TLG 2995 003 :: ORUS :: Orthographia (περὶ τῆς ι ἀνεκφωνήτου) (olim sub titulo Lexicon Messanense) (fragmenta e cod. S. Salvatore 118) ORUS Gramm., ὁ μέλας Orthographia (περὶ τῆς ι ἀνεκφωνήτου) (olim sub titulo Lexicon Messanense) (fragmenta e cod. S. Salvatore 118) Source: Rabe, H. (ed.), “Lexicon Messanense de iota ascripto” [Rheinisches Museum 47] 1892: 405–413. Citation: Folio r %9 v — (line) | ||||
280v | Μινῷος σὺν τῷ ι, καὶ Μίνῳα τὸ παρεσχηματι‐ σμένον, ᾧ συνεξέδραμε καὶ τὸ μονογενὲς ὄνομα Μίνῳα ἡ νῆσσος, κτητικοῦ γὰρ τύπου. σημειωτέον δέ, ὅτι προπαροξύνεσθαι αἰτεῖ | |||
5 | ἡ συστολὴ τοῦ α. Εὔπολις Ἀστρατεύτοις ‘ὡς ἦρξε περὶ Μίνῳαν αὐτὸς οὑτοσί‘ καὶ Ἀλκαῖος Πασιφάῃ ‘Μίνῳαν ἀλλ’ οἴμωζε σαυτὸν περι‐ θέμενοσ‘. τῇ γὰρ συστολῇ ταύτῃ ἀκολου‐ θήσει καὶ τὸ προπαροξύνεσθαι. μονῳδεῖν | |||
---|---|---|---|---|
10 | σὺν τῷ ι. Ἀριστοφάνης ‘εἶτα μονῳδεῖν ἐκ Μηδείας καὶ τἀξ αὐτοῦ‘. Κρατῖνος Ὥραις ‘βούλει μονῳδήσωμεν αὐτοῖς ἕν γέ τι;‘ καὶ πάλιν ‘οὐ‐ κ ἂν μονῳδήσειεν ἐκπεπληγμένοσ‘. μονῳ‐ | |||
δία σὺν τῷ ι, ἡ ἀπὸ σκηνῆς ᾠδὴ ἐν τοῖς | 405 | |||
15 | δράμασι, καὶ μονῳδεῖν τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ σκηνῆς ᾠδαὶ ἐν τῇ τραγῳδίᾳ θρῆνοί εἰσιν. ἐκαλοῦντο δὲ ἀπὸ σκηνῆς αἱ τῶν ὑποκριτῶν. Κρατῖνος Ὥραις. Μουνυχίασιν οὐκ ἔχει τὸ ι· προ‐ | |||
20 | είρηται δὲ περὶ τῶν τοιούτων. Μυρτῷον πέλαγος σὺν τῷ ι. Κρατῖνος Πυτίνῃ. | |||
ἀρχὴ τοῦ ν στοιχείου | νᾷ σὺν τῷ ι μιᾷ συλλαβῇ. Σοφοκλῆς | |||
281r | Ἀθάμαντ[ι] ‘οἴνῳ γὰρ ἡμῖν Ἀχελῷοι ἄρα νᾷ‘. νεοσφ[ά]δ[ᾳστο]ν σὺν τῷ ι, καθὰ καὶ τὸ σφαδᾴ[ζ]ω. Σοφοκλῆς Κόλχοις. νεῷ σὺν τῷ ι, ἡ ἑνικὴ δοτική. Θεόπομπός φησιν ‘ὁ δὲ | |||
