TLG 2995 001 :: ORUS :: Vocum Atticarum collectio (fragmenta ap. Zonarae lexicon)

ORUS Gramm., ὁ μέλας
(Alexandrinus Constantinopolitanus: A.D. 5)

Vocum Atticarum collectio (fragmenta ap. Zonarae lexicon)

Source: Alpers, K. (ed.), Das attizistische Lexikon des Oros [Sammlung griechischer und lateinischer Grammatiker 4] Berlin: De Gruyter, 1981: 149–193.

Citation: Fragment — (line)

1

ἀγηόχασιν· {ἤνεγκαν}. παρ’ οὐδενὶ εὑρίσκεται τῶν ἀκριβῶν ἀγηόχα‐ σιν, ἀλλ’ ἐν ἐπιστολῇ Φιλίππου τοῦ Μακεδόνος (Dem. 18,39, ubi εἰσ‐ αγηοχότας, cf. 18,73, ubi καταγήοχεν). οἱ δόκιμοι δὲ περὶ τὴν διά‐ λεκτον ἦχα, συνῆχα, ἐξῆχα λέγουσιν.

2*

ἀγωνίζεσθαι περὶ πράγματος καὶ ἀγωνίζεσθαι {περὶ} πρᾶγμα·
„ἀνάγγειλον ἡμῖν, πῶς τὸ πρᾶγμα ἠγωνίσω.“ (Ar. Eq. 614).149

3a

ἀλεαίνειν· τὸ θερμαίνεσθαι, οὐκ ἀλεαίνεσθαι. Ἀριστοφάνης (Eccl. 540)·
„ἔπειθ’ ἵν’ ἀλεαίνοιμι, τοῦτ’ ἠμπισχόμην“, καὶ Μένανδρος (fr. 806)·
5„ἤδη ἀλεαίνει, πρὸς τὸ πῦρ καθημένη“.

3b

ἀλεαίνειν: θερμαίνεσθαι, οὐχὶ ἀλεαίνεσθαι.
„οὐκοῦν ἵν’ ἀλεαίνοιμι, τοῦτ’ ἠμπεσχόμην“ ἀριστοφάνης (Eccl. 540).

4

ἀναβὰς ἐπὶ τὸν ἵππον χρὴ λέγειν. Ξενοφῶν· (Hell. 4, 1, 39)〉· „ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει“, καὶ πάλιν (ibid. 4,1,39)· „ἀναπηδήσας ἐπὶ τὸν ἵππον“ καὶ (Hipparch. 6, 57)· „ἀρξαμένους δ’ ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾶν“. τὸ δ’ ἀναβὰς τὸν ἵππον
5οὐ πάνυ δόκιμον. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (Thesmoph. alt., fr. 329)·
„ἀναβῆναι τὴν γυναῖκα βούλομαι“.150

5

ἀνάλωσε καὶ ἀνήλωσεν, ἑκατέρως λέγεται.

6a

ἀνέῳγε χρὴ λέγειν καὶ 〈***〉 ἀνέῳκται Φερεκράτης 〈***〉 (fr. 86)·
„οὐδεὶς 〈***〉 δ’ ἀνέῳγέ μοι θύραν“, καὶ ὁ Πλάτων (Phaed. 59d)· „ἀνεῴγετο γὰρ οὐ πρῴ“ καὶ ὁ Δημοσθένης (24, 208)· „ἀνέῳκται τὸ δεσμωτήριον“ καὶ 〈***〉 ἐν Θετταλ() (Men.
5fr. 192)·
„καὶ τὸ κεράμιον
ἀνέῳχας 〈***〉“. τὸ δὲ ἤνοιγε καὶ ἠνοίγετο καὶ ἤνοικται δεινῶς βάρβαρα, οἷς νῦν χρῶνται ἐπιεικῶς ἅπαντες. τὸ δὲ ἀνέῳγε δύο σημαίνει, τὸ μὲν οἷον
10ἀνέῳκται, τὸ δ’ οἷον ἀνεῴγνυ. οὐ μὴν ἐν ἅπασί γε τοῖς συνθέτοις τὰς προθέσεις οἱ Ἀττικοὶ φυλάττουσι, ἀλλά εἰσιν ἀνώμαλοι καὶ ἐν τούτῳ. ἐπεὶ οὖν πολλῶν ἀναδιπλοῦσι τὰς προθέσεις, λέγουσι γοῦν καὶ ‘δεδιακόνηκα‘ (Dem. 51, 7) καὶ ‘δεδιῴκηκα‘ καὶ ἄλλα τοιαῦτα. καὶ †τῆς ἄνευ† προθέσεως
15Θουκυδίδης (7, 77, 2) „δεδιῄτημαι“ καὶ Δημοσθένης (21, 96 ?) „κατα‐ δεδιῃτημένον τὴν δίκην“ καὶ Νικόστρατος (fr. 36)·
„εἰπέ μοι τίνι ἐδιακόνεισ“. λέγουσι δὲ καὶ ‘ἠγγύησε‘ καὶ ‘κατηγγύησεν‘ καὶ Εὐριπίδης (fr. 1104) „ἐπροξένει“ καὶ Ἀριστοφάνης (fr. novum) „ἐπροτίμων“ καὶ
20Ἡρόδοτος „ἐσυνείθικασ“. καίτοι οἱ γραμματικοί φασιν „αἱ προθέσεις
οὐκ ἀναδιπλοῦνται“.151

