TLG 2969 001 :: DEMONAX :: Fragmenta

DEMONAX Phil., Cynicus
(Cyprius: A.D. 2)

Fragmenta

Source: Mullach, F.W.A. (ed.), Fragmenta philosophorum Graecorum, vol. 2. Paris: Didot, 1867 (repr. Aalen: Scientia, 1968): 351–357.

frr. 1–67

Citation: Fragment — (line)

1

Τοσοῦτον εἰς ἀρετὴν προσθήσεις, ὅσον ἂν ὑφέλῃς τῶν ἡδονῶν.

2

Αἰσχρὸν μὲν ἐν ἄλλοις ἀποδέχεσθαι τὰς ἀρετάς, ἐν ἑαυτοῖς δὲ ἔχειν τὰς κακίας.

3

Τοὺς τῶν σωμάτων ἐπιμελουμένους, ἑαυτῶν δὲ ἀμελοῦντας ὠνείδιζεν, ὡς τῶν μὲν οἴκων ἐπιμελουμέ‐ νους, τῶν δὲ ἐνοίκων ἀμελοῦντας.

4

Ἐν ἀλλοτρίοις παραδείγμασι παίδευε σεαυτόν, καὶ ἀλλότριος τῶν κακῶν ἔσῃ.

5

Θνητοὶ γεγῶτες μὴ φρονεῖθ’ ὑπὲρ θεούς.

6

Ἐξεταζόντων τινῶν, εἰ ὁ κόσμος ἔμψυχος, καὶ αὖθις, εἰ σφαιροειδής· Ὑμεῖς, ἔφη, περὶ μὲν τοῦ κόσμου πολυπραγμονεῖτε, περὶ δὲ τῆς ἑαυτῶν ἀκο‐ σμίας οὐ φροντίζετε.

7

Τινὸς σοφιστοῦ αἰτιωμένου αὐτὸν καὶ λέγοντος· Διὰ τί με κακῶς λέγεις; Ὅτι μὴ καταφρονεῖς, ἔφη, τοῦ κακῶς λέγοντος.

8

Δημῶναξ ἐρωτηθείς, πότε ἤρξατο φιλοσοφεῖν, Ὅτε καταγιγνώσκειν, ἔφη, ἐμαυτοῦ ἠρξάμην.

9

Τοῖς ὠσὶ πλέον ἢ τῇ γλώττῃ χρῶ.

10

Οἱ ἀπαίδευτοι καθάπερ οἱ ἁλιευόμενοι ἰχθύες ἑλκόμενοι σιγῶσι.

11

Ἐλάσσω κακὰ πάσχουσιν οἱ ἄνθρωποι ὑπὸ τῶν ἐχθρῶν ἢ ὑπὸ τῶν φίλων. Τοὺς μὲν γὰρ ἐχθροὺς δε‐ διότες φυλάσσονται· τοῖς δὲ φίλοις ἀνεῳγμένοι εἰσὶ καὶ γίνονται σφαλεροὶ καὶ εὐεπιβούλευτοι.

12

Μυστήριον ἐν φιλίᾳ ἀκούσας ὕστερον ἐχθρὸς γε‐ νόμενος μὴ ἐκφάνῃς· ἀδικεῖς γὰρ οὐ τὸν ἐχθρόν, ἀλλὰ τὴν φιλίαν.

13

Μὴ κτῆσαι φίλον, ᾧ μὴ πάντα πιστεύεις.351

14

Εἰσί τινες, οἳ τὸν παρόντα βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται πολλῇ σπουδῇ ὡς ἕτερον βίον βιωσό‐ μενοι, οὐ τὸν παρόντα.

15

Δείκνυσιν ἡ μὲν τροπὴ τὸν κατ’ ἀλήθειαν ἀν‐ δρεῖον, ἡ δὲ ἀτυχία τὸν φρόνιμον.

16

Τὰς μὲν πόλεις ἀναθήμασι, τὰς δὲ ψυχὰς μα‐ θήμασι κοσμεῖν δεῖ.

