TLG 2995 002 :: ORUS :: Vocum Atticarum collectio (fragmenta ap. alios auctores et in aliis Ori scriptis) ORUS Gramm., ὁ μέλας Vocum Atticarum collectio (fragmenta ap. alios auctores et in aliis Ori scriptis) Citation: Fragment — (line) | ||
1 | ἀγαπησμός· ἀγαπησμὸν λέγουσιν καὶ ἀγάπησιν τὴν φιλοφροσύνην. Συναριστώσαις Μένανδρος (fr. 387)· „καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν.“ | |
2 | ἀδαξῆσαι· τὸ κνῆσαι, οὐκ ἐν τῷ 〈ο〉 ὀδαξῆσαι. | |
3 | ἀδώνια· συνεσταλμένως· „Ἀδώνι’ ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν“. Φερεκράτης (fr. 170). καλοῦσι δὲ καὶ τὸ εἴδωλον τὸ τοῦ Ἀδώνιδος | |
οὕτως, Ἀδώνιον. | 194 | |
4a | ἀθηναίας· ... οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν (Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται), ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. {πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ | |
5 | τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι} καὶ Δίφιλος ἐν Ἀμάστριδι (fr. 10), καὶ Ἴων (Epidemiae fr. 1 Blumenthal = FGrHist 392f11) δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησὶ καὶ Πίνδαρος ἐν † σχολίοις † (ad fr. 124a4 rettulit Snell, cf. Ind. Fontium. p. 226; oblocutus erat Reitzenstein). ὁ μέντοι | |
---|---|---|
10 | Φρύνιχος (P.S. fr. 8) ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν 〈καὶ〉 θαυμάζει, πῶς ὁ Φερεκράτης (fr. 34) ἀττικώτατος ὢν χρῆται τῇ λέξει. | |
4b | ... ἡ δὲ θεὸς Ἀθηναία λέγεται μονογενῶς. λέγεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερυγίῳ (fr. 66)· „νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας | |
5 | καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.“ Δίδυμος (P. 351 Schm.) δέ φησιν ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς. ὁ δὲ Φρύνιχος (P.S. fr. 8) ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν καὶ θαυμάζει, πῶς ὁ Φερεκράτης (fr. 34) ἀττικώτατος ὢν χρῆται. ἀστὰς δὲ τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας, ἀλλ’ | |
10 | ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. κτλ. | 195 |
5 | ἀθρόους· καὶ ἄθρους λέγουσι δισυλλάβως. | 196 |
6 | αἱμορρυγχία· Δώριόν ἐστι τοὔνομα, πλὴν καὶ ὁ Ἀττικὸς Ἕρμιππος (fr. 80) ἐχρήσατο τῇ φωνῇ εἰπών· „ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποιήσω.“ | |
5 | σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος (P.S. fr. 11) μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν. | |
7 | ἀκολουθεῖν μετ’ αὐτοῦ· οὕτω συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ. καὶ γὰρ Λυσίας (fr. xxv, 20 Th.) οὕτω κέχρηται καὶ Πλάτων (Menex. 249d), ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (823) „ἕπου“ φησὶ „μετ’ ἐμοῦ, παιδάριον“. καὶ Μένανδρος (in clausula | |
