ αὐτήν εἰσι καθεξῆς κάτω. Εἰ δ’ αὖ τέλος λάβωσιν ἀρχὴν ἐκ Κρόνου, Τίθει καταρχὰς καὶ καθεξῆς ἐννόει Τῶν ἀστέρων ἕκαστον εἰς ὥραν μίαν.
170tΠερὶ κράσεων τῶν ἀστέρων.
170Κράσεις τανῦν μάνθανε τὰς τῶν ἀστέρων. Κρᾶσιν κακὸς, ξηρός τε καὶ ψυχρὸς Κρόνος, Ὁ Ζεὺς ἀγαθὸς, θερμόϋγρος τυγχάνων, Κακὸς δ’ Ἄρης, ξηρός τε καὶ θερμὸς μένων, Ἥλιος οὔτε πάνυ θερμὸς τυγχάνων
175Καὶ ξηρῶν αὖ μέτριος αὐχῶν βελτίων, Ἡ δ’ Ἀφροδίτη θερμόϋγρος μετρίως, Ἑρμῆς μέσος τὴν κρᾶσιν ἐγγὺς Ἡλίου,
Ἡ δ’ αὖ Σελήνη μᾶλλον ὑγρὰ τυγχάνει Καὶ συμμέτεσχε τοῦ θερμοῦ τε μετρίως.61
180tΠερὶ σχηματισμῶν τῶν ἀστέρων.
180Καὶ σχηματισμοὺς δεῖ μαθεῖν τῶν ἀστέρων. Ἐπεὶ Σελήνη τὸν ταχὺν τρέχει δρόμον, Καὶ σχηματίζει πάντας ἄλλους ἀστέρας, Νῦν μὲν τρίγωνος, νῦν τετράγωνος πέλει, Νῦν δ’ ἑξάγωνος αὖθις ἐκ διαμέτρου.
185tΠερὶ μοιρικῶν διαστάσεων.
185Δέον μαθεῖν νῦν μοιρικὰς διαστάσεις, Ὅσαι τελοῦσι σχήματος πλευρὰν μίαν, Τῶν προγραφέντων σχηματισμῶν ἐμμέτρως, Καὶ σχῆμα ποῖον ἀγαθὸν τούτων ἔνι, Ποῖον δὲ κακόν ἐστι καὶ βλάπτειν σθένον.
190Αὐτίκα μοιρῶν ἑξαχῶς μοι ταῖς δέκα Πλευρὰν τελοῦσιν ἑξάγωνον ἀρτίαν· Αἱ τρεῖς δὲ τριάκοντα τῶν μοιρῶν στάσεις Τὴν τετράγωνον ἐκτελοῦσιν ἀρτίαν· Αἱ δ’ αὖ ἑκατὸν εἴκοσι μοῖραι πάλιν
195Πλευρὰν τρίγωνον ἐκτελοῦσιν ἀρτίαν· Αἱ δ’ αὖ ἑκατὸν ὀγδοήκοντα πάλιν
Τοῦ ζωδιακοῦ δρῶσι τὰς διαμέτρους· Τῶν τεττάρων δὲ σχηματισμῶν, ὧν ἔφην, Τὰ τετράγωνα φαῦλα σὺν διαμέτροις,62

(200)

Μάλιστα δ’ ἅπερ κακοποιῶν ἀστέρων, Τὰ δ’ ἑξάγωνα σὺν τριγώνοις ἰστέον Ἀγαθὰ μᾶλλον ἐξ ἀγαθῶν ἀστέρων· Πλὴν τὸ τρίγωνον δύναμιν μείζω φέρει Τῶν ἑξαγώνων σχημάτων τῶν ἀστέρων.
205Ἡ σύνοδος δὲ τῶν κακῶν κακὸν φέρει, Τῶν δ’ αὖ ἀγαθῶν ἀγαθόν τι μηνύει.
207tΠερὶ τόπων ἐφ’ οἷς χαίρουσιν οἱ ἀστέρες.
207Τόπους ἐφ’ οἷς χαίρουσιν ἀστέρες μάθε. Ἑρμῆς γέγηθε συμπαρὼν Ὡροσκόπῳ, Χαίρει Σελήνη δ’ αὖθις εἰς τρίτον τόπον,
210Τόπος δὲ πέμπτος Ἀφροδίτης τυγχάνει, Ἄρης ἔλαχεν ἕκτον ἀφ’ Ὡροσκόπου, Ἥλιος εἰς ἔννατον ἀγάλλει τόπον, Ὁ Ζεὺς δὲ πάλιν ἑνδέκατον εἰς τόπον, Εἰς δωδέκατον αὖ Κρόνος χαίρει τόπον.
215tΠερὶ ἀναφορῶν ζωδίων.
215Ἀναφορὰς δὲ ζωδίων οὕτω μάθε. Κριὸς μὲν ἑπτὰ καὶ δέκα μοίρας ἄγει,
Λεπτὰ δὲ τριάκοντα σὺν λοιποῖς δύο· Ταῦρός τε μοίρας εἴκοσί τε καὶ μίαν, Λεπτὰ δὲ πάλιν ἐννέα τε καὶ δέκα·63
220Οἱ Δίδυμοι δ’ αὖ εἴκοσι σὺν ὀκτάδι, Λεπτὰ δὲ τριάκοντα σὺν τοῖς ἐννέα· Καὶ τριάκοντα Καρκίνος σὺν πεντάδι, Λεπτὰ δὲ πεντήκοντα καὶ λοιπὰ τρία· Μοίρας δὲ τριάκοντα σὺν ὀκτὼ Λέων,
225Λεπτὰ δὲ πάλιν τριάκοντα καὶ μίαν· Τὰς τριάκοντα δ’ οὖν σὺν ὀκτὼ Παρθένος, Ἓξ δ’ αὖ γε λεπτὰ συνάμα ταύταις φέρει· Ζυγὸς δ’ ὁμοίως ζωδίῳ τῆς Παρθένου, Ὁ Σκορπίος Λέοτι τὰς αὐτὰς φέρει,
230Ὁ Τοξότης δὲ τὰς ἴσας τῷ Καρκίνῳ, Αἰγόκερως δὲ τῷ Διδύμων ζωδίῳ, Ὑδροχόος Ταύρῳ καὶ Κριῷ δ’ Ἰχθύες.
233tΠερὶ ἀκτινοβολιῶν τῶν ἀστέρων.
233Ἐν σχηματισμοῖς ἀστέρων ταυτὶ νόει. Ἀστὴρ μὲν ἐμπρόσθιον ἀστέρα βλέπει·
235Ἐμπρόσθιον δ’ οὖν ἀκτινοβολεῖν λέγε
Ἐκεῖνον ὅστις ἐξ ὀπισθίων τρέχει.64
237tΠερὶ λαμπρομοιριῶν.
237Ἐπεὶ δ’ ἔνεισιν ἐσαεὶ τοῖς ζωδίοις Μοῖραι φαειναὶ καὶ σκότους πεπλησμέναι, Ὡς ταῖς μὲν αὐτῶν ταῖς φαειναῖς ἀστέρας
240Παρεμπεσόντας, εἰ μὲν ἀγαθοὶ φύσει, Ἐπαυξάνειν μάλιστα τὰ καλὰ πλέον, Εἰ δ’ αὖ γε κακοὶ, πραΰνειν τὰ κακίω· Ταῖς δ’ αὖ σκοτειναῖς ἐμπεσόντας ἀστέρας, Εἰ μὲν κάκιστοι, τὰ κακὰ πλείω νέμειν,
245Εἰ δ’ αὖ ἀγαθοὶ, τῶν καλῶν μειοῦν δόσιν.
246tΠερὶ λαμπρομοιρίας τῶν ζωδίων.
246 Μοίρας τανῦν μάνθανε λαμπρὰς ζωδίων. Κριοῦ μέν εἰσιν ἐννέα πρὸς ταῖς δέκα, Ταύρου δέ γε τρεῖς, ἑνδεκάτη Διδύμων, Τοῦ Καρκίνου πρώτη δὲ λαμπρομοιρία

(250)

Δεκάς τε σὺν τετράσιν ἅμα τυγχάνει, Τὰ πέντε σὺν δεκάδι λαμπρομοιρία· Τοῦ δ’ αὖ Λέοντος πέντε σὺν ἓξ ἑπτά τε, Τῆς Παρθένου τέσσαρα λαμπρομοιρία, Τρισκαιδεκάτη σὺν δὶς εἰκάδι πάλιν·
255Τοῦ δ’ αὖ Ζυγοῦ τὰ πρῶτα σὺν τῇ πεντάδι Εἰκοστόπρωτος ἐστὶ λαμπρομοιρία,
Τοῦ Σκορπίου δὲ δώδεκα σὺν εἰκάδι· Αἱ δ’ αὖ δεκατρεῖς Τοξότου σὺν εἰκάδι, Αἰγοκέρωτος δωδεκάτη τυγχάνει·65
260Τρισκαιδεκάτη δ’ ἔστιν αὖ σὺν εἰκάδι, Ὑδροχόου τέσσαρα λαμπρομοιρία, Τὸ πεντεκαιδέκατον αὖ σὺν εἰκάδι, Τῶν Ἰχθύων δὲ δώδεκα σὺν εἰκάδι.
264tΠερὶ μοιρῶν ζοφερῶν τῶν ζωδίων.
264Μοίρας ζοφώδεις ἄρτι ζωδίων μάθε.
265Ἓξ τοῦ Κριοῦ μόνας τε σὺν λοιπαῖς δέκα, Δέκα σὺν ἑπτὰ, σὺν τρίτῃ τὴν εἰκάδα, Τὰς ἐσχάτας δ’ αὖ εἴκοσι πρὸς ἐννέα. Αἱ πέντε Ταύρου καὶ δέκα σὺν τριάδι, Δέκα σὺν ὀκτὼ, τέσσαρες σὺν εἰκάδι,
270Τὰς πέντε σὺν εἰκάδι σὺν ἓξ εἰκάδι. Τῶν Διδύμων τέσσαρες ὡς δὶς ἓξ πάλιν, Δέκα σὺν ἑπτὰ καὶ μετὰ ταῦτα πάλιν· Μάνθανε μοιρῶν εἰκάδα σὺν ἑβδόμῃ, Τὴν τριακοστὴν δ’ ἐσχάτην τούτων νόει,
275Λέοντος ἓξ, δέκα τε σὺν τῇ τριάδι Καὶ πέντε καὶ δέκατον ἀριθμὸν νόει Εἰκάδα σὺν δυάδι καὶ σὺν ὀγδόῃ. Τῆς Παρθένου δὲ πάλιν ὀγδόην νόει Τρισκαιδεκάτην καὶ δέκα σὺν ἑξάδι,
280Εἰκοστόπρωτον πέντε δ’ αὖ σὺν εἰκάδι.
Πρώτη Ζυγοῦ δὲ καὶ τετάρτη τυγχάνει, Εἴκοσιν αὖθις καὶ τριάκοντα νόει· Τοῦ Σκορπίου δ’ οὖν ἐννέα τε καὶ δέκα, Δέκα σὺν ἑπτὰ καὶ τρίτη σὺν εἰκάδι,66
285Εἰκὰς σὺν αὐτῇ πάλιν ἐστὶν ἑβδόμη, Ἡ δωδεκάτη πέντε σὺν λοιποῖς δέκα, Εἰκάς τε τρίτη τέσσαρα σὺν εἰκάδι. Αἰγοκέρωτος ἡ δυὰς σὺν ἑπτάδι, Δέκα σὺν ἑπτὰ καὶ τριὰς σὺν εἰκάδι,
290Εἰκάς τε πάλιν ἐστὶ σὺν τοῖς ἐννέα· Πρώτη δ’ Ὑδροχόου τε καὶ δὶς ἓξ πάλιν, Ἑπτὰ μετὰ δεκάδος εἰκὰς καὶ τρία, Εἰκὰς σὺν ἐννέα τε μοιρῶν τ’ ἐσχάτη. Τῶν Ἰχθύων δὲ τὰ δέκα σὺν ἐννέα,
295Εἰκάς τε σὺν τετράσιν, ἓξ σὺν εἰκάδι, Εἰκάς τε πάλιν ἐσχάτη σὺν ὀγδόῃ.
297tΠερὶ τῶν τῆς ζωῆς χρόνων.
297Μάνθανε τανῦν τῷ προκειμένῳ λόγῳ Ἕκαστος οὓς δίδωσιν ἀστέρων χρόνους. Σὺν ἑπτὰ πεντήκοντα τοὺς μείζους Κρόνος

(300)

