TLG 3002 013 :: PROLEGOMENA DE COMOEDIA :: De comoedia (Anonymus Crameri i)

PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia
(Varia)

De comoedia (Anonymus Crameri i)

Source: Koster, W.J.W. (ed.), Prolegomena de comoedia. Scholia in Acharnenses, Equites, Nubes [Scholia in Aristophanem 1.1A] Groningen: Bouma, 1975: 39–42.

Citation: (Line)

t1ANONUMUS CRAMERI I
t2ΕΚ ΠΟΙΑΣ ΑΙΤΙΑΣ ΣΥΝΕΣΤΗ Η ΚΩΜΩΙΔΙΑ
1 κωμῳδίαι λέγονται τὰ τῶν κωμικῶν ποιήματα, ὡς τὰ τοῦ Μενάνδρου, Ἀριστοφάνους, Κρατίνου, καὶ τῶν ὁμοίων. εὑρέθη δὲ ἡ κωμῳδία, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. τὸ παλαιὸν ἐν ταῖς κώμαις ἀδικούμενοί τινες ὑπὸ τῶν ἐν Ἀθήνησι πολιτῶν καὶ θέλοντες ἐλέγχειν αὐτοὺς κατῄεσαν
5ἐν τῇ πόλει καὶ νυκτὸς καθευδόντων πάντων παριόντες παρὰ τὰς ἀγυιὰς ἔλεγον ἀνωνύμως τὰς βλαβάς, ἃς ἔπασχον ὑπ’ αὐτῶν, τοι‐ αῦτα λέγοντες· “ἐνταῦθα μένει τις τάδε καὶ τάδε ποιῶν τισι τῶν γεωργῶν καὶ οὐ μετρίας βλαβὰς ἐπιφέρων αὐτοῖς”, ὥστε τοὺς γειτνιῶντας ἀκούοντας ἡμέ‐ ρας γινομένης πρὸς ἀλλήλους λέγειν, ἃ νύκτωρ παρὰ τῶν
10γεωργῶν ἤκουσαν. ἐπονείδιστον δὲ ἦν τοῦτο τῷ ἀδικοῦντι, ὥστε καὶ πολλοῖς τῶν ἀδικούντων τὸ τοιοῦτο διορθώσεως γέγονεν αἴτιον αἰσχυνομένοις τὴν ὕβριν· ὅθεν τοῖς τῆς πόλεως ἔδοξεν ἐπ’ ἀγαθῷ γεγονέναι τὸ ἐγχείρημα τῶν ἀγροίκων καὶ ἀναζητήσαντες αὐτοὺς ἠνάγκασαν καὶ ἐπὶ θεάτρου τοῦτο ποιεῖν. οἱ δὲ δειλιῶντες τοῦτο ποιεῖν ἐμφανῶς τρύγα περιχρίοντες τὰς ἑαυτῶν ὄψεις
15οὕτως εἰσῄεσαν· ὅθεν κἀκ τούτου μᾶλλον τῶν ἀδικούντων ἐλεγχομένων ἐπὶ θεάτρου συστολὴ τῶν ἀδικιῶν ἐγίνετο. ἐπεὶ δὲ ἡ πόλις ἐκ τούτου μεγάλης ἀπήλαυσεν ὠφελείας, ποιητὰς ἔταξαν ἐπὶ τούτῳ κωμῳδεῖν, οὓς ἂν βούλωνται ἀκωλύτως. πρῶτον οὖν Σουσαρίων τις τῆς ἐμμέτρου κωμῳδίας γέγονεν ἀρχηγός· οὗ τὰ μὲν ποιήματα λήθῃ κατενεμήθη, δύο δὲ ἢ τρεῖς ἴαμβοι
20ἐπὶ μνήμῃ φέρονται τούτου· εἰσὶ δὲ οὗτοι·
ἀκούετε λέξιν· Σουσαρίων λέγει τάδε·
κακὸν γυναῖκες, ἀλλ’ ὅμως, ὦ δημόται,
οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ. ἀρχὴν οὖν λαβόντος τοῦ πράγματος πολλοὶ γεγόνασι κωμικοὶ ἐλέγχοντες τοὺς
39
25κακῶς βιοῦντας καὶ ἀδικίαις χαίροντας, καὶ ἐντεῦθεν ὠφέλουν κοινῇ τὴν πολι‐ τείαν τῶν Ἀθηναίων. ἐπεὶ δὲ τὸ μὲν παράνομον ἐπικρατές, “ὅτι ἀεὶ τὰ χείρονα νικᾷ”, τὰ δ’ ἀγαθὰ ταχέως ἀφίπταται, οὐ μετὰ πολὺν χρόνον οἱ πλούσιοι καὶ οἱ ἄρχοντες οὐ βουλόμενοι κωμῳδεῖσθαι ἤρξαντο κωλύειν τοὺς κωμικοὺς τοῦ φανερῶς οὕτω καὶ ὀνομαστὶ ἐλέγχειν τοὺς ἀδικοῦντας, ἵν’ ἐντεῦθεν ἀδικοῦντες μὴ
30ἐλέγχωνται ὑπ’ αὐτῶν· ὅθεν ὥσπερ αἰνιγματωδῶς καὶ οὐ φανερῶς ἠλέγχοντο ὑπὸ τῶν κωμικῶν. ἀλλὰ καὶ ἔτι ἐπὶ πλέον προϊούσης τῆς κακίας ἐκωλύθησαν καὶ τοῦ αἰνιγματωδῶς κωμῳδεῖν· διὸ εἰς ξένους καὶ πτωχοὺς ἔσκωπτον, εἰς δὲ πλουσίους καὶ ἐνδόξους οὐκέτι. διὸ καὶ τρεῖς διαφορὰς ἔδοξεν ἔχειν ἡ κωμῳδία· ἡ μὲν γὰρ καλεῖται παλαιά, ἡ ἐξ ἀρχῆς φανερῶς ἐλέγχουσα· ἡ δὲ μέση, ἡ
35αἰνιγματωδῶς· ἡ δὲ νέα, ἡ ἐπὶ ξένων ἢ δούλων ἢ πτωχῶν, ὡς εἴρηται. γέγονε δὲ τῆς μὲν πρώτης κωμῳδίας ἄριστος τεχνίτης οὗτός τε ὁ Ἀριστοφά‐ νης καὶ Εὔπολις καὶ Κρατῖνος· τῆς δὲ δευτέρας Πλάτων, οὐχ ὁ φιλόσοφος· τῆς δὲ νέας Μένανδρος. κωμῳδοὶ οὖν ἐκλήθησαν ἢ ὅτι οἱ ἀπὸ τῶν κωμῶν συναγόμενοι ταῦτα ᾖδον, ὡς εἴρηται, ἢ ὅτι ἐν τῷ καιρῷ τοῦ κώματος ἤγουν
40τοῦ ὕπνου—λέγεται γὰρ κῶμα ὁ ὕπνος—ᾖδον. ἔστι δὲ τὴν κωμῳδίαν καὶ τραγῳδίαν εἰπεῖν, οἱονεὶ τρυγῳδίαν τινὰ οὖσαν, ὅτι τρύγα χριόμενοι ἐκωμῴδουν.
ἔστι δὲ ἡ κωμῳδία μίμησις πράξεως καθαρτήριος παθημάτων, συστατικὴ τοῦ βίου, διὰ γέλωτος καὶ ἡδονῆς τυπουμένη. διαφέρει40
45δὲ τραγῳδία κωμῳδίας, ὅτι ἡ μὲν τραγῳδία ἱστορίαν ἔχει καὶ ἐπαγγελίαν πράξεων γενομένων, κἂν ὡς ἤδη γινομένας σχηματίζῃ αὐτάς, ἡ δὲ κωμῳδία πλάσματα περιέχει βιωτικῶν πραγμάτων, καὶ ὅτι τῆς μὲν τραγῳδίας σκοπὸς τὸ εἰς θρῆνον κινῆσαι τοὺς ἀκροατάς, τῆς δὲ κωμῳδίας εἰς γέλωτα. καὶ πάλιν καθ’ ἑτέραν διαίρεσιν· τῆς κωμῳδίας τὸ μέν ἐστιν ἀρχαῖον, τὸ δὲ