5 | solemni: Sch2.Aristid. p. 301 Dind. = fr. 616 Kock, Epitr. fr. 11 Koerte; Dysc. 969, Sicyon. 423 Kassel)· „νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί“, κἀν τῇ Παρακαταθήκῃ (fr. 330)· „συνακολούθει μεθ’ ἡμῶν“ | |
10 | φησίν. | 197 |
8 | ἀλοάσαντα· ἐν τῷ α Φερεκράτης Ἰπνῷ (fr. 65)· „ὑποζυγίοις ἀλοάσαντ’ εὐθὺς ἐκποιῆσαι“. τὸ δὲ συγκόψαι πληγαῖς ἀλοῆσαι ἐν τῷ η. | |
9 | ἀμελία καὶ ἀμέλεια· ἀμφότερα Ἑλληνικά. καὶ γὰρ καὶ διὰ τοῦ ι | |
γράφεται καὶ διὰ τῆς ει διφθόγγου. | 198 | |
10 | ἀμφιάραος καὶ Ἀμφιάρεως· ἑκατέρως λέγουσιν· „ὦ δέσποτ’ Ἀμφιάραε πολυτίμητ’ ἄναξ.“ (Ar. fr. suppl. dub. 60 Demianczuk = fr. dub. 898b Edmonds.) | |
11 | ἀναβάλλεσθαι τὸ ἱμάτιον· οὐ περιβάλλεσθαι λέγουσιν. | |
12 | ἀνάβηθι καὶ ἀνάβα· ἑκατέρως. καὶ κατάβηθι καὶ 〈κατάβα, καὶ〉 | |
ἀνάστηθι καὶ ἀνάστα, καὶ ἀνίστω καὶ ἀνίστασο, καὶ τὰ ὅμοια. | 199 | |
13 | ἀνάδοχον· οὐκ ἀναδοχέα λέγουσιν. Μένανδρος Χήρᾳ (fr. 449)· „πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων.“ | |
14 | ἀνακοινώσασθαι καὶ ἀνακοινῶσαι· ἄμφω λέγουσι. Ξενοφῶν δὲ καὶ ἀνεξυνοῦτο εἴρηκε ἐν ταῖς Ἑλληνικαῖς (Hell. 1, 1, 30). | |
15 | ἀνακραγγάνειν λέγουσιν, οὐκ ἀνακραυγάζειν, καὶ ἀνέκραγε. καὶ παρὰ Μενάνδρῳ (fr. 728)· | |
„ἤκουσα τῶν ἐκκραγγανομένων.“ | 200 | |
16 | ἀναλίσκειν καὶ ἀναλοῦν· ἑκατέρως. Ἀριστοφάνης Πλούτῳ (247 sq.)· „χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἄλλος πάλιν τ’ ἀναλῶν, ἡνίκ’ ἂν τούτου δέῃ.“ Δαιταλεῦσιν (fr. 220)· | |
5 | „εἰς τὰς τριήρεις δεῖ μ’ ἀναλοῦν ταῦτα καὶ τὰ τείχη.“ ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η ἀδιαφόρως, οἷον ἀνήλισκον καὶ ἀνάλισκον. καὶ αὖθις (Ar. fr. 220, 2 Edm., cf. Bergk. ap. Meineke, fr. Com. Graec., ii 2 p. 1040)· „εἰς οἷα ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα“. | |
17 | ἀναπίπτειν· τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖς παλαιοῖς. | 201 |
18 | ἀναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουσι, καὶ ἀνάσιλλον τὸ αὐτό. | |
19 | ἀνεβίωσα καὶ ἀνεβίωσε καὶ ἀνεβίω, καὶ ἀναβιώσκεται καὶ ἀναβιώ‐ σκει μᾶλλον ἢ ἀναβιοῖ. λέγουσι δὲ καὶ ἀναζῆν. | |
20 | ἀνέκραγεν· οὐκ ἀνεκραύγασκε. καὶ ἀνακραγεῖν καὶ πάντα τὰ ὅμοια | |
οὕτως. | 202 | |
21 | ἄννηττον· τὸ ἄνησον ἐν τοῖς δύο νν καὶ ἐν τοῖς δύο ττ. | |
22 | ἀνοίγει καὶ ἀνοίγνυσι· διχῶς. | |
23 | ἀνορωρυγμένον, οὐχὶ ἀνωρυγμένον λέγουσιν. Μένανδρος Ὑδρίᾳ (fr. 403)· „εὐθὺς † καταχρήσασθαι τὸν † ἀνορωρυγμένην | |
ταύτην ἰδών“. | 203 | |
24 | ἀντάλλαγον· καλοῦσι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον. Μένανδρος Κανηφόρῳ (fr. 220)· „ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα ἀντάλλαγον.“ | |
5 | Χήρᾳ (fr. 446)· „ἑκοῦσα ἡ ἀδελφὴ ποιήσει τούτοις οἱ ἀντάλλαγος τέξεις ὁ τούτῳ διδομένην.“ καὶ ἐν Ἁλιεῖ (fr. 16)· „ἐκλελάκτικεν | |