6b

ἀνέῳγε, οὐχὶ ἤνοιγε, καὶ ἀνεῴγετο λέγουσι, καὶ 〈***〉 Θρασυλέ‐ οντι γʹ ἢ δʹ (Men. fr. 206)·
„ἡ δ’ ἀνέῳγε τὴν θύραν“ 〈καὶ〉 Θετταλῇ (fr. 192)·
5
„καὶ τὸ κεράμιον
ἀνέῳχας· ὄζεις, ἱερόσυλ’, οἴνου πολύ“. Εὔπολις Πόλεσιν (fr. 220)·
„ὃν οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποις ἐγώ“, Φερεκράτης Κραπατάλοις (fr. 86)·
10„οὐδεὶς γὰρ ἐδέχετ’, οὐδ’ ἀνέῳγέ μοι θύραν“.152

7a

ἀνήλειπτος λέγουσιν, οὐχὶ ἀνήλιφος οὐδὲ ἀνάλειπτος.

7b

ἀνήλειπτός ἐστι τὸ Ἑλληνικόν, οὐχὶ ἀνάλειπτος οὐδὲ ἕτερον
τοιοῦτον οὐδέν.153

8

ἀνήλωμα οὐ χρὴ λέγειν, ἀλλ’ ἀνάλωμα.

9a

ἀνθέων δεῖ λέγειν, οὐκ ἀνθῶν, ἵνα μὴ συνεμπέσῃ τῷ ‘ὧν‘ ἄρθρῳ, οἷον τὸ ‘ἀνθ’ ὧν‘ καὶ ‘ὧν τινων‘.

9b

...λέγει δὲ καὶ ὦρος, ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν ἀνθέων, διὰ τὴν συνέμπτωσιν τοῦ ‘ἀνθ’ ὧν‘ ἐπιρρήματος, ὅπερ ἀπὸ
τῆς ‘ἀντὶ‘ προθέσεως καὶ τοῦ ‘ὧν‘ ὑποτακτικοῦ ἄρθρου γέγονεν.154

10a

ἀνυπόδητος, οὐχὶ ἀνυπόδετος λέγεται.

10b

ἀνυπόδητος· ἐν τῷ η λέγεται, οὐχὶ ἀνυπόδετος.

11a

ἀπέδραν καὶ ἀπέδρα χρὴ λέγειν, οὐχὶ ἀπέδρασα καὶ ἀπέδρασεν·
„ἔλυσα ἐμαυτόν, εἶτ’ ἀπέδραν μόνοσ“ (Men. fr. 195) καὶ Πλάτων (prot. 310c)· „ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα“.

11b

ἀπέδρα καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν.
„τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;“ Φερεκράτης Ἰπνῷ (fr. 59). Μένανδρος Θετταλ( ) (fr. 195)·
„εἶτ’ ἀπέδραν μόνοσ“.155

12

ἀποπροσποιεῖσθαι οὐδεὶς λέγει Ἕλλην. οὐ μέντοι οὐδ’ οὕτω λέγου‐ σιν, οἷον „ὅτι προσποιεῖται μὴ ἀκούειν“.

13

ἀποχρῆν καὶ ἀποχρᾶν· τὸ ἀπαρέμφατον ῥῆμα λέγουσιν ἑκατέρως. Δημοσθένης (4,22)· „ἀποχρῆν οἶμαι τὴν δύναμιν“, Λυσίας (fr. 121)·
„Φαινίππῳ δὲ μὴ οἴεσθαι ταῦτ’ ἀποχρᾶν“.156

14

ἀργυρᾶν, οὐκέτι ἀργυρῆν λέγομεν, σιδηρᾶν δὲ ὡς ἀργυρᾶν.

15

τὸ ἀσπάζεσθαι καὶ ὁ ἀσπασμὸς μάλιστα τὴν ἀγάπησιν καὶ φιλο‐ φροσύνην δηλοῖ. χρῶνται δὲ καὶ ἐπὶ τοῦ προσαγορεύειν.

16a

ἀφείλετο, οὐκ ἀφείλατο, καὶ προεί〈λε〉το καὶ πάντα τὰ ὅμοια, ἐφ’ ὧν καὶ τὸ δεύτερον πρόσωπον διὰ τῆς ου συλλαβῆς καὶ τὸ πρῶτον
διὰ τοῦ ο. ἐφ’ ὧν δὲ τὸ πρῶτον διὰ τοῦ α, τὸ μὲν δεύτερον διὰ τοῦ ω, τὸ δὲ τρίτον πάλιν διὰ τοῦ α, οἷον· ἐποιησάμην, ἐποιήσω, ἐποιήσατο·157
5ἐγραψάμην, ἐγράψω, ἐγράψατο. ἐπὶ δὲ τῶν προτέρων· εἱλόμην, εἵλου, εἵλετο· ἠρόμην, ἤρου, ἤρετο.