17

Ἐπεὶ γὰρ ὁ Φαβωρῖνος ἀκούσας τινὸς ὡς ἐν γέλωτι ποιοῖτο τὰς ὁμιλίας αὐτοῦ καὶ μάλιστα τῶν ἐν αὐταῖς μελῶν τὸ ἐπικεκλασμένον σφόδρα ὡς ἀγεννὲς καὶ γυναικεῖον καὶ φιλοσοφίᾳ ἥκιστα πρέπον, προσελ‐
5θὼν ἠρώτα τὸν Δημώνακτα, τίς ὢν χλευάζοι τὰ αὐ‐ τοῦ. Ἄνθρωπος, ἔφη, οὐκ εὐαπάτητα ἔχων τὰ ὦτα. Ἐγκειμένου δὲ τοῦ σοφιστοῦ καὶ ἐρωτῶντος, τίνα δὲ καὶ ἐφόδια ἔχων, ὦ Δημῶναξ, ἐκ παιδιᾶς εἰς φιλοσο‐ φίαν ἥκεις; Ὄρχεις, ἔφη.

18

Ἄλλοτε δέ ποτε ὁ αὐτὸς προσελθὼν ἠρώτα τὸν Δημώνακτα, τίνα αἵρεσιν ἀσπάζεται μᾶλλον ἐν φιλο‐ σοφίᾳ· ὁ δὲ, Τίς γάρ σοι εἶπεν ὅτι φιλοσοφῶ; καὶ ἀπιὼν ἤδη παρ’ αὐτοῦ μάλα ἡδὺ ἐγέλασε· τοῦ δὲ ἐρωτήσαν‐
5τος, ἐφ’ ὅτῳ γελᾷ, ἐκεῖνος ἔφη, Γελοῖόν μοι εἶναι ἔδο‐ ξεν, εἰ σὺ ἀπὸ τοῦ πώγωνος ἀξιοῖς κρίνεσθαι τοὺς φι‐ λοσοφοῦντας αὐτὸς πώγωνα οὐκ ἔχων.

19

Τοῦ δὲ Σιδωνίου ποτὲ σοφιστοῦ Ἀθήνησιν εὐ‐ δοκιμοῦντος καὶ λέγοντος ὑπὲρ αὑτοῦ ἔπαινόν τινα τοιοῦτον, ὅτι πάσης φιλοσοφίας πεπείραται (οὐ χεῖ‐ ρον δὲ αὐτὰ εἰπεῖν ἃ ἔλεγεν)· Ἐὰν Ἀριστοτέλης με
5καλῇ ἐπὶ τὸ Λύκειον, ἕψομαι· ἂν Πλάτων ἐπὶ τὴν Ἀκα‐ δήμειαν, ἀφίξομαι· ἂν Ζήνων, ἐπὶ τῇ Ποικίλῃ δια‐ τρίψω· ἂν Πυθαγόρας καλῇ, σιωπήσομαι. Ἀναστὰς οὖν ἐκ μέσων τῶν ἀκροωμένων, Οὗτος, ἔφη προσει‐ πὼν τὸ ὄνομα, καλεῖ σε Πυθαγόρας.

20

Πύθωνος δέ τινος τῶν ἐν Μακεδονίᾳ εὐπαρύφων νεανίσκου ὡραίου ἐρεσχηλοῦντος αὐτὸν καὶ προτείνον‐ τος ἐρώτημά τι σοφιστικὸν καὶ κελεύοντος εἰπεῖν τοῦ συλλογισμοῦ τὴν λύσιν, Ἕν, ἔφη, οἶδα, τέκνον, ὅτι
5περαίνει. Ἀγανακτήσαντος δὲ ἐκείνου ἐπὶ τῷ τῆς ἀμ‐ φιβολίας σκώμματι καὶ συναπειλήσαντος, Αὐτίκα σοι μάλα τὸν ἄνδρα δείξω, ὁ δὲ σὺν γέλωτι ἠρώτησε, Καὶ γὰρ ἄνδρα ἔχεις;