5 | ταῦρός ἐσ[τ]ιν ἀγόμενος πρὸς τῷ νεῷ‘. καὶ πληθυντικὴ εὐθεῖα, ὡς οἱ Μενέλεῳ. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ‘εἰσὶ ταῖς πό‐ λεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν‘. καὶ τοῖς νεῷς ἔχει τὸ ι κατὰ δοτικὴν πληθυντικήν. | |||
10 | Πλάτων Νίκαις. Νηρῇδες σὺν τῷ ι ὡς Βρισῇδες Ἐρεχθῇδες Καδμῇδες Οἰνῇδες Χρυσῇδες· συναιροῦντες γὰρ ἔλεγον Ἀττικοί· Νικοχάρης Γαλατείᾳ καὶ Εὐριπίδης πολλάκις. ἐπὶ δὲ τῆς εὐθείας | |||
15 | ἑνικῆς Μένανδρος ‘Νηρῄς τις ἐπὶ δελφῖνοσ‘. νικῴη σὺν τῷ ι. Νικόμαχος Οἰδίποδι ‘ὅτι μὲν λῷστον, τόδε νικῴη‘. καὶ νικῶ δὲ χωρὶς τοῦ ι· τὸ εὐκτικὸν ἔχει τὸ ι. Κρατῖνος | |||
Διονύσοις ‘νικῶ μὲν ὁ τῇδε ποδὶ λέγω | 406 | |||
20 | τὸν λῷστον‘. νώ χωρὶς τοῦ ι, ἡ εὐθεῖα χωρὶς ὁμοίως τῇ αἰτιατικῇ· ὡς καὶ τὸ σφώ· ἀποκοπὴ γάρ ἐστιν, ἢ ὡς τινὲς διαφορὰ θέματος. Εὔπολις Μαρικᾷ ‘πεύσεσθε, νὼ γὰρ ἄνδρες οὔθ’ ἱππεύομεν‘· καὶ ἐπὶ αἰτι‐ | |||
25 | ατικῆς ὁ αὐτὸς ἐν Φίλοις. νῷν ἔχει τὸ ι | |||
281v | ὡς καὶ τὸ σφῷν· ἐν συναιρέσει [ ]αγυνε Ἀτ‐ τικῶς, καὶ ἴσως τὸ χαρακτηριστικὸν τῆς δοτικῆς ἔχει τὸ ι. Σοφοκλῆς Ἰοβάτῃ ‘κα[ὶ] νῷν τι σῆμα λαμπρὸν ἐνδεῖξαι βίου‘. ὁ μέν‐ | |||
5 | τοι ποιητὴς τῷ μετὰ τοῦ ν ἀεὶ δ[ι]συλλάβως | |||
ἀρχὴ τοῦ ξ στοιχείου | ἐχρήσατο. ξῆναι ὁ ἀόριστος ἀπὸ τοῦ ξαίνω οὐκ ἔχει τὸ ι, ὥσπερ οὐδὲ τὸ θερμῆναι ἰῆναι σημῆναι· προείρηται δέ. ξυνῇ σὺν τῷ ι, τὸ κοινῇ. ξυνῄρει σὺν τῷ ι, ἀντὶ τοῦ | |||
10 | διεφθείρετο. Θουκυδίδης [Β] ‘ἀλλὰ πάντα ξυνῄρει‘. ξυνῳδός σὺν τῷ ι. [Κ]αλλίας Πεδήταις ‘ἴσως ξυνῳδὸς τῷ χρόνῳ γενήσεται τῆς δὴ γὰρ ἀγαθὸν χρῆμα καὶ | |||
ἀρχὴ τοῦ ο στοιχείου | ξυνῳδικόν‘. ὄληαι Τυραννίων προ‐ | |||
15 | περισπᾷ, καὶ δῆλον ὅτι τὸ ι προσγράφει οἰόμενος παρέλκειν τὴν αι· οὕτως καὶ | |||
