TLG 2956 003 :: Sextus JULIUS AFRICANUS :: Epistula ad Origenem

Sextus JULIUS AFRICANUS Hist., fiq Sextus Julius Africanus Alchem.
(Hierosolymitanus Alexandrinus: A.D. 2–3)

Epistula ad Origenem

Source: Reichardt, W. (ed.), Die Briefe des Sextus Julius Africanus an Aristides und Origenes [Texte und Untersuchungen 34.3] Leipzig: Hinrichs, 1909: 78–80.

Citation: Page — (line)

78

(1t)

Ἀφρικανοῦ περὶ τῆς κατὰ Σουσάνναν ἱστορίας.
2 Χαῖρε κύριέ μου καὶ υἱὲ καὶ πάντα τιμιώτατε Ὠρίγενες παρὰ Ἀφρικανοῦ. Ὅτε τὸν ἱερὸν ἐποιοῦ πρὸς τὸν ἀγνώμονα. διάλογον, ἐμνή‐
5σθης τῆς ἐν νεότητι προφητείας τοῦ Δανιήλ· καὶ ὡς ἔπρεπεν, ἠσπασάμην τότε. θαυμάζω δὲ πῶς ἔλαθέ σε τὸ μέρος τοῦτο
τοῦ βιβλίου κίβδηλον ὄν· ἡ γάρ τοι περικοπὴ αὕτη χάριεν μὲν78

79

ἄλλως σύγγραμμα, ἀλλὰ σύγγραμμα νεωτερικὸν καὶ πεπλασμένον δείκνυταί τε καὶ κατὰ πολλοὺς ἀπελέγχεται τρόπους. Τῆς γὰρ Σουσάννης ἀποθανεῖν κεκελευσμένης πνεύματι ληφθεὶς ὁ προφήτης ἐξεβόησεν, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι.
5πρῶτον ὅτι Δανιὴλ ἄλλῳ τρόπῳ προφητεύει ὁράμασι καὶ ὀνείροις διὰ παντὸς καιροῦ καὶ ἀγγέλου ἐπιφανείας τυγχάνει, ἀλλ’ οὐκ ἐπιπνοίᾳ προφητικῇ. ἔπειτα μετὰ τὸ θαυμασίως πως οὕτως ἀποφθέγξασθαι καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ ὁ Φιλιστίωνος μῖμος. οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ πνεύματος
10ἐπίπληξις, ἀλλ’ ἰδίᾳ διαστήσας ἑκάτερον ἐρωτᾷ, ποῦ αὐτὴν ἐθε‐ άσατο μοιχωμένην. ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἔφασκεν, ἀποκρί‐ νεται πρίσειν αὐτὸν τὸν ἄγγελον, τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι σχισθῆναι παραπλησίως ἀπειλεῖ. ἐν μὲν οὖν Ἑλληνικαῖς φωναῖς τὰ τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, παρὰ τὴν πρῖνον τὸ πρῖσαι καὶ
15σχίσαι παρὰ τὴν σχῖνον, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ διέστηκεν. ἐξ Ἑβραίων δὲ τοῖς Ἕλλησι μετεβλήθη πάνθ’ ὅσα τῆς παλαιᾶς διαθήκης φέρεται. Παρὰ δὲ Ἰουδαίοις αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλωνίᾳ στραγγαλώμενοι καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς
20ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστορεῖται, τῶν τε παί‐ δων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν καὶ τῶν θυγατέρων
εἰς παλλακάς, ὡς προπεφήτευτο, οὐ δὴ καὶ περὶ θανάτου ἔκρινον,79

80

καὶ ταῦτα τῇ βασιλέως αὐτῶν γενομένου γυναικὶ Ἰωακείμ, ὃν σύνθρονον πεποίητο ὁ Βαβυλωνίων βασιλεύς· εἰ δὲ οὐχ οὗτος, ἀλλ’ ἄλλος τις τοῦ λαοῦ Ἰωακείμ, πόθεν τοιαύτη κατάλυσις αἰχμαλώτῳ περιῆν καὶ παράδεισος ἀμφιλαφὴς ἦν; πρὸ δὲ τού‐
5των ἁπάντων ἥδε ἡ περικοπὴ σὺν ἄλλαις δύο ταῖς ἐπὶ τῷ τέλει τῷ παρὰ τῶν Ἰουδαίων εἰλημμένῳ Δανιὴλ οὐκ ἐμφέρεται. ἐπὶ δὲ πᾶσι τοσούτων προωδοιπορηκότων προφητῶν ἑξῆς οὐδεὶς ἑτέ‐ ρου κέχρηται ῥητῷ ἢ νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν ἀληθὴς ὤν· οὑτοσὶ δὲ ἐκείνων θατέρῳ ἐπαπειλῶν ὑπο‐
10μιμνήσκει λέγοντος τοῦ κυρίου· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Ἐξ ἁπάντων τούτων ἐμοὶ δοκεῖ προσκεῖσθαι ἡ περικοπή. ἀλλὰ καὶ τῆς φράσεως ὁ χαρακτὴρ διαλλάσσει. Ἔκρουσα· σὺ δέ μοι καὶ ἤχησον καὶ ἀντιγράφων παίδευε. Τοὺς κυρίους μου πάντας προσαγόρευε, σὲ οἱ ἐπιστάμενοι
15πάντες προσαγορεύουσιν. ἐῤῥῶσθαί σε ἅμα τῇ συνοδίᾳ [καὶ]
κατὰ νοῦν θεῷ εὔχομαι.80