21

Ἐπεὶ δέ τις ἀθλητὴς καταγελασθεὶς ὑπ’ αὐτοῦ, ὅτι ἐσθῆτα ὤφθη ἀνθινὴν ἀμπεχόμενος Ὀλυμπιονίκης ὤν, ἐπάταξεν αὐτὸν εἰς τὴν κεφαλὴν λίθῳ καὶ αἷμα ἐῤῥύη, οἱ μὲν παρόντες ἠγανάκτουν ὡς αὐτὸς ἕκαστος
5τετυπτημένος καὶ ἐβόων ἐπὶ τὸν ἀνθύπατον ἰέναι, ὁ δὲ Δημῶναξ, Μηδαμῶς, ἔφη, ὦ ἄνδρες, πρὸς τὸν
ἀνθύπατον, ἀλλ’ ἐπὶ τὸν ἰατρόν.352

22

Ἐπεὶ δέ ποτε καὶ χρυσοῦν δακτύλιον ὁδῷ βαδί‐ ζων εὗρε, γραμμάτιον ἐν ἀγορᾷ προθεὶς ἠξίου τὸν ἀπο‐ λέσαντα, ὅστις εἴη τοῦ δακτυλίου δεσπότης, ἥκειν καὶ εἰπόντα ὁλκὴν αὐτοῦ καὶ λίθον καὶ τύπον ἀπολαμβά‐
5νειν· ἧκεν οὖν τις μειρακίσκος ὡραῖος αὐτὸς ἀπολωλε‐ κέναι λέγων. Ἐπεὶ δὲ οὐδὲν ὑγιὲς ἔλεγεν, Ἄπιθι, ἔφη, ὦ παῖ, καὶ τὸν ἑαυτοῦ δακτύλιον φύλαττε, τοῦτον γὰρ οὐκ ἀπολώλεκας.

23

Τῶν δὲ ἀπὸ τῆς Ῥωμαίων βουλῆς τις Ἀθήνη‐ σιν υἱὸν αὐτῷ δείξας πάνυ ὡραῖον, θηλυδρίαν δὲ καὶ διακεκλασμένον, Προσαγορεύει σε, ἔφη, ὁ ἐμὸς υἱὸς οὑτοσί, καὶ ὁ Δημῶναξ, Καλός, ἔφη, καὶ σοῦ ἄξιος
5καὶ τῇ μητρὶ ὅμοιος.

24

Τὸν δὲ Κυνικὸν ἐν ἄρκτου δέρματι φιλοσοφοῦντα οὐχ Ὁνώρατον, ὥσπερ ὠνομάζετο, ἀλλ’ Ἀρκεσίλαον καλεῖν ἠξίου.

25

Ἐρωτήσαντος δέ τινος, τίς αὐτῷ ὅρος εὐδαιμο‐ νίας εἶναι δοκεῖ, Μόνον εὐδαίμονα, ἔφη, τὸν ἐλεύθε‐ ρον· ἐκείνου δὲ φήσαντος πολλοὺς ἐλευθέρους εἶναι, Ἀλλ’ ἐκεῖνον νομίζω τὸν μήτε ἐλπίζοντά τι μήτε δε‐
5διότα· ὁ δέ, Καὶ πῶς ἄν, ἔφη, τοῦτό τις δύναιτο; ἅπαντες γὰρ ὡς τὸ πολὺ τούτοις δεδουλώμεθα. Καὶ μήν, ἔφη, εἰ κατανοήσεις τὰ τῶν ἀνθρώπων πράγματα, εὕροις ἂν αὐτὰ οὔτε ἐλπίδος οὔτε φόβου ἄξια, παυσο‐ μένων πάντως καὶ τῶν ἀνιαρῶν καὶ τῶν ἡδέων.

26

Περεγρίνου δὲ τοῦ Πρωτέως ἐπιτιμῶντος αὐτῷ, ὅτι ἐγέλα τὰ πολλὰ καὶ τοῖς ἀνθρώποις προσέπαιζε, καὶ λέγοντος, Δημῶναξ, οὐ κυνᾷς; ἀπεκρίνατο, Πε‐ ρεγρῖνε, οὐκ ἀνθρωπίζεις;

27

Καὶ μὴν καὶ φυσικόν τινα περὶ τῶν ἀντιπόδων διαλεγόμενον ἀναστήσας καὶ ἐπὶ φρέαρ ἀγαγὼν καὶ δείξας αὐτῷ τὴν ἐν τῷ ὕδατι σκιὰν ἤρετο, Τοιούτους ἄρα τοὺς ἀντίποδας εἶναι λέγεις;

