TLG 3014 001 :: Joannes CAMATERUS :: Introductio in astronomiam Joannes CAMATERUS Astrol.
Astron., Archiepiscopus Introductio in astronomiam Source: Weigl, L. (ed.), Johannes Kamateros. Εἰσαγωγὴ ἀστρονομίας. Leipzig: Teubner, 1908: 4–139. Citation: (Line) | ||
1t | Εἰσαγωγὴ | |
---|---|---|
2t | κατὰ μέρος ἀστρονομίας διὰ στίχου | |
3t | Ἰωάννου φιλοσόφου τοῦ Καματηροῦ | |
1 | πρὸς βασιλέαν Ἐμμανουὴλ τὸν Κομνηνὸν περὶ τὰ δώδεκα ζῴδια· περὶ πλανήτας, περὶ ἀπλανεῖς ἀστέρας, περὶ δεκανοὺς, περὶ τὰ ὅρια, περὶ μορφώσεις, περὶ τύχης καὶ δυστυχίας, περὶ γενεθλίου, περὶ θεματίου, περὶ χρόνων ζωῆς· περὶ σεισμοῦ, περὶ βροντῆς, περὶ | |
5 | κεραυνοῦ· περὶ τὰ κλίματα, περὶ σχηματισμῶν, περὶ κομήτας, καὶ | |
ἕτερα εἰς πλάτος πολλὰ. | ||
1 | Πρὸς ὕψος τέχνης ὥρμησα μέγιστόν τε καὶ βάθος καὶ πρὸς πέλαγος ἄπειρον, μικρὸν ἔχων τὸ πλοῖον μηδ’ ὅλως τὸ πηδάλιον ἰσχύων κυβερνῆσαι, ἀλλὰ τῇ εὐτυχίᾳ σου λευκὰ πετάσας, ἄναξ, | |
5 | συντόμως ἀπεσκάλωσα τὸν φόβον ἀπορρίψας. ὅσον γὰρ πόλος ἤρτηται πρὸς ὕψος ἀπὸ γαίης, τοσοῦτον χθαμαλώτερος καὶ γνώσεως ἁπάσης ὑπάρχω κατὰ σύγκρισιν πάντων τῶν ἐν ἀνθρώποις. καὶ ταῦτα τὰ συγγράμματα τὰ μέλλοντα λεχθῆναι | |
10 | ὡς ἐξ ἐρήμου δέδοξο καρπὸν μελισταγέα καὶ ῥόδον ὡς ἐξ ἀκανθῶν ἢ δῶρον μονομάχου. καὶ γὰρ ἡ τέχνης ἀπαρχὴ λαμβάνεται ῥᾳδίως καὶ γίνεται καταληπτὴ πάνυ καὶ κρινομένη τοῖς χρῄζουσι καὶ θέλουσι ταύτην καλῶς νοῆσαι. | |
15 | Καὶ πρῶτον μὲν ἀπ’ οὐρανοῦ ἡ τάξις ἀπαρχέσθω αὐτοῦ τοῦ περιέχοντος τοῦ ἄστροις κοσμημένου· οὗ γὰρ καὶ πόλος ὄνομα, στρογγυλώδης ὡς σφαῖρα, ἰσόμηκος, ἰσόπλατος τυγχάνει κατὰ μέρος, ἔχοντα καὶ τὴν κίνησιν τῇ τοῦ κτίστου προστάξει | |
20 | τοῦ ταύτην καλλωπίσαντος ἐν ἀστράσι ποικίλοις, αὐτόμολον, αὐτόφορον κατ’ ἰσότητα πάντα. καὶ τὴν φορὰν ἀποτελεῖ μεταξὺ τῶν ὑδάτων τῶν πέριξ τε καὶ γύροθεν ἐκτὸς συνυπαρχόντων. μεμέρισται εἰς δώδεκα μέρη τὸ περιέχον, | |
25 | ἴσον καὶ μῆκος ἔχοντας τριακονταμοιρίας. | |
καὶ πλάτος μοίρας ἑκατὸν καὶ διπλὴν σαραντάδα· ἡ μοῖρα δὲ συνίσταται διὰ λεπτῶν ἑξήντα τῶν πρώτων κατὰ μέθοδον ἐν ταῖς ψηφοφορίαις, ἃ καὶ ταῦτα συνίστανται ἐξ ἄλλων ἑξηντάδων· | ||
30 | καλοῦνται δὲ τὰ πρώτιστα λεπτὰ τῶν ἐκ δευτέρων ἀληθῶς ψηφιζόμενα τῶν ὄντων ἀπὸ τρίτων, ὡς ἐν κανόσι γέγραπται προχείρου Πτολομαίου. ὅσα γὰρ ἀναβιβαστοῦν λεπτὰ πρὸς τοῖς ἑξήντα ἢ καὶ πρὸς τοῖς ἑξήκοντα, μοίρας κρατοῦσι τάξιν. | |
35 | ἔστι δὲ μοίρας μέγεθος Ἡλίου σελασφόρου περίοδος καὶ κίνησις ὅλου τοῦ νυχθημέρου. τὸ δὲ λεπτὸν ἑξηκοστὸν τὸ πρῶτον μέρος μοίρας. τὸ δεύτερον δ’ ἐλάχιστον ἑξηκοστοῦ τοῦ πρώτου. ἔχει δ’ ὁ πόλος μεταξὺ εὐθείας ὁριζούσας | |
40 | τὸ δωδεκατημόριον ἐν τέσσαρσι ταῖς μοίραις· ἡ μὲν ὡς ἀπ’ ἀνατολῆς τέμνει δύσεως ἄχρις· ἣ κατὰ μῆκος λέγεται ὁρίζουσα τὴν σφαῖραν, ἡ δὲ ἀπ’ ἄρκτου φέρεται μέχρι καὶ μεσημβρίας, αἳ καὶ τὰ κέντρα λέγονται τῶν ἐπισήμων τόπων. | |
45 | ὁ δ’ ἅπας ὅλος ζῳδιακὸς κύκλος ὁ ἐν τῷ πόλῳ δώδεκα τόποι λέγονται δωδεκατημορίων ἀνὰ μοιρῶν τριάκοντα ἔχοντες κατὰ μῆκος, ὧν ἡ ποσότης φέρεται τριακοσίων ἑξήντα· ἐπίθες ταύταις καὶ λεπτὰ, πρὸς μίαν ἑκάστην ἕναν, | |
(50) | καὶ ἀποτελοῦσιν ἤματα πέντε σὺν τῷ τετάρτῳ, καὶ γίνεται ὁλόκληρος ἡμέρα τοῦ βισέκτου, ἥτις καὶ ὀνομάζεται 〈ἐσχάτη〉 Φεβρουαρίου, προστιθεμένη ταῖς λοιπαῖς τοῦδε μηνὸς ἡμέραις. καὶ εἰσάγεται ἡ πενθήμερος ἐκ τῶν λεπτῶν εὐκόλως | |
55 | καὶ μὴν ὁ τρισκαιδέκατος παρ’ Αἰγυπτίοις καλεῖται, ὅστις καὶ πρὸς τὸ πρόχειρον Κλαυδίου Πτολεμαίου εὐκατάληπτος γίνεται συντόμως καὶ ῥᾳδίως. Καὶ πάλιν ἀναδράμωμεν ἐξ ἀρχῆς πρὸς τὴν θέσιν τῶν τόπων τῶν εἰς δώδεκα μέρη προστετμημένων | |
60 | καὶ λέξωμεν ὀνόματα ζῳδίων καλουμένων· τὸ πρῶτον λέγεται Κριὸς, τὸ δεύτερον ὁ Ταῦρος, τὰ δ’ ἐφεξῆς ἑπόμενα Δίδυμοι καὶ Καρκίνος, σὺν τούτοις Λέων, κόρη τις Παρθένος σταχυηφόρος, Ζυγὸς ἅμα Σκορπίος τε, Κένταυρος καὶ Τοξότης, | |
65 | Αἰγόκερος, Ὑδροχοὸς, τὸ ἔσχατον Ἰχθύες. | |
διαιροῦνται δὲ εἰς τέσσαρα μέρη τὰ τῶν σχημάτων· τὸ πρῶτον μέρος λέγεται καιρὸς ἰσημερίας, τοῦτ’ ἔστιν ὡς ἀπὸ Κριοῦ, Ταύρου καὶ τῶν Διδύμων. ἔχει δὲ τριαντάμοιρον τὸ τριμερὲς τῶν ζῴδιων | ||
70 | καὶ γίνεται ἐνενήκοντα ποσότης πληρεστάτη. τὸ δ’ ἄλλο πάλιν δεύτερον, τέταρτον μέρος λέγω, ἐκ Καρκίνου καὶ Λέοντος, ἀλλὰ καὶ τῆς Παρθένου, καὶ τόδε συνιστάμενον ἐκ μοιρῶν ἐνενήντα, ὅπερ καλεῖται καὶ τροπὴ τῆς θερειτάτης ὥρας. | |
75 | τὸ δὲ τρίτον φθινόπωρον, ἰσόμοιρον τῶν ἄλλων, τυγχάνον ὡς ἐκ τοῦ Ζυγοῦ, Σκορπίου καὶ Τοξότου. τὸ δ’ ἔσχατον καὶ τέταρτον, ὅπερ χειμὼν καλεῖται, καὶ τοῦτο κατ’ ἰσότητα τῶν ἄλλων συνυπάρχον, ἐκ ζῴδιων συνιστάμενον καθύγρων ψυχροτάτων | |
80 | ἐχόντων ἐκ τριάκοντα μοιρῶν ἴσων τῶν πρώτων, ἐξ Αἰγοκέρου, Ὑδροχοῦ καὶ τῶν νηκτῶν Ἰχθύων, ἃ τελοῦσιν ἐνιαυτὸν καὶ μέθοδον Ἡλίου. τετρὰς γὰρ ἐνενήκοντα τριακόσια ἑξήντα πέλει, μῆκος ἀνακυκλούμενον πανδαμάτορος ὅλον. | |
85 | καὶ ταῦτα μὲν τὰ δώδεκα μὴ δόξῃς εἶναι ζῴδια. τόπων γὰρ ὡς προείπομεν τὸ γνώρισμα τυγχάνει. ἔχουσι δὲ τὸ ὄνομα ἐξ ἀστέρων γνωρίμων καὶ ἐξ ἄλλων ἔξωθεν αὐτῶν ζῴδιων ἐστηριγμένων, ἃ καὶ παρανατέλλοντα ζῴδια δὲ καλοῦνται. | |
90 | καὶ πρόσεχε τὴν δύναμιν ἑνὸς ἑκάστου ζῴδιου· ἐγὼ δ’ ὡς ἀμαθέστατος τὰ πάντα καταλέξω. σοφός τις ἐκ τῶν παλαιῶν ῥήτωρ πεπυκνωμένος, Ῥητόριος Αἰγύπτιος οὕτως ὠνομασμένος, πρὸς ἐπιστήμην ἔμπειρος τῆς τῶν ἄστρων πορείας, | |
95 | ἐνέγραψεν ἐπίσημα 〈ἐν τῷ〉 προχείρῳ λόγῳ πρῶτον περὶ τὴν κίνησιν τῶν δώδεκα ζῳδίων· ὁ δὲ κύκλος ζῳδιακὸς ἐστὶ τὸ περιέχον, εἰς δώδεκα τεμνόμενος ἀπ’ ἄκρας ἕως ἄκρας, καὶ πόλοι δύο λέγονται πρὸς βορρᾶν τε καὶ νότον· | |
(100) | ὁ μὲν καλεῖται ἀρκτικὸς, ὁ δ’ ἐναντίον τούτου ἀνταρκτικὸς πρὸς ἄξονα καλούμενος ἐκ μέρους, ὃς κρύπτεται ἐν τῷ βυθῷ τῶν ἔξωθεν ὑδάτων, | |
μὴ φαινόμενος πώποτε, ἀλλ’ ἀφανὴς τυγχάνων. ὁ δ’ ἄλλος πάντα φαίνεται κατερχόμενος μήπω | ||
105 | ἐντὸς ὑδάτων καὶ βυθοῦ ῥείθρων ὠκεανέων, ὃν καὶ κόσμον οἱ παλαιοὶ κατ’ ἐπιστήμην λέγουν. πᾶσαν γὰρ τὴν διάμετρον πρὸς λογισμὸν εἰ λάβῃς, ὡς ἔξω κύκλος ἀρκτικὸς .... ἀειφανὴς πρὸς ἄξονα καλούμενος ἐκ μέρους, | |
110 | ..ἕνα περίστροφον εὑρήσεις μέχρις ἄκρας. τὰ δὲ πέρατα ἄξονος πόλοι λέγονται κόσμου· τὸν μὲν γὰρ βορειότερον, τὸν δ’ ἐκ νότου καλοῦσιν. καὶ βόρειος μὲν λέγεται ὁ τοὺς ἀστέρας ἔχων τῆς Ἄρκτου τῆς Κυνοσ〈ούρασ〉, ἣν ἅμαξαν καλοῦσιν, | |
115 | ὡς ὁ σοφὸς Ἡσίοδος ἐνέγραψε προθύμως· ‚καὶ τὴν μὲν κυνὸς τὴν οὐρὰν, ἣν ἅμαξαν καλοῦσι.‛ ἔχει ἀστέρας ἀμαυροὺς ἐν ἑκάστῳ ὠτίῳ, δύο μικροὺς νεφελωδεῖς πλησίον ἑστηκότας, ἐν δὲ τῇ ὠμοπλάτῃ της ἕναν λαμπρὸν καὶ μέγαν, | |
120 | ἐπὶ τῆς ῥάχης ἕτερον, ἐπὶ τοῦ στήθους ἄλλον, ἐπὶ τοῦ σκέλους ἔμπροσθεν ἀστέρας ἄλλους δύο, καὶ ἐπὶ τὴν οὐρίτζαν της, ἣν λέγουσι καὶ κέρκον, τοὺς ἄλλους τρεῖς, μὴ λάθων σε, καὶ γνώριμος ὑπάρχεις. εἰ τάχα γὰρ καὶ γέγραπται περὶ τὸν νότου τόπον | |
125 | ὡς ἀφανῆ τυγχάνοντα βεβυθισμένον ὅλως, μὴ δόξῃς τοῦτο γίνεσθαι πάντοθεν ἐν τῷ κόσμῳ, ἀλλὰ πρὸς ἰδιώματα κλιμάτων οἰκουμένης. τὰ γὰρ ἄνωθεν 〈ζῴδια〉 ἔχουσιν ἐξουσίας, ἀνατολὰς, ἐπιτολὰς, δυνάμεις, βασιλείας, | |
130 | ὑψώματα καὶ λαμπηνὰς, ταπεινώσεις καὶ οἴκους καὶ τὸ μεγαλοδύναμον, ὅρια Πτολεμαίου. ἐκ τούτου δὲ τὴν ἄρρενος φέρουσιν φύσιν ὅλως, ἄλλα δὲ τὴν τοῦ θήλεος, ἄλλα δὲ καὶ͜ ͜ἀνθρωπώδη· ἐκ τούτων δὲ τετράποδα, τὰ δὲ καὶ ἄποδα φύσει, | |
135 | τὰ δὲ λατρευτικά εἰσι, τὰ δ’ ἐξ ἡγεμονίας, τὰ δὲ στερεὰ τυγχάνουσι, τὰ δὲ διφυῆ τῇ φύσει. τινὰ δ’ ἐκ τούτων λέγουσιν ἀμφίβια τυγχάνειν, | |
τοῦτ’ ἔστιν ἀναστρέφεσθαι θάλασσάν τε καὶ γαῖαν· ὧν μέν εἰσι πολύσπερμα, τὰ δὲ ἄγονα πάλιν, | ||
140 | πέφυκαν ὀλιγόγονα, ἄλλα δ’ αἰνιγματώδη, τὰ μέν εἰσι κυρτοειδῆ, τὰ δὲ στεῖρα ἐκ τούτων, τὰ δὲ καὶ τριγωνίζουσι, τὰ δ’ ἄλλα ἑξαγωνίζουν, ἄλλα δὲ πρὸς τετράγωνον φέρουσί τε τὸ σχῆμα, τὰ δὲ κατὰ διάμετρον, τοῦτ’ ἔστιν ἐναντίον. | |
145 | καὶ χάριν ἐπισχήματος λέξομέν σοι προθύμως· καὶ γὰρ ὁ δωδεκάπυργος κύκλος ὁ τῶν ζῳδίων πρῶτον μὲν ἔχει τὸν Κριὸν, ἕβδομον δὲ τὸν τόπον, ὃς καὶ Ζυγὸς πρὸς τὰ λοιπὰ προάγεται Σκορπίῳ· ὡς εἴρηται γὰρ ἄνωθεν, ἔχει ἀνὰ τριάντα | |
(150) | μοίρας ἕκαστον ζῴδιον τῶν δώδεκα τμημάτων. τὸ δὲ τριχῶς μερίζεται ἐκ μοιρῶν ἀνὰ δέκα, καὶ λέγεται τὸ τριμερὲς δεκανὸς τοῦ ζῳδίου, ἐν δέκα συνιστάμενον μοιρῶν περιφερείας, καὶ καθεξῆς καὶ τὰ λοιπὰ ὑπόλαβε ζῳδίων. | |
155 | πρὸς τούτοις δὲ προσθήσομεν καὶ τὰς λοιπὰς δυνάμεις. | |
156-1724t | Περὶ τῶν δώδεκα ζῳδίων. | |
156t | 〈Κριός.〉 | |
156 | Ὁ πρῶτος μὲν τοῦ ζῳδιακοῦ τόπος Κριὸς καλεῖται, ἀρρενικὸν, βασιλικὸν, ἀνωφερὲς, τετράπουν, χερσαῖον, ὀλιγόγονον, εὐμετάβλητον λίαν θυμικόν τε καὶ τροπικὸν, ἐαρινὸν τυγχάνον, | |
160 | ἰσημερίας καταρχὴ κατὰ Μάρτιον μῆνα· εἰσέρχεται ὁ Ἥλιος ἐν τῇ πρὸς ἑνδεκάτῃ πρὸς πρώτην μοῖραν τοῦ Κριοῦ, εἰς οἵαν ὥραν λάχῃ, μέχρι καὶ τῆς τριακοστῆς μοίρας τοῦδε ζῳδίου εἰς τὸν Ἀπρίλλιον πληροῖ, ἕως οὗ νὰ πληρώσῃ· | |
165 | κόσμου δὲ μεσουράνισμα, κἂν ἀσελγὲς τυγχάνον· οἶκος γὰρ πέλει Ἄρεος, ὕψωμα Σελασφόρου εἰς μοίρας ἐννεακαίδεκα, κοίλωμα δὲ τοῦ Κρόνου κατὰ δύναμιν γίνεται ἐν εἰκοστῇ τῇ μοίρᾳ. καὶ πρὸς ἡμέραν τρίγωνον Ἡλίου σελασφόρου, | |
170 | πρὸς δὲ τῇ νυκτὶ τῷ Διὶ τερπικεραύνῳ πέλει, τὰ δ’ ἄλλα τῶν κακώσεων τῇ Ἀφροδίτῃ νέμει. Τὰ δὲ παρανατέλλοντα τῷ Κριῷ ζῴδια ταῦτα· Κηφεύς τε Κασσιέπεια, Περσεὺς καὶ Ἀνδρομέδα, Ἀθηνᾶ τε καὶ Δελτωτὸν, σὺν τούτοις καὶ τὸ Κῆτος, | |
175 | ἀλλὰ καὶ ὁ Κυνοκέφαλος καὶ ὁ τὰ Λύχνα φέρων καὶ Ἀνδρομέδα καὶ Γοργὼ φοβερὸν προσωπεῖον. | |
Ἔχουσι δὲ γνωρίσματά τινά τινων ἀστέρων· ὁ μὲν Περσεὺς ἀνάσκελα ἑφ’ ἕκατέρων ὤμων ἕναν λαμπρὸν καὶ μέγιστον ἀστέρα φέρει πάντως, | ||
180 | ἐπὶ δὲ τῆς δεξιᾶς χειρὸς καὶ τῆς λαιᾶς ὁμοίως πρὸς ἕναν μέγιστον λαμπρὸν, ἄλλον εἰς τὴν κοιλίαν, ἐπὶ δὲ τὸ προσάγκωνον ὃν καλοῦσιν ἰσχίον, τοῦ δεξιοῦ τοῦ γόνατος, ἀλλὰ τῆς ἀντικνήμης, ἐφ’ ἑκατέρου μηρίου ὁμοίως ἓν πρὸς ἕνα, | |
185 | καὶ πρὸς τὸν πόδα κάτωθεν ἕναν λαμπρὸν ἀστέρα, εἰς τὸν εὐώνυμον μηρὸν ἄλλον πάλιν ἀστέρα, εἰς δὲ τὸ τούτου γόνατον μεγάλους πρώτους πέντε, δύο εἰς τὸ ἀντικνήμιον, πρὸς τὴν λαιὰν δὲ χεῖρα ἕνα, παρ’ ὃ ἡ τῆς Γοργῶ κεφαλὴ κλῆσιν φέρει, | |
190 | τοὺς πάντας ὀκτωκαίδεκα πρώτους τε καὶ δευτέρους, ὄντας περὶ τὸ μέγεθος τῶν πλανήτων ἀστέρων. καὶ κάτωθεν ὁ Αἴλουρος ὁ τῆς δωδεκαώρου. τὰ γὰρ δώδεκα τμήματα σφαῖραν ἀποτελοῦσι, τὰ πάντα μοιρῶν τριάκοντα, ἐκ βορρᾶ τε πρὸς νότον. | |
195 | καὶ τὸ σχῆμα πρὸς λογισμὸν εἰ καλῶς φέρειν θέλεις, ὡς δάφνης ἂν εἰκάσειας ἓν τῶν τμήματων φύλλῳ, μέσον μὲν εὖρος ἔχοντα, πρὸς δὲ τὰς δύο ἄκρας ὀξύγωνον, στενούτζικον, ὧν τοῦ ἑνὸς ἡ κλῆσις δωδεκάωρον λέγεται τῶν κατηστερισμένων. | |
(200) | Τὰ δὲ δώδεκα ζῴδια δεκανοὺς ὑποτάσσουν, καθὼς καὶ προειρήκαμεν· τὸ ἓν τῶν ἀνὰ τρίων δεκάμοιρον τοῦ ζῳδίου τυγχάνει κατὰ μέρος· καὶ ἀπὸ πρώτου τοῦ Κριοῦ μέχρι μοίρας δεκάτης ὁ πρῶτός ἐστι δεκανὸς Ἄρεος σχῆμα φέρων, | |
205 | ὁ δ’ ἄλλος ἕως εἰκοστῆς Ἡλίου τάξιν ἔχων, | |
ὁ τρίτος τῆς τριακοστῆς κράσεως Ἀφροδίτης. καὶ ὁ μὲν πρῶτος ὄνομα ἐξ Ἀγάρων Χοντάρε, Χοντάχρε δὲ ὁ δεύτερος καὶ Σικετὸν ὁ τρίτος. καὶ τάδε φέρει πρόσωπα ὁ πρῶτος ἀνατέλλων | ||
210 | ἐξ ὡροσκόπου κέντρου γῆς ἀρχαίας φαινομένου ὥσπερ ἀνίσχων Ἥλιος ἐκ μέρους τῆς ἑῴας· παρανατέλλει Ἀθηνᾶ καὶ ἡ οὐρὰ τοῦ Κήτους, τὸ τρίτον δὲ τοῦ Δελτωτοῦ καὶ ὁ τὰ Λύχνα φέρων, ἀλλὰ καὶ Κυνοκέφαλος καὶ κεφαλὴ Αἰλούρου. | |
215 | ἐκ γῆς γὰρ ἐξερχόμενος καὶ πέλων ὡροσκόπος τοὺς γεννωμένους ἐξ αὐτοῦ ἄνδρας τε καὶ γυναῖκας τὸν γάμον δυσανάρεστον ἐν πρώτῃ φέρει ἥβῃ, ἐν δὲ ὑστάτῃ εὐγαμεῖ καὶ καλὸν ἔχει τέλος· λεπτὰ τὰ στήθη καὶ ξηρὰ μήτε σεσαρκωμένα, | |
220 | κνῆμαι γυμναὶ καὶ ἄσαρκοι, ἔχοντας καὶ σημεῖα τινὰ εἰς τὰ τοῦ σώματος μέρη τῶν εὐωνύμων. κλιμακτῆρες δ’ ὑπόκεινται καὶ κίνδυνοι μεγάλοι συμβαίνουσι καὶ γίνονται ἐν ἔτεσιν ἀφύκτοις πρὸς τέταρτον καὶ ἔννατον καὶ πρὸς διπλὴν ἑξάδα | |
225 | καὶ πρῶτον πρὸς τὸν εἰκοστὸν τριακοστόν τε τρίτον, σαράντ’ ἐννεὰ, πενήντα δυὸ, ἑξήντα, ἑβδομήντα, ἂν προστιθῇς καὶ τέσσαρα πάλιν πρὸς τὰ ἑξήντα· γίνεται τοῦτο πάλιν δὲ καὶ πρὸς τοῖς ἑβδομήντα, κακὸν ἔχουσι κίνδυνον ὡς ἐκ τοῦ ὡροσκόπου. | |
230 | Ταῦτα τοῦ πρώτου δεκανοῦ· θέλει καὶ τοῦ δευτέρου· τοῦδε γὰρ ἀνατέλλοντος τοὺς γεννωμένους τότε πλουσίους μὲν τραφήσεσθαι, κακοπαθεῖν δὲ τούτους ἐκ νόσων καὶ συμπτώματος ἐν ἡλικίᾳ πρώτῃ, φρονίμους δὲ καὶ ταπεινοὺς, ἀλλὰ καὶ παιδευμένους, | |
235 | προίστασθαι 〈δὲ〉 καὶ πολλῶν, καλὸν δὲ τέλος ἔχειν, τάδε σημεῖα πέλουσι τούτοις καὶ ἠκριβωμένως· μεσήλικες, εὐόφθαλμοι ἴσοι τε κατὰ μέτρον, ὀξύθυμοι ὀλιγούτζικον, ἀλλ’ ὑποτάσσουν φρένα. πρὸς ἔτος δὲ τὸ δεύτερον ἕβδομόν τε κινδύνους | |
240 | καὶ πρὸς ἑπτακαιδέκατον καὶ μετὰ δύο πάλιν, τοῦτ’ ἔστιν ἐννεακαίδεκα τυγχάνειν κατὰ ψῆφον, πρὸς εἴκοσι καὶ τέταρτον καὶ πρὸς τριάντα τρίτον, πρὸς τοὺς σαράντα πρώτιστον, δεύτερον τῶν πενήντα, | |
πρὸς τοὺς ἑξήντα τέταρτον, πρῶτον πρὸς ἑβδομήντα, | ||
245 | τὸ τέλος δὲ τὸ ἄφυκτον ἕκτον πρὸς ὀγδοήντα. Τοὺς δ’ ἐν τῷ τρίτῳ δεκανῷ τοὺς ταπεινοὺς δὲ πάλιν κακοπαθεῖν τὰ μέγιστα, πολλὰ καὶ ξενιτεύειν, χωρίζεσθαι καὶ τοὺς γονεῖς τῷ δυστυχεῖ θανάτῳ, λυπεῖσθαι δὲ τὰ μέγιστα πρὸς τὸν πρώτιστον γάμον. | |
(250) | εἰ δὲ καὶ πάλιν ὕστερον λάβῃ κανεὶς γυναῖκα, οὐδ’ ὅλως οἱ παμφύρατοι βλέπουσι παρθενείαν, καὶ πάντων τὸ δεινότατον, ἔχουσι καὶ παιδίτζια. τὸ δ’ εἶδος τούτων πέφυκε λευκὸν, ξανθὸν καὶ σγοῦρον, πρὸς δὲ τὸ μῆκος εὐπρεπεῖς καὶ μέγιστοι τὴν θέαν. | |
255 | κίνδυνοι δὲ πεφύκασιν ἐν τοῖς ἔτεσι τούτων πρὸς τὰς ἑπτὰ καὶ ἕνδεκα καὶ πρὸς δεκαεννέα εἴκοσι ὀκτὼ καὶ τριάντα τρεῖς, ἀλλὰ καὶ τριάντα πέντε, σαράντα, πενήντα δυὸ, ἑξήντα, ἑβδομήντα, πρὸς τούτοις καὶ τὸν ἕβδομον ἀπὸ τῆς ἑξηντάδος, | |
260 | πρόσθες δὲ καὶ τὸ τέταρτον ἐπὶ τοὺς ἑβδομήντα, εἰς δὲ τοὺς ὀγδοήντα ὀκτὼ, πρὸς τούτοις ἐνενήντα, εἰ προστιθῇς καὶ τοὺς ἑπτὰ, μεγάλως κινδυνεύουν. τὸ δὲ χωρίζον μεταξὺ Κριοῦ τε καὶ τοῦ Ταύρου, ὅπερ καὶ μεσεμβόλημα, ὡροσκοποῦν εἰ λάχοι, | |
265 | κωφοὺς, ἀλάλους καὶ σαλοὺς μέχρι θανάτου φέρει. Ὁ δὲ Κριὸς τὸ ζῴδιον τριαντάμοιρος ὑπάρχων εἰς ὅρια μεμέρισται τῶν πέντε πλανωμένων· ἀπὸ μὲν πρώτης τοῦ Κριοῦ μέχρι τε καὶ τῆς ἕκτης ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ, καὶ φέρουσι τὴν κλῆσιν | |
270 | ἄρμα τε καὶ ἀκρίβεια τοῦ γεννωμένου ὧδε, ἐκ ταπεινώσεως ὑψοῖ τύχης τε καὶ πρὸς δόξαν· μεγίστων ὄχλων ἀστικῶν γίνεται ἀρχηγέτης. ἀπὸ δ’ ἑβδόμης ἔμπροσθεν καὶ μέχρι δωδεκάτης τῆς Ἀφροδίτης τῆς καλῆς τῆς ἐπιχάρμου λέγω, | |
275 | ἔρως τε καὶ ὑψώματα καὶ ἄνεσις καλοῦνται. ἔχει φιλίας συμπλοκὰς πρὸς ἐνδόξους γυναῖκας. ὁ δ’ Ἑρμῆς ἄρχει παντελῶς ἀπὸ τρισκαιδεκάτης, καλεῖται δὲ καὶ προκοπὴ ἢ καὶ φιλοπονία, τὸ κάλλιστον καὶ μέγιστον, εὐτυχία καὶ δόξα. | |
280 | ὁ δ’ Ἄρης πάλιν δύναται ἐξ εἰκοστῆς καὶ πρώτης καὶ μέχρι πέμπτης εἰκοστῆς, καλεῖται δ’ ἀκρασία. ἀποτελεῖ δ’ ἐξορισμοὺς, φυγὰς καὶ κατακρίσεις, | |
μοιχοὺς καὶ κλέπτας καὶ κακοὺς καὶ βλαπτικοὺς ἀνθρώπους. Κρόνος δὲ πάλιν ὁ ψυχρὸς καὶ ξηρότατος φύσει | ||
285 | ἐκ μοίρας εἰκοστῆς ἕκτης ἕως καὶ τῆς τριαντάδος ἐπέχει τε καὶ δύναται, αἳ καὶ ἰδιοπροσωπίαι τὴν κλῆσιν ἐπιφέρουσιν, πρὸς τὰς ἀποτελέσεις ἐπιτρόπους καὶ παιδευτὰς, ἐν ὄχλοις τασσομένους. Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλει πάλιν | |
290 | ἡ Ἀνδρομέδα καὶ Γοργὼ καὶ τὰ μέσα τοῦ Κήτους καὶ τοῦ Περσέως τὸ δρέπανον, τὸ μέσον τῆς Αἰλούρου, σὺν τούτοις καὶ τὸ Δελτωτὸν ἀνίσχει μέχρι μέσης. ἐν δὲ τῷ τρίτῳ δεκανῷ ἡ κεφαλὴ τοῦ Κήτους, τὸ ὑπόλοιπον Δελτωτοῦ καὶ κέρκις τῆς Αἰλούρου, | |
295 | Περσεὺς δὲ κατακέφαλα καὶ ἄλλη καλὴ γυνίτζα, ἥτις καὶ Κασσιέπεια ἐν θρόνῳ καθημένη. Ὁ δὲ Κριὸς ὁλόκληρος ἐπάνω τῶν κλιμάτων ἐπίκειται καὶ δύναται εἰς χώρας τε καὶ τόπους Περσίαν Βρεταννίαν τε, ἀλλὰ καὶ Γαλατίαν, | |
(300) | Παλαιστίνην, Γερμανικὴν, Ἑβραίους, Ἰδουμαίους. Τῶν δὲ τοῦ σώματος μερῶν μεγάλως κυριεύει κεφαλήν τε καὶ πρόσωπον καὶ τῶν αἰσθητηρίων, κεφαλικῶν ἐπισκιασμῶν, ἀλλὰ καὶ ἐκπληξίας, λεπρῶν, λειχήνων μαδαρῶν, ἀναισθήτων τραυμάτων, | |
305 | ὅσα περὶ τὰς ἀκοὰς, ἀλλὰ καὶ τοὺς ὀδόντας εἰώθασί τε γίνεσθαι ἐκ κεφαλῆς ῥευμάτων· προσεκυρώθη δ’ ὁ Κριὸς πᾶσαν δύναμιν ἔχων ἐν κεφαλῇ καὶ κέρασιν ἐξ ἅπαντος τοῦ μέρους πρὸς Βαβυλῶνα δεξιᾷ ἐπάνω κεῖσθαι ταῦτα | |
310 | καὶ Περσίδα τὴν ἔσωθεν, ἀριστερᾷ Συρίαν. Ἡλίου ὄντος ἐν αὐτῷ ἐὰν συμβῇ τοῦ σεῖσαι, πρὸς μὲν Ἀσίαν ἅπασαν καὶ Συρίαν τὴν Κοίλην, Ἰουδαίαν Ἰδουμαίαν τε, ἀλλὰ καὶ Παλαιστίνην πολλὰ σημαίνει τὰ κακὰ, πρὸς δὲ χώρων Εὐρώπης | |
315 | Βαστέρναις 〈καὶ〉 Βρεταννικοῖς, ἀλλὰ καὶ Γαλατίοις. στρατεύσωσι δ’ οἱ βασιλεῖς κατὰ τῶν πολεμίων, ἀλλ’ οὐδὲν εὐτυχήσουσιν ἰδεῖν τῶν ποθουμένων. ἐλαττωθέντων γὰρ αὐτῶν ἴσως τῶν στρατευμάτων οἱ στρατηγοὶ ἀναζεύξουσιν ἄπρακτοι πρὸς οἰκίας. | |
320 | βλάβη δὲ κατ’ ἀνατολὰς ἀρρένων φύσει πέλει· | |
καὶ γὰρ ἀρσενικός ἐστιν ὁ Κριὸς τόδε ζῴδιον. Σελήνης δ’ οὔσης ἐν αὐτῷ εἰ βροντήσει συμβαίη, ἡμέρας οὔσης, τὴν φυγὴν Ἀράβοις ἐπινεύει, λιμὸν δὲ Πέρσαις ἀπειλεῖ· ἐν δὲ νυκτὶ, Ἀσίαν | ||
325 | Εὐρώπην τε ταράξωσι πόλεμοί τε μεγάλοι, οἵ τε περὶ τὴν θάλασσαν προσέσονται κινδύνοις, καὶ ἀφθονία τῶν καρπῶν, τοῦ κοινοῦ δ’ εὐθηνία καὶ δυνατῶν κατάπτωσις προσώπων μεγιστάνων. Φωσφόρου δ’ ἐπανίοντος ἐπὶ τὸ ζῴδιον τοῦτο | |
330 | εἰ κεραυνὸς ἐπὶ τῆς γῆς ἐν σκηπτῷ ἐπιπέσῃ, εἰ μὲν πολλάκις ῥοιζηδὸν εἰς ἀμπελῶνα πέσῃ, ἐλάττωσις γενήσεται καὶ σπάνις ἡ τοῦ οἴνου, εἰ 〈δ’ ἐν〉 δένδροις, τῶν ἐξ αὐτῶν καρπῶν πτῶσιν εἰσφέροι. εἰ δ’ ἐπὶ ποταμῷ ποτε οὗτος κατενεχθείη, | |
335 | ἐπιδεὴς ὁ ποταμὸς ῥείθρων οἰκείων ἔσται, τοῖς νηχομένοις ἐν αὐτῷ ὄλεθρος μέγας πέλει. εἰ δὲ καὶ κατὰ θάλασσαν ἡ φλὸξ προσεπισκήψει, ταύτης μὲν ὁ περίχωρος ἐν δόλῳ ταραχθείη· εἰ δὲ πολιτικῷ τόπῳ εἴτε καὶ δημοσίῳ, | |
340 | πολέμους ἐμφυλίους τε καὶ στάσεις καὶ κινδύνους. εἰ δ’ ἐπὶ τείχους ἐμπεσὼν μηδ’ ὅλως τοῦτο βλάψει, ἔφοδον πολεμίων τε σημαίνει κατ’ ἐκεῖνο· εἰ δ’ ἐκ τούτου τοῦ σχήματος τὸ τεῖχος καταπέσῃ, πόλεμον μέγαν τὸν δεινὸν κατὰ τοῦ τείχους σκόπει· | |
345 | εἰ δὲ καθ’ ἱερούς τε τόπους συμβῇ γενέσθαι τόδε, τοῖς ἐνδόξοις καὶ ἄρχουσι ἀλλὰ καὶ τοῖς κρατοῦσιν ὁ κίνδυνος φανήσεται ἐκ συμφορῶν ποικίλων· εἰ δὲ καὶ πρὸς ἀγάλματα, σημαίνει πρὸς τὰς πόλεις ὕβριν καὶ ταραχὰς πολλὰς, ἀλλὰ καὶ καταπτώσεις. | |
(350) | τοῦτο δ’ οὐ γίνεταί ποτε ἔξωθεν μετοπώρου ἢ πρὸς Πλειάδας καταρχὴν ἢ ἐπιτολὴν Ἀρκτούρου. | |
352t | 〈Περὶ κεραυνῶν〉 | |
352 | Διάφοροι τῶν κεραυνῶν αἱ φύσεις κατὰ τέχνην· καλεῖ δ’ αὐτοὺς ψολόεντας, ἄλλους δὲ καλεῖ ἀργέτας καὶ καταιγίδας καὶ σκηπτοὺς, ἀλλὰ καὶ τοὺς πρηστῆρας· | |
355 | εἰσὶ καὶ ἄλλοι κεραυνοὶ ἐκ τῶν νεφῶν τὰς ῥήξεις· οἱ μὲν τυφῶνες λέγονται, οἱ δὲ 〈καὶ〉 καταιγίδες, τινὲς δ’ ἐκ τούτων ἕλικες παρὰ σοφῶν καλοῦνται, τῶν κεραυνῶν διάπυροι σκηπτοί τε καὶ πρηστῆρες, οἱ δὲ μηδ’ ὅλως διάπυροι τυφῶνες ἐκνεφίαι· | |
360 | οἱ δ’ ἕλικες κατὰ γραμμὴν φέρονται πρὸς τὴν γαῖαν, δρεπανώδεις φερόμενοι αὐτόματοι τυγχάνουν· αἰγίδες μέντοι λέγονται ἐν συστροφῇ πυρός τε προσεπικαταφέρονται κάτωθεν πρὸς τὴν χθόνα· ἀργῆται δὲ καλέονται φαιδροὶ καὶ λαμπροφόροι | |
365 | καὶ τῶνδε καὶ τὸ γνώρισμα λέξω συντόμως τάχει, καὶ βλέψον τὸ παράδοξον, ἀνύμνησον τὸν κτίστην· οὗτοι μὲν κατερχόμενοι πρὸς στάμνους τε καὶ πίθους ἔχοντας ἔσω μὲν ὑγρὸν, κἂν χρυσοῖ μὲν τυγχάνουν, ἢ ἄλλους ὕλης ἀργυροῦ καλῶς ἐσκευασμένους, | |
370 | ὅλως μὲν διετήρησαν τὰ σκεύη τῶν ὑδάτων· τὸ δ’ ἔσωθεν ἐχόμενον ὑγρὸν ἐν τούτοις ὅλον κατέκαυσαν ἠφάνισαν ξηράναντες τελείως. ἔγραψε δὲ Ἀπουλήιος περὶ τὴν φύσιν ταῦτα· τοῦ κεραυνοῦ τὸ καυστικὸν ἐμπεσὸν εἰς γυναῖκα | |
375 | Μαρκία μὲν ὀνόματι Κάτωνος ὁμευνέτου, ἐγκυμονοῦσα ἐν καιρῷ ἀργέτου κατελθόντα, τὸ μὲν ἔμβρυον ἔκαυσεν ταύτην διατηρήσας καὶ ζήσαντα καὶ ἀβλαβῆ ταύτην ἐγκαταστήσας. | |
379t | 〈Ταῦρος.〉 | |
379 | Τὸ δεύτερον ἀρξόμεθα ἀπὸ Κριοῦ τὸ ζῴδιον, | |
380 | ὅπερ καὶ Ταῦρος ὄνομα, καὶ νότιον τυγχάνει θηλυκόν τε, νυκτερινὸν, ἡμίφωνον, τετράπουν, ἐαρινὸν, ἡμιτελὲς, πλαγίον καὶ χερσαῖον, κατωφερὲς, ἡμίφωνον, εὐμετάβλητον λίαν, κόσμου περιποιητικὸν καὶ οἶκος Ἀφροδίτης | |
385 | καὶ τὴς Σελήνης ὕψωμα περὶ 〈τὴν〉 πρώτην μοῖραν, ταπείνωμά τε μηδενὸς, ἔχει δὲ μοίρας τριάντα· ἡμέρας μὲν τὸ τρίγωνον ἀστέρος Ἀφροδίτης, πρὸς δὲ τὴν νύκτα τὸ αὐτὸ σχῆμα καὶ πρὸς Σελήνης· καὶ τούτῳ τῷ ζῳδίῳ τε Ἄρης ἐναντιοῦται. | |
390 | ἐν αὐτῷ δὲ τὸ τριμερὲς τῶν δεκανῶν τυγχάνει. Παρανατέλλουσι δ’ αὐτῷ ζῴδιά τινα πρὸς πόλον· Ὑάδαι καὶ Πλειάδες τε καὶ ὑποκάτω Κῆτος, Ὠρίων ξίφος ἐν χερσὶ κατέχων φασγανῶδες σὺν Ἅρμα τε Ἡνίοχος καὶ ὕπτιος Ὀσίρις, | |
395 | Κύων ἐπάνω τῶν ποδῶν ὁ τῆς δωδεκαώρου. καὶ τῷ μὲν πρώτῳ δεκανῷ ὄνομα Χόου πέλει. παρανατέλλουσιν αὐτῷ τῶν κατησττερισμένων Πλειάδες τε τὸ ἥμισυ ξιφήρης τε Ὠρίων, ἥμισυ λείψανον νεκροῦ γυναίου τε καὶ κάρα, | |
(400) | ᾗ τοῦ Κυνὸς ἐπίκλησις ἐν τῇ δωδεκαώρῳ. Οἱ γεννηθέντες δ’ ἐν αὐτῷ βιοῦσι τόνδε βίον· ἐπιχαρῆ, πολύφιλον, ἐπίμοχθον, δεμένον· ἀλλὰ παρθένον οὗτος δὲ γυναῖκα οὐ 〈μὴν〉 λάβοι, πλὴν δὲ καὶ πλοῦτον ἄπειρον ὑποτάξει ἐν βίῳ. | |
405 | τὰ δὲ σημεῖα πέλουσι τοῦδε τοῦ γεννηθέντος· οἱ ὀφθαλμοὶ αὐτοῦ 〈εἰσι〉 τὰ χείλη τε μεγάλα, τὸ μέγεθος ἐξαίσιον, ἀλλὰ πρὸς τὸν αὐχένα ἢ πρὸς τὸν κόλπον ἢ πλευρὰν τὴν ἐν δεξιῷ μέρει σημεῖον ἄλλον φέρουσι γνώριμον κατὰ σάρκα· | |
410 | κίνδυνοι 〈δὲ〉 πεφύκασι ... ἐν τῷ πρώτῳ τετάρτῳ 〈τε〉, ἐννάτῳ καὶ δεκάτῳ | |
411 | ............... | |
412t | 〈Δίδυμοι.〉 | |
412 | ............... | |
412 | Ὁ δ’ ἐν δευτέρῳ δεκανῷ γεννηθεὶς ἀνθρωπίτζης, πλουσίως μὲν ἀχθήσεται, τοὺς δὲ γονεῖς κοιμήσει καὶ πᾶσαν τὴν ὑπόστασιν 〈αὐτῶν〉 κακῶς μειώσει. | |
415 | ἔσται δὲ καὶ λαμπρότερος ὑπὲρ 〈τῶν〉 γεννητόρων, καὶ πλούσιος γενήσεται ἐκ τῶν οἰκείων πόνων, τιμὰς δὲ λήψεται πολλὰς ἐν τάξει ἱερέων· | |
ἀφ’ αἵματος καὶ γένους δὲ λάβῃ καὶ τὴν γυναῖκα· ἐν δὲ τοῖς ἔτεσιν αὐτοῦ, λέγω δὴ τοῖς πυμάτοις, | ||
420 | πάντα κακῶς βιώσεται· ταὐτὰ δὲ καὶ γυναῖκας· σημεῖα τούτοις ἔσονται ἐξ ἀποτελεσμάτων· εὐειδῆ μὲν τὰ πρόσωπα, μέσον τὴν ἡλικίαν, καὶ κλιμακτῆρες κάκιστοι ἐν ἔτεσι τοῦ βίου ἕβδομος, ὁ δωδέκατος ἐννεακαιδέκατός τε | |
425 | ὁ πρῶτός τε καὶ εἰκοστὸς, τούτων δὲ καὶ ὁ ἕκτος, τριακοστοῦ σαρακοστοῦ τῶν ἀριθμῶν οἱ τρίτοι· ὁ ψῆφος τοῦ στοιχείου μῦ σὺν τῷ πισήμῳ πέλει· τὸ ξῖ δὲ λέγω καὶ τὸ ε καὶ τὸ ο σὺν τῷ δεκάτῳ, ὁ ἔσχατός τε καὶ δεινὸς δεύτερος ἐνενήντα. | |
430 | Ὁ δ’ ἐν τῷ τρίτῳ δεκανῷ νέος κακοπαθήσει, κακοπαθήσει τὰ δεινὰ ἐκ ζημίων μεγίστων, ἀλλὰ καὶ τὰς οἰκήσεις του ἐν ξένοις προσποιήσει καὶ περὶ γάμον ὁ δεινὸς οὐδαμῶς εὐτυχήσει· ἔσται δὲ λεπτοπρόσωπος, ξανθὸς, μαυρομματίτζης, | |
435 | πτωχὸς, ἐκ τοῦ σιχαίνεται θεὸς, καὶ καυχησάρις. κίνδυνος δὲ καὶ τῶν αὐτοῦ ἐτῶν ἐν τοῖσδε πέλει· ἕβδομος καὶ δωδέκατος ὁ εἰκοστός τε πρῶτος τριακοστός τε δεύτερος σαρακοστός τε τρίτος καὶ δεύτερος πεντηκοστὸς, τέταρτος τῶν ἑξήντα, | |
440 | οἱ ἑβδομήντα τέσσαρες σὺν πῖ καὶ τῷ πισήμῳ, ὁ πάντων χαλεπώτερος τῶν ἐνενήντα δύο. ταῦτα δὲ καὶ τοῖς θήλυσιν ἡ γέννησις μηνύει. Ὁ δ’ ἔχων μεσεμβόλημα Ταύρου καὶ τῶν Διδύμων σιχαντοπαντοσίχαντος καὶ ἀπρεπὴς τυγχάνει, | |
445 | κακόθετος, κακόμελος, ἀλλὰ καὶ σὰν σαλίτζης· εἰς δὲ τὸ μεσεμβόλημα Διδύμων καὶ Καρκίνου, λευκώματα ἐπὶ δυσὶν ὀφθαλμοῖς οὗτος ἕξει· τοῦ δὲ Διὸς προσβλέποντος ἴσως ἐν τῷδε τῷ τόπῳ πρὸς τὸν ἕνα τῶν ὀφθαλμῶν ἡ βλάβη κυριεύσει. | |
(450) | Ἀλλὰ καὶ πρὸς τὰ ὅρια μηδέν τα παραλείψει· τοῦ γὰρ Ἑρμοῦ ὑπάρχουσι τὰ πρῶτα καὶ τὰ ἕκτα· καὶ πλαστικοὺς ἀποτελεῖ· ἂν δὲ παρῇ καὶ Κρόνος, ἰατροὶ καὶ νοτάριοι, ἔμπειροι μαθημάτων· ἀπὸ δ’ ἑβδόμου καὶ διπλῆς ἑξάδος Διὸς καλοῦνται, | |
455 | εὐεργεσίαι λεγόμεναι δυνάμεις τε καὶ δόξαι· | |
τοὺς γεννηθέντας ἐν αὐτοῖς εὐεργέτας πλουσίους, ἐνδόξους καὶ φιλοδώρους, ἄλλους εὐεργετοῦντας. ἀπὸ δὲ τῶν τρισκαίδεκα καὶ ἑπτακαιδεκάτης τῆς Ἀφροδίτης ἄνθος τε, εὐτυχὴς θεωρία· | ||
460 | ἐκ δὲ τῶν ὀκτωκαίδεκα καὶ εἴκοσι τεσσάρων Ἄρης καλεῖται δύναμις καὶ προκοπὴ ἐξουσίας. πρὸς δὲ τὴν πέμπτην εἰκοστὴν καὶ τριακοστὴν ὁ Κρόνος· ὑποταγὴ δὲ λέγεται, δεσμὰ καὶ ὀρφανία στρατεία τε ἡ ἄδοξος· ἀλαμπεῖς γὰρ μοιρίαι. | |
465 | Ἀστέρες δ’ ἐπιγέγραπται πρὸς τούτοις τοῖς Διδύμοις· ὁ πρὸς Καρκίνου Δίδυμος λαμπρὸν εἰς τὸ κεφάλιν ἐφ’ ἑκατέροις ὤμοις τε λαμπρὸν, ἀλλὰ πρὸς ἕνα, ἐφ’ ἑκατέροις γόνασι πάλιν ἄλλον πρὸς ἕνα, ὁ δὲ τῷ ἑτέρῳ ἐχόμενος δεύτερος Διδυμίτζης | |
470 | ἕνα λαμπρὸν τῆς κεφαλῆς. τοῦ λαιοῦ ὤμου ἄλλον, ἐπὶ δὲ τοῖς δυσὶ μηροῖς ἀστέρας ἄλλους δύο, καὶ ἓξ ἐπὶ τοῦ ὤμου του, ὅλους δεκαεννέα· ὁ δ’ ἐν γόνασιν Ἡρακλῆς ἀστέρας φέρει τάδε· ἕναν λαμπρὸν τρανότατον ἐπάνω εἰς τὸ κεφάλιν, | |
475 | εἰς τὸν βραχίονα ἕτερον, πρὸς δὲ τοὺς ὤμους δύο· ἐπὶ τοῦ ἀγκῶνος τοῦ λαιοῦ καὶ ἐπὶ τοῦ ἀκροχείρου ἀναπρὸς ἕνα γνώρισον, ἐπὶ δὲ τοὺς λαγόνας πάλιν πρὸς ἕνα, νὰ σωθῶ, ἰσολαμπεῖς τῶν ἄλλων, ἐπὶ τοῦ δεξιοῦ μηροῦ ἀστέρας ἄλλους δύο, | |
480 | ἐπὶ τὸ γόνυ ἕτερον, ἐπὶ τὴν κνήμην ἄλλον εἰς τὸ γόνυ τ’ εὐώνυμον μέγιστον ἄλλον ἕνα, ἀλλὰ καὶ ἐπάνω τῆς χειρὸς, ὃς Ῥόπαλον καλεῖται, τοὺς πάντας δυοκαίδεκα φέρει τόδε τὸ ζῴδιον. Τοὺς δὲ Διδύμους δίεισιν Ἥλιος ἰσοτάχως | |
485 | ἐκ τοῦ Παχὼν τὰς δεκαεπτὰ μέχρι τῶν δεκαπέντε Παϋνὶ μηνὸς ὡς λέλεκται, τοῦτ’ ἔστιν Ἰουνίου, ἔνθα μέγισται γίνονται ἡμέραι παρὰ πάσας, ἔχουσαι δὲ διάστημα ἐξ ὡρῶν δεκαπέντε. Κίνημα γῆς εἰ γένηται, τῆς μεγάλης Ἀσίας | |
490 | Ὑρκανοὺς Ἀρμενίους τε, Λιβύης καὶ Εὐρώπης Μαρμαρικὴν, Νασαμωνὶν καὶ Σύρτιν τὴν μεγάλην | |
λιμῷ προσεπιστήσονται μετοικίζουσαι πᾶσαι ἐμπρησμοῖς τε καὶ ταῖς δειναῖς μεγάλαις καὶ βαρείαις· ὠμότατος δὲ τύραννος ταύτας διαταράξει, | ||
495 | ἀλλὰ καὶ πτῶσιν πλείοσι τῶν ἀρρένων σημαίνει. Βροντὴ δ’ εἰ πάλιν ἐνεχθῇ Σελήνης περιούσης, πάντα θεοσεβέστατα, εἰ ἐν ἡμέρᾳ, μηνύει, εἰ δὲ νυκτὶ γενήσεται, τούτων τὰ ἐναντία. Καὶ κεραυνὸς ὁ καυστικὸς Ἡλίου ἐν Διδύμοις | |
(500) | εἰ μὲν ἐν δένδρῳ ἐνεχθῇ, καρπῶν φθορὰν ἁπάντων, οὐχ ἥκιστα δὲ ποταμῶν λοιμώξεται τὸ ὕδωρ καταφθαρῆναι ἅπασαν ἀνθρώπων ἡλικίαν· ἂν δὲ καὶ πρὸς τὴν θάλασσαν, ἔφοδον πολεμίων ἢ νόσον καταβλάπτουσαν τοὺς περιχώρους ταύτης. | |
505 | εἰ δὲ καὶ νότου πνεύσαντος ὁ κεραυνὸς ἐμπέσῃ, ἐν χωροπέδῳ κάκιστον· φθαρῇ γὰρ πᾶς ὁ τόπος. τότε 〈δὲ〉 καὶ ἀγέρωχοι ἄνδρες ἐπαναστάντες ἐπὶ δυσὶ ταῖς κεφαλαῖς κατὰ τῆς βασιλείας μερίζοντες καὶ τὴν βουλὴν ἔσται διχοτομία | |
510 | καὶ διαφθαρεῖται ἕκαστος ἐκ τῆς ἀντιστασίας, πολλοὶ δὲ τούτων ἕνεκα σφαγῶσιν ἐκ τοῦ πλήθους. εἰ δ’ ἐπὶ τείχους ἐμπεσὼν, φυλακτέον τὸ τεῖχος, μή πως εἰς παρανάλωμα γίνηται πολεμίων· καὶ γὰρ ἔφοδον πάμπλειστον ἐν ἐκείνῳ συνάψουν. | |
515t | 〈Καρκίνος.〉 | |
515 | Πληρωθέντες οἱ Δίδυμοι, θέλομεν τὸν Καρκίνον· ἀρχὴ γάρ ἐστι καὶ τροπὴ τοῦ θερειτάτου κύκλου, θηλυκός τε καὶ τροπικὸς, εὐμετάβολος λίαν, οἶκος Σελήνης θαυμαστὸς, τοῦ Διὸς ὕψωμά τε πρὸς μοίρας πεντεκαίδεκα, τοῦ Κρόνου δ’ ἐναντίον | |