Τεσσαράκοντα τρεῖς πρὸς ἡμίσει μέσους, Αὖθις δὲ τριάκοντα τοὺς ἥττους νέμει. Ζεὺς ἑπτάκις δὲ τὰ δέκα σὺν ἐννέα, Τεσσαράκοντα πέντε δ’ αὖ πρὸς ἡμίσει, Ἥττους δὲ πάλιν δώδεκα μόνους νέμει.
305Ἄρης δὲ μείζους ἓξ σὺν ἑξηκοντάδι,
Τεσσαράκοντα τοὺς μέσους πρὸς ἡμίσει, Ἥττους δὲ πέντε σὺν δεκάδι καὶ μόνῃ. Μείζους ἑκατὸν Ἥλιος σὺν εἰκάδι, Μέσους δὲ τριάκοντα πρὸς τοῖς ἐννέα,67
310Σὺν οἷς νόησον ἥμισυ πάλιν χρόνου, Ἥττους χρόνους δὲ δέκα σὺν τοῖς ἐννέα. Ἡ δ’ Ἀφροδίτη μείζονας νέμει χρόνους Δεκάκις ὀκτὼ πάλιν σὺν τῇ δυάδι, Τεσσαράκοντα δ’ ἅμα πέντε τοὺς μέσους,
315Ὀκτὼ δὲ πάλιν ἥττονας νέμει μόνους. Ἑρμῆς δ’ ἑβδομήκοντα μείζους σὺν ἓξ, Τεσσαράκοντα τοὺς μέσους σὺν ὀκτάδι, Ἥττους δὲ πάλιν εἴκοσι νέμει μόνους. Ἡ δ’ αὖ Σελήνη μείζονας νέμει χρόνους
320Δέκα δεκάκις, ἀλλὰ καὶ τὴν ὀκτάδα, Μέσους δὲ τριάκοντα σὺν τοῖς ἐννέα, Σὺν οἷς συναπτὸν ἥμισυ νόει χρόνους, Ἥττους δὲ πάλιν εἴκοσι σὺν πεντάδι.
324tΠερὶ ἀῤῥένων ζωδίων καὶ θηλείων.
324Διαφορὰς νῦν μάνθανε τῶν ζωδίων.68
325Ἄῤῥεν Κριὸς, Δίδυμοι καὶ Λέων τρίτος, Ζυγός τε Τοξότης τε σὺν Ὑδροχόῳ. Θῆλυ δὲ Ταῦρος, Καρκίνος σὺν Παρθένῳ, Σκορπίος, Αἰγόκερως αὖ σὺν Ἰχθύσιν.
329tΠερὶ βορείων.
329Βόρεια Κριὸς, καὶ Ταῦρος σὺν Διδύμοις,
330Καρκίνος ἅμα καὶ Λέων καὶ Παρθένος.
331tΠερὶ νοτίων.
331Ζυγὸς νότια, Σκορπίος σὺν Τοξότῃ, Αἰγόκερως δ’ αὖ, Ὑδροχόος, Ἰχθύες.
332tΠερὶ ὀρθίων.
332Ὄρθια δ’ οὖν ζώδια ταῦτά μοι νόει, Τὸν Καρκίνον, Λέοντα σὺν τῇ Παρθένω, Σὺν τῷ Ζυγῷ Σκορπίον ὡς καὶ Τοξότην.
336tΠερὶ πλαγίων.
336Πλάγια δ’ αὖθις τυγχάνει τῶν ζωδίων Αἰγόκερως, Ὑδροχόος, ὥσπερ Ἰχθύες, Κριός τε Τοξότης τε σὺν τοῖς Διδύμοις.
339tΠερὶ πυρωδῶν.
339Κριὸς πυρώδης καὶ Λέων καὶ Τοξότης.69
340tΠερὶ γεώδων.
340Γεῶδες αὖ Ταῦρος σὺν τῇ Παρθένῳ, Αἰγόκερώς τε πάλιν σὺν τούτοις τρίτος.
342tΠερὶ ἀερωδῶν.
342Τὰ δ’ ἀερώδη ταῦτα τυγχάνει μόνα, Οἱ Δίδυμοι, Ζυγός τε σὺν Ὑδροχόῳ.
344tΠερὶ ὑδατωδῶν.
344Τὰ δ’ ὑδατώδη Καρκίνος σὺν Σκορπίῳ,
345Καὶ γοῦν σὺν αὐτῷ ζώδιον τῶν Ἰχθύων.
346tΠερὶ τροπικῶν.
346Τροπικὸν Κριὸς, Καρκίνος τε τυγχάνει, Ζυγός τε τρίτος ἐστὶ σὺν Αἰγοκέρῳ.
348tΠερὶ δισώμων.
348Δίσωμα δ’ οὖν Δίδυμοι σὺν τῇ Παρθένῳ, Ὁ Τοξότης δὲ συνάμα τοῖς Ἰχθύσιν.
350tΠερὶ στερεῶν.

(350)

Στεῤῥὰ δὲ Ταῦρος σὺν Λέοντι τυγχάνει, Ὁ Σκορπίος, τέταρτος αὖ Ὑδροχόος.
352tΠερὶ ἀνθρωπομόρφων.
352Ἀνθρωπόμορφα Δίδυμοι σὺν Παρθένῳ, Ζυγός τε, Τοξότου τε μοιρῶν ἡμίσεις· Ὑδροχόου ζώδιον αὖθις μοι νόει.70
355tΠερὶ ἡμιφώνων.
355Τὰ δ’ ἡμίφωνα σὺν Λέοντι Τοξότης, Αἰγόκερώς τε τρίτος αὐτῶν τυγχάνει.
357tΠερὶ φωνητικῶν.
357Φωνητικὰ ζώδια πάλιν μοι νόει, Κριόν τε καὶ Ταῦρόν τε σὺν τοῖς Διδύμοις, Καὶ Παρθένον Ζυγόν τε σὺν Ὑδροχόῳ.
360tΠερὶ ἀφώνων.
360Ἄφωνα Καρκίνος δὲ σὺν τῷ Σκορπίῳ, Τρίτον σὺν αὐτοῖς ζώδιον τῶν Ἰχθύων.
362tΠερὶ ἀσπόρων.
362Τὰ δ’ ἄσπορα Λέων τε σὺν τῇ Παρθένῳ, Αἰγόκερως, ζώδιον αὖ Ὑδροχόου.
364tΠερὶ χερσαίων.
364Χερσαῖα δ’ ἐστὶ Ταῦρος σὺν τῷ Καρκίνῳ,
365Καὶ ζώδιον Λέοντος ὡς καὶ Τοξότου.
366tΠερὶ στειρωδῶν.
366Στειρώδης ἐστι Παρθένος σὺν Τοξότῃ, Αἰγόκερως, Λέων δὲ σὺν Ὑδροχόῳ· Ταύρου τε τὸ ζώδιον ὡσαύτως νόει.71
369tΠερὶ πολυσπόρων.
369Πολύσπορα Καρκίνος ὡς καὶ Σκορπίος,
370Καὶ γοῦν σὺν αὐτοῖς ζώδιον τῶν Ἰχθύων.
371tΠερὶ συριγγωδῶν.
371Ἔστι δὲ συριγγώδης αὖ τῶν ζωδίων Ὁ Καρκίνος Ζυγός τε σὺν τῷ Σκορπίῳ, Ὁ Τοξότης τε συνάμα τοῖς Ἰχθύσιν.
374tΠερὶ πτερωδῶν.
374Τὰ δ’ αὖ πτερώδη Δίδυμοι σὺν Παρθένῳ.
375tΠερὶ δυνάμεως τῶν ιβʹ τόπων.
375Μάνθανε τανῦν δώδεκα τόπων λόγους Μυστηριώδεις ἀπὸ τῆς Σέλεχ βίβλου. Σφαῖραν δεῖλον οὐρανοῦ σοφῶν λόγοι Εἰς δώδεκα τμήματα, πλὴν συνημμένα. Καὶ πρῶτον εἶπον ἀνατέλλοντα τόπον,
380Εἰς ὃν φθάσας Ἥλιος ἡμέραν ἄγει, Ὃν καὶ καλοῦσιν εὐφυῶς Ὡροσκόπον· Δηλωτικὸς γάρ ἐστι καταρχῶν ὅλων Καὶ σώματος ψυχῆς τε καὶ ζωῆς βίου. Ὡροσκόπος δὲ τῶν καταρχῶν τυγχάνει,
385Ὅτι περ ὤσπερ ἐξ ἀφανοῦς εἰς φάος Ἀνέρχεται πρώτιστον ἐκ τόπων ὅλων· Οὕτω γε πεύσεις ἐν νοῒ κεκρυμμέναι Εἰς φῶς παρεισδύνουσιν ἐξ ἀφθεγξίας, Καὶ κοιλίας ἔμβρυον ἅπαν ἐκτρέχει.72
390Τὸν δεύτερον δὲ τῶν μετὰ τοῦτον νόει, Ἐξ οὗ φθάσας Ἥλιος εἰς Ὡροσκόπον Ἀκτίσι τὴν γῆν πᾶσαν ἅμα φαιδρύνει. Εἶπον δὲ τοῦτον οἱ σοφοὶ τόπον βίου Καὶ σχηματισμοῦ καὶ κακὴν Πύλην ᾍδου·
395Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου. Μετὰ δὲ τοῦτον ἐγγὺς ὢν τεταγμένος Περὶ στρατιᾶς χρημάτων τε μηνύει· Ἀναφορὰ γάρ ἐστιν εἰς Ὡροσκόπον, Ὅτι δι’ αὐτοῦ δίσκος Ἡλίου μέγας

(400)

Τρέχων ἄνεισιν εὐθὺς εἰς Ὡροσκόπον. Ἀπόκλιμα δ’ ὁ τρίτος ἐστί μοι τόπος, Εὐθὺς μετ’ αὐτὸν ἅμα συντεταγμένος, Ἐκδημίαν δηλῶν τε τὴν ἐγγυτάτω, Καὶ μηνυτικός ἐστι τῶν ὁμαιμόνων,
405Κέντρον τε γῆς τέταρτον εὐθὺς τυγχάνει, Τόπος θεμέθλων, κτισμάτων, οἰκημάτων,
Τόπος τε τῆς γῆς καὶ τόπος γεννητόρων, Τῶν ὑπὸ γῆς τε πυθμένα κεκρυμμένων. Προμηνύει δὲ καὶ τέλη τῶν πραγμάτων.73
410Ἀναφορὰ δὲ πέμπτος ἐστί μοι τόπος, Κέντρου τε τῆς γῆς ἐγγὺς ὢν τεταγμένος, Καὶ φιλιοῦται γνησίως Ὡροσκόπῳ· Καὶ γὰρ τριγώνῳ σχήματι τοῦτον βλέπει, Ἐφ’ ᾧ παρ’ αὐτῷ παντελῶς ἀνεκράθη,
415Δηλοῖ περὶ τέκνων τε καὶ τῆς φιλίας. Ἕκτος δὲ κακὸν ὑπόκλιμα τυγχάνει, Ὡροσκόπων σχήματι καὶ γὰρ οὐ βλέπει, Ἀποκλίνει δ’ ἐν τῷδε δίσκος Ἡλίου, Ἐπὰν διαδράσειεν ἕβδομον τόπον·
420Ἔστι δὲ δούλων καὶ νόσων δεινῶν τόπος. Ὁ δ’ ἕβδομος πέφυκεν ἀνθ’ Ὡροσκόπου, Ὡροσκόπου γὰρ ἐν διαμέτρῳ μένει, Ἀντιδίκων τε καὶ γυναικῶν τυγχάνει Μάχης τόπος τε, λυμεὼν Ὡροσκόπου·
425Ἐν τῷδε καὶ γὰρ ἀστέρων τίς ἐμμένων Βλαπτικός ἐστιν ἐχθρὸς ὢν Ὡροσκόπου; Ὁ δ’ ὄγδοος πέφυκε θανάτου τόπος· Ἀναφορὰν δὲ τοῦτον ἐβδόμου μάθε· Φόβον δὲ δηλοῖ καὶ θανάτου πικρίαν·
430Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου· Δηλοῖ περὶ κλήρου τε τῶν τεθνηκότων, Ὀλωλότων τε χρημάτων καὶ πραγμάτων, Ἀρχαϊκῶν τε καὶ σοφῶν μυστηρίων,
Ναὶ καὶ σὺν αὐτοῖς στρατιᾶς ἀντιπάλων.74
435Ἀπόκλιμα δ’ ἔννατος ἔστι μοι τόπος· Δηλωτικὸς δὲ πίστεως, ἐκδημίας, Καὶ τῶν ὀνείρων, τῶν σοφῶν μαθημάτων. Δέκατον δ’ ἔστιν αὖ μεσουράνισμά σοι· Τῶν δεσποτῶν δὲ καὶ τιμῆς οὗτος τόπος,
440Δηλωτικὸς δὲ πράξεων πολυτρόπων. Ἀναφορὰ δ’ οὖν ἑνδέκατος τυγχάνει· Καὶ γὰρ δι’ αὐτοῦ δίσκος Ἡλίου μέγας Ἄνεισιν εὐθὺς εἰς μέσον κέντρον πόλου· Δηλοῖ περὶ φίλων δὲ καὶ τῶν ἐλπίδων,
445Αἳ μηνύουσι χρηστὸν εἶναι πρὸς τέλος, Εὐτυχίας τε χρημάτων τε καὶ κράτους, Καὶ τῶν δυνατῶν ἐν δόμοις βασιλέων. Ὁ δωδέκατος ἀπόκλιμα τυγχάνει, Κέντρον διελθὼν καὶ γὰρ ἀφ’ Ὡροσκόπου

