|
TLG 3002 008 :: PROLEGOMENA DE COMOEDIA :: De choro PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De choro Citation: (Line) | ||
| t | DE CHORO | |
|---|---|---|
| 1 | ὁ κωμικὸς χορὸς συνέστηκεν ἐξ ἀνδρῶν κδʹ· καὶ εἰ μὲν ὡς ἀπὸ τῆς πόλεως ἤρχετο ἐπὶ τὸ θέατρον, διὰ τῆς ἀριστερᾶς ἁψῖδος εἰσῄει, εἰ δὲ ὡς ἀπὸ ἀγροῦ, διὰ | |
| τῆς δεξιᾶς, ἐν τετραγώνῳ σχήματι, ἀφορῶν εἰς τοὺς ὑποκριτάς. ἀναχωρούντων δὲ τῶν ὑποκριτῶν ἑπτάκις ἐστρέφετο ὁ χορός, προσέχων ἐφ’ ἑκάτερα μέρη τοῦ | 19 | |
| 5 | θεάτρου. ἐκαλεῖτο δὲ τῷ γένει τὸ τοιοῦτον ὄρχημα †† τῆς ὀρχήσεως †† παράβασις ὁμωνύμως τῷ γένει· τὸ τρίτον μακρόν, τὸ καὶ πνίγος· τὸ τέταρτον στροφὴ ἢ ᾠδή· τὸ πέμπτον ἐπίρρημα· τὸ ἕκτον ἀντίστροφος ἢ ἀντῳδή· τὸ ἕβδομον | |
| ἀντεπίρρημα. | 20 | |