10 | ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλ’ ἀντάλλαγος.“ | |
25 | ἀξιόπιστος· οὐχὶ ὁ κατάπλαστος λέγεται ὑπὸ τῶν παλαιῶν καὶ τερα‐ τείᾳ χρώμενος, ἀλλ’ ὁ πιστὸς καὶ δόκιμος καὶ ἀξιόχρεως. | |
26 | ἀξιόχρεων· ἐν τῷ ω λέγουσι, καὶ λειπόνεων. καὶ τὰ οὐδέτερα οἱ | |
{γὰρ} παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον βάρβαρον. | 204 | |
27 | ἀπαντᾶν καὶ συναντᾶν, λέγουσι ἑκατέρως. | |
28 | ἀπέρρωγεν· οὐκ ἀπέρρηκται. καὶ ἀπερρώγει, καὶ σὺν τῷ ν ἀπερρώ‐ γειν τὸ τρίτον πρόσωπον· „κᾆτ’ ἀπερρώγειν ὁ πούσ“ | |
(fr. com. adesp. 709). | 205 | |
29 | ἀπεσταλμένην καὶ πεπεμμένην, ἑκατέρως λέγουσιν. | |
30 | ἀπηλιώτης· ἐν τῷ π, καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἔπηλίς ἐστι παρὰ Ποσειδίππῳ (fr. 41). | |
31 | ἀποδακρύσας· οὐ σημαίνει τὸ δακρῦσαι, ἀλλὰ τὸ παύσασθαι δακρύ‐ | |
οντα, ὡς τὸ ἀπολοφύρεσθαι καὶ τὰ ὅμοια. | 206 | |
32 | ἀποδεῖξαι· οὐ παραδεῖξαι. „ὅμως δ’ ἀπόδειξον ταῦτα τῇ γυναικὶ καί“ Περικειρομένῃ Μένανδρος (fr. 2 Kö.) | |
33 | ἀποκείρασθαι καὶ κείρασθαι, ἑκατέρως λέγουσιν. | |
34 | ἀποκρινεῖται λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος κανη‐ φόρῳ (fr. 221)· „ὃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.“ Ὑποβολιμαίῳ (fr. 426)· | |
5 | „ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λαλεῖν.“ | 207 |
35 | ἀποκτίννυσι λέγουσι μᾶλλον ἢ ἀποκτιννύει. Κρατῖνος Βουκόλοις (fr. 17)· „καὶ πρὸς τὸν οὐρανὸν σκια‐ μαχῶν ἀπο‐ | |
5 | κτίννυσι ταῖς ἀπειλαῖς.“ καὶ ἀπεκτόνασιν, οὐκ ἀπεκτάγκασιν. 〈***〉 Μισουμένῳ (Misum. fr. 13 Koe. = 9 Sandbach)· „πάτερ μὲν Θράσωνι, ἀπεκτόνασι δ’ οὔ.“ | |
36 | ἀπολλύειν καὶ ἀπολλύναι, διττῶς λέγουσι. καὶ ἀποδεικνύναι καὶ | |
ἀποδεικνύειν, καὶ πάντα τὰ ὅμοια. | 208 | |
37 | ἀπονίψασθαι μετὰ τὸ δεῖπνον ἔλεγον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρός. | |
38 | ἀπονυχίσαι μᾶλλον λέγουσιν ἢ ὀνυχίσαι. | |
39 | ἀπόπατον καὶ κοπρῶνα λέγουσιν. ὁ δὲ ἀφεδρὼν καὶ λυτρὼν | |
βάρβαρα. | 209 | |
40 | ἀποσκοπεῖσθαι λέγουσιν, οὐ σκοπεύειν. | |
41 | ἀράκους· τὰ ὄσπρια, διὰ τοῦ κ, καὶ οὐχὶ διὰ τοῦ χ. | |
42 | ἀργυροῦν καὶ χρυσοῦν· τὸ δὲ ἀργύρεον καὶ χρύσεον Ἰακά, τὸ δὲ χρύσειον κτητικόν. Θουκυδίδης αʹ (immo 4, 105, 1)· „χρῆσίν τ’ ἔχει τῶν χρυσείων μετάλλων“, ὥσπερ καὶ ἀργύρεια λέγεται δευτέρᾳ (2,55,1)· | |
„μέχρι Λαυρίου, οὗ τἀργύρεια μέταλλά ἐστιν Ἀθηναίοις.“ | 210 | |
43 | ἀροῦν, οὐκ ἀροτριᾶν λέγουσιν. | |
44 | ἀρραβών· ἐν τοῖς δύο ρ λεκτέον. | |
45 | ἀρρωδεῖν· τὸ δεδοικέναι. καὶ διὰ τοῦ ο. μᾶλλον δὲ τοῦτο Ἑλληνικόν. | 211 |
46 | ἀρχῆθεν· οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρ’ Αἰσχύλῳ (fr. 416 n.2). παρ’ Ἡροδότῳ (e.g. 7, 104, 1) δὲ ἔστι καὶ τοῖς Ἴωσιν. | |
47 | ἀρχιέρεων· οὐκ ἀρχιερέα. Πλάτων ἑνδεκάτῳ Νόμων (947a)· ὀξεῖαν μέσην συλλαβήν. | |
