TLG 2956 002 :: Sextus JULIUS AFRICANUS :: Cesti (fragmenta) Sextus JULIUS AFRICANUS Hist., fiq Sextus Julius Africanus Alchem. Cesti (fragmenta) Citation: Book — chapter — (line) | ||
1pinax(t) | 〈Πίναξ〉 | |
1 | Τάδε ἔνεστιν ἐν τῷ 〈ζʹ〉 τῶν Ἀφρικανοῦ Κεστῶν· αʹ Περὶ ὁπλίσεως. —βʹ Περὶ πολεμίων φθορᾶς. —γʹ Ἀγωνιστι‐ κόν. —δʹ Πρὸς τομὴν πληγέντος. —εʹ Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν. —ϛʹ Ἵππου τιθασία. —ζʹ Μὴ χρεμετίσαι ἵππον. —ηʹ Πρὸς ἵππων ὑπό‐ | |
---|---|---|
5 | χυσιν. —θʹ Ἵππον μὴ πτοεῖσθαι. —ιʹ Περὶ ἵππων τάχους. —ιαʹ Τα‐ ράξιππον. —ιβʹ Πρὸς ὑποζυγίων φθοράν. —ιγʹ Πρὸς ἡμίονον λακτί‐ ζουσαν. —ιδʹ Θήρα στρατιωτική. —ιεʹ Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους 〈ὕψοσ〉. —ιϛʹ Ἤχου κλοπή. —ιζʹ Ἀγρυπνητικόν. —ιηʹ Πρὸς ἐλεφάντων μάχην. —ιθʹ Γεωργίας παράδοξα. —κʹ Ἐπισφράγισμα | |
10 | περὶ βέλους. | |
1prol(t) | 〈Προοίμιον〉 | |
1 | Κατὰ λόγον ἢ νόμον ἢ εἱμαρμένην ἢ τύχην αἱ τῶν πραγμάτων ἐκβάσεις, ἐπιγοναὶ καὶ φθοραί, ἀλλοιώσεις καὶ ἰάματ〈α〉· ὧν ἕκαστον καλὸν εἰδέναι, συναγαγόντας ἐκ πάντων ὠφέλειαν ποικίλην καρπου‐ μένην, θεραπείαν παθῶν ἢ ἱστορίαν ἀπόρρητον ἢ λόγου κάλλος· | |
5 | ἅπερ ἔν τε τοῖς φθάνουσι καὶ τοῖς ἑπομένοις, ὥς γε οἶμαι, κατὰ τὸ ἐμαυ‐ | |
τοῦ μέτριον κατώρθωται. | 103 | |
1.1(t) | Περὶ ὁπλίσεως | |
1 | Καλὸν δὲ ἐν πᾶσι καὶ πόλεμον εἰδέναι. Πολλάκις γὰρ καὶ ἐθαύμασα τὴν αἰτίαν τῆς διαφόρου τῶν ἐνοπλίων ἀγώνων ῥοπῆς καὶ ἐκ τούτων μὲν Ῥωμαίων Ἕλληνας, Ἑλλήνων δὲ τοὺς Πέρσας, μηδέπω δὲ ὑπὸ Ῥωμαίων Πέρσας νενικῆσθαι, ἀλλ’ εἰς ἐλευθερίαν θρασύνεσθαι καὶ τὴν | |
5 | ἰσοτιμίαν βιάζεσθαι πρὸς ἡμᾶς λέγειν τὰ ἄνω τῆς Ἀσίας ἔθνη. Λογισμὸν δὲ ἐμαυτῷ διδούς, εὗρον οὐ πλεονεξίαν στρατηγημάτων οὐδὲ στρα‐ τιωτικὴν τὸ σύνολον ἰσχὺν (πλήθους γὰρ ἐν πολέμῳ παρὰ τοῖς ἀγα‐ θοῖς λόγος οὐδὲ εἷς), ἀλλὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ τὸ εἶδος τῆς ἐνυαλίου στολῆς. | |
10 | Ἕλληνες μὲν γὰρ χαίρουσι βαρείᾳ πανοπλίᾳ· πῖλος ἐκείνοις δι‐ πλοῦς, θώραξ λεπιδωτός, ἀσπὶς ἐπίχαλκος κοίλη, ὀχάνοις δύο κρα‐ τουμένη, ὧν τὸ μὲν περὶ τῷ πήχει εἰς ὠθισμὸν ἀρκοῦν, τὸ δὲ ἄκρᾳ χειρὶ κρατούμενον, κνημίδες δύο, ἀκόντιον μετὰ χεῖρας, καὶ ἀγχέμαχον δόρυ τοῖς τῶν ἱππέων τῶν βασιλικῶν ἴσον, καὶ πλατὺ ξίφος οὐ μα‐ | |