520 | καὶ κοίλωμα τοῦ Ἄρεος πρὸς εἰκοστὴν ὀγδόην· ἀμφίβιος, πολύγονος, ὀχλικὸς δὲ τὸ πλεῖστον, ἡμέρας μὲν τὸ τρίγωνον βλέπων τὴν Ἀφροδίτην, νυκτὸς δὲ πρὸς τὸν Ἄρεα φέρει τόδε τὸ σχῆμα, ὡροσκοπῶν πρὸς ἀγαθὰ τὸν κόσμον νὰ δηλώσῃ. | |
525 | ἔχει δὲ καὶ τὸ τριμερὲς τῶν δώδεκα τῶν ζῴδιων. | |
Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουν τάδε· τῆς Ἄρκτου τῆς μικρούτζικης τὰ ὄπισθεν τὰ μέρη καὶ Σάτυρος ἐπιβαστῶν τῇ χειρὶ ῥοπαλίτζι καὶ Μοῦσα συραυλίζουσα καὶ μία τῶν Χαρίτων | ||
530 | καὶ κεφαλὴ τοῦ Κάνθαρου τοῦ τῆς δωδεκαώρου· ἐν δὲ τῷ τρίτῳ δεκανῷ ἡ τρίτη τῶν Χαρίτων καὶ πάλιν ἄλλον ἥμισυ τῆς Φάτνης μὲ τὸν Ὄνον καὶ τὰ ὀπίσω Κάνθαρου τοῦ τῆς δωδεκαώρου. Εἰσὶ δὲ καὶ τὰ πρόσωπα τῶν δεκανῶν τοιάδε· | |
535 | τῆς Ἀφροδίτης, τοῦ Ἑρμοῦ, ἀλλὰ καὶ τῆς Σελήνης· ὁ πρῶτος ὀνομάζεται Σωθὲς παρ’ Αἰγυπτίοις, Σιτῶν δὲ τούτου δεύτερος, Χειούμης δὲ πάλιν τρίτος. Ὁ πρώτιστος ἀποτελεῖ ἀγαθοὺς καὶ ἡσύχους, ἐξ ἐπινοίας τὰ πολλὰ κτωμένους ἐν τῷ βίῳ, | |
540 | πολυμερίμνους, ταπεινοὺς, ἀλλὰ καὶ πολυφίλους, καταπονοῦντας τοὺς ἐχθροὺς ἐξ ἐπιτηδευμάτων, δυστυχοῦντας δὲ μάλιστα ἐν γάμῳ καὶ πενθοῦντας, μεγάλους μὲν τὸ μέγεθος καὶ πρὸς τρίχας ὡραίους, τοὺς ὀφρύας ἐπιτερπεῖς καὶ νευριποδαράτους, | |
545 | ἐπὶ δὲ τῶν ἀγκώνων τους, πρὸς δὲ καὶ τῶν μαστῶν τους σημεῖα παραφέροντας ἐν δεξιῷ τῷ μέρει. πρὸς ἔτη δὲ τὰ ἐν αὐτοῖς ἀφορῶντας κινδύνους· τὸ θῆτα μόνον ψήφισον, ἰῶτα καὶ τὸ ἄλφα, τὸ κάππα μὲ τὸ πρώτιστον, τὸ λάβδα μὲ τὸ γάμμα, | |
(550) | τὸ μῦ, τὸ θῆτα, τὸ δὲ νῦ πρόσθησον τῷ πισήμῳ, τὸ ξῖ καὶ γάμμα σὺν αὐτοῖς, τὸ ο τε καὶ τὸ ἄλφα· εἰσάξομεν καὶ πρὸς τὸ πῖ πίσημον ἄλλον πάλιν. ταὐτὰ δὲ καὶ τὰς θήλειας γεννωμένας προσνέμει. Τοὺς δὲ καὶ πρὸς τὸν δεύτερον δεκανὸν γεννηθέντας | |
555 | πλουσίους μὲν τραφήσεσθαι, κρείττονας δὲ γονέων, καὶ θάνατον τῶν ἀδελφῶν ὀψομένους καὶ δόξας ἀπὸ τῶν ὄχλων 〈ἔχοντασ〉 ἐννόμως καὶ δικαίως, πρὸς τέκνα καὶ γυναῖκάς τε οὐκ εὐτυχήσουν ὅλως· μέλανας χρόας ἔχοντας, μικρὰ δὲ τὰ μεγέθη, | |
560 | ψιλὸν δὲ καὶ τὸ γένειον, τὰ δὲ σημεῖα ταῦτα· μέσον εἰς τὴν κοιλίαν τους, ἐπὶ τοὺς ὀφθαλμούς τους. | |
ἔτος δὲ τούτων τέταρτον, ἕβδομον, δωδεκάδα, καὶ πρὸς τὸ κάππα τρία δὲ καὶ πρὸς τὸ μῦ τὰ δύο, πρὸς τὰ πενήντα τέσσαρα, λάβε καὶ ἑξήντα δύο, | ||
565 | ἑβδομήκοντα τέσσαρα, δεύτερον ἐνενήντα, κινδύνους ἀποδώσωσι βαρεῖς τε καὶ μεγίστους. τοὺς δ’ ἐν τῷ τρίτῳ δεκανῷ φρονίμους καὶ γενναίους, ἀλλ’ ἀγεννῶς διαστήσαντας καὶ τοὺς γονεῖς θανάτῳ, τὰ πατρικὰ μειώσαντας· πρὸς δὲ γυναῖκας ψόγος. | |
570 | τὸ χεῖρον, ἐπιπέσουσιν τούτοις καὶ κερατίτζια· ἐν δὲ στρατῷ διαπρέψαντας, εὐκινήτους ἐν ὅπλοις, μεσήλικας καὶ εὐτραφεῖς, ξανθοὺς, γλαυκοὺς λευκούς τε, προγάστορας καὶ λιπαροὺς, πλατεῖς ἐπὶ τὰ στήθη καὶ πόνους ὑπομένοντας ἐντὸς τῶν σπλάγχνων τούτων, | |
575 | στρατιώτας αἱματοχαρεῖς, ἔχοντας καὶ κινδύνους· τοῦ δέλτα ψῆφον φέρομεν, τοῦ ζῆτα καὶ τοῦ κάππα, μὲ τούτου καὶ τὸ τέταρτον, τὸ λάβδα καὶ τὸ γάμμα, τὸ μῦ, τὸ θῆτα καὶ τὸ νῦ, βῆτα προσενεκτέον, τὸ ξῖ, τὸ γάμμα ψήφισον ἀκριβῶς μή σε λάθῃ, | |
580 | ἑξήντα ἐννεὰ, ἑβδομήντα δυὸ, πῖ μὲ τὸ πισημίτζι. Τοὺς δ’ ἐν μεσεμβολήματι Λέοντος καὶ Καρκίνου μηδ’ ὅλως ἐπιβλέποντος ἀγαθοῦ πλανωμένου τῶν γονέων καὶ συγγενῶν ἐκβαλλομένων ἔξω μισθίους καὶ χοιροβοσκοὺς ἐκ τετραπόδων ζῶντας· | |
585 | εἰ δ’ ἀγαθοποιοῦ τινος ὁρῶντος κατὰ σχῆμα, σεσινωμένους παντελῶς πρὸς νόσους τε καὶ πάθη. Ἔχει ὁ Καρκίνος ὅρια τῶν πέντε πλανωμένων· ἑπτὰ μὲν μοίρας πρώτιστας Ἄρης ἐξουσιάζει· καλοῦνται δὲ καὶ κινήσεις κίνδυνοί τε καὶ ἔχθραι | |
590 | καὶ τὸ δεινὸν, ἐξορισμοὶ καὶ φόβοι καὶ δειλίαι. ἀπὸ 〈δ’〉 ὀγδόης καὶ αὐτῆς ἕως τρισκαιδεκάτης ἐπιθυμίαι φιλόκαλοι, αἳ καὶ τῆς Ἀφροδίτης. ἐκ τεσσαρεισκαιδεκάτης ἕως ἐννεακαιδεκάτης Ἑρμῆς φιλολογίαι τε συγκράσεις καὶ φιλίαι. | |
595 | ἀπὸ δὲ καὶ τῆς εἰκοστῆς μέχρι καὶ ταύτης ἕκτης ὁ Ζεὺς κατάρχων λέγεται τῆς ζωῆς δῶρος μέγας· ἐν αὐτῷ γὰρ φιλότροφοι, ἀλλὰ καὶ φιλοκτίσται καὶ εὐεργετικώτατοι πρὸς θεὸν ὅλως οὗτοι· ἀπὸ δ’ ἑβδόμης εἰκοστῆς μέχρι καὶ τῶν τριάντα | |
(600) | Κρόνος δεσπότης γίνεται ἀνωμαλίας γέμων· οἱ ἐν αὐτῷ γεννώμενοι ἄνδρες τε καὶ γυναῖκες πολύβουλοι καὶ μαντικοὶ, φθονοῦντες πρὸς ἀξίαν. Ὑπόκειται δὲ κλίματα Καρκίνῳ τῷ ζῳδίῳ Καρχηδονία, Ἀφρικὴ, ἀλλὰ καὶ Νουμιδία, | |
605 | σὺν Ἀρμενίᾳ Κολχικὴ, Φρυγία, Βιθυνία. Ὑποτάσσει δὲ τοῦ σώματος στήθους τε καὶ καρδίας, σπληνὸς, στομάχου καὶ μαστῶν καὶ τόπων ἐγκρυφίων· παθῶν τε εἶδος πέφυκεν ἐξ αὐτοῦ τοῦ ζῳδίου λεπρῶν, λειχήνων, νεφελῶν, ἀλφῶν καὶ ἐκπληξίων, | |
610 | ὕδρωπος καὶ κυρτώσεων, φακῶν καὶ λεπιδίων. Ἔχει δ’ ἀστέρας ἐν αὐτῷ λαμπροὺς ἐν τῷ ὀστράκῳ, δύο πρὸς τοῖς δεξιοῖς ποσὶ, τοὺς δ’ ἄλλους ἀναπρὸς ἕναν· πρὸς δὲ καὶ πρώτιστον λαιὸν ἀστέρας ἄλλους δύο, ἐπὶ δὲ τρίτου καὶ λοιπὸν ἄλλον ἀναπρὸς ἕναν, | |
615 | ἐπὶ δὲ δεξιᾶς χηλῆς τοὺς τρεῖς ἀστέρας λέγω καὶ εἰς τὴν ἀριστερὰν χηλὴν ἄλλους ἀστέρας δύο. ἡ δ’ Ἄρκτος ἡ μικρούτζικος ἀστέρας ἔχει τούσδε· ἑπτὰ τὸν ἀριθμόν εἰσι, τρεῖς ἐπὶ τοῦ πλινθίου· ὁ πρὸ ποδῶν αὐτὸς ἀστὴρ, καλεῖται δὲ καὶ Πόλος, | |
620 | οἱ δ’ ἄλλοι δύο Χορευταὶ, ἰσολαμπεῖς οἱ πάντες. Ἰδὲ Καρκίνον Ἥλιος τέμνει κατὰ τὸ μέσον ἀπὸ Παϋνὶ τὰς δεκαεπτὰ, τοῦτ’ ἔστιν Ἰουνίου, ἕως Ἐπιφὶ δεκαὲξ τοῦ μηνὸς Ἰουλίου. Σεισμὸς ἐὰν γενήσεται τόπων τῆς ἄνω Ἀσίας, | |
625 | ἐν Πέρσαις ταραχθήσονται, καὶ νόσοι τε λιμώδεις ἐμπεσοῦνται τῷ σώματι τῶν ἐν αὐτοῖς ἀνθρώπων ὥστε καὶ σπάνι γίνεσθαι ἀνθρώπων πρὸς τὰς πόλεις. Εὐρώπης δὲ ἡ Κολχικὴ, Βιθυνία, Φρυγία τοιούτοις ὁμιλήσουσι κακοῖς παραπλησίοις, | |
630 | καὶ πρὸς Σελήνης ἔσονται ἐκλείψεις διαφόροις. καὶ ὅτι τόδε ζῴδιον Σελήνης οἶκος πέλει, ὕβριν δὲ πλείστην γυναιξὶν, μᾶλλον ταῖς ἑταιρίδαις, ὅτι καὶ θῆλυ ζῴδιον Καρκίνος, καὶ Σελήνης ἐξ ὑγρασίας ἐχούσης τὰς φύσεις ἐκ τῆς γαίας. | |
635 | Εἰ δὲ Σελήνης ἐν αὐτῷ βροντὴν καταρραγῆναι, ταραχαὶ μὲν τοῖς πράγμασιν ἔσονται καινοτέροις καὶ οἱ καρποὶ ἀνόνητοι, ὡς ἐπὶ τῇ θαλάσσῃ ναυτίλοι κινδυνεύσουσιν, ἄφθονοι δὲ ἰχθύες. εἰ δὲ νυκτὶ, Αἰθίοψιν ὄλεθρος καὶ τοῖς Πέρσαις· | |
640 | οἱ δ’ οἰκοῦντες τοῖς δυτικοῖς ἐν λιμῷ πεπτωκότες εἰς Αἴγυπτον προσφεύξονται, νὰ φάγωσι ψωμίτζιν. Εἰ δ’ ἐπισκήψῃ κεραυνὸς πρὸς ὕλην, ὁ καυσώδης ὁ καιρὸς ἀποβήσεται, λεῖψις δὲ τῶν ὑδάτων· εἰ δ’ ἐπὶ θάλατταν πεσὼν, στόλοι τῶν πολεμίων | |
645 | τὸ κλίμα συνταράξουσιν ἀλλὰ καὶ ναυμαχίαι· εἰ δὲ καὶ πρὸς δημόσιον τὸ πῦρ κατενεχθείη, θηρία ἐνοχλήσουσιν τὰ κτήνη τε καὶ ὄφεις· ἐπὶ δὲ τεῖχος, πόλεμοι καὶ δόλοι καὶ κακίαι. | |
649t | 〈Λέων.〉 | |
649 | Βούλομαι καὶ τὸν Λέοντα προσλέξαι κατὰ μέρος, | |
(650) | ἀρσενικὸν, βασιλικὸν, θερμόν τε καὶ πυρῶδες, στερεὸν, ἀμετάτρεπτον, θυμικὸν 〈καὶ〉 ὀργίλον, ἀρχικὸν, δυσυπότακτον, ἀσελγὲς καὶ τετράπουν· κόσμου μὲν ἐπαναφορὰ, οἶκος δὲ καὶ Ἡλίου ὕψωμά τε καὶ κοίλωμα μηδενὸς τῶν πλανήτων, | |
655 | τοῦ Κρόνου δ’ ἐναντίωμα, τρίγωνον μὲν ἡμέρας Ἡλίῳ σχηματίζεται, Διί τε πρὸς τὴν νύκταν. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ ἐξ Αἰγύπτου Χαρχνούμης, καὶ τῷ δευτέρῳ μὲν Ἐπεὶ, τῷ δὲ τριτάτῳ Φούπω, ὧν καὶ παρανατέλλοντα τυγχάνει τάδε ζῴδια· | |
660 | ἐν τῷ πρωτίσῳ δεκανῷ τὸ ἥμισυ τοῦ Σκάφους, τοξεύων Κυνοπρόσωπος καὶ τὰ μέσα τοῦ Ὄνου, καὶ τῷ δευτέρῳ δεκανῷ τὸ λοιπὸν ἐκ τοῦ Σκάφους καὶ χεῖρας ἔχον εἴδωλον ἐκτεταμένας ἄνω καὶ Κύμβαλά τε καὶ Κρατὴρ καὶ Φρύγιον αὐλοῦντες, | |
665 | ὁ νῶτός τε ὁλόκληρος Ὕδρου τοῦ δεινοτάτου καὶ Ὄνου τὸ μεσαίτατον τοῦ τῆς δωδεκαώρου, ἐν δὲ τῷ τρίτῳ δεκανῷ Διφρελάτης βαστάζων | |
τροχὸν ἐν ταῖς χερσὶν αὐτοῦ Ἅρματος τοῦ Λυδίου καὶ ὄπισθεν Μειράκιον καὶ τὰ μέσα τοῦ Ὕδρου, | ||
670 | τοῦ Ὄνου δὲ τὰ ἔσχατα τοῦ τῆς δωδεκαώρου. Φέρουσί τε 〈τὰ〉 πρόσωπα οἱ δεκανοὶ τῇ τάξει τοῦ Κρόνου τε καὶ 〈τοῦ〉 Διὸς, Ἄρεος δὲ ὁ τρίτος. Παρανατέλλει δὲ λαμπρὸς ἀστὴρ τούτου πλησίον πρὸς τὸν αὐχένα τοῦ δεινοῦ Ὕδρου τε τοῦ μεγάλου | |
675 | πρὸς τρεῖς μοίρας τε καὶ λεπτὰ τὸν ἀριθμὸν σαράντα, μήκους δευτέρου, κράσεως Κρόνου καὶ Ἀφροδίτης· ἐν δὲ τῇ ἕκτῃ καὶ λεπτὰ βόρειος ἄλλος δέκα ἀστὴρ λαμπρὸς καὶ μέγιστος Διὸς κράσεως πέλων ἐν καρδίᾳ 〈τοῦ Λέοντοσ〉, καλεῖται Βασιλίσκος, | |
680 | καὶ ὁ ἐπὶ τῆς οὐρᾶς αὐτοῦ βόρειος πρώτου πέλων μεγέθους τε καὶ κράσεως Κρόνου καὶ Ἀφροδίτης. Ὁ δὲ πρώτιστος δεκανὸς ἀποτελεῖ τοιούτους· ἄρξαντας ὄχλου καὶ λαοῦ, ἀλλὰ καὶ εὐεργέτας, ὀξεῖς καὶ ὑποτάσσοντας, μὴ καταφρονουμένους | |
685 | καὶ ψόγους ἐπιφέροντας αὐτοὺς διὰ γυναῖκας, εὐμήκεις τε καὶ ἐρυθροὺς, τὸ πρόσωπον ὡραίους, εὔοπας 〈καὶ〉 λεπτοκνήμους, πονοῦντας περὶ πόδας. τὸ πρῶτον, τὸ ἑνδέκατον 〈καὶ εἰκοστὸν τὸ τρίτον〉 | |
688 | ................ πεντηκοστὸν τὸ ἕβδομον, ἑξήντα τὸ ἐννέα, | |
690 | δεύτερον ἑβδομήκοντα καὶ τὸ τέταρτον τούτου, ὄγδοον τῶν ὀγδοήκοντα πρὸς κινδύνους ὁρῶσιν. Ὁ δεύτερος 〈δὲ〉 δεκανὸς γεννήσει Ἀλεξάνδρου τοῦ κτίστου καὶ Μακέδονος ὑπῆρχεν ὡροσκόπος, ἀποτελεῖ αὐτοκράτορας ὑποτάσσοντας πλείστους | |
695 | καὶ φόρους ἀπελαύνοντας ἐκ δυναστῶν προσώπων καὶ πόλεις ἐπικτίζοντας εὑρετάς τε χρυσίου, φρονίμους, εὐεργετικοὺς, ἀλλὰ καὶ εὐμεγέθεις, εὐρυστέρνους τὰ κάλλιστα, ἐκ δὲ μηροὺς πρὸς πόδας | |
ἰσχνούς τε καὶ λιγνούτζικους, πρὸς λόγον ἡδυτάτους | ||
(700) | πονοῦντάς τε καὶ τοὺς νεφροὺς, ἔχοντας κλιμακτῆρας· ἐκ τῶν ἐτῶν τὸ ἔννατον τὸ εἰκοστόν τε πρῶτον· τριακοστὸν τὸ τέταρτον, σαρακοστὸν τὸ ἕκτον, πενήντα δυὸ, ἑβδομήκοντα τὸ τέλος ὑποστάντας. Ὁ τρίτος δὲ ὁ δεκανὸς φρονίμους, πολυφίλους, | |
705 | βλάβας περὶ τὰ σώματα ἔχοντας ὀλεθρίας, εἰς ἀγῶνας βασιλικοὺς πάντοτε ὡς φρονίμους κτημάτων ἀποτάξαντας, ἐκ γυναικῶν δὲ πάλιν ἀποκερδήσαντας πολλὰ ἀπὸ τῶν προικημάτων, ἐρυθροὺς μὲν τὰ πρόσωπα, ἀλλὰ μεγαλοφθάλμους, | |
710 | ἀσθενεῖς πρὸς τὰ γύναια, πρὸς δὲ τὸ ἄλλον μέρος ἀνδραγαθοῦντας θαρρικὰ ὡς οἱ κοπροκυλίσται. θάνατος δ’ ἐπικείσεται πρὸς τὸ ἕβδομον ἔτος καὶ πρὸς τὸ τρισκαιδέκατον τὸ εἰκοστόν τε τρίτον, σαρακοστὸν τὸ τρίτατον καὶ τὸ πενήντα δύο, | |
715 | τὸ ἕκτον τῶν ἑξήκοντα, τέταρτον ἑβδομήντα, ἔννατον ὀγδοήκοντα τὸ τέλος τούτοις νέμει. Εἰς τὸ δὲ μεσεμβόλημα καὶ θεριστὰς χρησίμους, τινὰς δὲ τούτων καὶ χωρὶς 〈τῶν〉 γυναικῶν τυγχάνειν. Λέξωμεν καὶ τὰ ὅρια τῶν πέντε πλανωμένων· | |
720 | ἀπὸ τῆς πρώτης Λέοντος μοίρας μέχρι τῆς ἕκτης ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ προκοπὴ καλεῖται καὶ ὕψος καὶ ἀνάβασις ἐκ σμικροτάτων τύχης· ἀπὸ δ’ ἑβδόμης καὶ αὐτῆς 〈μέχρι〉 τῆς ἑνδεκάτης τῆς Ἀφροδίτης ὅρια κάλλιστα καὶ γλυκέα | |
725 | πρὸ εὐτυχίαν, προκοπὴν, φιλίαν μεγιστάνων. ἀπὸ δ’ ἑξάδος τῆς διπλῆς καὶ ὀκτωκαιδεκάτης Κρόνος πολεύει καὶ κρατεῖ καὶ πολυετὴς καλεῖται, κατεψυγμένους παντελῶς φρένας τε καὶ τὸ σῶμα· ἐκ δὲ τῶν ἐννεακαίδεκα καὶ εἰκοσιτεσσάρων | |
730 | Ἑρμῆς λόγοι καλούμενος τιμή τε καὶ παιδεία· ἀπὸ δὲ πέμπτης εἰκοστῆς καὶ τριακοστῆς ὁ Ἄρης ἀσελγείας, αἰσχότητας, μόχθους, κακοπαθείας ἐν ἄκροις τοῖς τοῦ σώματος δεινῶς περιπεσοῦντας. Τὸ δ’ εἴδωλον τοῦ Λέοντος ἐπάνω εἰς τὸ κεφάλιν | |
735 | ἰσολαμπεῖς, ἰσομήκους κέκτηται τρεῖς ἀστέρας, ἐπὶ δὲ τοῦ τραχήλου του ἄλλους δύο ἀστέρας, ἐπὶ τῆς ῥάχης ἄλλους τρεῖς, ἐπὶ τὸ στῆθος ἕναν, | |
καὶ κάτωθεν τοῦ στήθους του ἀστέρας ἄλλους δύο, εἰς τὸν πόδα τὸν ἔμπροσθεν ἕναν λαμπρὸν ἀστέρα, | ||
740 | εἰς δὲ τὸ ἄκρος τῆς οὐρᾶς ὅμοιον ἕνα τούτου, τοὺς πάντας πεντεκαίδεκα, καὶ γνώριμος ὑπάρχεις. ὁ δ’ Ὕδρος σὺν τῷ Κόρακι ἑπτὰ φέρει ἀστέρας καὶ ὁ Κρατὴρ ἄλλους κἂν τρεῖς, οἱ πάντες τούτων δέκα. Τὸν Λέοντα τὸ ζῴδιον Ἥλιος σελασφόρος | |
745 | τέμνει κατὰ τοῦ Ἐπιφὶ τῇ ὀκτωκαιδεκάτῃ, τοῦτ’ ἔστιν τὸν Ἰούλιον μῆνα μέχρι Αὐγούστου, ᾧ κλῆσίς τε καὶ Μεσορὶ τῶν ὀκτώ τε καὶ δέκα. Εἰ σάλον ἐπιβήσεται γενέσθαι κατὰ γαίας, οὐκ ἀγαθὸν γενήσεται πρὸς τὴν ἄνω Ἀσίαν | |
(750) | Εὐρώπην τε, καὶ τοῦ λοιποῦ κόσμου κακὰ σημαίνει. πάντα γὰρ τὰ βοσκήματα λιμῷ διαφθαροῦνται, καὶ βρούχους ἐπὶ τοὺς καρποὺς καὶ νέφη τῶν ἀκρίδων· φθοραὶ δὲ ἔσονται ἀνδρῶν ἐκ νόσων βαρυτάτων ὡς μονωθῆναι σύνεγγυς συνοικέσια τούτων. | |
755 | οἱ λέοντες δ’ ἐξορμήσουσιν ἐν οἷς γίνονται τόποις, κατ’ ἀνδρῶν φονικώτεροι· ἔνθα δὲ μὴ κακῶσι, πυρετὸς 〈ὁ〉 δεινότατος ἀνδράσιν ἐπιπέσῃ. πρὸς Ἥλιον ἀνίσχοντα κακῶς καὶ λυμανῶνται. Σελήνης ἐν τῷ Λέοντι 〈εἰ〉 ἐν ἡμέρᾳ βροντήσει, | |
760 | δόλος κατὰ βασιλέων, θάνατος δὲ τοῦ πλήθους καὶ ἄφθονος ὁ θερισμὸς καὶ πολλαὶ ἀδικίαι. εἰ δ’ ἐν νυκτὶ γενήσεται, καὶ τότε βασιλείαν δόλος προσβουλευθήσεται, φθοραὶ δὲ τῶν ὑδάτων καὶ πτῶσις ἐπικείσεται προσώπων μεγιστάνων. | |
765 | Ἡλίου ὄντος ἐν Λέοντι εἰ κεραυνὸς ἐμπέσῃ, πολλὰ σημαίνει τὰ κακά· πρὸς δ’ αὐτοὺς τοὺς κρατοῦντας ὄλεθρός τε καὶ πόλεμοι καθολικὴ φθορά τε καὶ πόλεις ἐξ ἀνατολῆς πυριφλέκτους δηλώσει. Ὑπόκεινται τῷ ζῳδίῳ καὶ τόποι τῶν κλιμάτων | |
770 | Ἀσία Ἰταλία τε, ἀλλὰ καὶ Γαλατία, Χαλδαία Ἀπουλία τε, Φοινίκη, Ὀρχηνία, τῶν δὲ τοῦ σώματος μερῶν· νεφρῶν, ὀστῶν, ὀσφύος, | |
καρδίας καὶ ὁράσεως· προσνέμει καὶ ἀνδρείαν. | ||
774t | 〈Παρθένος.〉 | |
774 | Λέξωμεν καὶ τὴν κάλλιστον Παρθένον κατὰ μέρος | |
775 | ὡς θηλυκὴν καὶ σύνθετον καὶ καταπτερωμένην νυκτερινὴν 〈καὶ〉 μυστικὴν, 〈γεώδη〉 καὶ φωνώδη, κατωφερῆ, εὐμετάβολον, ἀπόκλιμα τοῦ κόσμου, οἶκος Ἑρμοῦ καὶ ὕψωμα ἐν μοίραις δεκαπέντε, ταπείνωμα δ’ ἐν εἴκοσι πέλει τῆς Ἀφροδίτης, | |
780 | ἂν προσθήσῃς καὶ τοὺς ἑπτὰ τὸν ἀριθμὸν ἐνταῦθα. πρὸς τρίγωνον ἡμέρας μὲν ὁρᾷ τὴν Ἀφροδίτην, τὴν Μήνην δὲ νυκτερινὴν, ἐπίκοινος δὲ Ἄρης. Ἔχει δὲ καὶ τοὺς δεκανοὺς, ἴσους τῶν ἄλλων ζῴδιων τὸν πρῶτον ὄνομα Τιμὸν, τὸν δὲ τρίτον Ἀφόδω, | |
785 | τὸν δὲ δεύτερον δεκανὸν οὕτως ἐξ Αἰγυπτίων Ὁνεστεὰ τὸ ὄνομα, χαρὰν καὶ δόξαν λέγει. Φέρουσι δὲ καὶ πρόσωπα κατὰ τάξιν τοιάδε Ἡλίου Ἀφροδίτης τε καὶ τοῦ Ἑρμοῦ ὁ τρίτος. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουν τάδε· | |
790 | Θεά τις παῖδα τρέφουσα ἣν καί τινες καλοῦσι εὐάνδριον, εὐδαίμονα, ἐν θρόνῳ καθημένην. σὺν αὐτῇ καὶ οἱ Στάχυες καὶ τὰ μέσα τοῦ Ὕδρου καὶ ἡ κάρα τοῦ Λέοντος τοῦ τῆς δωδεκαώρου, τῷ δὲ δευτέρῳ δεκανῷ ἡ οὐρίτζα τοῦ Ὕδρου | |
795 | καὶ τοῦ Βοώτου ἥμισυ κρατοῦντος ἀλετρίτζιν, τὰ μέσα δὲ τοῦ Κόρακος, ἥμισυ τοῦ Ἀρότρου, τῷ δὲ τριτάτῳ δεκανῷ τὸ λοιπὸν τοῦ Βοώτου καὶ ἡ ὀσφὴ τοῦ Λέοντος τοῦ τῆς δωδεκαώρου, σὺν αὐτοῖς καὶ οἱ Στάχυες καὶ τοῦ Θηρὸς τὰ ὀπίσω, | |
(800) | τοῦ Ἄροτρου τὸ ἥμισυ, τοῦ Κόρακος ἡ οὐρίτζα. [οὐκ ἔχει τὰ γνωρίσματα εἰ μὴ ἐκ τῶν πτερύγων] Ζῴδιον τῆς Παρθένου δὲ λαμπροὺς ἀστέρας ἔχον οὐκ ἔχει τὰ γνωρίσματα εἰ μὴ ἐκ τῶν πτερύγων· μόνος παρανατέλλει δὲ ἐπὶ τὰ μέσα τούτων | |
805 | μικρούτζικος, λαμπρούτζικος λεπτῶν εἴκοσι ἕξ〈ι〉, | |
μεγέθους τρίτου, κράσεως Ἑρμοῦ τε καὶ τοῦ Ἄρεος, καὶ πάλιν ἄλλος βόρειος ἐν δεξιᾷ πτερύγων Προτρυγητὴς καλούμενος πρὸς μοίρας δεκαπέντε, μεγέθους τρίτου, κράσεως Ἑρμοῦ 〈τε〉 καὶ τοῦ Κρόνου. | ||
810 | Καὶ ὁ μὲν πρῶτος δεκανὸς ἀποτελεῖ τοιούτους· ἀγαθούς τε καὶ τρυφητὰς, ἀλλὰ καὶ πολυφίλους, γυναῖκας δὲ μὴ ἔχοντας πλὴν πόρναις ἐντυγχάνειν, καὶ δεομένους ἰατρῶν ὡς καταπεπτωκότας, μακροὺς, εὐτόλμους τὴν ψυχὴν, ἀλλὰ καὶ καλοφθάλμους, | |
815 | εὐμόρφους καὶ τὰ πρόσωπα, πατζοπάχους τὰς μύτας, τὰ δὲ σημεῖα ἔχοντας μέσα περὶ τὸν κόλπον καὶ τοὺς κινδύνους ἔχοντας ἐν τὰ τοιαῦτα ἔτη· ἕβδομον, τὸ δωδέκατον, τὸ εἰκοστὸν τὸ τρίτον, σαρακοστὸν τὸ πρώτιστον, ἕβδομον τῶν πενήντα, | |
820 | ἑξηκοστὸν τὸ τρίτατον, δεύτερον ἑβδομήντα. Ὁ δὲ δεύτερος δεκανὸς ἀποτελεῖ τοιούτους· πεπαιδευμένους καὶ ὀξεῖς, προσχάρους, ἰδιοκτήτους, ἀλλὰ καὶ πάντα πατρικὰ λίαν καταφρονοῦντας. εἰ δ’ Ἄφροδίτη συμπαρῇ τοῦ δεκανοῦ πολλάκις, | |
825 | καλλοφώνους 〈καὶ〉 μουσικοὺς, ἐκ καλῆς ἁρμονίας, εὐεργεσίας δέχεσθαι παρ’ ἀνδρῶν μεγιστάνων· εὐπρεπεῖς μὲν τὸ μέγεθος, ἀλλὰ λεπτοπροσώπους, περὶ τὰ θεῖα εὐλαβεῖς, ἐξακουστοὺς, πλουσίους, κατὰ πολλῶν μὲν ἄρξαντας ὡς σοφοὺς καὶ φρονίμους, | |
830 | ἐσχάτην καλὴν ἔχοντας· κινδύνους δὲ πρὸς ταῦτα πρὸς τέταρτον ἢ ἔννατον ἢ πρὸς διπλὴν ὀκτάδα, πρὸς εἰκοστὸν 〈τὸ〉 δεύτερον, τριακοστὸν τὸ πέμπτον, σαράντα τριὰ, πενήντα ἑπτὰ, 〈ἑξήντα καὶ τὸ γάμμα〉, πρόσθησον καὶ τὸ πίσημον καὶ πρὸς τοῖς ἑβδομήντα, | |
835 | ὀγδοήντα δυὸ, ἐνενήντα ἓξ δύσμορον πέλει τέλος. Ἀλλὰ καὶ τρίτος δεκανὸς σώφρονας καὶ πλουσίους, εὐμεταδότους, εὐσεβεῖς, καλὴν ἔχοντας τύχην, πεπαιδευμένους, συνετοὺς, ἔμμετρον βίον ζῶντας, λυπουμένους τε μάλιστα διὰ τέκνα καὶ γυναῖκας. | |
840 | ἄρτος οὐ λείψει πώποτε μέχρι θανάτου τούτους. μεσήλικας καὶ εὔρινας, ἀλλὰ μικροκεφάλους. ἔσται δὲ τούτων θάνατος ἐκ ξίφους καὶ σιδήρου. πρὸς ἔτος δὲ τὸ ἔννατον, εἰ διπλώσεις καὶ τοῦτο, τὸ εἰκοστὸν τὸ τέταρτον, τριακοστὸν τὸ πέμπτον, | |
845 | πεντηκοστὸν τὸ δεύτερον, ἑξηκοστὸν τὸ ἕκτον, | |
τὸ ἑβδομήντα τέταρτον, τὸ ὀγδοήντα ἕκτον. Εἰς δὲ τὸ μεσεμβόλημα, λέγω δὲ τῆς Παρθένου, εἰ ἔσται ἀνὴρ, ἀπρόκοπος, συνερχόμενος ἄνδρας· εἰ δὲ γυνὴ, τριβάς ἐστι καὶ μοχθηρὸν πρὸς βίον, | ||
(850) | προσερχομένη γυναιξὶν ἀνδρῶν ἔργα τελοῦσα. Ἔχει δὲ καὶ τὰ ὅρια τὸ τῆς Παρθένου ζῴδιον τῶν πέντε κατὰ μέθεξιν ἀστέρων πλανωμένων· ἀπὸ μὲν πρώτης καὶ αὐτῆς μοίρας ἕως ἑβδόμης ὁ Ἑρμῆς ἄρχεται κρατῶν ἐξ ἀποτελεσμάτων, | |
855 | σοφία καὶ ἀκρίβεια καὶ νομὴ τῶν ἀστέρων. ἀποτελεῖ δὲ ῥήτορας, ἀλλὰ καὶ φιλοσόφους· ἀπὸ δ’ ὀγδόης Ἀφροδίτη ἕως ἑπτὰ καὶ δέκα, αἳ 〈καὶ〉 καλοῦνται τυχηραὶ χαρᾶς καὶ εὐφροσύνης. πρὸς δὲ τῶν ὀκτωκαίδεκα ἕως εἴκοσι μίας | |
860 | ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ προκοπὴ καλεῖται ὄνομά τε τὸ ἔνδοξον καὶ ὄχλων ἡ φιλία. ἐκ δὲ δευτέρας εἰκοστῆς καὶ εἰκοστῆς ὀγδόης ὁ Ἄρης ἀκτινοβολεῖ καὶ φῶς τὴν κλῆσιν 〈φέρει〉· οἱ ἐν αὐτοῖ γεννώμενοι πρὸς στρατοὺς ἀφορῶσιν | |
865 | καὶ πρὸς σέκρητα τάσσονται, ἀλλὰ τῶν κριτηρίων. ἀπὸ δ’ ἐννάτης εἰκοστῆς καὶ τριακοστῆς ὁ Κρόνος· καλεῖται 〈δὲ〉 ταπείνωμα καὶ ναυάγιον βίου· αἱ γὰρ μοῖραι κεναί εἰσιν ἔσχατοι τῆς Παρθένου. Ὑποτάσσει δὲ κλίματα τὸ τῆς Παρθένου ζῴδιον | |
870 | Βαβυλωνίαν ἅπασαν, μέσην Αἰθιοπίαν, Ἑλλάδαν Ἰωνίαν τε καὶ Μεσοποταμίαν, τὴν Συρίαν καὶ Κρήτην τε, ὅλην τὴν Ἀχαΐαν, τῶν δὲ τοῦ σώματος μερῶν κιλίας ἐσωθίων, πνεύμονός τε καὶ ἥπατος καὶ τῶν λοιπῶν ὀργάνων. | |
875 | Τέμνει δὲ καὶ ὁ Ἥλιος ζῴδιον τῆς Παρθένου ἐκ Μεσορὶ δεκαοκτὼ, τοῦτ’ ἔστιν τοῦ Αὐγούστου, μέχρι τοῦ Θὼθ τῶν δεκαεπτὰ, λέγω 〈δὲ〉 Σεπτεβρίου. Εἰ σάλον ἐπιβήσεται, φθορὰν σίτου σημαίνει καὶ πρὸς γυναῖκας θάνατον ἔνδοξας καὶ μεγάλας. | |
880 | Εἰ δὲ καὶ πάλιν κεραυνὸς ἐπισκήψει πρὸς γαῖαν, | |
φθορὰν σημαίνει γυναικῶν παρθένων καὶ σωφρόνων, πτῶσιν δὲ τὸ δεινότατον πρὸς βασιλίδα τάχα, ταῖς δὲ παρθένοις γυναιξὶν συμφορά τε καὶ λῦπαι καὶ ἅλωσις γενήσεται ἐξ ἀνδρῶν δυσμενέων. | ||
885 | Σελήνης δ’ οὔσης ἐν αὐτῷ τῷ τῆς Παρθένου ζώδιῳ βροντὴ καταρραγήσεται ἐὰν πρὸς τὴν ἡμέραν, ὑγρότερον κατάστημα γενήσεται πρὸς κόσμον καὶ ἀφθονία τῶν καρπῶν ἀλλὰ τῶν καταξήρων, πτῶσις δὲ πέλει γυναιξί· ἂν πρὸς νύκτα, λοιμώδης | |
890 | εὐθὺς ἐπιφανήσεται τῇ καταδύσει νόσος καὶ θηρῶν ἡ ἐπέλευσις δεινὴ πρὸς τοὺς ἀνθρώπους, πεσοῦνται δὲ καὶ δυνατοὶ ἄνδρες ἐν ἐξουσίᾳ. | |
893t | 〈Ζυγός.〉 | |
893 | Τῆς δὲ Παρθένου ζῴδιον πληρώσαντες εὐθέως πρὸς τὸν Ζυγὸν εἰσέλθωμεν, ὃν καὶ Χηλὰς καλοῦσι. | |
895 | φύσει δ’ ἐστὶν ἀρρενικὸν, φωνικὸν, ἀνθρωπῶδες, ἀνωφερὲς καὶ τροπικὸν, δίκαιον, ἀερῶδες, ὀρθὸν καὶ μετοπωρινὸν, ὑπόγειον τοῦ κόσμου, δημόσιον, πολιτικὸν, εὐμετάβλητον ὅλον, πρὸς τούτοις ἀσελγέστατον καὶ οἶκος Ἀφροδίτης, | |
(900) | τριδέκανον, ἰσάριθμον τῶν ἄνωθεν ζῳδίων. Τούτων δὲ τὰ ὀνόματα ἐξ Αἰγύπτου τοιάδε· ὁ πρῶτος Σοοχὸς κέκληται, Πτηχὸν ὁ μετὰ τοῦτον, Χοντάρε δὲ ὁ τρίτατος, ὃς ἔνδοξος τυγχάνει. Φέρουσι δὲ τὰ πρόσωπα τῶν πλανήτων ἀστέρων· | |
905 | ὁ πρῶτος φέρει δεκανὸς τῆς περὶ τὴν Σελήνην, ὁ δεύτερος τοῦ Κρόνου τε καὶ τοῦ Διὸς ὁ τρίτος· Παρανατέλλει τούτου δὲ λαμπρὸς ἀστὴρ καὶ μέγας μεγέθους πρώτου, κράσεως Ἑρμοῦ καὶ Ἀφροδίτης, βόρειος ὁ τοῦ Στάχυος ἐν λεπτῶν εἰκοσάδι | |
910 | καὶ μετὰ τούτου ἕτερος περὶ τὴν πέμπτην μοῖραν, ὃς τοῦ Βοώτου λέγεται, ἀλλ’ αὐτὸς καὶ Ἀρκτοῦρος, | |
πρώτου μεγέθος, βόρειος Διὸς καὶ Ἀφροδίτης· ἐπὶ δὲ τούτου πάλιν δὲ ἄλλον λαμπρὸν ἀστρίτζι ἐν Στεφάνῳ τῷ βορεινῷ πρὸς μοίρας δεκαπέντε | ||
915 | μεγέθους μέσου, κράσεως Ἑρμοῦ καὶ Ἀφροδίτης. ὅτι δὲ λέγεται Χηλαὶ ὁ Ζυγὸς τῶν ζῳδίων, ἐκ τοῦ Σκορπίου πέφυκεν ἡ κλῆσις τῶν ἀστέρων, ἀλλὰ καὶ πρὸς ἀπόδειξιν λέξωμεν ἐτητύμως· Σκορπίος γὰρ τὸ ζῴδιον ἐν σχήματι τῶν ἄστρων | |
920 | τυπούμενον γνωρίζεται κατὰ τὴν θέσιν τούτων· ἔχει δ’ ἑκάστη αὐτοῦ χηλὴ πρὸς ἕναν ἄστρον μέγαν καὶ μέσον κατὰ τὸν Ζυγὸν γνωριζόμενον πᾶσιν. Ὁ ἐν τῷ πρώτῳ δεκανῷ γεννώμενος τελείως λύπας προσφέρει τοὺς γονεῖς, ζημίας οὐκ ὀλίγας, | |
925 | ἀποσχοινίσας δὲ τούτους ἔσται μετ’ ἀλλοφύλων πονῶν, στενάζων, ὑποστὰς καὶ πόνους δὲ μυρίους· ἐπανακάμψας πάλιν δὲ, λέγω πρὸς τὴν πατρίδα, προκόψει ὀλιγούτζικον πρὸς σύμμετρον τοῦ βίου καὶ τέκνων ἴδῃ προκοπὰς, ἐκ κρημνῶν δ’ οὐ βλαβείη, | |
930 | οὐλὴ ἔσται τῇ κεφαλῇ χειρί τε καὶ τοὺς πόδας, πυρίκαυστον σημάδιον φέρων ἐκ συρπετείας. καὶ κλιμακτῆρες ἔσονται ἐμπεσόντες πρὸς τέλος· μία δὲ τῶν δέκα νόησον, θὲς καὶ τὰ ἓξ καὶ δέκα, εἴκοσι δύο, τριάντα ἓξ, σαράντα καὶ πενήντα, | |
935 | ἀναβάλῃς πρὸς ἐννέα ἑξήκοντα καὶ ἕξ〈ι〉, ἑβδομήντα σὺν τοῖς 〈ἑπτὰ〉 τοῦ μόρου φέρει τέλος. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλει τάδε· ἡ Μοῦσα συραυλίζουσα καὶ Πυραμὶς καὶ Ἅιδης καὶ μέρος τῆς Ἀχερουσιᾶς καὶ μέρος ἐκ τοῦ Σκάφους, | |
940 | ἡ κεφαλὴ τοῦ Κατζικᾶ τοῦ τῆς Δωδεκαώρου. Καὶ͜ ͜ὁ ἐν δευτέρῳ γεννηθεὶς ἄρχων λαμπρὸς τυγχάνει καὶ πλούσιος καὶ ἔνδοξος ἐκ τῆς ἀποδημίας, τιμὰς πολλὰς δὲ λήψεται καὶ δῶρα βασιλέων, εὐτυχεστάτην γυναῖκα ἐν βίῳ τούτῳ φέρει | |
945 | καὶ τέκνων ἴδῃ προκοπὰς καὶ θησαυροὺς εὑρήσει· ἔχει δὲ 〈μέλαν〉 πρόσωπον, ἴσην τὴν ἡλικίαν· σημεῖον ἔσται μελανὸν ἐν μαστῷ καὶ ὀσφύι· | |
πρὸς κλιμακτῆρας ἀφορῶν ἐτῶν τῶν ἐν τῷ βίῳ τὸ ἔννατον, δωδέκατον καὶ μετὰ τοῦτον δύο· | ||
(950) | ἐτῶν σαράντα ἔξελε τέσσαρα πάλιν ταῦτα, ἐπιβαλὼν ἕνα ψηφὶν τοῖς τέσσαρσιν ἐν Ψήφῳ, εὐθὺς εὑρήσεις τάχιστα τετρὰς δέκα καὶ ἕνα. πρὸς τούτοις πενήντα ὀκτὼ, ἀλλὰ καὶ ἑξήντα τρία, ἑβδομήντα καὶ τέσσαρα, ὀκτὼ καὶ ὀγδοήντα. | |
955 | Παρανατέλλει τάδε 〈δὲ〉 τῷ δεκανῷ τῷ μέσῳ· Ἁρματηλάτης σὺν παιδὶ, τὰ ἐμπρὸς τοῦ Κενταύρου, τοῦ Σκάφους τὸ μεσαίτατον καὶ τῆς Ἀχερουσίας, σὺν τούτοις καὶ Συνέδριον καὶ τὰ μέσα τοῦ Τράγου, τῇ κλήσει τε καὶ Κατζικᾶ τοῦ τῆς δωδεκαώρου. | |
960 | Ὁ δ’ ἐν τῷ τρίτῳ δεκανῷ σχέτλιος ἔσται πάνυ, εὐσχήμων, πλουσιόψυχος, πολύφιλος δὲ μᾶλλον, ἐν δημοσίαις ἀσχολῶν καὶ γνωστὸς ὢν ἐν τόποις καὶ πρὸς γυναῖκας δυστυχής· οὐ γὰρ παρθένον λάβοι· θετὸν υἱὸν ἐκθρέψεται, ἀλλὰ καὶ παῖδας τέξει, | |
965 | τινὲς τῆς τύχης τούτων δὲ καὶ στεφανηφοροῦσι καὶ πόλεων κατάρξουσιν, ἂν Ζεὺς προσεπιβλέπῃ· ἄσπροι, ξανθοὶ τὰ πρόσωπα, ὀφθαλμοὶ δὲ ψεκτέοι, πόνοι περὶ τὰ νευρικά· χρόνων δὲ κλιμακτῆρες· τὸ ἄλφα μόνον ψήφισον, τὸ θῆτα πάλιν οὕτως, | |
970 | ἰῶτα καὶ ἄλφα πρόσεχε, τὸ κάππα μὲ τὸ γάμμα, τὸ λάβδα διπλογάμματον, τὸ μῦ τε καὶ τὸ βῆτα, τὸ νῦ καὶ θῆτα μὲ τὸ ξῖ καὶ μετ’ αὐτοὺς τὸ ἦτα, τὸ ο δὲ μὲ τὸ πίσημον καὶ παρέκει οὐχ ὑπάγει. Εἰς δὲ τὸ μεσεμβόλημα κρεῖττον μὴ ἐγεννήθη | |
975 | ἄνθρωπος πολυβάσανος· ἕξει γὰρ σηπεδόνας, ἑλκώσεις καὶ ῥευματισμοὺς, σύριγγας καὶ φακώσεις, βρογχοκήλας καὶ ὕδερον, κιρσοὺς ἐκλελυμένους. Τῷ δὲ τριτάτῳ δεκανῷ παρανατέλλει τάδε· τοῦ Κενταύρου τὰ ὄπισθεν καὶ τὰ τέλη τοῦ Σκάφους, | |
980 | Ἀχερουσιᾶς τὸ λοιπὸν δὲ, Ἀριάδνη κειμένη, ἔχουσα χεῖρα τὴν λαιὰν ἐπὶ τὴν κεφαλήν της, σὺν αὐτῇ καὶ ὁ Στέφανος ὁ ταύτην ἔχων κλῆσιν καὶ κεφαλαὶ λεγόμεναι Ἀδωνιβασιλίδος, ὃν καὶ καλοῦσιν Οὐρανὸν, καὶ τὰ τέλη τοῦ Τράγου. | |
985 | Ὁ δὲ Ζυγὸς τὸ ζῴδιον δισώμου τάξιν ἔχων — ἐκ γὰρ χηλῶν συνίσταται καὶ τῶν πλαστίγγων τούτου — ἔχει δὲ καὶ τὰ ὅρια τῶν πέντε πλανωμένων· ἀπὸ μὲν πρώτης ἕκτης τε ὁ Κρόνος ἐπιβλέπει, καλεῖται δὲ ἀφαίρεσις καὶ κάκωσις τῶν ὄντων. | |
990 | ἀπὸ δ’ ἑβδόμης καὶ αὐτῆς τεσσαρεισκαιδεκάτης Ἑρμῆς καταστερίζεται καὶ παίδευσις καλεῖται, εἰς πραγματείαν εὔστοχος καὶ προκόπτοντας λόγων. ἐκ δὲ τῶν πεντεκαίδεκα καὶ εἰκοστῆς τῆς πρώτης ὁ Ζεὺς καλεῖται μερισμὸς, κληρονόμος καὶ δόσις. | |
995 | ἐκ δὲ δευτέρης εἰκοστῆς μέχρι καὶ τῆς ὀγδόης ταύταις πολεύει καὶ κρατεῖ κάλλιστος Ἀφροδίτη, ἐν αἷς φιλοκαθάριοι, τρυφαὶ, εὐεργεσίαι, φιλοκύνηγοι θαυμαστοὶ, ἀλλὰ καὶ παλαιστρῖται. ἐννάτης δὲ τῆς εἰκοστῆς καὶ μέχρι τριαντάδος | |
(1000) | Ἄρης ἔχει τὴν δύναμιν, αἳ καὶ ἰσχὺς καλοῦνται στρατιαί τε ἀλλ’ ἔνδοξοι, ἀλλὰ καὶ στρατηγίαι. Ὁ δὲ Ζυγὸς 〈τὸ〉 ζῴδιον ἐξουσιάζει χώρας Λιβύην Κυρηνίαν τε, Βακτριανὴν, Κασπίαν, Σηρικὴν καὶ Θηβαΐδα τε, Ὀασίδα Τρωγλοδύτων· | |
1005 | τῶν δὲ 〈τοῦ〉 σώματος μερῶν γλουτῶν τε καὶ βουβώνων. μηρῶν, ἰσχίων, κύστεως καὶ κώλων ὀπισθίων. Ἔχει δ’ ἀστέρας Κένταυρος προσεπὶ τὸ κεφάλιν, ἐπὶ τῶν ὤμων τῶν αὐτοῦ ἀναπρὸς ἕνα, δύο εἰς τὰ ἔμπροσθεν τοῦ σώματος, εἴσω καὶ ἀστέρας δύο, | |
1010 | πρὸς δὲ τὸ στῆθος ἵππειον ἕνα πάλιν ἀστέρα, ἐπὶ τῆς ῥάχης ἕτερον, εἰς τὴν κοιλίαν δύο, ἐπὶ τῆς κέρκου ἄλλους τρεῖς καὶ τοῦ ἰσχίου ἕνα, ἐν γούνασι τοῖς ὄπισθεν ἄστρον ἀναπρὸς ἕνα, ἐφ’ ἑκατέρας τῆς ὁπλῆς πρὸς ἕνα τῶν ἀστέρων, | |
1015 | τοὺς πάντας εἴκοσι καὶ ἓξ μικρούς τε καὶ μεγάλους. Τὸν δὲ Ζυγὸν διέρχεται ὁ Ἥλιος ἡμέρας ἀπὸ τοῦ Θὼθ τῶν δεκαοκτὼ, λέγω τοῦ Σεπτεβρίου, μεχρὶ Φαωφὶ τῶν ἑπτὰ καὶ δέκα Ὀκτωβρίου. Εἰ σεισμὸς ἐπιβήσεται ἐν ἡμέρᾳ γενέσθαι, | |
1020 | Βακτρίαν καὶ Κασπίαν τε, χώρας τῆς ἄνω͜ ͜Ἀσίας, | |
Λιβύης Τρωγλοδυτικὴν Θήβας τε Αἰγυπτίας, ταύτας κακῶς πραχθήσονται οἱ κρατοῦντες τὰς πόλεις· ἐξαναστῇ τὸ πλῆθος γὰρ ἐξ ἀπογνώσεως τούτων· οἱ δὲ τῶν χώρων σύνοικοι ξενιτευθῶσιν ὅλως, | ||
1025 | ἐκ δὲ στρατοῦ βαρβαρικοῦ ἐκταραχθῶσιν τόποι· κινδυνεύσουσιν ἄρρενες ἐκ τὴν τοῦ ζώδιου φύσιν. Εἰ κεραυνὸς διάπυρος πρὸς γαῖαν ἐπισκήπτων, ἐκ φιλάρχου τὰ πράγματα καὶ κακίας ἀπλήστου ὑποταγοῦνται παρ’ αὐτοῦ, ὕβρις δὲ ἐν τῖς θείοις | |
1030 | ἀνενεχθῇ παρὰ κακῶν ἀνδρῶν καὶ μιαιφόνων. τὰ δὲ τοῦ πολιτεύματος πάντα καταβαλοῦνται, καὶ δίκαιον οὐχ ἕξουσιν ἐκ τῶν αὐτοκρατόρων καὶ δῆμοι τὸ δεινότατον ταραχθήσονται λίαν καὶ φανερῶς ἐπιδειχθῇ ἡ βουλὴ τοῦ ὑψίστου· | |
1035 | Σελήνης οὔσης ἐν Ζυγῷ 〈εἰ〉 ἐν ἡμέρᾳ βροντήσει, ἀγαθὰ πλεῖστα μέροπες ἀπὸ τῶν Αἰγυπτίων μετὰ χαρᾶς προσλήψονται μὴ προσδοκοῦντες ταῦτα. εἰ δὲ νυκτὶ γενήσεται, καρπῶν ἡ ἀφθονία δαπανουμένη συνεχῶς βαρβαρικῶν ἐξ ὄχλων, | |
1040 | φθαροῦσιν δ’ ὑπὸ πόλεμον πάντως τῶν στρατευμάτων. | |
1041t | 〈Σκορπίος.〉 | |
1041 | Ἀπὸ τὸ ζῴδιον τὸν Ζυγὸν θέλομεν τὸν Σκορπίον ὡς θηλυκὸν, νυκτερινὸν, ἄφωνον, ὑδατῶδες, στερεὸν, μετοπωρινὸν, πικρὸν, ὀρθὸν, ὀργίλον. πολύσπορον, κατωφερὲς, ἀλφῶδες καὶ λεπρῶδες, | |
1045 | κυρτῶδες, ἀμετάβλητον, κόσμου καλὴ δὲ τύχη, Ἄρεος οἶκος πέφυκεν, ὕψωμα οὐδενός 〈τε〉, ταπείνωμα Σελήνης δὲ πρὸς τὴν τριτάτην μοῖραν, πρὸς τρίγωνον ἡμέρας δὲ πέλει τῆς Ἀφροδίτης, νυκτὸς δὲ πρὸς τὸν Ἄρεα φέρει τόδε τὸ σχῆμα, | |