48 | ἀσκαλαβώτην· οὐχὶ καλαβώτην λέγουσι, μᾶλλον δὲ γαλεώτην. Μέ‐ νανδρος (fr. 163)· | |
„οὑτοσὶ δὲ γαλεώτης γέρων.“ | 212 | |
49 | ἀσταφίδα καὶ ὀσταφίδα· οἱ Ἀττικοὶ ἑκατέρως. Νικοφῶν ἐν Χειρο‐ γάστορσιν (fr. 21) ὀσταφίδα εἴρηκεν. | |
50 | ἀστεῖος καὶ ἀστικός, διττῶς. Μένανδρος (fr. 868 kock) „προποιήσεις ἀστικὸν σαυτὸν πάλιν“. Ἀλκαῖος Πασιφάῃ (fr. 26)· | |
„νῦν οὖν γένοιτ’ ἀστεῖος, οἰκῶν ἐν πόλει.“ | 213 | |
51 | ἄστυ, ἄστεος· οὐκέτι δὲ ἀνάλογον ἥμισυ, ἡμίσεος, ἀλλὰ καὶ ἡμίσεως. | |
52 | ἀσφάλεια μὲν καὶ ἀσφαλὲς Ἑλληνικά, τὸ δὲ ἀσφαλίζεσθαι βάρ‐ | |
βαρον. | 214 | |
53 | ἀτεράμονες· οὐχὶ ἀτέραμνοι, καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέρα‐ μνος· καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν (181)· „ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι“. | |
54 | ἄττιν, οὐχ Ἄττι〈δ〉α. Δημοσθένης (18,260)· „κατάρχεις τοῖς Σάβοις· Ἄττις Ὕις, Ἄττισ“. Θεόπομπος Καπήλισι (fr. 27)· „κολάσομαι γ’ ἔσω καὶ τὸν σὸν Ἄττιν.“ | |
55 | αὖτις καὶ αὖθις· ἑκατέρως λέγουσιν. | 215 |
56 | βαστάσαι· οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. | |
57 | βλάβη καὶ βλάβος, 〈***〉 | |
58 | γραμματεῖον· οὐ τὸ μικρὸν βιβλίον λέγεται, ἀλλ’ ἡ μικρὰ δέλτος. | 216 |
59 | διῳκίζετο | |
60 | δόρυξος οὐδεὶς λέγει Ἑλλήνων, ἀλλὰ δορυξόος καὶ κατὰ συγκοπὴν δορυξός. | |
61 | ἐν χρῷ | 217 |
62 | ἔξειμι, οὐκ ἐξελεύσομαι λέγουσιν Ἀττικοί. | |
63 | ἐξεπίτηδες καὶ ἐπίτηδες· ἑκατέρως λέγουσιν Ἀττικοί, ἀντὶ τοῦ μάτην, ἐξ ἀνάγκης, ἀργῶς. „οὐκ ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησι δικαστάσ“ | |
5 | (Ar. Plut. 916 sq.). | 218 |
64 | ἐπίδοσιν μὲν οἱ Ἀττικοὶ λέγουσιν, ἡ δὲ προκοπὴ παρ’ οὐδενὶ τῶν Ἑλλήνων. | |
65 | ἑσπέραν λέγουσιν τὴν τοῦ ἡλίου δύσιν· καὶ ἀφ’ ἑσπέρας, οὐκ ἀφ’ ἑσπέρου. | |
66 | ἐς τάχος γράφει· οὕτω λέγεται Ἀττικῶς, καὶ ἐς κάλλος γράφει | |
καὶ ἐς τάχος παίει, ἀλλ’ οὐ καλλιγραφεῖ. | 219 | |
67 | ἑστήξει· τὸ μέλλον λέγουσι· καὶ ἑστήξε〈ισ〉· καὶ τὰ ὅμοια οὕτως. | |
68 | ἑτερόπλουν λέγουσιν καὶ ἀμφοτερόπλουν. | |
69 | ἑτερόφθαλμος· οὕτως λέγουσιν, οὐ μονόφθαλμος. | 220 |
70 | εὐδοκιμοῖ καὶ εὐδοκιμοίη τὸ εὐκτικὸν ῥῆμα, καὶ ποιοῖ καὶ ποιοίη, καὶ τἆλλα τὰ ὅμοια σὺν τῷ η καὶ ἄνευ τούτου. | |
71 | εὐθὺς καὶ εὐθέως· ἀμφότερα Ἑλληνικά. τὸ δ’ εὐθὺ διαφέρει τούτων· | |
οὐ γὰρ τὸ παραχρῆμα σημαίνει, ἀλλὰ τὸ ἕως καὶ εἰς. οἷον 〈***〉. | 221 | |
72 | εὑρήματα· οὐχὶ εὑρέματα. | |
73 | ἐχθὲς καὶ μονοσυλλάβως χθές· ἄμφω Ἑλληνικά. καὶ χθιζινὸν καὶ | |
ἐχθιζινόν (Men. fr. 252, 2). | 222 | |
74 | ἑώρων οἱ Ἀττικοὶ λέγουσι· τὸ δὲ ἀνάλογον ὥρων· „τὰ γὰρ ἀπὸ τοῦ ο ἀρχόμενα ῥήματα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἐπὶ τοῦ παρεληλυθότος ἢ ἀπ’ αὐτοῦ τοῦ ο πάλιν ἄρχεται, ἢ ἀπὸ τοῦ ω“. λέγουσι δὲ ὅμως καὶ ὥρων ἄνευ τοῦ ε οἱ νεώτεροι. Θουκυδίδης δὲ μόνον ἑώρων (passim, | |
