TLG 2956 004 :: Sextus JULIUS AFRICANUS :: Epistula ad Aristidem Sextus JULIUS AFRICANUS Hist., fiq Sextus Julius Africanus Alchem. Epistula ad Aristidem Citation: Page — (line) | ||
53(3) | ............ Οἱ μὲν οὖν ἤτοι τὴν | |
5 | εὐαγγελικὴν ἱστορίαν ἠγνοηκότες ἢ συνεῖναι μὴ δυνηθέντες δοξο‐ λογούσῃ πλάνῃ τὴν ἀγνωσίαν ἐπύκνωσαν | |
---|---|---|
10 | εἰπόντες, ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία τῶν τε ἱερα‐ | |
15 | τικῶν ὡς οἴονται καὶ τῶν βασιλικῶν, ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος, | |
20 | ὥσπερ τινὸς ἀπειθοῦν‐ τος ἢ ἑτέραν ἐσχη‐ | |
κότος ἐλπίδα, ὅτι | 53 | |
54 | Χριστὸς ἀΐδιος μὲν 〈ὑπάρχει〉 ἱερεὺς πα‐ τρός, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀνα‐ | |
5 | φέρων, βασιλεὺς δὲ ὑπερκόσμιος, οὓς ἠλευ‐ θέρωσε νέμων τῷ πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν | |
10 | τῶν ὅλων γενόμενος. καὶ τοῦτο ἡμῖν προσ‐ ήγγειλεν οὐχ ὁ κατά‐ λογος τῶν φυλῶν, οὐχ ἡ μῖξις τῶν ἀναγρά‐ | |
15 | πτων γενῶν, ἀλλὰ πα‐ τριάρχαι καὶ προφῆ‐ ται. μὴ οὖν κατί‐ ωμεν εἰς τοσαύτην θεοσεβείας σμικρο‐ | |
20 | λογίαν, ἵνα τῇ ἐναλ‐ λαγῇ τῶν ὀνομάτων τὴν Χριστοῦ βασι‐ λείαν καὶ ἱερωσύνην συνιστῶμεν, ἐπεὶ τῇ | |
25 | Ἰούδα φυλῇ τῇ βασι‐ λικῇ ἡ τοῦ Λεϋὶ φυλὴ 〈ἡ〉 ἱερατικὴ συνεζύγη, τοῦ Ναασσὼν ἀδελ‐ φὴν τὴν Ἐλισάβετ | |
30 | Ἀαρὼν ἀρξαμένου καὶ πάλιν Ἐλεάζαρ τὴν θυγατέρα Φατιὴλ καὶ | |
ἐνθένδε παιδοποιησα‐ | 54 | |
55 | μένων. ἐψεύσαντο οὖν οἱ εὐαγγελισταὶ συνισ‐ τάντες οὐκ ἀλήθειαν, ἀλλ’ εἰκαζόμενον ἔπαι‐ | |
5 | νον, καὶ διὰ τοῦτο ὁ μὲν διὰ Σολομῶνος ἀπὸ Δαβὶδ ἐγενεα‐ λόγησεν ἐπὶ Ἰακὼβ τὸν τοῦ Ἰωσὴφ | |
10 | πατέρα, ὁ δὲ ἀπὸ Νάθαν τοῦ Δαβὶδ ἐπὶ Ἡλὶ τὸν τοῦ Ἰωσὴφ ὁμοίως ἄλλως πατέρα. καίτοι ἀγνοεῖν αὐτοὺς | |
15 | οὐκ ἐχρῆν, ὡς ἑκα‐ τέρα τῶν κατηριθ‐ μημένων τάξις τὸ τοῦ Δαβίδ ἐστι γένος, ἡ τοῦ Ἰούδα φυλὴ βασι‐ | |
20 | λική. εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ’ ὅμως καὶ Σολομὼν ὅ τε τούτων πατὴρ ἑκα‐ | |