28

Ἀλλὰ καὶ μάγου τινὸς εἶναι λέγοντος καὶ ἐπῳ‐ δὰς ἔχειν ἰσχυράς, ὡς ὑπ’ αὐτῶν ἅπαντας ἀναπείθειν καὶ παρέχειν αὐτῷ ὁπόσα βούλεται, Μὴ θαύμαζε, ἔφη· καὶ γὰρ αὐτὸς ὁμότεχνός εἰμί σοι, καὶ εἰ βούλει,
5ἕπου πρὸς τὴν ἀρτόπωλιν καὶ ὄψει με διὰ μιᾶς ἐπῳδῆς καὶ μικροῦ του φαρμάκου πείθοντα αὐτὴν δοῦναί μοι τῶν ἄρτων, αἰνιττόμενος τὸ νόμισμα ὡς τὰ ἴσα τῇ ἐπῳδῇ δυνάμενον.

29

Ἐπεὶ δὲ Ἡρώδης ὁ πάνυ ἐπένθει τὸν Πολυδεύ‐ κην πρὸ ὥρας ἀποθανόντα καὶ ἠξίου ὄχημα ζεύγνυσθαι αὐτῷ καὶ ἵππους παρίστασθαι ὡς ἀναβησομένῳ καὶ δεῖπνον παρασκευάζεσθαι, προσελθών, Παρὰ Πολυ‐
5δεύκους, ἔφη, κομίζω σοί τινα ἐπιστολήν. Ἡσθέντος δὲ ἐκείνου καὶ οἰηθέντος ὅτι κατὰ τὸ κοινὸν καὶ αὐτὸς συντρέχει τοῖς ἄλλοις τῷ πάθει αὐτοῦ, καὶ εἰπόντος, Τί οὖν, ὦ Δημῶναξ, Πολυδεύκης ἀξιοῖ; Αἰτιᾶταί σε,
ἔφη, ὅτι μὴ ἤδη πρὸς αὐτὸν ἄπει.353

30

Ὁ δ’ αὐτὸς υἱὸν πενθοῦντι καὶ ἐν σκότῳ ἑαυτὸν καθείρξαντι προσελθὼν ἔλεγε μάγος τε εἶναι καὶ δύ‐ νασθαι ἀναγαγεῖν τοῦ παιδὸς τὸ εἴδωλον, εἰ μόνον αὐτῷ τρεῖς τινας ἀνθρώπους ὀνομάσειε μηδένα πώ‐
5ποτε πεπενθηκότας. Ἐπὶ πολὺ δὲ ἐκείνου ἐνδοιάσαν‐ τος καὶ ἀποροῦντος (οὐ γὰρ εἶχέ τινα, οἶμαι, εἰπεῖν τοιοῦτον), Εἶτ’, ἔφη, ὦ γελοῖε, μόνος ἀφόρητα πά‐ σχειν νομίζεις μηδένα ὁρῶν πένθους ἄμοιρον;

31

Καὶ μὴν κἀκείνων καταγελᾶν ἠξίου τῶν ἐν ταῖς ὁμιλίαις πάνυ ἀρχαίοις καὶ ξένοις ὀνόμασι χρωμένων· ἑνὶ γοῦν ἐρωτηθέντι ὑπ’ αὐτοῦ λόγον τινὰ καὶ ὑπερατ‐ τικῶς ἀποκριθέντι, Ἐγὼ μέν σε, ἔφη, ὦ ἑταῖρε, νῦν
5ἠρώτησα, σὺ δέ μοι ὡς ἐπ’ Ἀγαμέμνονος ἀποκρίνῃ.

32

Εἰπόντος δέ τινος τῶν ἑταίρων, Ἀπίωμεν, Δη‐ μῶναξ, εἰς τὸ Ἀσκληπιεῖον καὶ προσευξώμεθα ὑπὲρ τοῦ υἱοῦ, Πάνυ, ἔφη, κωφὸν ἡγῇ τὸν Ἀσκληπιόν, εἰ μὴ δύναται κἀντεῦθεν ἡμῶν εὐχομένων ἀκούειν.