5 | e.g. 1, 51, 1; 126, 11). | 223 |
75 | ᾖα, ᾔειν, ᾖμεν, ᾖσαν. | 224 |
76 | ᾐδέσθην 〈καὶ ᾐδεσάμην· ἄμφω Ἑλληνικά.〉 Εὐριπίδης Ἀλόπῃ (fr. 109 n.2). „οὐ μὴ〈ν〉 σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω“. | |
77 | Sing. : 1. ᾔδη. 2. ᾔδησθα, ᾔδεισθα († ᾖσθα). 3. ᾔδει(ν). Plur. : 1. ᾖσμεν, ᾔδεμεν. 2. ᾔστε, ᾔδετε. 3. ᾖσαν. | |
Dual. : 3. ᾔστην. | 225 | |
78 | ἠπητὴν οὐδεὶς εἴρηκε τῶν Ἑλλήνων, 〈ἀλλ’ ἀκεστήν〉. οὐδὲ ἠπή‐ | |
τριαν, ἀλλὰ ἀκέστριαν. | 226 | |
79 | θεριῶ καὶ κομιῶ καὶ ποριῶ καὶ ὁριῶ καὶ πάντα τὰ εἰς ζω βαρύτονα καὶ ὑπὲρ δύο συλλαβὰς βραχυνόμενον τὸ ι ἔχοντα, ἐν τῷ μέλλοντι ἄνευ τοῦ ς ἐκφέρουσιν Ἀττικοί· τὰ γοῦν ὁριστικὰ καὶ ἀπαρέμφατα· τὰ δὲ ὑποτακτικὰ οὐδαμῶς· σολοικισμὸς γὰρ τὸ ‘ἐὰν θεριῶ‘ καὶ ‘ἐὰν κομιῶ‘. | |
5 | ἐφ’ ὧν δὲ τὸ ι ἐκτείνεται, καὶ σὺν τῷ ς ὁ μέλλων λέγεται χρόνος, καὶ ἐκτεινομένης τῆς παρεσχάτης συλλαβῆς, οἷον· δανείζω, δανείσω, οὐκέτι δὲ τὸ δανειῶ, βάρβαρον οὕτως· ὥστε καὶ τοὺς Ἀθηναίους φασὶν ἀθρόους εἰς ἐκκλησίαν συναθροισθέντας ἐπὶ τῶν διαδόχων, ἐπειδὴ εἰς ἀπορίαν καθειστήκεσαν χρημάτων, ἔπειτά τις αὐτοῖς τῶν πλουσίων | |
10 | ὑπισχνεῖτο ἀργύριον, οὕτω πως λέγων, ὅτι ‘ἐγὼ ὑμῖν δανειῶ‘, θορυβεῖν καὶ οὐκ ἀνέχεσθαι λέγοντος διὰ τὸν βαρβαρισμὸν καὶ οὐδὲ λαβεῖν τὸ ἀργύριον ἐθέλειν· ἕως αἰσθανόμενος ὁ μέτοικος ἢ καὶ ὑποβαλόντος αὐτῷ τινος ἔφη· ‘δανείσω ὑμῖν τοῦτο τὸ ἀργύριον‘· τότε δ’ ἐπαινέσαι καὶ λαβεῖν. διὰ τοῦτο βαδίσω καὶ βαδιῶ ἀμφότερα δόκιμα, ἐπεὶ καὶ | |
15 | αὐτὸ τὸ ἐνεστηκὸς ἑκατέρως λέγεται καὶ ἐκτεινομένου καὶ συστελ‐ λομένου τοῦ ἐν τῇ μέσῃ συλλαβῇ ι· οὐκέτι δὲ ἀγορῶ, οὐδὲ κολῶ· οὐδὲ | |
γὰρ ὅλως τῷ ι παραλήγει. | 227 | |
80 | ἰατρίνη | |
81 | κακκάβην δεῖ λέγειν, οὐχὶ κάκκαβον. | 228 |
82 | καλὸς κἀγαθός· λέγεται κατὰ συναλιφήν, οὐχὶ καλὸς καὶ ἀγαθός. | |
83 | κατὰ χειρὸς ὕδωρ λέγουσιν, οὐ κατὰ χειρῶν οὐδ’ ἐπὶ χεῖρας, οὐδὲ ἄλλως πως· καὶ τὸ ῥᾷστον πάντων καὶ εὐχερέστατον κατὰ χειρὸς ὕδωρ καλοῦσιν. οὕτως Τηλεκλείδης ἐν Ἀμφικτύοσιν (fr. 1, 2)· | |
„εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός.“ | 229 | |
84 | κατ’ ὄναρ· οὐ χρὴ λέγειν· βάρβαρον γὰρ παντελῶς· ἀλλὰ ὄναρ καὶ κατὰ τοὺς ὕπνους καὶ ἐνύπνιον. | |
85 | κλῑσίον | 230 |
86 | κυνοκέφαλ〈λ〉ον· ἐν τοῖς δύο λλ λέγουσιν. οὕτως Ἀριστοφάνης (Equ. 416). | |
87 | κωλῆν λεκτέον, οὐχὶ ἀκροκώλιον, οὐδὲ κωλεόν. οὕτως Ἀριστοφάνης | |
(V. Test.). | 231 | |
88 | λάγνης· οὐ λάγνος ὑπὸ τῶν Ἀττικῶν λέγεται. „τοιαῦτα μέντοι πολλὰ ἀναγκαίως ἔχει πάσχειν ὅταν λάγνην τὸν ὀφθαλμὸν φορῇς.“ (fr. com. adesp. 388, immo Ar., V. Testes). ἡ δὲ ἀναλογία, οἶμαι, καὶ | |
5 | λάγνητα, ὡς Κράτητα καὶ Μάγνητα. | |
89 | λαμπρὰν ἡμέραν λέγουσιν, οὐ καθαράν. | |
90 | λεωργόν· ἐν τῷ ω καὶ Ἀττικοὶ καὶ Ἴωνες· καὶ Ξενοφῶν (Mem. 1, 3, 9)· | |
„θερμουργότατον καὶ λεωργότατον“. Δωριεῖς δὲ διὰ τοῦ ου, λεουργόν. | 232 | |