25 | τέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγένοντο προφῆται, ἱερεῖς δὲ οὐδένες τῶν δώδεκα φυλῶν, μόνοι δὲ λευῗ‐ | |
30 | ται. μάτην αὐτοῖς | |
ἄρα πέπλασται τὸ | 55 | |
56 | ἐψευσμένον. μὴ δὴ κρατοίη τοιοῦτος λό‐ γος ἐν ἐκκλησίᾳ Χριστοῦ καὶ θεοῦ | |
5 | πατρὸς ἀκριβοῦς ἀλη‐ θείας, ὅτι ψεῦδος σύγ‐ κειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ. τίς γὰρ οὐκ οἶδε κἀκεῖ‐ | |
10 | νον τὸν ἱερώτατον τοῦ ἀποστόλου λόγον κηρύσσοντος καὶ διαγ‐ γέλλοντος τὴν ἀνά‐ στασιν τοῦ σωτῆρος | |
15 | ἡμῶν καὶ διϊσχυριζο‐ μένου τὴν ἀλήθειαν, μεγάλῳ φόβῳ λέγον‐ τος, ὅτι εἰ Χριστὸν λέγουσί τινες μὴ ἐγη‐ | |
20 | γέρθαι 〈οὐδὲ Χριστὸς ἐγήγερται〉, ἡμεῖς δὲ τοῦτο καί φαμεν καὶ πεπιστεύ‐ καμεν καὶ αὐτὸ καὶ | |
25 | ἐλπίζομεν καὶ κηρύσ‐ σομεν, καταψευδο‐ μαρτυροῦμεν τοῦ θεοῦ, ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγει‐ | |
30 | ρεν. εἰ δὲ οὕτως ὁ | |
δοξολογῶν θεὸν πα‐ | 56 | |
57 | τέρα δέδοικε, μὴ ψευ‐ δολόγος δοκοίη ἔργον παράδοξον διηγούμε‐ νος, πῶς οὐκ ἂν δι‐ | |
5 | καίως φοβηθείη ὁ διὰ ψευδολογίας ἀληθείας σύστασιν ποριζόμε‐ νος, δόξαν οὐκ ἀληθῆ συντιθείς; εἰ γὰρ τὰ | |
10 | γένη διάφορα καὶ μηδὲν καταφέρει γνή‐ σιον σπέρμα ἐπὶ τὸν Ἰωσήφ, εἴρηται δὲ μόνον εἰς σύστασιν | |
15 | τοῦ γεννηθησομένου, ὅτι βασιλεὺς καὶ ἱερεὺς ἔσται ὁ ἐσόμενος, ἀποδείξεως μὴ προσ‐ ούσης, ἀλλὰ τῆς | |
20 | τῶν λόγων σεμνότητος εἰς ὕμνον ἀδρανῆ φερομένης, δῆλον ὡς τοῦ θεοῦ μὲν ὁ ἔπαι‐ νος οὐχ ἅπτεται ψεῦ‐ | |
25 | δος ὤν, κρίσις δὲ τῷ εἰρηκότι τὸ οὐκ ὂν ὡς ὂν κομπάσαντι. ἵνα οὖν καὶ τοῦτο μὲν τοῦ εἰρηκότος | |
30 | ἐλέγξωμεν τὴν ἀμα‐ | 57 |
58 | θίαν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ’ ἀγνοίας ὁμοίας σκανδαλισθῆ‐ ναι, τὴν ἀληθῆ τῶν | |
5 | γεγονότων ἱστορίαν ἐκθήσομαι. ἐπειδὴ γὰρ τὰ ὀνόματα τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει ἢ νόμῳ—φύσει μὲν γνησίου σπέρματος διαδοχῇ, νόμῳ δὲ ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος ἀδελφοῦ ἀτέκ‐ | |