15 | κρόν. Σπάνιος τῇ ὁπλίσει ταύτῃ δρόμος, οὐ πολὺς μέν, ὀξὺς δὲ καὶ τοσοῦτος ὅσος ἂν γένοιτο τοῦ σπεύδοντος ἐντὸς βέλους γενέσθαι φθά‐ σαι. Συνασπίζειν τε ᾔδεσαν καὶ ἕκαστος αὐτῶν καθ’ αὑτὸν ἐμάχετο, ὡς 〈εἶναι〉 τὴν ἀρετὴν τοῦ στρατιώτου διπλῆν καὶ κοινῇ καὶ μόνου. Κατέκοπτον οὖν τοὺς βαρβάρους τρόπῳ τῷδε· πολλὰ ἐν τῇ πορείᾳ | |
20 | διαναπαύσαντες αὑτούς, ὡς μὴ ἀμβλύνεσθαι τὴν σπουδὴν τῷ μήκει τῆς ὁδοῦ, ἀκμῆτες τὸν τρόπον τοῦτον μέχρι τῶν κινδύνων ἔμενον· ὀξεῖ δὲ χρησάμενοι τάχει, πρὸς τὸ ἐντὸς βελῶν γενέσθαι, εἶχον ἔργου, φερομένων ὑπὲρ αὐτοὺς μακρότερον τῶν βελῶν, ὑποδραμόντων αὐτῶν | |
τὴν ἔφιξιν, τῶν δὲ οὐχ ὑπομενόντων, διὰ τὸ γυμνητεύειν τῶν πεζῶν, | 105 | |
25 | τῆς τοιαύτης φράξεως τὴν ἐμβολήν· δύναμις γὰρ βέλους μῆκος, ἐν δὲ τῷ πλησίον, πανοπλίᾳ ἀσφάλεια τῆς μάχης κατορθοῦται. Πρὸς μὲν οὖν τὸ ἕκαθεν μηδὲν παθεῖν, ὁ μὲν θώραξ παντὸς βέλους κρείττων τῇ τῶν λεπίδων ἐπιπτυχῇ πρὸς τὸ μεῖναι ἄτρωτον, ὅ τε πῖλος περὶ τῇ κεφαλῇ κυνῆν 〈ἔχων〉 ἑτέραν δὲ ἐπιθήκην χαλκοῦ καὶ ἄλλην ἐπὶ | |
30 | ἄλλῃ περικεφαλαίαν τυγχάνει πρὸς τὰ ἀπὸ σφενδόνης βλήματα, πε‐ ριθλωμένης μὲν τῆς ἔξω λεπίδος καὶ συνεικούσης, ὡς μὴ ἐφικέσθαι τὸ πεμφθὲν τοῦ ἐνδοτέρω τῆς κεφαλῆς ἐπιβλήματος. Γυμνὸν δὲ τὸ πρό‐ σωπον καὶ αὐχὴν ἐλεύθερος ἀκώλυτον τὴν πανταχοῦ περίσκεψιν χω‐ ρεῖ. Τοῖς τε δόρασιν οἳ μὲν τοὺς κοντοφόρους ἀναστέλλουσι τῶν ἱππέων | |
35 | προνύσσοντες πρὶν ἐμπεσεῖν, οἳ δὲ καὶ ἀραιοτέρας στησάμενοι τὰς φάλαγγας διαχωρήσαντες ἐφικνοῦνται τῶν βαρβάρων [ὅπη δεῖ ἐλλε‐ βοροστρῶσαι]. Χρῶνταί γε μὴν καὶ πελτασταῖς καὶ σφενδονήταις ἀκινδύνως τῷ τείχει τῶν ὅπλων προπεφραγμένοις. Τά γε μὴν βρα‐ χεῖα ξίφη εὐχερείᾳ καὶ σφοδρότητι πληγῆς χρήσιμα. | |
40 | Ὀλίγα δὲ τούτων παρεποίησαν οἱ ἐπίγονοι Μακεδόνες, διὰ τὸ τῶν πολέμων ποικίλον, κοινὴν καὶ κατὰ βαρβάρων καὶ πρὸς αὑτοὺς τὴν ὅπλισιν ἐπισκευάσαντες· σημεῖον δὲ 〈τὸ〉 ἐλευθέρας τῶν μαχομένων τὰς ὄψεις ὑπὸ πίλῳ Λακωνικῷ ἐν τῇ Μακεδονικῇ γεγενῆσθαι· καλοῦσι δὲ χρῆμα καὶ ἐπιτήδευμα 〈τοῦτο〉 τὸ τοῦ στρατιώτου βασιλέως. | |
