TLG 3002 014 :: PROLEGOMENA DE COMOEDIA :: De comoedia (Anonymus Crameri ii) PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De comoedia (Anonymus Crameri ii) Citation: (Line) | ||
t | ANONYMUS CRAMERI II | |
---|---|---|
1 | ἰστέον, ὅτι Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Λυκόφρων ὁ Χαλκιδεὺς ὑπὸ Πτολε‐ μαίου τοῦ Φιλαδέλφου προτραπέντες τὰς σκηνικὰς διώρθωσαν βίβλους, Λυκό‐ φρων μὲν τὰς τῆς κωμῳδίας, Ἀλέξανδρος δὲ τὰς τῆς τραγῳδίας, ἀλλὰ δὴ καὶ τὰς σατυρικάς. ὁ γάρτοι Πτολεμαῖος φιλολογώτατος ὢν διὰ Δημητρίου τοῦ Φαλη‐ | |
5 | ρέως καὶ ἑτέρων ἐλλογίμων ἀνδρῶν δαπάναις βασιλικαῖς ἁπανταχόθεν τὰς βίβλους εἰς Ἀλεξάνδρειαν συνήθροισεν καὶ δυσὶ βιβλιοθήκαις ταύτας ἀπέθετο, ὧν τῆς ἐκτὸς μὲν ἦν ἀριθμὸς τετρακισμύριαι δισχίλιαι ὀκτακόσιαι, τῆς δὲ τῶν ἀνακτόρων ἐντὸς συμμιγῶν μὲν βίβλων ἀριθμὸς τεσσαράκοντα μυριάδες, ἀμιγῶν δὲ καὶ ἁπλῶν μυριάδες ἐννέα· ὧν τοὺς πίνακας ὕστερον Καλλίμαχος | |
10 | ἀπεγράψατο. Ἐρατοσθένει δὲ ἡλικιώτῃ Καλλιμάχου παρὰ τοῦ βασιλέως τὸ τοιοῦτον ἐνεπιστεύθη βιβλιοφυλάκιον. τὰ δὲ συνηθροισμένα βιβλία οὐχ Ἑλ‐ λήνων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν ἦσαν, καὶ δὴ καὶ Ἑβραίων αὐτῶν. τὰς δὴ οὖν τῶν ἄλλων ἐθνῶν σοφοῖς ἀνδράσιν ἐξ ἑκάστου ἔθνους τήν τε οἰκείαν φωνὴν τήν τε τῶν Ἑλλήνων καλῶς εἰδόσι τὰς ἐξ ἑκάστου ἐγχειρίσας, | |
15 | οὕτως ἑρμηνευθῆναι αὐτὰς πεποίηκεν εἰς τὴν ἑλλάδα γλῶτταν, ὅτε δὴ καὶ τὰς τῶν Ἑβραίων διὰ τῶν ἑβδομήκοντα ἑρμηνευθῆναι πεποίηκεν. οὕτω μὲν οὖν μετενεχθῆναι τὰς τῶν ἄλλων ἐθνῶν εἰς τὴν ἑλλάδα φωνὴν πεποίηκε· τὰς δέ γε σκηνικὰς Ἀλέξανδρός τε, ὡς ἔφθην εἰπών, καὶ Λυκόφρων διωρθώσαντο. τὰς δέ γε ποιητικὰς Ζηνόδοτος πρῶτον καὶ ὕστερον Ἀρίσταρχος διωρθώσαντο. | |
20 | καίτοι τὰς ὁμηρικὰς ἑβδομήκοντα δύο γραμματικοὶ ἐπὶ Πεισιστράτου τοῦ Ἀθηναίων τυράννου διέθηκαν οὑτωσὶ σποράδην οὔσας τὸ πρίν· ἐπεκρίθησαν δὲ κατ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὑπ’ Ἀριστάρχου καὶ Ζηνοδότου, ἄλλων ὄντων | |
