TLG 3002 003 :: PROLEGOMENA DE COMOEDIA :: De comoedia PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De comoedia Citation: (Line) | ||
t | ΠΕΡΙ ΤΗΣ ΚΩΜΩΙΔΙΑΣ | |
---|---|---|
1 | τῆς κωμῳδίας τὸ μέν ἐστιν ἀρχαῖον, τὸ δὲ νέον, τὸ δὲ μέσον. τῆς δὲ νέας διαφέρει ἡ παλαιὰ κωμῳδία χρόνῳ, διαλέκτῳ, ὕλῃ, μέτρῳ, διασκευῇ. χρόνῳ μὲν καθὸ ἡ μὲν νέα ἐπὶ Ἀλεξάνδρου, ἡ δὲ παλαιὰ ἐπὶ τῶν Πελοπονησιακῶν εἶχε τὴν ἀκμήν. διαλέκτῳ δέ, καθὸ ἡ μὲν | |
5 | νέα τὸ σαφέστερον ἔσχε τῇ νέᾳ κεχρημένη Ἀτθίδι, ἡ δὲ παλαιὰ τὸ δεινὸν καὶ ὑψηλὸν τοῦ λόγου· ἐνίοτε δὲ καὶ ἐπιτηδεύουσι λέξεις τινάς. ὕλῃ δέ, καθὸ ἡ μὲν νέα †† κατὰ τὸ πλεῖστον στρέφεται περὶ τὸ ἰαμβικόν, σπανίως δὲ μέτρον ἕτερον, ἐν δὲ τῇ παλαιᾷ πολυμετρία τὸ | |
10 | σπουδαζόμενον. διασκευῇ δέ, ὅτι ἐν μὲν τῇ νέᾳ χοροῦ οὐκ ἔδει, ἐν ἐκείνῃ δὲ δεῖ. | |
καὶ αὐτὴ δὲ ἡ παλαιὰ ἑαυτῆς διαφέρει. καὶ γὰρ οἱ ἐν Ἀττικῇ πρῶτον συστη‐ σάμενοι τὸ ἐπιτήδευμα τῆς κωμῳδίας—ἦσαν δὲ οἱ περὶ Σαννυρίωνα —καὶ τὰ πρόσωπα εἰσῆγον ἀτάκτως, καὶ μόνος ἦν γέλως | 13 | |
15 | τὸ κατασκευαζόμενον. ἐπιγενόμενος δὲ ὁ Κρατῖνος κατέστησε μὲν πρῶτον τὰ ἐν τῇ κωμῳδίᾳ πρόσωπα μέχρι τριῶν στήσας τὴν ἀταξίαν καὶ τῷ χαρίεντι τῆς κωμῳδίας τὸ ὠφέλιμον προστέθεικε τοὺς κακῶς πράττοντας διαβάλλων καὶ ὥσπερ δημοσίᾳ μάστιγι τῇ κωμῳδίᾳ κολάζων. | |
20 | ἀλλ’ ἔτι μὲν καὶ οὗτος τῆς ἀρχαιότητος μετεῖχε καὶ ἠρέμα πως τῆς ἀταξίας. ὁ μέντοι γε Ἀριστοφάνης μεθοδεύσας τεχνικώτερον τῶν μεθ’ ἑαυτοῦ τὴν κωμῳδίαν ἐνέλαμψεν ἐν ἅπασιν ἐπίσημος ὀφθεὶς οὕτως καὶ οὕτως πᾶσαν κωμῳδίαν ἐμελέτησε. καὶ γὰρ τὸ τούτου δρᾶμα ὁ Πλοῦτος νεωτερίζει κατὰ τὸ | |
25 | πλάσμα· τήν τε γὰρ ὑπόθεσιν ὡς ἀληθῆ ἔχει καὶ χορῶν ἐστέρηται, | 14 |
ὅπερ τῆς νεωτέρας ὑπῆρχε κωμῳδίας. | 15 |