(1050) | ἐπίκοινον Σελήνης τε, δεκανοὺς τρεῖς ἐπέχων. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ συνανατέλλει ταῦτα· τοῦ Κενταύρου τὰ ὄπισθεν, Ταύρου δωδεκαώρου... τῷ δὲ δευτέρῳ Ἀσκληπιὸς, τὰ μέσα τοῦ Κενταύρου, | |
τῷ τρίτῳ δὲ τὰ ἔμπροσθεν πάντα τὰ τοῦ Κενταύρου | ||
1055 | Λαγωὸν ἐπιφέροντα, πρὸς δὲ καὶ Ὀφιοῦχος, καὶ Ταύρου τὸ λειπόμενον τοῦ τῆς δωδεκαώρου. Ἔχουσι δὲ καὶ πρόσωπα οἱ δεκανοὶ καὶ φύσεις· ὁ πρῶτος φέρει Ἄρεος, ὁ δεύτερος Ἡλίου, ὁ τρίτος Ἀφροδίτης τε, ὃν καὶ παρανατέλλει | |
1060 | λαμπρὸς ἀστὴρ, καλούμενος ἔμποδος τοῦ Κενταύρου, μεγέθους μέσου, κράσεως Διός τε καὶ τοῦ Ἄρη· Καλοῦνται Σαρακηνιστὶ καὶ κατὰ Πτολεμαῖον Στιπχνίε μὲν ὁ πρώτιστος, Σέσμε δὲ καὶ ὁ μέσος καὶ Σίετο 〈ὁ〉 τρίτατος ἰσόμοιρος τῶν ἄλλων. | |
1065 | Οἱ γεννηθέντες ἄνθρωποι ἐν δεκανῷ τῷ πρώτῳ ἀγχίνοοι καὶ δίκαιοι, ἀλλὰ καὶ παιδευμένοι, καὶ γονεῖς διαστήσουσιν, ἐν πολλαῖς ταῖς ζημίαις, καὶ τόπων μεταβήσονται, ἀλλὰ καὶ κυριεύουν κτημάτων χαριζόμενοι εὐκόλως καὶ ῥᾳδίως. | |
1070 | εἰ δὲ πολλάκις ἐν αὐτῷ βλέπει καὶ Ἀφροδίτη, χρυσοῦ τεχνῖται θαυμαστοὶ, ἀλλὰ καὶ τοῦ ἀργύρου, ἐκ δὲ τῶν γυναικῶν αὐτῶν καλῶς εὐνοηθέντες. τινὲς δὲ τούτων ἀδελφαῖς συνέρχονται ἀνόμως καὶ τέκνα τὸ δεινότατον ἀπογεννῶνται ταύταις· | |
1075 | ἐπέραστοι τὸ μέγεθος ὀφθαλμοί τε μεγάλοι, στήθη καὶ ὦμοι ἔμπλατοι· κλιμακτῆρες δὲ τούτων ἐτῶν ἀποκαθίστανται ἐν τῷ παρόντι βίῳ εἰς ἔννατον, δωδέκατον, δεύτερον εἰκοσάδος, σαράντα δυὸ, πενήντα ἓξ, ἑξήντα τε καὶ τρία, | |
1080 | ἑξήντα ἐννέα, ἑβδομήντα ἓξ καὶ διπλὴν σαραντάδα, πρόσθησον ταῦτα καὶ τὸ ε καὶ τὰ ἐνενήντα τρία. Καὶ ὁ δεύτερος ἀποτελεῖ μεγάλους καὶ πλουσίους, πεπαιδευμένους καὶ γλυκεῖς τῷ λόγῳ καὶ τὰς φρένας, κτωμένους πλεῖστα δι’ αὑτῶν καὶ γνωρίμους ἐν πᾶσι, | |
1085 | δουλευομένους δὲ 〈πολλὰ〉 ἀπὸ τῶν ἐλευθέρων, πολλῶν τεχνῶν καὶ μουσικῆς κατορθώσαντας τούτους. ἂν δ’ Ἄρης πρὸς σχηματισμὸν τῷ δεκανῷ προσβλέπῃ, τομὰς καὶ καύσεις καὶ σπασμοὺς περὶ τὰ ἄκρα φέρει· | |
ἔχοντας δὲ καὶ τὰς μορφὰς ἐκ δεκανοῦ δευτέρου· | ||
1090 | εὔμορφα μὲν τὰ πρόσωπα, τὴν κεφαλὴν μεγάλην, μέσους περὶ τὸ μέγεθος καὶ τὸ μέλος ἀστεῖον. οἱ περὶ τούτου θάνατοι μηνύουσι τὸν χρόνον τὸν ἕβδομον, ἑνδέκατον, τὸ εἰκοστὸν μὲ τὸ βῆτα, τὸ λάβδα μετὰ τρία τε, τὸ μῦ δὲ καὶ τὸ βῆτα, | |
1095 | τὸ νῦ, τὸ ζῆτα μὲ τὸ ξῖ, σύμμιξον μὲ τὸ ἄλφα τὸ ο, τὸ γάμμα καὶ τὸ πῖ, σὺν αὐτῷ καὶ τὸ δέλτα· ἔμειναν ὀγδοήντ’ ἐννεὰ τὰ ἔσχατα τοῦ βίου. Ὁ δ’ ἐν τῷ τρίτῳ δεκανῷ γεννώμενος πιτζίλης, ζημίας μὲν καὶ ξενισμοὺς, καὶ τύχῃ μετεώρων· | |
(1100) | ἀρρωστῶν δὲ τὰ μέγιστα καὶ ψυχὴν καὶ τὸ σῶμα· ἐχθροὶ δὲ τοῦτον οἱ δεινοὶ ταράξουσι μεγάλως· πρὸς δὲ γυναῖκα τὸ καλὸν οὐδ’ ὅλως ἐπιβλέψει· ἔσται γὰρ ἀκατάστατος πρὸς μάχην τε καὶ δούλας. ἐκείνη πάλιν βλέπουσα τὸ συρπετὸν τοῦ ἀνδρός τε | |
1105 | κυκλέαν τὸν κρούει εἰς τὸ μέτωπον καὶ οὐ καταδέχεταί τον. ἐπὶ δὲ τέκνα λυπηθῇ ἐν ἡλικίᾳ πρώτῃ καὶ τόπων ἄλλων ἄρξεται. ἐν ἐσχάτοις δὲ χρόνοις καλὴν πυμάτην λήψεται· εἰ βλέπει Ἀφροδίτη, ἐκ μουσικῆς τε καὶ ῥυθμῶν φήμας ἕξει καὶ πράξεις, | |
1110 | τεχνίτης δὲ περὶ χρυσοῦ καὶ ἀργύρου τυγχάνει. τὰ περὶ δὲ τοῦ σώματος σημεῖα φέρει τάδε· μικρὸς, μελάγχρους, λαίμαργος, μῶμος περὶ τὸ σῶμα | |
1112 | ................ ἐννάτῳ καὶ δεκάτῳ τε, τεσσαρεισκαιδεκάτῳ, διπλῷ ἐννάτῳ νόησον καὶ εἰκοστῷ δευτέρῳ | |
1115 | καὶ τῷ πρωτίστῳ τριακοστῷ, σαρακοστῷ τῷ τρίτῳ, πεντηκοστῷ καὶ πέμπτῳ τε, ἑξηκοστῷ ὁμοίως, τετάρτῳ ἑβδομηκοστῷ, ὀγδοήντα τὸ τρίτον, σὺν τούτοις καὶ τὸ ἕβδομον πάλι τῶν ὀγδοήντα. Εἰς δὲ τὸ μεσεμβόλημα γεννώμενος ὁ τάλας | |
1120 | συντόμως ἐκβληθήσεται ἀπὸ τῶν γεννητόρων· εἰ δὲ πολλάκις ἐν αὐτῷ Διός ἐστι τὸ σχῆμα, ἐπανακάμπτει πρὸς γονεῖς ἢ πρὸς ἑτέρους ξένους. Ἔχει δὲ καὶ τὰ ὅρια τῶν πέντε πλανωμένων· ἀπὸ μὲν πρώτης μοίρας τε μέχρι καὶ τῆς ἑβδόμης | |
1125 | Ἄρης ἐπάρχει καὶ κρατεῖ καὶ ἁρπαγὴ καλεῖται, | |
ἐγκράτεια καὶ πρόσθεσις, ἀλλὰ τῶν ἐναντίων. οἱ γεννηθέντες ἐν αὐτοῖς ὀξεῖς τῇ ταχυτῆτι καὶ φρόνιμοι τυγχάνουσι καὶ σύντομοι τῇ φύσει· ἀπὸ δ’ ὀγδόης καὶ αὐτῆς μέχρι τῆς ἑνδεκάτης | ||
1130 | ὅρια Ἀφροδίτης τε καὶ προκοπαὶ τυγχάνουν· ἐξ ἀνελπίστων πόρων δὲ τυγχάνουσι τῆς τύχης φιλότεχνοι, φιλόμουσοι καὶ ἀγαθοὶ δὲ μᾶλλον. ἐκ δὲ μοιρῶν τῶν δώδεκα ἕως δεκαεννέα Ἑρμοῦ καὶ κέκληται μονή· καὶ γὰρ ἐπιτροπεία. | |
1135 | καὶ ἀπὸ μοίρας εἰκοστῆς καὶ αὐτῆς τῆς τετάρτης ὁ Ζεὺς καλεῖται αὔξησις προκοπή τε καὶ δόξα, κτημάτων 〈τε〉 χαριστικὸς, πρὸς δὲ καὶ κυριότης· ἀπὸ δὲ πέμπτης εἰκοστῆς καὶ μέχρι τριαντάδα Κρόνος ἀνάγκη λέγεται καὶ ἀνοχὴ τυγχάνει. | |
1140 | Ἔχει δὲ καὶ τὰ κλίματα τὰ ὑποτεταγμένα· Γαιτούλους καὶ Μαυριτανοὺς, Ἰταλοὺς, Καππαδόκας, Κομάνους καὶ τοὺς Σύρους τε τοὺς πλησίον Εὐφράτου. Τῶν δὲ τοῦ σώματος μερῶν ὑποτάσσει τὸ ζῴδιον αἰδοίων καὶ τῆς κύστεως, βουβώνων καὶ τῆς ἕδρας. | |
1145 | Τέμνει δὲ τοῦτον Ἥλιος ὅσον τῶν ἄλλων ζῴδιων ἀπὸ τὰς δεκαοκτὼ Φαωφὶ, τοῦ Ὀκτωβρίου λέγω, ἕως Ἀθὺρ τῶν δεκαὲξ, μηνὸς τοῦ Νοεμβρίου. Ἔχει δ’ ἀστέρας ἐν αὐτῷ ζῴδιον τοῦ Σκορπίου δύο ἐν ταῖς χηλαῖς αὐτοῦ καὶ τρεῖς ἐπὶ τῆς ῥάχης, | |
(1150) | μᾶλλον ἐπὶ τὸ μέτωπον ἕναν λαμπρὸν τὸν μέσον, καὶ ἐπὶ τῆς κοιλίας δυὸ καὶ εἰς τὴν οὐρὰν πέντε. Ἡλίου ὄντος ἐν αὐτῷ εἰ σεισμὸς ἐπιτύχῃ, ἀκαταπαύστοις ἐμπρησμοῖς δεινῶς ἐκτεφρωθείη ἅπαντα τὰ περίχωρα τὰ ὑποτεταγμένα | |
1155 | Συρίας καὶ Ἀσίας τε, 〈τὸ〉 μέσον τῆς Εὐρώπης 〈τῶν〉 Ἰταλῶν καὶ Τυρσηνῶν μέχρι δύνοντος νότου πόλεμοί τε προσέσονται ταῖς ἀτυχοῖς νεολαίαις, βάρβαροι δὲ καθέξουσι Ῥωμαίους ἀνακόντως, καὶ ἆθλοι κατὰ γυναικῶν ὄντος θηλέου ζῴδιου. | |
1160 | Εἰ δὲ πρὸς δένδρα κεραυνὸς, πλοῦτον τῇ δεσποτίδᾳ, τοῦ δένδρου ἐπαγγέλλεται, κίνδυνον δὲ πρὸς πλοῖα, δυστυχὴς καὶ τοῖς γεωργοῖς ὁ καρπὸς ἐπιβαίνει. εἰ δὲ πρὸς τὸ δημόσιον ὁ κεραυνὸς ἐμπέσῃ, τὸ σκῆπτρον ἐπιλάβειε νέος αἴσχιστος λίαν | |
1165 | ἀνδρῶν ἀσώτων καὶ δεινῶν αὐτῷ προσβοηθούντων. ἐπὶ δὲ τείχους ἐμπεσὼν, ἐκ πολέμων τὸ βάρος δεινῶς ἐπιβλαβήσεται, ἔσχατον δ’ ἀστοχήσουν ἢ μᾶλλον δυστυχήσουσιν 〈ἢ〉 εἰπεῖν οἱ πολεμοῦντες· ἕξουσι βλάβας ἐν αὐτοῖς πολεμοῦντες τὴν πόλιν. | |
1170 | Σελήνης ἐν Σκορπίῳ τε εἰ βροντήσει συμβαίη, ἀνὴρ πεσεῖται δυνατὸς πολιτευμάτων πρῶτος, καὶ ἄφθονος γενήσεται ὁ σῖτος ἐν ταῖς χώραις, τὰ θήλη κινδυνεύσουσιν ἐκ φύσεως ζῳδίου. | |
1174t | 〈Τοξότης.〉 | |
1174 | Ὁ Σκορπίος τέλος ἔλαβεν, ἰδοὺ καὶ ὁ Τοξότης, | |
1175 | ἀρσενικὸν, ἡμερινὸν, ἀνωφερὲς, πυρῶδες, ἀγαθὸν, ὀλιγόγονον, ἀλλὰ καὶ αἰνιγματῶδες, ἡμιτελὲς, βασιλικὸν 〈καὶ〉 ἡγεμόνας ἔχον, τοῦ μετοπώρου, συνετὸν ὀρθόν τε καὶ φωνῶδες, τοῦ κόσμου 〈δὲ〉 ἀπόκλιμα, εὐμετάβολον λίαν, | |
1180 | οἶκος Διὸς καὶ λαμπηνὴ μοιρῶν πέντε καὶ δέκα· πρὸς τρίγωνον ἡμέρας μὲν Ἡλίου σελασφόρου, πρὸς δὲ τὸν Δία νυκτερινὸν τόδε τὸ σχῆμα φέρει. Ἔχει δὲ καὶ τοὺς δεκανοὺς ἴσους τῶν ἄλλων ζῴδιων· ὁ πρῶτος Ῥιὸ λέγεται, ὁ δεύτερος δὲ Σεέμε, | |
1185 | ὁ δὲ καὶ τρίτατος Κομμὴ ἐκ λαμπροτάτης τύχης. Φέρουσι δὲ καὶ πρόσωπα οἱ δεκανοὶ καὶ φύσεις· ὁ πρῶτος ἔχει τοῦ Ἑρμοῦ, ὁ δεύτερος Σελήνης, τοῦ Κρόνου δὲ ὁ τρίτατος, ὃν 〈καὶ〉 παρανατέλλει λαμπρὸς ἀστὴρ καὶ μέγιστος πέλων ἐπὶ τῆς Λύρας | |
1190 | καὶ Λυρικὸς καλούμενος, κράσεως Ἀφροδίτης. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλει τάδε· Δαίμων τις κατακέφαλα Τάλας προσκεκλημένος καὶ Κόραξ ψαύων κεφαλῆς αὐτοῦ, λέγω τοῦ Τάλα, ἀπεστραμμένος δὲ Κύων καὶ κεφαλὴ ὀρνέου, | |
1195 | ταχυτάτου Ἱέρακος τοῦ τῆς δωδεκαώρου· τῷ δὲ δευτέρῳ δεκανῷ Κηφεὺς παρανατέλλει εἰσβάλλων κατὰ τοῦ Θηρὸς δεξιὰν αὐτοῦ χεῖρα, καὶ τὸ μέσον τοῦ Ἱέρακος τοῦ τῆς δωδεκαώρου, τῷ δὲ τριτάτῳ δεκανῷ ἡ κάρα τοῦ Θηρίου, | |
(1200) | τῆς Ἄρκτου τὸ ἡμίτομον, τὸ λοιπὸν τοῦ Δελφῖνος καὶ Πελαργός τις κάτωθεν ἐν τῇ δωδεκαώρῳ. Ἀποτελεῖ 〈ὁ〉 πρώτιστος ἀγαθοὺς, ζηλοτύπους, εὐχρηματίστους καὶ καλοὺς σωθέντας τ’ ἐκ κινδύνων καὶ ὀψομένους θάνατον ἰδίων γεννητόρων | |
1205 | καὶ πολλοὺς διατρέφοντας ὡς ἐξ ἀγαθοσύνης, ἀρχιερεῖς καὶ στρατηγοὺς, ἀλλὰ καὶ ἐπιτρόπους καὶ κέρδος μέγαν ἕξοντας ἐκ γυναικῶν πλουσίων, τὸ μῆκος λίαν εὐπρεπεῖς, τοὺς ὀφθαλμοὺς ὡραίους, τὰς μύτας μακρυλούτζικες ὀφρύας τε μεγάλας. | |
1210 | κλιμακτῆρες δ’ ὑπόκεινται ἐν ἔτει ἑνδεκάτῳ τῷ εἰκοστῷ δευτέρῳ τε, τριακοστῷ τῷ τρίτῳ, τῷ ἕκτῳ τεσσαρακοστῷ, πεντηκοστῷ τριτάτῳ, ἑξήντα τριὰ, ἑβδομήντα τριὰ, ἕκτον τῶν ὀγδοήντα. Ὁ δεύτερος δὲ δεκανὸς πένητας καὶ ἀρρώστους, | |
1215 | ὑπὸ συμβίων μάλιστα προσευεργετουμένους, λαβόντας πεῖραν τὴν δεινὴν ἐκ τομῆς αἱματώδους. εἰ δ’ ἴσως ἀγαθοποιὸς ἀστὴρ προσεπιβλέπει τὰ κακὰ διαλύσοντας, πραγματευτὰς δὲ τούτους ἐκ χρυσοῦ καὶ ἀργύρου τε συντόμως καταστήσει, | |
1220 | πλὴν ὠχροὺς μὲν τὰ πρόσωπα, εὐόφρυας δὲ τούτους, ἰσχνοὺς σπονδύλους ἔχοντας, σημεῖον ἐν τὸ στῆθος. ἰῶτα καὶ ἄλφα ψήφισον, ἰῶτα καὶ τὸ θῆτα, τὸ κάππα καὶ τὸ πρώτιστον, τὸ λάβδα μὲ τὸ βῆτα τὸ μῦ τε μὲ τὸ πίσημον, τὸ νῦ δὲ μὲ τὸ ἄλφα, | |
1225 | τὸ ξῖ, τὸ ἄλφα καὶ τὸ ο, σὺν αὐτῷ καὶ τὸ βῆτα, ἔσχατον ἐνενήκοντα, σὺν τούτοις καὶ τὸ θῆτα. Ὁ τρίτατος 〈δὲ〉 δεκανός· πλουσίους ἐκτραφῆναι ἐκ γεννητόρων εὐγενῶν, ἀλλὰ καὶ παιδευμένων, πολλῶν ἐπιτροπεύοντας ἀρχόντων μεγιστάνων, | |
1230 | ἐγγὺς δὲ τούτους ἵστασθαι εἰς βασιλεῖς μεγάλους. εἰ δὲ καὶ μαρτυρήσει τους ὁ Ζεὺς κατὰ τὸ σχῆμα, ἐνδόξους καὶ βασιλικοὺς, δοξασθῆναι ἐν βίῳ | |
καὶ πόλεις ὑποτάσσοντας ἐν πολλῆς τῆς ἰσχύος. εἰ δὲ πάλιν ὁ δεκανὸς ἐκ Κρόνου ὁραθείη | ||
1235 | εἴτ’ ἐπὶ Κρόνου ὅρια οὗτος προσανατέλλει, χρημάτων ἀποβάλλοντας πρὸς ἔχθρας τε καὶ μάχας· ἔχοντας τὰ τοῦ σώματος ἐπισήμους τοιάδε· εὔμηκες μὲν τὸ μέγεθος, τὸ πρόσωπον ὡραῖον καὶ τὸν λαιὸν τὸν ὀφθαλμὸν ὡς ὑποκεχυμένον, | |
1240 | τὸ στῆθος μὲν εὐρύτερον, ἀλλὰ καὶ τολμητίας. πρὸς δ’ ἔτος τὸ ἑνδέκατον καὶ εἰκοστὸν τὸ ἕκτον, ἐκ τῶν σαράντα ἔκβαλον τεσσάρων μόνον ψῆφον καὶ νόησον· ἀπέμειναν λοιπὸν ἓξ καὶ τριάντα, σαράντα δυὸ, πενήντα ἓξ, ἑξήντα, ἑβδομήντα, | |
1245 | πρὸς δὲ τοὺς ἑβδομήκοντα αὔξησον, νὰ ἔνι λίτρα· ὀξεῖα τε καὶ σιχαντὴ ἡ πυμάτη τοῦ βίου· καὶ γὰρ ἄφυκτον ἐν αὐτῇ τὸ τοῦ θανάτου τέλος. Εἰς δὲ τὸ μεσεμβόλημα τὸν γεννηθέντα τοῦτον ἐπίψογον, σαλούτζικον φέρει τὴν ἡλικίαν· | |
(1250) | εἰ δὲ καὶ θῆλυ πέφυκεν ὡς ἐκ τοῦ θεματίου, ἔσται καὶ κούρβα ἀκράτητος ὡς ἡ Κρουσταλλινίτζα· ὕστερον δὲ ἡ ταπεινὴ ἐκ πολλῶν ἐλασθεῖσα μεγίστῳ συνελεύσεται ἀνδρὶ καὶ συγκοιτάσει καὶ παρ’ αὐτῷ προσμένουσα σώφρονα βίον ἕξει. | |
1255 | Ἰδοὺ τὰ πάντα τῶν δεκανῶν· θέλομεν τῶν ὁρίων· ἀπὸ ζῳδίου πρώτης γὰρ καὶ μέχρι δωδεκάτης ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ δύναμις καλεῖται. ἐκ γὰρ τούτων τῶν δώδεκα εὐθὺς ἀποτελοῦνται ἡγεμόναι καὶ βασιλεῖς πανάρετοι τὸν βίον. | |
1260 | ἀπὸ δὲ τούτων τῶν μοιρῶν ἕως ἑπτὰ καὶ δέκα ἡ κάλλιστος καὶ θαυμαστὴ προσβλέπει Ἀφροδίτη, ἥτις καὶ ῥῆσις κέκληται, ἀλλὰ καὶ πλοῦτος μέγας· τινὲς δ’ ἐκ τούτων γίνονται, τῶν μοιρῶν λέγω ταύτης, ἀγαθοὶ καὶ φιλόμουσοι· τόδε κακὸν καλεῖται. | |
1265 | ἀπὸ δὲ τούτων τῶν μοιρῶν καὶ εἰκοστῆς τῆς πρώτης Ἑρμῆς δυναμοδύναμος, ὃς καὶ πρᾶξις καλεῖται· | |
ἀποτελεῖ γὰρ πρακτικοὺς, φιλολόγους, ῥᾳθύμους, εὐφυεῖς ἐπισήμους τε, ἀλλὰ καὶ νοταρίους. ἐκ δὲ δευτέρας εἰκοστῆς ἕως αὐτῆς τῆς ἕκτης | ||
1270 | Κρόνος ἐπιστρατεύεται καὶ εὐτυχὴς τυγχάνει. ἀπὸ δ’ ἑβδόμης εἰκοστῆς καὶ μέχρι τριαντάδος Ἄρης κατεκυρίευσε, μετάπτωσις καλεῖται, ἐξορισμοὺς καὶ κακώσεις καὶ τὸ δεινὸν, πενίαν. Ὁ δὲ Τοξότης σύγκειται ἐξ ἀστέρων γνωρίμων, | |
1275 | τὴν κλῆσιν ἐπελάβετο τῆς ἑκατηβολίας· δυὸ γὰρ ἐπὶ κεφαλῆς οὗτος ἀστέρας ἔχει, ἕνα εἰς τὸν ἀγκῶνά του πρὸς δεξιὸν τὸ μέρος, ἐπὶ τὴν ἄκραν τῆς χειρὸς ἄλλον ἀστέρα ἕνα, μέσα εἰς τὴν κοιλίαν του ἕναν μέγαν παρ’ ὅλους, | |
1280 | ἐπὶ τὴν ῥάχην δύο τε, ἐπὶ τῆς κέρκου δύο, εἰς γόνυ δὲ τὸ ἔμπροσθεν καὶ τοῦ ποδὸς τὸ ἄκρον καὶ εἰς γόνυ δὲ τὸ ὄπισθεν ἄλλον ἀναπρὸς ἕνα· τοῦ δὲ Τοξότου ὁ οἰστὸς ἐπὶ τὸ βέλος ἕνα, κατὰ τοῦ ξύλου μέσον δὲ ἕναν λαμπρὸν ἀστέρα, | |
1285 | ἐπὶ δὲ τοῦ χηλώματος ἀστέρας ἄλλους δύο. Τὸ ζῴδιον τοῦ Τοξότου δὲ οἱ τόποι τῶν κλιμάτων ὑπόκεινται καὶ φαίνονται ὡς ἐκ τοῦ Ῥητορίου· Ἀραβίας εὐδαίμονος, Κιλικίας καὶ Τύρου ἁπάσης γαίης Κελτικῆς, πρὸς δὲ καὶ Ἱσπανίας, | |
1290 | τῶν δὲ τοῦ σώματος μερῶν μηρῶν τε καὶ βουβώνων· ἀποτελεῖ δὲ φαλακροὺς ἢ καὶ περισσομέλους, ἔχοντας συγγενήματα ἴσως καὶ ἐπιλήψεις, πήρωσιν καὶ τῶν ὀφθαλμῶν, πόνους ἐκ τῶν ῥευμάτων. Καὶ τοῦτο δὲ τὸ ζῴδιον διέρχεται Φωσφόρος | |
1295 | ἐν ἤμασι τριάκοντα πρὸς μῆνα τὸν Ἀθύρα, τοῦτ’ ἔστιν τοῦ Νοεμβρίου ἐκ τῶν ἑπτὰ καὶ δέκα μέχρι Χοιὰκ τῶν δεκαεπτὰ, τοῦ Δεκεμβρίου λέγω. Εἰ συμβῇ μὲν γενήσεσθαι σεισμὸς κατὰ τὴν γαῖαν, ὡς ἐκ λιμοῦ φθαρήσονται τὰ γεννήματα πάντα | |
(1300) | τῶν χωρῶν καὶ τῶν πόλεων τῶν ἀναγεγραμμένων. πόλεις δὲ κινδυνεύσουσίν τινες ἐκ κατομβρίας, πρὸς δὲ φύσιν τὴν ἄρρενα βλάβη μεγίστη, νόει. Πρὸς τούτοις δὲ καὶ κεραυνὸς εἰ πεσεῖται πρὸς χθόνα, | |
εἰ μὲν πρὸς ὕλην, ἐμπρησμοὺς ταῖς ναυσὶ προμηνύει, | ||
1305 | εἰ δ’ ἐπὶ ποταμὸν αὐτὸς, ναυμαχίων πολέμους, ὡς ἐρήμους κατὰ πολὺ τοὺς ἀνθρώπους γενέσθαι, κίνησιν δὲ καὶ τῶν Περσῶν καὶ αἰχμαλώτους πόλεις συλλήβδην ληισθήσεσθαι παρὰ τῶν πολεμίων· εἰ καὶ πολλάκις πρὸς δυσμὰς Ἡλίου ἐπισκήψει, | |
1310 | πρὸς πόλεμον ἐμφύλιον σημαίνων ἐντυγχάνει. Σελήνης δ’ οὔσης ἐν αὐτῷ, τοῦτ’ ἔστι τῷ Τοξότῃ, εἰ βροντῆσαι συμβήσεται πολλάκις ἐν ἡμέρᾳ, Πέρσαις ἀφανισμὸν δηλοῖ, φθορὰν δὲ τοῦ Σουλτάνου, οἱ καρποὶ δ’ εὐτυχήσουσιν ἐξ εὐδίου χειμῶνος, | |
1315 | πτώσεις ἀνθρώπων ἔσονται, χώραις αἰχμαλωσία· εἰ δὲ νυκτὶ γενήσεται, δηλοῖ μὲν ἐπομβρίαν καὶ κάματον ταῖς γυναιξὶ ταῖς οὔσαις πρὸς τὴν γένναν καὶ νόσους καὶ δεινότητας καὶ θανάτους ἐξαίφνης καὶ περιττεύει μὲν καρποὺς πολλοὺς ἐπὶ τὴν γαῖαν, | |
1320 | ἐλλείπεσθαι δὲ πολλαχῶς τοὺς δαπανῶντας τούτους, καὶ σάλοι ἀλλεπάλληλοι καὶ ῥήξεις τῶν ἀνέμων· ἀνὴρ δὲ δυνατώτατος συντόμως ἀπολεῖται. | |
1323t | 〈Αἰγόκερος.〉 | |
1323 | Τὸν Τοξότην πληρώσαντες Αἰγόκερον ζητοῦμεν, θηλυκὸν καὶ νυκτερινὸν, τροπικὸν καὶ πλαγίον, | |
1325 | χειμερινὸν, ἀμφίβιον, λεπρῶδες καὶ ἀλφῶδες, φθοροποιὸν καὶ ἄγονον, κάθυγρον καὶ κυρτῶδες, ἡμιτελὲς, γεωργικὸν, λεπρῶδες, ἐψυγμένον, αἰνιγματῶδες, ἀσελγὲς, κατωφερὲς, χωλῶδες· οἶκος τοῦ Κρόνου πέφυκεν ὕψωμά τε τοῦ Ἄρη | |
1330 | περὶ μοίρας εἴκοσι ὀκτὼ, ταπεινοῖ δὲ τὸν Δία πρὸς μοίρας πεντεκαίδεκα, ἰσόμοιρον τῶν ἄλλων, καὶ τρίγωνον ἡμέρας μὲν τῆς Ἀφροδίτης πέλει, νυκτὸς τῆς ἡδυτάτης δὲ Σελήνης φωτοδόχου. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ τὸ ἥμισυ τῆς Ἄρκτου | |
1335 | τῆς μεγάλης καὶ Νηρηὶς καὶ Λύρα καὶ ἡ κάρα Ἰχθύος καὶ τὰ ἔμπροσθεν τοῦ Κυνοκεφαλίτζη, τῷ δὲ δευτέρῳ δεκανῷ Γυνὴ ἐπὶ τοῦ θρόνου καὶ τοῦ Τροχοῦ τὸ ἥμισυ καὶ τὸ μέσον Ἰχθύος, | |
ἀλλὰ καὶ τὸ μεσαίτατον τοῦ Κυνοκεφαλίτζη· | ||
1340 | ἐν δὲ τῷ τρίτῳ δεκανῷ ταῦτα παρανατέλλει. τὸ λοιπὸν ἀπὸ τοῦ Τροχοῦ καὶ ἡ οὐρὰ τοῦ Ἰχθύος καὶ Δαίμων ἄνευ κεφαλῆς βαστῶν τὴν κεφαλήν του, Θυτήριον καὶ τὰ ὄπισθεν τοῦ Κυνοκεφαλίτζη· οὗτος δ’ ὁ Κυνοκέφαλος ἔστι δωδεκαώρου. | |
1345 | Φέρουσι δὲ τὰ πρόσωπα ἐπὶ τῶν πλανωμένων· ὁ πρῶτος φέρει τοῦ Διὸς, Ἄρεος δὲ ὁ μέσος, ὁ τρίτος τοῦ Ἡλίου τε, ὃν καὶ παρανατέλλει λαμπρὸς ἀστὴρ καὶ μέγιστος πρὸς μοίρας τῆς ἑβδόμης, μεγέθους πρώτου, Ἄρεος καὶ Διὸς κρᾶσιν ἔχων. | |
(1350) | ἀλλὰ καὶ ὀνομάζεται ἐξ Αἰγύπτου τοιῶσδε, ὁ πρῶτος 〈μὲν〉 Σμᾶ λέγεται καὶ ὁ δεύτερος Σροῦ 〈τε〉, σὺν τούτοις καὶ ὁ τρίτατος Εἰσρὼ προσκεκλημένος. Ὁ ἐν τῷ πρώτῳ γεννηθεὶς πρωτότοκος τυγχάνει, πολλάκις δὲ πρωτότροφος, βαθὺς, πεπαιδευμένος, | |
1355 | ὑποτάσσων καὶ τοὺς ἐχθροὺς ὡς ἀγαθὸς τυγχάνων, κινδύνους ὑποστήσεται ἐκ συγγενῶν καὶ φίλων· οὗτος δ’ ἐκ τούτων ἀσινής τε θαρρικὸς ἐξέλθῃ ζημίας τε κατὰ πολὺ ἐν πρώτῃ ἡλικίᾳ. εἰς δὲ γυναῖκα τὴν δεινὴν οὗτος προσεμπεσεῖται. | |
1360 | εἰ δὲ πάλιν τῷ δεκανῷ ὁ Ζεὺς σχηματισθείη, ἕξει τοὺς χρόνους ἀγαθοὺς 〈ὡσ〉 εὑρετὴς χρημάτων· πολλοὶ δ’ ὑποταγήσονται τούτῳ κατ’ ἐξουσίαν· ἔχει δὲ μῆκος μέγιστον, εὐρύτερον τὸ στῆθος· περιπατῶν καὶ ἐν ὁδοῖς τὰ νευρικὰ κινεῖται. | |
1365 | καὶ κλιμακτῆρες ἔσονται ἐν ἔτεσι τοῦ βίου· τὸ πρῶτον ἢ τὸ τέταρτον, πρὸς τούτοις ἄλλα πέντε, καὶ μετὰ τοῦτο ἕνδεκα καὶ πάλιν ἄλλα ἕξ〈ι〉, τὸ εἰκοστὸν τὸ δεύτερον, τριακοστὸν τὸ πρῶτον, σαρακοστὸν τὸ δεύτερον, πεντηκοστὸν τὸ ἕκτον, | |
1370 | ἑξηκοστὸν τὸ τρίτατον, ἱστάμενον ἡ λίτρα. Ὁ δ’ ἐν δευτέρῳ γεννηθεὶς τῶν γεννητόρων ἴδῃ τὸν θάνατον καὶ ἅπαντα φάγῃ τὰ πράγματά τους, πολλὰ ξενιτευόμενος ἐν ζημίαις τυγχάνων, καὶ συναναστραφήσεται μεγιστάνοις ἀνδράσι, | |
1375 | ποικίλος ὢν τοῖς ἤθεσιν, οὗτος βραδυγαμήσει, πλὴν ἔσται ἀκατάστατος πρὸς γυναῖκα καὶ τέκνοις. ἐκ θεοῦ δὲ κριθήσεται ὡς μοιχός τε καὶ πόρνος | |
καὶ λάβοι πράγματα πολλὰ ἐκ γυναικὸς πλουσίας. σημεῖα δὲ τοῦ σώματος τοιαῦτα τούτῳ πέλει· | ||
1380 | ὡραῖος μὲν τὸ μέγεθος, εὐπρεπὴς δὲ τὴν ὄψιν, ἡ ῥὶς προσαναβαίνουσα, πρὸς ὕψος ὀρεχθεῖσα, οἱ ὀφθαλμοὶ ἐνήδονοι, κακοήθης τυγχάνων, ἀλλὰ θερμὸς καὶ πονηρὸς, ἔχων καὶ κλιμακτῆρας πρὸς ἔτος ἕκτον, ἔννατον, ἑνδέκατον τοῦ βίου, | |
1385 | δίπλωσον τοῦτον, νὰ σωθῇς, πρόσθησον ἄλλα ἐννέα καὶ τέλειον πάλιν ἀριθμὸν καὶ πάλιν ἑνδεκάδα· εἰ βάλλεις ἄλλα ἕνδεκα, γίνονται ἑξήντα τρία· πρόσθησον καὶ τρισκαίδεκα πρὸς αὐτοῖς καὶ τὰ πέντε. Ὁ δ’ ἐν τῷ τρίτῳ δεκανῷ ἐκ μεγάλων γονέων, | |
1390 | οὗτος ἀνατραφήσεται σπαστρικῶς καὶ πλουσίως καὶ πιστευθήσεται πολλὰ εὐπαίδευτος τυγχάνων, πολύφιλος καὶ χαροπὸς, ἀγχίνους, παιδεράστης· ἡ δέ γε γυναικίτζα του ἀγαπᾷ τὸν Κολούπην· ὕβρεις δεινὰς ἐκπέμψεται ὡς ὁ Βεστάρχης λέγω· | |
1395 | οὗτος ὡς σεισοκέφαλος ἐκ ξηρότητος ῥίζης, αὐτὸς γὰρ ὢν ξηρότατος, κοπρίζει αὐτοῦ τὴν ῥίζαν, ἀλλὰ κορφὴ ξηραίνεται καρπῶν ὑστερουμένη. τὰ δὲ σημεῖα πέφυκε· κονδὸς ἐν τῷ σπονδύλῳ, μεσῆλιξ, θαλασσόφθαλμος, ἔχων καὶ κλιμακτῆρας· | |
(1400) | τὸ δέλτα μόνον ψήφισον, τὸ ζῆτα αὐτὸ μόνον, ἰῶτα μὲ τὸ πρώτιστον, τὸ κάππα μὲ τὸ βῆτα, τὸ λάβδα μὲ τὸ τρίτατον, τὸ μῦ πισημωμένον, τὸ νῦ, τὸ βῆτα καὶ τὸ ξῖ, σὺν αὐτῷ καὶ τὸ γάμμα, τὸ ο, τὸ βῆτα πύματον, τὸ τέλος ἐν τοῖς ξένοις. | |
1405 | Εἰς δὲ τὸ μεσεμβόλημα γεννώμενος ὁ τάλας ἐκβολιμαῖος πέφυκε καὶ βρῶμα τοῖς θηρίοις. Ἔχει δὲ καὶ τὰ ὅρια τῶν εἰρημένων ζῴδιων· ἀπὸ μὲν πρώτης καὶ αὐτῆς μέχρι καὶ τῆς ἑβδόμης Ἑρμῆς ἐπέχει καὶ κρατεῖ ἀποτελῶν τοιούσδε· | |
1410 | στομαχικοὺς καὶ καθαροὺς, ἀλλὰ καὶ ὀλιγοτρόφους, γραμματικοὺς καὶ νομικοὺς, μᾶλλον καὶ φιλοσόφους, | |
διδασκάλους καὶ παιδευτὰς καὶ γραμματικωτάτους. ἀπὸ δ’ ὀγδόης καὶ αὐτῆς ἕως διπλῆς ἑβδόμης ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ ἀποτελῶν φρονίμους, | ||
1415 | συντηρικοὺς, εὐσχήμονας καὶ παναρέτους βίου· ἐκ δὲ τῶν πεντεκαίδεκα καὶ εἰκοστῆς δευτέρας ἡ Ἀφροδίτη πέφυκεν ἀφροδιτικωτάτη, ἀποτελοῦσα σιχαντοὺς πρὸς βίον καὶ κηλήτας· ἀπὸ δὲ τρίτης εἰκοστῆς καὶ μέχρι καὶ τῆς ἕκτης | |
1420 | Κρόνος ἀνάσσει καὶ κρατεῖ ποιῶν ἀνυποστόλους αὐθεντικούς τε καὶ τραχεῖς, ἀλλὰ καὶ δικολόγους. ἀπὸ δ’ ἑβδόμης εἰκοστῆς καὶ μέχρι τριαντάδος ἀφώτιστοι πεφύκασιν· Ἄρης ἐπέχει ταῦτα, ἀποτελεῖ ἐξορισμοὺς φιλίας τε καὶ κρύψεις, | |
1425 | 〈φυγὰς, δεσμοὺς καὶ φυλακὰσ〉 δεινότατα τῷ βίῳ, τοῦτο δὲ ἐν τὸ ζῴδιον Αἰγόκερον τυγχάνων. Ἐπέχει καὶ τὰ κλίματα 〈τὰ〉 ὑποτεταγμένα· χώραν Ἰνδῶν τὴν ἅπασαν, Ἀρειανὴν, Γεδρουσίαν, Θρᾴκην Μακεδονίαν τε τὴν ἔνδοξόν τε πόλιν, | |
1430 | ἣ καὶ τὰ εἴδη δέχεται θαυμαστῶς τῆς Ἰνδίας· τῶν δὲ τοῦ σώματος μερῶν γονάτων τε καὶ νεύρων, ἀποτελῶν καὶ ῥεύματα ἐξ ὑγρῶν κινημάτων, μανίας καὶ ὀχλήματα, ἀλλὰ καὶ ἀμαυρώσεις, ἀσέλγειαν, αἰσχρότητα, καὶ ἀσελγὴς τυγχάνων. | |
1435 | Ὁ δ’ Ἥλιος διέρχεται ἐν ἤμασι τριάντα ἀπὸ Χοιὰκ τῶν δεκαεπτὰ, τοῦτ’ ἔστι Δεκεβρίου, μέχρι Τυβὶ τῶν δεκαοκτὼ, μηνὸς Ἰανουαρίου. Εἰ σεισμὸς ἐπιβήσεται γενέσθαι τηνικαῦτα, τὰς ἄνω πόλεις ὄλεθρος καὶ ταραχὴν σημαίνει, | |
1440 | καὶ χείμαρροι προσχώσουσιν καρπούς τε καὶ λειμῶνας. κηρυχθήσεται καὶ ψευδὴς λόγος ἐκ τῶν ὀνείρων· μεγάλων ἀρχόντων κίνησις καὶ ἐπιφάνειά τε ἐμφύλιος ὁ πόλεμος, φόνοι καὶ στεναγμοί τε· ἐν νυκτί ἐστι τὸ ῥηθὲν καὶ οὐκ ἔστι τῆς ἡμέρας. | |
1445 | Εἰ δὲ πολλάκις κεραυνὸς σφοδρὸς κατενεχθείη, εἰρηνικὰ τελέσματα, βροτοῖς τε τὴν ὑγείαν | |
καὶ μέγιστον τὸ ἔπαινον ἐν βασιλεῦσιν εἶναι. Σελήνης δὲ τὸ ζῴδιον προσούσης εἰ βροντήσει, ἐπαναστῆναι τύραννον ἐν τῇ στενῇ θαλάσσῃ, | ||
(1450) | καὶ οὗτος πολεμήσειε μέχρι Νείλου χωρίοις, ἀλλ’ ἐκπεσεῖται τοῦ σκοποῦ καὶ τῶν ἐγχειρημάτων, τὰ δ’ ἀναγκαῖα ἐλλιπῆ, καὶ διχόνοια ἔσται μέσον πατέρων καὶ ἀδελφῶν καὶ ταραχαὶ ἀρχόντων. οἱ Πέρσαι δ’ ἠρεμήσουσιν εἰρηνεύοντες ἄγαν. | |
1455 | εἰ δὲ νυκτὶ γενήσεται ὁ πάταγος ἐξ ὕψους, ἔθνη πρὸς ἔθνος βάρβαρον κακῶς ἐξενεχθείη, χειμῶνες καὶ ναυάγια καὶ σάλοι πρὸς ἀνθρώπους. Τὴν θέσιν δὲ τῶν ἐν αὐτῶν γνωρίμων τῶν ἀστέρων ἀκριβῶς καταλέξωμεν συντόμως καὶ ῥᾳδίως. | |
1460 | ἔχει γὰρ ὁ Αἰγόκερος ἐν κέρασι πρὸς ἕνα, ἐν τῷ τραχήλῳ μέγιστον ἕναν λαμπρὸν ἀστέρα, καὶ ἄλλον ἐν τῇ κεφαλῇ, ἐν μύτῃ ἄλλον ἕναν, ἐν τῷ ποδὶ τῷ ἔμπροσθεν ἀστέρας ἄλλους δύο ἐπὶ τοῦ στήθους δύο τε, εἰς τὴν ῥάχην δὶς δύο | |
1465 | καὶ πέντε εἰς τὴν γαστέραν του, ἀλλὰ καὶ εἰς τὴν οὐράν του μεγάλους καὶ λαμπρούτζικους ἀστέρας ἄλλους δύο. | |
1467t | 〈Ὑδροχός.〉 | |
1467 | Ἰδοὺ τὸ τέλος εἴληφε, τὸν Ὑδροχόον θέλω, ὅπερ ἐστὶν ἀρσενικὸν, ἡμερινὸν, πλαγίον, φωνικὸν ἢ δροσόγονον, στερεὸν, ἀερῶδες, | |
1470 | κατάψυχρον, ἀνωφερὲς, μᾶλλον δὲ 〈καὶ〉 ὑγρῶδες, ἀμετάβλητον, ἄγονον, ὀκνηρὸν 〈καὶ〉 νεκρῶδες, κόσμου μὲν ἐπαναφορὰ, κέντρου δυτικωτάτου, ὄγδοος τόπος πέφυκεν καὶ οἶκος ὁ τοῦ Κρόνου, ταπείνωμα καὶ ὕψωμα οὐδενὸς ἐντυγχάνων, | |
1475 | τὸ δὲ σχῆμα τὸ τρίγωνον πρὸς Κρόνον τὴν ἡμέραν, πρὸς τὸν Ἑρμῆν δὲ τῆς νυκτὸς, τριδέκανον καὶ τοῦτον· καὶ ὁ 〈μὲν〉 πρῶτος δεκανὸς φέρει τὸ προσωπεῖον τῆς Ἀφροδίτης τῆς ὑγρᾶς, ὁ δεύτερος Ἑρμοῦ τε, ὁ τρίτος τῆς Σελήνης τε, ὃν καὶ παρανατέλλει | |
1480 | λαμπρὸς ἀστὴρ καὶ μέγιστος γνωριζόμενος πᾶσιν καὶ λέγεται ὁ νότιος Ἰχθὺς ἐν μοίραις δέκα, | |
πρώτου μεγέθους, κράσεως Ἑρμοῦ καὶ Ἀφροδίτης, πρὸς δὲ τὸ μέρος τοῦ βορρᾶ λαμπρὸς ἀστὴρ καὶ μέγας Ὄρνις ὀνομαζόμενος πρὸς μοίρας δωδεκάτης, | ||
1485 | πρὸς μέγεθος καὶ κρᾶσίν τε ἴσος τῷ πρώτῳ πέλει. αἱ κλήσεις δὲ τῶν δεκανῶν οὕτως παρ’ Αἰγυπτίοις· Πτιαῦ ὁ πρῶτος λέγεται, ὁ μετὰ τοῦτον Νάευ, Τουβίου δὲ ὁ τρίτατος ἔνδοξός τε καὶ μέγας. Καὶ γὰρ εἰ λάχῃ πρώτιστος δεκανὸς ἐν γεννήσει, | |
1490 | ἀποτελεῖ τὸν ἄνθρωπον πλούσιον, μέγαν πάνυ, παιδεύσεως ἀνάμεστον ἢ καὶ δικαιοκρίτην, φιλόσοφον, ἀδιάτροπον, ὡς μισοπονηρίτζην. ἐκ δὲ τὸ δίκαιον αὐτοῦ ἐκδικούμενοι πάντες τιμὰς μεγάλας νέμουσιν οἱ προσφυγόντες τούτῳ, | |
1495 | κερδήσει δὲ καὶ πάμπολλα ἐκ γυναικὸς ἰδίας καὶ φόνον τέκνων ὄψεται· τὰ δὲ σημεῖα τούτου· κεκερασμένον πρόσωπον, οὐλὴν ἐπὶ τὸ στῆθος, καὶ τῶν ποδῶν οἱ δάκτυλοι ἐπικαμπυλωμένοι, ............... | |
(1500) | 〈τὸ ἕβδομον〉, ἑνδέκατον ἐννεακαιδέκατόν τε, | |
(1500) | τὸ εἰκοστὸν τὸ δεύτερον, τριακοστὸν τὸ πρῶτον, πεντηκοστὸν τὸ ἕβδομον, ὀκτὼ τῶν ἑβδομήντα, καὶ τῶν ὀγδοήντα τέσσαρα, τῶν ἐνενήντα ἐννέα, τῶν ἑκατὸν ἀπέβγαλες ὀκτὼ μόνα ψηφίτζια· ἐν τούτοις ἐπιβήσεται ἐν ἔτεσι τοῦ βίου. | |
1505 | Ὁ δὲ δεινὸς καὶ δεύτερος τοῦ γεννηθέντος, τάλαν, τί σε εἴπω, κακότυχε; κρεῖττον εἰ μὴ ἐγεννήθης. κακοπαθήσεις πάμπολλα καὶ ἥδιστον οὐ μέρος· κυκλέαν εἰς τὸ πρόσωπον ἡ κερὰ νά σε δώσῃ, καὶ φάρμακα νὰ γεύσῃ σε ὡς ἀπὸ τῆς ἐχίδνης, | |
1510 | ἥτις ἔχει τὴν οἴκησιν ἐν Χρυσοπόλει πέρα· καὶ γὰρ αὐτὴ τὸν ἄνδραν της οὕτως ἀποκαθαίρει· ἀπόζεμάν τῳ ἔδωκεν, καὶ κατεδέξατόν το, καὶ ἄλλον πάλιν τον ἔδωκεν, ἀπῆρέν το καὶ ὑπάγει. ὁ δὲ βίος ἀνάμεστος ὅλως ἐξ ἐγκλημάτων, | |
1515 | πρὸς ναυάγια, ἐμπρησμοὺς, ἀποβολὴν χρημάτων, καὶ ἀετὸς οὐ φθάνει τον ἔχων ὀκτὼ πτερύγια. | |
μεσῆλιξ οὗτος πέφυκε, μελάγχρους δὲ τὸ σῶμα καὶ μέσον περὶ τὴν ὀσφὺν σημεῖον ἕξει μέγα, καὶ τῶν ποδῶν οἱ δάκτυλοι αὐτοῦ διεσταλμένοι. | ||
1520 | κλιμακτῆρες δ’ ὑπόκεινται τῷ πανοικτίστῳ τούτῳ πρὸς ἔτος τὸ δωδέκατον καὶ εἰκοστὸν τὸ ἕκτον, τριακοστὸν τὸ τρίτατον, διπλὰ εἴκοσι δύο, πενήντα ἓξ, ἑξήκοντα, σὺν αὐτοῖς καὶ τοὺς πέντε, ἡ λίτρα μὲ τὸ νόμισμα, καὶ ἄς τον παρακοπήσω, | |
1525 | ὀγδοήντα μὲ τὰ τέσσαρα καὶ τὸ ἐνενήντα πέντε. Τὸν τρίτατον 〈δὲ〉 δεκανὸν ἂν Ζεὺς προσμαρτυρήσῃ ἢ καὶ κανεὶς τῶν πλανητῶν τῶν κακεστάτων φύσει, ἀποτελέσει μέγιστον κοσμοκράτορα θεῖον, ᾧ καὶ ὑποταγήσεται πάντα πρὸς ἐξουσίαν. | |
1530 | τὸ μῆκος ἔσται θαυμαστὸς, ὑπόξανθος τῇ φύσει, καὶ πρὸς τὸν ὦμον τὸν δεξιὸν, πρὸς δὲ καὶ τὴν μασχάλην ἕξει σημεῖον μελανὸν ἐκ μήτρας κυοφόρου. κίνδυνοι δ’ ἐπιβήσονται ἐν ἔτεσι τοῦ βίου· δεύτερον, ἕκτον, ἔννατον, δωδέκατον, σὺν τούτοις | |
1535 | τῆς εἰκοσάδος πρώτιστον, δεύτερον σαραντάδος, πενήντα ἓν, ἑξήκοντα, πρόσθες αὐτῷ καὶ δέλτα, ἑβδομήντα καὶ τέσσαρα, πλήρωσον τὴν δεκάδα. Εἰς δὲ τὸ μεσεμβόλημα, νὰ͜ ͜ἴδῃς καλὰ παιγνίδια, κονδὸν, πιτζὰν, ὑπόχλωρον, ὑπόχολον δὲ μᾶλλον, | |
1540 | ἀλλὰ καὶ Ἑρμαφρόδιτον, ὡς βλέπῃς εὐνοστίτζι, δίδυμον ἢ δικέφαλον, ἔχοντα γένειν μέγα. καὶ ὅλως τοῦτο πέφυκε πάντως αὐτῷ σημεῖον. Εἰσὶ δὲ καὶ τὰ ὅρια τῶν πλανητῶν ἀστέρων· ἀπὸ τῆς πρώτης Ὑδροχοῦ μέχρι καὶ τῆς ἑβδόμης | |
1545 | Ἑρμοῦ καλοῦνται φυλακαὶ ἢ καὶ φιλοσοφίαι. ἀπὸ δ’ ὀγδόης καὶ αὐτῆς καὶ τῆς τρεισκαιδεκάτης τῆς Ἀφροδίτης λέγεται, πολύτροφοι τυγχάνουν καὶ πόνοι καὶ ἐπίτροποι γυναικῶν μεγιστάνων, ἀπὸ δ’ ἑβδόμης καὶ διπλῆς ἕως τῆς εἰκοσάδος | |
(1550) | ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ εὐδόξων καλεῖται. ἀπὸ δὲ πρώτης εἰκοστῆς Ἄρης μέχρι καὶ πέμπτης, | |
ἐν αἷς εἰσιν αἰχμάλωτοι καὶ δυσθάνατοι μᾶλλον, ἀκάθαρτοι καὶ ῥυπαροὶ· ἐξ ἀφορμῆς γὰρ πέλει τοῦ Διὸς ἀνατέλλοντος ἐν ταῖς μοίραις πλησίον· | ||
1555 | ἀπὸ δ’ ἑξάδος εἰκοστῆς καὶ μέχρι τριαντάδος ὁ Κρόνος ἐπαρέλαβεν, εἰ δ’ Ἄρη σχῆμα φέρει. ἀνατροφῆς τὴν ἔκπτωσιν ἀποτελεῖ ταχέως. Τὰ δὲ παρανατέλλοντα τοῖς δεκανοῖς ἀστράσιν εὐθύς 〈σοι〉 καταλέξομεν συντόμως καὶ ῥᾳδίως· | |
1560 | τῷ μὲν πρωτίστῳ δεκανῷ παρανατέλλει τάδε· ὁ ποταμὸς Ἠριδανὸς, κατέχων καὶ τὴν κάλπιν, καὶ κάρα Ἵπποκράτορος καὶ Χεὶρ ἐκτεταμένη καὶ κεφαλὴ τοῦ Ἴβεως τοῦ τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ Ἱπποκράτορος μέσον | |
1565 | καὶ δύο ὄφεις ἔχοντας συναφὴν πρὸς ἀλλήλους. τῷ δὲ τριτάτῳ δεκανῷ παρανατέλλει Κύκνος καὶ Ἵππου τὰ ὀπίσθια καὶ Ἴβεως τὰ τέλη. Καὶ κλίματα τὸ ζῴδιον καὶ τόπους ὑποτάσσει Αἴγυπτον καὶ Σαρματικὴν, ἀλλὰ καὶ Ἀραβίαν, | |
1570 | Σουγδιανὴν Ὀξίαν τε καὶ τὰ πλησίον τούτοις. τῶν δὲ τοῦ σώματος μερῶν, σκελῶν, κνήμων καὶ νεύρων· ὑδρωπικοὺς ἀποτελεῖ, ἀρθρητικοὺς, μαινώδεις, ἀποκόπους, τραυματικοὺς, ἐλεφαντιωμένους, ἰκτερικοὺς, μελάγχολας, πηροὺς διὰ τὴν κάλπιν. | |