16b

ἀφείλετο καὶ τὰ ὅμοια διὰ τοῦ ε, ἐφ’ ὧν τὸ πρῶτον πρόσωπον διὰ τοῦ ο, τὸ δὲ δεύτερον διὰ τῆς ου. ὅτε δὲ τὸ πρῶτον διὰ τοῦ α τότε τὸ δεύτερον διὰ τοῦ ω. ἀφειλόμην διὰ τοῦ ο, τὰ δὲ βάρβαρα διὰ τοῦ α, οἷον ἀφειλάμην καὶ
5ἀφείλατο, ὁμοίως καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων.

17

βασκαίνειν οὐχὶ τὸ φθονεῖν δηλοῖ, ἀλλὰ τὸ λυπεῖν καὶ αἰτιᾶσθαι καὶ δυσχεραίνειν. „ἐάν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει“ (Dem. 18, 189), Φερεκράτης (fr. 174)·
„ὁ λαγώς με βασκαίνει τεθνηκώσ“.
5διὰ τοῦτο οὐδὲ τῇ δοτικῇ συντάσσεται, ἀλλὰ τῇ αἰτιατικῇ. τὸ γὰρ ‘βασκαίνει μοι‘ βάρβαρον. καὶ βάσκανον τὸν λυπηρὸν καὶ βλαβερὸν
λέγουσιν.158

18

βιβλίον διὰ τοῦ ι Ἀττικῶς, διὰ δὲ τοῦ υ Ἰακῶς.159

19

βιβλιοπώλην, οὐχὶ βιβλοπώλην λέγομεν. Θεόπομπος (Comic. fr. 77)·
„τοὺς βιβλιοπώλας λεύσομαι“.

20

βιβλογράφος, οὐχὶ βιβλιαγράφος.

21

βραβευτὴς οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον βραβεύς. Πλάτων (Legg. 949a)· „ἐπιστάτας τε καὶ βραβέασ“, ἐν δὲ τῷ Πρωταγόρᾳ (338 b)· „βρα‐
βευτὴν αἰσχρὸν εἴη αἱρεῖσθαι“.160

22

βραδύτερον λέγουσιν, οὐ βράδιον, ὅτι μὴ Ἡσίοδος (Op. 528) μόνος εἴρηκε βράδιον συνεσταλμένως·
„βράδιον δὲ Πανελλήνεσσι φαείνει“.

23*

βρωμᾶσθαι〉· ἐπὶ ὄνου λέγουσι τοῦτο. λέγουσι καὶ ὀγκᾶσθαι ἐπὶ
ὄνου, ἀλλὰ σπάνιον τοῦτο.161

24

γενέθλια λέγουσιν, οὐ γενέσια τὴν ἡμέραν τῆς γενέσεως. Πλάτων (alc. i 121 c)· „βασιλέως ἦν γενέθλια.“ οἱ δὲ Ἀθηναῖοι γενέσια 〈***〉.

25

γνώριμος οὐχ ὁ μαθητής, ἀλλ’ ὁ γινωσκόμενός τινι ἢ ἁπλῶς ὁ ἔν‐ δοξος. Δημοσθένης (33, 5)· „καὶ γνωρίμως ἔχω τοῖς πλείστοις τῶν πλε‐ όντων τὴν θάλασσαν.“ καὶ γνωρίσαι τὸ συστῆσαι καὶ ποιῆσαι γνώ‐
ριμον.162

26

γοργὸν οὐ τὸ πρακτικὸν καὶ κεκινημένον οἱ Ἀττικοὶ λέγουσιν, ἀλλὰ τὸ φοβερόν. Ξενοφῶν (Symp. 1, 10)· „γοργότεροί θ’ ὁρᾶσθαι καὶ φοβε‐ ρώτεροι φθέγγεσθαι.“

27

δημότην οἱ Ἴωνες τὸν τῶν πολλῶν ἕνα, καὶ Ἡρόδοτος οὕτως (e.g. 2,172,5), τῶν δ’ Ἀττικῶν μόνος Ξενοφῶν (Inst. Cyri 2,3,7), οἱ δ’ ἄλλοι τοῦτον μὲν δημοτικόν, δημότην δὲ τὸν τοῦ αὐτοῦ δήμου, ὡς φυλέτην τὸν τῆς αὐτῆς φυλῆς καὶ λοχίτην τὸν ἐν τῷ αὐτῷ λόχῳ
5κατατεταγμένον.163

28a

διδάσκαλον λέγει ὁ Σόλων (fr. 527 Martina), οὐ καθηγητὴν οὐδ’ ὑφηγητήν.

28b

διδάσκαλος· οὐ καθηγητὴν λεκτέον.

29

διέφθορεν· οὐ τὸ διέφθαρται δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ διέφθαρκεν. Εὔπολις (fr. 337)·
„ὃς τὸν νεανίσκον ξυνὼν διέφθορε“, καὶ ἐν Αὐτολύκῳ (fr. 44)·
5„ὁτιὴ τὰ πατρῷα πρός σε καταδιέφθορα“.
ὅμοιον γάρ ἐστι τὸ διέφθορε τῷ ἀπέκτονε καὶ κατέσπορεν.164

30

δίψος καὶ δίψα, ἑκατέρως λέγουσι, μᾶλλον δὲ τὸ οὐδέτερον.