τούτων τῶν ἐπὶ Πτολεμαίου διορθωσάντων. οἱ δὲ τέσσαρσί τισι τὴν ἐπὶ Πεισι‐ στράτου διόρθωσιν ἀναφέρουσιν· Ὀρφεῖ Κροτωνιάτῃ, Ζωπύρῳ Ἡρακλεώτῃ, | 43 | |
25 | Ὀνομακρίτῳ Ἀθηναίῳ καὶ Ἐπικογκύλῳ. ὕστερον δὴ ταύτας ἁπάσας σκηνικάς τε καὶ ποιητικὰς πλεῖστοι ἐξηγήσαντο· Δίδυμος, Τρύφων, Ἀπολλώνιος, Ἡρωδιανός, Πτολεμαῖος Ἀσκαλωνίτης, καὶ οἱ φιλόσοφοι Πορφύριος, Πλού‐ ταρχος καὶ Πρόκλος, ὡς καὶ πρὸ αὐτῶν πάντων Ἀριστοτέλης. ἔτι ἐστέον, ὅτι ἡ πρώτη κωμῳδία, ἧς τὰ σκώμματα φανερὰ κατὰ πάντων | |
30 | ἦσαν τῶν πολιτῶν, μέχρις Εὐπόλιδος διήρκεσεν. ἐπεὶ δὲ αὐτὸς εἰς Ἀλκιβιάδην ὕβρισεν ὄντα τότε στρατηγὸν καὶ διελοιδορήσατο αὐτῷ, ὢν τότε Ἀλκιβιάδης ἐμπαράσκευος πρὸς πόλεμον ὡς ναυμαχίας προσδοκωμένης, κελεύει τοῖς στρατιώταις συλλαβεῖν αὐτόν· οἱ δὲ συλλαβόντες αὐτὸν, ὡς μέν τινές φασιν, παντελῶς ἀπέπνιξαν αὐτὸν εἰς τὴν θάλασσαν, ὡς δ’ ἄλλοι, δεδεμένον αὐτὸν | |
35 | σχοίνῳ ἀνῆγόν τε καὶ κατῆγον εἰς τὴν θάλασσαν, οὐ μέντοι καὶ ἀπέπνιξαν παντελῶς, τοῦ Ἀλκιβιάδου λέγοντος “βάπτε με σὺ θυμέλαις, ἐγὼ δέ σε ἁλμυροῖς ὕδασι κατακλύσω”. καὶ οὕτω δὴ ἢ διαφθαρέντος τοῖς κύμασι παντελῶς ἢ καὶ περισωθέντος ψήφισμα ἔθετο Ἀλκιβιάδης μηκέτι φανερῶς, ἀλλὰ συμβολικῶς κωμῳδεῖν. τότε δὴ αὐτός τε ὁ Εὔπολις καὶ Κρατῖνος καὶ | |
40 | Φερεκράτης καὶ Πλάτων καὶ Ἀριστοφάνης αὐτὸς τὰ συμβολικὰ μετεχειρίσαντο σκώμματα, ἣ δὴ δευτέρα κωμῳδία ἐλέγετο, μέχρις οὗ μηδὲ συμβολικῶς ἐθε‐ λόντων τῶν πολιτῶν σκώπτεσθαι εἰς δούλους μόνους καὶ ξένους ἔσκωπτον, ἣ δὴ τρίτη ἦν κωμῳδία, αὐξηθεῖσα ἐπὶ Μενάνδρου καὶ Φιλήμονος. ἴδιον δὲ κωμῳδίας μὲν τὸ μεμιγμένον ἔχειν τοῖς σκώμμασι γέλωτα, τραγῳδίας | |
45 | δὲ πένθη καὶ συμφοράς· σατυρικῆς δὲ οὐ τὸ ἀπὸ πένθους εἰς χαρὰν καταντᾶν, ὡς ὁ Εὐριπίδου Ὀρέστης καὶ Ἄλκηστις καὶ ἡ Σοφοκλέους Ἠλέκτρα, ἐκ | |