ἐπὶ τοῦ ‘πρώτη ἐπαύρηαι‘ καὶ ‘ἀφίκηαι‘. ἔστιν δὲ μέσος β ἀόριστος καὶ οὐ προπερι‐ σπᾶται οὐδὲ προσγράφεται τὸ ι. τὸ μέν‐ | 407 | |||
20 | τοι ὄρηαι ἐκ τοῦ ὄρεαι γέγονεν ἐνεστῶτος ὡς ἀπὸ α συζυγίας κατ’ ἔκτασιν, ὡς δίζηαι δίζεαι λέγουσιν οἱ Ἴωνες, καὶ ὄ‐ ρηαι ὡς ἀπὸ α συζυγίας. Ὀλυμπίασι ἄνευ τοῦ ι, ἐπεὶ καὶ Ὀλυμπίαζε καὶ Ὀ‐ | |||
25 | λυμπίαθεν. ὁμαρτῇ Ἀρίσταρχος ἄ‐ νευ τοῦ ι γράφει καὶ ὀξύνει ὡς ἀπὸ τοῦ | |||
282r | ὁμαρ[τήδην ἀποκεκομμέ]νον. οὐκ ἐπείσθη δὲ ἡ[παράδοσις λήγουσα] εἰς τὸ ι. ὀξύπρῳ‐ ρος σὺν [τῷ ι ὀξυ]πρ[ῴ]ρῳ ὀξυκέ‐ ρωτι. Ἀχα[ιὸς ὅπ]ῃ καὶ πῇ σὺν τῷ ι, | |||
5 | ὡς προείρη[ται.] ὁπότερα ἀντὶ τοῦ ὁποτέρως [χωρὶς τοῦ ι] βραχυνομένου τοῦ α ὡς πότερα, [ἐκτεινο]μένου δὲ ἕξει τὸ ι ἔχον καὶ ἐπιρρημ[ατικήν τιν]α τάξιν. ὀπίσω οὐ‐ κ ἔχει τὸ [ι. ἔστι δ’] ἴσως ἀπὸ τῆς ἐπί προθέσεως. | |||
10 | ὀρεσκ[ῷος σὺν] τῷ ι ὡς πατρῷος καὶ τῷ τ[ ]αὶ οὐδ’ ὅτι σύνθετόν ἐστιν ἀ‐ ναπέ[μπει] τὴν προσῳδίαν κατεχομένην ὑπὸ [τῆ]ς γραφῆς· ὅτε γοῦν γίνεται ὀ‐ ρέσκοος ὡς παρ’ Ἀρχιλόχῳ, καὶ προπαροξύνεται. | 408 | ||
15 | ὄρηαι χωρὶς τοῦ ι· ἐκ γὰρ τοῦ ὄρεαι γέγονεν ἐνεστῶτος ὡς ἀπὸ α συζυγίας, ὡς προείρηται. ὁρῴην σὺν τῷ ι ὡς βιῴην. οὐδαμῇ σὺν τῷ ι ὡς μηδαμῇ. Πλάτων ἐν τῷ περὶ ψυχῆς. τὸ δὲ οὐδαμά | |||
20 | χωρὶς αὐτοῦ. παλινῳδικοὶ ὕμνοι σὺν τῷ ι. Κρατῖνος Πανόπταις. παμφαί‐ νῃσι σὺν τῷ ι, καὶ τὸ ἔχῃσι φεύγῃσι, εἴτε ἐπὶ ὁριστικοῦ εἴτε ἐπὶ ὑποτακτικοῦ εἶεν· παρέλκει γὰρ ἡ σι. πάντῃ σὺν | ἀρχὴ τοῦ π στοιχείου | ||
25 | τῷ ι καὶ πανσυδίῃ· ὀνοματικὰ γάρ. οὕτως καὶ τὸ πανστρατιᾷ καὶ πανολεθρίᾳ. | |||
282v | πατρῷος [σὺν τῷ ι, ὡς προείρηται, καὶ] παππῷος [] παρατραγ[ῳδεῖν σὺν τῷ ι Σ]τ[ρ]άττις Φοινίσσαις. [καὶ παρατραγῳδῆσαι] ‘παρατραγῳ‐ | |||