31

δοίη· παράσχοι, οὐχὶ ἐν τῷ ω, δῴη.165

32

δολιχαδρόμον, οὐ δολιχοδρόμον, χαίρουσι γὰρ τῷ α οἱ Ἀττικοί.

33

ἔγγιον καὶ ἔγγιστα οὐ λέγουσιν, ἀλλ’ ἐγγυτέρω καὶ ἐγγύτατα.

34

ἐγείρου χρὴ λέγειν, οὐχὶ ἔγειρε, εἰ μή τις προστίθησι τὸ σαυτόν.166

35

ἐγερθῆναι ἐξ ὕπνου, ἀναστῆναι τῷ σώματι. Εὔπολις (fr. 305).
„τίς οὑξεγείρας μ’ ἐστίν; οἰμώξει μακρά,
ὁτιή μ’ ἀνέστης’ ὠμόυπνον“. λέγουσι δὲ καὶ ἐπεγεῖραι καὶ ἐπεγερθῆναι· „ἡ θεράπαινα ἐπεγείρασά
5με“ (Lys. 1, 23).

36

ἐγρήγορα χρὴ λέγειν, οὐ γρηγορῶ, καὶ τὰ παρεληλυθότα ἐγρηγόρει (Xen. Inst. Cyri 1, 4, 20) καὶ ἐγρηγόρεσαν (Xen. Anab. 4, 6, 22). φησὶν ὁ κωμικός (Ar. Plut. 744)·
„ἕως διέλαμψεν ἡμέρα ἐγρηγόρεσαν“.
5καὶ τὸ προστακτικὸν ἐγρήγορθι καὶ τὸ ὑποτακτικὸν ἐὰν ἐγρηγόρῃ
παροξυτονοῦντες λέγουσιν.167

37

ἔγχελυς, τὸ ἑνικόν, τὸ δὲ πληθυντικὸν ἐγχέλυες. παρὰ γοῦν τοῖς Ἀττικοῖς ἀλλ’ ἐγχέλεις καὶ αἱ πτώσεις ἐγχέλεων, ἐγχέλεσιν. Εὔ‐ πολις (fr. 338)·
„τὸ σῶμ’ ἔχουσι λεῖον ὥσπερ ἐγχέλεισ“,
5Ἀριστοφάνης (Equ. 864)·
„ὅπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθασ“ καὶ πάλιν (Vesp. 510)·
„οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσιν“.168

38

εἴθε· ὁριστικῷ μᾶλλον ἢ ἀπαρεμφάτῳ συντάσσεται. Ἀριστοφάνης (Nub. 24)·
„εἴθ’ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ“, καὶ Πλάτων (Phaedr. 227c)· „εἴθ’ ἔγραψεν, ὡς χρὴ πένητι μᾶλλον ἢ
5πλουσίῳ“, καὶ ὁ ποιητής (e.g. h 157)·
„εἴθ’ ὡς ἡβώοιμι“.

39

εἰ μή τι· ἀντὶ τοῦ πλήν. οὕτως Πλάτων ἐν τῷ Ἀλκιβιάδῃ ἐχρήσατο
(Alc. i 122b7)· „εἰ μή τίς σου ἐραστὴς τυγχάνει“.169

40

ἐξ ὀφθαλμῶν οὐ λέγουσιν, οὐδ’ ἐκ προσώπου. Φρύνιχος (Tragic. TRGF 3 f 21 Sn., Com. fr. 81)
„ἐγὼ δέ, μισεῖ γάρ μ’, ἄπειμ’ ἐξ ὀμμάτων“.

41

ἐπιπολῆς λέγουσιν, οὐκ ἐξεπιπολῆς.
„τοὺς ἐπιπολῆς οὖν ἔργον ἀφελεῖν ἦν μέγα“
(fr. comic. adesp. novum).170

42

ἐπιστολὴν καὶ τὴν ἐντολὴν λέγουσιν. Κρατῖνος (fr. 285)·
„ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν“ καὶ ὁ Πλάτων (Tim. 71d)· „μεμνημένοι τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ ξυστήσαντες ἡμᾶσ“. 〈τὸ δὲ〉 ἐπίσταλμα βάρβαρον ἐπιχωριάζον Ἀλε‐
5ξανδρεῦσιν. καίτοι οὐ μόνον τὸ ἐπιστεῖλαι καὶ ἐπεσταλκέναι, ἀλλὰ καὶ τὸ ἐπεστάλθαι ἐστὶ παρὰ τοῖς παλαιοῖς. Θουκυδίδης (5, 37, 1)· „καὶ οἱ μὲν Βοιωτοὶ καὶ οἱ Κορίνθιοι ταῦτ’ ἐπεσταλμένοι ὑπὸ τοῦ Ξενάρους καὶ Κλεοβούλου“.