(450)

Ἥλιος εἰσέκλινε τόνδε τὸν τόπον· Δηλωτικὸς δὲ τῆς κακῆς ἐκδημίας, Ἐχθρῶν τε δεινῶν καὶ γονῆς τετραπόδων· Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου.
454tΠερὶ συγκρίσεως τόπων.
454Οὕτω δὲ κέντρων τεσσάρων πεφυκότων,
455Ὡροσκόπου τὸ κέντρον ἴσθι τυγχάνειν
Ἰσχὺν κράτιστον μᾶλλον ἢ λοιπὰ τρία. Ἐν τῷδε δ’ ἀστὴρ τυγχάνων ἰσχὺν φέρει, Μάλιστα λοιπὸν ἀστέρων τῶν τοῦ κύκλου, Καὶ μᾶλλον ἴσχει πλείονας τούτων λόγους.75
460Μετὰ δὲ τοῦτον κέντρον οὐρανοῦ μέσον, Εὐθὺς δὲ τρίτον ἕβδομον τόπον νόει, Εἶτα δὲ τὸν τέταρτον ἐξ Ὡροσκόπου· Ἐκ δ’ αὖ γε λοιπῶν ἴσθι μοι πάλιν τόπων Τὸν ἑνδέκατον τιμιώτερον τόπον·
465Μετὰ δὲ τοῦτον πέμπτον, ἔννατον πάλιν· Ἐκ δ’ αὖ γε λοιπῶν πέντε μοι πάλιν τόπων Κρεῖττον πέφυκεν αὖθις ὁ τρίτος τόπος· Ὡροσκόπον γὰρ ἑξαγωνίζων βλέπει. Ὁ δ’ ὄγδοος κάκιστος, ὡς θλίψιν ἔχων,
470Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου, Ὥσπερ κάκιστός ἐστιν ἕκτος αὖ τόπος· Χαίρει γὰρ Ἄρης τῷδε, τὰ κακὰ φέρων. Ὁ δωδέκατος πάλιν ἐστὶ κακίων, Γέγηθε καὶ γὰρ τῷδε μάλιστα Κρόνος,
475Χαίρων κακίσταις τῶν βροτῶν δυστυχίαις.
476tΠερὶ μερισμῶν τοῦ κύκλου.
476Μερίζεται δ’ ὁ κύκλος ἐν παντὶ χρόνῳ Εἰς τὴν τετράδα τῶν μερῶν, ὡς ἐγράφη. Πρῶτον μὲν οὖν μάνθανε τοῦ κύκλου μέρος Τὸ τετραδικὸν ἅπαν ἐξ Ὡροσκόπου,
480Μέχρι μεσουράνημα τοῦ κύκλου φθάσεις Ἀνατολικὸν ἄῤῥεν εὐδρόμως τρέχον. Τὸ δεύτερον δὲ πάλιν ἐκ μέσου κέντρου Μεσουρανοῦντος μέχρις ἑβδόμου τόπου, Θῆλυ νότιον ἀπόκλιμα τυγχάνον.76
485Τὸ τρίτον αὖθις μανθάνεις ἐξ ἑβδόμου, Καὶ μέχρις αὐτοῦ τοῦ τετάρτου μοι τόπου Δυτικὸν ἄῤῥεν καὶ ταχὺ περὶ δρόμον. Τέταρτον αὖθις ἐκ τετάρτου μοι τόπου Καὶ μέχρις αὐτοῦ τοῦ κράτους Ὡροσκόπου,
490Θῆλυ βόρειον ἀπόκλιμα τυγχάνον.
491tΠερὶ τῶν δύο ἡμισφαιρίων.
491Σφαῖραν δὲ πάλιν εἰς μέρη τεμὼν δύο Ἀνώτερον μὲν ἴσθι τῆς σφαίρας τόπον, Ὅστις προϊὼν εὐθὺς ἐξ Ὡροσκόπου Διὰ δεκάτου μέχρις ἐβδόμου φθάνει,
495Σοφοῖς ἅπασι δεξιὸς κεκλημένος· Κατώτερον δὲ πάλιν ἴσθι μοι τόπον, Ὅστις προϊὼν ἐβδόμου πάλιν τόπου Διὰ τετάρτου, καὶ μέχρις Ὡροσκόπου, Ἀριστερὸς δ’ ἅπασιν ὠνομασμένος.
500tΠερὶ ἀναβάσεως καὶ καταβάσεως τοῦ κύκλου.

(500)

Ἀνάβασιν δὲ πάλιν ἄλλην τοῦ κύκλου Ἐξ ὑπογείου μάθε δι’ Ὡροσκόπου. Μέχρι μεσουράνημα τοῦ κύκλου φθάσεις, Κατάβασιν δὲ τοῦ κύκλου μαθεῖν θέλων
Ἴσθι μεσουρανοῦντος ἐκ κέντρου πάλιν77
505Μέχρι τετάρτου πλὴν δι’ ἑβδόμου τόπου. Ἔμαθες ἄρτι δώδεκα τόπων λόγους.
507tΠερὶ ὧν ἀποτελοῦσιν οἱ ἀστέρες ἐν τοῖς ιβʹ τόποις.
507Μάνθανε λοιπὸν καὶ λόγους τῶν ἀστέρων Οὕσπερ τελοῦσιν καθ’ ἕκαστον τῶν τόπων. Ὡροσκόπῳ τυχὼν μὲν ἀστὴρ τοῦ Κρόνου
510Δηλοῖ μέριμναν ἐξ ἀνάγκης καὶ λύπην Ἐφ’ ᾧ τις ἀπητεῖτο πράγματα ξένα. Ἐν δευτέρῳ τυχὼν δὲ πάλιν ὁ Κρόνος Δηλοῖ μέριμναν ἐξ ἀπωλείας ἔχειν Βιωτικῶν τε χρημάτων καὶ πραγμάτων.
515Ἐν τῷ τρίτῳ κάκωσιν ἐξ ὁμαίμονων, Τούτων γὰρ ἄγει ταραχὴν πολλὴν μέσον. Ἐν τῷ τετάρτῳ παρατυχὼν ὁ Κρόνος Δηλωτικός τε γῆς ὑδάτων τυγχάνει, Θησαυρὸν αὖθις ἐν σκότει προμηνύει.
520Τόπῳ δὲ πέμπτῳ παρατυχὼν ὁ Κρόνος Μέσον γένους δήλωσιν ἄγει τῆς μάχης, Διαίρεσιν τε πάλιν ἀλλήλων φέρει. Ἕκτῳ δὲ τυχὼν τὴν νόσον προμηνύει Δούλων ἀναιδείας τε κατὰ δεσπότου.
525Ἐν ἑβδόμῳ τόπῳ δὲ λαχὼν ὁ Κρόνος Αἴτησιν ἄγει τῆς πάλιν ἀλλοτρίας, Χερσί τε πρᾶξιν αἰσχρὰν ἰδίαις φέρει.
Ἐν ὀγδόῳ δὲ κληρονομίας λόγους Καὶ πραγμάτων αἴτησιν αὐτῆς περ χάριν,78
530Πολλήν τε δηλοῖ θλίψιν ἠσθενηκότων. Ἐν ἐννάτῳ δὲ τῆς ἀπιστίας λόγους, Ἔκπτωσιν αὖ τε πίστεως προμηνύει· Ἔστι δὲ πνίκτης οὗτος ἢ λωποδύτης, Δηλοῖ τε λύπην καὶ μακρὰν ἐκδημίαν.
535Ἐν τῷ δεκάτῳ πάλιν ἀργίαν φέρει, Λύπην τε δηλοῖ καὶ κλιμακτῆρας ἄγει Ἐκ βασιλικῆς εὐκλεοῦς ἐξουσίας, Καὶ φυλακῆς κάκωσιν ἐν μακρῷ χρόνῳ. Εἰ δ’ Ἥλιος κύριός ἐστι τοῦ τόπου,
540Θάνατον εὐθὺς ἐκ βασιλέως φέρει. Ταῦτα Σελήνη καὶ Διὶ πάντα φέρει. Εἰ δ’ Ἀφροδίτη τοῦ δεκάτου κυρία, Λυθήσεται μὲν τῆς φυλακῆς ἀθρόως, Λύμην δὲ πάλιν ἐκ βασιλέων λάβῃ,
545Κρόνον φιλεῖ γὰρ Ἀφροδίτη γνησίως, Ζυγὸς γὰρ οἶκος ἐστὶν αὐτῆς γνησίως, Ὕψωμα δ’ ἐστὶ τῷ παλαιτάτῳ Κρόνῳ. Ἄρης κυριεύσας δὲ τοῦδε τοῦ τόπου Εὐθὺς ἀναιρεῖ, πλὴν ἀδίκῳ θανάτῳ·

(550)

Ἄρης φιλεῖ γὰρ ἀστέρα τὸν τοῦ Κρόνου, Κρόνος δ’ ἐναντίωσιν ἔσχεν εἰς Ἄρην. Τοῦ δ’ αὖ δεκάτου κυρίαν Ἑρμῆς ἔχων Βλάβην ἐπάγει ψευδομαρτύρων λόγοις,
Καὶ σχηματισμὸν εἰς Ἄρην Ἑρμῆς φέρων,79
555Μαγκλαβίων κάκωσιν ἄγειν ἰσχύει, Εἴπερ Ἄρει σύνεστι δίσκος Ἡλίου· Ἑρμῆς δὲ τούτοις σχηματισμὸν εἰσφέρει Ἀφαίρεσιν δηλοῦσιν ἐκ βασιλέως, Τούτῳ προσόντων πραγμάτων ἐν τῷ βίῳ,
560Ἀνώτερος γάρ ἐστιν Ἑρμῆς Ἡλίου, Δηλωτικὸς δὲ τυγχάνει πονηρίας, Κλοπῆς τε δηλοῖ ψευδεπιπλάστους λόγους. Κρόνου δ’ ἐναντίωμα δίσκος Ἡλίου, Τῆς ἡλιακῆς λαμπάδος δ’ ἀστὴρ Κρόνου·
565Καὶ γὰρ φαεινός ἐστι δίσκος Ἡλίου Κρόνος ζόφου δὲ καὶ σκότους πεπλησμένος. Ταῦτα μὲν εἰ δέκατον ὁ Κρόνος τόπον Λάχῃ παρελθὼν ἐννέα λοιποὺς τόπους· Εἰ δ’ ἑνδέκατον ὁ Κρόνος τόπον λάβῃ,
570Δηλοῖ κάκωσιν ἐκ μέρους τε τῶν φίλων, Τῶν δ’ ἐλπίδων δίδωσιν ἀποτυχίαν. Ἐν δωδεκάτῳ κακοτυχίαν ἄγει, Ἔχει τε νῖκος δεσμά τ’ ἐν μακρῷ χρόνῳ, Καὶ θηρίοις βρωθέντας ἐντεῦθεν νόει.
575Ταῦτα Κρόνος δείκνυσι δώδεκα τόποις.
576tΠερὶ Διός.
576Ὁ Ζεὺς δὲ τυχὼν πάλιν εἰς Ὡροσκόπον Δηλοῖ φρόνησιν, εὐσέβειαν καὶ σέβας, Καὶ σωφροσύνην μέχρις εἰς τέλος βίου· Δοτὴρ δ’ ἀγαθῶν ἐστι καὶ πολλῶν κράτους.
580Ἐν δευτέρῳ δὲ πλοῦτον αὐτὸς μηνύει. Εὐτυχίαν δὲ πάλιν ἐν τρίτῳ φέρει, Ἐκ τῶν φιλούντων ἐξ ἀδελφῶν ἀγάπης, Χαίρειν δὲ ποιεῖ μᾶλλον ἐξ ἐκδημίας. Ὁ δ’ οὖν τέταρτος κληρονομίαν. φέρει80
585Γῆς, πραγμάτων τὸ κέρδος εἴτε κτισμάτων Θησαυρὸν δ’ αὖθις, ἀγαθὸν δ’ ἄγει τέλος, Λύει δὲ κακὸν ἅπαν ὃ Κρόνος φέρει. Πέμπτῳ δὲ χαρᾶς μηνυτικὸς τυγχάνει, Ἐκ τοῦ μέρους δὲ τῆς γονῆς καὶ τῶν τέκνων,
590Πλούτου δὲ παραίτιος ἡμῖν τυγχάνει· Πέμπτος τόπος γὰρ τῶν χαρισμάτων τόπος, Δηλωτικὸς δὲ κράσεως Ὡροσκόπου. Τοῦ δ’ ἑνδεκάτου διάμετρον τυγχάνει, Ἕκτῳ δ’ ὑγείας μηνυτικὸς τυγχάνει,
595Καὶ πράγματα δίδωσιν ἐκ δούλων μέρους, Τετραπόδων τε, καὶ τιθεῖ τοῦτον μέγαν, Ἐν τοῖσδε τοῖς πράγμασιν ὠνομασμένος. Ἐν ἑβδόμῳ δὲ τὴν χαρὰν πολλὴν φέρει Ἐκ τῶν γυναικῶν, καὶ καλὰ προμηνύει,

