TLG 2970 001 :: SEVERUS :: Περὶ ψυχῆς (fragmentum)

SEVERUS Phil., Platonicus
(A.D. 2)

Περὶ ψυχῆς (fragmentum)

Source: Mullach, F.W.A. (ed.), Fragmenta philosophorum Graecorum, vol. 3. Paris: Didot, 1881 (repr. Aalen: Scientia, 1968): 204–205.

Citation: Page+column — (line)

204,1

Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν· ὅτι ἀνάγκη, χρόνῳ διαστάσεως
5αὐτῶν γιγνομένης, ἀφανισθῆναι αὐτήν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεῖα ἑκάστου ἐξ ὧν συνέστη, ἐν χρόνῳ φύσει χωριζομένου. Εἰ δὲ τοῦτο, φθαρτὴν ἀποφανοῦμεν, ἀλλ’ οὐκ ἀθάνατον τὴν ψυχήν. Εἰ γὰρ τοῦτο ὁμολογεῖται, μηδὲν τῶν ἐν τῇ φύσει ὄντων
10ἄνευ τοῦ ἐναντίου εἶναι, τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ, οἷον τῷ ξηρῷ πρὸς τὸ ὑγρόν, καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρόν, τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον, λευκῷ τε πρὸς τὸ μέλαν,
15γλυκεῖ τε πρὸς τὸ πικρόν, σκληρῷ τε πρὸς τὸ μα‐ λακόν, τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητήν, καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν· τὰ δὲ κραθέντα καὶ μιχθέντα, χωρισμὸν τὸν ἀπ’ ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται· ἡ δὲ ψυχὴ ἐξ

204,2

ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα, οὕτω καὶ ταύτην ἐν χρόνῳ φύτει ἀφανισθῆναι, τῶν ἐν τῇ συστάσει αὐ‐ τῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων.
5Ἦ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρύ, κᾂν ὑφ’ ἡμῶν, ἤ τινος ἔξωθεν φυσικῆς προσγενομένης αὐτῷ κουφότητος, ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται; ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον, κατὰ τὰς ὁμοίας ἔξωθεν αἰτίας κάτω φερό‐
10μενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; Τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταὐτὸν συνα‐ χθέντα, ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς. Ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων
15ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτοῦ φύσει ἀπαθὲς καὶ ἀσώματον. Ὅθεν Πλάτων καὶ οἱ μετ’ αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν εἶναι. Ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων
λόγος γεγονέναι, τὰ δ’ ἐν ἡμῖν ἄνευ σώματος ἑκου‐204

205,1

σίως καὶ ἀκουσίως γιγνόμενα πάθη, τῆς ψυχῆς εἶ‐ ναι λέγεται, οἱ μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνητὴν αὐτὴν εἶναι λέγουσι, καὶ σωματοειδῆ, ἀλλ’ οὐκ ἀσώματον. Ὁ δὲ
5Πλάτων, τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. Ὅτι δὲ μὴ ἑτέρως ἔχει, ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἱ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι. Ταῦτά μοι ἀπὸ
10τῶν Σεβήρου τοῦ Πλατωνικοῦ περὶ ψυχῆς προκείσθω.205