5 | δῆσαι τί μοι ἐκ[ . ‘παρ]ανεῳ‐ γμένης τῆς θύρ[ασ‘ σὺν τῷ ι.] Ἀριστοφάνης | |||
Λημνίαις. παρ[ῆας χωρὶς τοῦ ι ]ὸ φ ‘μάχῃ δ’ ἔτι καὶ σὺ παρῆασ‘· ἐπὶ [τινῶν δὲ παρ]ῆσθα ἐστίν καὶ ἔστιν ἐνεστῶτος [ ] γὰρ φήτ | 409 | |||
10 | ἀργήλιος ἀπὸ τοῦ φη[ χρ]ῄζω σὺν τῷ ι ἐπὶ τοῦ δεο[μένου ] γὰρ εἴ‐ ρηται, παρ’ ὃ καὶ ἡ χρ[ῆσις ] ἡ δέ‐ ησις. Ἡρόδοτος Γ. χρησμῳδό[ς σ]ὺν τῷ ι. Σοφοκλῆς Ταντάλῳ ‘Ἑρμῆς ἐδήλου | |||
15 | τήνδε χρησμῳδὸν φάτιν‘. παρ’ ὃ καὶ ὁ χρηισμοδέληρος ἐν Σοφιστῇ Πλά‐ τωνος καὶ χρησμῳδία. Εὐριπίδης Δανάῃ. καὶ χρησμῳδῷ καὶ χρησμῳ‐ δοίη. Δημοσθένης ἐν τῷ περὶ συμμοριῶν. | |||
20 | χρῴζω σὺν τῷ ι ὡς πλῴζω. Εὐριπίδης Μηδείᾳ. χρῴμην χρῷο χρῷτο σὺν τῷ ι· εὐκτικὸν γάρ. Πλάτων Γοργίᾳ ‘οὐκ ἂν ἔχοις ὅτι χρῷο‘. χρῷ σὺν τῷ ι ἡ δοτικὴ ἀπὸ τῇς χρώς εὐθείας παρ’ Ἀττικοῖς. Σοφοκλῆς Αἴαντι | |||
25 | Μαστιγοφόρῳ ‘ξυρεῖ γὰρ ἐν χρῷ‘. χᾠ ξυγ‐ γενεῖς χᾠ ξυμπόται χᾠ φυλέται σὺν | 410 | ||
283r | τῷ ι αἱ[ ]τ ῶιται βα οὕτ[ω γὰρ λέ‐] γουσι τὸ μὲν ἓν ι [ἐκθλί]βοντες, [κρᾶσιν οαʹ] δὲ ποιο[ῦντες τοῦ αο] εἰς ω καὶ [προσγρά‐] φοντες τὸ δε[ύτερον ι, τ]ρέποντες κ[αὶ τὸ] | |||
5 | κ ἀναγκαίως εἰς τὸ [χ. ‘χ]ᾠ τυμπανι[σμοὶ] χᾠ πυκνοὶ σα[β]άζιοι‘. ἀρχὴ τοῦ ψ [στοιχείου] ψᾷστον σὺν τῷ [ι], πλακοῦς ποιὸς δια[] Ἀριστοφάνης Π[λο]ύτῳ. καὶ Θέων δὲ ἐν τῷ περὶ τῆς κ[ατὰ] διάλεκτον προσῳδίας | |||
10 | φησί ‘ψᾷστον. ἐκτείνουσι τὸ α, ὡς Εὐφρόνιος ὁ γραμματικὸς ἐν ὑπομνήματι Πλούτου Ἀριστοφάνους. καὶ ἴσως ἐστὶ τὸ ψᾷστον παρὰ τὸ ψῇστον· γράφεται δὲ σὺν τῷ ι‘. τὰ αὐτὰ δὲ καὶ Σέλευκος λέγει. ψεύσῃ σὺν τῷ ι, | |||
