TLG 3002 005 :: PROLEGOMENA DE COMOEDIA :: De choro PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De choro Citation: (Line) | ||
t | DE CHORO | |
---|---|---|
1 | ὁ χορὸς ὁ κωμικὸς εἰσήγετο ἐν τῇ ὀρχήστρᾳ, τῷ νῦν λεγομένῳ λογείῳ· καὶ ὅτε μὲν πρῶτον πρὸς τοὺς ὑποκριτὰς διελέγετο, πρὸς τὴν σκηνὴν ἀφεώρα, ὅτε δὲ ἀπελθόντων τῶν ὑποκριτῶν τοὺς ἀναπαίστους διεξῄει, πρὸς τὸν δῆμον ἀπε‐ | |
5 | στρέφετο, καὶ τοῦτο ἐκαλεῖτο στροφή· ἦν δὲ τὰ ἰαμβεῖα τετράμετρα. εἶτα τὴν ἀντίστροφον προσᾴδοντες πάλιν τετράμετρα ἐπέλεγον ἴσων στίχων· ἦν δὲ ἐπὶ τὸ πλεῖστον ιϛʹ· ἐκαλεῖτο δὲ ταῦτα ἐπιρρήματα. ἡ δὲ ὅλη πάροδος τοῦ | |
χοροῦ ἐκαλεῖτο παράβασις. Ἀριστοφάνης ἐν Ἱππεῦσιν εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς | 17 | |
10 | ἠνάγκαζεν λέξοντας ἔπη †ἐπὶ† τὸ θέατρον παραβῆναι. | 18 |