(600)

Καὶ σωφροσύνην ἐκ γυναικὸς ἰδίας, Πλὴν καὶ νίκην δίδωσιν ἀντικειμένων. Ἐν ὀγδόῳ δὲ χρημάτων φθορὰν φέρει, Τοῖς δ’ ἀντιπάλοις τὴν νικῶσαν προσνέμει. Οὐ γὰρ γέγηθε Ζεὺς ἐν ὀγδόῳ τόπῳ,
605Τόπος γάρ ἐστιν οὑτοσὶ τοῦ θανάτου.
Ἐν ἐννάτῳ δὲ Ζεὺς παρατυχὼν τόπῳ Χαρὰν δίδωσιν ἀποδημίας τόποις· Δηλοῖ δὲ πολλὴν εὐσέβειαν, καὶ πάλιν Ἐπιτυχίαν εἰς ὀνείρους εἰσφέρει,81
610Μαθήσεών τε μηνυτικὸς κρειττόνων. Ἐν τῷ δεκάτῳ πλοῦτον αὖ προμηνύει Νέμει τε μεῖζον ὕψος ἀξιωμάτων, Τὴν ἀπὸ πάντων ἀγάπησιν μηνύει, Πολλῶν τε καλῶν παροχεὺς δωρημάτων.
615Ἐν ἑνδεκάτῳ τὴν χαρὰν προμηνύει, Πλὴν ἐκ μέρους τῶν φίλων καὶ τῆς φιλίας, Ἄγει δ’ ἐπιτυχίαν ἐλπίδων ὅλων. Ἐν δωδεκάτῳ τὴν πενίαν μηνύει, Δούλωσιν αὖθις καὶ ταπείνωσιν ἄγει,
620Ἐναντίωσιν ἐκ λαοῦ πολλοῦ φέρει, Λύπην τε δούλων χάριν ἢ τετραπόδων. Ὁ Ζεὺς δίδωσι ταῦτα δώδεκα τόποις.
623tΠερὶ Ἄρεος.
623Ἄρης δὲ τυχὼν εἰς Ὡροσκόπου τόπον Ὕβριν, ταραχὴν καὶ λύπην προμηνύει,
625Ἔννοιαν ἄγει καὶ φθορὰν τῶν πραγμάτων, Τὴν ἀχαριστίαν δὲ τοῦ λαοῦ φέρει, Πονηρίας πράξεις τε πορνικωτάτας,
Ἐξ αἵματος θάνατον ἢ κακῆς νόσου, Πολλῶν ἐπιχείρησιν ἄγει πραγμάτων,82
630Ἐν τῷ τέλει δὲ πᾶσαν ἀποτυχίαν. Ἐν δευτέρῳ δὲ τὴν κλοπὴν προμηνύει· Εἰ δ’ ἐστὶν οἶκος Ἀφροδίτης ἀστέρος, Στάθμῃ ζυγῷ δὲ τὴν κλοπὴν ταύτην νόει. Εἰ δ’ οἶκος ἐστὶ τοῦ Διὸς, ταύτην νόει
635Ἐκ πραγματεῖων πραγμάτων συνημμένην· Εἰ δ’ οἶκος ἐστὶ τοῦ Κρόνου, δηλοῖ πάλιν Λωποδυτοῦντας εἴτε καὶ τοιχωρύχους· Εἰ δ’ οἶκος Ἑρμοῦ, ψευδεπιπλάστους λόγους Τῆς πίστεως ἅπασι χάριν εἰσφέρει.
640Ἐν τῷ τρίτῳ δὲ ταραχὴν προμηνύει Οἴκου μεταξὺ καὶ φίλων ὁμαιμόνων· Οὐ τῆς μάχης δ’ αἴτιος οὗτος τυγχάνει· Ἔχει δὲ καὶ μέριμναν ἅμα καὶ φόβον Ἐκ τῶν φιλούντων εἴτε τῆς ἐκδημίας.
645Ἐν τῷ τετάρτῳ τοὺς φόνους προμηνύει, Κατηγορίας συκοφαντικὰς φέρει, Ὅτι κακοῦργος ἢ φονεύς τις τυγχάνεις· Ἔσται δὲ μέχρι βιοτῆς ὅλης πάλιν Προσοῦσα τούτῳ θλίψις ἐληλεγμένη.

(650)

Πέμπτῳ δὲ τυχὼν πορνικὰ τέκνα νέμει, Ἀναίρεσίν τε περὶ τέκνων μηνύει, Λύπην δὲ παίδων χάριν εἰσφέρειν σθένει. Ἕκτῳ δὲ τυχὼν τὴν νόσον προμηνύει,
Καθ’ ἣν ἔλαχε κρᾶσιν Ἄρης ὑψόθεν,83
655Δηλοῖ δὲ λύπην τῶν τετραπόδων χάριν, Ὑπὲρ δὲ δούλων φροντίδα πολλὴν φέρει. Ἐν ἑβδόμῳ τε ταραχὴν προμηνύει, Ἐναντίωσιν καὶ βλάβην συνεισφέρει Ἐκ τῶν γυναικῶν, πορνικῶν τρόπων χάριν,
660Εἰς δ’ αὖ ἐπιχείρησιν αὖθις πραγμάτων Δυστυχίαν δίδωσιν εἰς τοὐναντίον, Ἐχθρῶν κατ’ αὐτῶν δείκνυσιν εὐτυχίαν. Ἐν ὀγδόῳ δὲ τῶν ποδῶν τομὴν νέμει, Δυοῖν τε χειρῶν, καὶ ψόγον δὲ καὶ μίσος
665Ἐκ τοῦ λαοῦ δίδωσι καὶ δυστυχίαν, Κληρονομιῶν πραγμάτων πολλῶν χάριν Τούτῳ συνουσῶν, ἀπὸ κακοῦ δὲ τρόπου. Ἐν ἐννάτῳ μαχίμους ἄνδρας μηνύει, Λῃστάς τε δεινοὺς, πορνικοὺς, οἰνοπότας,
670Τὰς εἰς ὀνείρων ἀτυχούντας ἐκβάσεις. Ἐν τῷ δεκάτῳ τοὺς κλιμακτῆρας φέρει, Δεσμά τε καὶ κάκωσιν ἐκ βασιλέων Καὶ συκοφάντας κατὰ τοῦδε μηνύει, Μαγκλαβίων παίδευσιν ἐκ βασιλέως,
675Σύνοικον ἀεὶ τὴν καλὴν δυστυχίαν. Ἐν ἑνδεκάτῳ πάλιν ἀποτυχίαν Τῶν ἐλπίδων κάκωσιν αὐτῶν τῶν φίλων. Ἐν δωδεκάτῳ πραγμάτων φθορὰν φέρει, Ἐχθρούς τε πολλοὺς καὶ κλοπιμαίους τρόπους.
680Ἄρης τόποις δίδωσι δώδεκα τάδε.84
681tΠερὶ Ἡλίου.
681Εἰ δ’ Ἥλιος φθάσειεν εἰς Ὡροσκόπον, Περὶ βασιλείας τε καὶ λαμπρᾶς τύχης, Τιμήν τε πολλῶν ἀξιωμάτων φέρει. Ἐν δευτέρῳ τε τοὺς κλιμακτῆρας ἄγει
685Ἐκ τοῦ κρατοῦντος εἰς ἀφαίρεσιν βίου. Ἐν τῷ τρίτῳ δὲ λυτικὸς ζητημάτων, Ἅπερ τις αἰτεῖ παρὰ τῶν βασιλέων, Δηλοῖ τε χαρᾶς εἰς χαρὰν μεταβάσεις. Θησαυρὸν αὖθις ἐν τετάρτῳ μηνύει
690Πολλήν τε τιμὴν ἀναβάσεως χάριν· Εἰ δέ τις ἔστι πεῦσις ἀπολωλότων, Τὴν εὕρεσιν πρόφασκε τοῖς πεπυσμένοις. Ἐν δ’ αὖ γε πέμπτῳ περὶ τῶν τέκνων φέρει, Ὕψος τε τιμᾷ καὶ χάριν ἐξ ἰδίων.
695Ἕκτῳ δὲ δούλοις τοὺς κλιμακτῆρας φέρει, Λύπην τε καὶ μέριμναν ἐκ τῶν οὐθένων. Ἐν ἑβδόμῳ δὲ τῶν βασιλέων χάριν Χάριν τινὸς πράγματος ἐκζητουμένου. Ἐν ὀγδόῳ δὲ θάνατον βασιλέων,

(700)

Κακοὺς κλιμακτῆράς τε πολλῶν μηνύει, Τῶν τε κρατούντων καὶ προαρχόντων ἅμα. Ἐν ἐννάτῳ τε Θεοῦ πίστιν, ἀγγέλους. Ἐν τῷ δεκάτῳ τῆς βασιλείας κράτος,
Πολλήν τε τιμὴν, ὕψος ἀξιωμάτων.85
705Ἐν ἑνδεκάτῳ τὴν θυμηδίαν φέρει Τοῖς πᾶσιν εἰσφέρουσι καὶ τῶν ἐλπίδων Ἐπιτυχίαν καὶ πόνου πολλοῦ δίχα. Ἐν δωδεκάτῳ πάλιν Ἥλιος φθάσας Ἀναίρεσίν τε τῶν βασιλέων φέρει,
710Ἔκπτωσιν αὐτοῦ τοῦ βασιλείας κράτους, Δεινοὺς κλιμακτῆράς τε δούλων ἐκ μέρους, Ἄλλων τε τινῶν πλὴν χαμερπῶν οὐθένων. Ταῦθ’ Ἥλιος δρᾷ δώδεκα τόπους τρέχων.
714tΠερὶ Ἀφροδίτης.
714Ὡροσκοποῦσαν δ’ Ἀφροδίτην εἰ βλέπεις,
715Μηνυτικὴν γίνωσκε λαμπρῶν ἀμφίων, Χαρᾶς τε πολλῆς, δεξιωτάτης τύχης, Μύρων, λίθων τε, μαργάρου καὶ χρυσίου, Γελωτοποιῶν, λευκομάτων ἀργύρων· Χαίρει γὰρ ἀστὴρ οὗτος εἰς Ὡροσκόπον
720Ἐν παντὶ προστυχόντι τούτῳ ζωδίῳ. Ἐν δευτέρῳ δὲ πραγμάτων πλῆθος φέρει, Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους, Ἔνδεια δ’ οὐ θλίψειε τοῦτον πραγμάτων. Ἐν τῷ τρίτῳ δὲ πορνικὰ φίλτρα φέρει,
725Φίλους τε πολλούς· ἐκ κακῶν δὲ δραμάτων Εἴποι τις αὐτὰ συμπόσια καὶ γάμους. Ἐν τῷ τετάρτῳ τῶν μεριμνῶν αἰτία,
Λύπης τε πολλῆς πλὴν χάριν τῶν μητέρων· Ὥς φασι καὶ γὰρ οἱ σοφώτατοι λόγοι,86
730Πέμπτου τέταρτος δωδέκατος τυγχάνει, Ἐν ᾧπερ Ἀφροδίτη τὴν χαρὰν φέρει, Πλὴν τῆς μερίμνης τῆσδε καλὰ τὰ τέλη. Πέμπτῳ περὶ τέκνων τε δηλοῦν ἰσχύει Χαρᾶς τε πολλῆς καὶ κλιμακτήρων τέκνων·
735Χαρᾶς γὰρ ἣν δίδωσιν ἐν πέμπτῳ τόπῳ Ἔστι τέλος μέριμνα καὶ λύπης βάρος. Ἕκτος δὲ δηλοῖ ποικιλοτρόπους νόσους, Καὶ περὶ δούλων κινδύνους καὶ δουλίδων, Καὶ μητέρων κάκωσιν οὗτος μηνύει·
740Εἰ γοῦν διανοσοῦντα πυνθάνοιτό τις, Πρόφασκε λοιπὸν ὑγείαν ἐν συντόμῳ, Ὅτι ὁ ἀστὴρ μηνυτικὸς κρειττόνων Ἀγαθοποιὸς Ἀφροδίτη τυγχάνει, Κἂν ἐν κακίστῳ τῷδε συντύχῃ τόπῳ
745Ἐν ἑβδόμῳ νόμιμον αὖ συζυγίαν Χαράν τε πολλὴν ἐκ γυναικὸς μηνύει, Ἐπιτυχίαν πράγματος ζητουμένου· Εἰ δ’ ἐν δισώμῳ, μηνύει κοινωνίαν. Ἐν ὀγδόῳ δὲ μητέρων μόρον φέρει·