1575 | Ἔχει δ’ ἀστέρας ἀμαυροὺς τὸ ζῴδιον ἐν κάρᾳ, δύο τὸν ἀριθμόν εἰσι, πρὸς ἕναν εἰς τὸν ὦμον, ἐπὶ δ’ ἰσχίου ἕτερον, ἐν τοῖς γόνασιν ἄλλον, ἐφ’ ἑκατέρων τῶν ποδῶν πάλιν ἀναπρὸς ἕνα, ἡ δ’ ἔκχυσις τοῦ ὕδατος ἐξ ἄστρων διαφόρων, | |
1580 | ἐν οἷς δύο πεφύκασιν λαμπροί τε καὶ μεγάλοι. Τέμνει δὲ τοῦτον Ἥλιος ἀφ’ ἑπτακαιδεκάτης Τυβὶ μηνὸς χειμερινοῦ, τοῦ τῶν Καλάνδων λέγω, ἕως Μεχὶρ τῶν δεκαὲξ Φεβρουαρίου τοῦδε. Εἰ σεισμὸς ἐπιβήσεται γενέσθαι τὴν ἡμέραν, | |
1585 | πόλεμοι ταραχθήσονται τῇ Μακεδόνων χώρᾳ καὶ δεινῶς ἀφανίσουσι τοὺς ἐν αὐτῇ οἰκοῦντας, εἰ δ’ ἐν νυκτὶ γενήσεται, ταῖς ἀνωτάτω χώραις | |
ἐπιπεσεῖται ταραχὴ καὶ θόρυβος ποικίλος. Εἰ δὲ σκηπτὸς ὁ καυστικὸς, ἔνδειαν πλείστην φέρει | ||
1590 | τοῦ θέρους καὶ τοῦ οἴνου τε, πρὸς δὲ καὶ τοῦ ἐλαίου, ὡς μεταστάντας ἅπαντας ἐκ τῶν ἰδίων χώρων. Εἰ δὲ Σελήνης ἐν αὐτῷ βροντήσει ἐν ἡμέρᾳ, κλεινῶν ἀνθρώπων ἔκπτωσις καὶ ἐμπρησμοὶ μεγάλοι, ὁ δ’ ἄμητος πολύφορος, ὕστερον δ’ ἐν ἀκρίσιν | |
1595 | οὕτως δαπανηθήσεται, τοῦτο δὲ 〈καὶ〉 ἀμπέλοις, καὶ νόσοι πρὸς τὰ σώματα δεινῶς ἐπινοστήσουν· οἱ δ’ ἔνδοξοι γενήσονται ὡς πρὸς τὴν κάτω τύχην, οἱ κάτω δ’ ἀναβιβασμῷ μεγίστῳ τε καὶ δόξῃ. εἰ δὲ νυκτὶ γενήσεται, τῇ δύσει φέρει μάχας. | |
1600t | 〈Ἰχθύες.〉 | |
(1600) | Τετέλεσται τὸ ζῴδιον, Ἰχθύων δὲ προσθῶμεν· τὰ τούτων ἐπιλέξομεν πρὸς θέσιν τε καὶ τάξιν. καὶ γάρ ἐστι τὸ ζῴδιον τοῦτο τὸ τῶν Ἰχθύων θηλυκόν τε καὶ δίσωμον, νυκτερινὸν, πλαγίον, ὑδατῶδες, χειμερινὸν, λεπιδωτὸν, ἀλφῶδες, | |
1605 | ἄφωνον, ἀμετάβλητον, ποικίλον καὶ λεπρῶδες, ὀχλικόν τε καὶ πτερωτὸν, καταφερὲς, ὑγρῶδες, κόσμου καλὸν ἀπόκλιμα καὶ Διὸς οἶκος πέλει, τῆς Ἀφροδίτης ὕψωμα ἐν εἰκοστῇ ἑβδόμῃ, Ἑρμῆς δὲ ταπεινούμενος πρὸς πεντεκαιδεκάτην· | |
1610 | τὸ τρίγωνον ἡμέρας 〈μὲν〉 πέλει τῆς Ἀφροδίτης, νυκτὸς δὲ πρὸς τὸν Ἄρεα· ἐπίκοινον Σελήνης. Ἔχει δὲ καὶ τοὺς δεκανοὺς φέροντας προσωπεῖα ὁ πρῶτος Κρόνου τοῦ ψυχροῦ, Διὸς δ’ ὁ μετὰ τούτου, ὁ δὲ τρίτατος Ἄρεος τοῦ πολεμικωτάτου. | |
1615 | Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλει τάδε· τοῦ Πηγάσου τὸ ἔμπροσθεν ἵππου ἐπτερωμένου καὶ τῆς Ἐλάφου κεφαλὴ ἔχουσα ὄφεις δύο καὶ ἡ οὐρὰ τοῦ Κόρακος καὶ ἡ ἀρχὴ τοῦ Λίνου, τῷ δὲ δευτέρῳ δεκανῷ τὸ τρίτον τῆς Ἐλάφου, | |
1620 | μᾶλλον Ὁ ἐν τοῖς γόνασι, τὸ μέσον τῆς Ἐλάφου | |
καὶ μέρος τι τοῦ Κόρακος καὶ τὸ ἥμισυ τούτου, τῷ δὲ τριτάτῳ δεκανῷ 〈τὸ〉 ὄπισθεν τῆς Ἐλάφου, Τοῦ ἐν γόνασιν ἥμισυ καὶ τὸ τέλος τοῦ Λίνου ἡ κεφαλὴ τοῦ Κόρακος τοῦ τῆς δωδεκαώρου. | ||
1625 | παρανατέλλει τούτῳ δὲ λαμπρὸς ἀστὴρ καὶ μέγας ὅστις τοῦ Ἵππου πέφυκεν μεγέθους πρώτου πέλων, πρὸς Ἄρην δὲ καὶ τὸν Ἑρμῆν τὴν κρᾶσιν παραφέρει. τὸ δ’ ὄνομα τῶν δεκανῶν ἐξ Αἰγύπτου τοιῶσδε· πρῶτος Χοντάρε κέκληται, Τπιβίου 〈δὲ ὁ〉 μέσος, | |
1630 | ὁ τρίτος Βιουτίου τε· καὶ γεννήσεις προσλέξω· Ὁ ἐν πρωτίστῳ γεννηθεὶς λυπηθῇ ἐπὶ τέκνοις, εὖ ποιῶν δὲ τὰ βέλτιστα τοὺς ὑποτασσομένους. κίνδυνος δ’ ἐπικείσεται πρὸς τῷ τραχήλῳ τούτου καὶ μόλις ἀποσκάσεται τῆς δεινῆς ἀρρωστίας, | |
1635 | ἐκφυγὼν δὲ δεινότητας καὶ τὰς ἀνωμαλίας, καλοὺς καιροὺς βιώσεται ἐκ γυναικὸς κερδήσας, τεκνώσει δὲ καὶ μετ’ αὐτῆς καὶ χαρήσεται λίαν. ὡραῖος μὲν τὸ πρόσωπον, μέγας τὴν ἡλικίαν, εὐρύτατος τοὺς ὤμους του, ἀλλὰ βαδίζων οὗτος | |
1640 | ἐκ τῶν ποδῶν ἐξέρχεται κτύπος ὡς ἐκ τῶν νεύρων. πρὸς δὲ κινδύνους ἀφορᾷ τοὺς ὄντας ἐν τῷ βίῳ· διπλὴν ἑξάδα, σὺν αὐτῇ καὶ διπλὴν ἑνδεκάδα, εἴκοσι πέντε ἢ εἴκοσι ἑπτὰ, τριάντα τρία, σαράντα δυὸ, πενήντα δυὸ, τέσσαρα 〈τῶν〉 ἑξήντα, | |
1645 | τρία καὶ ἑβδομήκοντα καὶ τὸ πῖ μὲ τὸ βῆτα. Ὁ δ’ ἐν δευτέρῳ γεννηθεὶς τραφήσεται πλουσίως καὶ διαστήσει τοὺς γονεῖς φαγὼν τὰ πράγματά τους. οὗτος δὲ κτήσεται πολλὰ ἐμπορικὸς τυγχάνων, περίκτητος, φιλάνθρωπος, ἀλλὰ καὶ παιδευμένος, | |
(1650) | εἰδὼς καὶ τὰ οὐράνια ἠρέμῳ ἐν τῷ βίῳ, πιστεύων πιστευθήσεται, στερηθεὶς ἀπὸ φίλων· γαμήσει δὲ καὶ γυναῖκα κατ’ αὐτοῦ μελετῶσαν. οὗτος καὶ χωρισθήσεται κατανοήσας ταύτην. εἰ δὲ πολλάκις ἀγαθὸς ἀστὴρ προσεπιβλέπει, | |
1655 | καλὴν γυναῖκα λήψεται καὶ καλοῦ τέλους τύχῃ. μεσῆλιξ μὲν τὸ πρόσωπον, εὐπρεπὴς θεωρίᾳ, | |
ἡ θρὶξ ἐπιμελαίνουσα, κἂν ἀραιὰ τυγχάνῃ. δεινοὶ δὲ τούτῳ πρόσκεινται ἐκ θεοῦ κλιμακτῆρες· ἕξ〈ι〉 τῶν δέκα νόησον, πάλιν τρία τῶν δέκα | ||
1660 | καὶ θὲς αὐτὸν τὸν ἀριθμὸν καὶ διπλὴν τὴν ὀκτάδα, τὴν δὲ δεκάδα πλήρωσον καὶ πάλιν τρίπλωσέ την, τετράπλασον, ἐπίβαλον ἄλλα κἂν δυὸ ψηφίτζια, πεντάπλασον, ἑξάπλασον, βαλὼν ἀναπρὸς ἕνα, σὺν αὐτῷ πρόσθες καὶ ὀκτὼ, ἑπτάπλασον δὲ πάλιν, | |
1665 | δύο καὶ πέντε ἐπίβαλον, καὶ τέλος ἔχει μόρου. Ὁ δ’ ἐν τῷ τρίτῳ δεκανῷ πολύφιλος τυγχάνει· ἕξει δὲ σῖνος τὸ δεινὸν πρὸς τοῦ σώματος μέρος. θάνατον ἴδῃ γυναικὸς ἀλλὰ καὶ τῶν παιδίων· ἔχει γὰρ τὴν κατοίκησιν ἐν παραλίοις τόποις, | |
1670 | πρὸς ὀξεῖς ξυμμαχήσεται μετ’ ἀνδρῶν μεγιστάνων. ὅσα δὲ φέρει γονικὰ, πάντα καταναλώσει πρὸς φίλους δὲ καὶ τὰς τρυφὰς ἐντρίβων ἀνοσίως. πρὸς ἔτος δὲ τὸ δεύτερον ἕκτον καὶ ἔννατόν τε, δωδέκατον καὶ εἰκοστὸν τὸ πρῶτον ἐν τῷ βίῳ, | |
1675 | τριακοστὸν τὸ πρώτιστον καὶ τεσσαράντα δύο, πενήντα ἓν, ἑξήντα ἑπτὰ, πρὸς τούτοις ἑβδομήντα καὶ τέλος ὀγδοήκοντα ὀξύτατα τυγχάνει. Ὁ δ’ ἐν μεσεμβολήματι γεννηθεὶς τῶν Ἰχθύων αὐτόχειρ ἔσται σώματος ἐκ ξίφους καὶ φαρμάκου | |
1680 | ἢ κατακρημνισθήσεται ἢ καρατομηθείη ἢ παρανάλωμα θηρσὶ καὶ πτηνοῖς τοῦ ἀέρος· Λέξομεν καὶ τὰ ὅρια τῶν πέντε πλανωμένων· ἀπὸ μὲν πρώτης καὶ αὐτῆς μέχρι καὶ δωδεκάτης φθόνος καλεῖται τῶν ἐχθρῶν, εἰσὶ 〈τῆσ〉 Ἀφροδίτης. | |
1685 | ἀπὸ δὲ τῶν τρισκαίδεκα καὶ μέχρι ἓξ καὶ δέκα ὁ Ζεὺς ἐπέχει καὶ κρατεῖ καὶ προκοπὴ καλεῖται. ἐκ δὲ τῶν ἑπτακαίδεκα καὶ ἐννεακαιδεκάτων Ἑρμῆς καλεῖται σύνεσις, ἀλλὰ καὶ κυνηγία. ἀπὸ δὲ μοίρας εἰκοστῆς καὶ εἰκοστῆς ὀγδόης | |
1690 | Ἄρης δυναμοδύναμος καὶ λῃστρικὸς καλεῖται. ἀπὸ δ’ ἐννάτης εἰκοστῆς καὶ τριαντάδος ὁ Κρόνος, πανάρετοι, σοφώτατοι ἐνταῦθα ἀποτελοῦνται. Ἔχει δὲ καὶ τὰ κλίματα τὰ ὑποτεταγμένα· τὴν Ἐρυθράν τε θάλασσαν, τὴν Ἰνδικὴν τὴν χώραν, | |
1695 | Λυδίαν Κιλικίαν τε, Γαραμαντίαν ὅλην. τῶν δὲ τοῦ σώματος μερῶν πέλματα ἀκροπόδων καὶ νευροπόδων καὶ φλεβῶν καὶ τὰ τῶν ἀστραγάλων. ἀποτελεῖ δ’ ἀρθρητικοὺς, ποδαλγοὺς, ὑποκύρτους, λεπροὺς, ἀλφοὺς λειχῆνας τε, καταφερεῖς καὶ ψώρας. | |
(1700) | Τοὺς Ἰχθύας ὁ Ἥλιος ἐν ἤμασι τριάντα τέμνει καθώσπερ τὰ λοιπὰ ἐκ Μεχὶρ δεκαπέντε τῶν ἓξ καὶ δέκα Φαμενὼθ τοῦ μηνὸς τοῦ Μαρτίου. Ἡλίου ὄντος ἐν αὐτῷ εἰ σεισμὸς ἐπιβαίη, αἱ τῶν κλιμάτων τοῦ ζῳδιοῦ ἐκ πολεμίων χῶραι | |
1705 | ἀνάγκας ὑποστήσονται μεγάλως ξενωθέντες. ἔσται δ’ ὁ σπόρος ἄχρηστος ἐκ πολλῆς ἐπομβρίας. Εἰ δὲ πολλάκις καυστικὸς πρὸς θάλασσαν ἐμπέσῃ, ναυάγια γενήσονται, ἀνατροπαὶ ἰχθύων, καὶ νέος ἄρχων εὐγενὴς στρατευσάμενος οὗτος | |
1710 | μεγάλως δοξασθήσεται ὡς καλὸς ἀρχηγέτης. Τῆς δὲ Σελήνης ἐν αὐτῷ 〈εἰ〉 ἐν ἡμέρᾳ βροντήσει, ὑδάτων τὴν ἐπίδοσιν ποταμῶν καὶ θαλάσσης καὶ μέγιστον ἀφανισμὸν σημαίνει τοὺς ἰχθύας. φυτεύειν δ’ ὅμως τὰ φυτὰ ἐπιτευκτέον τότε. | |
1715 | οἱ δ’ ἄρχοντες ἀνωμάλως ἔσονται πρὸς ἀλλήλους. Ἰδοὺ τὸ τέκμαρ εἴληφα τῶν δώδεκα ζῳδίων οἴκους τε καὶ ὑψώματα, λαμπηνὰς, βασιλείας, ἡμερινὰ, νυκτερινὰ, ἄρρενά τε καὶ θήλη, πρὸς δὲ καὶ ταπεινώματα, ὀρθά τε καὶ πλαγία, | |
1720 | θερινά τε καὶ τροπικὰ καὶ πρὸς ἰσημερίου, πολύγονα καὶ ἄγονα, ἀμφίβια, χερσαῖα, αἰνιγματώδη, δίσωμα, πυρῷα καὶ γεώδη. καὶ πάντα κατ’ ἀκρίβειαν ἐλέξαμεν ῥᾳδίως | |
φύσιν τε καὶ ἐνέργειαν καὶ γνωρίσματα τούτων. | ||
1725-2001t | Περὶ ἀποτελεσμάτων τῆς Σελήνης. | |
1725t | Περὶ αἰχμαλώτων ἀγορᾶς. | |
1725 | Σελήνης οὔσης ἐν ζῴδιοις τοῖς ἀνθρωποειδέσι τότε δοῦλον ἀγόραζε, ἐσὲν ἵνα δουλεύσῃ· ἔσται γὰρ ἀγαθώτατος καὶ πιστὸς ἐν δουλείᾳ. πρὸς δὲ Σκορπίον ἡ αὐτὴ Σελήνη προσιοῦσα δοῦλον γηπόνον ἐξωνοῦ καὶ καλῶς ἀποβαίη. | |
1730 | ἐν δὲ Κριῷ καὶ Λέοντι, ἀλλὰ καὶ τῷ Τοξότῃ, πρὸς μοίραις ταῖς ἐσχάταις δὲ, τοῦ δ’ Αἰγοκέρου πρώταις ποιμένα δοῦλον ἐξωνοῦ καὶ τυχηρῶς ὑπάρχει. ἐν δ’ Ἰχθύσι καὶ Ὑδροχῷ, ἀλλὰ καὶ τῷ Καρκίνῳ καὶ ταῖς ἐσχάταις μοίραις δὲ, τοῦ Αἰγοκέρου λέγω, | |
1735 | ναύτην δοῦλον ἀγόραζε, ἀλλὰ καὶ ἁλιέα. Σελήνης οὔσης ἐν Κριῷ κναφεῖς καὶ ὑφαντάδας, ἐν δὲ Παρθένῳ μάγκιπας, ἀλλὰ καὶ γεηπόνους, ἐν δὲ τῷ Ταύρῳ τοὺς δαιτροὺς, Ζυγῷ δὲ καὶ Διδύμοις | |
καπήλους καὶ ἐμπόρους τε προσαγόραζε δούλους. | ||
1740t | 〈Περὶ πλοῦ καὶ ἐμπορίας.〉 | |
1740 | Ἄλλο πάλιν θαυμάσιον πρὸς πλοῦν καὶ ἐμπορίαν· Σελήνης οὔσης ἐν ζῴδιοις τοῖς ἀνθρωποειδέσι μετ’ ἀγαθοποιοῦ τινος ἐκ τῶν ἀστέρων αὕτη, εἴτε πρὸς σχῆμα βλέπουσα ἢ συνοδεύουσά τε ἀγόραζε καὶ πόρθμευε, πλοῦ καὶ ὁδοῦ κατάρχου· | |
1745 | ἐν δὲ Καρκίνῳ, Ὑδροχῷ καὶ τοῖς νηκτοῖς Ἰχθύσι, πρὸς δὲ καὶ τὸν Αἰγόκερον ἀκάκωτος προσοῦσα, ἐπωφελὲς, ἐπίκερδον πρὸς τὸ γεμίσαι πλοῖον, πραγματευτῶν ἀγώγημα, πράγματα καὶ κερδήσεις. Σελήνης δ’ οὔσης ἔν τισι τῶν ἄλλων λοιπῶν ζῴδιων | |
(1750) | καὶ κατὰ σχῆμα βλεπούσης ἢ καὶ συνοδευούσης Κρόνον καὶ Ἄρη τὸν κακὸν τοῦ πλοῦ μὴ καταρχέσθω μήτε τοῦ φόρτου· βλάβη γὰρ ἐκ τῶν ἀστέρων πέλει. ἀλλ’ ὅμως βλαβερώτερος ὁ Κρόνος τοῖς ναυτίλοις. ὁ Ἄρης μὲν πολλάκις γὰρ ἐκ τοῦ κινδύνου σῴζει | |
1755 | τοὺς ναυτιῶντας ἐκ βυθοῦ· ὁ δὲ Κρόνος οὐδ’ ὅλως, ὡς οὗτος χαλεπώτατος παρὰ ταῖς ναυτιλίαις. | |
1757t | Περὶ ἀποδήμων. | |
1757 | Πάλιν Σελήνης ἐν Κριῷ πελούσης ἀκακώτου εἴ τις ἀποδημήσειε, ταχέως ὑποστρέψει· ἐν δὲ τῷ Ταύρῳ ἀβλαβῶς καὶ μετὰ κέρδους ἔλθῃ· | |
1760 | ἐν δὲ Διδύμοις ἄπειρον χρόνον ἐν ξενιτείᾳ καὶ λυπηθεὶς τὰ μέγιστα ἴσως οὐχ ὑποστρέψει. ἐν δὲ τῇ πρώτῃ Λέοντος ἡμέρᾳ μὴ κινήσῃς, βλάβη καὶ φόβοι γὰρ ἀνδρῶν προσαντήσουσι πλεῖστοι, πρὸς δὲ δευτέραν ἡμέραν κίνησον τὴν ἡμέραν, | |
1765 | ὅτι τὴν νύκτα νὰ σωθῇς, ὅλως μή το τολμήσῃς. ἐν δὲ Καρκίνῳ 〈ἐν〉 ξένῃ γῇ χρονίσῃ πρὸς ὀλίγον, | |
ἀλλὰ χαίρων ὡς ἔνδοξος καὶ πράξας ὑποστρέψει, ἐν δὲ Παρθένῳ χρόνιος ἐν ξένοις διατρίβει, ἀβλαβὴς δ’ εἰς τὰ ἴδια πάλιν προσαναζεύξει. | ||
1770 | ἐν δὲ Ζυγῷ ἀπόδημος περὶ τοῦ ζητουμένου αὐτοῦ τοῦ ἐνθυμήματος καὶ τῆς βουλῆς ἧς ἔχει· εἰ μέν ἐστι πρὸς πράγματα δίκαια, νὰ νικήσῃ, εἰ δὲ πολλάκις ἄδικα, νὰ μή το δοκιμάσῃ. ἐν δὲ Σκορπίῳ τῷ ζῳδιῷ ἡ Σελήνη προσοῦσα | |
1775 | ἀποδημήσας ἄνθρωπος ὠφεληθῇ μεγάλως, ὁ δ’ ὑποστρέφειν τολμήσας πάλιν πρὸς τὰ οἰκεῖα κερδήσει χρήματα πολλὰ καὶ ταχέως εἰσέλθῃ, πλὴν λάθρᾳ καὶ μετὰ σιγῆς, κανεὶς μή τον νοήσῃ. Σελήνης ἐν Τοξότῃ δὲ μακρὰν ὁδὸν ἀνύσει | |
1780 | καὶ χρόνον διατρίψειε βραδύνων ἐν τοῖς ξένοις. ὁ δ’ ὑποστρέφειν βουληθεὶς καὶ χαίρων ἐπανήξει. ἐν δ’ Αἰγοκέρῳ μηδαμῶς· κακὸν γὰρ τοῦτο πέλει. ἂν δὲ ὑποστρέψαι θέλῃ, ἀβλαβὲς τόδ’ ὑπάρχει. ἐν δ’ Ὑδροχῷ τὴν δευτέραν ἡμέραν κινητέον, | |
1785 | ἐν δ’ Ἰχθύσι πρὸς πόλεμον εἴτε καὶ πρὸς ἁλιείαν, ἀλλὰ καὶ κυνηγέσιον καλὸν τὸ δρᾶμα πέλει. ἡ γὰρ Σελήνη τοπικῶς ἐξ ἀγαθῶν ἀστέρων μαρτυρουμένη πρὸς σχῆμα, συμφέρει τάδε πάντα. | |
1789t | Περὶ γάμου. | |
1789 | Καὶ γὰρ ὁ γήμας ἐν Κριῷ τῆς Σελήνης προσούσης | |
1790 | βλαβήσεται καὶ λυπηθῇ ἀπὸ τῆς γυναικός του. ἔσται γὰρ ἀκατάστατος 〈καὶ〉 ἄστοργος πρὸς τὸν ἄνδρα, παλίμβουλος καὶ μοιχαλὶς, καταλείψασα τοῦτον. πρὸς δὲ Ταῦρον τὰ ὅμοια καὶ ταῦρος ἔσται ὁ γήμας. ἐν δὲ Διδύμοις οὐ καλὸν τῇ πρωτίστῃ ἡμέρᾳ. | |
1795 | τῇ δὲ δευτέρᾳ εὔγαμος καὶ χαρήσεται πλεῖστα· ἐν δὲ Καρκίνῳ, ταπεινὲ, χαχάλην νά σε δώσῃ· ἐν γὰρ Λέοντι ἄκουσον κἂν θέλῃς, ἔπαρέ την· ἔσται γὰρ ὑπερήφανος ἡ γυνὴ καὶ ὀργίλη, | |
μὴ πειθομένη τῷ ἀνδρί, τοῦτον δὲ λοιδοροῦσα | ||
(1800) | μᾶλλον καὶ ὀνειδίζουσα, πολλάκις τύπτουσά τε καὶ δρασσομένη τῶν τριχῶν· ἰδέ την ἄν σε ἀρέσῃ· ἐν δὲ Παρθένῳ φεῦγέ την καὶ λάβε τὴν χηρίτζαν, ἐν δὲ Ζυγῷ τὴν δούλην σου εἴτε καὶ παλλακίδα· ἐν δὲ Σκορπίῳ παράλαβε τὴν πρωτίστην ἡμέραν | |
1805 | παρθένον, ἵνα ἀναπαυθῇς· δευτέραν τε καὶ τρίτην μή την ἐπάρῃς, ταπεινὲ, καὶ νὰ μετανοήσῃς. ἐν δ’ Αἰγοκέρῳ οὐ καλὸν τὸν πρωτόγαμον ἄνδραν, ἀλλὰ τὸν δευτερόγαμον, εἰ γυνὴ χήρα πέλει· ἐν δὲ Τοξότῃ, Ὑδροχῷ, πρὸς δὲ καὶ τοῖς Ἰχθύσιν | |
1810 | ὠφεληθήσεται πολλὰ, καὶ γὰρ ἀπὸ τῆς νύμφης. Σελήνη συνοδεύουσα Ἡλίῳ ἐν τῷ γάμῳ εἴτε κατὰ διάμετρον, χειρότερον οὐκ εἶδες· εἰ δέ τινα τῶν ἀγαθῶν ὁρῶσα πρὸς τὸ σχῆμα, ὠφέλιμον καὶ θαυμαστὸν τὸν γάμον προμηνύει. | |
1815t | Περὶ ἀσθενούντων. | |
1815 | Περὶ δὲ νόσων ἄκουσον πάλιν ἐκ τῆς Σελήνης· εἰ ἐν Κριῷ τις κατακλιθῇ, οὗτος οὐ τελευτήσει, ἀλλ’ ἀκινδύνως καὶ καλῶς τὴν νόσον διαβάσει, ἄνευ τῆς κεφαλαλγικῆς, ὅτι κακὸν ὑπάρχει· ἐν δὲ Ταύρῳ τὴν πάρεσιν ὁ νοσῶν ὑπομείνας | |
1820 | καὶ παρακόψας σύντομον, τὴν ζωὴν πάλιν ἴδῃ. εἰ δὲ περὶ τὸν τράχηλον συνάχιν ἴσως ἔλθῃ, ὀλέθριον γενήσεται τὸ πάθος τῷ νοσοῦντι. ἐν δὲ Διδύμοις ὁ πεσὼν τὴν πρωτίστην ἡμέραν ταλαιπωρήσει χρόνιος κείμενος ἐν τῇ νόσῳ, | |
1825 | ὁ δ’ ἐν δευτέρᾳ πεπτωκὼς ἐντὸς τρίτης ἡμέρας ἠρεμήσει καὶ ἀναπαυθῇ, ἂν οὐκ ἰσχίον πονέσῃ. καὶ γὰρ οἱ Δίδυμοι δεινοὶ εἰς ἰσχία καὶ νεῦρα. | |
ἐν δὲ Καρκίνῳ ἀβλαβῶς ἀπαλλάξει τῆς νόσου, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες ἢ τοὺς πόδας πληγέντες | ||
1830 | ἐπικινδύνως ἕξουσιν ἐκ τοῦ Καρκίνου πάντες. σφαλερὸν ἐν τῷ Λέοντι τῷ νοσοῦντι προσπέλει· δεῖ οὖν κενῶσαι τάχιστα τὴν ἑαυτοῦ γαστέραν· ἐν δὲ Παρθένῳ χρόνιος ἡ νόσος τῷ νοσοῦντι, ἀλλ’ ἐλαφρὰ καὶ ἀκίνδυνος, εἰ μὴ πλευρὰς πονέσῃ | |
1835 | καὶ στόμαχον, καὶ αἵματος ῥύσις ἐπέλθῃ τούτῳ. ἐν δὲ Ζυγῷ κατακλιθεὶς εἴτ’ ἐκ τάχους σωθείη ἢ τελευτήσει ἐκ παντὸς μακρονοσήσας οὗτος. Σκορπίος γὰρ τὴν πρώτιστον ἡμέραν ἐξειλήσει, τὴν δὲ δευτέραν δύσκολον ἕξει τὴν ἀρρωστίαν. | |
1840 | ἐν δὲ Τοξότῃ παντελῶς ἀκίνδυνον τὸ σῖνος, ἐν δ’ Αἰγοκέρῳ τὸ αὐτὸ πλὴν πλευρῶν καὶ ἰσχίων· ἐν δ’ Ὑδροχῷ τὸ ἀβλαβὲς ἔξωθεν τοῦ ὑδέρου. ἐν δ’ Ἰχθύσι τὸ κάλλιστον φέρει ταῖς ἀρρωστίαις ἐκτὸς κοιλιακῶν νόσων καὶ τῶν ποδῶν τὰ ἄλγη· | |
1845 | ἡ γὰρ Σελήνη σὺν Διὶ, Ἑρμῇ καὶ Ἀφροδίτῃ ἐπικουφίζει μάλιστα τὰς νόσους τῷ νοσοῦντι, μετὰ δὲ Κρόνου καὶ Ἄρεος προσεπιτείνει μᾶλλον. | |
1848t | Περὶ γυναικῶν ἐγκυμόνων. | |
1848 | Μετὰ τῶν πέντε πλανητῶν ἡ Σελήνη τυχοῦσα, μὲ τῶν καλῶν ἢ τῶν κακῶν βλάπτει τὰς γυναικίτζας, | |
(1850) | ὅτε γεννῶσιν, ἐκ παντός· κρεῖσσον γὰρ, ἡ Σελήνη ὅτε μόνη καθ’ ἑαυτὴν συμβάλλουσα, πρὸς γένναν· καὶ γὰρ ἐν πρώτῃ τοῦ Κριοῦ εἰ γυνὴ ἐκτιτρώσκει, κίνδυνος ἐπικείσεται ταύτῃ τε θανατώδης, ἐν δὲ δευτέρᾳ τάχιστα σωθήσεται τῆς γέννας. | |
1855 | ἐν δὲ τῷ Ταύρῳ πρώτιστον ἡμέραν κινδυνεύσει, | |
τῇ δὲ δευτέρᾳ ἐλαφρὸν τὸ κακὸν παρὰ τόδε, ἐν δὲ Διδύμοις κίνδυνος μέγας τῇ γεννησάσῃ, εἰ μή τις ἀγαθοποιὸς τῇ Μήνῃ μαρτυρήσει. ἐν δὲ Καρκίνῳ κάλλιστον καὶ κίνδυνον οὐκ ἔχει. | ||
1860 | ἐπισφαλὲς ἐν Λέοντι πέλει ταῖς τεκνουμέναις. ἐν δὲ Παρθένῳ καὶ Ζυγῷ, ἀλλὰ καὶ τῷ Σκορπίῳ δυσκόλως ἐκτιτρώσκουσι καὶ σφαλερῶς τὰ πάντα. ἐν δὲ Τοξότῃ τὸ δεινὸν οὐδαμῶς ἐπιβλέψει. ἐν δ’ Αἰγοκέρῳ κίνδυνον οὐκ ἔχει πρὸς τὴν πρώτην, | |
1865 | τὴν δὲ δευτέραν τὸ κακὸν καὶ δύσκολον ἐν γέννᾳ· ἐν δ’ Ὑδροχῷ τὸ ἀνάπαλιν τοῦ Αἰγοκέρου πέλει. | |
1867t | Περὶ δραπετῶν. | |
1867 | Ἐκ δὲ Σελήνης πρόγνωθι περὶ δραπετευόντων· αὐτῆς γὰρ οὔσης ἐν Κριῷ ὁ φυγὼν ταχυτάτως οὗτος φανερωθήσεται ἢ μόνος ἐπανήξει· | |
1870 | ἐν δὲ τῷ Ταύρῳ κρύπτεται οἴκῳ ἀνδρὸς πλουσίου καὶ δύσκολον τὴν εὕρεσιν ὁ δραπετεύσας ἔχει. ἐν δὲ Διδύμοις ὁ φυγὼν εἴσω τῆς ἑβδομάδος ληφθήσεται κακὴν κακῶς· εἰ δὲ διέλθῃ ταύτην, μέχρι μηνῶν παραδρομὴν τριῶν οὐχ εὑρεθείη. | |
1875 | ἐν δὲ Καρκίνῳ ὁ φυγὼν ἐν τῇ πρώτῃ ἡμέρᾳ εἰς ἱερὸν κρυβήσεται καὶ τῇ δευτέρᾳ πάλιν ὑπόσπονδος ἐξ ἱεροῦ ἀχθῇ πρὸς τοὺς δεσπότας· Σελήνης δ’ ἐν τῷ Λέοντι ὁ φυγὼν ἐν τῇ πρώτῃ ἡμέρᾳ͜ ͜οὐχ εὑρεθήσεται. ἐν δὲ γε τῇ δευτέρᾳ | |
1880 | οὐ τελειώσει τὴν φυγὴν, ὅσα καὶ βουληθείη. ἐν οἴκῳ γὰρ φανερωθῇ ἀνδρὸς πεπλουτισμένου. ζήτει δ’ αὐτὸν ἢ ἐν ἀγρῷ εἴτε καὶ ἐν κηπίῳ. εἰ δ’ ἐν Παρθένῳ φεύξεται. ἐν πολλαῖς ταῖς ἡμέραις κρυβήσεται πρὸς λόχμην τε καὶ συνδενδρώδη τόπον· | |
1885 | ἐν δὲ Ζυγῷ αὐτόβουλος ἑκὼν προσυποστρέψει καὶ δικαιολογούμενος οὗτος πρὸς τὸν δεσπότην. καὶ τοῦτο πάλιν γίνεται Σελήνης ἐν Σκορπίῳ. ἐν δὲ Τοξότῃ ὁ φυγὼν ἰσοῦται τοῖς Διδύμοις· ἐν δ’ Αἰγοκέρῳ ζωγρηθεὶς ἐν ξενωτάτῳ τόπῳ | |
1890 | ταχέως εἰσαχθήσεται πρὸς ἴδιον δεσπότην· ἐν δ’ Ὑδροχῷ προσακουσθῇ ἐν ξένῃ χώρᾳ εἶναι παρὰ ἀνδρὶ δημαγωγῷ εἴτε καὶ στρατιώτῃ· | |
ἐν τοῖς Ἰχθύσιν ὁ φυγὼν ἐν τῇ πρώτῃ ἡμέρᾳ δυσκόλως κινδυνεύσειεν, ἐν δέ γε τῇ δευτέρᾳ | ||
1895 | πολλὰ κακοπαθήσειε, προσεπανήξας πάλιν πρὸς δεσπότην τὸν ἴδιον ἀβλαβὴς τηρηθείη· ἡ γὰρ Σελήνη ἄνευθεν ἀστέρος πλανωμένου κενοδρομοῦσα καθ’ αὑτὴν δηλοῖ τὸν ἀποδράντα πλησίον πλανᾶσθαι τῆς μονῆς τοῦ ἰδίου δεσπότου. | |
(1900) | ἂν δέ τινι τῶν πλανητῶν ἡ Σελήνη συνοῦσα, μακρὰν προσαπελεύσεται ὁ δραπετεύσας τότε· ἀλλ’ ὅτε Κρόνος μάλιστα ἢ Ἄρης συνοδεύει, τὸν 〈μὲν〉 φυγόντα προσποιεῖ δέσμιον κρατηθῆναι· εἰ δὲ πολλάκις σὺν αὐτῇ ὁ Ζεὺς καὶ Ἀφροδίτη, | |
1905 | ὁ φυγὼν οὐ φανήσεται οὔτε μὴν εὑρεθείη. εἰ δέ γε συνοδεύσειεν τὸν Ἑρμῆν ἡ Σελήνη, εὐθέως εὑρεθήσεται ὁ φυγὼν καὶ ῥᾳδίως. Σελήνη συνοδεύουσα ἢ καὶ διαμετροῦσα Ἡλίῳ τῷ πυρφλέγοντι τὴν φυγὴν ἐκτοπίζει. | |
1910 | πάλιν δὲ συνοδεύουσα τῷ δεινοτάτῳ Κρόνῳ δηλοῖ τὸν δραπετεύσαντα ὑπό τινων κακούργων γυμνὸν γενέσθαι καθ’ ὁδὸν τῶν τούτου ἐνδυμάτων. | |
1913t | Περὶ χειρουργίας. | |
1913 | Ἄλλο δὲ πάλιν θαυμαστὸν περὶ τῆς χειρουργίας· Σελήνης ἐν τοῖς τροπικοῖς προσούσης τῶν ζῳδίων | |
1915 | κακὸν εἰς τὸ χειρούργημα καὶ πρὸς τομὴν ὑπάρχει· Σελήνη συνοδεύουσα Ἡλίῳ τόδε φέρει· τοῦτο καὶ πρὸς πανσέληνον δηλοῖ τῆς χειρουργίας· Ἄρης εἰ τύχῃ καὶ γενῇ πρὸς μοῖραν ὡρ〈οσκόπου〉 εἴτε καὶ συνοδεύσειε τῇ φαεινῇ Σελήνῃ, | |
1920 | βλάπτει τὸν χειρουργούμενον· ἐκ τοῦ γὰρ ἐκ δευτέρου πάλιν τομὴ γενήσεται ἢ ῥύσις αἱματώδης· εἰ δὲ Σελήνη σύνοδον μετὰ Κρόνου ποιοῦσα, τὰ κακὰ πολυχρόνια φέρει ταῖς χειρουργίαις· Σελήνη μετὰ τοῦ Διὸς ἢ καὶ τῆς Ἀφροδίτης | |
1925 | λειψιφωτοῦσα μάλιστα καλὴ τὴν χειρουργίαν, | |
ὁ Ζεὺς σὺν Ἀφροδίτῃ δὲ ἴσως ὡρ〈οσκοπήσασ〉 ἀγαθὸν τὸ χειρούργημα καὶ τὴν τομὴν δηλοῦσι· τὰ δ’ εἰρημένα πάντα δὲ κοινῶς συνυπακούει ἐν σικύαις καὶ καύστραις τε καὶ ταῖς φλεβοτομίαις. | ||
1930t | Περὶ παραδόσεως τεχνῶν. | |
1930 | Τὸ δ’ ἄλλο περὶ τῶν τεχνῶν πάσης διδασκαλίας· ὅταν Σελήνη πρὸς Κριὸν ἢ καὶ πρὸς τοὺς Διδύμους εἴτε καὶ πρὸς τὴν κάλλιστον Παρθένον συνυπάρχῃ, ὑπὸ Διὸς καὶ Παφίας αὕτη μαρτυρουμένη πρὸς τρίγωνον, ἑξάγωνον ἢ καὶ πρὸς ἄλλο σχῆμα | |
1935 | τὸν τέχνης καταρξάμενόν τινος εἴτ’ ἐπιστήμης δηλοῖ καλῶς καὶ θαυμαστῶς ἀποτελέσαι ταῦτα. τοῦτο δὲ δεῖ παρατηρεῖν ἐν τούτοις τὴν Σελήνην ζῳδίοις οἷς προείπομεν μὴ εἶναι σὺν Ἡλίῳ ἢ καὶ κατὰ διάμετρον ἢ τούτῳ συνοδεύει. | |
1940t | Περὶ φυτείας. | |
1940 | Τὸ δὲ φυτεύειν ἄκουσον καὶ καλῶς ἐκμαθήσῃ. ὅταν Σελήνη πρὸς Κριὸν, τότε καλὸν φυτεύειν καὶ γῆν ἀργὴν βωλοστροφεῖν καὶ σπείρειν ἀναγκαῖον, κατασκευάζειν καὶ σηκοὺς, ἐν δὲ τῷ Ταύρῳ πάλιν συμφέρει πάντα πραγμάτων γηπονικῶν εἰσπράττειν, | |
1945 | μισθίους δὲ γεωργικοὺς οὐ συμφέρει μισθῶσαι. ἐν δὲ Διδύμοις κάλλιστον τὸ σπείρειν καὶ φυτεύειν, πρὸς δὲ Καρκίνον κήπους 〈τε, ἀλλὰ〉 τὰ κατωρύγια· ἐν δέ γε καὶ τῷ Λέοντι κριθὴν καὶ σῖτον μόνον ἅπαντα τὰ σπερόμενα καὶ φυτευόμενά τε, | |
(1950) | ἐν δὲ Παρθένῳ κάλλιστον ἔξωθεν τῆς ἀμπέλου· ἐν δὲ Ζυγῷ καὶ Σκορπίῳ πάντα ποιεῖν ἁρμόζει, πρὸς τούτοις καὶ γεωμετρεῖν τὸ κρεῖττον τούτων ἔστιν. Σελήνη τῷ Τοξότῃ δὲ, σπείρειν οὐ δεῖ κἂν ὅλως, εἰ μή γε μάνδρας καὶ σηκοὺς κτήνεσιν ἀπαλλάσσειν, | |
1955 | πρὸς χόρτους δὲ καὶ ἄχυρα καλὸν καὶ τοῦτο πέλει. | |
ἐν δ’ Αἰγοκέρῳ συμφέρει πᾶσαν κτηνῶν ἀγέλην εἰς ἄλλον τόπον καθιστᾶν ὡς γίνεσθαι πολλάκις τὸ χειμάζειν εὐδιεινῶς τῶν κτηνῶν τὰς ἀγέλας ἢ καὶ πάλιν διάψυχρα ὕδατα ἐν τῷ θέρει. | ||
1960 | ἐν δ’ Ὑδροχῷ γεωμετρεῖν, ἀροτριᾶν, φυτεύειν. ἐν τοῖς Ἰχθύσι γεωργεῖν καὶ τὰς ἀμπέλους κάμνειν. Σελήνης δὲ μετὰ Διὸς 〈ἢ〉 καὶ τῆς Ἀφροδίτης, ἂν ἔχωσι καὶ τὸν Ἑρμῆν, πάντα τὰ εἰρημένα, ὅσα μέν ἐστιν ἀγαθὰ ἐν ἑκάστῳ ζῳδίῳ, | |
1965 | πρὸς εὐφορίαν ἅπαντα τὰ γεγραμμένα φέρει, τὰ δ’ ἄλλα τῶν κακώσεων ἐλαττοῖ τε καὶ φθείρει· μετὰ δὲ Ἄρη Κρόνου τε ἡ Σελήνη προσοῦσα, αὔξησιν νόει τῶν κακῶν, τῶν δὲ καλῶν ἀστοχίαν. | |
1969t | Περὶ τῶν ἐν δεσμοῖς κατεχομένων. | |
1969 | Ἂν δ’ ἐν δεσμοῖς εἰσί τινες, πρόσεχε τὴν Σελήνην· | |
1970 | πρὸς τὸν Κριὸν Διδύμους τε Καρκίνον καὶ τὸν θῆρα, ὃν λέγουσι τὸν Λέοντα, καί τις εἰ δεσμευθείη, πολὺν χρόνον ἐν τῷ δεσμῷ παραμείνει ὁ τάλας, ὁ δέ γε πρὸς Σκορπίον τε Τοξότην καὶ τὸν Ταῦρον, Διδύμους καὶ Παρθένον τε λυθήσεται ταχέως. | |
1975 | ὁ δ’ ἐν Ἰχθύσι δεσμευθεὶς ἐν εἱρκτῇ τελευτήσει ἢ μετὰ χρόνον ἄπειρον οὗτος ἐκλυτρωθείη. Σελήνη τοὺς τῶν ἀγαθῶν ἀστέρων προσορῶσα, ὁ δεθεὶς ἔχει σύντομον τὴν ἔκβασιν ῥᾳδίως, καὶ τοὺς κακοὺς δὲ βλέπουσα σημαίνει τοὐναντίον. | |
1980t | Περὶ κλοπιμαίου. | |
1980 | Πάλιν Σελήνης ἐν Κριῷ τὸ κλαπὲν εὑρεθείη· ἐν δὲ τῷ Ταύρῳ πρός τινα δυναστῶν ἐν τῷ πρώτῳ δεκανῷ εἰ κλαπήσεται, τὸ πρᾶγμα προσαπέλθῃ καὶ δύσκολον τὴν εὕρεσιν τούτου προσαποφαίνει· ἐν ταῖς μοίραις δὲ ταῖς λοιπαῖς τῶν δεκανῶν τῶν ἄλλων | |
1985 | τὴν εὕρεσιν ἐκφαίνει γὰρ ἡ Σελήνη ταχέως, εἰ μὴ τῷ Ἄρει συμπαρῇ πρὸς σχῆμά τε καὶ σῶμα. ἐν δὲ Διδύμοις εὑρεθῇ μετὰ μικρᾶς τῆς βλάβης, πρὸς δὲ Καρκίνον εἰ χρυσὸς ἢ ἄργυρος τυγχάνει, ταχέως εὑρεθήσεται· πρᾶγμα δ’ εἰ πέλει ἄλλο, | |
1990 | κρυβήσεται καὶ μηδαμῶς ἀναφανῇ κἂν ὅλως. τῆς Μήνης δ’ ἐν τῷ Λέοντι τὸ κλαπὲν παραυτίκα διχόνοιαν πρὸς εὕρεσιν καὶ δισταγμὸν σημαίνει, ἐν δὲ Ζυγῷ φανερωθῇ, ἀλλὰ καὶ τῷ Σκορπίῳ· Τοξότῃ γὰρ οὐδέποτε, βραδὺ δ’ ἐν Αἰγοκέρῳ, | |
1995 | ἀμφίβολον δ’ ἐν Ὑδροχῷ, παρὰ δὲ τοῖς Ἰχθύσι πολλὰ νὰ ἔλθουν, πολλὰ νὰ εἰποῦν· “συγχαίρομαί σε τώρα· εὑρήκαμεν τὸ πρᾶγμά σου καὶ δός μας συγχαρίκια.” ἐκεῖνοι γὰρ νὰ ψεύδωνται καὶ σὺ μή τους πιστεύσῃς. Σελήνη μετὰ τῶν δεινῶν ἀστέρων κατὰ σχῆμα | |
(2000) | ῥᾳδίαν εὕρεσιν ποιεῖ τῶν ἀποκλεπτομένων, | |
μετὰ δέ γε τῶν ἀγαθῶν ἀνεύρετον τυγχάνει. | ||
2002-3102t | Περὶ προσώπων τῶν πέντε πλανήτων. | |
2002 | Λάβωμεν ἐπανάληψιν ἐντεῦθεν τῶν πλανήτων καὶ λέξωμεν τὴν ἀληθῆ φύσιν καὶ ἐξουσίαν· ὁ μὲν τοῦ Κρόνου γηραιῷ μοναχῷ καὶ παρτζάδι | |
2005 | τοῦ Διός τε βασιλικῷ καὶ καλῷ καὶ ἐνδόξῳ, ὁ δ’ Ἄρεος πολεμιστῇ καὶ κλέπτῃ καὶ φονίσκῳ, ὁ δὲ καλοῦ καὶ θαυμαστοῦ Ἡλίου σελασφόρου βασιλικῷ, καλλοποιῷ, ἐνδόξῳ, πλουτοδότῃ. ὁ δ’ Ἀφροδίτης πορνικῷ ἐς μῖξιν ἡδονῆς τε | |
2010 | ἐνδόξῳ πρὸς γυναῖκας τε καὶ ἀγαθὸς τὰ πάντα· ὁ δὲ Ἑρμοῦ νοταρικῷ, σεκρητικῷ, φρονίμῳ, μηχανικῷ καὶ σοφιστῇ καὶ πανεπιτηδείῳ. ὁ δὲ Σελήνης ἅπασι δεινοῖς καὶ ἀγαθοῖς τε γοργὸν μεταβαλλόμενος ἀπὸ ζῴδιον εἰς ζῴδιον, | |
2015 | ὡς ἐν κατόπτρῳ φέρει δὲ τὰς φύσεις τῶν ἀστέρων | |
καὶ οἵου σχῆμα δέξηται, τούτου τὴν φύσιν ἔχει. | ||
2017t | Εἰς ἃ ἐπιβλέπουσι μέρη τοῦ σώματος. | |
2017 | Πρὸς μέρη δὲ τοῦ σώματος ἐπιβλέπουσιν οὗτοι· Κρόνος μερῶν τῶν δεξιῶν, ἀκοῆς καὶ σπληνός τε, τῆς κύστεως καὶ φλέγματος καὶ πάντων τῶν ὀστέων· | |
2020 | ὁ Ζεὺς ἁφῆς καὶ πνεύματος, σπορᾶς καὶ ἀρτηρίων· Ἄρης μερῶν ἀριστερῶν, ἀκοῶν καὶ νεφρῶν τε καὶ τῶν φλεβῶν τοῦ σώματος καὶ τῶν λοιπῶν μορίων· ὁ δ’ Ἥλιος ὁράσεως, καρδίας, ἐγκεφάλου καὶ τῶν νευρῶν, τῶν ἀρθρικῶν καὶ δεξιῶν ἁπάντων, | |
2025 | ἡ δ’ Ἀφροδίτη ὀσφρήσεως, ἥπατος καὶ σαρκός τε· Ἑρμῆς φρενὸς καὶ λόγου τε χολῆς τε καὶ τῆς ἕδρας, κοιλίας, μήτρας καὶ μερῶν καὶ πάντων εὐωνύμων. Καὶ πάλιν διακρίνονται εἰς χροίας τε καὶ γεύσεις· ὁ Κρόνος μαῦρος, μόλυβδος καὶ στυφερὸς πρὸς γεῦσιν, | |
2030 | Ἄρης ῥούσιος, σίδηρος πικρότατός τε πέλει, ἡ δ’ Ἀφροδίτη ἄργυρος, λευκὴ καὶ μήλινός τε, ἡ δὲ Σελήνη πράσινος, ὑάλινος τὴν φύσιν ὁ Ζεύς τε τὴν κασσιτέρου, γερανόχρους γλυκύς τε, ὁ δ’ Ἥλιος ὁλόχρυσος, δριμὺς καὶ κιτρινίτζης, | |
2035 | Ἑρμῆς χαλκοῦς καὶ βένετος ὡς ἁλμυροξυνίζων. | |
2036t | Ἡμεροκρατορίαι καὶ ὡροκρατορίαι. | |
2036 | Κατὰ τὴν τάξιν δ’ ἔνειμαν ταῖς ἡμέραις ἀστέρας σὺν αὐτοῖς τε καὶ ταῖς νυξὶν ἀπὸ τῆς ἑβδομάδος καὶ ταῖς ὥραις ταῖς ἐν αὐταῖς ὁμοίως ἐπιβλέπει. ἐπὶ γὰρ τῶν 〈μὲν〉 ἡμερῶν ἡμεροκρατορίαι, | |
2040 | ἐπὶ δὲ πάντων τῶν ὡρῶν 〈αἱ〉 ὡροκρατορίαι, | |
αἳ τῶν ἀστέρων λέγονται διέπειαι πολεύσεις. | ||
2042t | Ἡμέρα κυριακὴ τοῦ Ἡλίου. | |
2042 | Καὶ τὴν μὲν πρώτην ἔδωκαν κυριακὴν ἡμέραν τὸν Ἥλιον πολεύοντα ἀπ’ ἀρχὴν ἕως τέλους, τὴν πρώτην ὥραν τῆς αὐτῆς αὐτὸν τὸν Σελασφόρον, | |
2045 | δευτέραν Ἀφροδίτην τε, Ἑρμῆν δὲ τὴν τριτάτην, τετάρτην τὴν Σελήνην τε, τὴν πέμπτην δὲ τὸν Κρόνον, τὴν ἕκτην Δία ῥέποντα, τὴν ἑβδόμην τὸν Ἄρην, τὴν δὲ ὀγδόην Ἥλιον, ἐννάτην Ἀφροδίτην, τὴν δὲ δεκάτην τὸν Ἑρμῆν, τὴν μετ’ αὐτῆς Σελήνην, | |
(2050) | τὴν δωδεκάτην Κρόνον τε διέποντας πρὸς τάξιν. ἐδόθη καὶ τὴν νύκταν δὲ πολεύειν Ἀφροδίτην ἐκ πρώτης ὥρας καὶ αὐτῆς μέχρι τῆς δωδεκάτης, διέπειν δὲ τὴν πρώτιστον ὥραν τὴν Ἀφροδίτην, τὴν δὲ δευτέραν τὸν Ἑρμῆν καὶ τρίτην τὴν Σελήνην | |
2055 | καὶ τὴν τετάρτην Κρόνον τε καὶ τὴν πέμπτην τὸν Δία, τὴν ἕκτην δὲ τὸν Ἄρεα, Ἥλιον τὴν ἑβδόμην, τὰς πενταρίθμους δὲ λοιπὰς ὡς πρὸς τὴν δωδεκάτην τὴν Ἀφροδίτην, τὸν Ἑρμῆν, Σελήνην, Κρόνον, Δία. | |
2059t | Ἡμέρα δευτέρα τῆς Σελήνης. | |
2059 | Τὴν δὲ δευτέραν ἅπασαν ἡμέραν ἡ Σελήνη | |
2060 | ὅλως πολεύει πανταχοῦ, ἀλλὰ καὶ πρώτην ὥραν διέπουσα καθίσταται ὡς κυρία ἡμέρας, τὴν δὲ δευτέραν Κρόνος τε καὶ ὁ Ζεὺς τὴν τριτάτην, τὰς δ’ ἐφεξῆς ὁ Ἄρης τε, Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς, Σελήνη, Κρόνος τε, Ζεὺς, Ἄρης καὶ Φωσφόρος, | |
2065 | τὴν νύκταν τῆς δευτέρας δὲ ἡ Σελήνη πολεύει. τὴν ὥραν δὲ τὴν πρώτιστον Ἀφροδίτη διέπει, τὰς μετ’ αὐτὴν ἁπάσας δὲ Ἑρμῆς Σελήνη, Κρόνος, Ζεὺς, Ἄρης καὶ ὁ Ἥλιος, Ἀφροδίτη Ἑρμῆς τε καὶ Κρόνος ἔτι καὶ ὁ Ζεὺς διέπουσι πρὸς τάξιν. | |
2070t | Ἡμέρα τρίτη Ἄρεος. | |
2070 | Τὴν τρίτην τὴν ἡμέραν δὲ Ἄρης πολεύει πᾶσαν, οὗτος μὲν καὶ τὴν πρώτιστον αὐτῆς τὴν ὥραν ἕπει, Ἥλιος Ἀφροδίτη τε Ἑρμῆς καὶ ἡ Σελήνη, Κρόνος καὶ Ζεὺς καὶ Ἄρης τε, Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς καὶ Μήνη ἔσχατον δωδεκάτη διέπει· | |
2075 | τῆς δὲ τριτάτης νύκταν αὖ Ἄρης πολεύει πᾶσαν. καὶ Κρόνος ταύτης πρώτιστον ὥραν αὐτὸς διέπει | |
καὶ καθεξῆς πρὸς τὰς λοιπὰς Ζεὺς, Ἄρης καὶ Φωσφόρος, ἡ Ἀφροδίτη καὶ Ἑρμῆς, Σελήνη καὶ ὁ Κρόνος, Ζεὺς, Ἄρης καὶ ὁ Ἥλιος καὶ Ἀφροδίτη τέλος. | ||
2080t | Ἡμέρα τετάρτη Ἑρμοῦ. | |
2080 | Τὴν δὲ τετάρτην ὁ Ἑρμῆς ἀνὰ πᾶσαν ἡμέραν καὶ ταύτης περὶ πρώτιστον ὥραν αὐτὸς διέπει, τὰς δ’ ἐφεξῆς Σελήνη τε καὶ μετ’ αὐτὴν ὁ Κρόνος, ὁ Ζεὺς, ὁ Ἄρης, Ἥλιος, ἑβδόμη δ’ Ἀφροδίτη, μετὰ δὲ ταύτην ὁ Ἑρμῆς Σελήνη τε καὶ Κρόνος, | |
2085 | ὁ Ζεὺς καὶ Ἄρης ἔσχατος ὁ πρὸς τὴν δωδεκάτην. τῆς δὲ τετράδος νύκταν δ’ αὖ Ἥλιος προπολεύει, αὐτὸς δὲ καὶ τὴν πρώτιστον ὥραν διέπει ταύτην, ἡ Ἀφροδίτη μετ’ αὐτὸν Ἑρμῆς τε καὶ Σελήνη, Κρόνος, ὁ Ζεὺς καὶ Ἄρης τε, Ἥλιος, Ἀφροδίτη, | |
2090 | Ἑρμῆς Σελήνη Κρόνος τε περὶ τὴν δωδεκάτην. | |
2091t | Ἡμέρα πέμπτη Διός. | |
2091 | Τῆς πέμπτης δὲ τὴν ἅπασαν ἡμέραν Ζεὺς πολεύει, οὗτος καὶ πρὸς τὴν πρώτιστον ὥραν διέπει ταύτης καὶ καθεξῆς διέπουσιν Ἄρης καὶ Σελασφόρος, ἡ Ἀφροδίτη, ὁ Ἑρμῆς, Σελήνη καὶ ὁ Κρόνος, | |