(50)

νέον, τὸ δὲ μέσον. διαφέρει οὖν τῆς νέας ἡ παλαιὰ κωμῳδία χρόνῳ, διαλέκτῳ, ὕλῃ μέτρου, διασκευῇ. χρόνῳ μέν, καθὸ ἡ μὲν νέα ἐπὶ Ἀλεξάνδρου ἦν, ἡ δὲ παλαιὰ ἐπὶ τῶν Πελοπονησιακῶν εἶχε τὴν ἀκμήν. διαλέκτῳ δέ, καθὸ ἡ μὲν νέα τὸ σαφέστερον ἔσχε τῇ νέᾳ κεχρημένη Ἀτθίδι, ἡ δὲ παλαιὰ τὸ δεινὸν καὶ ὑψηλὸν τοῦ λόγου· ἐνίοτε δὲ καὶ ἐπιτηδεύουσι λέξεις
55τινάς. ὕλῃ δέ, καθὸ ἡ μὲν νέα τῷ ἰαμβικῷ μέτρῳ ἐπὶ πλεῖστον χρῆται, σπανίως δὲ καὶ ἑτέροις μέτροις, τῇ δὲ παλαιᾷ πολυμετρία τὸ σπουδαζόμενον. διασκευῇ δέ, ὅτι ἐν μὲν τῇ νέᾳ χορῶν οὐκ ἔδει, ἐν ἐκείνῃ δὲ καὶ μάλιστα. καὶ αὐτὴ δὲ ἡ παλαιὰ ἑαυτῆς διαφέρει· καὶ γὰρ οἱ ἐν τῇ Ἀττικῇ πρῶτον συστησάμενοι τὸ ἐπιτήδευμα τῆς κωμῳδίας—ἦσαν δὲ οἱ περὶ Σουσαρίωνα—τὰ πρόσωπα ἀτάκ‐
60τως εἰσῆγον καὶ γέλως ἦν μόνος τὸ κατασκευαζόμενον. ἐπιγενόμενος δὲ ὁ Κρατῖνος κατέστησε μὲν πρῶτον τὰ ἐν τῇ κωμῳδίᾳ πρόσωπα μέχρι τριῶν, στήσας τὴν ἀταξίαν, καὶ τῷ χαρίεντι τῆς κωμῳδίας τὸ ὠφέλιμον προσέθηκε τοὺς κακῶς πράσσοντας διαβάλλων καὶ ὥσπερ δημοσίᾳ μάστιγι τῇ κωμῳδίᾳ κολάζων· ἀλλ’ ἔτι μὲν καὶ οὗτος τῆς ἀρχαιότητος μετεῖχε καὶ ἠρέμα πως τῆς
65ἀταξίας· ὁ μέντοι γε Ἀριστοφάνης μεθοδεύσας τεχνικώτερον τὴν κωμῳδίαν ἐν ταύτῃ ἀνέλαμψεν ἐν ἅπασιν ἐπίσημος φανείς. ὁ δὲ γέλως τῆς κωμῳδίας ἔκ τε λέξεων καὶ πραγμάτων ἔχει τὴν σύστασιν·
ἐκ μὲν τῶν λέξεων κατὰ τρόπους ἑπτά. πρῶτον καθ’ ὁμωνυμίαν, ὡς τὸ ”διαφορουμένοις”· σημαίνει γὰρ τό τε “διαφόροις41
70οὖσι” καὶ τὸ “ἐπικερδέσι”. δεύτερον κατὰ συνωνυμίαν, ὡς τὸ ἥκω καὶ κατέρχομαι”· ταὐτὸν γάρ ἐστιν. τρίτον κατὰ ἀδολεσχίαν, ὡς ὅταν τις τῷ αὐτῷ ὀνόματι πολλάκις χρήσαιτο. τέταρτον κατὰ παρωνυμίαν, ὡς ὅταν τῷ κυρίῳ ἔξωθέν τι κατάθηται, ὡς τὸ ”μώμαξ” καλοῦμαι Μίδας”. πέμπτον κατὰ ὑποκορισμόν, ὡς τὸ ”Σωκρατίδιον”, Εὐριπίδιον”.
75ἕκτον κατὰ ἐναλλαγήν, ὡς τὸ ”ὦ Βδεῦ δέσποτα”, ἀντὶ τοῦ “ὦ Ζεῦ”. ἕβδομον κατὰ σχῆμα λέξεως· τοῦτο δὲ ἢ φωνῇ γίνεται ἢ τοῖς ὁμογενέσιν. ἐκ δὲ τῶν πραγμάτων κατὰ τρόπους δύο· πρῶτον κατὰ ἀπάτην, ὡς Στρεψιάδης πεισθεὶς ἀληθεῖς εἶναι τοὺς περὶ ψύλλης λόγους· δεύτερον κατὰ ὁμοίωσιν· ἡ δὲ ὁμοίωσις εἰς δύο τέμνεται, ἢ εἰς τὸ βέλτιον, ὡς ὁ Ξανθίας εἰς Ἡρακλῆν,
80ἢ εἰς τὸ χεῖρον, ὡς ὁ Διόνυσος εἰς Ξανθίαν.42