33

Ἰδὼν δέ ποτε δύο τινὰς φιλοσόφους κομιδῆ ἀπαι‐ δεύτως ἐν ζητήσει ἐρίζοντας καὶ τὸν μὲν ἄτοπα ἐρω‐ τῶντα, τὸν δὲ οὐδὲν πρὸς λόγον ἀποκρινόμενον, Οὐ δοκεῖ ὑμῖν, ἔφη, ὦ φίλοι, ὁ μὲν ἕτερος τούτων τράγον
5ἀμέλγειν, ὁ δὲ αὐτῷ κόσκινον ὑποτιθέναι;

34

Ἀγαθοκλέους δὲ τοῦ Περιπατητικοῦ μέγα φρο‐ νοῦντος ὅτι μόνος αὐτός ἐστι καὶ πρῶτος τῶν διαλεκτι‐ κῶν, ἔφη, Καὶ μήν, ὦ Ἀγαθόκλεις, εἰ μὲν πρῶτος, οὐ μόνος, εἰ δὲ μόνος, οὐ πρῶτος.

35

Κεθήγου δὲ τοῦ ὑπατικοῦ, ὁπότε διὰ τῆς Ἑλλά‐ δος εἰς τὴν Ἀσίαν ἀπῄει πρεσβεύσων τῷ πατρί, πολλὰ καταγέλαστα καὶ λέγοντος καὶ ποιοῦντος, ἐπειδὴ τῶν ἑταίρων τις ὁρῶν ταῦτα ἔλεγεν αὐτὸν μέγα κάθαρμα
5εἶναι, Μὰ τὸν Δί’, ἔφη ὁ Δημῶναξ, οὐδὲ μέγα.

36

Καὶ Ἀπολλώνιον δέ ποτε τὸν φιλόσοφον ἰδὼν μετὰ πολλῶν τῶν μαθητῶν ἐξελαύνοντα (ἤδη δὲ ἀπῄει μετάπεμπτος ὡς ἐπὶ παιδείᾳ τῷ βασιλεῖ συνε‐ σόμενος), Προσέρχεται, ἔφη, ὁ Ἀπολλώνιος καὶ οἱ
5Ἀργοναῦται αὐτοῦ.

37

Ἄλλου δέ ποτε ἐρομένου, εἰ ἀθάνατος αὐτῷ ἡ ψυχὴ δοκεῖ εἶναι, Ἀθάνατος, ἔφη, ἀλλ’ ὡς πάντα.

38

Περὶ μέντοι Ἡρώδου ἔλεγεν ἀληθεύειν τὸν Πλάτωνα φάμενον, οὐ μίαν ἡμᾶς ψυχὴν ἔχειν· οὐ γὰρ εἶναι τῆς αὐτῆς ψυχῆς Ῥηγίλλαν καὶ Πολυδεύκην ὡς ζῶντας ἑστιᾶν καὶ τὰ τοιαῦτα μελετᾶν.

39

Ἐτόλμησε δέ ποτε καὶ Ἀθηναίους ἐρωτῆσαι δημοσίᾳ τῆς προῤῥήσεως ἀκούσας, διὰ τίνα αἰτίαν ἀπο‐
κλείουσι τοὺς βαρβάρους, καὶ ταῦτα τοῦ τὴν τελετὴν αὐτοῖς καταστησαμένου Εὐμόλπου βαρβάρου καὶ Θρᾳκὸς354
5ὄντος.

40

Ἐπεὶ δέ ποτε πλεῖν μέλλοντι αὐτῷ διὰ χειμῶνος ἔφη τις τῶν φίλων, Οὐ δέδοικας μὴ ἀνατραπέντος τοῦ σκάφους ὑπὸ ἰχθύων καταβρωθῇς; κᾆτ’ ἀγνώμων ἂν εἴην, ἔφη, ὀκνῶν ὑπὸ ἰχθύων καταδασθῆναι τοσούτους
5αὐτὸς ἰχθῦς καταφαγών.

41

Ῥήτορι δέ τινι κάκιστα μελετήσαντι συνεβού‐ λευεν ἀσκεῖν καὶ γυμνάζεσθαι· τοῦ δὲ εἰπόντος, Ἀεὶ ἐπ’ ἐμαυτοῦ λέγω, Εἰκότως τοίνυν, ἔφη, τοιαῦτα λέ‐ γεις μωρῷ ἀκροατῇ χρώμενος.