(750)

Ἔοικε καὶ γὰρ τῷ Σελήνης ἀστέρι. Ἴσθι δ’ ὅτι περ εἰς ἐρώτησιν νόσου Ἐν τῷδε συντυχοῦσα τῷ κακῷ τόπῳ Θάνατον εὐθὺς ἐκ νόσου προμηνύει. Ταῦτα δὲ καὶ Ζεὺς, ὁ γὰρ ὄγδοος τόπος
755Ἐναντίωμα τοῦ Διός τε τυγχάνει Κάκωσις αὐτοῦ καὶ ταπείνωμα πλέον. Ἐπιθυμίαν μηνύει δ’ ἐν ἐννάτῳ Ἐκδημίας μάλιστα πίστεως χάριν, Μαθήσεώς τε τῶν σοφῶν μαθημάτων,87
760Καὶ γοῦν ὀνείρους αὖθις ἀψευδεστάτους. Ἐν τῷ δεκάτῳ δόξαν ἐκ βασιλέων, Τιμήν τε πολλὴν ἀπὸ τῶν μεγιστάνων. Ἐν ἑνδεκάτῳ τὴν ἀγάπην μηνύει Καὶ τὴν φιλίαν ἐκ προσώπων ἐντίμων,
765Ἐπιτυχίαν ἐλπίδων τε κρειττόνων, Χαράν τε πολλὴν ἀπὸ τῶν βασιλέων. Ἐν δωδεκάτῳ κινδύνους τε καὶ βλάβας, Ἔχθραν τε κακὴν ἐκ γυναικείου μέρους. Τῆς Ἀφροδίτης ταῦτα δώδεκα τόποις.
770tΠερὶ Ἑρμοῦ.
770Ἑρμῆς δὲ τυχὼν πάλιν εἰς Ὡροσκόπον Δηλοῖ σοφὴν μάθησιν ἢ γνῶσιν λόγου, Καὶ συντυχιῶν ἀγαθὰς ἀποκρίσεις Δηλοῖ, νοταρίους τε τῶν βασιλέων· Χαίρει γὰρ οὗτος εἰς τόπους ὡροσκόπων.
775Ἐν δευτέρῳ δὲ δόξαν ἐκ βασιλέων, Ἐκ βιβλίων τε καὶ γραφῶν ζωὴν φέρει. Ἐν τῷ τρίτῳ δὲ τοὺς ἀδελφοὺς μηνύει. Ἐν τῷ τετάρτῳ φροντίδων λύπην φέρει Χάριν προλαβόντων δὲ λυπηρῶν λόγων,
780Ὕβρεις τε χάριν τῶν κλαπέντων χρημάτων
Πρὸς ἀγγελίας εἴς τινας μεγιστάνας· Ἡ δ’ ἀπόβασις μᾶλλον ἔσται κακίων· Ἑρμῆς γὰρ οὐ γέγηθε τῷδε τῷ τόπῳ, Κἂν οἷον αὐτὸς ζώδιον τύχῃ φθάσας.88
785Πέμπτῳ δὲ τυχὼν τὰς γραφὰς καὶ τοὺς λόγους, Ὁμιλίας τε κρείττονας προμηνύει Περὶ προσώπων καὶ λοιπῶν ἐσταλμένων, Εὐτυχίας τε καὶ καλῆς θυμηδίας. Πέμπτος τρίγωνόν ἐστι γὰρ Ὡροσκόπου,
790Ἐν ᾧ τὸν Ἑρμῆν εἴπομεν γεγηθέναι. Ἕκτῳ ταραχὴν καὶ κακὰ βροτοῖς φέρει, Ἀνταρσίας δούλων τε πρὸς τὸν δεσπότην, Δηλοῖ δὲ πάλιν καὶ περὶ τῶν δεσμίων. Ἐν ἑβδόμῳ τε ταραχὴν πολλὴν φέρει
795Ἐκ τῶν γυναικῶν καὶ κακὴν πονηρίαν, Δηλοῖ τε κακὴν ἕξιν ἀνδρομανίας. Ἐν ὀγδόῳ δὲ ταραχὴν ἐχθρῶν φέρει Φθόνον τε κακὸν ἀλλὰ παρὰ γειτόνων· Γείτων γάρ ἐστιν ἕβδομον πάντως τόπον,

(800)

Ὡς δεύτερος πέφυκεν αὖ Ὡροσκόπου· Ψευδεῖς τε δηλοῖ πανταχοῦ μαρτυρίας, Κληρονομίας πραγμάτων, κέρδους χάριν. Ἐν ἐννάτῳ δὲ γνῶσιν ἐκ λόγου φέρει, Σοφίαν αὖθις καὶ μάθησιν ἀστέρων,
805Παρ’ εἰδότων ἔπαινον εἴτε φιλίαν. Ἐν τῷ δεκάτῳ δόξαν ἐκ βασιλέων,
Τιμήν τε πολλὴν καὶ προμηνύειν σθένει, Ὡς γραμματικὸς οὗτος ὢν βασιλέως Γενήσεται τὰ πάντα τῇ χειρὶ στρέφων.89
810Ἐν ἑνδεκάτῳ χαρὰν ἐκ φίλων φέρει, Συμμαχίαν εἰς κέρδος ἐκ τῶν πραγμάτων· Νέοι δ’ ἔσονται μᾶλλον οἱ πλείους φίλοι· Ἀεὶ γὰρ Ἑρμῆς τοὺς νέους προμηνύει, Εἰς οἷον ἂν φθάσειε τοῦ κύκλου μέρος.
815Ἐν δωδεκάτῳ μηνύει περὶ νόσων, Κακῆς ὀδύνης, θλίψεως οὐ μετρίας, Μικροφροσύνης, κουφοτάτων αὖ νόων, Ἐκτραπελίας θλίψιν ἐκ τετραπόδων. Τοιοῦτος Ἑρμῆς δώδεκα τόπους τρέχων.
820tΠερὶ Σελήνης τοιγαροῦν χρεὼν φράσαι.
820Ὡροσκοποῦσαν τὴν Σελήνην εἰ βλέπεις Χαυνοῦν τὸ σῶμα τῶν βροτῶν γίνωσκέ μοι· Ἐπιτυχίας πραγμάτων προμηνύει, Τόπων μεταβάσεις τε πρὸς λοιποὺς τόπους, Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους.
825Ἐν δευτέρῳ δηλοῖ δὲ πολλὴν φροντίδα, Χάριν ἀπωλείας τε τινῶν πραγμάτων, Δεινὰς κατασχέσεις τε δεσμωτηρίων, Ζητουμένων τε πραγμάτων ὀλωλότων. Ἐν τῷ τρίτῳ τε χαρὰν καὶ θυμηδίαν,
830Καὶ τὴν ἀγαλλίασιν ἐκ βασιλέων, Τιμήν τε λαμπρὰν ἔκ τινων μεγιστάνων,
Ζητημάτων τε τὰ τέλη καλὰ φέρει· Ἡ γὰρ Σελήνη τῷ τρίτῳ χαίρει τόπῳ, Δηλοῖ τε καλὰ καὶ μακρὰν ἐκδημίαν,90
835Φίλτρον δ’ ἀκραιφνὲς γνησιωτάτων φίλων. Ἐν τῷ τετάρτῳ μᾶλλον ἡμέρας λέγε Δηλοῦν μέριμναν πολλῶν φροντίδων χάριν Πλὴν ἐν καταρχαῖς, ἀλλ’ ἐν ὑστέρῳ πάλιν Χαράν τε πολλὴν καὶ μακρὰν θυμηδίαν·
840Εἰ δ’ αὖ γε νυκτὸς τὴν ἐρώτησιν μάθῃς Κἂν ταῖς καταρχαῖς καὶ πάλιν ἐν τῷ τέλει, Ἴσθι κάκωσιν βλαβερὰν προμηνύειν· Εἰ δ’ αὖ γε πεῦσίς ἐστι πάλιν χρημάτων Ἐν ὑποβάθρᾳ γῆς βάθους κεκρυμμένων,
845Τὴν εὕρεσιν πρόφασκε πλὴν ἐν συντόμῳ. Πέμπτῳ δὲ χάριν τῶν τέκνων πεύσεις λέγε, Ἀλλ’ ἡμέρας μὲν θήλεων περὶ τέκνων, Νυκτὶ δὲ πάλιν ἀῤῥένων παίδων χάριν Νυκτὸς Σελήνη, καὶ γὰρ ἄῤῥεν τυγχάνει·

(850)

Τῇ δ’ ἡμέρᾳ θήλεια, φασὶν οἱ λόγοι, Χάριν δὲ πολλὴν ἐξ ἀποστολῆς φέρει Τέκνων καλῶν καὶ μακρᾶς ἐκδημίας. Ἕκτῳ δὲ δούλων καὶ μάλιστα δουλίδων Χάριν πρόφασκε τὴν ἐρώτησιν φθάσαι,
855Τὴν ὠφέλειαν ἐκ τετραπόδων ζώων, Σώματος ἰσχὺν εὐσθενοῦς ῥωμαλέου·
Οὐ γὰρ γέγηθεν ἡ Σελήνη τῷ τόπῳ, Χαίρει γὰρ Ἄρης· εἰ Σελήνη δ’ οὖν τύχῃ, Εἰ μὲν περὶ νοσοῦντος ἡ πεῦσις φθάσει,91
860Ἔχει δ’ ἀγαθὸν σχῆμα πρὸς τοῦς ἀστέρας Τοὺς ἀγαθοποιοῦντας, ὑγείαν λέγει· Εἰ δ’ αὖ τε χάριν πραγμάτων τῶν μειζόνων, Οὐδέν τι καλὸν ἔνθα δεῖ προμηνύει. Ἐν ἑβδόμῳ δὲ τὴν θυμηδίαν φέρει,
865Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους, Δηλοῖ δὲ γάμους ἐννόμους ἐνδυνάμους· Καὶ γὰρ γέγηθεν ἡ Σελήνη τῷ τόπῳ· Κέντρον γάρ ἐστι δυτικὸν δηλοῦν σθένος Περὶ γυναικῶν ὡς τέταρτον τοῦ κύκλου
870Κάθυγρον αὖθις, θῆλυ τυγχάνον μέρος. Ἐν ὀγδόῳ δὲ πραγμάτων φθορὰν φέρει, Δηλοῖ μεγίστους τοὺς κλιμακτῆρας φθάσαι Πτώσεις μεγιστάνων τε καὶ βασιλέων, Ἀστασίας τε πραγμάτων προμηνύει.
875Εἴπερ Σελήνη κυρία τύχῃ φθάσαι Ὡροσκοποῦντος κατ’ ἐκεῖνον τὸν χρόνον, Ψευδεῖς λόγους τε καὶ κλοπὰς προμηνύει, Φυγήν τε κακὴν καὶ μελάντερον θέαν· Εἴποις δὲ δαιμόνια, ἢ κακὸν φόβον,
880Δηλοῖ μαγείας ἀφρονεστάτους λόγους,
Νόσον τε τὴν φρενῖτιν ἢ φρενῶν πάθος. Ἐν ἐννάτῳ δὲ συντόμους ἐκδημίας, Τόπων μεταβάσεις τε πρὸς λοιποὺς τόπους Περὶ βασιλείας τε καὶ τιμῆς κράτους92
885Τῆς γνώσεως αὖ τῶν σοφῶν μαθημάτων· Εἰ δ’ Ἑρμαϊκῷ ζωδίῳ παρατύχῃ, Δηλοῖ σοφὴν πρόγνωσιν ἀστεροσκόπων, Ψήφους τ’ ἀριθμῶν, ζώδιον δὲ τοῦ Κρόνου Πλαστὸν κατασκεύασμα δηλοῖ χρυσίου,
890Ἀργυρίου τε καὶ τινῶν διαφόρων· Ἐν Ἄρεος δὲ ζωδίῳ δηλοῦν σθένει Μαχαιροποιοὺς καὶ σπάθας εἰργασμένους· Ἐν τῷ Διὸς δὲ ζωδίῳ δηλοῖ πάλιν Ἄνθρωπον εὐσθενῆ τε καὶ τοῖς βιβλίοις
895Τῆς θειοτάτης πίστεως ὡπλισμένον· Τῷ δ’ Ἀφροδίτης ζωδίῳ προμηνύει Τέχνας γυναικῶν, πορνικώτατα μέλη· Ἐν Ἡλίου δὲ ζωδίῳ δηλοῖ κράτος Καὶ λαμπρὸν ἀξίωμα τῆς μοναρχίας.