15 | τὸ ὑποτακτικόν. Ἕρμιππος Ἀγαμέμνονι ‘κάτειπε πόθεν εἰ μηδέ 〈τι〉 ψεύσῃ μάτην‘. ψῇ σὺν τῷ ι. Σοφοκλῆς Τραχινίαις ‘καὶ ψῇ κατ’ ἄκρασ‘. ψηλαφᾷ σὺν τῷ ι. Σοφοκλῆς Διονυσίσκῳ ‘ὅταν γὰρ αὐτῷ προσφέρω βρῶσιν | |||
20 | διδοὺς τὴν ῥῖνά μ’ εὐθὺς ψηλαφᾷ κἄνω φέ‐ | |||
ρει τὴν χεῖρα πρὸς φαλακρὸν ἡδὺ διαγελῶν‘. | ἀρχὴ τοῦ ω στοιχείου | |||
ᾤα σὺν τῷ ι, τὸ κράσπεδον τοῦ ἱματίου. Ἀ‐ ριστοφάνης Δαιταλεῦσιν. δηλοῖ δὲ καὶ μηλωτήν, διφθέραν. Φερεκράτης Ἰπνῷ. καὶ ἴσως ἀ‐ | 411 | |||
25 | πὸ τῶν προβατίων δερμάτων προσραπτομένων τοῖς ἐργατικοῖς ἱματίοις. ἔστιν οὖν οἰέα | |||
283v | []στορα[ καὶ συνα]λοιφῇ [ᾤα. ἔστι δὲ] καὶ διὰ μόνου τοῦ ο, ἡ [ὄα. Αἰσχύλος] Ψυχοστασίᾳ. ᾠαί σὺν τῷ ι, [εἴτε π]αρὰ τὸ ᾦἆ εἴτε παρὰ τὸ ὠαιαί. | |||
5 | [ᾠδή] σὺν τῷ ι, παρ’ ὃ καὶ τὸ ᾠδεῖον. Εὔπολις [ἐν Χρ]υσῷ γένει. καὶ ᾠδικός. Ἀριστοφάνης Γήρᾳ. καὶ ᾠδικῶς. Πλάτων Ξάνταις. καὶ ᾠδός, ἀλεκτρυών. ὁ αὐτὸς Φάωνι ‘τὸν ἀλεκτρυό‐ να τὸν ᾠδὸν ἀποπνίξασά μου‘. ᾤδησεν ἔχει τὸ | |||
10 | ι. τινὲς καὶ παρὰ τῷ ποιητῇ ‘ᾤδεε δὲ χρόα πάντα‘ ἀντὶ τοῦ ᾠδήκει. ἄμεινον δ’ ἐστίν. ὠδώδει χ[ω]ρὶς τοῦ [ι]. ᾠζυρέ σὺν τῷ ι· ὁ γὰρ οἰζυρός ἔγκειται. καὶ ᾠζ[υ]ροί ὁμοίως. ᾤκουν σὺν τῷ ι καὶ ᾠκισάμην· οἰκῶ γὰρ καὶ οἰ[κίζ]ω | |||
15 | ὁ ἐν[εσ]τώς. ᾠκοδόμησα σὺν τῷ ι, ὁμοίως καὶ ᾠκοδομήσατο καὶ ᾠκοδομημένος ᾠκοδόμη[τ]αι καὶ ᾠκοδόμησας. ᾠκούρεις σὺν τῷ ι, καὶ ᾠκούρηκεν, ἀπὸ τ[οῦ] οἰκουρῶ. ᾠκτείρηται σὺν τῷ ι ὁμοίως· οἰκτείρω γάρ. | 412 | ||
20 | ᾠκτίζοντο σὺν τῷ ι· οἰκτίζω γάρ. Θουκυδίδης Β. ᾤμην σὺν [τ]ῷ [ι· ᾤ]μην [γ]ὰρ ἦν ἀπὸ τοῦ οἴομαι. ᾠμωγμένον σὺν τῷ ι· οἰμώζω γάρ. Εὐριπίδης Βάκχαις. [καὶ ᾦ]μοι· [π]αρ[ὰ γὰρ] τὸ οἴμοι. τὸ δὲ ὦμοι, [ὃ γίνεται ἀπὸ τοῦ ὦ, ] οὐκ ἔχει· οὐδ[ὲ] γὰρ οἰμωκτι‐ | |||
25 | κὸν ἐν[ ]ὦμοι [ἀ]λλ[ὰ] ἠθικῶ[ς] κεῖται τὸ μοι | 413 |