μέρους, ὥσπερ τινές φασιν, ἀλλ’ ἀμιγῆ καὶ χαρίεντα καὶ θυμελικὸν ἔχει γέλωτα, οἷον· Ἡρακλῆς πραθεὶς τῷ Συλεῖ ὡς γεωργὸς δοῦλος ἔσταλται εἰς τὸν ἀγρὸν τὸν ἀμπελῶνα ἐργάσασθαι, ἀνεσπακὼς δὲ δικέλλῃ προρρίζους τὰς ἀμπέλους | 44 | |
(50) | νωτοφορήσας τε αὐτὰς εἰς τὸ οἴκημα τοῦ ἀγροῦ ἄρτους τε μεγάλους ἐποίησε καὶ τὸν κρείττω τῶν βοῶν θύσας καὶ τὸν πιθεῶνα διαρρήξας καὶ τὸν κάλλιστον πίθον ἀποπωμάσας τὰς θύρας τε ὡς τράπεζαν θεὶς ἤσθιε καὶ ἔπινεν ᾄδων, καὶ τῷ προεστῶτι δὲ τοῦ ἀγροῦ δριμὺ ἐνορῶν φέρειν ἐκέλευεν ὡραῖά τε καὶ πλα‐ κοῦντας· καὶ τέλος ὅλον ποταμὸν πρὸς τὴν ἔπαυλιν τρέψας τὰ πάντα κατέκλυσεν. | |
55 | ἔστι δὲ τὸ τοιοῦτον Εὐριπίδου δράμα· τοιαῦτα δέ εἰσι τὰ σατυρικὰ δράματα. τέλος δὲ τραγῳδίας μὲν λύειν τὸν βίον, κωμῳδίας δὲ συνιστᾶν αὐτόν, σατυρικῆς δὲ τοιούτοις θυμελικοῖς χαριεντισμοῖς καθηδύνειν αὐτόν. λυρικοὶ δέ, οἱ καὶ κυκλικοὶ καὶ διθύραμβοι, ἢ ἀθλητὰς ἀγῶσι νικῶντας ἐπῄνουν, ἢ τὸν Διόνυσον ὕμνουν ἢ ἑτέρους θεούς. | |
60 | ἔτι ἰστέον, ὅτι κατὰ Διονύσιον καὶ Κράτητα καὶ Εὐκλείδην μέρη κωμῳδίας εἰσὶ τέσσαρα· πρόλογος, μέλος χοροῦ, ἐπεισόδιον καὶ ἔξοδος. καὶ πρόλογος μέν ἐστι τὸ μέχρι τοῦ χοροῦ τῆς εἰσόδου, ἡ δὲ ἅμα τῇ εἰσόδῳ τοῦ χοροῦ λεγομένη ῥῆσις μέλος καλεῖται χοροῦ· ἐπεισόδιον δέ ἐστι μέλος μεταξὺ μελῶν καὶ ῥήσεων δύο χορῶν· ἔξοδος δέ ἐστιν ἡ πρὸς τῷ τέλει τοῦ χοροῦ ῥῆσις. μέρη δὲ παραβά‐ | |
65 | σεως ἑπτά· ἑπτάκις γὰρ ὁ χορὸς ὠρχεῖτο, ἐπειδὰν εἰς τὴν ὀρχήστραν εἰσήρχετο, | |
ἣν δὴ καὶ λογεῖον καλοῦσιν. ἡ μὲν οὖν πρώτη ὄρχησις κομμάτιον ἐλέγετο, ἡ δὲ δευτέρα παράβασις ὁμωνύμως τῷ γένει ἐκαλεῖτο· καὶ γὰρ τὸ ὅλον τοῦτο τὸ ἑπτάστροφον σχῆμα παράβασις ἐκαλεῖτο· ἡ δὲ τρίτη μακρόν, ἡ δὲ τετάρτη ᾠδὴ καὶ στροφή, ἡ δὲ πέμπτη ἐπίρρημα, ἡ δὲ ἕκτη ἀντῳδὴ καὶ ἀντίστροφος, ἡ | 45 | |
70 | δὲ ἑβδόμη ἀντεπίρρημα. εἰσελθὼν οὖν ὁ χορὸς εἰς τὴν ὀρχήστραν μέτροις τισὶ διελέγετο τοῖς ὑποκριταῖς καὶ πρὸς τὴν σκηνὴν ἑώρα τῆς κωμῳδίας. ἂν οὖν ὡς ἐκ πόλεως ἐβάδιζε πρὸς τὸ θέατρον, διὰ τῆς ἀριστερᾶς ἁψίδος ἔβαινεν· ἂν δ’ ὡς ἀπ’ ἀγροῦ, διὰ τῆς δεξιᾶς, τετραγωνιζόμενός τε ὁ χορὸς πρὸς μόνους ἑώρα τοὺς ὑποκριτάς· ἀπελθόντων δὲ τῶν ὑποκριτῶν πρὸς ἀμφότερα τὰ μέρη τοῦ δήμου | |