10 | νου· (ὅτι γὰρ οὐδέπω αὐτοῖς δέδοτο ἐλπὶς ἀναστάσεως σαφής, τὴν μέλλουσαν ἐπαγγελίαν ἀναστάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα μείνῃ τοῦ μετηλλαχότοσ)—ἐπεὶ οὖν οἱ τῇ γενεαλογίᾳ ταύτῃ ἐμφερόμενοι οἱ μὲν διεδέξαντο παῖς πατέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέροις δὲ προσετέ‐ | |
15 | θησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ μνήμη, καὶ τῶν γεγεννη‐ κότων καὶ τῶν ὡς γεγεννηκότων. οὕτως οὐδέτερον τῶν εὐαγγε‐ λίων ψεύδεται, καὶ φύσιν ἀριθμοῦν καὶ νόμον. ἐπεπλάκη γὰρ ἀλλήλοις τὰ γένη τό τε ἀπὸ τοῦ Σολομῶνος καὶ τὸ ἀπὸ τοῦ Νάθαν ἀναστάσεσιν ἀτέκνων καὶ δευτερογαμίαις καὶ ἀναστάσει σπερ‐ | |
20 | μάτων, ὡς δικαίως τοὺς αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι, τῶν μὲν δοκούντων πατέρων, τῶν δὲ ὑπαρχόντων, καὶ ἀμφοτέρας τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ πολυπλόκως | |
μέν, ἀλλ’ ἀκριβῶς κατελθεῖν. | 58 | |
59 | Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν διηγήσομαι. ἀπὸ τοῦ Δαβὶδ διὰ Σολομῶνος τὰς γενεὰς καταριθ‐ μουμένοις τρίτος ἀπὸ τέλους εὑρίσκεται Ματθάν, ὃς ἐγέννησε τὸν Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν πατέρα· ἀπὸ δὲ Νάθαν τοῦ Δαβὶδ | |
5 | κατὰ Λουκᾶν ὁμοίως τρίτος ἀπὸ τέλους Μελχί· [οὗ υἱὸς ὁ Ἡλὶ ὁ τοῦ Ἰωσὴφ πατήρ] Ἰωσὴφ γὰρ υἱὸς Ἡλὶ τοῦ Μελχί. σκοποῦ τοίνυν ἡμῖν κειμένου τοῦ Ἰωσήφ, ἀποδεικτέον, πῶς ἑκάτερος αὐτοῦ πατὴρ ἱστορεῖται ὅ τε Ἰακὼβ ὁ ἀπὸ Σολομῶνος καὶ Ἡλὶ ὁ ἀπὸ τοῦ Νάθαν, [ἑκάτερος κατάγοντες γένος] ὅπως τε [πρότερον | |
10 | οὗτοι δή, ὅ τε Ἰακὼβ καὶ ὁ Ἡλί, δύο ἀδελφοί, καὶ πρό γε, πῶς] οἱ τούτων πατέρες Ματθὰν καὶ Μελχὶ διαφόρων ὄντες γενῶν τοῦ Ἰωσὴφ ἀναφαίνονται πάπποι. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχὶ ἐν μέρει τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα ὁμομητρίους ἀδελφοὺς ἐπαιδοποιήσαντο, τοῦ | |