2095 | Ζεὺς, Ἄρης καὶ ὁ Ἥλιος καὶ Ἀφροδίτη, τέλος Ἑρμῆς ἐστιν ὁ φρόνιμος διέπων δωδεκάτην. πρὸς δὲ τὴν νύκτα πέμπτης τε ἡ Σελήνη πολεύει, αὕτη καὶ περὶ πρώτιστον διέπει ταύτης ὥραν, καὶ καθεξῆς διέπουσιν ἤτοι μὲν ἐκ δευτέρας | |
(2100) | ὁ Κρόνος, Ζεὺς καὶ Ἄρης τε Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς, Σελήνη Κρόνος τε, Ζεὺς, Ἄρης ἀνατέλλων. | |
2102t | 〈Ἡμέρα〉 ἕκτη Ἀφροδίτης. | |
2102 | Τὴν δ’ ἕκτην ἅπασαν καλῶς ἡμέραν Ἀφροδίτη πολεύει δωδεκάωρος καὶ περὶ ὥραν πρώτην διέπουσα καθέστηκε καὶ καθεξῆς ἀστέρες | |
2105 | Ἑρμῆς, Σελήνη Κρόνος τε, Ζεὺς, Ἄρης ἀνατέλλων, ἡ δ’ Ἀφροδίτη, ὁ Ἑρμῆς, Σελήνη καὶ ὁ Κρόνος, τὴν δ’ ἔσχατον καὶ τέλειον ὁ Ζεὺς καλῶς διέπει. τὴν νύκταν δὲ τῆς ἕκτης τε πᾶσαν Ἄρης πολεύει, ὅστις καὶ περὶ πρώτιστον ὥραν ταύτης πολεύει | |
2110 | καὶ μετ’ αὐτὸν ὁ Ἥλιος, τὴν τρίτην Ἀφροδίτη, καὶ τὴν τετάρτην ὁ Ἑρμῆς, τὴν πέμπτην ἡ Σελήνη, τὴν ἕκτην Κρόνος ὁ ψυχρὸς, ὁ Ζεὺς δὲ τὴν ἑβδόμην, καὶ μετ’ αὐτὸν ὁ Ἄρης τε, Ἥλιος, Ἀφροδίτη, | |
Ἑρμῆς γὰρ τέλος ἔλαβεν, ἐπίγειος Σελήνη. | ||
2115t | Κρόνου ἡμέρα, τοῦ σαββᾴτου. | |
2115 | Τὴν δὲ ἑβδόμην, ἥ ἐστιν ἡμέρα τοῦ σαββάτου, Κρόνος πολεύει ἅπασαν, αὐτὸς δ’ ἐν ὥρᾳ πρώτῃ διέπει κατὰ τάξιν τε καὶ οἱ λοιποὶ ἀστέρες, τοῦτ’ ἔστι Ζεὺς καὶ τρίτατος ὁ Ἄρης ἐν ταῖς ὥραις, Ἥλιος Ἀφροδίτη τε Ἑρμῆς καὶ ἡ Σελήνη, | |
2120 | Κρόνος, ὁ Ζεὺς καὶ Ἄρης τε, Ἥλιος, Ἀφροδίτη, τὴν νύκταν δὲ ὁ κάλλιστος Ἑρμῆς πᾶσαν πολεύει καὶ πρώτην ὥραν τῆς νυκτὸς, δευτέραν δὲ Σελήνη, Κρόνος, ὁ Ζεὺς καὶ Ἄρης τε, Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς, Σελήνη Κρόνος τε, ὁ Ζεύς τε καὶ ὁ Ἄρης. | |
2125t | Περὶ αὐξήσεως καὶ ἐλαττώσεως νυχθημέρου. | |
2125 | Ὁ γὰρ τέχνης ἀστρόλαβος δωδεκάωρος πέλων ἰσόμοιρος τὸ μέγεθος ἀναλόγως τῶν ζῴδιων· καὶ ἴσως ἐπεμοίρασαν τὴν νύκταν καὶ ἡμέραν. ἡ δὲ Ἡλίου λόξωσις καὶ ἡ φορὰ τοῦ πόλου ποτὲ μὲν χθαμαλώτερον τὸν Ἥλιον ἐμφαίνει, | |
2130 | ποτὲ δ’ εἰς ὕψος ἄπειρον, τοῦτ’ ἔστιν πρὸς Καρκίνον, ἀνάγει κυλιόμενος ὁ πόλος ἐξ ὑδάτων· διὰ τοῦτο καὶ μεταβολὰς τῶν νυχθημέρων οὕτως ποτὲ μὲν ἀπεργάζεται μείζονας τὰς ἡμέρας, ἄλλοτε κατ’ ἰσότητα ἐλαττοῖ καὶ μειοῖ τε, | |
2135 | καὶ ὅσας ἔχει ἄνωθεν ἡ ἡμέρα τὰς ὥρας, τῶν δώδεκα τῶν τυπικῶς ὡρῶν ἐνισταμένων ἐκ τῆς νυκτὸς ὑπάρχουσι σμικρυνομένης ταύτης· | |
τοῦτο δὲ πάλιν γίνεται καὶ ἐν νυξὶ μεγίσταις. | ||
2139t | Περὶ ὥρας ἀστέρων. | |
2139 | Τῆς δὲ Σελήνης ἀγαθὴ ὥρα ἐν πᾶσι πέλει | |
2140 | καταρχομένοις πράγμασι καὶ σταθηρὰ τυγχάνει, τῆς δ’ Ἀφροδίτης ἐν χαραῖς καὶ πράξεσιν καὶ γάμοις καὶ συμφορίτζαις ταῖς λοιπαῖς πρὸς τὴν ὑπόθεσίν της, ἡ δὲ τοῦ Κρόνου σιχαντὴ καὶ βλαπτικὴ ἐν πᾶσιν τοῖς γινομένοις ἐν αὐτῇ ἄστατος ἐντυγχάνει, | |
2145 | τοῦ δὲ Διὸς πάνυ τερπνὴ, ἔχουσα καὶ προφάσεις, δάνεια καὶ ψηφίσματα ἀγοράς τε καὶ πράσεις καὶ πάντα τὰ γινόμενα σταθηρὰ καὶ καλά τε. ἡ δὲ ὡρίτζα τοῦ Ἑρμοῦ ἐν ψήφοις ἀγαθή τε καὶ σύντομος ὑποστροφὴ τοῖς εἰς ἀποδημίαν, | |
(2150) | τοῦ δὲ Ἡλίου ἔνδοξος πρὸς βασιλεῖς τυγχάνει καὶ πρᾶξις ἥτις γένηται ἐν αὐτῇ, δόξαν ἔχει. τὸν δ’ Ἄρην μηδὲ λέγω τον, ὅτι κακὸς ὑπάρχει. | |
2153t | Περὶ τῆς τοῦ ἀστρολάβου χρήσεως. | |
2153 | Παρέλαβεν ἀστρόλαβος ἐν ἐπιπέδῳ τούτου, τοῦτ’ ἔστιν εἰς τὸ ἅπλωμα τὸ καταγεγραμμένον, | |
2155 | ὅπερ καλεῖται τύμπανον, ἔχειν δύο εὐθείας· ἡ μὲν γὰρ ἀπ’ ἀνατολῆς τέμνει δύσεως ἄχρι, | |
ἡ δὲ ἀπ’ ἄρκτων φέρεται μέχρι καὶ μεσημβρίας, αἳ καὶ τὰ κέντρα λέγονται καὶ τοιῶσδε καλοῦνται· τὸ κέντρον τῆς ἀνατολῆς λέγεται ὡροσκόπος, | ||
2160 | δῦνον δὲ τὸ τῆς δύσεως, τὸ δ’ ἀνάπαλιν κέντρον ὑπάρχει μεσουράνημα ὑπὸ γῆν δὲ τὸ κάτω, τὸ δ’ ἀναγυριζόμενον κυκλικὸν ὡς ἀράχνη ἐκεῖνο κατὰ μίμησιν φέρεται τὴν τοῦ πόλου· ὁ μέσος γὰρ ὁ ἐν αὐτῇ στέφανος τῇ ἀράχνῃ | |
2165 | ὁ ζῳδιακὸς προσκέκληται κύκλος ὁ ἐν τῷ πόλῳ, μεμέρισται εἰς δώδεκα ὀνόματα ζῳδίων ἀρχόμενος ἐκ τοῦ Κριοῦ μέχρι καὶ τῶν Ἰχθύων, ἔχων ἀνὰ τριάκοντα μοίρας κεχαραγμένας, κατὰ μίμησιν λέγω δὲ τῶν μοιρῶν τοῦ Ἡλίου, | |
2170 | ἐξ ὧν οὗτος διέρχεται τῷ νυχθημέρῳ μίαν, ὡς ἐξ ἀρχῆς εἰρήκαμεν ἐν τῷδε τῷ βιβλίῳ. τὰ δὲ τοῦ πόλου γύροθεν φαινόμενα κεντρίτζια ἀστέρες οἱ λαμπρότατοι τῶν παρανατελλόντων καθὼς ἐν πόλῳ σύγκεινται ἀπλανεῖς πρὸς τὴν σφαῖραν. | |
2175 | τὰ δὲ δώδεκα ζῴδια τὰ ἐν τῷ κύκλῳ ταῦτα δώδεκα τόποι λέγονται κατὰ πρᾶξιν καὶ τύχην· ὁ πρῶτος λέγεται ζωῆς καὶ πέλει ὡροσκόπος, καὶ μετ’ αὐτὸν ὁ δεύτερος βίου τε καὶ τοῦ πλούτου, ὁ τρίτος δὲ τῶν ἀδελφῶν, ὁ τέταρτος γονέων | |
2180 | ὁ πέμπτος κανισκίων τε, ἀλλὰ καὶ τῶν κτημάτων ὁ ἕκτος σίνους καὶ λυπῶν, ὁ ἕβδομος τοῦ γάμου, ὁ ὄγδοος τοῦ θανάτου τε, ἀλλὰ καὶ ἔννατός τε ἀποδημίας, πράξεως ὁ δέκατος τυγχάνει, ἑνδέκατος ἐλπίδος τε τῆς ἀγαθῆς ὑπάρχει, | |
2185 | ὁ δ’ ἔσχατος καὶ δύστηνος τῶν ἐχθρῶν προσκαλεῖται. Καὶ πάλιν κατὰ μίμησιν τῶν δώδεκα τοπίων, καθὼς ἀρχὴ καθέστηκεν ἀπὸ τοῦ ὡροσκόπου, μετέχουσι τὰ ζῴδια φύσεις τε καὶ δυνάμεις. τὸ πρῶτον μέν ἐστι Κριὸς, ἀλλ’ ὀλίγον μετέχει | |
2190 | ἐκ τοῦ πρωτίστου τόπου γὰρ, τῆς τύχης ὡροσκόπου, | |
ὁ Ταῦρος τοῦ δευτέρου τε καὶ οἱ Δίδυμοι τοῦ τρίτου, καὶ καθεξῆς καὶ τὰ λοιπὰ ὑπόλαβε τῶν ζῴδιων. τὸ γὰρ χαλκοῦν ἐπίπεδον τὸ καταγεγραμμένον ἔχει μὲν τοὺς ὁρίζοντας τέμνοντας τοῦτο μέσον. | ||
2195 | ἐκ δὲ μέσου πρὸς ἄνωθεν λέγω τῆς μεσημβρίας κύκλους πυκνοὺς ἔχει πολλοὺς, τοὺς παραλλήλους λέγω, κάτωθεν δέ γε πρὸς τὴν γῆν δώδεκα ὡς ἀκτῖνας, ἔνθα 〈καὶ〉 καταγράφονται αἱ τῆς ἡμέρας ὧραι. μέσον δὲ τῶν πολλῶν κύκλων καὶ τῶν ὡρῶν τῷ τρίτῳ | |
(2200) | κύκλοι δύο προστέμνουσιν ὄντως προσκεκλημένοι· ὁ μικρὸς καὶ ἐσώτατος ὁ θερινὸς ὑπάρχει, ὁ δ’ ἔξωθεν καὶ δεύτερος κύκλος ἰσημερίας, ὁ δ’ ἔξωθεν καὶ μέγιστος ὁ καὶ τὰς μοίρας ἔχων τὰς τριακοσίας ἑξήκοντα πρὸς μίμησιν τοῦ πόλου, | |
2205 | χειμερινὸς καλούμενος ἀπὸ τοῦ Αἰγοκέρου. καὶ πρόσεχε τὸν λογισμὸν καὶ νὰ κρατήσῃς ὥραν· ὄπισθεν ἔχει ἀστρόλαβος εὐθείας ὁριζούσας. αὐτὰ τὰ κέντρα νόησον τῶν τεταρτημορίων· τὸ δ’ ἓν τεταρτημόριον ἔχει χαραγματίτζια, | |
2210 | τὸ ποσὸν ἐνενήκοντα, αἳ καὶ βαθμοὶ καλοῦνται, Ἡλίου τῆς ἡμέρας μὲν, τῆς δὲ νυκτὸς ἀστέρων τῶν τῆς ἀράχνης λέγω δὴ τῶν ἐπιγεγραμμένων. τὸ δὲ μέσον εἰλούμενον κανόνιον ἐκεῖνο, ὅπερ ἐπὶ τὰς ἄκρας του πρὸς μίαν ἔχει τρύπαν, | |
2215 | τοῦτο διόπτρα λέγεται καὶ κράτησις Ἡλίου. κρέμασον τὸν ἀστρόλαβον ἐπὶ τῷ σῷ δακτύλῳ ἱστάμενος κατέναντι τῆς ἀκτῖνος Ἡλίου καὶ τὴν διόπτραν ἴσασον ἀνάγων καὶ κατάγων, ἕως εὐστόχως ἡ ἀκτὶς διέλθοι τὴν τρυπίτζαν | |
2220 | καὶ ἐπέλθοι πρὸς τὴν κάτωθεν ἄλλην πάλιν τρυπίτζαν καὶ τότε κατ’ ἰσότητα τὸν Ἥλιον κρατήσῃς καὶ βλέψον πρὸς τὰ γράμματα τὰ ἐπιγεγραμμένα. | |
ἃ καὶ κεῖνται πεντάριθμα μετὰ τῶν χαραγμάτων· πέντε καὶ πέντε δέκα γὰρ, καὶ πέντε δεκαπέντε, | ||
2225 | ὅπως ἀναβιβάζονται ταῦτα τὰ γραμματίτζια μέχρι τῶν ἐνενήκοντα κέντρου μεσουρανοῦντος. καὶ γὰρ τεταρτημόριον ἔνι κεχαραγμένον· τετρὰς γὰρ ἐνενήκοντα· τριακόσια ἑξήντα πέλει· ἔνθα γὰρ πέσῃ τὸ ὀξὺ καὶ ἄκρον τῆς διόπτρας, | |
2230 | τοῦτο προσεπιχάραξον, νὰ μή σε λάθῃ, μόνον, μετὰ δὲ τοῦτο πρόσβλεψον ἔσωθεν ἀστρολάβου μέσον κείμενα γράμματα τῶν παραλλήλων κύκλων τὰ μὲν ὡς ἐξ ἀνατολῆς μέχρι τῶν ἐνενήντα, τὰ δὲ πρὸς δύσιν καὶ αὐτὰ ἄχρι τῶν ἐνενήντα. | |
2235 | καὶ λόγου χάριν λέξομεν τὴν ὡροκρατορίαν· ἔστω εἰς Κριὸν ὁ Ἥλιος πρὸς μοίρας δεκαπέντε· τὴν δὲ ἡμέραν ἔλαβες, τὴν ὥραν τῆς ἡμέρας, ἐκράτησας τὸν Ἥλιον βαθμοὺς πενήντα δύο, ἔνθα κεῖνται τὰ γράμματα ἔξω πρὸς τὴν διόπτραν | |
2240 | ἐπὶ τὴν μοῖραν τοῦ Κριοῦ τὴν πεντεκαιδεκάτην καὶ θές τε εἰς τὰ γράμματα τῶν παραλλήλων κύκλων ἔνθ’ εὕρῃς τὰ πενήντα δυὸ μέχρι τῶν παραλλήλων· ἐπίθες τὴν μοῖραν τοῦ Κριοῦ τὴν πεντεκαιδεκάτην, εἰ μὲν κρατήσεις Ἥλιον πρὸς μέσου τῆς ἡμέρας | |
2245 | εἰς ἀνατολικώτατον μέρος θὲς τῶν γραμμάτων, εἰ δ’ ἀπὸ μεσημβρίας δὲ τοῦ μέσου τῆς ἡμέρας, ἐπὶ τὸ δυτικώτατον εἰς τὰ πενήντα δύο πρὸς τὸ κατὰ διάμετρον, εἰς τὸν Ζυγόν σε λέγω. | |
2249t | Περὶ τοῦ ὡροσκόπου. | |
2249 | Ἴδε τὴν μοῖραν τοῦ Ζυγοῦ τὴν πεντεκαιδεκάτην, | |
(2250) | εἰς ποίαν ὥραν ἔγκειται κάτωθεν ὑπὸ γαῖαν, καὶ ταύτην λέξον ἀκριβῶς εἶναι τὴν ὥραν τότε, τὸν δ’ ὡροσκόπον νόησον ζῴδιον, οἷον εἶναι τὸ μέρος τῆς ἀνατολῆς τῶν παραλλήλων κύκλων τὸν μέγιστον καὶ πρώτιστον, τὸν ἀτελῆ σε λέγω, | |
2255 | τὸν κείμενον ἐπάνωθεν ἀνατολῆς γραμμάτων· οἷον γὰρ κεῖται ζῴδιον ἐπάνωθεν τοῦ κύκλου, τοῦ δὲ τοῦ πρώτου ἀτελοῦς, ὡροσκόπος καλεῖται· ἐκ μοίρας τούτου τοῦ ζῴδιου γνώσῃς τὸν ὡροσκόπον· ἡ γὰρ μοῖρα ἡ ἔγγιστα τοῦ κύκλου τοῦ πρωτίστου, | |
2260 | οἵα ἐστὶ πρὸς ἀριθμὸν, οὕτως ὡροσκοπήσει. | |
2261t | Περὶ μεσουρανήματος καὶ δύνοντος. | |
2261 | Καὶ γνώσει καὶ τὸν δεκανὸν ἐκ τοῦ ποσοῦ τῆς μοίρας, ὁμοίως καὶ τὰ ὅρια τίνος τῶν πλανωμένων, τὸ δέ γε μεσουράνημα τὸ κείμενον ἐν κέντρῳ καὶ τὸ δῦνον τὸ δυτικὸν ὑπόγειον τὸ κάτω. | |
2265 | τὴν δὲ νυκτὸς εἰ βουληθῇς κρατῆσαι πάλιν ὥραν, οἷον ἀστέρα ἂν ἴδῃς ἄνωθεν ἐν τῷ πόλῳ ἐν τῷ κειμένῳ ἔσωθεν λέγω τοῦ ἀστρολάβου, εἰ λάβῃς τὸν ἀστρόλαβον ἴσως ἀπὸ τοῦ κρίκου καὶ ἄνωθεν τοῦ ὀφθαλμοῦ προθέσῃς τὴν διόπτραν | |
2270 | καὶ ἴδῃς ἀνεμπόδιστον ἐκ τῶν ὀπῶν τῶν δύο ἐκεῖνον, ὃν ἐγνώρισας, καλέ μου, τὸν ἀστέρα, ἴδε, εἰς ποῖον ὕψωμα ἡ διόπτρα σου κεῖται, καὶ τὴν ἀράχνην γύρισον καὶ φέρε τὸν ἀστέρα, τὸν εἶδες εἰς τὸν οὐρανὸν, ἐν τῷ ψήφῳ τῶν κύκλων· | |
2275 | εἰ μὲν πρὸς δύσιν φαίνεται, φέρε τοῦτον ἐν δύσει, εἰ δέ γε πρὸς ἀνατολὴν πάλιν ὁμοίως τούτου, εἰσάγαγε πρὸς τὸ ψηφὶν, ἔνθα τὸ ὕψος εὕρῃς, ἐπιθεὶς τὸν ἀστέρα σου πρὸς τὸν τοῦ ψήφου κύκλον, καθώσπερ καὶ τὸν Ἥλιον ψηλαφήσας ἐν ζῴδιῳ. | |
2280 | ἔνθα εὑρήσεις κείμενον τοῦτον περὶ τῷ ζῴδιῳ, ἐκεῖ τὴν ὥραν νόησον εἶναι τὴν ζητουμένην. τὸ δέ γε δωδεκάζῳδ͜ιο͜ν τὸ ἐν τῷ κύκλῳ μέσον, καθὼς ἄνωθεν εἴπομεν τὰς φύσεις τῶν ζῳδίων, ἃς πρὸς ἀστέρας ἔχουσι τῶν πέντε πλανωμένων, | |
2285 | ὑψώματα καὶ σχήματα, ταπεινώσεις καὶ οἴκους | |
ὡς ἐξ ἀποτελεσμάτων τε καὶ δυνάμεως τούτων, καθὼς θεὸς προσέταξεν ὁ κτίστης τῶν ἁπάντων συνεῖναι τούτους ἐν παντὶ τῷ κόσμῳ τερατώδει καὶ μελλόντων μηνύματα φανερὰ προδηλοῦντας. | ||
2290 | καὶ πρόσεχε καὶ θαύμασον μεγαλουργὰ τῆς τέχνης, ἅπερ ἔχει χαρίσματα τῆς ἄνωθεν προνοίας, καὶ κατὰ μέρος ἅπαντα, δέσποτα, σοὶ προσλέξω. | |
2293t | Τὰ σχήματα τῶν δώδεκα ζῳδίων. | |
2293 | Ἀρξόμεθα καὶ σχήματα τῶν δώδεκα ζῳδίων, ἑξάγωνα καὶ τρίγωνα καὶ τετραγωνισμένα, | |
2295 | ἃ καὶ κατὰ διάμετρον καὶ κατὰ σύνοδόν τε. καὶ τρίγωνα μὲν πέφυκεν τὰ κατὰ Πτολεμαῖον τέσσαρα συνιστάμενα ἐκ διπλῆς ἑξηντάδος, τοῦτ’ ἔστιν ὡς ἀπὸ μοιρῶν ἑκατὸν εἴκοσί τε, ἰσόπλευρα, ἰσόμηκα, ἰσόγωνα τὰ μέρη. | |
(2300) | καὶ τὸ μὲν πρῶτον τρίγωνον ἐκ τριῶν ζῴδιων πέλει, τοῦ Κριοῦ καὶ 〈τοῦ〉 Λέοντος καὶ αὐτοῦ τοῦ Τοξότου, ἀρρενικὸν, βασιλικὸν καὶ βόρειον τυγχάνον, πύρινον διακείμενον πρὸς μέρος τῆς ἑῴας. καὶ ὁ μὲν Λέων πέφυκεν οἶκος μέγας Ἡλίου | |
2305 | καὶ Διὸς ὁ Τοξότης 〈τε〉 καὶ τοῦ Κριοῦ ὁ Ἄρης. διὰ τοῦτο καὶ ὁ σοφώτατος καὶ καλὸς Πτολεμαῖος οἰκοδεσπότας ἔταξεν ἐν τῷ τριγώνῳ τούτῳ ἡμέρας μὲν τὸν Ἥλιον, τῇ νυκτὶ δὲ τὸν Δίαν. καὶ γὰρ ὁ Ζεὺς γεννητικὸς ἀνέμων τῶν ἀρκτῴων, | |
2310 | ὁ δ’ Ἄρης πάντων Λιβυκῶν δι’ αἵρεσιν τῆς Μήνης καὶ τό τε θηλυνόμενον δυτικώτατον μέρος. Κέκληται δὲ 〈τὸ〉 τρίγωνον θηλυκὸν γήινόν τε ἐξ Αἰγοκέρου Ταύρου τε καὶ αὐτῆς τῆς Παρθένου. καὶ τόδε πέλει ἐκ μοιρῶν ὁμοίως τῷ πρωτίστῳ, | |
2315 | ἡ φύσις τῶν ζῳδίων δὲ θηλυνομένη οὖσα | |
2316a | οἰκοδεσπότας δέδωκεν Μήνην καὶ Ἀφροδίτην | |
2317a | νότιον ὂν ἐκ κράσεως αὐτῆς τῆς Ἀφροδίτης. | |
2318a | καὶ γὰρ νότου γεννητικὸς ἀστὴρ ταύτης τυγχάνει | |
2319a | διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ταύτης. | |
2320a | προσέλαβεν καὶ σύμμιξιν ἐκ τῶν ἀπηλιώτων | |
2321a | διὰ τὸ τὸν Αἰγόκερον οἶκον εἶναι τοῦ Κρόνου· | |
2322a | πνευμάτων γὰρ γεννητικὸς ὁ Κρόνος ἐντυγχάνει | |
2323a | ἐκ μέρους ἀπηλιωτικοῦ κειμένου Αἰγοκέρου | |
2324a | καὶ νοταπηλιωτικὸν τὸ τρίγωνον ὑπάρχει. | |
2325a | Τὸ δὲ καὶ τρίτον τρίγωνον ἐκ Διδύμων συνέστη | |
2326a | Ζυγοῦ καὶ Ὑδροχόου τε πνευματουμένων ὄντων. | |
2327a | ὁ γὰρ τοῦ Ἄρεος ἀστὴρ οὐδένα λόγον ἔχει, | |
2328a | ὁ δὲ τοῦ Κρόνου καὶ Ἑρμοῦ, ἔχοντες καὶ τοὺς οἴκους | |
2329a | τὸν Ὑδροχὸν ὁ Κρόνος τε καὶ Ἑρμῆς τοὺς Διδύμους, | |
2330a | οἰκοδεσπόται πέφυκαν τοῦ τοιούτου τριγώνου. | |
2331a | καὶ τὸν μὲν Κρόνον δέδωκαν ἐπέχειν τὴν ἡμέραν, | |
2332a | τὸν δὲ Ἑρμῆν τὸν εὔφρονα ἐπέχειν τε τὴν νύκταν, | |
2333a | γεννητικὸν ποιητικὸν ἐκ μέρους τοῦ Ἡλίου, | |
2334a | τὸν δὲ Κρόνον τῶν τοῦ βορρᾶ τούτων συμμεμιγμένων, | |
2335a | βορραπηλιωτικώτατον τὸ τρίγωνον τυγχάνον. | |
2336a | Τὸ δὲ τέταρτον τρίγωνον ἰσόπλευρον τυγχάνον | |
2337a | ἐκ Καρκίνου Σκορπίου τε καὶ τῶν νηκτῶν Ἰχθύων | |
2338a | Λιβυκόν τε καὶ κάθυγρον, πρὸς οἰκοδεσποτείαν | |
2339a | Ἀφροδίτην ἐτάξαν τε, σὺν αὐτῇ καὶ Σελήνην, | |
2340a | πρὸς νύκταν τὴν Σελήνην τε, πρὸς ἕω Ἀφροδίτην. | |
2341a | ἡ δ’ Ἀφροδίτη πέφυκεν Λιβυκῶν τῶν ἀνέμων | |
2342a | γεννήτρια ποιήτρια ὡς οἰκοδεσποτοῦσα, | |
2343a | ὑπάρχον δὲ καὶ Ἄρεος τὸ ζῴδιον 〈τοῦ〉 Σκορπίου | |
2344a | πνευμάτων τῶν νοτίων τε γεννητικὸς ὁ Ἄρης | |
2345a | καὶ νοτολιβυκώτατον τὸ τρίγωνον τυγχάνον. | |
2346a | Φέρωμεν ἐπὶ σχήματα τοὺς τριγωνοκρατοῦντας | |
2347a | ἀστέρας κατὰ σύγκρισιν Ἡλίου καὶ Σελήνης· | |
2348a | ἡ γὰρ Σελήνη κάτοπτρον ὡς παρεικαζομένη, | |
2349a | οἷος ἀστὴρ ἂν πρὸς αὐτὴν κατὰ τρίγωνον βλέψῃ, | |
2350a | τῇ φύσει τούτου συγκρατεῖ καὶ συγγαμεῖται τούτου· | |
2351a | ἂν ἔστιν ἀγαθώτατος, γέγηθεν ἡ Σελήνη, | |
2352a | εἰ δὲ πάλιν δεινότατος, αὐτὴ κεκακωμένη. | |
2353a | τριγωνισμὸς δὲ λέγεται Σελήνης πρὸς ἀστέρα, | |
2354a | ὅταν ἀστὴρ πρὸς τὸν Κριὸν εὑρίσκεται πλανήτης, | |
2355a | ἡ δὲ Σελήνη πέφυκεν ἐν ζῳδίῳ Τοξότου | |
2356a | ἢ καὶ πρὸς τὸ τοῦ Λέοντος ἐντυγχάνουσα ζῴδιον, | |
2357a | τοῦτο δὲ καὶ πρὸς τῶν λοιπῶν νόει τριγώνων σχῆμα. | |
2358a | Ἐνόησές το καλούτζικα, θέλω τῶν τετραγώνων. | |
2359a | Καὶ τοῦτο σχηματίζεται ἐκ μοιρῶν ἐνενήντα | |
2360a | τετράγωνον ἰσόπλευρον, τετράγωνον καὶ πρῶτον | |
2361a | ἐκ Κριοῦ καὶ Καρκίνου τε, Ζυγοῦ καὶ Αἰγοκέρου. | |
2362a | τὸ τρίτον δὲ τετράγωνον ἐν μοίραις ἴσον ἄλλων | |
2363a | Τοξότου καὶ Παρθένου τε, Διδύμων καὶ Ἰχθύων, | |
2364a | τὴν φύσιν δὲ τοῦ σχήματος τὴν πρὸς τῶν πλανωμένων | |
2365a | ὡς ἐν τριγώνῳ νόησον μετὰ καὶ τῆς Σελήνης. | |
2366a | Τοῦτο καὶ πρὸς ἑξάγωνον τὸ σχῆμα φυλαχθείη, | |
2367a | ὅπερ καλῶς συνίσταται ἐκ μοιρῶν ἑξηντάδος. | |
2368a | καὶ τὸ μὲν πρῶτον πέφυκεν ἑξάγωνον ἐκ τούτου· | |
2369a | Κριοῦ, Διδύμων, Λέοντος, Ζυγοῦ καὶ τοῦ Τοξότου, | |
2370a | πρὸς τούτοις Αἰγοκέρου τε, ἀρρενικὰ τὰ πάντα. | |
2371a | τὸ δὲ δεύτερον σύγκειται ἐκ Ταύρου καὶ Καρκίνου, | |
2372a | Παρθένου καὶ Σκορπίου τε, Ἰχθύων, Αἰγοκέρου· | |
2373a | ταῦτα δὲ καὶ νυκτερινὰ καὶ θηλυκὰ καλοῦνται. | |
2374a | Τὸ δὲ κατὰ διάμετρον σχῆμα τυγχάνει τόδε· | |
2375a | ὁ Κριὸς ἔχει τὸν Ζυγὸν καὶ Ταῦρος τὸν Σκορπίον, | |
2376a | τὸν Τοξότην οἱ Δίδυμοι, Αἰγόκερος Καρκίνον, | |
2377a | ὁ Λέων Ὑδροχόον τε καὶ Παρθένος Ἰχθύας, | |
2378a | ὃ καὶ πρὸς ἐναντίωμα τῶν ἀστέρων τυγχάνει | |
2379a | καὶ τὴν Σελήνην ἐκκλέπτει τὸ φῶς προσεκλιποῦσαν. | |
3380a | ἔχει δὲ μοίρας ἑκατὸν καὶ ὀγδόντα τὸ σχῆμα. | |
2381a | τὰ πάντα κατελέξαμεν συντόμως καὶ ῥᾳδίως | |
2382a | τῶν ζῴδιων κατὰ σύγκρισιν σχήματα καὶ δυνάμεις. | |
2316t | Περὶ καταρχῶν. | |
2316 | Περὶ δέ γε τῶν καταρχῶν φησὶν ὁ Ἡφαιστίων, πῶς δεῖ προσέχειν καταρχὴν θεματίου ἑκάστου συντείνοντος πρὸς γέννησιν ἢ καὶ πρὸς πρᾶξιν ἴσως ἢ ἄλλα ἄλλης καταρχῆς· τοῦτο γὰρ ἀναγκαῖον· | |
2320 | σκοπεῖν γὰρ πρέπει ἀκριβῶς τῆς καταρχῆς τὴν ὥραν καὶ κρατεῖν τὸν πολεύοντα καὶ διέποντα ταύτης μετ’ ἀστρολάβου τεχνικοῦ καὶ τῶν θεμάτων βλέπων, τὰ κέντρα κατ’ ἀκρίβειαν στῆναι καὶ κατὰ λόγον τετραμερῶς ὡς εἴπομεν τῶν τεσσάρων γωνίων, | |
2325 | ἀνατολῆς καὶ δύσεως, ἄρκτου καὶ μεσημβρίας, λαμβάνειν τε καὶ τῶν φώτων Ἡλίου καὶ Σελήνης ἑκάστου πρὸς διαίρεσιν τοῦ νυχθημέρου λέγω· εἰ μὲν ἡμερινόν ἐστιν, τὸν ἐκ τοῦ Ἡλίου λάβε, εἰ δὲ νυκτερινόν ἐστιν, τὰ ἐναντία κράτει· | |
2330 | καὶ πρόσεχε τὴν λήγουσαν μοῖραν τὴν τοῦ ζῳδίου καὶ τίσι σχηματίζεται τῶν πλανητῶν ἀστέρων, εἴτ’ ἀγαθοῖς εἴτε κακοῖς, ὅρια τίνα ἔσται, καὶ τί τε καὶ πρὸς ἕκαστον ἀστέρα φέρει σχῆμα τῶν πλανωμένων, τεχνικῶς καὶ γνώσει κατὰ λόγον. | |
2335t | Περὶ καταρχῶν. | |
2335 | Ὀρθῶς μὲν ἀνατέλλοντα τῶν δώδεκα ζῳδίων ἀπὸ Καρκίνου, Λέοντος μέχρι καὶ τοῦ Τοξότου τελοῦσιν ἀνεμπόδιστον τὴν καταρχὴν καὶ πρᾶξιν. τὰ δὲ λοξῶς καὶ πλάγια ἐκ Διδύμων καὶ μέχρι 〈τοῦ〉 τροπικοῦ Αἰγοκέρου ἄνευ τῆς μαρτυρίας | |
2340 | τῶν ἀγαθῶν ἀστέρων τε δυσκατέργαστα τάδε. | |
ὁμοίως καὶ τὰ τροπικὰ μετατρέπει ταχέως ἅπαντα τὰ πραττόμενα τῶν καταρχῶν εὐθέως. πρὸς δ’ αὖ ἡμερινὰς πράξεις τοῖς ζῴδιοις τηρητέον τὸν Κριὸν καὶ τὸν Λέοντα, Τοξότην καὶ Καρκίνον, | ||
2345 | εἰ τύχῃ ὡροσκόπος τις ἀπὸ τούτων τῶν ζῴδιων, καὶ ἡ Σελήνη μάλιστα ἐν τίνι τούτων ἔστιν. ἐν δέ γε καὶ νυκτεριναῖς πράξεσιν πάλιν τούτων ἁρμόζει τὰ διάμετρα τῶν ἄνωθεν ζῳδίων. ὡροσκοπεῖν γὰρ ἐξ αὐτῶν τοῦτο γὰρ σκοπητέον. | |
(2350) | ἡ δὲ Σελήνη βλάπτει γὰρ ἐκλείπουσα πολλάκις μάλιστα τῆς γεννήσεως λειψιφωτοῦσα ζῴδιοις, τοῦτ’ ἔστι παροδεύουσα ἢ τριγωνίζουσά τε ἢ μᾶλλον ἡλιοσέληνος, κακὸν ἐς ἄγαν πέλει. | |
2354t | Περὶ καταρχῆς. | |
2354 | Ἐν πάσῃ δὲ τῇ καταρχῇ τήρει τὸν ὡροσκόπον, | |
2355 | δεσπότης ὅπως μὴ πέσῃ πρὸς τὸν ὄγδοον τόπον θανατικὸν καλούμενον ἢ πρὸς τὸν δεύτερόν τε, τὴν ἐπαναφορὰν λέγω ταύτην τοῦ ὡροσκόπου, ἥτις καλεῖται βίου τε τόπος, ἀλλὰ καὶ πλούτου, | |
καὶ μήτε παραφέρεσθαι πρὸς σχῆμα τῆς Σελήνης | ||
2360 | μήτε πάλιν τοὺς δύο γε δεσπότας μάχην ἔχειν, τοῦτ’ ἔστιν ἔχθρας πρὸς αὐτὴν καὶ κάκωσιν ἀλλήλοις, τοῦτ’ ἔστι τοῦ δευτέρου τε τόπου καὶ ὡροσκόπου, πάλιν καὶ τοὺς δεσπότας τε τοῦ ζῴδιου τῆς Σελήνης ἢ τοῦ κλήρου τῆς τύχης 〈τε〉 τοῦ ἑνδεκάτου τόπου, | |
2365 | μὴ βλέπουσιν εἰς ὄγδοον εἴτε δεύτερον τόπον. βελτίονες πεφύκασιν οὗτοι πρὸς ὡροσκόπου, εἰ βλέπουσιν ἐπίκεντροι· ἀγαθὰ γὰρ τὰ πάντα. πρὸ πάντων δ’ ἐν παντὶ σκοπῷ ζητῆσαι ἀναγκαῖον τὸν ὡροσκόπον λέγω δὴ, πρὸς δὲ καὶ τὴν Σελήνην, | |
2370 | 〈εἰ〉 ἐν τόποις 〈τῶν〉 ἀγαθῶν ἢ ἀγαθοῖς τε συνάπτει εἴτε καὶ κατὰ σύνοδον πλανήταις εἴτε σχῆμα, τὸν τυγχάνοντα κλῆρόν τε τὸν ἑνδέκατον τόπον, τὸν Ἥλιον ἢ Μήνην τε, ἀλλὰ τὸν ὡροσκόπον συμφώνους εἶναι τὸν κλῆρον ἐν αὐτῷ καὶ τὸ ζῴδιον | |
2375 | τὸ τὴν κυρίαν κλίματος ἐσχηκότος καὶ τόπον, ὃν καταρχὴ προβλέπεται ζητήσεως ἑκάστης, σὺν τούτοις τὴν Σελήνην τε καὶ τοὺς λοιποὺς ἀστέρας μὴ διαμέτρους ὑπάρχειν τούτους ἐκ τῶν ἰδίων ὑψωμάτων καὶ οἴκων τε· κακὸν γὰρ τοῦτο πέλει· | |
2380 | δεῖ γὰρ καὶ τοῦτο σκέπτεσθαι, ποταπὸν ἕξει τέλος τῶν πραττομένων ἕκαστος ἐν καταρχῇ τῇ τούτου, πρῶτον τηρεῖν ἁρμόδιον τῆς Σελήνης, τὰ φῶτα καὶ τὸν δεσπότην τοῦ ζῴδιου, ἀλλὰ καὶ τῶν ὁρίων, ἔνθα Σελήνη πάρεστι, εἶτα τὸν ὡροσκόπον, | |
2385 | πρὸς δὲ καὶ τὸ μεσουρανοῦν, κέντρῳ ἐν τίνι τούτων ἡ Μήνη παροδεύειεν, ὁ οἰκοδέκτωρ ταύτης ἔστιν ἐν ἀποκλίματι, τοῦ πράγματος λογίζου τὴν καταρχὴν εἶναι 〈λαμπρὰν〉, σκοτεινὸν δὲ τὸ τέλος. εἰ δ’ αὖ ἐν ἀποκλίμασιν ἡ Σελήνη προσλάχῃ, | |
2390 | ὁ οἰκοδέκτωρ τῆς αὐτῆς, οἴκου καὶ κυριεύων, τῶν κέντρων παροδεύσειε ἓν ἀπὸ τῶν τεσσάρων, | |
τὴν καταρχὴν οὐδαμινὴν, τὰ πύματα λαμπρὰ δέ. τὰ δέ γε ἀποκλίματα τοῦ τόπου ἀστρολάβου ὑπάρχουν ὁ δωδέκατος, ἔννατος, τρίτος δέ γε, | ||
2395 | ἀλλὰ καὶ ἕκτος σὺν αὐτοῖς. ὁ λεγόμενος σῖνος· ἀναφοραὶ δὲ λέγονται ὁ δεύτερος, ὁ πέμπτος ὄγδοός τε καὶ ἑνδέκατος κατὰ 〈τὸν〉 Πτολεμαῖον· ὁ πρῶτος δὲ καὶ δέκατος, τέταρτος ἕβδομός τε κυρίως κέντρα λέγονται καὶ δυνάμεις ἀστέρων. | |
2400t | Περὶ καταρχῆς. | |
(2400) | Καὶ ἄλλως προγνωσόμεθα καταρχῆς πεπηγμένης, ὅταν κρατῇς ἀστρόλαβον καὶ λάβῃς ὡροσκόπον, εἰ μὲν ἡμέρα πάρεστιν, ἐξ Ἡλίου τὸν κλῆρον τῆς τύχης δέον συλλαβεῖν μέχρι καὶ τῆς Σελήνης καὶ βάλλειν τε καὶ τῶν μοιρῶν τὸ ποσὸν ὡροσκόπου, | |
2405 | τοῦτ’ ἔστιν Ἥλιος ἐν Κριῷ πρὸς τὴν πρωτίστην μοῖραν, ἡ δὲ Σελήνη ἐν Ζυγῷ πρὸς τὴν τετάρτην μοῖραν καὶ ὡροσκόπος Ταῦρός τε ἐν τῇ δεκάτῃ μοίρᾳ, ἀφ’ Ἡλίου τὴν ἐποχὴν μέχρι καὶ τῆς Σελήνης ἑκατὸν ὀγδοήκοντα σὺν ταῖς τρισὶ ταῖς μοίραις | |
2410 | γίνεται κατ’ ἀκρίβειαν τῶν μοιρῶν ἡ ποσότης. εἰ βάλλεις καὶ τοῦ Ταύρου δὲ τὰς εἰρημένας δέκα, εἰς τὸν Ζυγὸν προσκαταντᾷ μοίρᾳ τρισκαιδεκάτῃ, ἥτις ὅριον πέφυκεν Ἑρμοῦ τοῦ πλανωμένου· κἀκεῖ γὰρ λογιστέον σοι κλῆρος ὁ καὶ τῆς τύχης. | |
2415 | τὸν τρόπον τοῦτον ἀκριβῶς πρὸς Μήνην ἐξ Ἡλίου ἡμερινὸς τὴν καταρχὴν λάμβανε, πρὸς δὲ νύκταν ἀπὸ Σελήνης κράτησον μέχρι καὶ τῶν φωστήρων· καὶ πρόσθε δὲ καὶ τὸ ποσὸν τῆς μοίρας ὡροσκόπου, τήρει δὲ τὸ κατάντημα καὶ τὴν λήγουσαν μοῖραν, | |
2420 | τίνος ὅρια πέφυκαν καὶ πῶς τις ἐπιβλέπει. καὶ τεχνικῶς διάκρινον πρὸς χαράς τε καὶ λύπας. εἰ δ’ αὖ ὁ κλῆρος τῆς τύχης ἐν τῷ τρίτῳ ζῳδίῳ ἐμπέσῃ κατ’ ἀκρίβειαν, ὁ δὲ τοῦ τρίτου ζῴδιου | |
δεσπότης ἐναντιωθῇ ἐν καταρχῇ τῇ πάσῃ, | ||
2425 | λαμπρότητα σημαίνουσιν, εὐκαιρίαν πραγμάτων. ἐὰν δ’ ὁ Ζεὺς σχηματισθῇ πάλιν ἢ συνοδεύσῃ, κρείττονα μᾶλλον δείκνυσι τῆς καταρχῆς τὴν πρᾶξιν. εἰ δ’ Ἄρη τοῦτο τὸ σχῆμα πρὸς τούτους ὑποβάλῃ, δυνατωτέραν τῷ Διὶ τὴν πρᾶξιν ἐπιφαίνει. | |
2430 | ὡσαύτως καὶ ὁ βόρειος Στέφανος ἐν τοῖς κέντροις κληρικοὺς προσημαίνει δὲ καὶ τοὺς μητροπολίτας. τοῦ δὲ νοτίου νέποδος Ἰχθύος ἄστρον λέγω τῆς κράσεως τῆς ἄνω γὰρ, ἀλλὰ βραδὺ τὸ τέλος τῆς καταρχῆς ἀποτελεῖ, πλὴν δ’ εὔχρηστον καὶ τοῦτον. | |
2435 | πάλιν καρδία Λέοντος πρὸς τὴν δεκάτην μοῖραν καὶ πεντήκοντα πέντε γὰρ λεπτὰ λαμπρὸς Ἀρκτοῦρος Ἀντάρης τοῦ Σκορπίου τε εἴκοσι τρία τὰ πέντε, ὁ δὲ λαμπρὸς ὁ τοῦ Κυνὸς Διδύμων πενήντα πέντε, τοῦ δ’ Αἰγοκέρου ἕνδεκα λαμπρὸς ὀρνέων πρῶτος | |
2440 | τοῦ βασιλεύοντος πτηνοῖς ὡς πάντων ὑψιπέτου, οὗτοι κράσεως Ἄρεος καὶ Διὸς ἐν τοῖς κέντροις σὺν τοῖς φωστῆρσι μάλιστα καὶ κλήρῳ τῷ τῆς τύχης ἐν καταρχαῖς σημαίνουσιν ἀνυποτάκτους ἄνδρας καὶ βασιλεῖς καὶ στρατηγοὺς καὶ φοβεροὺς σατράπας· | |
2445 | αἱ καταρχαὶ δ’ ἁρμόζουσιν εἰς προσβολὰς ἀρχόντων καὶ βασιλέων καὶ λοιπῶν ἐνδόξων πρὸς στρατείας. ὁ δ’ ἐπὶ τοῦ ἀκρόποδος Ὠρίωνος καὶ 〈ἐν〉 Ταύρῳ μοίρας λάμπει εἴκοσι ἑπτὰ λεπτὰ σαράντα πέντε καὶ τῶν Διδύμων πέντε καὶ λεπτὰ πέντε καὶ δέκα, | |
(2450) | ὁ μέσος καὶ λαμπρότερος Ὠρίωνος τῆς ζώνης καὶ δεξιοῦ τοῦ ὤμου δὲ Διφρηλάτη, τὸ Κῆτος Διδύμων μίαν φαίνεται δέκα, ὁ ἐν τὸ γόνυ Τοξότου μοίρας εἴκοσι πρὸς τέσσαρσιν λεπτοῖς δὲ πενήντα πέντε, τῆς Αἰγὸς λαμπρὸς ἐν τοῖς Διδύμοις | |
2455 | πρὸς μοίρας τρεῖς τε καὶ λεπτὰ, λέγω πενήντα πέντε, καὶ οὗτοι κρᾶσιν ἔχοντες Διός τε καὶ τοῦ Κρόνου, | |
τοῖς φωστῆρσιν ὁμόκεντροι συνανατέλλοντές τε, ἐν καταρχῇ καὶ κλήρῳ τε σύμφωνοι τῷ τῆς τύχης, τῆς καταρχῆς ἐπωφελεῖς καὶ καλὰ προδηλοῦσι, | ||
2460 | συμβάλλονται δ’ αἱ καταρχαὶ πρὸς ναῶν τε καὶ κάστρων, οἰκοδομῆς καὶ πόλεων καὶ τῶν τοιούτων ὅλων. ὁ δ’ ἑπομένου κεφαλῆς Διδύμου πρὸς Καρκίνου ἀστὴρ μοῖραν τετάρτην καὶ λεπτὰ τριάντα πέντε τὴν κρᾶσιν ἐπικέκληται τοῦ πολεμικωτάτου, | |
2465 | παρανατέλλων τοῖς κέντροις, 〈οὗτοσ〉 καὶ τοῖς φωστῆρσιν ἢ κλήρῳ τῷ 〈τῆσ〉 τύχης γὰρ σημαίνει πρὸς στρατιώτας ἀνυποτάκτους, θυμικούς τινας καὶ παραβόλους ἅρπαγάς τε καὶ ὑβριστὰς καὶ δυστεκμάρτους λέγω. ὁ δ’ ἐν δευτέρᾳ τῇ χηλῇ Σκορπίου τε προσλάμπων, | |
2470 | ἡ δ’ ἐν λεπτὰ πέντε μόνα κεφαλὴ τοῦ Διδύμου, τοῦ ἡγουμένου λέγω δὴ, Καρκίνῳ μοίρᾳ πρώτῃ, οὗτοι συνανατέλλουσι φωστῆρσι καὶ τοῖς κέντροις, σημαίνουσι κατ’ εὔνοιαν θεοσεβῆ τὴν πρᾶξιν, συμβάλλονται δ’ εἰς καταρχὰς προβολῶν δημοσίου. | |
2475 | ἐν δ’ ὤμῳ τοῦ Ὠρίωνος τοῦ ἡγουμένου πάλιν ἀστὴρ Διδύμων πρώτιστον τὴν μοῖραν ἀνατέλλει, ὁ δὲ Προκύων Καρκίνου γὰρ πρὸς μοῖραν τὴν ἑβδόμην ὁ κοινὸς Ἀνδρομέδας τε, ἀλλὰ καὶ Ἵππου μοίραις Ἰχθύων πενήντα πέντε γὰρ καὶ ὦμος ὁ τοῦ Ἵππου | |
2480 | Ἰχθύος μοίρας δέκα τε καὶ λεπτὰ μόνα πέντε, τὴν κρᾶσιν ἐπιφέρουσιν Ἑρμοῦ καὶ Ἄρεός τε· οὗτοι, καθὼς προείρηται, τοῖς κέντροις καὶ φωστῆρσιν σημαίνουσιν ἐν καταρχαῖς μηχανικοὺς, δολίους, ἀνδροφόνους καὶ ψεύστας τε καὶ δυστυχοῦντας ἄγαν. | |
2485 | ὁ δ’ ἐπὶ τῷ δεξιῷ ποδὶ ἀστὴρ ὁ τοῦ Κενταύρου Σκορπίου μοίρας δέκα ἓξ κράσεως Ἀφροδίτης, ἀποτελεῖ τὰς καταρχὰς ἐν κέντροις καὶ φωστῆρσι εὐγνώμονας καὶ ἀδόλους τε καὶ καλοὺς εἰς βουλάς τε· συμβάλλεται δ’ ἡ καταρχὴ εἰς προβολὴν ἀκάκων | |
2490 | ἀνδρῶν καὶ μᾶλλον θαυμαστῶν καὶ ταπεινῶν τῇ φύσει· ἡ δὲ οὐρὰ τοῦ Λέοντος Παρθένου μοίρας δύο καὶ τῆς ὀσφύος τοῦ αὐτοῦ μοίρας εἴκοσι δύο, ὁ δὲ τοῦ Ὕδρου τράχηλος τοῦ Θηρὸς ἑπτὰ μοίρας, οὗτοι κράσεως πέφυκαν Ἀφροδίτης καὶ Κρόνου, | |
2495 | τὰς καταρχὰς σημαίνουσιν εὐτυχεῖς, περικτήτους ἐξ ἀδικίας μάλιστα ὡς ὑποκεκρυμμένης. ὁ λαμπρὸς τῆς Ὑάδος δὲ μοίρας εἴκοσι Ταύρου. οὗτος κράσεως πέφυκεν Ἄρεος καὶ Ἀφροδίτης, ἐπανατέλλων ἢ κέντροις ὁμόμοιρος τυγχάνων, | |
(2500) | σημαίνων περιβόητον ἄνδραν καὶ μεγιστᾶνον εὐτυχῆ τε καὶ πλούσιον, ὑποτάσσοντα πόλεις· εἰ καὶ Ἀντάρης ἐκμετρεῖ, κατ’ ἐναντίον λέγω, ἡ δὲ τοιαύτη καταρχὴ μεγίστη πρὸς σατράπας. | |
2504t | Περὶ καταρχῆς ὡροσκόπου. | |
2504 | Ὡροσκοπῶν ὁ Λέων γὰρ τρεῖς μοίρας ἢ καὶ πέντε, | |
2505 | ὁ δ’ Ὑδροχὸς τὸ ζῴδιον ἐκ πεντεκαιδεκάτης μέχρι καὶ τῆς τριακοστῆς, ὁ Σκορπίος ἑβδόμης, τὴν Ἀφροδίτην ἔχοντες εἴτε καὶ τὴν Σελήνην κατὰ πολὺ πεφύκασιν οὗτοι πρὸς εὐτυχίαν. | |
2509t | Ὡροσκόπος περὶ καταρχῆς. | |
2509 | Σελήνη μὲν ἀσύνδετος Ἡλίῳ σελασφόρῳ | |
2510 | ἀνωμαλίας καταρχὴν φέρει καὶ δυστυχίαν, ἀσύνδετος τῷ Κρόνῳ δὲ πρὸς μέρος εὐτυχίαν, ἀλλ’ ἄνευ κόπου καὶ σπουδῆς οὐ γίνεται συντόμως, τῷ δὲ Διὶ ἀσύνδετος ταπεινότητας φέρει τῆς καταρχῆς καὶ δύσπραξιν, ἀλλὰ καὶ ἀρρωστίαν, | |
2515 | τῷ δ’ Ἄρει μὴ προσβλέπουσα τῇ καταρχῇ σημαίνει ἀδράνειαν, ἀποστροφὴν καὶ χαυνότητα πάντων, τῇ δ’ Ἀφροδίτῃ δύσκολον καὶ θλιβερὰ τὰ πάντα, τῷ δέ γ’ Ἑρμῇ τὴν καταρχὴν ἀπρακτοτέραν φέρει εἰς χάριτας αἰτήσεως, ἀποστολὰς γραμμάτων. | |
2520 | ταῦτα τὰ σχήματα τηρῶν ἐν καταρχαῖς ἁπάσαις ἀληθῆ τε καὶ ἄψευστον τὴν τύχην εὕροις μᾶλλον. κακοποιὸς ὡροσκοπῶν, ἐν καταρχῇ σοι λέγω, κακέμφατον καὶ δυστυχὴν τὴν καταρχὴν σημαίνει, ὁ δ’ Ἥλιος ὡροσκοπῶν ἄνευ κακῶν σχημάτων | |
2525 | πρὸς προκοπὴν τὴν καταρχὴν μεγίστην προμηνύει, ὡροσκοπῶν ὁ Κρόνος δὲ τοῦτον γέροντα λέγει· ἡ δ’ Ἀφροδίτη θαυμαστὸν καὶ τερπνὸν καὶ χαρίειν δηλοῖ τὸν πυνθανόμενον ἐξ ὡροσκόπου πάντως, καὶ λογικὸν καὶ φρόνιμον Ἑρμῆς ὡροσκοπήσας, | |
2530 | ὁ δ’ Ἄρης τολμηρούτζικον καὶ ῥιψοκινδυνίτζην, ὁ Ζεὺς λαμπρὸν καὶ μέγιστον ἄρχοντα προσημαίνει· ἐν ἐρωτήσει δὲ μᾶλλον ὁ κλῆρος ὁ τῆς τύχης, οἰκοδεσπότης ὁ αὐτῆς τυγχάνει ὡροσκόπος, εὐτυχῆ, πολυχρόνιον ποιεῖ τὸν ἐρωτοῦντα. | |