75 | ὁρῶν ἐκ τετραμέτρων δεκαὲξ στίχους ἀναπαίστους ἐφθέγγετο, καὶ τοῦτο ἐκα‐ λεῖτο στροφή· εἶτα ἑτέρους τοιούτους ἐφθέγγετο, καὶ ἐκαλεῖτο ἀντίστροφος· ἅπερ ἀμφότερα οἱ παλαιοὶ ἐπίρρημα ἔλεγον. ὅλη δὲ ἡ πάροδος τοῦ χοροῦ ἐκαλεῖτο παράβασις. συμβαίνει δὴ τὸ ἐπίρρημα πέντε σημαίνειν· αὐτό τε τὸ οἰκεῖον σημαινόμενον, καὶ τὴν στροφὴν καὶ ἀντίστροφον καὶ ᾠδὴν καὶ ἀντῳδήν, ἐπειδὴ ἡ | |
80 | μὲν στροφὴ τὴν ᾠδὴν σημαίνει, ἡ δὲ ἀντίστροφος τὴν ἀντῳδήν. γένοιτο δ’ ἂν σαφεστέρα ἡ τῶν τοιούτων διδασκαλία ὡδί πως. ἐν ἐαρινῷ καιρῷ πολυτελέσι δαπάναις κατεσκευάζετο ἡ σκηνὴ τριωρόφοις οἰκοδομήμασι, πεποικιλμένη παραπετάσμασι καὶ ὀθόναις λευκαῖς καὶ μελαίναις, βύρσαις τε παταγούσαις καὶ χειροτινάκτῳ πυρί, ὀρύγμασί τε καταγαίοις καὶ ὑπογαίοις | |
85 | καὶ ὑδάτων δεξαμεναῖς εἰς τύπον θαλάσσης, Ταρτάρου, Ἅιδου, κεραυνῶν καὶ βροντῶν, γῆς καὶ νυκτός, οὐρανοῦ, ἡμέρας καὶ ἀνακτόρων, καὶ πάντων ἁπλῶς· αὐλάς τε οὐ μικρὰς εἶχεν ἐξειργασμένας καὶ ἁψίδας εἰς τύπον ὁδῶν. διὰ μὲν οὖν ἀριστερᾶς ἁψίδος ἐχώρουν, εἰ ὡς ἐκ πόλεως ἦσαν ὁδεύοντες ὡς πρὸς ἀγροὺς ἢ καὶ θέατρα· ἂν δὲ πρὸς πόλιν ὡς ἐκ θεάτρων ἢ ἀπ’ ἀγροῦ, διὰ δεξιᾶς. τοιαύτη | |
90 | μὲν ἡ τῆς σκηνῆς ἐργασία. τὰ σκηνικὰ δ’ ἀπ’ αὐτῆς καλούμενα δράματα καὶ πρακτικῶς ἐτελεῖτο καὶ λογικῶς· σύστασις δὲ τούτων ὑπῆρχε τὰ τῶν ὑποκριτῶν πρόσωπα. ταῦτα δὲ τοῖς μὲν τραγικοῖς καὶ σατυρικοῖς ἀνὰ δεκαὲξ ἦσαν, ὁ κωμικὸς δὲ εἶχεν εἴκοσι | |
τέσσαρα· ἃ δὴ πρόσωπα ὑποκριτικὰ τῶν τριῶν σκηνικῶν ποιημάτων τὰ οἰ‐ | 46 | |
95 | κεῖα τῷ καθ’ ἑνὶ αὐτῶν καὶ οἰκείῳ ἠθροισμένα δρῶντά τι χορὸς ἐκαλεῖτο. διαιρεθεὶς δὲ ὁ χορὸς εἰς τμήματα δύο ἡμιχόρια ὠνομάζετο, παραχρηστικῶς δὲ καὶ χορός· εἰ δὲ καθ’ ἕνα ἐτέμνετο, ὑποκριταὶ ἐκαλοῦντο κοινῷ τῷ ὀνόματι διὰ τὸ μὴ δύνασθαι μιᾷ κλήσει περιειλῆφθαι, ὡς ὁ χορὸς καὶ τὰ ἡμιχόρια. διαιροῦνται γὰρ τὰ μερικὰ ταῦτα εἰς πολλά· εἰς προλογίζοντας, εἰς ἀγγέλους, εἰς ἐξαγγέλους, | |