15 | νόμου μὴ κωλύοντος χηρεύουσαν ἤτοι ἀπολελυμένην ἢ καὶ τελευ‐ τήσαντος τοῦ ἀνδρὸς ἄλλῳ γαμεῖσθαι. ἐκ δὴ τῆς Ἐσθᾶ, τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται, πρῶτος Ματθὰν ὁ ἀπὸ τοῦ Σολομῶνος τὸ γένος κατάγων τὸν Ἰακὼβ γεννᾷ καὶ τελευ‐ τήσαντος τοῦ Ματθὰν Μελχὶ ὁ ἐπὶ τὸν Νάθαν κατὰ γένος ἀνα‐ | |
20 | φερόμενος χηρεύουσαν ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου δὲ | |
γένους ὤν, ὡς προεῖπον, ἀγαγόμενος αὐτὴν ἔσχεν υἱὸν τὸν Ἡλί. | 59 | |
60 | οὕτω δὴ διαφόρων δύο γενῶν εὑρήσομεν τόν τε Ἰακὼβ καὶ τὸν Ἡλὶ ὁμομητρίους ἀδελφούς. ὧν ὁ ἕτερος Ἰακώβ, ἀτέκνου τοῦ ἀδελφοῦ τελευτήσαντος Ἡλί, τὴν γυναῖκα παραλαβὼν ἐγέννησεν ἐξ αὐτῆς τὸν Ἰωσήφ, κατὰ φύσιν μὲν ἑαυτῷ καὶ κατὰ λόγον, | |
5 | διὸ γέγραπται· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ· κατὰ νόμον δὲ τοῦ Ἡλὶ υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακὼβ ἀδελφὸς ὢν ἀνέστησε σπέρμα. διόπερ οὐκ ἀκυρωθήσεται καὶ ἡ κατ’ αὐτὸν γενε‐ αλογία, ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς ἐξαριθμούμενος· Ἰακὼβ δέ, φησίν, ἐγέννησε τὸν Ἰωσήφ· ὁ δὲ Λουκᾶς ἀνάπαλιν· ὃς ἦν, | |
10 | ὡς ἐνομίζετο—καὶ γὰρ τοῦτο προστίθησι—τοῦ Ἰωσὴφ τοῦ Ἡλὶ τοῦ Μελχί· τὴν γὰρ κατὰ νόμον γένεσιν ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν, καὶ τὸ ‘ἐγέννησεν‘ ἐπὶ τῆς τοιᾶσδε παιδοποιΐας ἄχρι τέλους ἐσιώπησεν, τὴν ἀναφορὰν ποιησάμενος ἕως τοῦ Ἀδὰμ τοῦ θεοῦ κατ’ ἀνάλυσιν. | |
15 | Οὐδὲ μὴν ἀναπόδεικτον ἢ ἐσχεδιασμένον ἐστὶ τοῦτο. τοῦ γοῦν σωτῆρος οἱ κατὰ σάρκα συγγενεῖς, εἴτ’ οὖν φανητιῶντες, εἴθ’ ἁπλῶς ἐκδιδάσκοντες, πάντως δὲ ἀληθεύοντες, παρέδοσαν καὶ ταῦτα, ὡς Ἰδουμαῖοι λῃσταί, Ἀσκάλωνι πόλει τῆς Παλαιστίνης ἐπελθόντες, ἐξ εἰδωλείου Ἀπόλλωνος, ὃ πρὸς τοῖς τείχεσιν ἵδρυτο, | |
20 | Ἀντίπατρον Ἡρώδου τινὸς ἱεροδούλου παῖδα πρὸς τοῖς ἄλλοις σύλοις αἰχμάλωτον ἀπῆγον· τῷ δὲ λύτρα ὑπὲρ τοῦ υἱοῦ κατα‐ θέσθαι μὴ δύνασθαι τὸν ἱερέα ὁ Ἀντίπατρος τοῖς τῶν Ἰδουμαίων | |
ἔθεσιν ἐντραφεὶς ὕστερον Ὑρκανῷ φιλοῦται τῷ τῆς Ἰουδαίας | 60 | |
