TLG 3002 015 :: PROLEGOMENA DE COMOEDIA :: De poeticae generibus (fort. auctore Joanne Tzetza) PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De poeticae generibus (fort. auctore Joanne Tzetza) Citation: (Line) | ||
t | DE POETICAE GENERIBUS | |
---|---|---|
1 | διαιρεῖται ἡ ποιητικὴ εἰς δʹ· εἰς τραγῳδίαν, κωμῳδίαν, ἐποποιίαν καὶ ἱστορίαν. διαφέρει δὲ ἡ κωμῳδία τῆς τραγῳδίας, ὅτι ἡ μὲν κωμῳδία ἀπὸ γέλωτος εἰς γέλωτα καταλήγει, ἡ δὲ τραγῳδία ἀπὸ θρήνου εἰς θρῆνον. ἡ δὲ ἐποποιία διαφέρει τῆς τε κωμῳδίας καὶ τῆς τραγῳδίας, καθὸ ὁ μὲν ἐποποιὸς | |
5 | ἤτοι ὁ Ὅμηρος δείκνυσι τὸ οἰκεῖον πρόσωπον σὺν τῷ καὶ ἕτερον παρεισάγειν πρόσωπον, ὁ δὲ τραγῳδὸς καὶ ὁ κωμῳδὸς οὐ παριστᾷ τὸ οἰκεῖον πρόσωπον λέγον· ὁ δέ γε ἱστορικὸς “ἀπ’ ἀρχῆς ἄκρας” τὸ οἰκεῖον παριστᾷ πρόσωπον, καὶ | |
οὐχ ἕτερον. | 50 |