(100) | εἰς κατασκόπους, εἰς φύλακας, εἰς ἥρωας, εἰς θεοὺς καὶ εἰς ἄλλα μυρία. τούτων οὖν τῶν προσώπων τὸ ὅλον ἄθροισμα, ὃ καὶ χορὸς ἐκαλεῖτο, εἰσελθὸν εἰς τὴν ὀρχήστραν, ἣν ἔφασαν καὶ λογεῖον—ἐκαλεῖτο δὲ ἡ εἰσέλευσις εἴσοδος καὶ ἐπήλυσις καὶ ἐπίβασις καὶ πάροδος καὶ παράβασις—, εἰσελθὸν οὖν καὶ παραβὰν εἰς τὴν ὀρχήστραν πρὸς τοὺς ὑποκριτὰς τὸν λόγον ποιούμενον, τὸ πρόσ‐ | |
105 | ωπον βλέπον εἶχε πρὸς τὴν σκηνήν· ἐξελθόντων δὲ τῶν ὑποκριτῶν πρὸς τὸ τοῦ δήμου μέρος ἐστρέφετο ἢ τὸ δεξιὸν ἢ τὸ ἀριστερόν· καὶ πάλιν ἀντεστρέφετο πρὸς τὸ ἕτερον καὶ ἔλεγέ τι ἑκατέροις τοῖς μέρεσιν· εἶτα ἐξήρχετο καὶ τέλος τὸ δράμα ἐλάμβανεν. ταῦτα μὲν οὖν ἦσαν πρακτικὰ τέσσαρα μέρη τοῦ δράματος· παράβασις, στροφή, ἀντίστροφος καὶ ἔξοδος. καὶ λογικὰ δὲ μέρη αὐτῆς τέσσαρα· | |
110 | ἀντὶ παραβάσεως ἤγουν πρώτης βάσεως πρόλογος, ἀντὶ δὲ στροφῆς καὶ ἀντι‐ στρόφου ᾠδὴ καὶ ἀντῳδή, ἢ ἐπίρρημα καὶ ἀντεπίρρημα, ἀντὶ δὲ ἐξόδου ᾠδὴ καὶ ῥῆμα ἐξιτήριον. ταῦτα μὲν τὰ τέσσαρα μέρη πρακτικὰ καὶ λογικὰ τῶν δρα‐ ματικῶν ποιημάτων ὑπῆρχε· τῶν δὲ λυρικῶν συγγραμμάτων τρία ἦσαν τὰ μέρη· στροφή, ἀντίστροφος, καὶ ἔξοδος ἢ ἐξέλευσις, πρακτικά· λογικὰ δὲ | |
115 | ᾠδή, ἀντῳδὴ καὶ ἐπῳδός. ἡ οὖν ἀντῳδὴ τῆ ᾠδῇ ἰσαρίθμους ἔχει τοὺς στίχους καὶ τοῖς αὐτοῖς μέτροις ἑκατέρα χρῆται· ὁ δὲ ἐπῳδὸς διάφορα ἐκείνων ἔχει καὶ τῷ ἀριθμῷ καὶ τῇ ποιότητι· εἰ δέ που τῷ ἀριθμῷ ἰσάζει, τῇ γε μὴν ποιότητι οὐδαμοῦ. ἐφθέγγοντο δὲ καὶ οἱ λυρικοὶ πρὸς ἑκάτερα μέρη τοῦ δήμου ὁρῶν‐ | |
τες, πρῶτον μὲν τὴν ᾠδήν, εἶτα τὴν ἀντῳδήν, ἐπὶ δὲ τῷ τέλει τὸν ἐπῳδὸν ἤγουν | 47 | |
120 | †ὑστερεῳδήν† τε καὶ ἐπίλογον, εἰς εὐχὰς τὸ πλεῖστον αὐτῶν περικλείοντες. προοίμιον δὲ τούτοις οὐκ ἦν ὡς ἐκείνοις, ὅτι ἅμα τῷ εἰσελθεῖν εἰς τὸ θέατρον | |
πρὸς τὸν δῆμον στραφέντες ἅμα τὸ αὐτὸ ἔλεγον καὶ στροφὴν καὶ προοίμιον. | 48 |