42

Καὶ μάντιν δέ ποτε ἰδὼν δημοσίᾳ ἐπὶ μισθῷ μαντευόμενον, Οὐχ ὁρῶ, ἔφη, ἐφ’ ὅτῳ τὸν μισθὸν ἀπαιτεῖς· εἰ μὲν γὰρ ὡς ἀλλάξαι τι δυνάμενος τῶν ἐπικεκλωσμένων, ὀλίγον αἰτεῖς ὁπόσον ἂν αἰτῇς, εἰ δὲ
5ὡς δέδοκται τῷ θεῷ πάντα ἔσται, τί σου δύναται ἡ μαντική;

43

Πρεσβύτου δέ τινος Ῥωμαίου εὐσωματοῦντος καὶ τὴν ἐνόπλιον αὐτῷ μάχην πρὸς πάτταλον ἐπιδει‐ ξαμένου καὶ ἐρομένου, Πῶς σοι, Δημῶναξ, μεμαχῆ‐ σθαι ἔδοξα; Καλῶς, ἔφη, ἂν ξύλινον τὸν ἀνταγωνιστὴν
5ἔχης.

44

Καὶ μὴν καὶ πρὸς τὰς ἀπόρους τῶν ἐρωτήσεων πάνυ εὐστόχως παρεσκεύαστο· ἐρομένου γάρ τινος ἐπὶ χλευασμῷ, Εἰ χιλίας μνᾶς ξύλων καύσαιμι, ὦ Δη‐ μῶναξ, πόσαι μναῖ ἂν καπνοῦ γένοιντο; Στῆσον,
5ἔφη, τὴν σποδόν, καὶ τὸ λοιπὸν πᾶν καπνός ἐστι.

45

Πολυβίου δέ τινος, κομιδῇ ἀπαιδεύτου ἀνθρώπου καὶ σολοίκου, εἰπόντος, Ὁ βασιλεύς με τῇ Ῥωμαίων πολιτείᾳ τετίμηκεν· Εἴθε σε, ἔφη, Ἕλληνα μᾶλλον ἢ Ῥωμαῖον πεποίηκεν.

46

Ἰδὼν δέ τινα τῶν εὐπαρύφων ἐπὶ τῷ πλάτει τῆς πορφύρας μέγα φρονοῦντα, κύψας αὐτοῦ πρὸς τὸ οὖς καὶ τῆς ἐσθῆτος λαβόμενος καὶ δείξας, Τοῦτο μέντοι, ἔφη, πρὸ σοῦ πρόβατον ἐφόρει καὶ ἦν πρόβατον.

47

Ἐπεὶ μέντοι λουόμενος ὤκνησεν ἐς τὸ ὕδωρ ζέον ἐμβῆναι, καὶ ᾐτιάσατό τις ὡς ἀποδειλιάσαντα, Εἰπέ μοι, ἔφη, ὑπὲρ πατρίδος αὐτὸ πείσεσθαι ἔμελλον;

48

Ἐρομένου δέ τινος, Ὁποῖα νομίζεις τὰ ἐν ᾍδου; Περίμεινον, ἔφη, κἀκεῖθέν σοι ἐπιστελῶ.

49

Ἀδμήτῳ δέ τινι ποιητῇ φαύλῳ λέγοντι γεγρα‐ φέναι μονόστιχον ἐπίγραμμα, ὅπερ ἐν ταῖς διαθήκαις κεκέλευκεν ἐπιγραφῆναι αὑτοῦ τῇ στήλῃ, οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν,
5Γαῖα λάβ’ Ἀδμήτου ἔλυτρον, βῆ δ’ εἰς θεὸν αὐτός,
γελάσας εἶπεν, Οὕτω καλόν ἐστιν, ὦ Ἄδμητε, τὸ ἐπίγραμμα, ὥστε ἐβουλόμην αὐτὸ ἤδη ἐπιγεγρά‐ φθαι.355

50

Ἰδὼν δέ τις ἐπὶ τῶν σκελῶν αὐτοῦ οἷα τοῖς γέ‐ ρουσιν ἐπιεικῶς γίγνεται, ἤρετο, Τί τοῦτο, ὦ Δημῶ‐ ναξ; ὁ δὲ μειδιάσας, Χάρων με ἔδακεν, ἔφη.

