TLG 3002 004 :: PROLEGOMENA DE COMOEDIA :: De comoedia PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De comoedia Citation: (Line) | ||
t | ΑΛΛΩΣ ΠΕΡΙ ΚΩΜΩΙΔΙΑΣ | |
---|---|---|
1 | ὅτι ὁ γέλως τῆς κωμῳδίας ἔκ τε λέξεων καὶ πραγμάτων ἔχει τὴν σύστασιν. ἐκ μὲν τῆς λέξεως κατὰ τρόπους ἑπτά. πρῶτον καθ’ ὁμωνυμίαν, ὡς τὸ †δια‐ φορουμένοις† [†διαφορούμενος†], οἷον τὸ ”μέτρον”. δεύτερον δὲ κατὰ συνωνυμίαν, ὡς τὸ ”ἥκω καὶ κατέρχομαι”· ταὐτὸν γάρ ἐστιν. τρίτον κατὰ | |
5 | ἀδολεσχίαν, ὡς ὅταν τις τῷ αὐτῷ ὀνόματι χρήσηται. τέταρτον κατὰ παρωνυ‐ μίαν, ὡς ὅταν τῷ κυρίῳ ἔξωθέν τι ἅπτηται, ὡς τὸ ”μώμαξ καλοῦμαι Μίδας”. πέμπτον κατὰ ὑποκορισμόν, ὡς τὸ ”Σωκρατίδιον”, „Εὐριπίδιον“. ἕκτον κατὰ ἐξαλλαγήν, ὡς τὸ ”ὦ Βδεῦ δέσποτα” ἀντὶ τοῦ “ὦ Ζεῦ”. ἕβδομον κατὰ σχῆμα λέξεως· τοῦτο γίνεται ἢ φωνῇ ἢ τοῖς ὁμογενέσιν. ἐκ δὲ τῶν | 15 |
10 | πραγμάτων κατὰ τρόπους δύο. πρῶτον κατὰ ἀπάτην, ὡς Στρεψιάδης πεισθεὶς ἀληθεῖς εἶναι τοὺς περὶ ψύλλης λόγους. δεύτερον κατὰ ὁμοίωσιν· ἡ δὲ ὁμοίωσις εἰς δύο τέμνεται, ἢ εἰς τὸ βέλτιον, ὡς ὁ Ξανθίας εἰς Ἡρακλέα, | |
ἢ εἰς τὸ χεῖρον, ὡς ὁ Διόνυσος εἰς Ξανθίαν. | 16 |