(900)

Ἐν τῷ δεκάτῳ πάλιν ἡμέρας λέγει Ἐπιτυχίαν σύντομον ζητουμένων, Ἀλλ’ οὖν ὁρισμοῦ τοῦ βασιλέως ἄνευ· Οὐ γὰρ γέγηθεν ἡμέρας ἐν τῷ τόπῳ· Τόπος γάρ ἐστιν ἡλιακῆς λαμπάδος.
905Ἴσθι δ’ ὅτι δέκατον εἰς τόπον φθάσας Ἀστὴρ Σελήνης ἐν καταρχῇ πραγμάτων, Ὡς εἴ τις ἀρχῆς κράτος ἐν τούτῳ λάβῃ, Πτῶσιν παρευθὺς τοῦ κράτους προμηνύει.
Οὕτως δ’ ἐχούσης τῆς Σελήνης εἰ θέλεις93
910Ἐκ τῶν γυναικῶν τι λαβεῖν, ζήτει τόδε· Καὶ γοῦν ῥᾳδίως λάβῃς τὸ πρᾶγμα τοῦτο. Ἐν ἑνδεκάτῳ τὴν χαρὰν προμηνύει Ἐκ τῶν ἀδελφῶν καὶ φιλουμένων φίλων, Ἐπιτυχίαν αὖθις ἐλπίδων ὅλων.
915Ἐν δωδεκάτῳ τὸν φόβον προμηνύει, Λύπην τε καὶ μέριμναν πραγμάτων χάριν Πάνυ κακίστων, εἴτε δεσμωτηρίων· Ἡ γὰρ Σελήνη δωδέκατον εἰς τόπον Οὔκουν γέγηθεν, ὅστις ἐστὶ τοῦ Κρόνου·
920Δηλοῖ δὲ θησαύρισμα πολλῶν πραγμάτων, Καὶ τὴν κάκωσιν ἐξ ἐναντίων μέρους. Ἡ γοῦν Σελήνη συντυχοῦσα τῷ τόπῳ Ἐν ταῖς καταρχαῖς πεύσεων παρηγμένων, Εἰ μὴ τελεσθῇ τῷ παραυτίκα χρόνῳ
925Ἐν ἡμέραις δυσί τε καὶ τρισὶν ἅμα, Ἴσθι τὸ πρᾶγμα μὴ λαβεῖν τουτὶ τέλους, Ἐπανόδους τε τῶν ξένων αὖ κωλύει, Καὶ μηνυτικὴ τῶν κακῶν ἐστὶν ὅλων, Λύσιν τε δεσμῶν ἀθρόαν προμηνύει·
930Εἰ δ’ οὐ γένηται, τὴν κάκωσιν δεῖ λέγειν
Πολλοῖς χρόνοις ᾧτινι θάνατος πέλος. Ταῦτα Σελήνη δώδεκα τόποις φέρει. Αὗται κινήσεις ἀστέρων ἐν ζωδίοις, Οὕτως ἔφασαν Βαβυλωνίων λόγοι·94
935Σὺ δ’ ἄλλ’ ἀναμίγνυε κράσεις ἀστέρων Τῶν ζωδίων τε καὶ τόπων τὰς δυνάμεις, Καὶ κατ’ ἐκεῖνα πραγμάτων τέλη λέγε· Εἰ δ’ οὖν ἀγαθύνουσι τούσδε τοὺς τόπους Ἀγαθοποιοὶ, τὰ καλὰ πλείω λέγε·
940Εἰ δ’ οὖν ταπεινώματα τούτων τυγχάνει, Ἥτις ἐναντίωσις ἐκ τῶν ζωδίων Ἥττω τὰ καλὰ ταῦτα τυγχάνει λέγε.
943tΠερὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων.
943Περὶ τόπων ἔμαθες ὡς βίβλος γράφει, Ἄκουε λοιπὸν καὶ περὶ τῶν ἀστέρων.
945Ὁδηγὸν ἴσθι τὴν Σελήνην τυγχάνειν, Σφαῖρα γὰρ αὐτῆς τῶν ὅλων κατωτέρω Καὶ πλησίον μάλιστα τοῖς βροτοῖς θέει, Κόσμου καθαρὰν εἰσφέρει τὴν εἰκόνα· Ὥσπερ γὰρ ἅπαν πραγμάτων τῶν ἐν βίῳ

(950)

Ἐξ ἀτελοῦς μὲν ἄρχεται προεκφύειν, Εἶτα δ’ ἐπαύξει, πάλιν δ’ ὗστερον φθίνει· Οὕτω Σελήνη τὰ κατ’ εἰκόνα φέρει· Ὁδηγὸν αὖ λάμβανε ταύτην καὶ βλέπε· Εἰ μὲν Σελήνη γὰρ ἀγαθύνοιτό σοι,
955Νέμει τἀγαθὸν, ὡς κακὸν τοὐναντίον Εἴπερ κακωθῇ κακοποιοῖς ἀστέρων· Περὶ κακοῦ γὰρ κακοποιῶν ἡ κρίσις, Κρᾶσις γὰρ αὐτῶν οὐχ ὁμαλὴ τυγχάνει, Ἡ ψυχρότης γὰρ, ξηρότης τ’ ἐπὶ πλέον95
960Τοῖς κακοποιοῖς ἥ τε θερμότης ἄγαν, Καὶ ξηρότης πρόσεστιν ἐκ δυσκρασίας. Ἀγαθοποιεῖ τοίνυν, εἴπερ εἰς τόπον Ὕψωμά τε φθάσειε κακῶν ἀστέρων, Τὸν κακοποιὸν ὑποδεκτικὸν μάθε,
965Ἀγαθοποιεῖ καὶ τὴν κακὴν μειοῖ κρᾶσιν· Ἀγαθοποιὸν δ’ ἴσθι κράσεως μέσης Καὶ διὰ τοῦτο δῆλον ὡς ἀγαθύνει, Τέλη γὰρ οἶδας ἀστεροσκόπους λέγειν Ἀγαθὰ τισὶν ἢ κατὰ τοὐναντίον·
970Ἀγαθοποιὸς τοίνυν ἀγαθὰ νέμει, Ὡς κακοποιὸς τὰ κακὰ πάλιν φέρει, Πλὴν σχηματισμοὺς μοιρικῶς τηρεῖν θέλει, Μὴ ζωδιακὸς κατὰ σῶμα δ’ ἀστέρων.
974tΣημείωσον μέχρι πόσων μοιρῶν φθάνει τὰ σώματα τῶν ἀστέρων.
974Ἡλιακὸς γὰρ δίσκος ἔμπροσθεν φθάνει
975Εἰς πεντεκαιδέκαδα μοιρῶν τοῦ κύκλου, Ὄπισθεν αὖθις τὰς ἴσας μοίρας πάλιν. Ἡ δ’ αὗ Σελήνη δώδεκα μοίρας ἔχει Ἔμπροσθεν, ἐξόπισθεν αὖθις τὰς ἴσας. Κρόνος δὲ καὶ Ζεὺς ἀνὰ μοίρας ἐννέα,
980Τὴν ὀγδοάδα δ’ ἔσχε τῶν μοιρῶν Ἄρης Ἔμπροσθεν καὶ ὄπισθεν ὀκτὼ τὰς ἴσας· Ἑρμῆς δὲ πάλιν Ἀφροδίτη συνάμα Ἑπτάδα μοιρῶν πρόσθεν ὡς ὀπισθίως, Καὶ κακοποιὸς ὃς κακοῖ τὸν ἀστέρα,96
985Ὃς μηνύει τὴν πεῦσιν, εἴπερ ἐκπεύσει, Εἰς ἀπόκλιμα τὴν βλάβην μικρὰν φέρει, Φόβον τυχὼν μέτριον, εἴτε δειλίαν· Ἐκ τετραγώνου δ’ εἴτε καὶ διαμέτρου Ὡς σχηματίσας τήνδε μείζω τὴν βλάβην,
990Οὐχ ὥσπερ εἴπερ ἦσαν ἐν κέντρων τόποις, Καὶ γὰρ τὰ κέντρα δύναμιν πλείω νέμει. Κενοδρομοῦσαν τὴν Σελήνην εἰ βλέπεις, Τὴν ἀργίαν πρόφασκε σὺν ἀτυχίᾳ· Ὡς σχηματισμὸς τῆσδε μᾶλλον μηνύει
995Ἀργεῖν τὸ μέλλον ἐν βίου τοῖς πρακτέοις, Τὸ δ’ αὖ παρελθὸν ἐξ ἀποῤῥοίας λέγε, Τόπος δ’ ἐν ᾧ πάρεστι παρεστὼς ἅπαν. Ἀστὴρ ταπεινώματι τυχὼν ἰδίῳ Λύπην τε καὶ κάκωσιν ἢ δέσμους φέρει,

(1000)

Ὑποποδίζων τὴν παρακοὴν ἄγει, Δύσληψιν εἴτε τὴν στροφὴν ἐν συντόμῳ. Στηριγμὸς αὖθις φροντίδα κεκρυμμένην
Λύπην τε καὶ μέριμναν ἐντὸς μηνύει· Οἱ κακοποιοὶ κωλύουσι συντόμως97
1005Ἐλθεῖν ἀγαθὸν ἅπαν εἴτε συμφέρον. Ἀστὴρ ὑποποδίσας ἢ καὶ στηρίξας Ὀρθοποδίσαι κακοποιὸς τυγχάνειν, Εἴτουν ἀγαθὸς ἀγαθὰ προμηνύει, Καὶ πεύσεως πλήρωσιν εἰργμένων ὅλων.
1010Ἀστὴρ ὁ δηλῶν πεῦσιν εἰς οἶκον Κρόνου Παρεμποδισμὸν ἐμπεσεῖν προμηνύει· Ὁ Ζεὺς δὲ τυχὼν ἐν τροπικῷ ζωδίῳ Ἐν συντόμῳ πλήρωσιν ἔργῳ μηνύει· Εἴπερ Σελήνη πρός τινα τῶν ἀστέρων
1015Συσχηματισθῇ μοιρικῶς, εἶτα πάλιν Μέλλει περ ἄλλον σχηματίζειν ἀστέρα, Τέλος πρόφασκε μᾶλλον ἐκ τοῦ δευτέρου. Ἀστὴρ δὲ δηλῶν τὴν ἐρώτησιν μόνην, Εἰς τριακοστὴν μοίραν ἐλθὼν ζωδίου,
1020Ἐν ᾧπερ ἐστὶ τῷ μετ’ αὐτὸν ζωδίῳ, Τὴν δύναμιν ἅπασαν εἰσφέρειν θέλει· Εἰ δ’ αὖθις ἐστὶ ζώδιον, σθένος φέρει· Καὶ γὰρ δύναμις ἀστέρων τρισὶ μόναις Μοίραις πέφυκεν, εἴπερ ἄρτι τυγχάνει
1025Καὶ τῇ πρὸ αὐτῆς καὶ τῇ μετ’ αὐτὴν πάλιν. Ἀστὴρ δὲ δηλῶν τὴν ἐρώτησιν φθάνων Εἰς σχηματισμὸν ἀστέρος δι’ οὗ τέλος Ὡς σχηματισθεὶς πρῶτον ἄλλῳ μηνύει Παρεμποδισμῷ τῷ τέλει τῶν πραγμάτων·
1030Πλὴν ἰστέον σχήματος εὐσθενεστέραν Ἅπαντος εἶναι σύνοδον τῶν ἀστέρων· Κακοποιὸς ὢν ἐν τῶ ἰδίῳ τόπῳ Ἀνατολικὸς ἀκάκωτος τυγχάνων, Ἐκ κακοποιῶν ἀγαθὰ πλείω νέμει·98
1035Ἐξ ἀγαθῶν πλὴν τῶν ὑποποδικότων Ὁ κακοποιὸς τὴν ἐρώτησιν ἔχων, Συσχηματισθεὶς τῷ Σελήνης ἀστέρι, Ἢ τῷ κυρίῳ τοῦ λαχόντος ζωδίου Ὡροσκοπεῖν σχήματος ἐκ διαμέτρου
1040Ἐκ τετραγώνου τὰ τέλη κακὰ νέμει. Ὁ κακοποιὸς κυριεύων ζωδίου Ὡροσκοποῦντος εἴπερ ἐν τόπῳ τύχῃ, ᾯπερ γέγηθεν οἶκον ἴδιον φθάσας Ἤγουν πρὸς ὑψώματος αὐτοῦ τὸν τόπον,
1045Τέλος δίδωσιν ἀγαθὸν πλὴν βραδέως, Ὅτι περ αὐτὸς κακοποιὸς τυγχάνει, Οὗτός τε τυχὼν πάλιν εἰς Ὡροσκόπον Ὑποποδίζων ἀλλ’ ἐν οἴκοις ἰδίοις, Ἤγουν ἐν ὑψώματι πάλιν ἰδίῳ,

(1050)