43

ἔπλει τὸ παρεληλυθός, οὐχὶ ἔπλεε, καὶ ἔρρει καὶ ἔπνει καὶ ἔθει. τὰ
δὲ διῃρημένα Ἰακά.171

44

ἐπώνυμοι οὐχὶ οἱ καλούμενοι ἀπό τινων ὅτι μὴ σπανίως παρὰ τοῖς Ἀττικοῖς, ἀλλ’ ἀφ’ ὧν ὀνομάζονταί τινες. οὕτω τῶν φυλῶν ἐπωνύμους καλοῦσιν. οἱ δὲ Ἴωνες καὶ ἔμπαλιν χρῶνται· Ἡρόδοτος (7, 11, 4)· „αὐτοί τε οἱ ἄνθρωποι καὶ ἡ γῆ αὐτέων ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέ‐
5ονται.“ ἐπώνυμον δ’ ἄρχοντα οὐχ εὑρίσκω λεγόμενον.

45

ἐρανίζειν (τὸ συλλέγειν ἔρανον παρὰ τῶν φίλων), οὐχὶ ἐρανίζεσθαι. Αἰσχίνης (3, 45)· „ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλο‐
τιμίαν κτᾶται“.172

46

ἐρεοῦν καὶ λινοῦν περισπᾶται, τὰ πληθυντικὰ τούτων συστέλλουσι, λινὰ καὶ ἐρεά, οἱ δ’ Ἀττικοὶ τὰ οὐδέτερα πληθυντικὰ ὁμοίως τοῖς ἑνι‐ κοῖς περισπῶσι· τὰ ἀργυρᾶ, τὰ πορφυρᾶ, τὰ χαλκᾶ, τὰ χρυσᾶ.

47

ἐσθίειν λέγουσιν, ἔσθειν δὲ σπανίως καὶ εἴπερ ἄρα οἱ ποιηταί.

48a

εὐθενεῖν οἱ Ἀττικοί, οἱ δὲ Ἴωνες εὐθηνεῖν. Κρατῖνος (fr. 327)·
„ἀλλὰ τάδ’ ἔστ’ ἀνεκτέον. καὶ γὰρ ἡνίκα εὐθενεῖ“. Ἡρόδοτος (2, 91, 3)· „εὐθηνέειν πᾶσαν Αἴγυπτον“. ἡ δὲ εὐθένεια παρ’ οὐδενὶ τῶν Ἀττικῶν.

48b

εὐθενεῖν· ἐν τῷ ε λεκτέον, οὐχὶ εὐθηνεῖν.173

49

εὐκτὸν λέγεται, οὐχὶ εὐκταῖον. οὕτως Δημοσθένης (61,22) καὶ Ξενο‐ φῶν (mem. 1, 5, 5) καὶ Εὔπολις (fr. 383)·
„εὐκτότατον γάμον“. τὸ δὲ εὐκταῖον ἐν Νόμοις Πλάτωνος (687e) ἐπὶ τοῦ κατευγμένου καὶ
5οἷον κατ’ εὐχὴν ἀποδιδομένου καὶ ἀξίου εὐχῆς.

50

εὐοδεῖν εὑρίσκω παρὰ τοῖς Ἀττικοῖς. Θεόπομπος (fr. 74)·
„ἀλλ’ εἰ δοκεῖ, χρὴ ταῦτα δρᾶν, εὐοδεῖν πορεύομαι“.
τὸ δ’ ὁδεύειν οὐδὲ παρ’ ἑνὶ τῶν ἐλλογίμων.174

51

ἐφλεγμάνθη οὐ χρὴ λέγειν, ἀλλ’ ἐφλέγμηνεν. Ἀριστοφάνης (Vesp. 276)·
„εἶτ’ ἐφλέγμηνεν αὐτοῦ
τὸ σφυρὸν γέροντος ὄντοσ“.

52a

ἐφ’ ᾧ καὶ ἐφ’ ᾧτε, ἑκάτερον αὐτῶν. καὶ ὁριστικῷ συντάσσεται ῥήματι καὶ ἀπαρεμφάτῳ. Θουκυδίδης ἐν δʹ (4, 30, 4)· „ἐφ’ ᾧ φυλακῇ τῇ μετρίᾳ τηρήσονται“, καὶ Κρατῖνος (fr. 279)·
„ἐφ’ ᾧτ’ ἐμαυτὴν συγκαθεύδειν τῷ πατρί“.

52b

ἐφ’ ᾧ· σὺν τῷ ι Θουκυδίδης· καὶ ἐφ’ ᾧτε. οὕτως ὦρος ὁ Μελήσιος.

53

θέρμη καὶ θέρμα, 〈***〉. Φερεκράτης (fr. 158)·
„σκέψαι δέ μου τὸ μέτωπον, εἰ θέρμην ἔχουσα τυγχάνω“ καὶ Μένανδρος (Georg. 51)·
„βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τ’
175
5
ἐπέλαβεν αὐτόν“. οὐκ εὖ τοίνυν οἱ λέγοντες, ὅτι θέρμα μὲν ἡ πυρεκτική, Θέρμη δὲ ἡ πόλις.