45 | Αὐτός τε γὰρ καὶ τοὺς στρατιώτας ἐκέλευσε ξυρεῖσθαι τοὺς πώγωνας ὁ Ἀλέξανδρος καί τινος ἐπιτιμήσαντος ὅτι τοῦ προσώπου τὸν κόσμον | |
ἀποκείροι, ὃ δὲ «οὐκ οἶσθα γὰρ» ἔφη «ὦ ἀστράτευτε, πώγωνος ἐν μάχῃ μὴ εἶναι εὐκαιροτέραν λαβήν». Τήνδε οὖν τὴν ὅπλισιν ἐν χρῷ γενόμενος οὐκ ἂν οὐδεὶς ὑπομείνειεν, ὅπως ἂν ᾖ ἐσταλμένος, βάρβαρος. | 107 | |
1.1(50) | Ῥωμαίοις δὲ κράνος ὕλης ἁπλῆς, τοῖς μὲν προσώποις ⟦λεῖπον⟧ ὀλίγον ἀναπνοῆς τε καὶ ὄψεως, ἄχρις 〈δ’〉 ἐπὶ τὰς ὠμοπλάτας καθῆ‐ κον, ἀπερίστροφον τὸν αὐχένα σφίγγον, ἁλυσιδωτὸς θώραξ, κνημὶς μία, μακρὰ ἡ σπάθη, θυρεὸς πρόβλημα ἄκρᾳ χειρὶ φορούμενον· ἀδρα‐ νέστερον εἰς τὸ σῶμα τῷ συνασπισμῷ γίνεται, τοῦ στρατιώτου μὴ | |
55 | ἔχοντος παντὶ τῷ ὤμῳ ἐς τὸ ὅπλον ἐμπεσεῖν· δόρατα δ’ αὐτοῖς τῶν Ἑλληνικῶν κολοβώτερα. Μάχονται δὲ κατὰ τῆς προειρημένης πανοπλίας εὐτυχῶς· τὴν μὲν γὰρ ἀσφάλειαν ἔχουσιν ἀπὸ τῶν σχεδὸν ἴσων, πλεονεκτοῦσι 〈δὲ〉 τῇ κουφότητι, εἴς τε ἐφόδους καὶ ἀναχωρήσεις εὔκολοι καὶ ἐπὶ κατάληψιν | |
60 | ὑπερδεξίων χωρίων θάττονες, τῇ τε τῆς σπάθης χρήσει εὐκατάφοροι εἰς τὴν τοῦ Ἑλληνικοῦ αὐχένος κροῦσιν, προλαμβάνοντες τῇ πληγῇ τὴν συμπλοκήν. Πρὸς δὲ καὶ πᾶσαν ἀγχεμάχου παρατάξεως καὶ αὐτοὶ γεγυμνάκασι τέχνην, ὡς εἶναι τὸ μὲν ἐμπειρίας παρ’ ἀμφοτέροις ἴσον, πλεονεκτεῖν δὲ τῷ τῆς στολῆς κούφῳ. Ὡς δὲ μὴ ἀμβλύνεσθαι αὐτοῖς | |
65 | τὴν τῶν δοράτων κεντότητα μηδὲ θραύεσθαι τῇ τῶν Ἑλληνικῶν θω‐ ράκων προσβολῇ, βέλος ἐντέχνως ἐφαρμόσαντες, τὰς φολίδας διέπει‐ ρον ὤσαντες. Τοὺς οὖν ὑπὸ τῶν Ἑλλήνων αἰεὶ νενικημένους οἱ τοὺς Ἕλληνας σχεδὸν εἰπεῖν ἀεὶ νενικηκότες σπανίως ἐνίκησαν. Αἴτιον δὲ πρῶτον | |
70 | μὲν τὸ 〈μὴ〉 ἵεσθαι δρόμῳ ἐς τὰς συμπλοκὰς τῷ μὴ τὰ σκευοφόρα ἀπο‐ | |
λιπεῖν· ἀεὶ δὲ τῷ πλινθίῳ τῆς στρατιᾶς ἐγκέκλειται· καθιᾶσίν τε ἐς γόνυ, κεραμώσαντες τὸν στρατὸν ταῖς ἐπιβολαῖς τῶν ἀσπίδων τῇ σπουδῇ τοῦ ἀναλῶσαι τὰ Πάρθων βέλη· τόδε δὲ τὸ ἐπιτήδευμα καὶ ἀπράκτους ᾗ καὶ ἀπαθεῖς καθίστησιν ἡλίῳ καὶ κόπῳ ταλαιπωρουμέ‐ | 109 | |