Δηλοῖ κακὰ μέγιστα καὶ κακὸν τέλος. Ἀγαθοποιὸς εἴπερ εἰς σχῆμα φθάσει, Τοῦ κακοποιοῦ τὰ κακὰ τέμνειν σθένει, Πλὴν ἀγαθοῖς σχήμασιν ἰσχύει πλέον, Τοῖς δ’ αὖ γε κακοῖς ἧττον ἔχει τὸ σθένος.
1055Εἰ κακὸς αὖθις εἰς τί γε. σχῆμα φθάσει Ἀγαθοποιοῦ σχήματι διαμέτρῳ Ἢ τετραγώνῳ τἀγαθὰ τέμνειν σθένει· Ἀγαθοποιὸς εἰς ἀπόκλιμα φθάσας Ὑποποδίζων κακοποιὸς τυγχάνει·99
1060Ἀγαθοποιὸς ἰδίῳ τυχὼν τόπῳ, Μεθ’ ὑποδοχῆς τὰ καλὰ μᾶλλον νέμει, Ὡς κακοποιὸς τὰ καλὰ μειοῖ πλέον· Ἐν ᾧπερ εἰσὶ καὶ γὰρ ἄρτι ζωδίῳ Οἱ κακοποιοὶ μὴ ποσῶς σχόντες λόγον,
1065Αὔξουσι τὴν κάκωσιν αὐτῶν εἰς πλέον, Ὥσπερ τυχόντες εἰς τόπους τοὺς ἰδίους Εἰς οἶκον εἰς ὕψωμα καὶ τρίγωνόν τε, Ἤγουν ὅρια πλὴν ἐπὶ κέντρων τόποις, Ἀγαθοποιοὶ τυγχάνουσιν αὐτίκα·
1070Ἀγαθοποιοὶ δ’ αὖθις ἐν τοῖς ζωδίοις, Ἐν οἷσπερ οὐκ ἔχουσιν ὡς εἶπον λόγον, Μειοῦσιν αὐτῶν ἀγαθὸν μέγα σθένος· Κέντρον τυχόντες κακοποιοὶ τοῖς τόποις, Κέντρῳ τε τὴν κυρίαν ἀπειληφότες,
1075Ἢ καθορῶντες σχήματι διαμέτρῳ, Ὡροσκοποῦντες εἴτε δὴ τετραγώνως, Κάκωσιν εἰσφέρουσι καὶ δεινὴν βλάβην, Καὶ μᾶλλον εἰ βλάπτουσιν ᾧ τούτου κράτος· Εἰ δὲ βλέπουσι σχῆματι τῶν κρειττόνων,
1080Μειοῦσι τὴν κάκωσιν αὐτῶν εὐθέως. Συσχηματισθεὶς κακοποιὸς Ζεὺς πάλιν Ἤμειψεν αὐτῷ τὴν φύσιν εἰς βελτίω· Ἡ δ’ Ἀφροδίτη τοῦτο δρᾶν οὔπω σθένει, Εἰ μὴ σθένος κράτιστον ἐκ Διὸς λάβῃ.100
1085Ὁ Ζεὺς βλέπων δὲ τὸν τόπον τοῦτον πάλιν, Εἰς ὃν κάκωσις κακοποιῶν συνδράμῃ, Λύει κακώσεις, Ἀφροδίτη δ’ αὖ σθένει Λύειν κάκωσιν Πυρόεντος ἀστέρος, Ὃν Ἄρεα καλοῦσιν ἀστεροσκόποι.
1090Ὁ κακοποιὸς σχηματισθεὶς ἐν τόπῳ Τῷ κακοποιῷ τὰ κακὰ διπλᾶ νέμει· Ἀστὴρ Σελήνης ὁ κρατῶν Ὡροσκόπου, Συσχηματισθεὶς κακοποιοῖς ἀστέρων, Ἐκ τετραγώνων εἴτε δὴ διαμέτρων,
1095Ἢ τοῖσδε συμπαρών περ ὡς ἐν συνόδῳ, Εἰ τετραγώνῳ σχήματι τούτους βλέπει, Δεινὴν βλάβης κάκωσιν ἰσχύει φέρειν· Εἰ δ’ αὖθις αὐτῶν εἰς σχῆμα κακὸν φθάσει Ἀγαθοποιὸς τοῦ κακοῦ λύσιν νέμει·

(1100)

Ταῦτά τε καὶ τρίγωνα πάλιν ἰσχύει Ἀγαθοποιῶν ἐν κακίστοις ἀστέρων Ὕπαυγος ἀστὴρ τυγχάνων ἐν Ἡλίῳ, Ἐντός τε μοιρῶν πεντεκαίδεκα φθάσας, Τῶν ἡλιακῶν ἀδρανὲς φέρει σθένος·
1105Εἰ δ’ ἰσομοιροῖ πλὴν οὗτος τῷ Ἡλίῳ,
Ἰσχυρός ἐστι μᾶλλον ἔργοις ἰδίοις· Ἀστὴρ διελθὼν ἡλιακὰς λαμπάδας, Καὶ μέχρι μοιρῶν πεντεκαίδεκα φθάσας, Ἑῷος ἐστὶν ἰσχυρὸς τοῖς πρακτέοις·101
1110Ἀγαθοποιὸς ὄγδοον φθάσας τόπον Οὔτ’ ἀγαθὸν δίδωσιν, οὔτ’ ἐναντίον, Ὡς κακοποιὸς τῷδε τυχὼν τῷ τόπῳ Αὔξειν γε μᾶλλον τὴν κάκωσιν ἰσχύει· Στεῤῥοῖς δὲ προστυχόντες εἶναι ζωδίοις
1115Στεῤῥὸν νέμουσι πρᾶγμα πᾶν πεπραγμένον· Ἐν δ’ αὖ δισώμοις ἀμφιβληθὲν πολλάκις Ἐν τοῖς τροπικοῖς ἄστατον πρᾶξιν ἔσχε Ἀστὴρ στηρίξας μᾶλλον ὑποποδίσαι, Τῶν εἰργμένων δίδωσιν ἀποτυχίαν·
1120Στηριγμὸς αὖθις ὀρθοποδισμὸν φέρων Τῶν εἰργμένων δίδωσιν ἀγαθὸν τέλος. Ἴσθι δ’ ὅτι πᾶς εἰς ἐρώτησιν φθάσας, Εἴπερ Σελήνη κακοποιοῖς ἀστέρων Βλάπτοιτο, τύχης τὴν στροφὴν δεινὴν ἔχει·
1125Εἰ μὴ φθάσειεν ἡ Σελήνη πρὸς τόπους, Ἀποκλιμάτων ἀδρανὴς γὰρ ἡ βλάβη, Καὶ γὰρ κακώσας κακοποιὸς ἀστέρα Τὸν τῆς Σελήνης ἀποκλίματος τόπον Φόβους ἐπάγει καὶ κακῶν τὰς ἐλπίδας,
1130Οὐ μήν τι κακὸν, οὐ φόβον τανῦν φέρει, Οὐ δ’ αὖ γε κέντροις καὶ σθεναροῖς ἐν τόποις
Λώβης δίδωσι σωματικῆς τὸν φόβον, Ἔργων δὲ δυστύχημα τῶν νῦν εἰργμένων. Ἀστὴρ Σελήνῃ σχηματισθεὶς γὰρ ἅπας102
1135Τῶν πεύσεων δίδωσι πασῶν τὰ τέλη. Ἀστὴρ Σελήνης ἅμα σὺν Ὡροσκόπῳ, Ἐναντιώσεις ὄντες εἰς τὰς ἰδίας, Δηλοῦσι τὸν φέροντα τὴν πεῦσιν ἔχειν Θλίψιν βριαρὰν ἔνδον ἐν τῇ καρδίᾳ.
1140Ἔχεις τὸ λοιπὸν ἀπὸ τῆς Σελὲχ βίβλου Μαθηματικοὺς μυστικωτέρους λόγους· Μυστηριώδεις ἀστέρων οὗτοι λόγοι· Μάνθανε λοιπὸν καὶ περὶ κλήρου τύχης Ἅπερ ὁ Μεσλὰς Βαβυλώνιος γράφει.
1145tΠερὶ τοῦ κλήρου τύχης.
1145Κλῆρος τύχης συνάμα δ’ αὐτοῦ κυρίῳ Σώματα τἀνθρώπεια δηλοῦσι μόνα, Καθάπερ εἶπον μηνύειν Ὡροσκόπον. Ὅταν τύχης κύριος ἢ κλῆρος τύχης Οὐ σχηματισθῇ κακοποιῷ τῷ κύκλῳ,

(1150)

Ἀλλ’ οὐδ’ ὕπαυγος ἡλιακαῖς ἀκτίσιν Ἐν τοῖς γενέθλοις εὑρεθῇ τοῦ παιδίου, Τὴν εὐτροφίαν μαρτυρεῖν τούτῳ θέλει, Τοὐναντίον δὲ πάλιν ἄτροφον μάθῃς· Ἂν δὲ τραφῇ, τὸ τέρμα κακὸν τοῦ βίου·
1155Εἰ γοῦν τύχη φθάσειεν εἰς Ὡροσκόπον, Κακουμένη δὲ, τὰ κακὰ πλείω φέρει· Εἰ δ’ οὖν ἀγαθύνοιτο, τὰ καλὰ νέμει, Εἶδος χαρίεν, πλοῦτον, ἡδονὴν βίου. Ἐν δευτέρῳ δὲ πάλιν εἰ πέσει τόπῳ,103
1160Καὶ σχηματισθῇ κύριος κλήρου τύχης Ὡροσκόπου κύριος ἢ κλῆρος τύχης Ἢ τῆς Σελήνης τῇ διαυγεῖ λαμπάδι, Ἢ μαρμαρυγαῖς τοῦ σελαυγοῦς Ἡλίου, Ἐν δ’ ἀγαθοῖς σχήμασι, τοῦτο μηνύει
1165Εὔροιαν αὐτοῦ χρημάτων καὶ πραγμάτων. Εἰ γοῦν Σελήνης ἀστέρι σὺν Ἡλίῳ Συσχηματισθῇ, τὸν βίον προσαυξάνει, Καὶ τὴν τιμὴν δίδωσιν ἐκ βασιλέων· Εἰ δ’ αὖθις οὐδεὶς τῶν λελεγμένων ἄνω
1170Συσχηματισθῇ καλοποιὸς τῇ τύχῃ, Δηλοῖ πενίαν καὶ στέρησιν πραγμάτων· Εἰ δ’ αὖ κακοῦται, τὰ κακὰ πλείω νέμει. Ἐν τῷ τρίτῳ δὲ κλῆρος εὑρεθεὶς τύχης, Πλὴν ἀγαθυνθεὶς, τοὺς ἀδελφοὺς μηνύει
1175Καλοὺς κἀγαθοὺς, εὐτυχεῖς τε τῷ βίῳ· Κακούμενος δὲ, τὰ κακὰ προμηνύει· Εἰ δ’ αὖ κακωθῇ κύριος τρίτου τόπου, Ἤγουν ὕπαυγος εὑρεθῇ σὺν Ἡλίῳ, Μὴ σχεῖν ἀδελφοὺς ἐν βίῳ τοῦτον λέγει.
1180Ἐν τῷ τετάρτῳ κλῆρος εἰ πέσει τόπῳ, Πλὴν ἀγαθυνθεὶς, τοὺς γονεῖς καλοὺς νέμει·
Κακούμενος δίδωσιν αὖ τοὐναντίον· Τὸ δ’ αὖ γε τεχθὲν ἄτροφον προμηνύει, Ὡς ἄτροφον κάκωσιν, ἢ ποθὲν φέρει.104
1185Πέμπτῳ δὲ τυχὼν ἀγαθυνθεὶς τῷ τόπῳ. Εὐτυχίαν δίδωσιν ἐν γοναῖς τέκνων, Ὡς αὖ κακωθεὶς ἐν τέκνοις δυστυχίαν. Ἕκτῳ στένωσιν ἐν βίῳ συνεισφέρει· Εἰ δὲ κακοῦται, τὰ κακὰ πλείω λέγε.
1190Εἰ δ’ οὐ πρὸς αὐτὸν σχηματισμὸν εἰσφέρει Ὡροσκόπου κύριος ἢ κλήρου τύχης, Ἴσθι πατρίδος παθεῖν αἰχμαλωσίαν, Εἰς γῆν τε τοῦτον ἐκδραμεῖν ἀλλοτρίαν, Ἐχθροῖς κρατοῦσι καὶ βίᾳ μετηγμένον·
1195Κλήρου κακουμένου δὲ σὺν τῷ κυρίῳ, Τοῖς αἰχμαλώτοις χείρονα πάντη λέγε. Εἰ δ’ αὖ ἀγαθύνοιντο, κρείττω τὰ τέλη Ἀπαλλαγήν τε λέξον αἰχμαλωσίας· Εἰ δ’ ὑποποδίζουσι κύριος τύχης

(1200)

