TLG 3002 009 :: PROLEGOMENA DE COMOEDIA :: De scoliis PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De scoliis Citation: (Line) | ||
t | DE SCOLIIS | |
---|---|---|
1 | σκολιὰ λέγεται τὰ παροίνια μέλη τὰ ἐπὶ τοῖς συμποσίοις ᾀδόμενα, καί, ὡς μὲν ἔνιοί φασιν, ἐκ τοῦ ἐναντίου προσηγορεύθησαν· ἁπλᾶ γὰρ αὐτὰ ἐχρῆν εἶναι καὶ εὔκολα ὡς παρὰ πότον ᾀδόμενα. οὐκ εὖ δὲ τοῦτο· τὰ γὰρ δύσφημα ἐπὶ τὸ εὐφημότερον μεταλαμβάνεται, οὐ μὴν τὸ ἔμπαλιν. τί οὖν; ἐπάναγκες ἦν τοῖς ἐν | |
5 | συμποσίοις ἅπασιν ᾄδειν μετὰ λύρας· ὅσοι δὲ οὐκ ἠπίσταντο λύρᾳ χρῆσθαι, | |
δάφνης ἢ μυρρίνης κλῶνας λαμβάνοντες ᾖδον. ἐπὶ τοῖς οὖν οὐκ ἐπισταμένοις μέλη πρὸς λύραν ᾄδειν σκολιὰ ἐδόκει· ὅθεν καὶ σκολιὰ ὠνομάσθησαν. τινὲς δὲ οὕτως· οὐ κατὰ τὸ ἑξῆς φασι δίδοσθαι τὴν λύραν, ἀλλ’ ἐναλλάξ. διὰ τὴν σκολιὰν | 20 | |
οὖν καὶ μὴ ἐπ’ εὐθείας τῆς λύρας περιφέρειαν σκολιὰ ἐλέγετο. | 21 |