54

†ἱστοριαγράφον†, οὐχ †ἱστοριογράφον† λέγουσιν οἱ Ἀττικοί.176

55

καθεδοῦμαι· τὸ καθεδοῦμαι καὶ καθεδῇ καὶ καθεδεῖται Ἑλληνικά, τὸ δὲ καθεσθήσομαι καὶ καθεσθήσῃ καὶ ἐκαθέσθην καὶ καθεσθῆναι ἔκφυλα. Ἀριστοφάνης (fr. novum)·
„κᾆτα καθεδῇ δῆτά μοι“,
5καὶ ἐν Ἀχαρνεῦσιν (841)·
„καθεδεῖται“, καὶ πάλιν (fr. novum)·
„καθεδῶ δικαστάσ“ φησιν, καὶ Τηλεκλείδης (fr. 59)·
10
„καθεδοῦμαι“, καὶ Φερεκράτης (fr. 215)·
„καθεστέον“, καὶ Μένανδρος (fr. 807)·
„καθεδοῦμαι ἐνθαδὶ
15
τὸν Λοξίαν αὐτὸν καταλαβών“, καὶ Πλάτων (Phaedr. 229a)· „πρόαγε δὴ καὶ σκόπει ἅμα, ὅπου καθ‐ εδούμεθα“ καὶ „καθίσαι χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέασ“ (Plat. Legg. 755e). καθίσαι καὶ καθέσαι καὶ καθῆσθαι καὶ καθιεῖ καὶ
καθίζειν, οὐ καθιζάνειν. καὶ καθῆστο, καθοίμην, καθήμην, καθῆντο.177

56

καθηγεῖσθαι ἀντὶ τοῦ ἡγεῖσθαι παρὰ Ἡροδότῳ ἐστί (4,125,3), φησὶ γοῦν, ὅτι „καθηγέοντο οἱ Σκύθαι ἐς τῶν ἀνδροφάγων τοὺς χώρουσ“. χρῶνται δὲ καὶ οἱ Ἀττικοὶ τῷ καθηγεῖσθαι καὶ ὑφηγεῖσθαι. ἔστι δὲ καὶ τὸ προηγεῖσθαι παρ’ αὐτοῖς.

57

κάθου καὶ κάθησο, ἄμφω Ἑλληνικά. Ἀριστοφάνης (fr. 620)·
„οὐχ ὅτι γ’ ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου“. Κρατῖνος (fr. 277)·
„τὴν χεῖρα μὴ ἐπίβαλλε, μὴ κλάων κάθῃ“.
5λέγει γὰρ τὸ ὑποτακτικὸν ἀπὸ τοῦ κάθημαι καὶ κάθῃ καὶ κάθηται ὁριστικῶς. Ἀριστοφάνης (Nub. 255)·
„ἰδοὺ κάθημαι“ καὶ Ὑπερίδης (fr. 115 Jensen = 55 Burtt)· „ἀπόκριναί μοι, Ἑρμεία, ὥσ‐ περ κάθῃ“. τὸ δὲ κάθισον οὐκέτι, ἀλλ’ ἀντ’ αὐτοῦ καθίζου·
10
„σὺ δ’, ὦ τέκνον, τέως καθίζου μοὐνθαδί“ (fr. com. adesp. novum). λέγουσι δὲ καὶ καθίζανε· Φερεκράτης (fr. 172)·
„δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε“, Ἄρχιππος (fr. 47)·
„φέρε καθίζωμ’ ἐνθαδί“,
15Κρατῖνος (fr. 278)·
„εἰ πρῶτος ἔλθοις, κἂν καθίζεσθαι λάβοισ“. καὶ καθίζονται, καθίζηται, καθιζόμενον, καθήμεθα καὶ σὺν τῷ ε ἐκαθ‐ ήμεθα, καὶ καθιζήσει· Αἰσχίνης (3,167)· „ἀλλ’ εἰ μέν που χρήματ’ ἀ‐ ναλώσει, προσκαθιζήσει“, καὶ Πλάτων (Phaedr. 228e. 229a)· „ἀλλὰ ποῦ
20δὴ δοκεῖ καθιζόμενοι ἀναγνῶμεν;“ καὶ προελθών· „εἰς ὅπῃ ἂν δόξῃ,
ἐν ἡσυχίᾳ καθιζησόμεθα“, (ibid. 229b)· „καὶ πολὺ καθίζεσθαι“.178

58

καταποντωθῆναι (Plat. Gorg. 511e) ἀντὶ τοῦ καταποντισθῆναι· τῶν Ἀττικῶν δέ ἐστιν.

59

κέκτημαι καὶ ἔκτημαι, ἀμφότερα Ἑλληνικά. Θουκυδίδης ἑκατέρως· „καὶ οὐδὲν τὸ πρότερον κεκτημένων“ (2,53,1), „καὶ τὰ προεκτημένα
φιλεῖ ἐλασσοῦσθαι“ (2, 62, 3). Δημοσθένης δ’ ἀεὶ σὺν τῷ κ.179

60

κορεῖν παρὰ τοῖς Ἀττικοῖς τὸ σαίρειν καὶ φιλοκαλεῖν.

61

λύχνους λέγουσιν οἱ Ἀθηναῖοι, λύχνα δὲ Ἰακῶς λέγεται.180

62

μανόν· ἀραιόν. βραχέως λέγουσι. Τηλεκλείδης (fr. 61) ἀντὶ τοῦ ἀκριβὲς ἢ ὀρθὸν ἢ ἀσφαλὲς ἢ πυκνόν. Πλάτων (comic. fr. 200).
„καὶ ταῦτα μανάκις, μυριάκις τῆς ἡμέρασ“.

