TLG 3002 002 :: PROLEGOMENA DE COMOEDIA :: De comoedia PROLEGOMENA DE COMOEDIA Gramm., Tractatus de comoedia De comoedia Citation: (Line) | ||
t | ΠΕΡΙ ΚΩΜΩΙΔΙΑΣ | |
---|---|---|
1 | τὸ παλαιὸν οἱ ἐν ταῖς κώμαις ἀδικούμενοι παρὰ τῶν πολιτῶν νυκτὸς ἀπήρχοντο παρὰ τὸν δῆμον ἐκεῖνον, ἔνθα ὁ ἀδικήσας ἦν, καὶ ἔλεγον, ὅτι ἔστι τις ἐνταῦθα ποιῶν εἰς τὸν γεωργὸν τάδε. καὶ τοῦτο ποιοῦντες ὑπεχώρουν μὴ ἐπιλέγοντες καὶ τοὔνομα· ὀνομαστὶ γὰρ κωμῳ‐ | |
5 | δεῖν ὁ νόμος οὐ δίδωσιν. μεθ’ ἡμέραν δὲ ὁ δράσας ἐξητάζετο, καὶ οὕτως αἰσχυνόμενος ἀνεστέλλετο τοῦ ἀδικεῖν. ὁρῶντες οὖν οἱ πολῖται τοῦτο χρήσιμον τῇ πόλει καὶ ἀδικίας ἀποτρεπτικὸν ἐκέλευσαν τοὺς ἀδικουμένους ἐπὶ μέσης ἀγορᾶς τοὺς ἀδικήσαντας κωμῳδεῖν. οἱ δὲ δεδιότες αὐτοὺς ὡς πλουσίους πηλὸν χρίοντες καὶ τρύγα ἐπὶ μέσης | |
10 | ἀγορᾶς τοὺς ἀδικοῦντας ἐκωμῴδουν. ἐπεὶ δὲ μεγάλως ἡ πόλις ὠφελεῖτο ἐκ τούτου, ποιητὰς ἔταξαν ἐπὶ τούτῳ κωμῳδεῖν, ὃν ἂν βούλωνται, ἀκωλύτως. ἐπεὶ | |
δὲ ἡ κακία προέκοπτεν, οἱ πλούσιοι καὶ οἱ ἄρχοντες μὴ βουλόμενοι κωμῳδεῖσθαι τὸ μὲν φανερῶς κωμῳδεῖν ἐκώλυσαν, ἐκέλευσαν δὲ αἰνιγματωδῶς. εἶτα δὴ καὶ τοῦτο ἐκώλυσαν, καὶ εἰς | 11 | |
15 | ξένους μὲν καὶ πτωχοὺς ἔσκωπτον, εἰς δὲ πλουσίους καὶ ἐνδόξους οὐκέτι. γέγονε δὲ τῆς μὲν πρώτης κωμῳδίας ἄριστος τεχνίτης οὗτος ὁ Ἀριστοφάνης καὶ Εὔπολις, τῆς δὲ δευτέρας Πλάτων, τῆς δὲ τρίτης Μένανδρος. κωμῳδία οὖν ἢ ὅτι ἀπὸ κωμῶν συναγόμενοι ᾖδον ταῦτα ἢ ὅτι ἐν καιρῷ κώματος ᾖδον· ἔστι δὲ ταύτην εἰπεῖν καὶ | |
20 | τραγῳδίαν, οἱονεὶ τρυγῳδίαν τινὰ οὖσαν, ὅτι τρύγα χριόμενοι ἐκωμῴδουν. καὶ τῆς μὲν τραγῳδίας σκοπὸς τὸ εἰς θρῆνον κινῆσαι τοὺς ἀκροατάς, τῆς δὲ κω‐ μῳδίας τὸ εἰς γέλωτα. διό φασιν· ἡ μὲν τραγῳδία λύει τὸν βίον, ἡ δὲ | |
κωμῳδία συνίστησιν. | 12 |