2535 | εἰ δ’ ὕπαυγοι πεφύκασιν ἐντὸς ἡλιοτίδων, τοῦτ’ ἔστι μοίρας δώδεκα ἀπέχοντος Ἡλίου, ἢ καὶ τῶν φώτων ἐγκρατεῖς πρὸς οἰκοδεσποτείαν, δυστυχῆ, γοργοθάνατον τὸν ἐρωτοῦντα νόει. | |
2539t | Ἄλλον περὶ καταρχῆς ὡροσκόπου. | |
2539 | Ὡροσκοπεῖ δὲ κύριος τοῦ ἀγαθοῦ τοπίου, | |
2540 | τὸν ἑνδέκατον λέγω δὴ πλούσιον τοῦτον νόει· Ἑρμῆς ἑῷος πεφυκὼς ἐκ μέρους τοῦ Ἡλίου ὡροσκοπῶν μεθ’ Ἥλιον εἴτε καὶ τὴν Σελήνην ἐν θηλυκῷ ζῳδίῳ τε καὶ θηλυκαῖς ταῖς μοίραις ἀποσκόπους σημαίνουσιν τῶν ἀναγκαίων τούτους· | |
2545 | ὡροσκοπῶν δ’ ὁ κύριος ὁ τοῦ ἐννάτου τόπου ἄνευ τόπου καὶ σχήματος τῶν κακεστάτων ἄστρων ἀγαθὴν ξενιτείαν γὰρ πέλει τὸν ἐρωτοῦντα. εἰ δωδεκατημόριον ὡροσκοπεῖ τῶν φώτων, εὐτυχῆ τε καὶ πλούσιον λέγω τὸν ἐρωτοῦντα· | |
(2550) | ὡροσκοπῶν δὲ κύριος ὁ τοῦ ἑβδόμου τόπου δηλοῖ τὸν πυνθανόμενον ἐξ ὁμευνέτης τούτου ἔχειν ἐναντιότητας εἴτε ἀπ’ ἐχθρῶν τούτου. ὁ Κρόνος ὢν ἐπίκεντρος ἅμα τῷ Σελασφόρῳ | |
καὶ τῇ Παφίᾳ σὺν Ἑρμῇ, τὸν ἐρωτοῦντα νόει | ||
2555 | εὐνοῦχον, ἀλλ’ ἀπόκοπον ὡς ἀπὸ τῆς συνόδου· Ἥλιος καὶ Ἀφροδίτη τε πρὸς ὡροσκόπον ἅμα σημαίνουν τοῦτον ἀσελγῆ καὶ μοιχὸν ἐρωτοῦντα, τοῦτο καὶ Κρόνος σὺν αὐτῷ δηλοῦσιν ὡροσκόποι. | |
2559t | Περὶ γάμου. | |
2559 | Ἀλλ’ ἔχουσιν ἀστρόλαβον οἱ θεωροὶ τῆς τύχης | |
2560 | καὶ λέγουσιν ἀλήθειαν ὡς ἀπὸ τῶν σχημάτων· τὸν ἄνδρα ἐξ Ἡλίου τε καὶ ὡροσκόπου σκέπτου, τὴν νύμφην ἐκ Παφίας τε καὶ τοῦ δύνοντος κέντρου, τὸν δέ γε βίον μέλλουσιν διαζῆν πρὸς ἀλλήλους, ἐκ τοῦ μεσουρανήματος καὶ τοῦτο προσληπτέον, | |
2565 | ἐκ δὲ τοῦ ὑπογαίου τε ἡ προὶξ ἐπινοείσθω· ὁ Ἥλιος εἰ τύχῃ γὰρ ἐκ δεινῶν βεβλημένος ἀστέρων κατὰ σύγκρισιν, τῶν πλανήτων σοι λέγω, εἶτ’ ὡροσκόπος σίνωμα περὶ τὸν ἄνδρα, νόει, εἰ δ’ ἀγαθὸς προσμαρτυρεῖ, ἀβλαβῆ καὶ καλόν τε. | |
2570 | τὸ δῦνον εἰ Παφία τε ἢ Ζεὺς προσεπιβλέπει, πολλὰ καλὰ σημαίνουσιν, εἰ δ’ Ἄρης καὶ ὁ Κρόνος, ὁ γάμος ἔσται ἀπαίσιος· εἰ κακωθῇ καὶ Μήνη, ἀμφοτέροις τοῖς μέρεσιν οὐκ ἀγαθὸν σημαίνει· Ἑρμῆς σχηματιζόμενος ὑπ’ ἀγαθῶν ἀστέρων | |
2575 | παιδοποιΐαν δίδωσιν ἀμφότερα τὰ μέρη. Ἀφροδίτη καὶ Μήνη δὲ πρὸς τροπικὸν τὸ ζῴδιον κακὸν τὸν γάμον φέρουσιν· ἡ μὲν γὰρ Ἀφροδίτη τὴν νύμφην μοιχαλίδα τε καὶ ῥυπαρὰν σημαίνει, εἰ 〈δὲ〉 Σελήνη, χωρισμὸς γίνεται παρ’ αἰτίαν· | |
2580 | Ἀφροδίτη τυχοῦσα γὰρ ἐν ζῴδιοις πλάνητός τε, καλὸν τὴν φύσιν, πρὸς Μήνην εἰ ἐπιδεκατεύσει, ἀλλ’ ἐπιδεκατεύει τε αὐτὴ παρὰ τὸν Δία, τοῦτ’ ἔστιν ἐκ Σελήνης μὲν δεκάτη πέλουσά τε, ἐκ δὲ Διὸς τετάρτη τε, κάλλιστον μᾶλλον νόει· | |
2585 | θυμήρη καὶ τεκνοποιὸν ἀποτελέσει τοῦτον. | |
καὶ μάλιστά τε εἰ ἀστὴρ ἐκ τῶν ἀγαθωτάτων τύχῃ πρὸς ζῴδιον ὄρθριον πολύσπερμον τῇ φύσει κακοποιεῖ τὸ σχῆμά τε τρίγωνον πρὸς τοῖς ζῴδιοις τοῖς πολυσπέρμοις καὶ ἀγαθοῖς, πρὸς μαρτυρίαν ὁρῶντες | ||
2590 | τέκνωσιν οὕτως κείμενοι δίδωσι τοῖς νυμφίοις. | |
2591t | Καὶ ἄλλον περὶ γάμου. | |
2591 | Ἐπισκοπεῖν ἁρμόδιον, τὰ θέματα τὰ δύο, τότε τῆς νύμφης καὶ γαμβροῦ τὸ δῦνον καὶ τὸ πρῶτον. ἐπείπερ ἀγαθοποιοὶ πρὸς ἀγαθοὺς τοὺς τόπους κείμενοι κατὰ τὸν καιρὸν, τότε καλοὶ τοῦ γάμου· | |
2595 | εἰ δὲ καὶ κατὰ γένεσιν καὶ κατὰ πάροδόν τε παρὰ τὸ μεσουράνημα κοσμούμενος ἐκ τούτου, κἂν ἀγαθοποιοῦ τόπος τοῦ θέματος τῆς νύμφης εἰς τὸ τοῦ ἀνδρὸς ἐμπέσῃ γὰρ μεσουράνημα τόδε, εἰδέναι χρὴ τὴν σύλληψιν ἔσεσθαι τὴν τῆς νύμφης | |
(2600) | εὐάρμοστόν τε καὶ ἀγαθὴν συμβίωσιν εἰς χρόνους· ὅταν δέ γε ἐπίκεντροι τῶν γεννήσεων τόποι, Σελήνη καὶ Ἥλιος γὰρ τοῦ κλήρου 〈τοῦ〉 τῆς τύχης, καὶ ὡροσκόποι τύχωσιν ἐν ἀγαθοῖς ζῳδίοις, καὶ τοῦτο πέλει κάλλιστον ἴσως τοῦ προρρηθέντος. | |
2605 | ἐπὰν δὲ καὶ πολύσπερμον μεσουρανήσῃ ζῴδιον, εὐθὺς πρὸς τὴν συνέλευσιν ἡ σύλληψις ὑπάρχει. ἐπὰν δὲ τύχῃ ἀγαθὸς πρὸς τῇ μεσουρανήσει, μὴ ὕπαυγος καθέστηκεν Ἡλίῳ σελασφόρῳ, τοῦτ’ ἔστι μόνας δώδεκα ἢ καὶ ὀλιγωτέρας | |
2610 | μοίρας ἀπέχων ὁ ἀστὴρ ἀπὸ τοῦ Σελασφόρου, τότε ζῴδιον τέκνωσιν σημαίνει πρὸς τὸν γάμον καὶ κάλλιστον πρὸς γυναικῶν τὸ σχῆμα τοῦτο νόει· ὑπαύγου τῆς Παφίας γὰρ μετ’ Ἄρεος ἐούσης, λαθραίως παρθενεύονται καὶ φαίνονται παρθένοι. | |
2615t | Ἕτερον περὶ γάμου. | |
2615 | Αἱ δὲ τῶν γάμων καταρχαὶ πανσελήνου τυχοῦσαι κάκιστον καὶ δυσέκβατον τὸν γάμον προδηλοῦσι· εἰ καὶ διαμετροῦσαι δὲ τῶν δύο γενῶν Σελῆναι, διχόνοιαν σημαίνουσιν τοὺς γαμοῦντας εὐθέως· | |
κρατήσει δ’ ὁ μὲν ὑπὲρ γῆν ὁ ἔχων τῆς Σελήνης. | ||
2620 | Παφία ἐμπαροῦσα δὲ ἀρσενικῷ ζῳδίῳ, ὁ δέ γε Ζεὺς ἐν θηλυκῷ, καλὸν ἀνδράσι τότε, ἔμπαλιν δὲ τῷ σχήματι κακὸν τὸ θῆλυ μέρος. χρὴ δὲ καὶ τούτῳ μάλιστα προσέχειν ἁρμοζόντως πρὸς τὰς τῶν γάμων ἁρμογὰς καὶ πρὸς τὰς συνελεύσεις | |
2625 | κυρίῳ τὰς τοῦ κλήρου τε σὺν αὐτῷ καὶ τῆς ὥρας καὶ τῆς προγεγονυίας δὲ συνόδου πανσελήνου τῶν φώτων τοὺς σχηματισμοὺς ἀστέρα τε θανάτου. καὶ γὰρ λαχόντος ὀγδόου τόπου οἰκοδεσπότου, ἐκεῖνος ἐστὶν κύριος τοῦ δεινοῦ ψυχοφθόρου· | |
2630 | τυχὼν δὲ καὶ ὁ κύριος τῆς τύχης 〈τῆσ〉 τοῦ κλήρου, ἐπὶ τὸ δυτικὸν κέντρον ἢ καὶ αὐτὸς ὁ τύχης ἢ καὶ ὁ κύριος αὐτοῦ τοῦ δυτικοῦ παρέστιν σὺν τῷ κυρῷ τοῦ κλήρου τε ἢ καὶ ἐπὶ τοῦ ζῳδίου τῆς Μήνης μαρτυρούσης τε συνέλευσιν καὶ γάμον, | |
2635 | προφυλακτέον μάλιστα καὶ τὸν τῆς Ἀφροδίτης ὅλως ἀναποδίζοντα καὶ ἐρχόμενον πρὸς Δίαν, οὕτω 〈δὲ καὶ〉 ἀνάρμοστον καὶ τοῦ βεβαίου δίχα τὸν γάμον προσημαίνουσιν ὡς ἐκ τῆς Ἀφροδίτης. εἰ μὲν ἀρσενικῷ ζῴδιῳ, τὰς γυναῖκας μηνύει, | |
2640 | εἰ δὲ πάλιν ἐν θηλυκῷ, τοὺς ἄνδρας προδηλώσει· εἰ δ’ οὕτως αὖθις ἔχουσα τὸ σχῆμα τῆς Παφίας, δικάσιμον ποιήσαντες ἴσως ἀποζευχθῶσιν· τῆς Ἀφροδίτης ἔμπροσθεν ὅλως προποδιζούσης ὑπόστροφον τὴν γαμητὴν εὐθὺς παρασκευάσει. | |
2645 | εἰ δ’ Ἄρης ἐν τῷ χωρισμῷ ἀναποδίζει τότε, ὅτε πάλιν εὐπόρευτος καὶ προποδίζων ἔστι, πρὸς τὴν γυναῖκαν ὁ ἀνὴρ ἐπιστρέψει ἐν τάχει. ὁ δὲ τοῦ γάμου κύριος ὅταν τους εὐλογήσῃ, μεσουρανῶν ἐν θηλυκῷ τῷ ζῴδιῳ προσυπάρχει, | |
(2650) | πολύκοινον καὶ σιχαντὸν ἐνδείξει τὴν γυναῖκα, εἰ δὲ παρὼν ἀρσενικῷ, τὸν ἄνδρα φέρει ταῦτα· τετραγωνίζων δὲ ὁ Ζεὺς τῷ γαμικῷ ἀστέρι, τῆς ἐν τῷ γάμῳ στάσεως δηλωτικὸς ὑπάρχει. ὁ δὲ τοῦ γάμου κύριος ἔστιν ἡ Ἀφροδίτη· | |
2655 | εἰ δὲ Σελήνη κάκιστος εἰς ἄρρεν οὖσα ζῴδιον, ὁ δὲ τοῦ γάμου κύριος ὡροσκοπῶν εἰ τύχῃ, ἐπίμεμπτον καὶ μωμητὸν τὸν γάμον προδηλώσει. ὅταν δ’ ὁ Ζεὺς ἐν θηλυκῷ προσυπάρχει ζῳδίῳ, ψευδόπροικος, ψευδόπλουτος, ὑπόδικος ἡ νύμφη· | |
2660 | εἰ δ’ ἐν ἀρσενικῷ πάλιν, καὶ πρὸς τὸν ἄνδρα ταῦτα, | |
ἐπεὶ καὶ προειρήκαμεν ὅτι τὸν ὡροσκόπον ὑπάρχει πρόσωπον γαμβροῦ, τὸ δῦνον δὲ τῆς νύμφης, τὸ δέ γε μεσουράνημα τὴν μῖξιν ἀμφοτέρων, τὸ δ’ ὑπὸ γῆν τὸ τῆς προικὸς καὶ τὸν 〈τοῦ〉 γάμου λόγον· | ||
2665 | ὁ μὲν Κρόνος ὡροσκοπῶν σημαίνει τὸν νυμφίον πρεσβύτην 〈τε〉 καὶ ῥυπαρὸν, ὁ Ἄρης πάλιν τοῦτον ὀργίλον καὶ νεώτερον, ὑπόπυρρον τὴν ὄψιν, Ζεὺς δ’ ἀγαθὸν καὶ πλούσιον καὶ τὴν ἥβην μεσαῖον, ἡ δ’ Ἀφροδίτη γλυκερὸν, καθαρὸν ἱλαρόν τε, | |
2670 | κατωφερῆ πρὸς γυναῖκας ὡς ἐξ ἀφροδισίας, Ἑρμῆς πάλιν εὐπαίδευτον, συνετὸν τῇ φρονήσει, ἀρσενοκοίτην ἢ κακὸν, Ἥλιος καὶ Σελήνη εὐγενῆ καὶ ἐπίσημον ὡροσκοποῦντα νόει. ὁ Κρόνος δὲ μεσουρανῶν διάλυσιν τοῦ γάμου | |
2675 | διὰ ῥυπαρὰν καὶ βέβηλον φέρει σμικρολογίαν, ὁ δ’ Ἄρης ἀκατάστατόν τε καὶ ζηλοτυπίαν· εἰ καὶ τῆς Ἀφροδίτης δὲ συμπαρῇ καὶ τοῦ Ἄρη, καὶ πρὸς μοιχείαν νόμισον εἶναι τὴν ἐκ τῆς νύμφης, ὁ δ’ Ἑρμῆς καὶ ὁ Ἄρης δὲ δι’ ἔρωτα παιδίου, | |
2680 | ὁ Ζεὺς καὶ Ἀφροδίτη δὲ ὁμόνοιαν τῷ γάμῳ, πρὸς δὲ καὶ τεκνοποίησις τοῖς ζευγνομένοις ἔσται. Σελήνη δὲ καὶ Ἥλιος ἐπισήμους μηνύει. εἰ δὲ καὶ ἐπὶ τοῦ δύνοντος, ὁμόνοιαν δηλοῦσι πρὸς τὴν γυναῖκα οἱ καλοὶ φωστῆρες οἱ μεγάλοι, | |
2685 | ὡς καὶ πρὸς ἄνδραν τὸ αὐτὸ τυχόντες ὡροσκόποι. ἂν δὲ Κρόνος καὶ Ἄρης τε ἐπὶ τὸ δῦνον ὦσι ἢ καὶ πρὸς τὸ ὑπόγαιον, ἀποβολὴν τῶν τέκνων καὶ τῆς προικὸς, τοῦ δὲ ἀνδρὸς προτελευτὴν σημαίνει· 〈εἰ〉 Ἀφροδίτη καὶ ὁ Ζεὺς ἐν ὑπογαίῳ ἄμφω, | |
2690 | πολλοὺς χρόνους οὐ ζήσονται καὶ τέκνα τούτοις ἔσται. καὶ εἰ παρῇ ἁρμόδιον ἀρσενικὸν τῷ τότε, εὐμικτοτέραν τὴν ζωὴν ἀνὴρ προσεπιτεύξει· εἰ δὲ θήλη πεφύκασιν, ἡ ζωὴ πρὸς τὴν νύμφην. Ἑρμῆς δ’ ὡς ὢν ἐπίκοινος, ἣν μαρτυρίαν ἴδῃ, | |
2695 | ἐκείνην καὶ διάκρινε πρὸς ἀστέρας, οὓς βλέπει. Ἥλιος εἰ καὶ ἀκάκωτος, ἀγαθὴ δ’ Ἀφροδίτη, κατάρχειν τὴν γυναῖκα γὰρ τοῦ ἀνδρὸς δηλωτέον. τῆς Μήνης κακουμένης δὲ συμφέρον οὐχ ὑπάρχει τοὺς γαμοῦντας καὶ τῇ προικί· κατὰ πολὺ κακὸν γάρ. | |
(2700) | τὸν ὡροσκόπον ἔχοντες καὶ τὸν μεσουρανοῦντα ἀστέρες ἀγαθώτατοι τεκνοποιΐαν δηλοῦσιν, κακοποιοὶ δ’ ἀποβολὴν τοῦ βίου καὶ τῶν τέκνων. φυλάσσει χρὴ τὸν κύριον τύχης κεκακωμένον· | |
χαλεπὸς γὰρ καὶ ὁ γαμικὸς ἀστὴρ εἰ συνυπάρχει, | ||
2705 | τὴν γέννησιν τῆς Μήνης γὰρ καὶ τούτῳ μεσευτέον. ἐφ’ ἑαυτὴν ἡ Μήνη δὲ εἴπερ κενοδρομοῦσα, πολυκίνους σημαίνειε τοὺς γαμοῦντας τῷ τότε· εἰ δὲ περὶ τῶν ἀγαθῶν θεωρεῖται 〈τῶν πλανήτων〉 ἐν θηλυκῷ τῷ ζῴδιῳ ὑπόγαιος παροῦσα, | |
2710 | ὁ δ’ Ἥλιος ἐν ἄρρενι, σύμμετρον βίον φέρει τὸν μέλλοντα συγγίνεσθαι, τὴν ἡμέραν τοῦ γάμου ἱλαρόν τε καὶ ἄλυπον ὑπάρχει τὸν νυμφίον, ἀλλὰ καὶ οἴνου καὶ τροφῆς ἀμέτρου χωρὶς εἶναι· φυλάσσει δεῖ τὸν Ἥλιον, ἀλλὰ καὶ τὴν Σελήνην | |
2715 | καὶ τὸν τοῦ γάμου κλῆρόν τε, ἀλλ’ ἐν δευτέρῳ τόπῳ εἴτε καὶ πρὸς διάμετρον τὸ τοῦ ὀγδόου τόπου· ἔστω δ’ ὁ κλῆρος τοῦ γάμου ἡμέρας τυγχανούσης ἐκ Σελασφόρου καὶ αὐτοῦ μέχρι καὶ τὴς Παφίας, νυκτὸς δ’ ἐκ τῆς Σελήνης τε ἕως τῆς Ἀφροδίτης | |
2720 | σὺν ὡροσκόπου τῶν βαθμῶν ἡμέρας τε καὶ νύκτας, τὸν δὲ τῆς ὥρας κύριον ἀκάκωτον ὑπάρχει. ὁ δὲ τοῦ γάμου κύριος ἔσται ἐννάτῳ τόπῳ ἢ τῷ μεσουρανήματι ἢ καὶ τῷ ἑνδεκάτῳ, ἀκάκωτος ἡ Μήνη δὲ σύμφωνος ὡροσκόπου, | |
2725 | Ἑρμῆς δ’ ἐκ τῆς ἀνατολῆς μὴ ὕπαυγος Ἡλίῳ τυγχάνων, μαρτυρούμενος ἐκ Διὸς καὶ Ἀφροδίτης· εἰ ταῦτα δὲ, ὡς ἔγραψα, τύχωσιν ἐν τῇ μίξει, .............. | |
2729t | Περὶ ἄρρενος καὶ θήλεος. | |
2729 | Περὶ δὲ καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος τούτων | |
2730 | ἑτοίμῳ σοι προσλέξωμεν καὶ κατὰ τέχνης μᾶλλον· καὶ γὰρ καὶ ἡ τοῦ θήλεος ἐξ ὑγρᾶς φύσεως πέλει, ὅθεν τὸν τῆς Σελήνης τε καὶ τὸν τῆς Ἀφροδίτης θηλυκοὺς παραδέδωκαν ἐκ πλεονεκτημάτων, τὸν δ’ Ἥλιον καὶ Κρόνον τε, τὸν Ἄρην καὶ τὸν Δίαν | |
2735 | ἀρσενικοὺς, παρέλαβεν ὁ τοῦ Ἑρμοῦ κοινόν τε. ἀρρενοῦσθαι δὲ λέγεται καὶ θηλύνεσθαι τούτους διὰ τοὺς πρὸς τὸν Ἥλιον σχηματισμοὺς τοὺς τούτων· αὐγερικοὺς ἀνίσχοντας προσέμπροσθεν Ἡλίου ἀρρενοῦσθαι πεφύκασι, μετὰ δὲ δύσιν τούτου | |
2740 | ἑπομένους καὶ λάμποντας θηλύνεσθαι τοιῶσδε· ἀπὸ δὲ τὸν ὁρίζοντα τὸ μέρος τῆς ἑῴας μέχρι μεσουρανήσεως ἢ καὶ πρὸς δύσιν λέγω ἀντιμεσουρανήσεως τῆς ὑπὸ γῆν τῆς κάτω, ἐν τούτοις τοῖς σχηματισμοῖς ἀνατολικωτάτοις | |
2745 | ὡς ἐξ ἀπηλιωτικῶν μερῶν ἀρρενουμένους, ἐν δὲ δυτικωτέροις τε τοῖς τεταρτημορίοις Λιβυκῶς ἐκθηλύνεσθαι καὶ ταπεινοῦσθαι τούτους. τινὰς δὲ τούτων ἔταξαν ἡμερινοὺς ὑπάρχειν, τινὰς δὲ καὶ νυκτερινοὺς τῶν πλανητῶν ἀστέρων, | |
(2750) | ἐπειδὴ καὶ μεταβολαὶ πάντως δύο τυγχάνουν αἱ ἀποκαταστήσασαι διάστημα τοῦ χρόνου, τῆς γὰρ ἡμέρας ἄρρενος τὴν φύσιν πεφυκυίας διὰ τὸ προσὸν αὐτῇ 〈θερμὸν〉 καὶ δραστικὸν Ἡλίου, θηλυνομένης δὲ νυκτὸς ἐκ διύγρου οὐσίας, | |
2755 | μᾶλλον καὶ ἀναπαυστικῆς καὶ ὕπνον παρεχούσης, νυκτερινοὺς μὲν δέδωκαν Μήνην καὶ Ἀφροδίτην, ἡμερινοὺς δὲ Ἥλιον, σὺν αὐτῷ καὶ τὸν Δία καὶ τὸν Ἑρμῆν ἐπίκοινον τοῦ νυχθημέρου λέγω. προσένειμαν δὲ κάλλιστα τὰ ἐναντία φύσει· | |
2760 | ὅθεν τὸν Κρόνον ἔμιξαν ψυκτικὸν ὄντα λίαν, τὸ τῆς ἡμέρας τὸ θερμὸν ὅπως μεταβληθείη καὶ πολὺ τῆς ψυχρότητος ἐκ τοῦ θερμοῦ κἂν ὅλως, τὸν δ’ Ἄρεα ξηρότατον ἐντυγχάνοντα κράσει τὸ τῆς νυκτὸς ὑγρότατον παρενέβαλον μίξει, | |
2765 | ὡς ταπεινώσῃ τὴν αὑτοῦ ξηρότηταν μετρίως καὶ προσοικειωθήσεται αἱρέσεως εὐκράτου. | |
2767t | Περὶ γενεθλίου βρέφους. | |
2767 | Ὁ πρῶτος οἶκος κέκληται τοῦ μέρους τῆς ἑῴας | |
ὡροσκόπος καὶ δύναμις καὶ καταρχὴ πρωτίστη, τοῦ γεννηθέντος λέγω δὴ, καθὼς πρὸς ὥραν πέσοι. | ||
2770 | δι’ οὗ γὰρ καὶ τὰ πράγματα τὰ πρὸς ἄνθρωπον πάντα συντείνονται καὶ γίνονται καταληπτέα πάντως. ζωῆς γὰρ καὶ τοῦ σώματος, ἀλλὰ καὶ πνεύματός τε ὡροσκόπος καθέστηκεν, ζωῆς οἴαξ καλεῖται, σῶμα καὶ πνεῦμα καὶ δοτὴρ καὶ βάσεώς τε τόπος, | |
2775 | ὅθεν καὶ μέτρον πέφυκε ζωῆς καὶ ῥίζα πάντων. οὗτος ὁ τόπος προδηλοῖ τὴν νέαν ἡλικίαν. ἐν αὐτῇ γὰρ ἀγάλλεται παρὰ πλανήτας πάντας Ἑρμοῦ ἀστὴρ ταχύτατος, ἂν ἔξαυγος τυγχάνῃ· ἐπὰν γὰρ ἐκ τῶν πλανητῶν καὶ ἄλλος χρηματίσῃ | |
2780 | ἢ καὶ ὡροσκοπήσειε χωρὶς τῆς κακεστάτης συνάψεως καὶ θέσεως τῶν κακεστάτων ἄστρων ἢ καὶ αὐτὸν τὸν Ἥλιον, τρόφιμον τὸ παιδίον καὶ ζωηρὸν γενήσεται τὸ γεννηθέντα τότε· τελέσει δὲ καὶ πλούσιον μέχρι καὶ τέλους βίου. | |
2785 | ἐὰν δὲ κακοποιὸς ἀστὴρ ὡροσκοπήσῃ τότε καὶ χρηματίσειεν 〈αὐτ〉ὸς ὡς πρὸς τὸν ὡροσκόπον, ἀλλὰ καὶ πρὸς τὸν Ἥλιον εἴτε καὶ τὴν Σελήνην οὗτος προσκατοπτεύσειεν, ἄτροφον φέρει τόδε ἢ ἐμπαθὲς ἢ ἀσθενὲς ἢ κατ’ ὀλίγον χρόνον | |
2790 | ἢ ὀρφανὸν καὶ δυστυχῆ καὶ δύσμορον πρὸς τέλος, πατρὸς μὲν ὑστερούμενον διὰ τὸν Σελασφόρον, μητρὸς διὰ τὴν Μήνην δέ· πρὸς τάξιν τῶν γονέων φωστῆρες ἀναφαίνονται κατὰ τὸν τέχνης τόπον. ἂν δ’ ὁ δεσπότης τοῦ αὐτοῦ τριγωνικῶς ὑπάρχῃ | |
2795 | πρὸς ὡροσκόπον τὸν αὐτὸν, πρωτότοκος ὑπάρχει, εἰ δὲ πρὸς μεσουράνημα, τέταρτον ἢ καὶ πρῶτον, εἰ δὲ πρὸς κέντρον δυτικὸν, ἕβδομος τόκος ἔσται, εἰ δὲ καὶ πρὸς ὑπόγαιον, τέταρτος γόνος οὗτος. Ἥλιος οἰκοδεσποτῶν ἐν ἰδίῳ ζῳδίῳ | |
(2800) | ἢ καὶ ἰδίῳ ὑψώματι, πρὸς δὲ καὶ τῷ τριγώνῳ, | |
πατρὸς ἐνδόξου καὶ καλοῦ τὸν γεννηθέντα νόει, ἀλλ’ ἐν ἰδίῳ πλούτῳ τε τὸ τεχθὲν δόξαν φέρει· πολλάκις γὰρ καὶ βασιλεῖς οὕτως ἀποτελοῦνται, μεγάλοι κοσμοκράτορες, ἀλλὰ καὶ ἡγεμόνες. | ||
2805 | εἰ δ’ Ἄρης τούτῳ συμπαρῇ, ἀλλὰ διαμετρήσει ἢ καὶ πρὸς μεσουράνημα καὶ πρὸς ὑπόγαιόν τε Ἥλιος ἐπιβλέψειε, μετὰ πολλῶν κινδύνων καὶ φθόνου καὶ κακῶν πολλῶν λάβωσιν ἐξουσίαν· εἰ δ’ ἐν Ζυγῷ καὶ φαίνεται ζῳδίῳ Σελασφόρος, | |
2810 | ὡροσκοπήσας νόησον εὐθὺς, τὸν γεννηθέντα ἀδόξου τέκνον καὶ μικρὰν τὴν ἐξουσίαν νόει. ὡροσκοπῶν ὁ Ἥλιος μετὰ καὶ τὴν Σελήνην καὶ Κρόνος δύνων ἔνεστι, Ἄρης δὲ τοῦτον βλέπει, τὸν φυτοσπόρον ἀναιρεῖ, τοὺς δὲ συγγόνους ἄμφω | |
2815 | συνεῖναι πρὸς πατρῷον γὰρ τὸν οἶκον προσημαίνει. ὅσας ἐπέχει μοίρας δὲ ὁ Κρόνος πρὸς τὸν Ἄρη, τοσαῦτα ἔτη σύνοικοι τυγχάνουσιν ἐν βίῳ. ὡροσκοπούντων ὁμαδὸν Ἡλίου καὶ Σελήνης καὶ Κρόνου μετὰ Ἄρεος τὸ σχῆμα θεωροῦντος, | |
2820 | ἀποστροφῶν τῶν ἀγαθῶν τούτους προσυπαρχόντων ἀπὸ γονέων δούλων τε ἢ καὶ τῶν αἰχμαλώτων ἢ καὶ πτωχῶν, ὑπόλαβε, τύχωσι γεννηθέντα, καὶ ὀρφανὸν προσκάλεσον ἢ καὶ πατέραν ἔχει. τὸ δὲ τοῦ μόρου πέφυκεν ἄταφον τούτῳ τέλος | |
2825 | ἐν ποταμοῖς ἢ κύμασιν ἢ πηγαῖς ἀειρύτοις· Ἥλιος καὶ Σελήνη γὰρ ὡρονομοῦντα ἄμφω, ἀκάκωτοι, λαμπρότατοι πάλιν μεσουρανοῦντες, ἔνδοξον εἶναι νόησον τὸν γεννηθέντα τότε. ὡροσκοπῶν ὁ Ἥλιος, Μήνη μεσουρανοῦσα, | |
2830 | χωρὶς γὰρ τῶν κακοποιῶν, τοὺς γεννηθέντας νόει, τὰς φύσεις ἐναλλάττουσιν· ὁ Ἄρης καὶ ὁ Κρόνος πλουσίους καὶ ἐντίμους τε· τὸν δὲ τεχθέντα λέγε ἔνδοξον εἶναι καὶ ἀσινῆ καὶ πρώτιστόν τε τύχῃ, οἱ δὲ γονεῖς μακρόβιοι συζῶντες μετὰ δόξης. | |
2835 | οἱ τῶν ἀστέρων ἅπαντες ἀγαθοὶ καὶ κακοί τε, ἀλλ’ ὁ μὲν Ἄρης ἔνεστι δυνατώτατος ἄγαν, ὁ Κρόνος πολυχρόνιος ἐν κακοῖς ἀγαθοῖς τε. εἰ μέν ἐστιν εἰς ὕψωμα εἷς ἕκαστος ἐκ τούτων | |
ἢ καὶ εἰς οἶκον ἴδιον πρὸς κατοπτίαν φώτων, | ||
2840 | μᾶλλον ἂν ἔστι τρίγωνον, καλὸν τὸ σχῆμα τότε. εἰ μέν ἐστι καὶ ἐπὶ κακῶν τετράγωνον τὸ σχῆμα, τὰ μὲν καλὰ προστίθεται τούτων ἐκ τῶν συνόδων, ἀλλὰ καὶ τῶν τριγώνων τε, χαυνὰ δὲ τετραγώνων· ἐκ γὰρ τῶν διαμέτρων τε ἢ καὶ τῶν τετραγώνων | |
2845 | τὰ δεινὰ προστεθείκασιν οἱ κακοὶ τῶν ἀστέρων. Ἥλιος μὲν ὡροσκοπῶν, Μήνη δὲ μέσον κύκλου, τοῦτ’ ἔστι μεσουράνημα, προπαροδεύουσά τε, Κρόνος δ’ ἀναφερόμενος, Ἄρης ἀγαθοῦ μέρους, ἐκ ταπεινῶν ἀπέδειξαν γονέων τὸν τεχθέντα | |
(2850) | ἢ καὶ πρὸς τάχος ὀρφανὸν ἀποτελοῦσι τόνδε· δεδίασι καὶ βλαπτικὰ πάθη περὶ τὰς ὄπας. Ἥλιος δ’ ἂν ὡροσκοπῶν, εἰ Κρόνος τε καὶ Ἄρης προσεπαναφερόμενοι, καλὸν οὐκ ἔστι τόδε· σίνουσι γὰρ τὸν ὀφθαλμὸν τὸν δεξιὸν εἰς τάχος, | |
2855 | ἀλλὰ καὶ ὀλιγοχρόνιοι καὶ πατρὸς ὀρφανοί τε. ὁ Ἥλιος ὡροσκοπῶν καὶ δύνουσα Σελήνη ἢ καὶ τὸ ἐναντίον δὲ ἀνάπαλιν δὲ μᾶλλον καὶ Ἄρης πρὸς ἀναφορὰν ἢ καὶ κατωφοράν τε, τοὺς ἀμφοτέρους ὀφθαλμοὺς σινώματα διδοῦσιν. | |
2860 | ὁ Ἥλιος ὡροσκοπῶν, μεσουρανοῦσα Μήνη, Κρόνος ἀναφερόμενος, Ἄρης δὲ κακοδαίμων, τυφλοὺς ποιοῦσιν, τὸ δ’ αὐτὸ καὶ Κρόνος ἀποκλίνας. ὡροσκοπῶν 〈δὲ〉 Ἥλιος, σὺν τούτῳ δὲ καὶ Ἄρης τὸν γεννηθέντα δείκνυσι πατρὸς τῆς κάτω τύχης | |
2865 | καὶ τὴν τεκοῦσαν ἀναιρεῖ καὶ τέκνα λύπας ἄγει, πρὸς δ’ ὀφθαλμοὺς σινώματα, καθὼς Στέφανος λέγει. ὁ Ἥλιος μὲ τὸν Ἑρμῆν ἐπὶ τὸν ὡροσκόπον ἐν θηλυκῷ ζῳδίῳ τε παροδεύοντες οὗτοι καὶ Μήνη σύσχημος αὐτοῖς ἐν θηλυκῷ ζῳδίῳ, | |
2870 | τὰς φύσεις ἀποκόπτουσιν ἀρρένων καὶ θηλείων. Ἥλιος καὶ Σελήνη δὲ πρὸς ὡροσκόπον ἄμφω ἐν θήλεσι τοῖς ζῴδιοις τε καὶ Μήνη πρὸς τὴν δύσιν καὶ αὕτη ζῴδιῳ θηλυκῷ ἀπόκρουσιν ποιοῦσα, καθολικῶς μὲν γίνονται ἄνδρες ὡσὰν γυναῖκες. | |
2875 | Ἥλιος καὶ Παφία τε ὡροσκοποῦντες ἅμα καὶ Κρόνος πρὸς τὸ δυτικὸν ἢ πρὸς ὑπόγαιόν τε ἐπιλειμμένους ἐκτελεῖ καὶ παρέτους εὐθέως. ὡροσκοπῶν 〈ὁ〉 Ἥλιος ἐν δισώμῳ ζῳδίῳ καὶ πρὸς Ἰχθύας Μήνη δὲ καὶ Κρόνος ἐν Τοξότῃ | |
2880 | ὁ Ἄρης ἐν Παρθένῳ τε καὶ τοῖς Διδύμοις ἴσως, ἐπιλειμμένον νόησον καὶ συμπτωματισμένον τὸν γεννηθέντα ἐν αὐτοῖς ἢ καὶ σοφὸν τῇ τέχνῃ, περιπατοῦντα ἐν αὐλαῖς βασιλικαῖς ἐξ ἄστρων. Ἥλιος, Κρόνος Ἄρης τε σὺν Ἀφροδίτῃ ἅμα | |
2885 | ὡροσκοποῦντες ἐν Κριῷ, δοῦλον ἄτιμον νόει. καὶ πρεσβυτέρας δίδωσι γυναῖκας ἢ καὶ πόρνας, εἰ καὶ ὁ Στίλβων μετ’ αὐτῶν πλήρης προϊσταμένων. εἰ δὲ καὶ Μήνη δύνουσα ἢ καὶ μεσουρανοῦσα, αἱμομιξίαν σιχαντὴν ἀποτελοῦσιν ἅμα. | |
2890 | ὡροσκοπῶν ὁ Ἥλιος, Κρόνος μεσουρανήσας, τὴν νύκταν τοῦτον νόησον, τὸν γεννηθέντα λέγω, πατρὸς πτωχοῦ καὶ δυστυχοῦς ἢ δούλου καὶ αἰχμαλώτου καὶ τοῦ πατρὸς τὴν τελευτὴν λέξον ὡς ἀπὸ τέχνης, πραγμάτων δὲ βιωτικῶν σκορπισμὸν ἢ καὶ πάθος· | |
2895 | ἐπὶ δὲ ξένης ἔχθραι τε προσέρχονται καὶ λῦπαι, τὰς δέ γε πράξεις ἀμαυροῖ καὶ τὸν νοῦν καταβλάπτει· εἰ γὰρ ὁ Κρόνος μοιρικῶς τὸν Ἥλιον προσβλέψει, τοῦτ’ ἐστι πρὸς τετράγωνον καὶ πρὸς διάμετρόν τε, ἔκπτωσιν τῶν βιωτικῶν πραγμάτων προδηλοῦσιν | |
(2900) | ἢ καὶ ὀλιγοχρόνιον καὶ παθικὸν τὰ μέλη καὶ τὸν πατέρα θάνατον ἐξ ὑγρᾶς νόσου δοῦναι. ὡροσκοποῦντες Ἥλιος καὶ Κρόνος ἐν τῷ ἅμα, ὁ Ζεὺς δ’ εἰς μεσουράνημα, Σελήνη μὲ τὸν Ἄρη προσεπαναφερόμενοι ἢ καὶ πρὸς δύσιν ὄντα, | |
2905 | ὁ Ἥλιος μὴ εὑρεθῇ, ἐν οἷς ζῳδίοις χαίρει, εὐθὺς ἐκ τῶν γονέων γε τοὺς γεννηθέντας τότε· ἐκβάλλοντες μετὰ δεινῆς ὀργῆς καὶ διωγμόν τε, τὸν δὲ πατέρα πρὸς μητρὸς ἀναιρούμενον φέρει. εἰ δὲ καὶ Μήνη δύνουσα, συνοῦσα δὲ τῷ Ἄρει, | |
2910 | ἔντιμον θάνατον δηλοῖ μητέρα τοῦ τεχθέντος. | |
ὡροσκοπῶν 〈ὁ〉 Ἥλιος, τοῦτο δὲ καὶ Σελήνη, καὶ μᾶλλον ἐν ἀρσενικῷ ζῳδίῳ λέγω ταῦτα, καὶ Δὸς ἢ Παφίας τε προσαναφερομένων, τοῦ Κρόνου καὶ Πυρόεντος τυχόντων ἀποστρόφων | ||
2915 | πατρὸς ἐνδόξου δείκνυσιν εὐθὺς τὸν γεννηθέντα καὶ τοῦτον μὲν λαμπρότατον τῆς τύχης καὶ τὸν βίον μέχρι θανάτου τοῦ δεινοῦ καὶ πλούσιον προσάγει. ὡροσκοπῶν 〈ὁ〉 Ἥλιος εἴτε καὶ ἡ Σελήνη, παρόντες ζῴδιῳ ἄρρενι, ὁ δὲ Ζεὺς ἐν δευτέρῳ | |
2920 | ζῳδίῳ τῆς ἀναφορᾶς, εἰ σύσχημος καὶ Ἄρης, πατρὸς ἐνδόξου ἔδειξεν εὐθὺς τὸν γεννηθέντα ἐκ γένους τοῦ βασιλικοῦ καὶ λαμπρὰς τύχας τοῦτον, ἐπίσημον ἐξουσιαστὴν τόπων τε καὶ τῶν χώρων. εἰ δ’ Ἀφροδίτη σχήματα τοῖς ἀστράσιν προσβλέπει, | |
2925 | ἐν βασιλείᾳ. πέφυκεν, ἀλλὰ λάγνος, εὐδαίμων καὶ συρπετὸς, κατωφερὴς, παθητικὸς πρὸς σῶμα, εἰ δὲ Ἑρμῆς παρατυχὼν τοὺς πλανωμένους λέγω, τὸ τικτόμενον ἔμπρακτον, ἐντρεχὲς καὶ σοφόν τε, κελεῦον, ἀκουόμενον, μὴ καταφρονημένον, | |
2930 | ἐξουσιαστὴν καὶ μέγιστον, ἴσως καὶ βασιλέα. εἰ δὲ ὁ Κρόνος σύμφωνος ἀριστερὸς πρὸς τούτοις, παρὰ πατέρα καὶ γονεῖς ἐνδοξότερος ἔσται, εὐδαίμων, πολυκτήματος, ἔνδοξος κατὰ βίον. χρὴ δὲ σκοπεῖν τὸ ζῴδιον τὸ τῆς ἀναφορίτζας, | |
2935 | τὸ τίνος οἶκος πέφυκεν ἀπὸ τῶν πλανωμένων, ὁμοίως καθωροσκοποῦν καὶ κρίνειν προσεκτέον. Ἥλιος καὶ Σελήνη τε πρὸς ὡροσκόπον ὄντες ἢ καὶ πρὸς μεσουράνημα καὶ πρὸς τὸ δῦνον κέντρον, ἀλλὰ καὶ πρὸς ὑπόγαιον ἀρσενικῷ ζῳδίῳ | |
2940 | καὶ ὁ τοῦ Κρόνου δεξιὸς συμφώνως μαρτυρήσει τριγώνῳ τετραγώνῳ τε ........ προσθετικὸς καὶ ἔξαυγος αἱρέτης Σελασφόρος ἢ καὶ Σελήνη τύχειεν μὴ δορυφορουμένη, πατρὸς ἐνδόξου νόησον ταῦτα τὸν γεννηθέντα, | |
2945 | ὁ δὲ τεχθεὶς ἐπίσημος βασιλεὺς, αὐτοκράτωρ, δυνάστης ὑπὲρ δύναμιν ὀξύς τε καὶ ἀνδρεῖος ἢ στρατηγὸς δυνάμενος ὑποτάξαι τὰς χώρας, ἀνδρεῖος, μέγας, ἔμπρακτος καὶ φοβερὸς ἐν πᾶσιν, παράβολος, νικητικὸς, κελεύων ἐν δυνάμει, | |
(2950) | διώνυμος, ἡγούμενος ἀλλὰ καὶ τῆς ξηρᾶς τε, οὗτος ἐναντιώματα τινὰ καὶ ἀνωμαλίας ἕξει ὡς ὑπερήφανος καὶ πληρωμένος δόξης. | |
2953t | Περὶ γενεθλίου βρέφους ἕτερον. | |
2953 | 〈Κ〉αὶ πρὸς δὲ τῆς γεννήσεως εἰ τύχωσι τοιῶσδε, ἀποτελοῦνται βασιλεῖς, εὐδαίμονες πατέρες, | |
2955 | ἀλλὰ καὶ πολυχρήματοι καὶ πολυκτήματοί τε. ἂν δ’ ἐκ πλανήτας ἀγαθοὺς πρὸς κακοὺς συναντᾷ τε, ἐπὶ μὲν καταρχῆς τινος καλὴν ἀρχὴν δηλώσει, τὸ δέ γε τέλος σιχαντὸν 〈καὶ〉 δύστηνον τελείως, περὶ δὲ τῆς γεννήσεως τὸν γεννηθέντα τότε | |
2960 | εὐγενῆ μὲν ἀπέδειξεν καὶ λαμπρὰν τὴν ἀρχήν του, πρὸς δὲ τὰ τέλη δύσκολον καὶ δυστυχῆ τελείως· εἰ δὲ ἀπὸ κακοποιοὺς εἰς ἀγαθοὺς ἐπέλθῃ, τοὺς τικτομένους ἀγεννεῖς καὶ δυστυχεῖς τὰ πρῶτα, τὰ δ’ ἔσχατα λαμπρότατα δηλοῦσι μέχρι τέλους· | |
2965 | εἰ δ’ ἐκ κακοὺς ἀστέρας γὰρ ἐπὶ κακοὺς προσέλθῃ, ταπεινούς τε καὶ δυστυχεῖς τὴν ζωὴν πᾶσαν ἄγει. περισχεθεῖσα πάλιν δὲ ἡ σύνοδος ἐξ ἄστρων τῶν δεινῶν κατὰ σύγκρασιν, δυστυχεῖς, ἀβιώτους· εὐεπιτεύκτους αὖθις γὰρ καλῶς ἀποτελοῦσι, | |
2970 | ὅταν ἀστὴρ λεγόμενος συνόδου οἰκοδεσπότης πρὸς τὸν τόπον ἀνατολῆς ἢ κατατριγωνίζει ἐπιπαρὼν ἰδίῳ τόπῳ, καλὰ σημαίνει τότε· εἰ δι’ ἐναντίος καὶ ἀπόστροφος, τὰ χείρονα μηνύει, ἐν δὲ ταῖς ἐπαναφοραῖς συνόδου γεναμένης | |
2975 | Ἡλίου καὶ Σελήνης τε τῶν μεγάλων φωστήρων, οὗτος καὶ τοῦ κυροῦ αὐτῆς μετὰ χρόνον θανεῖται, | |
ἐν δὲ τοῖς ἀποκλίμασι ἀτελέστατα πάντα. | ||
2978t | 〈Περὶ πόλεως φθορᾶς.〉 | |
2978 | Ταῖς δὲ Σελήνης συνεχῶς φάσεσι τηρητέον, ἐν αἷς μετὰ τὸν Ἥλιον σχήματα διαφέρει. | |
2980 | τρίγωνα καὶ διάμετρα μετὰ τῶν τετραγώνων. ἐφορῶσα τὸν Ἥλιον, εἰ παρ’ αὐτοῦ θεωρεῖται, ὅταν φήμη τις γένηται ἄκουσμά τε καὶ φόβος ἢ κίνησις ἐθνῶν τινων ἐν πόλει τε καὶ χώρᾳ ἢ καὶ πρὸς τὸν καθ’ ἕκαστον ἄνθρωπον ἢ καὶ πρᾶγμα, | |
2985 | περὶ πραγμάτων, ἐντολῶν πονηρῶν ἀγαθῶν τε, πρὸς τίνος ἐπιζήτημα τῶν ἐπιζητουμένων ἢ ταπεινὴ καὶ δυστυχὴς χωρὶς κηδεμονίας, ἀπὸ δ’ Ἑρμοῦ ἀσύνδετος, οὐ φρόνησις, οὐ λόγοι, οὐκ ἐπιτηδειότητες καὶ μηχαναὶ κἂν ὅλως. | |
2990 | εἰ δὲ συμβῇ, κακὸς χειμὼν, Ἄρεα ἢ καὶ Δία ἐναντιοῦσθαι τοῖς φωσὶν Ἡλίου καὶ Σελήνης — καὶ μάλιστ’ ἄν τα γένηται Σελήνης πρὸς τὸν Ἄρη κατὰ σχῆμα τετράγωνον —, ἡ πόλις τότ’ ἐκείνη ἀπὸ πολέμων πειρασθῇ καὶ δυστυχήσῃ τέλος. | |
2995 | καὶ τὴν τοῦ διαστήματος ἀναφορὰν πρὸς χρόνον, τοῦτ’ ἔστι γὰρ τοῦ ζῳδιακοῦ ἐνενήκοντα μοίρας· καὶ γὰρ εἰ ἐνενήκοντα τετράγωνον τὸ σχῆμα συνίσταται καὶ λέγεται μοιρῶν περιφερείας, συμβαίνει δὲ καὶ κίνδυνος πάντας τοὺς ἐνοικοῦντας | |
(3000) | εἰς θάνατον ἢ δούλους τε καὶ λαφυραγωγίας ὑποπεσεῖν μιᾷ καιροῦ ῥοπῇ τοῖς ἐν τῇ πόλει. πολλῶν πραγμάτων μεταβολαί ..... | |
3003t | Περὶ τοῦ δωδεκατημορίου τῆς Σελήνης. | |
3003 | Τὸ δωδεκατημόριον ψήφισον τῆς Σελήνης | |
3003a | καὶ ψήφισον δὲ προσεχῶς καὶ μέθοδον ἐκμάθ〈ῃσ〉, | |
3004 | ἔνθ’ ἡ Σελήνη πάρεστιν οἱῳδηποτοῦν ζῳδίῳ. | |
3005 | ἔστω Σελήνη πρὸς Κριὸν εἰς μοίρας δεκαπέντε· πολλάπλασον τὴν ἐποχὴν τῆς μοίρας προσβιβάζων, | |
δώδεκα γὰρ δεκαπέντε ἑκατὸν ὀγδοήντα, | ||
3007a | ἄνω εἰς τὰ δώδεκα ζῴδια ἢ τὰς τυχόντας μοίρας | |
3008 | καὶ δὸς πρὸς ἕκαστον ζῴδιον τῶν ἐφεξῆς τριάντα καὶ τῆς Σελήνης τῷ ζῴδιῳ λείπουσι δεκαπέντε. | |
3010 | καὶ γὰρ εἰς πεντεκαίδεκα τοῦ Κριοῦ ἡ Σελήνη τὴν ἐποχὴν ἐποιεῖτο καὶ θέλει δεκαπέντε, ὅπως ἀναπληρώσειε τὰ τοῦ Κριοῦ τριάντα. | |
3012a | διὰ τοῦτο οὐδὲν ἄρχεται ἀπὸ Κριὸν, ἀλλὰ Ταῦρον· | |
3013 | τῷ Ταύρῳ δὸς τριάκοντα, τοῖς Διδύμοις ὁμοίως, Καρκίνῳ καὶ τῷ Λέοντι, πάλιν τοῖς ἄλλοις ἴσως, | |
3015 | Παρθένῳ δὲ τριάκοντα, Ζυγῷ δὲ πάλιν οὕτως, καὶ καταντῶσιν εἰς Ζυγὸν τὴν πεντεκαιδεκάτην· ἔνθα γὰρ τέλος λάβωσιν αἱ τῆς Σελήνης ψῆφοι, τὸ δωδεκατημόριον ἐκεῖσε προσλογίζου· εἰς πρώτην μοίραν ἂν εὑρῇς τὴν Σελήνην τοῦ ζῴδιου, | |
3020 | δωδεκάκις μίαν ψήφιζε, καὶ ὅπου κἂν λάχῃ πάλιν, τὴν μοῖραν πολλαπλασίασον, ἣν ἡ Σελήνη φέρει, ἀεὶ ἐπὶ τῶν δώδεκα, καὶ πάντα νά το εὑρίσκῃς. καὶ ταύτην σκοπητέον γὰρ, λέγω δὴ τὴν Σελήνην, μὴ πρὸς τὸν Κρόνον καταντᾷ μήτε καὶ πρὸς τὸν Ἄρη | |
3025 | μήτε καὶ πρὸς πανσέληνον μήτ’ ἐν ἐσχάτῃ μοίρᾳ τῇ τῶν ζῳδίων ἐκ παντὸς, ὅτι κακὸν ὑπάρχει — μάχας γὰρ ἀπεργάζεται —, μήτ’ ἐν νοτίῳ μέρει | |
μήτε πρὸς πλάτος ἢ μῆκος ἀριθμοῖς ἀφαιροῦσα. | ||
3028t | Περὶ τοῦ προσερχομένου σοι ἐρωτᾶν, | |
3029t | ποῖον σκοπὸν ἔχει. | |
3029 | Τῶν προσιόντων μάλιστα καὶ βουλομένων πρᾶξαι | |
3030 | γνώσει προχείρως ἕκαστον συντόμως καὶ ῥᾳδίως κατὰ συνοπτικὸν εἶδος, καθολικὸν δὲ μᾶλλον ἀκριβῶς στοχαζόμενος ἐκ μεθόδου καὶ τέχνης· χρὴ γὰρ καταστοχάζεσθαι τῆς καταρχῆς τὴν ὥραν, καὶ βλέπε τὸν πολεύοντα καὶ διέποντα ταύτης, | |
3035 | ἔπειτα καὶ τὰ κέντρα γὰρ τηρεῖν ἐξ ἀκριβείας, πρῶτον μὲν τὸ μεσουρανοῦν, τὸν ἐν αὐτῷ ἀστέρα, καὶ ἀφορίζει πρὸς αὐτὸν τὸ πρᾶγμα καὶ τὴν πρᾶξιν, τηρεῖν δὲ τὸ ἀπόκλιμα τό τε μεσουρανοῦντος, ἀλλὰ καὶ τὴν ἀναφορὰν, τοὺς ἐν τούτοις πλανήτας | |
3040 | καὶ τοὺς μὲν εἰς ἀπόκλιμα παρωχηκότας φέρειν, τοὺς δ’ εἰς τὴν ἐπαναφορὰν τὰ μέλλοντα μηνύειν, τὰ δ’ ἐν αὐτῷ ζητούμενα καιρῷ τῷ ἐνεστῶτι τοὺς ἐκ τὸ μεσουράνημα πλανήτας ἐντυχόντας. μηδενὸς δὲ τυγχάνοντος τοῖς εἰρημένοις τόποις | |
3045 | λαμβάνειν δεῖ τῷ σχήματι προσβλέποντας ἀστέρας καὶ δυνατῶς ὡς πρὸς αὐτοὺς εἰσβάλλοντας ἀκτῖνας. καὶ οὕτως, ὡς προείπομεν, καταληφθῶσιν οὕτως τὸν τρόπον τοῦτον νόησον τέλος τοῦ ζητουμένου· οὗτοι γὰρ καὶ κινούμενοι ἀπὸ δύσιν πρὸς ἑῴαν | |
(3050) | λαμπρὰς τὰς πράξεις καὶ καλὰς τῶν προκεχειρημένων σημαίνουσι καὶ λέγουσι καὶ μάλιστα τὸ κρεῖττον· Ἑρμοῦ τὸ ἔργον λόγισον εἶναι τοῦτο, καλέ μου· ἐπὶ δὲ τῆς ἀνατολῆς πάλιν ἐπὶ τὴν δύσιν τῶν πεπραγμένων ἄνεσιν δηλοῦσι καὶ ἀργίαν, | |
3055 | ἐν δέ γε ταῖς ἀνατολαῖς ἀποστάντος Ἡλίου ἀπὸ μοιρῶν τῶν δώδεκα ἢ καὶ τῶν δεκαπέντε τὰς ἐνεργείας ἄρχεται, πρὸς δύσεσι δὲ πάλιν ἀπὸ τῶν πεντεκαίδεκα μέχρι καὶ τῆς ἑπτάδος μειοῦσι καὶ τὴν δύναμιν τῆς ἐνεργείας ὅλην. | |
3060 | ἀπὸ δ’ ἑβδόμης μοίρας δὲ μέχρι καὶ τοῦ Ἡλίου | |
