TLG 2972 001 :: ANONYMI DE TERRAE MOTIBUS :: De terrae motibus ANONYMI DE TERRAE MOTIBUS De terrae motibus Citation: Page — (line) | ||
172(1t) | ANONYMI DISSERTATIO DE | |
2t | TERRAE MOTIBUS | |
---|---|---|
3t | IN CODICE LAURENTIANO 28, 34 (SAEC. XI) | |
4t | FOL. 110 SQ. | |
5t | ΦΥΣΙΚΗ ΘΕΩΡΙΑ ΠΕΡΙ ΤΩΝ ΓΙΝΟΜΕΝΩΝ ΣΕΙΣΜΩΝ | |
6t | ΩΣ ΟΙ ΠΑΛΑΙΟΙ | |
7 | Καθόλου τοίνυν περὶ τῶν ἐν τῇ γῇ γινομένων σεισμῶν καὶ τῆς τούτων αἰτίας, καθὰ τοῖς παλαιοῖς διείληπται, ῥητέον δυσεπηβόλου τε καὶ σχεδὸν ἀτεκ‐ | |
10 | μάρτου αὐτοῖς τοῦ τοιούτου εἴδους καταληφθέντος· ἐπεὶ τοίνυν τοῖς περὶ τὴν γῆν πάθεσιν μίαν ἐκ πασῶν τὴν περὶ τοῦ καταγείου πυρὸς αἰτίαν τέως ἀπο‐ δεχομένους ὁρῶμεν, ἐπεὶ καὶ τοὺς τόπους, ἐν οἷς συνεχῶς σάλοι συμβαίνουσιν, ἐπετήρησαν. καὶ γὰρ τὸ | |
15 | πῦρ διεργαζόμενον cetera quae apud Lydum cap. 53 p. 107 v. 14 usque ad p. 109 v. 10 leguntur. οἱ δέ γε τῶν φυσικῶν ἀκριβέστερον περὶ σεισμῶν ἀναλαβόντες τὴν αὐτῶν γένεσιν οὕτως πώς φασιν. | |
ἔστι φανερὸν ὅτι ἀναγκαῖον καὶ ἀπὸ ὑγροῦ καὶ ἀπὸ | 172 | |
173 | ξηροῦ γίνεσθαι ἀναθυμίασιν cetera quae leguntur per totum caput octavum Aristotelis meteorologic. lib. II; et explicit: περὶ μὲν οὖν σεισμῶν καὶ ὅντινα τρόπον γίγνονται τὰ παρὰ τῶν παλαιῶν εὑρήματα τοσαῦτα. | |
5t | ΠΕΡΙ ΣΕΙΣΜΩΝ ΠΡΟΣΗΜΕΙΩΣΕΙΣ | |
6 | Ἃ δὲ καὶ περὶ τοῦ προγνῶναι τὴν αὐτῶν γένεσιν, ὅσον κατὰ δύναμιν ἀνθρώποις ἐσημειώθη, συναγα‐ γόντες εἰς ἓν σύνοπτον παραθεῖναι διέγνωμεν. λέ‐ γεται τοίνυν σημαίνεσθαι σεισμὸς τῶν κακοποιῶν | |
10 | ἀστέρων ἐν τοῖς ἐπισήμοις τῷ πάθει ζωδίοις γιγνο‐ μένων. Κρόνος 〈ἐν〉 ταύρῳ. Κρόνος μὲν γὰρ εἰς τὸν ταῦρον τὴν μετάβασιν ποιούμενος σεισμὸν ὡς ἐπὶ τὸ πλεῖστον ποιεῖ κατὰ τόπους καὶ μάλιστα ἐν ταῖς | |
15 | χώραις καὶ πόλεσιν, ἐν αἷς ὑπάρχει ἡ τοῦ ταύρου δεσποτία. ὁ δ’ αὐτὸς ἀστὴρ τοῦ Κρόνου καὶ φάσιν ποιούμενος ἐν τῷ πρώτῳ δεκανῷ τοῦ ταύρου σεισμοὺς κατὰ τόπους ποιεῖ. Κρόνος 〈ἐν〉 διδύμοις. ἐν δὲ τοῖς διδύμοις ὁ Κρόνος γενόμενος καὶ ἐν τοῖς βορείοις | |
20 | ἐλθὼν τούτου τοῦ ζωδίου μέρεσι σεισμοὺς κατὰ τόπους ποιεῖ. Κρόνος 〈ἐν〉 καρκίνῳ. ἔτι δ’ ἐν καρκίνῳ τὴν μετάβασιν ὁ Κρόνος ποιούμενος σεισμοὺς ποιεῖ. Κρόνος 〈ἐν〉 σκορπίῳ. ἐν δὲ τῷ τρίτῳ δεκανῷ τοῦ σκορπίου φάσιν ὁ Κρόνος ποιούμενος σεισμὸν | |
25 | γενέσθαι σημαίνει. Ἄρης 〈ἐν〉 ταύρῳ. Ἄρης δ’ ἐν | |
ταύρῳ διὰ μέσου τοῦ ζωδίου γινόμενος σεισμῶν ἐστι | 173 | |