91 | λήμματα λέγουσι, λή〈μ〉ψομαι δὲ οὐκέτι. οἱ μέντοι Δωριεῖς φυλάσ‐ σουσι τὴν ἀναλογίαν τοῦ λή〈μ〉ψομαι. | |
92 | λύγξ· οὐχὶ λυγμὸς καλεῖται ὑπὸ τῶν Ἀττικῶν. | |
93 | μὰ δία· οὐκ ἐπὶ τοῦ νὴ Δία ἔλεγον, ὡς οἴονταί τινες, ἐχρῶντο δὲ αὐτῷ ἀντὶ τοῦ 〈οὐ〉 μὰ Δία ὥσπερ καὶ τῷ νὴ Δία ἐπὶ τῷ ναὶ 〈μὰ | |
Δία〉· ὅθεν καὶ τὸ ναὶ Δία λέγουσι καὶ ναὶ μὰ Δία. | 233 | |
94 | μαλακὸς καὶ μαλθακός· ἑκατέρως. Θουκυδίδης δὲ ἄνευ τοῦ θ. καὶ μαλακίζεσθαι, οὐχὶ μαλθακίζεσθαι. | |
95 | μαλάχη· οὐ μολόχη· παρ’ οὐδενὶ γὰρ κεῖται. εἴρηται δὲ διὰ τὴν μαλα‐ | |
κότητα. | 234 | |
96 | μᾶλλον 〈μᾶλλον〉· οὕτως λέγουσιν ἄνευ τοῦ ‘καὶ‘ συνδέσμου. οὕτω Μένανδρος (fr. 872). | |
97 | μεθῆκεν καὶ ἐμέθηκεν· λέγουσιν ἑκατέρως· μᾶλλον δὲ μεθῆκεν· τὸ γοῦν μεθέηκεν Ἰακὸν καὶ παλαιόν. | |
98 | μελάγχρως καὶ μελαγχρής· ἀμφότερα Ἀττικά, μᾶλλον δὲ διὰ τοῦ | |
η. Κρατῖνος (fr. 425)· 〈***〉. | 235 | |
99 | μεμάχηται· οὐχὶ μεμάχεσται, καὶ μεμαχημένος, ο〈ὐ〉 μεμαχεσμένος. | |
100 | μέμψιν καὶ μομφήν· ἄμφω λέγουσιν. | |
101 | μέντοι· τὸ δὲ σὺν τῷ γε παρ’ οὐδενὶ τῶν Ἑλλήνων. | |
102 | μῦα· καὶ γράφεται καὶ λέγεται ἄνευ τοῦ ι καὶ δισυλλάβως παρὰ τοῖς | |
Ἀττικοῖς. | 236 | |
103 | ναυσικύδου· καὶ σὺν τῷ ς, καὶ τὰ ἄλλα τὰ ὅμοια διττῶς. Ἀριστο‐ φάνης 〈***〉 (Eccl. 426). | |
104 | ναυττιᾶν· ἐν τοῖς δυσὶ τ λέγουσιν. | |
105 | νεᾶν· οὐ νεοῦν τὴν γῆν· καὶ νεατὸν Ξενοφῶν (Oecon. 7,20), οὐ νέω‐ σιν. Εὔπολις Αἰξίν (fr. 13)· „ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν.“ | |
106 | νεάτην· οὐχὶ νήτην λέγουσιν. καὶ παρανεάτην καὶ τρισνέατον. | |
Κρατῖνος (fr. 134)· 〈***〉. | 237 | |
107 | νικῴη, νικῷ | |
108 | νώ, νῷν 〈μονοσύλλαβα ...〉 | 238 |
109 | ξῆναι 〈χρὴ λέγειν, οὐ ξᾶναι〉, καὶ θερμῆναι, ἰῆναι, σημῆναι 〈καὶ τὰ ὅμοια οὕτωσ〉. | |
110 | ξηρὸν καὶ αὖον, ἑκατέρως. | 239 |
111 | ξύν· Θουκυδίδης (passim) ἀντὶ τοῦ σύν, καὶ τὰ ἄλλα τὰ ὅμοια· οὕτως καὶ οἱ παλαιοὶ πάντες. | |
112 | ξυρεῖσθαι· οὐδὲ ξυρᾶσθαι λέγουσιν. | |
113a | ὀβολοστάτης· δανειστὴς ἐπ’ ἐνεχύροις· στήσασθαι γὰρ τὸ δανεί‐ σασθαι. | |
113b | ... ὁ δὲ ὦρος λέγει, ὅτι τὸ στήσασθαι δανείσασθαι δηλοῖ· | |
ὀβολοστάτης οὖν ὁ τὰ μικρὰ δανείζων φίλοις. | 240 | |
114 | ὁδαγός· διὰ τοῦ α, οὐχ ὁδηγός. | |
115 | ὀδυσσέα· ἡ ἐσχάτη μακρά, καὶ τὰ ὅμοια. | |
116 | ὄζειν· οὐ μόνον τὸ ὀδωδέναι λέγουσιν. | 241 |
117 | οἰκίδιον· τὴν δευτέραν συλλαβὴν ἐκτείνουσιν, ὡς καὶ χρυσίδιον καὶ τὰ ὅμοια. | |
118 | οἰσυπηρά· οἷον· οἰσυπηρὰ ἔρια (cf. Ar. Ach. 1177), τὰ ῥυπαρά. καὶ οἴσυπον λέγομεν. ἀλλ’ Ἀριστοφάνης ἐν Λυσιστράτῃ οἰσπώτην εἴρη‐ κεν (574—76)· „πρῶτον μὲν ἐχρῆν ὥσπερ πόκον ἐν βαλανείῳ | |
5 | ἐκπλύναντα τὴν οἰσπώτην ἐκ τῆς πόλεως ... ἀπολῦσαι.“ οὐκ εὖ δὲ τὸ μαρτύριόν τινες παρατίθενται. ἔστι γὰρ οἰσπώτη τὸ τοῦ προβάτου διαχώρημα. ἐν δὲ Ὁλκάσι (fr. 400)· „βαβαί, Λάκων· ὡς ἀμφοτέρων ὑμῶν ἂρ’ ἦ〈ν〉 τὰ πράγματα οἰσυπηρὰ καὶ βαρύσταθμα.“ | |