61 | ἀρχιερεῖ. πρεσβεύσας δὲ πρὸς Πομπήιον ὑπὲρ τοῦ Ὑρκανοῦ καὶ τὴν βασιλείαν ἐλευθερώσας αὐτῷ ὑπὸ Ἀριστοβούλου τοῦ ἀδελφοῦ περικοπτομένην αὐτὸς ηὐτύχησεν ἐπιμελητὴς τῆς Παλαιστίνης χρηματίσας· διαδέχεται δὲ τὸν Ἀντίπατρον φθόνῳ τῆς πολλῆς | |
5 | εὐτυχίας δολοφονηθέντα υἱὸς Ἡρώδης, ὃς ὕστερον ὑπ’ Ἀντωνίου καὶ τοῦ Σεβαστοῦ συγκλήτου δόγματι τῶν Ἰουδαίων ἐκρίθη βασιλεύειν, οὗ παῖδες Ἡρώδης οἵ τ’ ἄλλοι τετράρχαι. ταῦτα μὲν δὴ κοινὰ καὶ ταῖς Ἑλλήνων ἱστορίαις. ἀναγράπτων δὲ εἰς τότε ἐν τοῖς ἀρχείοις ὄντων τῶν Ἑβραϊκῶν γενῶν καὶ τῶν ἄχρι | |
10 | προσηλύτων ἀναφερομένων ὡς Ἀχιὼρ τοῦ Ἀμμανίτου καὶ Ῥοὺθ τῆς Μωαβίτιδος τῶν τε ἀπ’ Αἰγύπτου συνεκπεσόντων ἐπιμίκτων ὁ Ἡρώδης οὐδέν τι συμβαλλομένου τοῦ τῶν Ἰσραηλιτῶν γένους αὐτῷ καὶ τῷ συνειδότι τῆς δυσγενείας κρουόμενος ἐνέπρησεν αὐτῶν τὰς ἀναγραφὰς τῶν γενῶν οἰόμενος εὐγενὴς ἀναφανεῖσθαι | |
15 | τῷ μηδ’ ἄλλον ἔχειν ἐκ δημοσίου συγγραφῆς τὸ γένος ἀνάγειν ἐπὶ τοὺς πατριάρχας ἢ [προσηλύτους] τοὺς [τε] καλουμένους γειώρας [τοὺς ἐπιμίκτους]. ὀλίγοι δὲ τῶν ἐπιμελῶν ἰδιωτικὰς ἑαυτοῖς ἀπογραφὰς ἢ μνημονεύσαντες τῶν ὀνομάτων ἢ ἄλλως ἔχοντες ἐξ ἀντιγράφων ἐναβρύνονται σωζομένης τῇ μνήμῃ τῆς εὐγενείας· | |
20 | ὧν ἐτύγχανον οἱ προειρημένοι δεσπόσυνοι καλούμενοι διὰ τὴν πρὸς τὸ σωτήριον γένος συνάφειαν, ἀπό τε Ναζάρων καὶ Κωχαβὰ | |
κωμῶν Ἰουδαϊκῶν τῇ λοιπῇ γῇ ἐπιφοιτήσαντες καὶ τὴν προκει‐ | 61 | |
62 | μένην γενεαλογίαν ἐκ τῆς Βίβλου τῶν ἡμερῶν ἐς ὅσον ἐξικνοῦντο ἐξηγησάμενοι. Εἴτ’ οὖν οὕτως εἴτ’ ἄλλως ἔχοι, σαφεστέραν ἐξήγησιν οὐκ ἂν ἔχοι τις ἄλλος ἐξευρεῖν, ὡς ἔγωγε νομίζω πᾶς τε ὃς εὐγνώμων | |
5 | τυγχάνει, καὶ ἡμῖν αὕτη μελέτω, εἰ καὶ ἀμάρτυρός ἐστι, τῷ μὴ κρείττονα ἢ ἀληθεστέραν ἔχειν εἰπεῖν· τό γέ τοι εὐαγγέλιον πάντως ἀληθεύει. .............. Ματθὰν ὁ ἀπὸ Σολομῶνος ἐγέννησε τὸν Ἰακώβ. Ματθὰν | |
10 | ἀποθανόντος Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυναικὸς ἐγέννησε τὸν Ἡλί· ὁμομήτριοι ἄρα ἀδελφοὶ Ἡλὶ καὶ Ἰακώβ· Ἡλὶ ἀτέκνου ἀποθανόντος ὁ Ἰακὼβ ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί. οὕτως | |
ἀμφοτέρων ἦν υἱὸς ὁ Ἰωσήφ ........ | 62 |