63

μείζονα πάντων οἱ λέγοντες ἁμαρτάνουσι. μέγιστον γὰρ χρὴ λέγειν
πάντων, μείζονα δὲ τούτου τινός.181

64

μεῖραξ καὶ μειρακίσκη ἐπὶ θηλείας· μειράκιον δὲ καὶ μειρακίσκος
ἐπὶ ἄρρενος.182

65

μόλιβον μὲν Ὅμηρος λέγει (Λ 237) καὶ ἴσως Ἰακόν ἐστιν. οἱ δὲ Ἀτ‐ τικοὶ μόλυβδον σὺν τῷ υ καὶ σὺν τῷ δ καὶ μολύβδινον· τὸ δὲ μολυβοῦν ἐσχάτως βάρβαρον.
„Φορμίων τρεῖς ἔφη στήσειν
5τρίποδας, ἔπειτ’ ἔθηκεν ἕνα μολύβδινον“
9Κρατῖνος (fr. 318).
10„φαίνεσθαι χρυσῆν κατ’ ἀγροὺς δ’ αὖθις αὖ μολυβδίνην“.

66

τὸν νεών, ἡ αἰτιατικὴ σὺν τῷ ν, καὶ λαγὼν καὶ Κών· ἡ δὲ γενικὴ
καὶ ἡ δοτικὴ ἄνευ τοῦ ν· τοῦ νεῶ καὶ τῷ νεῷ.183

67

ὀξόγαρον βάρβαρον, ὀξύγαρον γὰρ 〈***〉·
„ὀξύγαρον οἰνηρὸν ἔτι κεκτήσεται“
(Cratin. fr. 187).184

68a

ὀξύβαφον, οὐχὶ ὀξόβαφον.

68b

ὀξύβαφον, οὐχὶ ὀξόβαφον λεκτέον.

69

πανδοκεῖον· οὐκ ἐν τῷ χ, πανδοχεῖον· καὶ μελανοδόκον καὶ τὰ ὅμοια οὕτως. τὸν δὲ μοχλὸν ἐν τῷ χ καὶ Ἀττικοὶ καὶ Δωριεῖς καὶ Ἴωνες πλὴν Ἀνακρέοντος (fr. 86 = 431 PMG = Iamb. 6 West). οὗτος
δὲ μόνος σχεδὸν τῷ k. Ζηνόδοτος δὲ 〈***185
5
„καὶ οὐ μοκλὸν ἐν οὔρῃσι δίζησι βαλὼν
ἥσυχος καθεύδει“. καὶ ὁ σχινδαλμὸς ἐν τῷ χ.

70

τὸ πάντοτε παρ’ οὐδενὶ εὑρίσκεται τῶν δοκίμων, 〈***〉.186

71

παραιτοῦμαί σε καὶ παρῃτήσατο αὐτόν, καὶ παρῃτήσατο τὸ πρᾶγμα οὐ δεῖ λέγειν, ἀλλ’ οἷον, ὅτι
„παραιτοῦμαί σε συγγνώμην ἔχειν“ (Men. fr. 693), καὶ „παραιτοῦμαί σε μὴ χαλεπαίνειν“ (cf. Plat. Res publ.
5387b)· Ξενοφῶν (Mem. 2, 2, 14)· „τοὺς μὲν θεοὺς παραιτήσῃ συγγνώμο‐ νάς σοι εἶναι“. λέγουσι δ’ ἐπὶ τοῦ αὐτοῦ τὸ παρίεμαι.

72

παραλλήλους μὲν βίους λεκτέον καὶ ἄνδρας παραλλήλους, οὐκέτι δὲ κατὰ τὰς ἄλλας πτώσεις, οἷον ‘βίων παραλλήλων‘ ἢ ἐν τοῖς ‘παρ‐ αλλήλοις βίοισ‘· ἔτι δ’ ἧττον ἑνικῶς λεκτέον ‘παράλληλον βίον‘. οὐδὲν γάρ ἐστιν ‘ἄλληλον‘. μᾶλλον οὖν λεκτέον ‘ἐν τοῖς βίοις τοῖς παρ’ ἀλλή‐
5λους τεθεωρημένοισ‘ καὶ ‘τῶν ἀνδρῶν τῶν παρ’ ἀλλήλους ἐξητασμένων‘ καὶ ‘Ἑλλάνικος τοῦτο ἱστορεῖ ἐν τοῖς κατ’ ἄλληλα‘ (titulus alioquin ignotus), οὐκ ‘ἐν τοῖς καταλλήλοισ‘. ἐν μέντοι γεωμετρίαις συνήθως ἤδη λέγεται „παράλληλος εὐθεῖα“ καὶ „κύκλοι παράλληλοι“ (cf. Diog. Laert. 7,155). ἐπισκέψασθαι δὲ χρή, εἰ τὸ „ἐκ παραλλήλου“ (ut e.g. Phryn.187
10P.S. fr. 135 p. 151, 10 et Plut. Comp. Ag. Gracch. 1 scripserunt) εἴρηται ὑπό τινος τῶν δοκίμων· ἐγὼ μὲν γὰρ οὐκ οἶμαι.