51

Καὶ μέντοι καὶ Λακεδαιμόνιόν τινα ἰδὼν τὸν αὑτοῦ οἰκέτην μαστιγοῦντα, Παῦσαι, ἔφη, ὁμότιμον σαυτοῦ τὸν δοῦλον ἀποφαίνων.

52

Δανάης δέ τινος πρὸς τὸν ἀδελφὸν δίκην ἐχού‐ σης, Κρίθητι, ἔφη, οὐ γὰρ εἶ Δανάη ἡ Ἀκρισίου θυ‐ γάτηρ.

53

Μάλιστα δὲ ἐπολέμει τοῖς οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ἐπίδειξιν φιλοσοφοῦσιν· ἕνα γοῦν ἰδὼν Κυ‐ νικὸν τρίβωνα μὲν καὶ πήραν ἔχοντα, ἀντὶ δὲ τῆς βακτηρίας ὕπερον, καὶ κεκραγότα καὶ λέγοντα ὅτι
5Ἀντισθένους καὶ Κράτητος καὶ Διογένους ἐστὶ ζηλω‐ τής, Μὴ ψεύδου, ἔφη, σὺ γὰρ Ὑπερίδου μαθητὴς ὢν τυγχάνεις.

54

Ἐπεὶ μέντοι πολλοὺς τῶν ἀθλητῶν ἑώρα κακο‐ μαχοῦντας, καὶ παρὰ τὸν νόμον τὸν ἐναγώνιον ἀντὶ τοῦ παγκρατιάζειν δάκνοντας, Οὐκ ἀπεικότως, ἔφη, τοὺς νῦν ἀθλητὰς οἱ παρομαρτοῦντες λέοντας κα‐
5λοῦσιν.

55

Ἀστεῖον δὲ κἀκεῖνο αὐτοῦ καὶ δηκτικὸν ἅμα τὸ πρὸς τὸν ἀνθύπατον εἰρημένον· ἦν μὲν γὰρ τῶν πιτ‐ τουμένων τὰ σκέλη καὶ τὸ σῶμα ὅλον· Κυνικοῦ δέ τινος ἐπὶ λίθον ἀναβάντος καὶ αὐτὸ τοῦτο κατηγοροῦντος
5αὐτοῦ καὶ εἰς κιναιδίαν διαβάλλοντος, ἀγανακτήσας καὶ κατασπασθῆναι τὸν Κυνικὸν κελεύσας ἔμελλεν ἢ ξύλοις ξυντρίψειν ἢ καὶ φυγῇ ζημιώσειν· ἀλλ’ ὅ γε Δημῶναξ παρατυχὼν παρῃτεῖτο συγγνώμην ἔχειν αὐτῷ κατά τινα πάτριον τοῖς Κυνικοῖς παῤῥησίαν θρασυνο‐
10μένῳ. Εἰπόντος δὲ τοῦ ἀνθυπάτου, Νῦν μέν σοι ἀφίημι αὐτόν, ἂν δὲ ὕστερον τοιοῦτόν τι τολμήσῃ, τί παθεῖν ἄξιός ἐστι; Καὶ ὁ Δημῶναξ, Δρωπακισθῆναι τότε αὐτὸν κέλευσον.

56

Ἄλλῳ δέ τινι στρατοπέδων ἅμα καὶ ἔθνους τοῦ μεγίστου τὴν ἀρχὴν ἐμπιστευθέντι ἐκ βασιλέως ἐρο‐ μένῳ, πῶς ἄριστα ἄρξει; Ἀόργητος, ἔφη, καὶ ὀλίγα μὲν λαλῶν, πολλὰ δὲ ἀκούων.

57

Ἐρομένῳ δέ τινι εἰ καὶ αὐτὸς πλακοῦντας ἐσθίοι, Οἴει οὖν, ἔφη, τοῖς μωροῖς τὰς μελίττας τιθέναι τὰ κηρία;

58

Πρὸς δὲ τῇ Ποικίλῃ ἀνδριάντα ἰδὼν τὴν χεῖρα ἀποκεκομμένον, ὀψὲ ἔφη Ἀθηναίους εἰκόνι χαλκῇ τε‐ τιμηκέναι τὸν Κυναίγειρον.