174 | κινητικός. ἐν δὲ τοῖς διδύμοις ὁ αὐτὸς ἀστὴρ γινό‐ μενος καὶ ἐν τοῖς βορείοις τοῦ ζωδίου μέρεσιν ἐλθὼν σεισμὸν ποιεῖ. ἐν καρκίνῳ δὲ Ἄρης φάσιν ποιού‐ μενος ἐν τῷ πρώτῳ δεκανῷ σεισμὸν σημαίνει. ἥλιος | |
5 | 〈ἐν〉 ὑδροχόῳ. καὶ ἥλιος δὲ ἐκλείπων ἐν τῷ δευ‐ τέρῳ δεκανῷ τοῦ ὑδροχόου σεισμοὺς σημαίνει. ἥλιος 〈ἐν〉 ἰχθύσιν. ἔτι δὲ ἐκλείπων ὁ ἥλιος ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τῶν ἰχθύων σεισμὸν ἐν ταῖς παραλίαις σημαίνει. σελήνη 〈ἐν〉 σκορπίῳ. σελήνη δὲ ἐκλεί‐ | |
10 | πουσα ἐν τῇ πρώτῃ δεκαμοιρίᾳ τοῦ σκορπίου ἐνίοτε σεισμὸν σημαίνει. Καθόλου δὲ αἱ ὑπὸ γῆν ἐκλείψεις ἡλίου ἢ σελήνης σεισμοὺς ἀποτελοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον. ἔτι τὰ προηγούμενα τοῦ δωδεκατημορίου τοῦ ταύρου | |
15 | καὶ μάλιστα τὰ κατὰ τὴν πλειάδα σεισμώδη γίγνεται, εἰ μή τις τῶν ἀγαθοποιῶν ἀστέρων ἐπίδοι. καὶ τὰ βόρεια δὲ τοῦ δωδεκατημορίου τῶν διδύμων σεισμώδη καθίσταται καὶ τὰ τοῦ δωδεκατημορίου τοῦ σκορπίου ἑπόμενα σεισμώδη φασίν. ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ | |
20 | τὴν οἰκοδεσποτίαν λαβὼν σεισμῶν ἀποτελεστικὸς περὶ τὸ κατάστημα. περὶ δὲ τὰς τῆς σελήνης ἐκλείψεις ἐνίοτε προσδοκᾶν χρὴ εὐθὺς γενέσθαι σεισμόν. ἐὰν δὲ μεθ’ ἡμέραν ἢ μικρὸν μετὰ δυσμὰς αἰθρίας οὔσης νεφέλιον λεπτὸν φαίνηται διατεῖνον καὶ μακρὸν οἷον | |
25 | γραμμῆς μῆκος εὐθύτητι διηκριβωμένον, σεισμὸν ση‐ μαίνει παραυτίκα. καὶ ψόφος δὲ γιγνόμενος ὑπὸ | |
γῆν σεισμὸν σημαίνει. ὅταν δὲ σεισμὸς μέγας γέ‐ | 174 | |
175 | νηται, πρότερον μὲν ἐπὶ τεσσαράκοντα ἡμέρας σείει· ὕστερον δὲ καὶ ἐπ’ ἐνιαυτὸν καὶ δύο ἔτη πολλάκις σείει κατὰ τοὺς αὐτοὺς τόπους. Τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς τῶν σεισμῶν προ‐ | |
5 | γνώσεως ἐσημειώθη παρὰ τοῖς παλαιοῖς· ἡμῖν δὲ νόμος καὶ ὅρος ἑκάστοτε καὶ ἐφ’ ἑκάστῳ τῶν συμβαινόντων ἄνωθεν τὸ θεῖον πρόσταγμα πιστεύεται, ἀρρήτῳ τινὶ προνοίας λόγῳ τοῦ πάντα πεποιηκότος θεοῦ κυβερ‐ νῶντος καὶ διοικοῦντος τὰ σύμπαντα. | |
10 | Σχόλιον ἀπὸ φωνῆς Συμεὼν μονάχου τοῦ χρυσο‐ γράφου εἰς τὰ προκείμενα δύο κανόνια περὶ σεισμῶν. τὸν ἀστέρα τὸν κύριον τῆς προγενομένης συνόδου ἢ πανσελήνου ἐπισκόπει καὶ τὸ πλάτος αὐτοῦ εἴτε βό‐ ρειόν ἐστιν ἢ νότιον, καὶ ἐπὶ ποίου βαθμοῦ τοῦ πλά‐ | |
15 | τους ἕστηκεν ὁ ἀστήρ, καὶ ταῦτα ἐφευρίσκων εἰσέρχου τὰ προκείμενα κανόνια καὶ ἀναψηλαφῶν τὸ ζώδιον, ἐν | |
ᾧ ὁ κύριος τῆς συζυγίας ἔτυχεν, ἀποφαίνου. | 175 |