οἱ δυτικοὶ καὶ ἀσθενεῖς ἀδυνατοῦντες ταῦτα. | ||
3061t | Περὶ τῶν ἀνατελλουσῶν καὶ | |
3062t | δυομένων μοιρῶν τοῦ ζῳδιακοῦ. | |
3062 | Θέλομεν λέξαι τεχνικῶς κατὰ μέρος τὸν πόλον κινούμενον ὁλόκληρον τὸ νυχθήμερον ὅλον, τοῦτ’ ἔστιν ἐν ταῖς εἴκοσι καὶ τέσσαρσιν ταῖς ὥραις. | |
3065 | οὗτος γὰρ δωδεκάμοιρος τριακονταμοιριαῖος φέρει τὴν περιφέρειαν μοιρῶν τριὰς ἑξήντα. καθ’ ἕκαστον ὁ πόλος γε φερόμενος συντόμως μοῖραν κατὰ διάμετρον ἀνατέλλει καὶ δύνει· καὶ λόγου χάριν λέξομεν ἐπὶ σχήματα τόδε· | |
3070 | ἔστω Κριοῦ ἡ πρώτιστος μοῖρα μέρους ἑῴας κἀκεῖθεν πρώτη τοῦ Ζυγοῦ μοῖρα μέρος τὸ δῦνον· οὗτος δ’ ἀνακυκλούμενος ὁ πόλος ἅπας πάλιν προσενυψοῖ τὴν πρώτιστον τὴν τοῦ Κριοῦ μοιρίτζαν, τὴν δὲ δευτέραν ἐκ τῆς γῆς ὑπομένειν ἐμφαίνει· | |
3075 | ταῦτα δὲ καὶ πρὸς δυτικὸν μέρος κρύβεσθαι λέγω. καὶ πάντως οἱ ἐπίσημοι ἀστέρες ἐν ζῳδίων καὶ τὰ παρανατέλλοντα δώδεκα ζῴδιά τε τὰ μὲν προσανατέλλουσι, τὰ δὲ προσεπιτέλλουν, τὰ δ’ ἐναντίως δύνουσι φερομένου τοῦ πόλου· | |
3080 | καὶ γὰρ προσανατέλλουσα μοῖρα ζῴδιου καλεῖται, ἥτις Ἡλίῳ μερικῶς ἐπέχει κατὰ ψῆφον, ἡ δ’ ἐναντίως δύνουσα τούτης κέκληται μοῖρα. ἐπιτολὴ δὲ λέγεται ἀστέρος κατὰ τέχνην· καὶ προσεκτέως ἄκουσον τὴν ἀληθῆ αἰτίαν· | |
3085 | ἔστω Ὑάδων ὁ ἀστὴρ ἐν ζῳδίῳ τοῦ Ταύρου πρὸς μοίρας ἑξακαίδεκα κείμενος ἐν τῷ πόλῳ. τὸ ἔαρ δὲ ὁ Ἥλιος τέμνων ζῴδιον τοῦ Ταύρου εἰς μῆνα τὸν Ἀπρίλιον πρὸς τὴν τριανταμοῖραν, τὴν ἐποχὴν ἀποτελεῖ μοίρας διπλῆς ὀκτάδος, | |
3090 | ᾗ καὶ ἀστὴρ καλούμενος ὁ λαμπρὸς τῶν Ὑάδων ἀνατέλλων καλούμενος μοιρικῶς σὺν Ἡλίῳ | |
μάλιστα καὶ κρυπτόμενος συνοδεύων Ἡλίῳ. ὅταν δὲ πάλιν Ἥλιος πρὸς εἰκοστὴν πεμπταίαν μοῖραν προσέλθῃ τοῦ Κριοῦ καταλιπὼν ἀστέρα, | ||
3095 | τὸν τῶν Ὑάδων λέγω δὴ κείμενον πρὸς τῷ Ταύρῳ, τὴν μοῖραν, ἣν ἐλέξαμεν τὴν ἑξακαιδεκάτην, ἐπιτολὴ προσκέκληται τοῖς πᾶσι φαινομένη· καὶ γὰρ Ἡλίου λάμποντος εἰ λαμπάδα προσάψῃς, οὐδ’ ὅλως ἂν φανήσεται ἡ τῆς λαμπάδος φαῦσις· | |
(3100) | μετὰ δὲ τὴν διέλευσιν τῆς ἀκτῖνος Ἡλίου πάντως λαμπρὸν ἐκφαίνεται τὸ φαῖνον τῆς λαμπάδος. | |
τὸν τρόπον τοῦτον, δέσποτα, ἀστὴρ προσεπιτέλλει· | ||
3103t | Περὶ διαφόρων ὁράσεων τοῦ Ἡλίου. | |
3103 | Λέξομεν δὲ καὶ σχήματα, πρὸς δὲ καὶ τὰς ὁράσεις αὐτοῦ τοῦ ἀνατέλλοντος εἰς ἕω τε καὶ δύσεις· | |
3105 | καὶ καθαρὸς καὶ εὐσταθὴς καὶ παχύτητος ἄνευ ἀνίσχων καὶ δυόμενος, εὔδιον τοῦτο πέλει. ποικίλον καὶ ὑπόπυρρον τὸν κύκλον περιέχων ἢ καὶ ἀκτῖνας ἐρυθρὰς οὗτος προαποπέμπων ὡς ἐφ’ αὑτὸν κυκλούμενος πέριξ ἐκτὸς τοῦ κύκλου | |
3110 | εἴτε καὶ τὰ λεγόμενα παρήλια τὰ νέφη, ἔχων δὲ σχήματα νεφῶν ὑπόκιρρα τὸ χρῶμα καὶ τὰς ἀκτῖνας ἔξωθεν μακρὰς προανατείνων ἀνέμων σφοδρῶν ἔνεστιν δηλωτικὸς τῷ τότε, μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων καὶ δύνων | |
3115 | ἴσως ἔχων καὶ σύννεφον ἢ παρήλια νέφη ἀκτῖνας ὑποχλώρους τε ἢ μέλανας ἐπέχων | |
χειμώνων καὶ τῶν ὑετῶν μηνυτὴς ἐντυγχάνει. Ὁ δ’ ἐκ Ῥώμης Καμπέστριος γράψας ἐκ Πετοσίρους· ὅταν ἀνίσχων Ἥλιος ἀργυρώδης κὰν ὅλως | ||
3120 | ἢ ἀμβλυόχρους ὀλίγον ὑπομένων ὁρᾶσθαι, πολέμους τε καὶ συμφορὰς, διχονοίας, θορύβους στάσεις ἀνδρῶν ἐνδόξων τε καὶ βασιλέων θρήνους καὶ συκοφάντας, πονηρῶν εὐτυχήματα τότε καὶ λογικῶν καὶ εὐσεβῶν ὕβρεις καὶ ἀτιμίας | |
3125 | καὶ πατραλοίας τοὺς υἱοὺς, σπάνιν τῶν ἀναγκαίων. αὐτὴ δ’ ἡ πτῶσις γίνεται κατὰ τὸ κλίμα λέγω, ἔνθα συμβῇ παθητικῶς τάδε τοῦ Σελασφόρου. εἰ δὲ πρὸς ἀντιδίσκωσιν ὁ Ἥλιος ἐκλείπει, μόνοις ἐπιμαντεύεται κακὰ τοῖς βασιλεῦσιν. | |
3130 | εἰ δ’ ἐξ ὑγρότητος πολλῆς καὶ ἀναδιδομένης παχυνθῇ τὸ κατάστημα τὸ τοῦ ἀέρος ὅλως, ἀμαυρωθῇ δ’ ὁ Ἥλιος, καρπῶν φθορὰν σημαίνει ἐξ ἀωρίας, σάλους τε βαρεῖς ἐπὶ Εὐρώπης, πολέμων τὴν ἐπίδειξιν γινομένων ἑσπέρας | |
3135 | καὶ τυραννίδος ἔκπτωσιν, ἐν ταῖς λοιπαῖς δὲ χώραις, ὁπόσαις ἔχουσιν ὑγρὰν τὴν σύμμιξιν ἐκ γαίας, ταῦτα πάνυ τε βλαπτικὰ σημαίνει κατὰ ταύταις Ἰνδίαν τε καὶ τῶν Περσῶν ὡς ξηροτάτας οὔσας. Ἡλίου προσανίσχοντος οὐ συμβήσεται τοῦτο. | |
3140 | τοῦτο δὲ πάλιν γέγονεν ἐπὶ Βελισαρίου, γενομένης δ’ ἐκλείψεως αὖθις ἐν τῷ τριγώνῳ τοῦ Κριοῦ καὶ τοῦ Λέοντος, ἀλλὰ καὶ τοῦ Τοξότου ἀνάγκην τὴν ἀτάσθαλον περὶ τὴν βασιλείαν. | |
εἰ δὲ τοῦτο συμβήσεται γενέσθαι πρὸς ἑῴαν, | ||
3145 | τοῦτ’ ἔστι πρὸς τὸν Ἥλιον, πρὸς δὲ καὶ τὴν ἑσπέραν, ἐν τῇ Σελήνῃ λέγω δὴ νυκτερινῇ γὰρ οὔσῃ, δῆλα ταῦτα γενήσονται κακῶς ὑφηγηθέντα. τὸν Ἥλιον γὰρ πάντοτε ἀνίσχειν ἐξ Ἀσίας, ἐκ δὲ Εὐρώπης Μήνην τε δῆλον τοῦτον τυγχάνειν. | |
(3150) | ὅταν δ’ ἔκλειψις γένηται ἐξ ἑνὸς τῶν φωστήρων ἐν ζῳδίῳ τῷ Λέοντι βασιλικῷ γὰρ ὄντι καὶ τοῖς φωστῆρσιν τοῖς δυσὶν κἀκείνοις βασιλείοις, κάκωσιν ἄπειρον δηλοῖ πάντως τοῖς βασιλεῦσι καὶ Νεῖλον ἀποστρέφεσθαι τῆς τε εὐδαιμονίας, | |
3155 | ὥστε εἰκότως πρόνοιαν τοῦ κτίστου μὲν θαυμάζειν, ὡς ὁ Μωσῆς ἐνέγραψεν ἐν παλαιᾷ τῇ βίβλῳ· “Καὶ τοὺς ἀστέρας ἔταξεν ὁ δεσπότης ἁπάντων, ἡ τριὰς ἡ ἀμέριστος καὶ ὁ ἄναρχος λόγος, εἰς τέρατα τῶν χρόνων τε πάντων συνεῖναι τούτους | |
3160 | καὶ τῶν μελλόντων μηνυτὰς γίνεσθαι κελευσθέντας καὶ εἰς αἰῶνας ἔστησεν ἐξ ἀρχῆς μέχρι τέλους.” | |
3162t | Περὶ φαντασιῶν Σελήνης. | |
3162 | Τῆς δὲ Σελήνης λέξωμεν ἁπάσας φαντασίας· αὕτη μὲν προσανίσχουσα ἀπὸ νεομηνίας ἢ πρὸ τριῶν τῆς συνόδου ἢ καὶ τῆς πανσελήνου, | |
3165 | λεπτὴ καὶ ὁλοκάθαρος ὅλως προσφαινομένη εὐδιεινὸν κατάστημα προδηλοῖ τοῦ ἀέρος· εἰ δὲ καὶ ἐρυθραίνοιτο πρὸς ὀλίγον τι μέρος καὶ διαφανὲς τὸ ἀφώτιστον τοῦ κύκλου περιέχει, ἀνέμων αὕτη πέφυκεν γεννήτρια μεγάλων, | |
3170 | καθ’ οὓς ἂν χρόνους μάλιστα τὴν πρόσνευσιν ποιεῖται· | |
εἰ δὲ παχεῖα καὶ ὠχρὰ, χειμώνων τε καὶ ὄμβρων δηλωτικὴ σημαντικὴ τῶν τοιούτων ὑπάρχει· εἰ δέ γε γύροθεν ἅλως σχημάτων διαφόρων, εἰ μὲν γὰρ μία πέφυκε καθαρά τε ἠρέμα, | ||
3175 | εὐδιεινὸν κατάστημα καὶ αὕτη προμηνύει· εἰ δὲ δύο καὶ πλείονες, χειμῶνα προδηλοῦσιν, εἰ μὲν ὦσιν ὑπόκιρροι, γίνεσθαι δι’ ἀνέμων, εἰ δ’ ἀχλυώδεις καὶ παχεῖς, ἐκ νιφετῶν σημαίνει. Ἐν ἀέρι δὲ γίνονται σημεῖα κατὰ φάσιν | |
3180 | ἴρις καὶ ῥάβδος καὶ ἅλως καὶ σέλας τὸ πυρφλέγον. αἱ μέν εἰσι κατ’ ἔμφασιν αἱ ἴριδες καὶ ῥάβδοι, οἱ δὲ καὶ καθ’ ὑπόστασιν σελάδες καὶ κομῆται. ἴρις μέν ἐστιν ἔμφασις Ἡλίου καὶ Σελήνης τμήματος ἐν νεφίῳ τε καὶ συνεχεῖ τῇ φάσει | |
3185 | ὡς ἐκ κατόπτρου πανταχοῦ ὄντος θεωρουμένη πρὸς κύκλου περιφέρειαν τῶν μεγάλων φωστήρων· ἡ ῥάβδος ἐστὶν ἴριδος ἔμφασις τῇ εὐθείᾳ, ἅλως δὲ πάλιν λέγεται ἔμφασις τοῦ ἀέρος, λαμπρότητι περίχυτος ἴριδος διαφέρει· | |
3190 | ἡ μὲν γὰρ ἴρις φαίνεται ἐναντίον Ἡλίου καὶ τῆς Σελήνης ἐκ παντὸς ἀποτελοῦσα φάσιν, ἡ δὲ ἅλως ἐγκύκλιος ἔγκειται πρὸς ἀστέρα. ἔστι δὲ σέλας ἔξαψις τοῦ πυρὸς ἐν ἀέρι· τῶν δὲ σελῶν τὰ σχήματα δύο εἰσὶ τῇ φύσει, | |
3195 | τὰ μὲν ἐξακοντίζεται, τὰ δὲ τούτων στηρίζει. ὃ γὰρ ἐξακοντίζεται, πυρὸς παρατριφθέντος οὕτως ἐξ ἁθροότητος φαινομένου ταχέως φαντασίαν ἐμφαίνοντος μήκους διὰ τὸ τάχος, τὸ δ’ ἐπιστηριζόμενον πρὸς πλείονα τὴν φάσιν | |
(3200) | προμήκη ἔχει ἔκτασιν καὶ χωρὶς τοῦ ἁθρόου. τοῦτο δὲ καὶ παρείκασται καθάπερ ἄστρου φύσιν, | |
πλατυνομένη θάτερον κομήτης προσκαλεῖται. | ||
3202t | Μέθοδος περὶ τῶν κομητῶν. | |
3203t | 〈Κομήτης Διός.〉 | |
3203 | Ὁ γὰρ κομήτης πέφυκεν στρογγυλώδης ὡς Μήνη, ἔχων ἀκτῖνας ἄνωθεν ὡς κόμας ἐν τῇ κάρᾳ | |
3205 | πυρώδεις αἱματοειδεῖς καὶ γνώριμος ὑπάρχει· ἔχει δὲ φύσιν τοῦ Διὸς κεκλημένος Φαέθων, ὡς καλεῖσθαι τοὺς ἅπαντας σημειακοὺς ἀστέρας ἐπισήμους τυγχάνοντας κομήτας ἐπικοίνως. οὗτος ἡνίκα τοὺς λαμπροὺς καὶ ἀργυροῦς πλοκάμους | |
3210 | ἐπὶ τὸ μέρος τῆς ἑῶ ὅλως προσακοντίσαι προσὼν Καρκίνῳ ἢ Ἰχθυῖ ἢ τῷ δεινῷ Σκορπίῳ, Πέρσαις μηνύει ἀγαθά· ἐκχυθέντες γὰρ οὗτοι πλοῦτον καὶ πόλεις ἕξουσιν καὶ αἰχμαλώτων πλῆθος, πάλιν ἐπαναζεύξουσιν πρὸς ταῖς ἰδίαις χώραις | |
3215 | μηδ’ ὅλως ἐκ Ῥωμαϊκῶν παροπλισθέντες ὄχλου. ὅταν δὲ καὶ ἀπόστροφος ὁ κομήτης ἀνίσχει τοῖς, καθ’ ὧν ἀποστρέφεται, τὰς ἀστοχίας φέρει. εἰ δὲ πρὸς νότον ἀφορᾷ, εὐδαιμονίαν Νεῖλος πλείονα ἐπιδώσειεν, τοὺς καρποὺς ἀφθονίαν, | |
3220 | εἰρήνην, εὐετηρίαν τοῖς Αἰγυπτίοις νέμει. | |
εἰ δ’ οὗτος ἀποστρεφόμενος πρὸς δύσιν ἐπιβλέπων, ἄπειρος καὶ ἀνέλπιστος τοῖς Ῥωμαίοις ὁ πλοῦτος, καὶ Πέρσας πολεμήσουσιν καὶ κρατήσουσιν χώρας, ὥστε καὶ ἀναιρήσουσιν τὸν δυστυχὴν Σουλτᾶνον. | ||
3225 | εἰ δ’ ἀπὸ ἄρκτου ἀφορᾷ ἀφεὶς τὸν ἀπὸ νότου, καταδραμοῦνται Λιβύης οἱ ἀπὸ τῆς Εὐρώπης καὶ τοῦ βορείου μέρους τε κατὰ νότον δυσμάς τε, τοὺς δ’ ἐπὶ τὴν ἑωθινὴν Αἴγυπτον στρατιώτας τὰ χείριστα ἐπάξουσιν ὅρον ἐνιδρυμένοι. | |
3230t | Περὶ τοῦ Δίσκου ἀστέρος. | |
3230 | Ὁ δὲ δισκεὺς λεγόμενος, ἐκ φύσεως τοῦ Κρόνου, οὗτος ἀπὸ τοῦ σχήματος κυκλοτερὴς ὑπάρχων καὶ καθαρὸς ὡς ἤλεκτρος, εἷλε προσηγορίαν, ὥστε πάντως κυκλοτερής· οὐκ ἔστιν τοῦτο δῆλον, πρὸς ποῖον ἐπιβλέψειε μέρος ἀπὸ τοῦ κόσμου. | |
3235 | ἐξ ἀνταυγείας 〈ἀνιὼν〉 μᾶλλόν γε τοῦ Ἡλίου | |
3235a | θορύβους τε καθολικοὺς καὶ πολέμους ἐξ ἄρκτου | |
3236 | καὶ πτῶσιν ἀλλεπαλλήλοις προσώπων μεγιστάνων καὶ εὐτελῶν καὶ ἀγεννῶν τὴν εὐπραγίαν φέρει, κίνδυνον δὲ τὸν μέγιστον μηνύει πρώταις τύχαις· τῶν δὲ Ῥωμαίων ὁ στρατὸς ἐλαττωθεὶς τοσοῦτον | |
3240 | ὡς ἐγγὺς ἀποτέλεσμα κατελθεῖν ὀλεθρίου. | |
3241t | Λαμπαδίας. | |
3241 | Ὁμοῖος λαμπαδίας δὲ λαμπάδα καιομένην Ἑρμοῦ τε καὶ τοῦ Ἄρεος 〈τὴν〉 φύσιν ἔχων οὗτος ἀνίσχων πρὸς ἀνατολὰς 〈ἰδὼν〉 ἀκτῖνας φέρει, ἀχλὺν ἀέρος γίνεσθαι, βλάπτεσθαι τὰς ἀμπέλους, | |
3245 | ἀποτίκτουσαν σκώληκαν τὸν καλούμενον ἶπαν, τοῖς δὲ καρποῖς φυήσεται ἡ λεγομένη αἶρα, καὶ κεραυνῶν ἐπιβολὰς κοσμικῶς φέρει ταῦτα, ὥστε καὶ τὴν ἀέναον ῥύσιν τῶν ποταμίων | |
ξηρανθῆναι τὰ μάλιστα ἐξ αὐχμώδους 〈τοῦ〉 πάχους. | ||
(3250) | εἰ δ’ ἐπὶ νότον ἀφορᾷ, ξηρῶδες καὶ λοιμῶδες ἀέρος τὸ κατάστημα καὶ ξηρανσίαν Νείλου καὶ πληθισμὸν τῶν ἑρπετῶν ἀνὰ πᾶσαν τὴν γαῖαν. εἰ δὲ πρὸς ἄρκτον ὁ ἀστὴρ, τὸ πολὺ τῆς ἀχλύος τῷ ψυχρῷ ἡττηθήσεται τοῦ κέντρου, πλὴν τὸ πῦρ δὲ | |
3255 | ἀδοκήτως ἐν ὄρεσι καὶ ὕλαις ἐμπεσεῖται, ὡς μηδ’ ἐκτὸς γενήσεσθαι τοὺς ἐν ἄκροις ἰόντας ἢ μᾶλλον καὶ ἐν ταῖς φρουραῖς, τῆς δεινῆς βλάβης λέγω. θάνατος δὲ πληθὺς ἔσται 〈μάλιστα〉 Αἰγυπτίοις. ὅταν δὲ καὶ πρὸς τὰς δυσμὰς ἀστὴρ οὗτος προσβλέψει, | |
3260 | κεραυνούς τε καὶ ἐμπρησμοὺς μαντεύεται ταῖς χώραις καὶ πτῶσιν τοῖς βοσκήμασιν τῶν τετραπόδων ὅλων. | |
3262t | Περὶ τοῦ ἀκοντίου. | |
3262 | Ὁ δ’ ἀκοντίας ὅμοιος ἐστὶν τῷ ἀκοντίῳ, κραδαίνεται ὁ σίδηρος· οὗ καὶ φανέντος τότε τῆς Ἰουδαίας περίχωρον ὅλον ἀναλωθείη. | |
3265 | τοῦτο δὲ καὶ Εὐσέβιος ὁ τοῦ Παμφίλου λέγει. | |
3266t | Περὶ τοῦ ξιφίου. | |
3266 | Ὁ δὲ ξιφίας παρ’ αὐτῶν ὠχρότερος ὀλίγον ξιφήρεις μὲν τὴν ἔκτασιν τὰς ἀκτῖνας δεικνύων, οἷος ἐν ὕψει γέγονεν ἀστὴρ, ὡς πρὸς τῶν ἄρκτων φανεὶς μὲν δίσκος πρότερον κυκλοτερὴς τυγχάνων, | |
3270 | πρὸς δὲ τὴν λῆξιν ἔσχατον ὠχρός τε καὶ ξιφήρης. τοῦτο δὲ γέγονεν καὶ ἐν ἰνδίκτῳ τῷ τετάρτῳ εἰς μῆναν τὸν Ἀπρίλιον εἰς τὰς εἴκοσι πέντε. ὁ γὰρ ξιφίας ὁ ἀστὴρ Ἑρμοῦ προσομοιοῦται. εἰ μὲν πρὸς μέρος τῆς ἑῶ οὗτος προσεπιβλέπει, | |
3275 | οἱ Αἰθιόπων καὶ Περσῶν δυνατοὶ τοὺς κρατοῦντας φαρμάκοις διαφθείρουσιν· τὸ δ’ αὐτὸ καὶ Φοινίκῃ. εἰ δὲ πρὸς μεσημβρίαν τε προσβάλλει τὰς ἀκτῖνας, δόλους τοῖς Αἰγυπτίοις τε καὶ ἔθνεσιν Λιβύης, | |
θανατηφόρους λέγω δὴ, δεινῶς ἐπισημαίνει. | ||
3280 | ὅτε δ’ ἀπ’ ἄρκτου ἀφορᾷ, ἐπίμιξιν ἀρκτῴων καὶ Λιβυκῶν ἐθνῶν δηλοῖ, ὥστε καὶ θυγατέραν δυνάστου Λίβυος δοθῆναι τῷ ἀρκτικῷ τυράννῳ, ἐπιβουλεῦσαι δὲ αὐτὴν τὸν ἴδιον πατέρα καὶ παραδοῦναι δὲ αὐτὸν ἔρωτι ἀσεβείας | |
3285 | ὡς κρατουμένην δυνατῶς περὶ τὸν ἄνδρα ταύτην. | |
3286t | Ἱππεύς. | |
3286 | Ὁ δὲ κομήτης ὁ ἱππεὺς οὕτως προσαγορεύθη ὡς ἔχων δίκην ἄνωθεν ἱππολόφους ἀκτῖνας προσεπιρραίνων συνεχῶς τῷ ἰδίῳ τῷ κύκλῳ, ὀξύτατος δὲ τῶν λοιπῶν κομητῶν ἐντυγχάνει. | |
3290 | πλαγίους καὶ πυρώδεις δὲ εἰσφέρει τοὺς πλοκάμους, 〈ἀλλὰ καὶ〉 αὔλακά τινα φωτὸς προσαποτείνει καὶ πάλιν γύροθεν αὐτοῦ κύκλον τινὰ συνάγει. οὗτος ὅταν ἐκ δύσεως πυρώδης προσανίσχων ἐξακοντίζων εἰς ἑῶ τὰς ἰδίας ἀκτῖνας, | |
3295 | τῶν Περσῶν ἐπανάστασιν ἀπειλεῖ κατὰ χώρας, πάντα δὲ τὰ στρατεύματα τῶν Ῥωμαίων σκηπτούχων οὐδ’ ὅλως ἐξορμήσουσιν τὴν ἀπάντησιν τούτων, ὥστε γενέσθαι νεωστὶ στρατολογίαν ἄλλην. γενήσεται δὲ καὶ λοιμὸς πρὸς ἵππους στρατευμάτων, | |
(3300) | ἀλλ’ οὐ πρὸς Πέρσας ὁ λοιμὸς, πρὸς τοὺς Ῥωμαίους μᾶλλον, πλὴν δὲ οὐκ εὐτυχήσουσι οἱ τῶν Περσῶν μεγάλοι, ἀλλ’ ὕστερον προσφεύξονται ἐν τῷ ἰδίῳ τόπῳ, καὶ αἱ ληφθεῖσαι παρ’ αὐτῶν ἀφεθήσονται πόλεις, ὁ δὲ Σουλτᾶνος τῶν Περσῶν προσφεύγων ἀπολεῖται, | |
3305 | καὶ πᾶς πλοῦτος ἀφαιρεθῇ παρὰ στρατοῦ Ῥωμαίων. Ἄλλος κομήτης ἂν φανῇ ὠχρὸς ὡς πρὸς τὸν πόλον, πολέμους μέν τινας πολλοὺς, ἀλλ’ οὐ Περσῶν σημαίνει, σεισμοὺς καὶ πένθους δηλαδὴ ἐγκόψωσιν ἀνθρώποις, λοιμὸς δὲ τοῖς βοσκήμασιν καὶ λιμὸς τοῖς ἀνθρώποις· | |
3310 | πρὸς μεσημβρίαν οὗτος δὲ εἰ πάλιν ἐπιβλέψει, λιμὸς τῇ θερινῇ τροπῇ προσπέσῃ τῇ Λιβύῃ καὶ πλῆθος ἀνωμαλιῶν καὶ κακῶν τε ποικίλων. ὅταν δ’ ἀπ’ ἄρκτων ἀφορᾷ πρὸς τὸ βόρειον μέρος, πόλεμος ἐγερθήσεται, τῷ μέρει τούτῳ λέγω, | |
3315 | ἐν δυνάμει στρατεύμασιν κατὰ τῶν πολεμίων· οἱ τῶν Ῥωμαίων ἀρχηγοὶ καὶ καταπονηθέντες συλλαβοῦνται καὶ ξενικὴν δύναμιν βοηθοῦσαν· καὶ τότε μὲν οὐκ ἀγεννῶς ἐξ ἀρχῆς καθοπλίσει, πρὸς ὀλίγον δ’ εἰς παντελῆ δυστυχίαν πεσεῖται, | |
3320 | ἀναιρεθῆναι δ’ ἅπαντας, τοῦ δ’ ἔθνους ἡγεμόνα ἐξανδραποδιζόμενον δεσμευθῆναι ταχέως. ταῦτα δὲ χώραις ἔσονται Λιβύης καὶ Ἀσίας καὶ φρέτῳ οἱονεὶ πορθμῷ ἄχρι καὶ τῶν Γαδείρων. αὐχμὸς δὲ ὁ δεινότατος πρὸς Αἴγυπτον ἐμπέσῃ | |
3325 | καὶ νόσος ἡλικίωσιν τὴν νέαν Αἰγυπτίων, εὐδαιμονίαν Νεῖλος δὲ οὐδ’ ὅλως εὐτυχήσει. εἰ δ’ ἐπὶ δύσιν ἀπίδῃ ὁ τοιοῦτος κομήτης, μέχρι στηλῶν τῶν Ἡρακλῆ λιμὸς καὶ πόλεμός τε καὶ πτώσεις τοῦ βοσκήματος, πρὸς δὲ καὶ στρατευμάτων. | |
3330t | Κομήτης 〈τυφών〉. | |
3330 | Πρὸς τούτων δὲ καὶ ἕτερος κομήτης ὁ καὶ τύφων, ὃς ἔστιν δρεπανοειδής· στυγνῶς γὰρ ἔνθεν βλέπει. πολλὰ σημαίνει τὰ κακὰ καθολικῶς ἐν χώραις, ἐξωτικοῖς τε πόλεμος καὶ μίξεις ἐμφυλίοις περὶ τοὺς δήμους στάσεις τε, σπάνις τῶν ἀναγκαίων, | |
3335 | καὶ ἡγεμόνες ἔνδοξοι ἐν πολέμοις πεσοῦνται, εἰ πρὸς τρεῖς ἢ καὶ τέσσαρας ἡμέρας ἐμφανείη· εἰ δὲ 〈καὶ〉 πλέον, τῶν κακῶν οὐδαμῶς ἔσται τέλος. πλεῖστοι δὲ τοῦ στρατεύματος Ῥωμαϊκοῦ πεσοῦνται καὶ αὐτοῖς δὲ τοῖς ἄρχουσιν στασιάζων ὁ δῆμος | |
3340 | κατάλληλοι τ’ ἐναλλαγμαὶ πέλουσιν τῶν ἀρχόντων ἐμπρησμοί τε δεινότατοι πόλεις ἀποτεφροῦνται. πρὸς δὲ μέρος 〈τὸ〉 δυτικὸν τὰ χείρονα μηνύει· ἐκ πολεμίων τῆς ἑῶ οἱ τῆς δύσεως ὅλοι | |
φρουρήματα, διώγματα καὶ δεινὰ προσπεσοῦνται. | ||
3345t | Κομήτης 〈πίθοσ〉. | |
3345 | Ἕτερος δὲ 〈καὶ〉 πέφυκεν κομήτης ὥσπερ πίθος· καπνώδους μέν ἐστιν φωτὸς ἀλλὰ πεπληρωμένος, τὸ δ’ ὄνομαν συμπέφυκεν ἐκ τοῦ σχήματος τούτου. | |
3348t | Κομήτης 〈κεράστησ〉. | |
3348 | Μεθ’ ὧν κεράστης ἕτερος τοὺς πλοκάμους ἐκφέρων ἔνθεν κἀκεῖθεν γύροθεν δίκην οὗτος κεράτων. | |
3350t | Κομήτης 〈σάλπιγξ〉. | |
(3350) | Ἄλλος δὲ σάλπιγξ λέγεται παρὰ τοῦ Πτολομαίου, ἐν Τετραβίβλῳ μέμνηται, ἐξ ἧς καὶ οὐδαμόθεν οὐκ ἔχω ὑφηγήσασθαι τῶν ἀποτελουμένων. ἀλλαχοῦ γὰρ οὐχ εὕρεται κατάστημα κομήτου ἴσον ταύτης τῆς σάλπιγγος, ὥς φησιν Πτολομαῖος. | |
3355 | Γίνονται δὲ καὶ ἕτεροι κομῆται κλήσει τράγοι, δίκην μαλλῶν φαινόμενοι ὡσεὶ ἐρίων πόκοι νεφέλας περικείμενοι τινὰς ὡσεὶ ἐρία, εἰς δοράτων τὰ σχήματα εἰς τάχος εἰστελοῦνται. οὐ πανταχοῦ δὲ φαίνεσθαι περὶ τοῦ πόλου τόπον, | |
3360 | ἀλλὰ μόνον ἐμφαίνεσθαι περὶ τὸν γαλαξίαν. οἱ δέ γε μὴν καὶ τύφωνες περὶ τοῦ νότου τόπον· σφαῖραι πυρώδεις δέ εἰσιν ὡς πυρὸς σύνδεσμοί τε, οἳ καὶ φανέντες ἔσεισαν τὴν Αἴγυπτον τελείως. πρὸς τούτοις καὶ ὁ πάνσοφος Ἀριστοτέλης λέγει, | |
3365 | ὡς ἐξ ὑγρᾶς οὐσίας τε φαίνεσθαι ἐν Αἰγύπτῳ διὰ τὴν πολλὴν ὑγρότηταν τὴν ἐν Αἰγύπτῳ οὖσαν. | |
3367t | Περὶ τοῦ στεφάνου. | |
3367 | Περὶ δὲ καὶ τὸν Στέφανον, τὸν ἐν τῇ ἄρκτῳ λέγω, κομήτης ἀναφαίνεται· οὗτος ὅταν φανείη, τὴν κίνησιν ἐπαπειλεῖ Περσῶν καὶ στρατευμάτων· | |
3370 | ἐφάνη δὲ καὶ ἄλλοτε, ὅτε Νέρων ἐκεῖνος | |
ἀβέβαιος καὶ δόλιος ἤρχετο τῆς μανίας. | ||
3372t | 〈Περὶ λαμπάδων.〉 | |
3372 | Πρὸς τούτου ἀνατέλλουσιν καὶ λαμπάδες ἐν πόλῳ, ὁποῖόν τι· καὶ γέγονεν ἐν παλαιτάτοις χρόνοις Γερμανικοῦ τοῦ Καίσαρος ἀγομένου ἐν πόλει. | |
3375 | σχήματα τῶν λαμπάδων δὲ τοῖς γνωρίσμασιν δύο· τὰ μὲν βολίδες λέγονται, τὰ δὲ αὐτῶν λαμπάδες. αἱ μὲν βολίδες πέφυκαν πυρώδεις τε δι’ ὅλου καὶ τὸ δι’ ὅλου ἕλκουσαι εἰς αὔλακαν μακρέαν. 〈φαίνοντ〉αι πάλιν καί τινες· δοκοὺς αὐτὰς καλοῦσιν, | |
3380 | αἱ δὲ λαμπάδες ἐξ ἀρχῆς εἰσὶν δὲ κεκαυμέναι. γίνονται δὲ καὶ χάσματα ἄνωθεν πρὸς ἀέραν, οὗ καὶ συμβαίνουν κάτωθεν σάλοι καὶ διαστάσεις καὶ ῥήξεις αἱ δεινόταται τυγχάνουσαι πρὸς γαῖαν. ἀλλὰ καὶ χάσμα ἕτερον ἐμπρησμῷ τῷ καυσώδει | |
3385 | παραπλήσιον φαίνεται πολλάκις πρὸς τὸ ὕψος. τότε δὴ τοῦτο γέγονεν, ὡς εὑρίσκεται βίβλοις, ὅταν Ἀμύντου Φίλιππος ἐσάλευσεν Ἑλλάδα. φαίνονται καὶ πρὸς Ἥλιον ἀστέρες ἐν ἡμέρᾳ καὶ γύροθεν τοῦ κύκλου τε στεφανῖται καὶ δίσκοι | |
3390 | τὸ χρῶμα ποικιλόχροοι, οἳ καὶ φανέντες τότε, ἐμφύλους ὅτε Αὔγουστος ἐνέβαλεν πολέμους ἐκδικῶν τὸν πατέραν τε, ὡς Καμπέστριος λέγει. φαίνεσθαι δὲ συμβέβηκεν πρὸς αὐτὸν τὸν Φωσφόρον ὥσπερ τόξον ὑπόκιρρον τὸ σχῆμα τόδε φέρον. | |
3395t | Περὶ διαφόρων ὁράσεων τοῦ Ἡλίου. | |
3395 | Λέγεται δ’ ἀντιδίσκωσις πρὸς Ἥλιον Σελήνης Ἥλιον μὲν καλύπτεσθαι παρεμπτώσει Σελήνης, | |
ταύτην δ’ ἀποκαλύπτεσθαι τῆς γῆς τῇ ἀντιπτώσει καὶ νύκταν τὴν σκοτόμηνον γίνεσθαι τὴν ἡμέραν πρὸς ὥρας τὸ διάστημα εἴτε καὶ πλεῖον ταύτης. | ||
(3400) | τοῦτο δὲ μόνον γίνεσθαι ἐπὶ συνόδου λέγω, ὅταν ἐπὶ τὸν σύνδεσμον μοιρικῶς περιστῶσιν. ἡ γὰρ Σελήνη κρύπτεται τῇ σκιᾷ τοῦ συνδέσμου, ὁ δ’ Ἥλιος τῆς Μήνης τε καὶ πάντως ἔσται νύκτα. τοῦτο δὲ καὶ συμβέβηκε δὶς ἀληθῶς γενέσθαι | |
3405 | ἡμέρας πεντεκαίδεκα ἐν Καισαρείᾳ λέγω Καίσαρος Οὐεσπασιανοῦ ὑπάρχου τῶν Ῥωμαίων. ἐν Ταύρῳ ἢ Παρθένῳ τε ἢ καὶ τῷ Αἰγοκέρῳ τοῦτο συμβαίνει γίνεσθαι τὸ πάθος τῶν ἀστέρων, καρπῶν ἁπάντων ἔνδειαν τῶν σπερομένων φέρει· | |
3410 | εἰ δ’ ἐν Ζυγῷ ἢ Ὑδροχῷ, ἀλλὰ καὶ τοῖς Διδύμοις, φθορὰ σεισμοί τε καὶ λιμοὶ ἐνσκήψουσι πρὸς γαῖαν· ἐν δὲ Καρκίνῳ, Σκορπιῷ εἴτε καὶ τοῖς Ἰχθύσιν, | |
ὄχλων φθοραὶ καὶ πόλεμοι καὶ ὄλεθρος ἰχθύων. | ||
3414-3750t | Περὶ τῶν γινομένων καθ’ ἑκάστην ἡμέραν ἐν τῷ πόλῳ. | |
3414t | Ἰανουαρίου. | |
3414 | Ἀρχὴν δὲ πάλιν λάβωμεν ἀστέρων τε καὶ ζῴδιων | |
3415 | ἀνατολάς τε καὶ δυσμὰς καὶ ὕψη τοῦ Ἡλίου, ἑκάστου νυχθημέρου δὴ πανδαμάτορος ὅλου. ἐν γὰρ τῇ πρώτῃ τοῦ μηνὸς, τοῦ τῶν Καλάνδων λέγω, ὑψοῦται μὲν ὁ Ἥλιος, Ἀετὸς σὺν Στεφάνῳ βορείῳ δύνειν ἄρχεται, τῆς δὲ δευτέρας πάλιν | |
3420 | δύνει τὸ μέσον Ἀετοῦ, οἱ ἄνεμοι δ’ ἀλλάσσουν· τῇ δὲ τριτάτῃ δύεται Ἀετὸς πτηνὸς ὄρνις καὶ ἡ τροπὴ προσγίνεται τοῦ ἀέρος ποικίλη. τῇ δὲ τετάρτῃ ὁ Δελφὶν ὄρθριος σὺν Κυνί τε ἀνίσχει, νότος καὶ πολὺς ἀναφυσᾷ τῇ γαίᾳ, | |
3425 | καὶ τῇ πεμπταίᾳ Λύρα τε· Ὄρνις δὲ πάλιν δύνει καὶ ἐπιτέλλων ὁ Δελφὶν χειμῶνα προμηνύει. τῇ ἕκτῃ δύνει Ἀετὸς, Δίδυμοι δ’ ἀνατέλλουν, καὶ τῇ ἑβδόμῃ τοῦ μηνὸς ἡ Λύρα ἐπιτέλλει, καὶ τῇ ὀγδόῃ ὁ Δελφὶν ἑσπέριος προσδύνει, | |
3430 | ἑσπέριος καὶ προσφυσᾷ νότος σὺν ἀπαρκτίᾳ, ἐξ οὗ καὶ νότος ζέφυρος ἅμα βροχῇ ἑσπέρᾳ καὶ τῇ ἐννάτῃ τὸ αὐτὸ, πρὸς δὲ καὶ τῇ δεκάτῃ· τῇ ἑνδεκάτῃ ταραχὴ τοῦ ἀέρος ὑπάρχει· τῇ δωδεκάτῃ Λύρα δὲ ὡς ἑσπερία δύνει· | |
3435 | τρισκαιδεκάτῃ ὁ Οἰστὸς, ἐν τῇ νυκτὶ βροχή τε, μετὰ δὲ ταύτην ἄστρον τε κρυπτὸν προσανατέλλει, | |
ἀνέμων καὶ τῶν ὑετῶν ποιητικὸν ποικίλων. ἐν δὲ πεντάδι τῇ τριπλῇ Αἰγόκερος προσλήγει καὶ μετ’ αὐτὴν ὁ Ἥλιος εἰς Ὑδροχὸν ἐμβαίνει, | ||
3440 | τῇ δ’ ἄλλῃ πάλιν Λύρα τε δύνει περὶ τὸν ὄρθρον, περὶ δ’ ἐννάδι τῇ διπλῇ ὁ Λέων ἐπιδύνει, σὺν τούτῳ δὲ καὶ ὁ Δελφίν· τῇ ἐννεακαιδεκάτῃ καὶ Ὑδροχόος ἄρχεται ἀνίσχειν, πνεῖ βορρᾶς δὲ, ἐν εἰκοστῇ τῇ πρώτῃ τε ὁ Ὑδροχὸς ἀνίσχει, | |
3445 | τῇ δὲ δευτέρᾳ Λύρα τε σὺν τῷ Καρκίνῳ δύνει καὶ πρὸς ἑσπέραν ἡ βροχὴ τῇ χθονὶ παρεμπίπτει, τῇ δὲ τριτάτῃ ὅμοια 〈ὡσ〉 τῆς δευτέρας πέλει, τῆς δὲ τετάρτης εἰκοστῆς ἴσα ὡς τῆς τριτάτης, τῇ δὲ πεμπταίᾳ εἰκοστῇ ἄρχεται Λύρα δύνει, | |
(3450) | τῇ ἕκτῃ τε καὶ εἰκοστῇ ἑσπέρᾳ δύνει Λύρα καὶ Βασιλίσκος ὁ λαμπρὸς ἐν Λέοντος τῷ στήθει, τῇ δ’ ἑβδόμῃ ὀγδόῃ τε ἄνεμοι καὶ χειμῶνες, καὶ τῇ ἐννάτῃ τῆς διπλῆς δεκάδος Δελφὶν δύνει, τῇ τριακάδι Λύρα τε μοῖραν νυκτὸς τὴν πρώτην | |
3455 | καὶ συννεφία γίνεται βορρᾶς τε καὶ βροχή τε, τῇ πρώτῃ δὲ τριακοστῇ ἄνεμοι χιονώδεις. | |
3457t | Περὶ τὸν Φεβρουάριον. | |
3457 | Περὶ τὸν Φεβρουάριον ἄστρον κρυπτὸν ἀνίσχει καὶ τῇ δευτέρᾳ τὸ αὐτὸ καὶ ζέφυρος προσπνέει, τῇ τρίτῃ μέσον Λέοντος δύνει σὺν τῇ Λυρίτζῃ, | |
3460 | τετάρτῃ δύνει ὁ Δελφὶν, ἐν ἑσπέρᾳ καὶ νότος. τῇ πέμπτῃ μέσα Ὑδροχοῦ ἀνίσχουσιν ἐν πόλῳ, τῇ ἕκτῃ Λύρα δύεται καὶ πρὸς ἑβδόμην τούτου, καὶ τῇ ὀγδόῃ ζέφυρος ἢ βορρᾶς ἐπιπνέει, ἐννάτῃ δὲ Ὑδροχοὸς, καὶ κρυπτὸν ἄστρον φαίνει. | |
3465 | καὶ τῇ δεκάτῃ τὸ αὐτὸ, ἄνεμοι δ’ ἀπαρκτίαι, τῇ δ’ ἑνδεκάτῃ τοῦ μηνὸς Ἀρκτοῦρος προσανίσχων ἐναλλαγμὰς ἀποτελεῖ τὰς τῶν ἀνέμων οὗτος, τῇ δωδεκάτῃ ὅμοια καὶ τῇ τρισκαιδεκάτῃ Τοξότης ὁ ἑσπέριος δύνει τε καὶ χειμάζει· | |
3470 | τεσσαρεσκαιδεκάτῃ τε ὁ Κρατὴρ προσανίσχει τῇ πεντεκαιδεκάτῃ τε ὁ Ἥλιος Ἰχθύσι καὶ τῇ ἑξκαιδεκάτῃ δὲ ἀπαρκτίας ἐκ τούτου, πρὸς δὲ τὰς ἑπτακαίδεκα Παρθένος μὲν εἰσδύνει, | |
εἰς δὲ τὰς ὀκτωκαίδεκα ὁ Οἰστὸς ἐπιδύνει· | ||
3475 | καὶ εἰς τὰς ἐννεακαίδεκα πάλιν ὁ ἀπαρκτίας, ὁ δὲ βορρᾶς μετὰ βροχῆς, ἄνεμοι χελιδόνες, καὶ Λέων ἐπιδύνει τε τοῦ μηνὸς εἰκοσάδας. πρὸς δὲ τὴν πρώτην εἰκοστὴν Ἀρκτοῦρος ὀψὲ δύνει, τῇ δὲ δευτέρᾳ τὰ αὐτὰ, ἀλλὰ καὶ πρὸς τὴν τρίτην | |
3480 | Ὑδροχόος ἀνίσχει τε καὶ χειμὼν προσεμπίπτει· τὴν δὲ τετάρτην εἰκοστὴν ἀργέστης καὶ βορέας, εἰς δὲ πενθέκτην εἰκοστὴν αὐγερινὸς Ἀρκτοῦρος· ἑβδόμην καὶ ὀγδόην τε αὖθις τῆς εἰκοσάδος Οἰστὸς μὲν οὖν προσδύεται ἐξ ἠρινῆς τροπῆς τε. | |
3485t | Περὶ τὸν Μάρτιον. | |
3485 | Μαρτίου δὲ πρῶτον τὸ αὐτὸ νότος καὶ λὶψ προσπνέει, Προτρύγης δὲ δευτέρας τε τῷ πόλῳ προσανίσχει, τρίτῃ τετάρτῃ πέμπτῃ τε, ἀλλά γε καὶ τῇ ἕκτῃ Ἀρκτοῦρος προσφερόμενος ἡμερινὸς ἀνίσχει καὶ τῇ ἑβδόμῃ δύεται Ἵππος ἀπὸ πρωίας, | |
3490 | ὀγδόῃ δὲ τὰ Ὄρνεα φαίνονται, Ὑδροχόος, τῇ δὲ ἐννάτῃ Ἴκτινος ἄρχεται προσανίσχειν. ὁ δὲ Ἰχθὺς μὲν ὄρθριος κρύπτεται πρὸς τὴν δύσιν, τῇ δὲ δεκάτῃ ὄρθριος ὁ Ἵππος ἐπιδύνει καὶ Ἴκτινος ἀφ’ ὑψηλοῦ χθαμαλώτερος ἔστιν. | |
3495 | Ἀρκτοῦρος προσανίσχει δὲ, Προτρυγητὴς δὲ δύνει, τῇ δ’ ἑνδεκάτῃ χωρισμὸν τοῦ χειμῶνος κλητέον, τὴν δωδεκάτην παύεται ὁ Ἰχθὺς ἐκ τοῦ νότου, τρισκαιδεκάτῃ δ’ Ἀργὼ ἐξ ἑσπέρας προσανίσχει, τεσσαρεσκαιδεκάτῃ τε βορρᾶς ὅλην φυσήσει, | |
(3500) | τῇ πεντεκαιδεκάτῃ δὲ ὁ Ἵππος δύνει τότε, τῇ ἕκτῃ καὶ δεκάτῃ δὲ, εἰ τύχῃ, καὶ ψεκάζει, τῇ ἑπτακαιδεκάτῃ δὲ τῷ Κριῷ Σελασφόρος. εἰς ὀκτωκαιδεκάτῃ τε καὶ ἐννεακαιδεκάτῃ Ἴκτινος ἐπιφαίνεται μέχρι ἰσημερίας, | |
3505 | τὴν δ’ εἰκοσάδα εὔδιον τὸ κατάστημα ὅλον, περὶ τὴν πρώτην ταύτης δὲ Ἵππος ἕωθεν δύνει, καὶ τὴν δευτέραν ὁ Κριὸς ἀνίσχει τε, καὶ βρέχει, ὁμοῖα ἡ τριτάτη τε τῆς δευτέρας προσφέρει, τετάρτη εἰκοσάδα τε ἦρος ἰσημερία· | |
3510 | τὴν μετ’ αὐτὴν Ἰχθύες τε ἀνίσχουσιν ἐκ νότου, καὶ τὴν ἑβδόμην εἰκοστὴν ἦρος ἰσημερία, καὶ τὴν ὀγδόην τῆς αὐτῆς νύκτα τε καὶ ἡμέραν ἴσην, καὶ τὴν ἐννάτην δὲ ὁ Κριὸς πρὸς δυσμάς τε, τὴν τριακοστὴν ὁμοίως τε καὶ δεινὸς ἀπαρκτίας, | |
3515 | τὴν πρώτην δὲ τριακοστὴν ταραχὴ τοῦ ἀέρος. | |
3516t | Περὶ τὸν Ἀπρίλιον. | |
3516 | Τὸν δέ γε αὖ Ἀπρίλιον πρωτίστην τὴν ἡμέραν ὁ Κριὸς ἐπιδύεται, Φωσφόρος πρὸς τὴν Μήνην. καὶ συννεφία γίνεται ἐκ βορρᾶ πνοῆς ἴσης, καὶ τὴν δευτέραν ἕπεται ὁμοῖα ὡς τῇ πρώτῃ, | |
3520 | τὴν δὲ τριτάτην τὸ βραδὺ δύνουσιν αἱ Πλειάδαι καὶ τὴν τετράδην τὸ αὐτὸ, καὶ λὶψ προσεπιπνέει, τῇ πέμπτῃ προσανίσχουσιν Ὑάδες, καὶ βροχή τε, καὶ τὴν ἑβδόμην ἅπασαν τὴν ἡμέραν τὸ μῆκος νότος φυσᾷ, καὶ τὸ λοιπὸν τῶν Πλειάδων ἀνίσχει, | |
3525 | καὶ τὴν ὀγδόην ζέφυρος ὄρθρου ἄρχεται πνέειν, καὶ τὴν ἐννάτην ζάλη γὰρ ἀπὸ τοῦ νότου πνέει, τὴν δὲ δεκάτην ὁ βορρᾶς πᾶσαν πνεῖ τὴν ἡμέραν, τὴν ἑνδεκάτην ψύχρωσις ἀνέμου, καὶ βροχίτζας, τὴν δὲ τρισκαιδεκάτην πνεῖ βορρᾶς ἐκ τῶν Ὑάδων, | |
3530 | τεσσαρεισκαιδεκάτῃ τε αὖθις ἄστρον προσδύνει, τῇ πεντεκαιδεκάτῃ τε Ὑάδων δύσις πέλει, τὴν ἓξ δὲ καὶ δεκάτην τε πάλιν αὐτὸ σημαίνει, πλὴν εἰς τὰς ἑπτακαίδεκα Ἥλιος ἐν τῷ Ταύρῳ, ὀγδόην καὶ δεκάτην τε ὁ λὶψ προσεπιπνέει· | |
3535 | πρὸς δὲ τὰς ἐννεακαίδεκα Ὑάδες μέσαι δύνουν, τὴν εἰκοστὴν δὲ τοῦ μηνὸς ζέφυρος σὺν βορρᾷ τε, πρὸς δὲ τὴν πρώτην εἰκοστὴν κάρα τοῦ Ταύρου δύνει, τὴν δὲ δευτέραν τῆς αὐτῆς ἀνίσχουσι Πλειάδαι, ἡ Λύρα τὴν τριτάτην τε φυλακῇ νυκτὸς πρώτῃ, | |
3540 | τὴν εἰκοστὴν τετάρτην δὲ φαίνεται ἡ Λυρίτζα, τὴν πέμπτην δ’ ὁ Σκορπίος τε δύνει τε καὶ ὁ Κύων καθολικὸς προσδύνει, πνεῖ καὶ τὴν ἑβδόμην νότος ὀγδόην τὴν ἐννάτην τε ἐν ταύταις ταῖς ἡμέραις· ἡ μὲν ὑπάρχει βροχερὴ ἡμέρα δηλονότι, | |
3545 | τῇ δ’ ἐν ἑσπέρᾳ κρύπτεται ὁ Κύων δηλονότι | |
καὶ οὕτω καὶ τριακοστὴν περὶ Κυνὸς τὴν κρύψιν. | ||
3547t | Μηνὶ Μαΐῳ. | |
3547 | Μάϊος δὲ τὴν πρώτιστον ἐκ Κυνὸς δρόσον φέρει, τὴν δὲ δευτέραν ἡ Ὑὰς Ἡλίῳ συνοδεύει, τὴν δὲ τριτάτην Κένταυρος ὅλος φαίνεται ἄνω | |
(3550) | καὶ ζέφυρος, ὡς λέγουσι, τούτῳ προσεπιπνέει, τὴν δὲ τετάρτην Σκορπιὸς ἑωθινὸς ἀνίσχει, τὴν πέμπτην Λύρα πάλιν δὲ οὕτως προσανατέλλει, τὴν ἕκτην τὸ μεσαίτατον τοῦ Ταύρου παραδύνει, ἑβδόμην δὲ ἀνίσχουσιν ἑωθιναὶ Πλειάδαι, | |
3555 | καὶ τὴν ὀγδόην κατ’ ἀρχὰς προοίμιον τοῦ θέρους· ὅμοια τὴν ἐννάτην τε καὶ τὴν δεκάτην πάλιν ἡ Λύρα προσανίσχουσα, ἡ Ὑὰς δ’ ἐπιδύνει· ἡ κεφαλὴ δὲ τοῦ Κριοῦ ἀναφαίνεται τότε, τὴν ἑνδεκάτην ἡ Πλειὰς ἀναφαίνεται πάλιν, | |
3560 | ἀνίσχει δωδεκάτην τε καὶ νότος ἐπιπνέει, τρισκαιδεκάτην δύονται Ὑάδες τε, καὶ νότος, τεσσαρεσκαιδεκάτην τε ὁ Κριὸς ἐπιδύνει, ἡ δὲ Λυρίτζα ἕωθεν πάλιν προσεπανίσχει, τὴν μετ’ αὐτὴν Καρκίνος τε ἀνίσχει καὶ πνεῖ νότος, | |
3565 | ἡ 〈δὲ〉 ἑξκαιδεκάτη τε ἀρχὴ τοῦ θέρους πέλει, πρὸς δὲ τὰς ἑπτακαίδεκα ὁ Κύων ἐπιδύνει, τὴν μετ’ αὐτὴν ὁ Ἥλιος ἐν Διδύμοις ὑπάρχει, τὴν δὲ ἐννάδα τὴν διπλὴν νότος φυσᾷ τὴν νύκταν, τὴν δ’ εἰκοστὴν ἀνίσχουσιν Ὑάδες, πνεῖ βορέας, | |
3570 | τὴν πρώτην δὲ τῆς εἰκοστῆς Ἀρκτοῦρος ἐπιδύνει, τούτου τὸ ἀποτέλεσμα ταραχὴ τοῦ ἀέρος, πρὸς δὲ δευτέραν εἰκοστὴν κρύπτεται ὁ Τοξότης καὶ Δίδυμοι ἀνίσχουσι πρὸς τὴν τριτάτην ταύτης· τὴν δωδεκάτην τὴν διπλὴν φαίνονται μὲν Ὑάδες, | |
3575 | τῇ πέμπτῃ καὶ τῇ ἕκτῃ τε τῆς εἰκοστῆς ὁμοίως, ἑβδόμην τὴν ὀγδόην τε, ἀλλὰ καὶ τὴν ἐννάτην ἡ Λύρα ἐπανίσχουσα τὸν νότον ἐπιπνέει, τριακοστὴν ἀνίσχουσι Πλειάδες, καὶ βροντή τε, καὶ μετ’ αὐτὴν γὰρ γίνεται καὶ ταραχὴ ἀέρος. | |
3580t | Μὴν Ἰούνιος. | |
3580 | Ἰούνιος τὴν πρώτην μὲν Ὑάδων φαντασίαν· τὴν δὲ δευτέραν Ἀετὸς ἀνίσχει τε καὶ βρέχει, | |