10 | ἔστιν οὖν οἴσυπος οἴσρυπος, οἰὸς ῥύπος, καὶ ὡς οἶνος οἰνηρός, ὁμὸς | |
ὅμηρος, οὕτως οἴσυπος οἰσυπηρός. | 242 | |
119 | ὀλάς· οὐχὶ οὐλὰς λεκτέον. | |
120 | ὄμνυθι καὶ ἔκδυθι καὶ τὰ ὅμοια διὰ τοῦ θι. | 243 |
121 | ὀμνύναι καὶ ὀμνύειν· διττῶς λέγουσιν, μᾶλλον δὲ διὰ τοῦ ναι· καὶ ζευγνύναι καὶ τὰ ὅμοια. τὸ δὲ ἱστάναι μόνως οὕτως, ἀλλ’ οὐχ ἱστάνειν. | |
122 | ὀξυθυμεῖσθαι, οὐχὶ ὀξυθυμεῖν λέγουσι τὸ ὀργίζεσθαι ἀκραχόλως. | |
123 | ὁρκίζειν καὶ ὁρκοῦν· ἑκατέρως. | 244 |
124 | ὁρκωτάς· οὐχὶ ὁρκιστάς, οὐδὲ ὁρκωμότας λέγουσιν. | |
125 | ὀρροπύγιον· οὕτως καὶ οἱ Ἴωνες· ὀρθοπύγιον δὲ παρ’ οὐδενὶ τῶν Ἑλλήνων. | |
126 | ὀστοῦν· δισυλλάβως, οὐκ ὀστέον λέγουσιν οἱ Ἀττικοί. | 245 |
127 | οὐχὶ καὶ ναιχί· 〈***〉 Ἑλληνικά. | |
128 | παλαιότερον· καὶ ἄνευ τοῦ ο λέγουσι· καὶ τὸ ὑπερθετικὸν παλαί‐ τατον. | |
129 | παρανεῳγμένης τῆς θύρας 〈***〉. Ἀριστοφάνης Λημνίαις (fr. 14 Dem. = 362a Edm.). | |
130 | πάρδαλις καὶ πόρδαλις | 246 |
131 | παροψίς· οὐ 〈μόνον〉 τὸ ἀγγεῖον, ἀλλὰ καὶ ὄψον καὶ μᾶζα ποιά. | 247 |
132 | περσέα καὶ θησέα καὶ αἰγέα καὶ ἀχιλλέα καὶ τῶν ὁμοίων πάν‐ των ἐκτείνουσι τὸ α τὸ τελευταῖον {καὶ} ἐπὶ τῆς αἰτιατικῆς πτώσεως. | |
133 | πήχεων· οὕτως, οὐ πηχῶν. ὡς καὶ πήχεως, οὐ πήχους. | |
134 | πλείω καὶ πλέω· ἄμφω Ἑλληνικά. | 248 |
135 | πλημμύρα· οὐ πλήμη λεκτέον· καὶ πλημμυρίδα. | |
136 | πόρκος· οἱ μὲν πόρκον δίκτυον ἀπέδοσαν, οὐκ εὖ. ἔστι δὲ σχοίνινον πλέγμα. οἱ δὲ κύρτον· οὐδὲ οὗτοι ὑγιῶς. ὁ γὰρ Πλάτων ἕτερόν φησιν εἶναι τὸν πόρκον τοῦ κύρτου ἐν Σοφιστῇ (220c4) λέγων οὕτως· „κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ τὰ τοιαῦτα οὐκ ἄλλο τι | |
5 | πλὴν ἕρκη δεῖ προσαγορεύειν.“ καὶ Δίφιλος ἐν Σχεδίᾳ (fr. 78) μνη‐ μονεύει τοῦ πόρκου· „θᾶττον πλέκειν κέλευε τῶν πόρκων πυκνοτέρουσ“, καὶ Ἀντιφάνης Κιθαρῳδῷ (fr. 120)· „εἰσδυόμενος εἰς πόρκον, ὅθεν ἔξω πάλιν | |
10 | οὐ ῥᾳδίως ἔξειμι τὴν αὐτὴν ὁδόν.“ ἔλεγον δὲ τὸ πλέγμα πόρκον διὰ τὸ περιλαμβάνειν καὶ ἀμπέχειν τὸν εἰσδύνοντα ἰχθύν. καὶ καθάπαξ τὰ ἐν κύκλῳ πάντα καὶ περιφερῆ οὕτως ἔλεγον οἱ παλαιοὶ πόρκους ἀπὸ τοῦ οἱονεὶ περικεῖσθαι. καὶ ὁ ποιητὴς δὲ πόρκην φησὶ τὸν περὶ τῷ δόρατι κρίκον, ἤγουν ὁ συνέχων | |
15 | τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, παρὰ τὸ περιέχειν· | |
„περὶ δὲ χρύσεος θέε πόρκησ“ (z 320). | 249 | |
137 | ποτήριον λέγουσιν, οὐ μόνον ἔκπωμα. Ἀριστοφάνης 〈***〉. | |
138 | πρατήρ· οὐχὶ πράτης ὑπὸ τῶν Ἀττικῶν λέγεται. | |
139 | πράως· οὐ πραέως. καὶ πρᾶον, οὐ πραΰ. καὶ πρᾶος, οὐ πραΰς. | 250 |
140 | πρῴ· μονοσύλλαβον· σημαίνει δὲ τὸ πρὸ καιροῦ καὶ τὸ ἕωθεν. Ἀριστο‐ φάνης (Avv. 132)· „λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμουσ“. | |
141 | πρώϊα· οὐ πρώϊμα· καὶ δισυλλάβως πρῷα (e.g. Ar. Vesp. 264). | |