59

Καὶ μὴν καὶ Ῥουφῖνον τὸν Κύπριον (λέγω δὲ τὸν χωλὸν τὸν ἐκ τοῦ περιπάτου) ἰδὼν ἐπὶ πολὺ τοῖς περιπάτοις ἐνδιατρίβοντα, Οὐδέν ἐστιν, ἔφη, ἀναισχυν‐
τότερον χωλοῦ Περιπατητικοῦ.356

60

Ἐπεὶ δέ ποτε ὁ Ἐπίκτητος ἐπιτιμῶν ἅμα συν‐ εβούλευεν αὐτῷ ἀγαγέσθαι γυναῖκα καὶ παιδοποιήσα‐ σθαι, πρέπειν γὰρ καὶ τοῦτο φιλοσόφῳ ἀνδρὶ ἕτερον ἀνθ’ αὑτοῦ καταλιπεῖν τῇ φύσει, ἐλεγκτικώτατα πρὸς
5αὐτὸν ἀπεκρίνατο, Οὐκοῦν, ὦ Ἐπίκτητε, δός μοι μίαν τῶν σαυτοῦ θυγατέρων.

61

Καὶ μὴν καὶ τὸ πρὸς Ἑρμῖνον τὸν Ἀριστοτε‐ λικὸν ἄξιον ἀπομνημονεῦσαι· εἰδὼς γὰρ αὐτὸν παγκά‐ κιστον μὲν ὄντα καὶ μυρία κακὰ ἐργαζόμενον, τὸν Ἀριστοτέλην δὲ διὰ στόματος καὶ αὐτοῦ τὰς δέκα κα‐
5τηγορίας ἔχοντα, Ἑρμῖνε, ἔφη, ἀληθῶς ἄξιος εἶ δέκα κατηγοριῶν.

62

Ἀθηναίων δὲ σκεπτομένων κατὰ ζῆλον τὸν πρὸς Κορινθίους καταστήσασθαι θέαν μονομάχων προελθὼν εἰς αὐτούς, Μὴ πρότερον, ἔφη, ταῦτα, ὦ Ἀθηναῖοι, ψηφίσησθε, ἂν μὴ τοῦ Ἐλέου τὸν βωμὸν καθέ‐
5λητε.

63

Ἐπεὶ δὲ εἰς Ὀλυμπίαν ποτὲ ἐλθόντι αὐτῷ Ἠλεῖοι εἰκόνα χαλκῆν ἐψηφίσαντο, Μηδαμῶς τοῦτο, ἔφη, ὦ ἄνδρες Ἠλεῖοι, μὴ δόξητε ὀνειδίζειν τοῖς προγόνοις ὑμῶν, ὅτι μήτε Σωκράτους μήτε Διογένους εἰκόνα
5ἀνατεθείκασιν.

64

Ἤκουσα δὲ αὐτοῦ ποτε καὶ πρὸς τὸν τῶν νόμων ἔμπειρον ταῦτα λέγοντος, ὅτι κινδυνεύουσιν ἄχρηστοι εἶναι οἱ νόμοι, ἄν τε πονηροῖς ἄν τε ἀγαθοῖς γράφων‐ ται· οἱ μὲν γὰρ οὐ δέονται νόμων, οἱ δὲ ὑπὸ νόμων
5οὐδὲν βελτίους γίνονται.

65

Τῶν δὲ Ὁμήρου στίχων ἕνα ᾖδε μάλιστα· Κάτθαν’ ὁμῶς ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.

66

Ἐπῄνει δὲ καὶ τὸν Θερσίτην ὡς Κυνικόν τινα δημηγόρον.

67

Ἐρωτηθεὶς δέ ποτε, τίς αὐτῷ ἀρέσκοι τῶν φι‐ λοσόφων, ἔφη, Πάντες μὲν θαυμαστοί, ἐγὼ δὲ Σω‐ κράτην μὲν σέβω, θαυμάζω δὲ Διογένην καὶ φιλῶ
Ἀρίστιππον.357