Ὡροσκόπου τε συνάμα τῷ κυρίῳ, Τὸ τεχθὲν ἄτροφόν σε χρὴ πάντα λέγειν. Εἰ δ’ ὑποποδίσειεν εἷς ἑκατέρων, Δηλοῖ τρέφεσθαι πλὴν ἀμυδρῶς ἐν νόσοις. Ἐν ἑβδόμῳ δὲ κύριος τυχὼν τύχης,
1205Πλὴν ἀγαθυνθεὶς συνάμα τῷ κυρίῳ, Ἐκ τῶν γυναικῶν ἀγαθὰ προμηνύει·
Εἰ δ’ αὖ κακωθῇ, τὰ κακὰ τοὐναντίον· Ὁ κύριος δ’ ὕπαυγος εἰ λάχοι τύχης, Δηλοῖ τὰ φαῦλα παρὰ τοῦ ὁμοζύγου·105
1210Εἰ δ’ αὖ κακοῦνται κλῆρος ἅμα κυρίῳ, Ἴσθι γυναικὶ συζυγῆναι μηδόλως· Καὶ γοῦν γυναικῶν ἐκ μέρους πρόφασκέ μοι Ἐναντιώσεις καὶ κακώσεις ἀμέτρους, Λόγους τε κακοὺς, καὶ δι’ αὐτῶν αἰσχύνην.
1215Ἐν ὀγδόῳ κλήρῳ. δὲ τυχὼν τῆς τύχης Ἂν ἀγαθυνθῇ, τοῦδε κύριος λάχῃ Ὡροσκόπου κύριον αὖ σχηματίσας Ἐξ ὑποδοχῆς σχήματι τῶν ἐκκρίτων, Τούτῳ τὸ κέρδος τοῦ βίου χρεὼν λέγειν
1220Ἐκ τεθνεώτων καὶ νεκρικῶν πραγμάτων. Εἰ δ’ οὐ βλέπει κύριον αὖ Ὡροσκόπου, Ὡροσκόπον δὲ μαρτυρεῖ τε τῷ τόπῳ Ἐκ δευτέρου κύριος, ἴσθι τυγχάνειν Σκορπισμὸν αὐτῷ πραγμάτων οὐ μετρίων·
1225Εἰ δ’ οὖν κακοῦται κλῆρος ὀγδόῳ τόπῳ, Πρόφασκε τοῦτον δειλὸν, ἠπορημένον, Καὶ κινδύνους χωροῦντα πρὸς βιοφθόρους, Χάριν βιωτικῶν τε καὶ κερδῶν βίου· Πλὴν καὶ τὸ τεχθὲν ἄτροφον προμηνύει.
1230Ἐν ἐννάτῳ δὲ τῆς τύχης κλήρῳ φθάσας Ἐκδημίας δίδωσιν εἰς ἀλλοτρίας. Εἰ γοῦν τύχῃ κύριος αὐτοῦ τῷ τόπῳ,
Οὐ τὴν στροφὴν δίδωσιν εἰς τοὺς ἰδίους· Εἰ δ’ οὖν ἀγαθύνοιτο, μηνύει σέβας106
1235Θεῷ προσάγειν, εἰ δὲ κακύνοιτό μοι Δίδωσιν αὖθις τῶν καλῶν τἀναντία. Ἐν τῷ δεκάτῳ κλῆρος εἰ φθάσει τύχης, Ζωῆς δίδωσι κέρδος ἐκ βασιλέως· Εἰ δ’ ἀγαθῷ σχήματι κύριος τύχης
1240Ὡροσκόπου κύριον αὖ σχηματίσει, Ἐξ ὑποδοχῆς τὰ καλὰ πλείω λέγε, Λαμπράν τε τιμὴν καὶ δυναστείας κράτος. Εἰ δ’ ὑποδοχὴ μὴ πάρεστιν ἐν μέσῳ, Κἀκ τοῦ λαοῦ τὸ μῖσος εἰς τοῦτον λέγε·
1245Κακουμένης δὲ τῆς τύχης σὺν κυρίῳ, Ζωὴν κακὴν πρόφασκε καὶ δυστυχίαν. Ἐν ἑνδεκάτῳ κλῆρος εἰ πέσει τύχης Σὺν τῷ κυρίῳ σχήματι τῶν ἐκκρίτων, Ἀγαθοποιοὺς σχηματίσας ἀστέρας,

(1250)

Ἐξ ὑποδοχῆς εὐτυχῆ πάντα φέρει, Σὺν εὐρωστίᾳ σωμάτων εὐρωστίαν· Εἰ δ’ αὖ κακωθῇ, μηνύει τἀναντία. Ἐν δωδεκάτῳ πάλιν εἰ κλῆρος φθάσει, Κακούμενος κύριος δὴ τούτου τύχη
1255Δηλοῖ τὸ τεχθὲν ἀτροφεῖν, κακῶς ἔχειν· Ὁ τοῦ μετ’ αὐτὸν κύριος δ’ Ὡροσκόπου Ἤγουν ὕπαυγος, θάνατον προμηνύει· Εἰ δ’ αὖ κύριος ὀγδόου φθάσει τόπου
Καὶ τόνδε κακώσειε, τεθνάναι λέγε107
1260Πλὴν ὑφ’ ἑαυτοῦ καὶ παρὰ τῶν ἰδίων· Εἰ δ’ αὖ κακώσας κύριος κλήρου τύχης Ἔκκεντρός ἐστι, πλὴν ὁ κύριος τύχης Ἀπόστροφος πέφυκεν εἰς αὐτὴν τύχην, Δηλοῦσι πνίκτην καὶ βροτῶν ἀναιρέτην,
1265Καὶ θρασὺν ἄνδρα κατὰ τῶν ἐναντίων. Ἔμαθες ἄρτι καὶ περὶ κλήρου τύχης, Λοιπὸν δ’ ἀναβιβάζων ἢ τουναντίον Καταβιβάζων προστεθείσθω τῷ λόγῳ.
1269tΠερὶ ἀναβιβάζοντος καὶ καταβιβάζοντος.
1269Ἀναβιβάζων ἐντυχὼν Ὡροσκόπῳ
1270Ὕψος τε τιμῆς καὶ καλὰ προμηνύει· Εἰ δ’ ἀγαθυνθῇ, τὰ καλὰ πλείω νέμει, Ὡς οὖν κακωθεὶς τοῖς κακοῖς ἐπαυξάνει· Ὡροσκοπῷ δὲ καταβιβάζων πάλιν, Δηλοῖ ταπεινὸν ἄνδρα καὶ κακὸν τρόπον,
1275Καὶ κακοποιοῖς συμπαρὼν καλὰ νέμει· Ἀγαθοποιοῖς δ’ αὖθις οὐ καλὰ φέρει, Ἔλαχε καὶ γὰρ τήνδε τὴν κρᾶσιν ἔχειν Τμητικὸς εἶναι κράσεως τῶν ἀστέρων, Οἷς συγκραθείη δώδεκα πόλοις τόποις.
1280Ἀναβιβάζων δευτέρῳ φθάσας τόπῳ Δηλοῖ προσαύξειν τοῦ βίου τὰς εἰσόδους· Εἰ δ’ ἀγαθυνθῇ, μᾶλλον αὐξάνει βίον, Καθὼς ἀγαθοὶ κρᾶσιν ἔσχον ἀστέρες· Βίον δ’ ἐλαττοῖ καταβιβάζων πάλιν,
1285Ἐξ ἰδίων δὲ πᾶσαν ἔξοδον φέρει.
Ἀναβιβάζων ἐν τρίτῳ τυχὼν τόπῳ Ἀνάβασιν δίδωσιν τῶν ὁμαιμόνων· Εἰ δ’ ἀγαθυνθῇ, τὴν τιμὴν πλείω νέμει, Ὡς οὖν κακωθεὶς τὴν κάκωσιν μηνύει.108
1290Τὰ δ’ οὖν ἀγαθὰ καὶ κακὰ χρεὼν λέγειν, Καθὼς ἔλαχον ἀστέρες κράσεις ἔχειν. Καταβιβάζων αὖθις ἐν τρίτῳ φέρει Δεινὴν κάκωσιν καὶ φθορὰν ὁμαιμόνων. Ἀναβιβάζων ἐν τετάρτῳ τῶν τόπων
1295Οἴκων ἀνανέωσιν ἢ τόπων νέμει, Ἀγαθοποιοῖς συμπαρὼν τῶν ἀστέρων. Καταβιβάζων τοὔμπαλιν καθαιρέσεις Καὶ δυστυχίας πατέρων προμηνύει. Ἀναβιβάζων εἰς τόπον πέμπτον φθάσας

(1300)

Εὐκληρίαν δίδωσι πολλὴν ἐν τέκνοις, Ἀγαθοποιοῖς συμπαρὼν μᾶλλον τότε· Ἀναβιβάζων δ’ εἰσάγει τἀναντία, Δι’ ἔγγυον οὖν εἴπερ ἡ πεῦσις φθάνει. Ὁ καταβιβάζων δὲ πέμπτον εἰς τόπον
1305Ὡς ἐκτιτρώσκειν τὴν γυναῖκα μηνύει, Εἰ μὴ τὰ κέντρα συγκατάσχωσι τότε Ἀγαθοποιοὶ πάντες ὄντες ἀστέρες. Ἀναβιβάζων ἕκτον εἰς τόπον φθάσας Εὐτυχίαν δίδωσιν ἐν τετραπόδοις,
1310Εὐρωστίαν τε σωματικῆς ἰσχύος, Μᾶλλον δ’ ἀγαθοῖς συμπαρὼν τῶν ἀστέρων. Καταβιβάζων ἔμπαλιν τἀναντία, Νόσους τε δεινὰς ἀπὸ πολλῶν πνευμάτων. Ἀναβιβάζων ἕβδομον φθάσας τόπον
1315Δήλωσιν ἄγει σωφρόνων ὁμοζύγων. Καταβιβάζων οὐ καλὴν στωμνὴν νέμει, Μίξιν τε πρὸς γύναια τῶν κακωτέρων, Κἀκ τῶν γυναικῶν συκοφαντίας λόγους. Ἀναβιβάζων ὀγδόῳ τυχὼν τόπῳ109
1320Ἐξουσίαν δίδωσιν ἰδίῳ τόπῳ. Καταβιβάζων ἀπὸ γειτόνων μάχην, Καὶ μᾶλλον εἴπερ ἐκ διαμέτρου φθάσει Ἑρμῆς κατιδεῖν τοῦτον, εἴτε καὶ Κρόνος. Ἀναβιβάζων ἐννάτῳ τυχὼν τόπῳ
1325Ἐκδημίαν δίδωσιν ἀγαθὴν πλέον Συσχηματισθεὶς καλοποιοῖς ἀστέρων, Κάκωσιν ὥσπερ καταβιβάζων νέμει Λύπην τε δεινὴν ἐκ μακρᾶς ἐκδημίας. Ἀναβιβάζων ἐν δεκάτῳ τῷ τόπῳ
1330Τιμὴν συνήθη μᾶλλον αὐξάνει πλέον, Πολύ τε κέρδος ἐκ μεγιστάνων νέμει. Καταβιβάζων ἅπαν αὖ τοὐναντίον, Καὶ μᾶλλον εἰ Σελήνη συμπαρῇ τότε, Λύπην τε δηλοῖ καὶ στέρησιν πραγμάτων.
1335Ἀναβιβάζων ἑνδέκατον εἰ φθάσει Δόξαν χαράν τε καὶ πολὺν πλοῦτον νέμει, Ἑρμῆς δὲ παρὼν ἀῤῥενοφθόρους ἄγει Ὄντας ἀναιδεῖς, ἀθεμιτοπραξίας. Καταβιβάζων τῷ τόπῳ τούτῳ φθάσας
1340Δηλοῖ κάκωσιν ἐκ μέρους τοῦ τῶν φίλων, Ἔκτρωσιν ἴσως εἰς γυναῖκας ἐγγύους. Ἀναβιβάζων δωδέκατον εἰς τόπον
Κέρδος δίδωσιν ἐκ τετραπόδων μέγα, Πλέον δὲ παρὼν καλοποιοῖς ἀστέρων,110
1345Ἔχθραν τε πολλὴν ἐκ μεγιστάνων νέμει. Καταβιβάζων τῷδέ μοι τἀναντία, Ἔχθραν τε δηλοῖ μᾶλλον ἐκ κακωτέρων Ἀνδρῶν ἀσήμων καὶ ταπεινῶν ἐν βίῳ· Ἀγαθοποιὸς δ’ εἰ πάρεστι τῷ τόπῳ,

(1350)

Κέρδος δίδωσιν ἐκ βροτῶν πενεστάτων. Καὶ ταῦτα βίβλος Βαβυλωνίων γράφει. Δόξα Θεῷ τῷ δώσαντι τὸ τέλος Καὶ τῷ χορηγήσαντι κἀμοὶ τὸ γράφειν.
Ἀρήγει, Χριστὲ, τὴν χεῖραν εἰς τὸ γράφειν.111