τὴν τρίτην αὖθις αἱ βρονταὶ πρὸς νότιον τὸ μέρος, ὡσαύτως παρακολουθεῖ πολλάκις ἡ τετάρτη, τὴν πέμπτην δὲ ὁ Ἀετὸς ἀνίσχει καὶ πνεῖ νότος, | ||
3585 | τὴν ἕκτην ἄνεμος βορρᾶς, ἐξ αὐτῆς δ’ ἴσως ὕει· τὴν γὰρ ἑβδόμην ὦμός τε Ὠρίωνος ἀνίσχει, καὶ τὴν ὀγδόην ὄρθριος Ἀρκτοῦρος ἐπιδύει Δελφὶν περὶ ἐννάτην τε ἄρχεται προσανίσχειν, τὴν δὲ δεκάτην ἐξ αὐτῆς πολλάκις ἐπιβρέχει, | |
3590 | ὁμοίως ἑνδεκάτην τε, πρὸς δὲ καὶ δωδεκάτην, μέχρι διπλῆς ἑπτάδος τε ἄνεμοι ἐκ Δελφῖνος, τὴν πεντεκαιδεκάτην τε ἀνίσχουσι συντόμως οἱ ὦμοι τοῦ Ὠρίωνος, προοίμια καυμάτων, τὴν ἕκτην καὶ δεκάτην τε, πρὸς δὲ καὶ τὴν ἑβδόμην | |
3595 | ἄστρον κρυπτὸν προσφέρεται, καὶ Ἥλιος Καρκίνου καὶ ταύτην ἕως εἰκοστῆς νόει καλῶς, ἃ λέγω· τὴν πρώτην δὲ τῆς εἰκοστῆς Ὀφιοῦχος ἀνίσχει καὶ νότος ἅμα καὶ βρονταὶ πρὸς τὴν δευτέραν ταύτης, ἐπιτολὴν Ὠρίωνος πρὸς εἰκοστὴν τὴν τρίτην, | |
(3600) | πρὸς δὲ καὶ τέταρτον κρυπτὸν Ὕδρου ἄστρον ἀνίσχει, τὴν πέμπτην δὲ τῆς εἰκοστῆς ἀρχὴ τροπῶν τοῦ θέρους, πρὸς δὲ τὴν ἕκτην εἰκοστὴν, ἀλλὰ καὶ τὴν ἑβδόμην βραχεῖα νὺξ ἤγουν μικρὰ, Ὠρίων ἐπανίσχει, τὰς δὲ λοιπὰς μὲν τοῦ μηνὸς μέχρι ζώνης Ὠρίων. | |
3605t | Μηνὶ Ἰουλίῳ. | |
3605 | Τοῦ Ἰουλίου τὴν πρώτην τε μέχρι καὶ τῆς τετάρτης Ὠρίων ἀνίσχει καὶ κρυπτὸν ἄστρον σὺν τῷ Στεφάνῳ, τὴν πέμπτην τὸ μεσαίτατον ἀνίσχει τοῦ Καρκίνου, τὴν ἕκτην νότος καὶ βορρᾶς κατέναντι προσπνέουν, καὶ τὴν ἑβδόμην Στέφανος πρὸς ὄρθρον ἐπιδύνει, | |
3610 | τὴν δὲ ὀγδόην ὁ Κηφεὺς, ἀλλὰ καὶ τὴν ἐννάτην ὁλόκληρος Ὠρίων τε, πρὸς δὲ καὶ τὴν δεκάτην μέχρι τρισκαιδεκάτης τε οὗτος προσεπανίσχει, τεσσαρεσκαιδεκάτῃ τε ἀνίσχει ὁ Προκύων, ὡσαύτως καὶ τὴν μετ’ αὐτὴν καὶ τὴν ἑξκαιδεκάτην | |
3615 | Ὠρίων ἀνίσχει καὶ βορρᾶς σφοδρῶς τε ἐπιπνέει, τὴν μετ’ αὐτὴν ὁ Ἥλιος τῷ Λέοντι προστρέχει, ὀγδόην καὶ δεκάτην τε ζέφυρος καὶ ὁ νότος, τὴν μετ’ αὐτὴν ὁλόκληρος Ὠρίων ἐξανίσχει, καὶ μέχρι καὶ τῆς εἰκοστῆς δευτέρας τόδε πέλει, | |
3620 | ὁ Κύων τὴν τριτάτην τε ἀνίσχει τε, καὶ καῦμα, πρὸς δὲ τετάρτην εἰκοστὴν ὁ Λέων σὺν Ἡλίῳ ἀνίσχει μετὰ τοῦ Κυνὸς, ὁ δὲ Καρκίνος λήγει, τὴν μετ’ αὐτὴν ὁ Ὑδροχὸς ἄρχεται πρὸς τὸ δύνειν, πρὸς εἰκοστὴν τὴν ἕκτην δὲ Ἀετὸς ἐπιδύνει. | |
3625 | μέχρι καὶ τῆς τριακοστῆς, ἀλλὰ καὶ ταύτης πρώτης τὰ καύματα πεφύκασιν ἐκ τοῦ Κυνὸς βαρέα. | |
3627t | Αὐγούστου. | |
3627 | Αὐγούστου δὲ τὴν πρώτιστον Ἰκτῖνος ὄρθρου δύνει, τὴν μετ’ αὐτὴν καὶ τρίτην τε τὰ ὅμοια σημαίνει, τετάρτην τε τοῦ Λέοντος τὸ μέσον ἐξανίσχει | |
3630 | καὶ δένδρον δὲ προσφαίνεται, Φωσφόρος κρατεῖ μοῖραν, τὴν πέμπτην δύνει Στέφανος, μέσα προσφέρει Λέων, φαίνονται δὲ καὶ γέρανοι καὶ νότος ἐπιπνέει, τὴν ἕκτην Λύρα κρύπτεται καὶ καῦσις ἐκ τοῦ νότου, ἑβδόμην Ὑδροχόου τε τὸ μέσον ἐπιδύνει, | |
3635 | τὴν δὲ ὀγδόην καῦμα τε, καὶ ἄστρον τὴν ἐννάτην κρυπτὸν ἀνίσχει, καῦμα δὲ καὶ μέτριον τόδε πέλει· τὴν δὲ δεκάτην καύματα διάφορα προσδόκα, τὴν ἑνδεκάτην Λύρα τε ὄρθριος ἐπιδύνει, τὴν δωδεκάτην ὅμοια, τὴν δὲ τρισκαιδεκάτην | |
3640 | μέχρι διπλῆς, νόει καλῶς, ὁ Δελφὶν καὶ Λαγῶος ἅμα πρὸς ὄρθρον δύνουσι καὶ λάμπει κρυπτὸν ἄστρον, τὴν ἑπτακαιδεκάτην τε ὁ Ἥλιος Παρθένῳ, ἐν ᾗ καὶ λέγεται τροπὴ, ἀρχὴ τοῦ φθινοπώρου, τὴν μετ’ αὐτὴν ἡ Λύρα δὲ σὺν τῷ Δελφῖνι δύνει, | |
3645 | καὶ μέχρις πέμπτης εἰκοστῆς ἀνίσχει ἡ Παρθένος, τὴν ἕκτην δὲ τῆς εἰκοστῆς ὄρθρῳ Δελφὶν ἀνίσχει καὶ τὴν ἑβδόμην τῆς αὐτῆς Προτρυγητὴς ἀνίσχει, τὴν εἰκοστὴν ὀγδόην τε φαίνεται ἡ Παρθένος, ἐν δὲ τῷ τέλει τοῦ μηνὸς ἀνίσχει Ἀνδρομέδα. | |
3650t | Σεπτεβρίου. | |
(3650) | Ἄνεμοι δ’ ἐναλλάσσονται πρὸς πρώτην Σεπτεβρίου, τὴν δὲ δευτέραν ὁ Ἰχθὺς ἀπὸ τοῦ νότου παύει, τὴν δὲ τριτάτην τὸ αὐτὸ ἴσως ἐκ νότου βρέχει, Ἀρκτοῦρος τὴν Τετάρτην τε καὶ Τρυγητὴς ἀνίσχει, καὶ ἀποκρύπτει τὸν Οἰστὸν μέχρι καὶ τῆς ἑξάδος. | |
3655 | καὶ τὴν ἑβδόμην τὸ βραδὺ ἡ Αἲξ προσεπανίσχει, | |
Ἀρκτοῦρός γε μὴν φαίνεται οὕτως πρὸς τὴν ὀγδόην· ἀπὸ δ’ ἐννάτης λέγω δὴ ἕως τρισκαιδεκάτης Ἀρκτοῦρος καὶ Παρθένος τε ἀνίσχουσιν ὁμοίως τεσσαρεσκαιδεκάτῃ τε Ἵππος Πλειάς 〈τ’〉 ἀνίσχει. | ||
3660 | ταῦτα δὲ καὶ πρὸς ταῖς λοιπαῖς ἄλλαις δυσὶν ἡμέραις, τὴν ἑπτακαιδεκάτην τε Ζυγοῦ Φωσφόρος λήγει, τὴν μετ’ αὐτὴν ὁ νότιος Ἰχθὺς ὅλος ἀνίσχει, καὶ ἐπιφαίνεται Κρατὴρ τὴν ἐννεακαιδεκάτην, τὴν εἰκοστὴν ἐπιτολὴν Ἀρκτούρου, καὶ βροχίτζα, | |
3665 | τὴν πρώτην τε τῆς εἰκοστῆς ἰσημερία τότε καὶ τὴν δευτέραν ἡ Ἀργὼ δύνει, καὶ τὴν τριτάτην Ἰχθύες ἐπιδύονται, καὶ ὑετὸς ἐκ νότου· τὴν εἰκοστὴν τετάρτην τε Κένταυρος ἐπιτέλλει, ὁμοίως καὶ τὴν μετ’ αὐτὴν Κένταυρος ἐπιτέλλει, | |
3670 | οἱ Ἔριφοι δ’ ἀνίσχουσι τῆς εἰκοστῆς τὴν ἕκτην, καὶ τὴν ἑβδόμην φαίνονται Πλειάδες ἐν ἑσπέρᾳ, καὶ τὴν ὀγδόην τὸ αὐτὸ, καὶ τὴν ἐννάτην ταύτης Πλειάδες ὄρθρου φαίνονται καὶ νότος ἐπιπνέει, ἡ Αἲξ δὲ τὴν τριακοστήν. | |
3674t | Ὀκτωβρίου. | |
3674 | Ὀκτωβρίου δὲ πρώτην | |
3675 | Πλειάδες ἐξ ἀνατολῶν φαίνονται πρὸς τὸν ὄρθρον καὶ τὴν δευτέραν τὸ αὐτὸ, ἀλλὰ καὶ πρὸς τὴν τρίτην Ἡνίοχος δυόμενος, πρὸς δὲ τετάρτην πάλιν οἱ Ἔριφοι ἀνίσχουσι, καὶ Στέφανος τὴν πέμπτην, τὴν ἕκτην καὶ τὴν μετ’ αὐτὴν δύνει Κριοῦ τὸ μέσον | |
3680 | καὶ τὴν ὀγδόην Στέφανος ἀνίσχει σὺν Ἐρίφοις. καὶ τὴν ἐννάτην Ἔριφοι φαίνονται σὺν Πλειάδαις, τὴν δὲ δεκάτην ὁ Ζυγὸς ἄρχεται προσανίσχειν, τὴν ἑνδεκάτην Στέφανος ἀνίσχει πρὸς τὸν ὄρθρον, τῇ δωδεκάτῃ τὸ αὐτὸ, καὶ τὴν τρισκαιδεκάτην | |
3685 | ὁμοίως καὶ τὴν μετ’ αὐτὴν, πρὸς δὲ τριπλὴν πεντάδα τὸ μέσον φθινοπώρου τε, καὶ νότος ἐπιπνέει, τὴν ἑξκαιδεκαταίαν τε Ὠρίων ἐπανίσχει καὶ ὑετὸς παρέπεται τὴν ἑπτακαιδεκάτην· τὴν μετ’ αὐτὴν τὸν Ἥλιον δέχεται ὁ Σκορπίος. | |
3690 | τὴν εἰκοστὴν Πλειάδες δὲ δύνουσι καὶ τὴν πρώτην, τὴν δὲ δευτέραν ἡ οὐρὰ τοῦ Ταύρου δύνει ὅλη, καὶ τὴν τριτάτην τὸ αὐτὸ, πρὸς δέ γε τὴν τετάρτην αἱ Πλειάδες προσδύνουσι, πρὸς εἰκοστὴν ἑβδόμην ὁ Ἀρκτοῦρος δὲ δυτικὸς, τὴν εἰκοστὴν ὀγδόην | |
3695 | καὶ τὴν ἐννάτην τὸ αὐτὸ, πρὸς δὲ τὴν τριακάδα | |
Ὠρίων ὅλος κρύπτεται καὶ Λύρα προσανίσχει. | ||
3697t | Νοεμβρίου. | |
3697 | Τὴν πρώτην Νοεμβρίου δὲ δύνουσιν αἱ Πλειάδαι, Ἀρκτοῦρος τὴν δευτέραν τε, τροπὴ δὲ τοῦ ἀέρος, τὴν τρίτην Λύρα ὄρθριος ἀνίσχει, καὶ τετάρτην | |
(3700) | πέμπτῃ τε Λύρα σύνεγγυς Ἡλίῳ ἀνατέλλων, ὁ Ἀρκτοῦρος δὲ ὄρθριος τὴν ἕκτην ἐπιδύνει, καὶ τὴν ἑβδόμην δύνουσι Πλειάδαι καὶ Ὠρίων, καὶ τὴν ὀγδόην τὸ αὐτὸ, τὴν ἐννάτην Ἀντάρης φαίνεται, καὶ χειμέριος τροπὴ λέγεται εἶναι, | |
3705 | καὶ τὴν δεκάτην τὸ αὐτὸ, τὴν ἑνδεκάτην πάλιν αἱ Πλειάδες τε κρύπτονται, πρὸς δὲ τὴν δωδεκάτην τοῦ Ταύρου τὸ μεσαίτατον ἀστρίτζιν ἐπανίσχει. τρισκαιδεκάτην πάλιν δὲ Πλειάδες καὶ Ὠρίων πρὸς ὄρθρον ἐπιδύνουσι καὶ πρὸς τετάρτην ταύτης, | |
3710 | τὴν πέμπτην καὶ δεκάτην τε ἡ Λύρα προσανίσχει, τὴν μετ’ αὐτὴν τὰ ὅμοια, τὴν δ’ ἑπτακαιδεκάτην τὸν Ἥλιον τὸ ζῴδιον δέχεται τοῦ Τοξότου, ὀγδόην καὶ δεκάτην τε Τοξότης προσανίσχει καὶ Λύρα σὺν Ὠρίωνι καὶ ταραχὴ ἀέρος. | |
3715 | τὴν ἐννεακαιδεκάτην τε τοῦ Ταύρου κέρας δύνει, τὴν εἰκοστὴν ὁμοίως δὲ, τὴν πρώτιστον δὲ ταύτης Ὑάδες σὺν τῷ Λαγωῷ δύνουσι πρὸς τὸν ὄρθρον, καὶ τὴν δευτέραν τὸ αὐτὸ, τὴν τρίτην τῶν Ὠρίων, τετράδαν καὶ τὴν πέμπτην τε, σὺν αὐταῖς καὶ τὴν ἕκτην | |
3720 | προοίμια χειμερινῆς κατάρχονται τῆς ὥρας. τὴν εἰκοστὴν ἑβδόμην τε καὶ μέχρι τριακάδος ὁ Κύων ὄρθρου δύνει δέ. | |
3722t | Δεκεβρίου. | |
3722 | Τῇ πρώτῃ Δεκεβρίου ὅλος Ὠρίων δυτικὸς, σύγχυσις τοῦ ἀέρος, τὴν δὲ δευτέραν Κύων δὲ δύνει πρὸς τὴν ἑσπέραν, | |
3725 | καὶ τὴν τετράδαν δύεται Τοξότης, καὶ τὴν πέμπτην καὶ τὴν ἑβδόμην Ἀετὸς ἀνίσχει, τὴν δ’ ὀγδόην Τοξότης ὅλος ἀνίσχει, καὶ Κύων ἐν ἑσπέρᾳ. ταῦτα δὲ πάντα γίνονται ἕως δεκάτης ἕκτης. τὴν ἑπτακαιδεκάτην τε τὸ ζῴδιον Αἰγοκέρου | |
3730 | προσδέχεται τὸν Ἥλιον ἀπὸ τὴν πρώτην μοῖραν, τὴν ἐννεακαιδεκάτην τε πάλιν ἡ Αἲξ ἀνίσχει, τὴν εἰκοστὴν δ’ ὁ Ἀετὸς ἑσπέριος ἀνίσχει, | |
καὶ τὴν τριτάτην εἰκοστὴν ἡ Αἲξ ὄρθριος δύνει. τὴν ἕκτην αὖ ἑσπέριος, τὴν δ’ εἰκοστὴν ἑβδόμην | ||
3735 | Δελφὶν ἀνίσχει ὄρθριος, τὴν εἰκοστὴν δ’ ὀγδόην Ἥλιος ἀποστρέφεται καμπτῆρος τοῦ νοτίου, ἀλλὰ καὶ τὴν τριακοστὴν καὶ τὴν τριάντα μίαν προσεπανίσχει ὁ Δελφὶν καὶ Ἥλιος ὑψοῦται. Ἰδοὺ τὸ τέλος ἔλαβον τὰ ἀναγεγραμμένα | |
3740 | τῶν ζῴδιων αἱ δυνάμεις τε· ἀλλὰ καὶ τῶν ἀστέρων σχήματα τὰ πρὸς τρίγωνα καὶ τετραγωνισμένα, ἑξάγωνα, διάμετρα, οἴκους καὶ βασιλείας, ἀνατολὰς, ἐπιτολὰς, πρὸς δὲ καὶ ταπεινώσεις, ὑψώματα καὶ στηριγμοὺς, προποδισμοὺς καὶ λόγους | |
3745 | καὶ δεκανοὺς τοὺς τῶν ζῴδιων εἴπομεν κατὰ μέρος καὶ τἄλλα πάντα ἐν λεπτῷ ἡγησάμεθα λόγῳ καὶ μέλλομεν προσλέξαι σοι πρὸς μάθησιν τὴν τούτων ἐκ τῶν σχημάτων καὶ μοιρῶν τῶν πέντε πλανωμένων ἀποτελέσεις ἅπασας ἀγαθὰς καὶ δεινάς τε | |
(3750) | καὶ προσεκτέως ἄκουσον, τοῦ Βλάνα τὸ παιδίτζιν. | |
3751t | 〈Περὶ τοῦ ἀναβιβάζοντος καὶ καταβιβάζοντος.〉 | |
3751 | Καὶ χάριν ἐπὶ σχήματος λέξωμεν κατὰ μέρος· ἡ γὰρ Σελήνη τὸν τῆς γῆς ἑλισσομένη κύκλου διὰ μηνὸς διέρχεται ἐλλιποῦσα ἡμέρας, ὁ Ἥλιος τὸ ζῴδιον ἐν τοσαύταις ἡμέραις | |
3755 | πολεύει καὶ διέρχεται· ἡ δὲ Σελήνη πάλιν τὰ δώδεκα τὰ ζῴδια δίεισι πληρεστάτως. καὶ πάντως τοῦτο πρόδηλον λόγισον εἶναι Ταύρῳ τὸν Ἥλιον διέποντα πρὸς τὴν πρωτίστην μοῖραν· ἡ δὲ Σελήνη ἐκ Κριοῦ πρὸς Ταῦρον κινουμένη | |
3760 | περὶ τὴν πρώτην γίνεται μοῖραν αὐτοῦ ζῳδίου καὶ δῆλον τοῦτο σύνοδος Ἡλίου καὶ Σελήνης καὶ ἀφανὴς τυγχάνουσα ὅλως μὴ φαινομένη. τότε δὲ τοῦτο γίνεται ἀνερχομένη νότον. οὕτως γὰρ καὶ ἡ κίνησις τῶν πλανήτων τυγχάνει | |
3765 | ἐκ δυσμῶν πρὸς ἀνατολὴν τὴν ὁδὸν ποιουμένων. ὅτε γὰρ ἐκ τῆς δύσεως πρὸς τὸ μέρος τὸ ἄνω, νότιον πέρας δέχεται προσαναβιβασμένον, ὅτε δὲ πάλιν ἔρχεται ἀπὸ τοῦ νότου μέρους ῥέποντος πρὸς ἀνατολὰς, βόρειον πέρας τούτου | |
3770 | καὶ βορεία κατάβασις ὑπαρχόντων ἀστέρων. ἡ δὲ Σελήνη μερικῶς Ἡλίῳ καλουμένη κινήσασα ὡς ἀπ’ αὐτοῦ πρὸς τὰ λοιπὰ ζῳδίων, ἀπὸ συνόδου λέγεται πρὸς μοίρας δεκαπέντε, φαίνεται φάος ἔχουσα δηλωτικὸν ἡμέρας· | |
3775 | αὕτη γὰρ τὴν περίοδον τῶν ζῴδιων ἐν ἡμέραις ἑνὸς ἑκάστου ποιεῖται δύο καὶ ἡμισείᾳ. ἐκκλίνουσα δὲ Ἥλιον πρὸς ἡμέραν τριτάτην μηνοειδὴς μὲν λέγεται οὖσα πρὸς τὸν Καρκίνον. καὶ γὰρ ὡς ἀπηρξάμεθα σχηματισμὸν ἐκ Ταύρου, | |
3780 | διχότομος δ’ ἐν Λέοντι πρὸς ἡμέραν ἑβδόμην· ἔχει δὲ κάποσα λεπτὰ κἂν εἴκοσι καὶ πλέον· ὅταν δὲ πρὸς τὴν κάλλιστον Παρθένον ἔλθῃ τόπων, ἀμφίκυρτος ἐνναήμερος γνωρίζεται τοῖς πᾶσιν, ἀλλ’ ὅταν καὶ πρὸς τὸν Ζυγὸν αὕτη κατενεχθείη, | |
3785 | δωδέκατόν τε καὶ λεπτὰ ἡμέραν ἐπιφέρει, ἣ καὶ ἡλιοσέληνος ὀνομάζεται τότε. πρὸς δὲ κατὰ διάμετρον τοῦ Ταύρου καὶ Σκορπίου ἥδε προσεπανήξασα πανσέληνος καλεῖται, ἡμερῶν πεντεκαίδεκα Ἡλίῳ διαμέτρως. | |
3790 | πρὸς δὲ Τοξότου ζῴδιον αὐτὴ προσερχομένη τότε καὶ πάσχειν ἄρχεται ἀπ’ αὐτοῦ τοῦ Σκορπίου, λειψιφωτοῦσα μερικῶς ἐκκλίνει 〈τοῦ〉 Ἡλίου, πρὸς δ’ Αἰγόκερον ἐλλιπῶς αὕτη διερχομένη ἀμφίκυρτον, παθητικὸν τὴν κλῆσιν ἐπιφέρει. | |
3795 | πρὸς δ’ Ὑδροχὸν διχότομος, πρὸς δὲ καὶ τοὺς Ἰχθύας μηνοειδὴς καὶ πρὸς Κριὸν τελείως ἐκλιποῦσα, ὅτε καὶ πρὸς τὸ ζῴδιον τοῦ Ταύρου εἰ προσέλθῃ, ἐν μοίραις πεντεκαίδεκα ἐπέχοντος Ἡλίου. ἡ γὰρ Σελήνη φθάσασα τὸν Ἥλιον ἐν Ταύρῳ | |
(3800) | πρὸς τριαντάδα τῶν μοιρῶν αὐτοῦ τοῦ ζῴδιου λέγω εἴτε καὶ πρὸς τὴν πρώτιστον μοῖραν τὴν τῶν Διδύμων, καὶ τότε πάλιν γέννησιν ἡ Σελήνη λαμβάνει, | |
ἣ καὶ νεομηνία τε καὶ γέννα προσκαλεῖται. | ||
3804t | 〈Περὶ τῆς τῶν πλανήτων δυνάμεως.〉 | |
3804 | Καὶ τοὺς πλανήτας ἔδειξεν δεινοὺς καὶ ἀγαθούς τε, | |
3805 | λέγω δὴ κατὰ μίμησιν τῶν τεσσάρων σχημάτων, ἐξ ὧν τὰ δύο πέφυκε θρεπτικὰ γόνιμά τε, δι’ ὧν καὶ διακρίνεται καὶ αὔξεται τὰ πάντα. τὸ μέν ἐστι καὶ δίυγρον, τὸ δὲ διαθερμαῖνον, πάλιν δύο τὰ φθαρτικὰ τοῦ ψυχροῦ καὶ ξηροῦ τε, | |
3810 | δι’ ὧν καὶ πάντα φθείρεται καὶ πάσχει τὰ ἐν κόσμῳ. διὰ τοῦτο καὶ τὸν τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης καὶ τῆς Σελήνης τῆς ὑγρᾶς καλοὺς παρειληφότας διὰ τὸ τούτων εὔκρατον τοῦ θερμοῦ καὶ ὑγροῦ τε. τὸν δὲ τοῦ Κρόνου καὶ Ἄρεος ὡς ἐναντίους εἶναι, | |
3815 | τῆς φύσεως ποιητικοὺς τῆς ψυχρᾶς καὶ ξηρᾶς τε, τὸν δ’ Ἥλιον καὶ τὸν Ἑρμῆν κοινοὺς φύσεως ὄντας ὡς δυναμένους τὸ διττὸν ἢ καὶ συντρεπομένους, οἷς ἂν τῶν ἄλλων πλανητῶν προσγίνωνται συντόμως. | |
3819t | Ἕτερον περὶ τοῦ ἀναβιβάζοντος καὶ καταβιβάζοντος. | |
3819 | Τοὺς δὲ συνδέσμους θέλομεν Ἡλίου καὶ Σελήνης, | |
3820 | τοὺς κύκλους λέγω καὶ ὁδοὺς τῶν μεγάλων φωστήρων. ὁ γὰρ Ἥλιος φέρεται λοξῶς τῷ κύκλῳ πάντως ἀποτελῶν μεταβολὰς ἐξ ἀνίσου τοῦ δρόμου· ὅτε μὲν ἔλθῃ πρὸς Κριὸν, ἰσότητα προσνέμει τὴν νύκταν καὶ ἡμέραν τε ἐξ ὡρῶν δωδεκάδος. | |
3825 | ὅταν δὲ καὶ πρὸς Δίδυμον, μεγεθοῖ τὴν ἡμέραν ἀπὸ τὴν νύκταν ἀφελὼν ὡρῶν τριῶν τὸ μέρος, | |
αἳ καὶ λέγονται καιρικαὶ ὧραι πρὸς ἐπιστήμην. ὅταν δὲ πρὸς διάμετρον, τοῦτ’ ἔστι πρὸς Σκορπίον καὶ τὸν Τοξότην, ἀληθῶς ἐλαττοῖ τὴν ἡμέραν | ||
3830 | ἐκτείνων πρὸς τὸ μέγεθος τὴν νύκταν πρὸς τὰς ὥρας τὰς δεκαπέντε λέγω δὴ τὰς ἀπὸ τῶν Διδύμων. καὶ πάντως τοῦτο εὔδηλον, λοξῶς τέμνων τὸν πόλον. ἂν γὰρ οὗτος διήρχετο τὸν πόλον κατ’ εὐθεῖαν τῇ φορᾷ προσφερόμενος κοσμικῶς τῇ τοῦ πόλου, | |
3835 | ἐξ ἴσου ἂν ἐγένοντο καὶ νύκται πρὸς ἡμέρας ὡς ἀπλανῶς τυγχάνοντος τοῦδε τοῦ Σελασφόρου, τῆς δὲ Σελήνης κάτωθεν τῶν πόλων ἐρχομένης· λελοξευμένως γὰρ αὐτῆς τὴν ζώνην διεπούσης, τὴν τοῦ Ἡλίου τέμνει δὲ ζώνην ἡ ζώνη ταύτης. | |
3840 | ἔνθα δ’ ἀλλήλας τέμνουσι κατὰ τὰ δύο μέρη, σύνδεσμοι πάντως λέγονται Ἡλίου καὶ Σελήνης. ἐκ δὲ Μήνης τὸ δίυγρον λαμβάνουσα ἡ ζώνη προσδεχομένη τὰς ὑγρὰς ἀτμίδας ἐκ τῆς γαίης, ὥσπερ παχύτης πέφυκε καὶ νέφους φύσις αὕτη | |
3845 | καὶ γίνεται παχυμερὴς εἰς τοὺς συνδέσμους ταύτης. ὁ μὲν παχὺς ὁ σύνδεσμος καταβιβάζων ἔστιν, ὁ δὲ τούτου λεπτότερος κλήσει ἀναβιβάζων κινούμενος ἀργότερον τοῦ τῶν ζῳδίων κύκλου εἰς ἕκαστον τὸ ζῴδιον τὴν ἐποχὴν ποιεῖται, | |
(3850) | ἐν μησὶ δέκα τοῖς διπλοῖς διαμετρεῖται τοῦτο. καὶ λόγου χάριν εἴπωμεν τὴν διέλευσιν τούτων· ἔστω Κριὸς ὁ ἀνάγων πρὸς μοίρας δεκαπέντε, πρὸς δὲ Ζυγὸν ὁ κατάγων πρὸς μοίρας δεκαπέντε, ἃ καὶ κατὰ διάμετρον τὰ ζῴδια τυγχάνει· | |
3855 | καὶ δῆλον τοῦτο μοιρικῶς διέρχεσθαι τὰ ζῴδια κατὰ μοῖραν ἐν ἤμασιν ἐννέα καὶ τῶν δέκα καὶ λεπτῶν πεντεκαίδεκα ἢ καὶ πλείονα τούτων. τῆς δὲ Σελήνης σύνταξιν καὶ τὴν εὐθεῖαν τρίβον τεχνικῶς ἑρμηνεύσωμεν, καθὼς καὶ τέμνει πόλον. | |
3860 | τὸν Ἥλιον μὲν εἴπομεν ἀπλανῶς τέμνειν τοῦτον, πλὴν δὲ κατὰ λοξότητα, ἀλλὰ πρὸς γῆν καὶ ὕψος, κατὰ γὰρ τρία ζῴδια τὴν τροπὴν ἐκπληροίη· ὅταν γὰρ ἔλθῃ πρὸς Κριὸν, ἰσημερία τότε, πρὸς δὲ Καρκίνον τρίπεμπτας ἐν ἑνδεκάτης ὥρας, | |
3865 | πρὸς δὲ Ζυγὸν τὰς δώδεκα λέγω Μαυρετανίτας, ἐν δ’ Αἰγοκέρῳ τὸ ἕξατον ταὐτὸ τὸν Ἀρταβάσδον. | |
κἂν δήλη ζώνη πέφυκεν λοξουμένου Φωσφόρου, ἡ δὲ Σελήνη ἄστατος οὖσα πρὸς τὴν ὁδείαν, πρὸς τῷ καταβιβάζοντι λέγεται εἶναι τότε | ||
3870 | πρὸς ἄρκτον ἐπιρρέπουσα, ποτὲ πρὸς μεσημβρίαν, τοῦτ’ ἔστι πρὸς τὸ πλάτος τε καὶ πρὸς τὸ μῆκος πόλου. ἐκ τῶν τοῦ νότου γὰρ μερῶν τοῦ λοξοῦ ταύτης κύκλου εἰ Σελήνη συμβάλλουσα ἐπὶ βορείων ἔλθῃ τῶν ζῴδιων ἐκ τοῦ ζῳδιακοῦ, ἀναβιβάζων ἔστιν. | |
3875 | ἐκ δὲ βορείων τῶν μερῶν κατερχομένη τότε τῷ ζῳδιακῷ συμβάλλουσα κινουμένη πρὸς νότον, καταβιβάζων κέκληται κύκλου βορείου πέραν· κύκλος οὗτος Σελήνης γὰρ λελοξευμένος τοῦτος πρὸς μέσον διακείμενος Ἥλιος μεσημβρίας· | |
3880 | ἡ γὰρ Σελήνη τρέχουσα πρὸς τὸ βόρειον πλάτος ἔχει δακτύλους δώδεκα, οὓς μερίδας καλοῦσι, καὶ ἐρχομένων μοιρικῶς τῶν μεγάλων φωστήρων Ἡλίου καὶ Σελήνης τε, κατὰ τὸ ζῴδιον λέγω, τυγχάνοντας καὶ ἐκ τῶν δυὸ τῶν κυκλικῶν συνδέσμων, | |
3885 | ἐκλείπουσι κατὰ τομὴν πρὸς μοίρας τῶν δακτύλων. ὠνόμασται δὲ δάκτυλος τὸ δωδέκατον μέρος. ἔχει τὸ πλάτος μοίρας ἓξ σύνδεσμος προσβιβάζων καὶ τὴν ἑπτάδα τὴν διπλὴν καταβιβάζων τούτου, πρὸς πάχος καὶ τὸ πλάτος τε καὶ σκιὰν τῶν φωστήρων, | |
3890 | ὅταν Ἥλιος ἐν Κριῷ χάριν λόγου προσέλθῃ, ἔχων οὕτω τὴν κίνησιν ἀπλανὴν πλὴν λοξώδη πρὸς μοίρας ὀκτωκαίδεκα, κατέναντι δὲ τούτου, ἐκ τῶν συνδέσμων εὕρηται μοιρικῶς ἐν τὸ ζῴδιον τὸ τοῦ Κριοῦ καλούμενον, ἔκλειψις ἔσται τότε. | |
3895 | τοῦτο δὲ καὶ πρὸς τὸν Ζυγὸν καὶ πρὸς τῶν ἄλλων ζῴδιων, μοιρικῶς εὑρισκόμενος ἐντὸς ψηφοφορίαις ταῖς Πτολομαίου λέγω δὴ, μᾶλλον τοῦ Ἀμμωνίου Ἀγαρηνοῦ πλὴν καὶ σοφοῦ ὑπάρχοντος ἐν κανόνι, τῶν διαμέτρων τῶν ζῴδιων τῶν μοιρῶν ἐναντίον. | |
(3900) | εἰ δὲ Σελήνη συρπετῶς πρὸς κίνησιν ἰοῦσα ἢ κατιοῦσα, νὰ χαρῶ, ἀνὰ πλάτος καὶ μῆκος, ἔκλειψις ταύτης .... καὶ βάλλε πρὸς τὸ μῆκος | |
καὶ τότε εἶναι λόγισον πρὸς τούτων τοὺς συνδέσμους. εἰ μέν ἐστιν ἡ κεφαλὴ ἢ καὶ ἀναβιβάζων, | ||
3905 | ὀλιγώτερα γίνεται ἔκλειψις πρὸς φωστῆρας, εἰ δὲ καταβιβάζοντος, ὁ παχέστερος λέγω, | |
τὸ μέγεθος πρὸς ἔκλειψιν τοὺς φωστῆρας τελέσει· | ||
3908t | Τῶν κλιμάτων ἡ καταγραφή. | |
3908 | Ἐν γὰρ τῷ πρώτῳ κλίματι ἡ μεγίστη ἡμέρα ὥρας ἔχει τρισκαίδεκα· πρὸς δὲ τὴν μεσημβρίαν | |
3910 | ἂν σταθῇς ὀμμάτια σου πρὸς μέσον τῆς ἡμέρας, ἀποτελεῖ τὸν ποδισμὸν, τοῦτ’ ἔστι τὴν σκιάν σου, πόδα τὸν ἕνα ἥμισυ καὶ γνώριμον τυγχάνειν. ἐπέχει δὲ καὶ τὰς χώρας πόλεων ἐπισήμων Λιβύην Ἀραβίαν τε, Ἰνδικὴν ἐντὸς Γάγγου, | |
3915 | Αἰθιοπίαν τὴν ἐντὸς Αἰγύπτου τὴν ἐκτός τε, Σινώπην καὶ Ταπροβάνην ἢ καὶ Νῖσαν, ὑπάρχων καὶ ποδισμοὺς ... εἰς ὥρας ... Τὸ δὲ κλίμα τὸ δεύτερον· ἡ μεγίστη ἡμέρα ἔχει τρισκαίδεκα ὥρας καὶ ποδισμὸν τὸν ἕνα. | |
3920 | ἐπέχει δὲ καὶ τῶν χωρῶν ἐπισήμους ὡραίας· Αἰθιοπίαν τὴν ἐκτὸς καὶ τὴν ἐντὸς Αἰγύπτου Πτολεμαῒν Ἀράβων τε χώραν καὶ Ἀρμενίαν καὶ Γεδρουσίαν, Ἰνδικὴν τὴν ἐντὸς Γάγγου λέγω καὶ τὴν ἐκτὸς τὴν Ἰνδικὴν τούτου τοῦ ποταμίου. | |
3925 | Τὸ δὲ κλίμα τὸ τρίτατον ὡρῶν δέκα τεσσάρων καὶ ποδισμοῦ τὸ ἥμισυ· πρὸς πόλεις ἐπισήμους | |
Μακεδονίας, Κυρήνης, Λιβύων, Μαρμαρίας, Κοίλης Συρίας, Ἀφρικῆς, μεγάλης Ἀλεξανδρείας, Συρίας Ἰδουμαίας τε καὶ Παλαιστίνης ἅμα | ||
3930 | Ἀραβίας ὁμόρου τε καὶ Συρίας τῆς Πέτρας, Βαβυλῶνος, Σουσιανῆς, πλου〈σίασ〉 Ἀραβίας καὶ Ἀρμενίας ἐρήμου τε, τῆς ἄλλης Ἀραβίας, Δραγγιανῆς καὶ Ἰνδικῆς τῆς ἔξωθεν τοῦ Γάγγου. Πρὸς δὲ κλίμα τὸ τέταρτον ἡ μεγίστη ἡμέρα | |
3935 | 〈τὰσ〉 ὥρας πεντεκαίδεκα καὶ ἡμισείαν ἔχει, ὀλίγον παραλλάξασα τοῦ διὰ Βυζαντίου, Βαιτικῆς Ἱσπανίας τε, Ἀφρικῆς καὶ Ἀσίας καλουμένης τῆς Ἀσίδος, Φρυγίας τῆς μεγάλης, Συρίας Κοίλης, Σηρικῆς, Ἀραβίας, Περσίδος | |
3940 | ἐρήμου Ἀραβίας τε καὶ Μεσοποταμίας, Παρθίας Παμφυλίας τε, ἀλλὰ καὶ Κιλικίας, Μηδίας Γεδρουσίας τε καὶ Παροπανισίδος, Ῥόδου, Εὐβοίας Κρήτης τε, Κύπρου καὶ Ἀχαΐας, τῶν νήσων τὸ βασίλειον περιμέγεθες λέγω. | |
3945 | ἔχει δὲ καὶ τὸν ποδισμὸν ἄσκιον τὴν τελείαν μηδ’ ὅλως ἀπολύοντα σκιὰν πρὸς ἡλικίαν. Τὸ δὲ πέμπτον ἡμέτερον κλίμα δι’ Ἑλλησπόντου τῆς Ῥώμης Ἱσπανίας τε 〈τῆσ〉 Ταρρακωνησίας, τῶν Ἱσπανῶν Ῥουστανίας, Ἀσίας ... | |
(3950) | Ναρβῶνος ἢ Γαλλίας τε, Ἰταλίας καὶ Θρᾴκης, Καππαδοκίας, Ὑρκανῆς, μεγίστης Ἀρμενίας, Μηδίας Παμφυλίας τε, Φρυγίας τῆς μεγάλης Σηρικῆς τε καὶ Ἀφρικῆς, Δραγγιανῆς Ἀσίας, Μακεδονίας πόλιν τε τῶν Ξυλοχαρτανάτων, | |
3955 | ἐξ ἧς ὁ Λέων ὥρμησεν μετὰ τῶν Μακεδόνων· πρὸς δὲ καὶ νήσους ἀφορᾷ Ῥώμης καὶ Σικελίας, Εὐβοίας καὶ τῶν νήσων 〈τε〉 τῶν ἐν Πριγκίπῳ λέγω. Τὸ δ’ ἕκτον κλίμα πέφυκεν ὡρῶν πέντε καὶ δέκα· | |
ἔχει δ’ ἥμισυ ποδισμὸν τὸ διὰ μέσου Πόντου, | ||
3960 | Λουγδουνίας Γαλλίας τε, Ῥαιτίας, Βινδελκίας, Νωρικῆς Παννονίας τε τῆς ἄνω καὶ τῆς κάτω, Ἰλλυρίδος Λιβυρνῆς τε, Δαλματίας Εὐρώπης, Μυσίας κάτω καὶ Θρᾴκης, Ἀσίας Βιθυνίας, Καππαδοκίας, Κολχίδος, Ἀλβανῶν καὶ Ἰβήρων, | |
3965 | Βακτριανῆς, Σουγδιανῆς, Σκυθίας τίμα ὅρους, καὶ τῆς ἐκτὸς τῶν Ἀλβανῶν Ταρρακωνίας νήσου. Τὸ δ’ ἕβδομον ἀπόκλιμα ὡρῶν ἕξι καὶ δέκα, ἀποτελεῖ καὶ ποδισμὸν ἥμισυ πρὸς τὸν ἕνα· Γερμανίαν καὶ Νωρικὴν καὶ Παννονίαν ἄνω | |
3970 | Ταυρικήν τε Χερρόνησον, μετανάστας Ἰαζύγους, Δακίαν Σαρματίαν τε, λέγω τὴν ἐν Ἀσίᾳ, Ἀλβανίαν Συρίαν τε τὴν ἐντὸς Ταύρου ὄρους. Καὶ τὸ μὲν πρῶτον λέγεται ὅλον διὰ Μερόης, τὸ δεύτερον Συήνης τε, τὸ τρίτον κάτω χώρας, | |
3975 | τὸ τέταρτον τῆς Ῥόδου τε, τὸ πέμπτον Ἑλλησπόντου, τὸ ἕκτον ἔστι Μεσικοῦ, ἕβδομον Βορυσθένους. Ἀλλὰ λοξῶς ὁ Ἥλιος ἀνιὼν πρὸς τὴν ζώνην μεταβολὰς ἀποτελεῖ τῶν ὡρῶν πρὸς τὰς χώρας. ἀνιὼν δ’ ἐξ ἀνατολῆς ἐκ ξηροῦ καὶ καυσώδους | |
3980 | Αἰθίοπας ἀποτελεῖ, οὓς Μαυροσίους λέγω. ὅταν δ’ ἐπαναφέρεται πρὸς μεσημβρίαν οὗτος ἐκ τῶν ὑδάτων καὶ βορειῶν πνευμάτων ἐψυγμένος, πρὸς κόσμον τὴν ἡλιακὴν δύναμιν ἐπιβάλλει, μεταβαλὼν τοῦ καύσωνος ἐκ τῶν ὑγρῶν ὑδάτων. | |
3985 | ὅταν δ’ ἐκ γῆς ἐκκρεμασθῇ οὗτος πρὸς μεσημβρίαν ἐστηριγμένος πνεύματα καὶ πυρούμενος ὅλως πρὸς γῆν καταφερόμενος, τοῦτ’ ἔστι πρὸς τὴν δύσιν, προσαμαυροῖ τοὺς πρὸς αὐτὴν τελείως κατοικοῦντας, οὓς καὶ καλοῦσιν ἀληθῶς δυτικοὺς Αἰθιόπας. | |
3990 | πρὸς τούτου δὲ καὶ Ὅμηρος ἔφησεν ἡρωίζων· Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, | |
οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ’ ἀνιόντος. πρὸς δ’ ἀρκτικὸν ὠκεανὸν ἕως δύσεως μέσον, ὅταν καὶ πρὸς τὸ μέγιστον Ἥλιος ἐπανέλθῃ, | ||
3995 | εἴκοσι τρεῖς ἀποτελεῖ ὥρας τὰς ἡμερίους, τὴν νύκταν ἀπομείνασαν ὥραν μίαν καὶ μόνην. οἱ δ’ ἐνοικοῦντες τὴν χώραν καὶ κάμνοντες τὴν γαῖαν διπλὸν μισθὸν λαμβάνωσιν ἡμέρας ἀναλόγως. τοῦτο δὲ καὶ πρὸς δυτικὸν ἡ νύκτα πάσχει πᾶσα. | |
(4000) | πρὸς δὲ τῆς γῆς οἰκούμενον μέρος καὶ τῆς ἐρήμου τεχνικῶς προσεισάξομεν πρὸς νοῦν δεξιωμένον. ἡ γῆ γὰρ ἔχει τμήματα πέντε, μεμοιρασμένον ἔχουσα πλάτος ἅπασα μοιρῶν ἀπ’ ἀρχῆς 〈μέχρι〉 τέλους ἑκατὸν ὀγδόντα καὶ μῆκος πλεῖον τούτων | |
4005 | σύνεγγυς ἡμιόλιον διπλοὺς ἔχοντας λόγους· ἐξ ὧν οἰκοῦνται τμήματα δύο, τὰ δ’ ἄλλα τρία ἀοίκητα τυγχάνουσι καὶ κατεξηραμμένα· ἔστι δ’ ἡμῶν ἡ οἴκησις ἐκ τροπῆς θεατή τε καὶ μέτρον τῶν ἐντὸς αὐτῆς οἰκουμένων ὑπάρχει. | |
4010 | τὸ γὰρ τεταρτημόριον ἐκ μοιρῶν ἐνενήντα, καθὼς οἰκοῦμεν πρὸς πλάτος ἐνενήκοντα μοίρας, ἑξήντα ἓξ δὲ μάλιστα καὶ μόνον τοῦτον πέλει· ἀπὸ δὲ πόλου τοῦ νότου καὶ τροπῆς χειμερίας μοῖραί εἰσιν ἑξήντα ἓξ, καὶ ἀπὸ τῆς χειμερίας | |
4015 | μέχρι κύκλου τοῦ θερινοῦ καὶ τροπικοῦ πρὸς ἄρκτους μοῖραι ἑξήκοντα 〈καὶ〉 ἓξ ἀληθῶς ψηφισμέναι. τὸ δὲ μῆκος ὁλόκληρον τῆς οἰκουμένης ἅπαν ἐκ τῶν μοιρῶν ἀνατολῆς ἕως δύσεως ὅλως ἑκατὸν ἑβδομήντα ἑπτὰ μοιρῶν ποσὸν τυγχάνει. | |
4020 | τὸ δὲ πλάτος ἀπὸ βορρᾶν καὶ μέχρι νότου πάλιν ἑξήντα ἐννεὰ μοιρῶν ἐστι ἐξ ἀληθοῦς αἰτίας. διὰ τοῦτο καὶ πρὸς μέγεθος ἡ γαῖα τῆς Σελήνης ἐκπίπτει καὶ μικρότερον ἔχει τὸ μῆκος ἅπαν. καὶ γὰρ ἐκ τοῦ συμπτώματος ἡ Σελήνη λιποῦσα | |
4025 | τὸ φῶς, ὅταν ἐκλείψειεν, μερικῶς, οὐ καθ’ ὅλου οἰκούμενον σκοτίζεται ἅπαν τὸ πρὸς τὴν γαῖαν. | |
καὶ πάντως τοῦτο πρόδηλον μικρὰν τὴν γῆν ὑπάρχει. | ||
4028t | Περὶ κλιμάτων ἁπάντων. | |
4028 | Τῶν 〈δὲ〉 κλιμάτων ἅπαντα λέξομεν κατὰ μέρος, ὅσα ταῦτα συμβέβηκεν ἔκ τε μήκους καὶ πλάτους | |
4030 | πρὸς γωνιῶν οἰκήσεις τε καὶ σχέσεως ἑκάστου, ἣν πρὸς Ἥλιον ἔσχηκεν καὶ τῶν ζῳδίων κύκλον. τὸ γὰρ τεταρτημόριον οἰκούμενον τῆς γαίας πρὸς τῶν βορείων σύγκειται μερῶν, καὶ τοὺς οἰκοῦντας τοῦτον τὸν νοτιώτερον πρὸς παραλλήλους κύκλους | |
4035 | τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ καὶ θερινοῦ Καρκίνου λαμβάνοντας τὸν Ἥλιον τούτους πρὸς κορυφήν τε, μελανοὺς πρὸς τὰ σώματα καὶ τὰς τρίχας οὖλούς τε καὶ τὰς μορφάς ἐκ καύματος οὕτως κατεσπασμένους καὶ τετηγμένους μέγεθος καὶ τὰς φύσεις θερμούς τε | |
4040 | καὶ τὴν σύνθεσιν ἄγριοι ἐκ πόλου τοῦ καυσώδους, ὁμοίως δὲ καὶ τὰ φυτὰ καὶ τὴν φύσιν τῶν ζῴων, ὡς ἐκ τοῦ καταστήματος τοῦ ἀέρος ὑπάρχει. τοὺς ὑπὸ βορειότερον, παραλλήλους γὰρ λέγω, τοὺς ἔχοντας πρὸς κορυφὴν τὰς Ἄρκτους ἐκ τοῦ πόλου, | |
4045 | διεστηκότας ἐκ θερμοῦ παντελῶς τοῦ Ἡλίου καὶ κύκλου τοῦ ζῳδιακοῦ κατεψυγμένους εἶναι καὶ δαψιλῶς λαμβάνοντας ἐκ τῆς ὑγρᾶς οὐσίας ταύτης προσούσης φυσικῶς μᾶλλον θρεπτικωτάτης, λευκοτάτους τὰ σώματα καὶ τετανοὺς τὰς τρίχας | |
(4050) | μεγάλους τε καὶ εὐτραφεῖς ὄντας πρὸς τὰ μεγέθη ὑποψύχρους τὰς φύσεις τε καὶ ἀγρίους τὸ ἦθος. ἐκ γὰρ τοῦ καταστήματος καὶ τοῦ ἀέρος τούτου ἀκολουθεῖ καὶ τὰ φυτὰ καὶ τὰ λοιπὰ τῶν ζῴων· καὶ γὰρ καὶ πρὸς χειμέριον διάκεινται τὸν κύκλον, | |
4055 | οἳ καὶ Σκύθαι καλέονται πρὸς ἐπίπαν τὸ μέρος. τοὺς δ’ ἐνοικοῦντας μεταξὺ θερινοῦ καὶ τῶν ἄρκτων καὶ μήτε κατὰ κορυφὴν τὸν Ἥλιον λαμβάνειν μήτε πάλιν ἀφίστασθαι πολὺ τῆς μεσημβρίας, μετειληφότας εὔκρατον ἐκ τῶν παρόδων τούτων, | |
4060 | ὡς ἔχοντας τὰ χρώματα συγκεκραμένα ταῦτα καὶ τὰ μεγέθη μέτρια καὶ τὰς φύσεις εὐκράτους καὶ τὰς οἰκήσεις συνεχεῖς καὶ ἡμέρους τὰ ἤθη. τούτων δ’ οἱ πρὸς τὸ νότιον μέρος προσαφορῶντες | |
ἀρχινούστεροι μάλιστα, ἀλλὰ καὶ μηχανώδεις | ||
4065 | διὰ τὸ πρὸς κορυφὴν αὐτῶν τὸν ζῳδιακὸν τυγχάνειν καὶ τοὺς πλανήτας πρὸς αὐτὸν ἔχοντας τὰς δυνάμεις καὶ κινήσεις τὰς ψυχικὰς εὐεπιβουλευμένας, πρὸς δὲ καὶ τὰ μαθήματα μιᾶς ἑκάστου τέχνης συντόμως ἐκμανθάνοντας ἐκ φύσεως εὐθείας. | |
4070 | οἱ δὲ πρὸς μέρος τῆς ἑῶ μᾶλλον ἠρρενωμένοι καὶ εὔτονοί τε τὰς ψυχὰς, ἐκφαίνοντες τὰ πάντα, ἐπειδὴ τὰς ἀνατολὰς εἰκότως ἄν τις λάβοι τῆς τοῦ Ἡλίου φύσεως καὶ τῆς κράσεως εἶναι καὶ τὸ μέρος ἡμερινὸν ἄρρεν τε καὶ δεξιόν 〈τε〉, | |
4075 | καθὼς καὶ πρὸς τὰ ζῷά 〈τε〉 τὰ ἐν δεξιᾷ μέρη μᾶλλον εὐεπιτήδεια πρὸς ἰσχὺν καὶ εὐτονίαν. οἱ δὲ πρὸς τὸ ἑσπέριον μᾶλλον τεθηλυμμένοι, τὰς ψυχὰς ἁπαλώτεροι, κρύπτοντες καὶ τὰ πλείω, ὅτι τὸ μέρος δύσεως Σελήνῃ ἐντυγχάνει | |
4080 | ποιούσης τὰς ἐπιτολὰς καὶ τὰς πρώτας ἐκ λίβα καὶ φαντασίας τὰς αὐτῆς τὰς ἀπὸ τῆς συνόδου. ἡ γὰρ σύνοδος, λέγω δὴ Ἡλίου καὶ τῆς Μήνης, οὐ φαντασία πέφυκεν, ἀλλὰ καὶ κρύψις μᾶλλον· Ἡλίου γὰρ εὐδιεινῶς λάμποντος τὴν ἡμέραν | |
4085 | λαμπάδα πάνυ μέγιστον εἰ προσάψῃς ἢ λύχνον καὶ φέρῃς πρὸς μεσότητα τῆς ἀκτῖνος Ἡλίου, πάντως οὐδ’ ὅλως φαίνεται τῆς ἀκτῖνος κρυπτούσης τῆς λαμπάδος τὴν ἔφαψιν ὅλως μὴ φαινομένην. τοῦτο δὲ καὶ πρὸς Ἥλιον Σελήνη πάσχει τότε, | |
4090 | ὅταν προσυνοδεύουσα κρύψις λέγεται ταύτης. μετὰ δὲ καὶ τὴν σύνοδον αὕτη προσφαινομένη νεομηνία κέκληται καὶ πρώτη τῆς Σελήνης. κοινῶς δὲ πάλιν εἴπωμεν διάθεσιν ἑκάστου πρὸς μέρος ἰδιάζουσαν κατὰ δόξαν καὶ τέχνην | |
4095 | καὶ πάλιν τὴν παρέχουσαν ἰδίαν ἐπιστήμην, ποὶ μὲν πλοαὶ πεφύκασι, ποὶ δὲ καὶ ναυπηγίαι, ἀλλαχοῦ γηπονίαι τε, ἄλλοτε δ’ ἄλλαι τέχναι. καὶ ταῦτα ἰδιώματα πέλουσι τῶν κλιμάτων· αἱ μὲν οὖσαι πρὸς θάλασσαν φέρουσιν ναυτιλίας, | |
(4100) | αἱ δὲ πλησίον κείμεναι ὀρῶν τε καὶ θαλάσσης | |
τὰς ναυπηγίας ἔχουσιν· ἔνθα δὲ βασιλεῖαι καὶ δόξαν πάντων πρώτιστοι, ἔνδοξοι πλεονάζουν· ἔνθα δ’ εἰσὶν ἀγροικισταὶ, ἐκεῖ γεηπονίαι· ἔνθα δ’ εἰδώλων εὐθηνίαι, ἐκεῖ καὶ ταπεινώσεις, | ||
4105 | καὶ τούτων οὕτως ἕκαστον ἰδίωμα κλιμάτων .... ἀστέρες δὲ πεφύκασιν ἐκτὸς τῶν πλανωμένων | |
μελλόντων ἀποβήσεσθαι καὶ μηνυταὶ σημείων. |