142 | πρωΐαν· οὐ λέγουσι καθ’ αὑτό, ἀλλ’ ἐν συντάξει, ‘δείλην πρωΐαν‘ (cf. Philemo fr. 210), τὸ πρῶτον τῆς δείλης μέρος· καὶ ‘δείλην ὀψίαν‘ (e.g. | |
Thuc. 8,26,1), τὸ περὶ ἡλίου δυσμάς. | 251 | |
143 | ῥάκιον καὶ ῥάκος· ἄμφω λέγουσιν. | |
144 | σαίρειν· οὐ σαροῦν· μᾶλλον δὲ κορεῖν λέγουσιν· καὶ ἀκόρητον, τὸν ἀσάρωτον, καὶ κορηθῆναι· καὶ τὸ σάρον, κόρηθρον· καὶ κόρημα, | |
τὸ κάθαρμα. | 252 | |
145 | σέες· οὐχὶ σῆτες. καὶ αἱ πτώσεις σέων, σῆσιν, σέας. οὕτως Ἀριστο‐ φάνης (Lysistr. 730). | |
146 | σινάμωρος· ἐν τῷ α, οὐχὶ σινόμωρος, ὁ λίχνος καὶ ἁψίκορος. | 253 |
147a | σκορδινᾶσθαι· τὸ παρὰ φύσιν ἀποτείνειν τὰ μέλη μετὰ τοῦ χασμᾶσθαι διακλώμενον. Ἀριστοφάνης Ἀχαρνεῦσι (30)· „στένω, κέχηνα, σκορδινῶμαι, πέρδομαι.“ | |
147b | σκορδινᾶσθαι· τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν μετὰ τοῦ χασμᾶ‐ σθαι διακλώμενον σκορδινᾶσθαι λέγεται. γίνεται δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας. Ἀριστοφάνης Ἀχαρνεῦσι (30)· | |
5 | „στέλω, κέχηνα, σκορδινῶμαι, πέρδομαι.“ ὅπερ καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους τὰ μέλη, οἷον κορδινᾶσθαι, δινεῖσθαι ἀπὸ κόρου ὕπνου ἢ τροφῆς, | |
ἢ καρηδινᾶσθαι παρὰ τὸ δινεῖσθαι τὴν κεφαλήν. | 254 | |
148 | σκότος καὶ σκότον· ἑκατέρως. οὕτως Ἀμειψίας (fr. 37). | |
149 | στάδια καὶ σταδίους· ἑκατέρως λέγουσιν. ὁ Θουκυδίδης δὲ στα‐ δίους ὡς ἐπὶ τὸ πᾶν· ἅπαξ δὲ μόνον στάδια εἴρηκεν ἐν ζʹ (7, 78, 4)· „ἐν | |
γὰρ τῷ πρόσθεν ἐπὶ πολλὰ στάδια μέλλων ἰέναι.“ | 255 | |
150 | σταθεῦσαι· διὰ τοῦ θ, οὐχὶ στατεῦσαι. | |
151 | στατήρ· τὸ νόμισμα. | 256 |
152 | στέρεσθαι καὶ στερίσκεσθαι· ἄμφω λέγουσιν Ἀττικοί. | |
153 | στοάν· καὶ σὺν τῷ ι, στοιάν, ἑκατέρως λέγουσιν. | |
154 | σχολάζειν καὶ σχολὴν ἄγειν, οὐκ εὐκαιρεῖν λέγουσιν Ἀττικοί. | |
155 | σχολή· οὐχὶ ὁ τόπος, ἐν ᾧ σχολάζουσι καὶ διατρίβουσι περὶ παι‐ δείαν, οὐδὲ αὐτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβή, ἀλλ’ ἣν οἱ πολλοὶ ἀκύρως καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν βάρβαρον· ἀλλ’ ἀντὶ μὲν τούτου σχολὴν ἄγειν λέγουσιν. ἡ δὲ εὐκαιρία βάρβαρον μὲν οὐκ | |
5 | ἔστιν ὄνομα, τάττεται δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλ’ ἐπὶ καιροῦ τινος εὐφυΐας | |
καὶ ἀρετῆς. | 257 | |
156 | σῷ | |
157 | ταινία | 258 |
158 | τρύχνον· τὴν πόαν. θηλυκῶς λέγουσι τὴν τρύχνον, οὐ τὸν τρύχνον. σὺν τῷ ς δὲ στρύχνον οὐδαμοῦ εὗρον. καὶ παρὰ τὴν παροιμίαν τὴν „ἁπαλώτερος τρύχνου“ παρῳδῶν ὁ κωμικός φησιν (fr. com. adesp. 605)· „ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου.“ | |
159 | τυραννεύσασαν, οὐ μόνον τυραννήσασαν· καὶ Πλάτων καὶ ἕτεροι | |
τῶν παλαιῶν. | 259 | |
160 | ὑστέρας· πληθυντικῶς λέγουσιν, οὐχ ὑστέραν. | |
161 | ψωρᾶν καὶ βραγχᾶν· δισυλλάβως λέγουσιν. | 260 |