73

πλεῖ τὸ προστακτικόν, οὐχὶ πλεῖθι οὐδὲ πλέε· τοῦτο γὰρ Ἰακόν. καὶ πνεῖ, οὐχὶ πνέε, καὶ δεῖ καὶ θεῖ καὶ ῥεῖ τὰ προστακτικὰ λέγε. Εὐριπί‐ δης (Troad. 102)·
„πλεῖ κατὰ πορθμόν“,
5Ἕρμιππος (fr. novum)·
„ἀλλ’ ἐκεῖσε θεῖ· δεῖ τοῦτον“.

74

πρύμνη καὶ πρύμνα, ἀμφότερα.188

75

πτέρνα καὶ πτέρνη, ἀμφότερα.

76a

σκῶρ· τὸ κόπρον. τῶν καθ’ ἡμᾶς σοφιστῶν ὁ ἐνδοξότατος ἔν τινι τῶν λόγων τῶν ἑαυτοῦ γέγραφε τὸ σκάτος ἀγνοήσας, ὅτι ἡ ὀρθὴ πτῶσίς ἐστι τὸ σκῶρ, αἱ δὲ πλάγιαι τοῦ σκατὸς καὶ τῷ σκατί. Ἀριστο‐ φάνης (Ran. 146)·
5
„καὶ σκῶρ ἀεὶ νῶν“. ὄντως οὖν σκατοφάγου τὸ ἁμάρτημα.

76b

σκῶρ· (τὸ ἀποπάτημα) οὐ σκάτος. οὕτως Ἀριστοφάνης (Ran. 146).189

77

συγκαταθέσθαι δεῖ λέγειν, οὐχὶ συνθέσθαι.

78

συμφοιτητὴν τὸν συμμαθητὴν λέγει ὁ Σόλων (fr. 528 Martina), συμ‐ φιλόλογος δὲ δεινῶς βάρβαρον καὶ Αἰγύπτιον.

79

τρίτην ἡμέραν λέγουσιν, οὐχὶ τρίτης ἡμέρας οὐδὲ τρίτῃ ἡμέρᾳ. Ξενο‐ φῶν (Inst. Cyri 6, 3, 11)· „καὶ χθὲς δὲ καὶ τρίτην ἡμέραν ταὐτὸ τοῦτ’
ἔπραττον“. Μένανδρος (fr. 809)·
„ἡμέραν τρίτην
190
5
ἐπεκώμασεν ἡμῖν“. Ἀντιφῶν (immo Antiphanes fr. 280)·
„ἐχθὲς μετὰ πέντ’ ἔπινον, ἡμέραν τρίτην
μεθ’ ἑπτά“. οὐκέτι δὲ ‘ἀπὸ τρίτην ἡμέραν‘, ὥσπερ νῦν σολοικίζουσί τινες, ἀλλ’ ἀπὸ
10τρίτης ἡμέρας. καὶ τρίτον ἔτος λέγουσιν, οὐχὶ τρίτῳ ἔτει. Φερεκρά‐ της (fr. 182)· „πότε σὺ 〈***〉 ἤκουσας αὐτοῦ; προπέρυσιν ἔτος τρίτον“. ἐνίοτε δὲ προστιθέασι ‘τοῦτο‘ καὶ ‘τουτί‘, οἷον ‘τρίτον ἔτος τοῦτο‘ (cf. Dem. 21,13), ἐπειδὰν ἀπὸ τοῦ παρόντος χρόνου λογίζωνται καὶ μὴ
15ἀπό τινος παρῳχηκότος. καὶ Δημοσθένης (3, 4)· „τρίτον ἢ τέταρτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν“. ἄνευ δὲ τοῦ προ〈σ〉κεῖσθαι τὸ ‘τοῦτο‘ καὶ ‘τουτί‘, κοινὸν καὶ τοῦ παρεληλυθότος χρόνου ἐστίν.

80

ὑάλινον· οὐχὶ ὑαλοῦν, καὶ τὴν ὕαλον θηλυκῶς ἐν τῷ α λεκτέον,
οὐχὶ ἐν τῷ ε.191

81

ὑός· ἄνευ τοῦ ι οἱ Ἀττικοί. λέγω δέ, ὁπότε ἐν μιᾷ συλλαβῇ φωνήεντι ὑποτέτακται, ἐξαιρεῖ〈ται〉 ὅλως, οἷον μῦα, ὑός, εἰρηκῦα, πεποιηκῦα, κλάειν καὶ τὰ ὅμοια. ὁπηνίκα δ’ ἐν συλλαβῶν διαζεύξει φωνήεντι ἕπεται, γράφεται μέν, οὐ συνεκφωνεῖται δέ· Καδμῇδα (Thuc. 1,12,3),
5Νηρῇδα (ubi?), Κωπᾷδα (Ar. Ach. 962).192

82

ὑπέθηκε τὴν οὐσίαν ὁ δανειζόμενος· ὑπέθετο δ’ ὁ δανείζων.
Δημοσθένης (50, 7)· „ὑποθεὶς δὲ τὴν οὐσίαν τὴν ἐμαυτοῦ“.193