75 | νους, τῶν βαρβάρων ἐκ διαδοχῆς ἐπιόντων καὶ ἀναχωρούντων πάλιν, ταῖς τῶν ἐθνῶν ἐκ διαλείμματος ἐπιπομπαῖς ἀναπαυομένων. Ἔτι δὲ καὶ μάχεται Ῥωμαῖος καθ’ αὑτὸν οὐδείς, οὐδέ τις γίνεται πρὸς τὸ πλῆ‐ θος μονομαχῶν ἀριστεύς· τά τε ἀπὸ σφενδόνης βληθέντα ταῖς κεφα‐ λαῖς τὸ κράνος θλάσαντα ἐνδύει, ἐκνεῦσαί τε φερόμενον βέλος δύσκολον | |
80 | τῷ τοῦ περιαυχενίου σιδήρου τμήματι. Πρὸς δὲ τούτοις οὔτε κεκρι‐ μένα ἀφιᾶσιν τὰ ἀκόντια, τὰ δέκα εἰς ἕνα τυχὸν φόνον ἀναλοῦντες, καὶ κοντοῖς πρὸς τοὺς ἐπιόντας ἱππεῖς οὐκ ἀπαντῶσι μικροῖς. Εἰ γοῦν τις θώρακα Ἑλληνικὸν καὶ κράνος στρατιώτῃ Ῥωμαίῳ περιθείη, καὶ κοντὸν δοίη προμηκέστερον, καὶ ἕκαστον τῶν δοράτων | |
85 | ἐφ’ ἑκάστου σκοποῦ βάλλειν καθ’ αὑτόν τε ἕκαστον διδάσκοι μάχεσθαι, 〈καὶ〉 ἔσθ’ ὅτε καταστήσειεν δρόμον, ὡς ὀξεῖαν γενέσθαι τὴν ἐντὸς βέλους τοῖς πολεμίοις ἐμβολήν, οὐκ ἂν βάρβαρος κοπτόμενος ἀρκέ‐ σειε Ῥωμαίοις. | |
1.2(t) | Περὶ πολεμίων φθορᾶς | |
1 | Οὐ πάντα συστάσεσιν οὐδὲ μάχαις πρὸς τοὺς πολεμίους ἀγωνι‐ στέον, οὐδὲ ποιητέον τῶν ὅλων πραγμάτων κυρίαν τὴν τύχην. Ἄδηλον γὰρ τὸ τοῦ πολέμου τέλος, καὶ παρὰ δόξαν τὰ πολλὰ χωρεῖ· τοὺς γοῦν ἄμεινον παρεσκευασμένους σιδήρῳ καὶ ἀνδράσι ἢ τόξοις καὶ | |
5 | τοίχοις ἢ ἄνεμος πολλάκις ἠδίκησεν, ἢ ἥλιος, ἢ τόπος, ἢ δόλος, ἢ θέα‐ μα καὶ φάσμα, συνεχὴς δὲ ἐν τοῖς μεγάλοις τραύμασι δαίμων ὁ Πάν. Οὐκ ἐδέξαντο μὲν Θηβαίους ἄμεινον τῷ παντὶ παρεσκευασμένοι Φω‐ κεῖς, ἐστεφανωμένους αὐτοὺς θεασάμενοι δάφνῃ, τὸν στέφανον φυγόν‐ τες οἱ τὸν πόλεμον οὐ φοβηθέντες. Φλαμίνιον δὲ καὶ Παῦλον ἀντιπρό‐ | 111 |
10 | σωποι τὸ πλέον μὲν ἄνεμος ἠδίκησεν καὶ ἥλιος. Ἴσον ἐποίησεν Λεω‐ νίδαν ταῖς πεντακοσίαις μυριάσιν ἡ τῶν Πυλῶν στενοχωρία. Συνέδρα‐ μεν εἰς Μαραθῶνα κατὰ Περσῶν Ἀθηναίοις ὁ Πάν. Ξέρξην δὲ Θεμι‐ στοκλῆς Ἑλλάδος ἐξήλασε ψεύσματι. Χρίουσι τὰ βέλη τινὲς φαρμά‐ κοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τί‐ | |
15 | θενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακεύουσι τὰ φρέατα πολλοί. Ἀλανοὺς δὲ εἷλεν Ἀλέξανδρος ἐλλέβορον γεωργῶν. Οὕτως οὐκ ἐκ τοῦ φανεροῦ μόνον ἐπιχειρητέον τοῖς ἀνθεστηκόσιν, ἀλλὰ γὰρ πολλαῖς τισι κατὰ τῶν πολεμίων καὶ ταῖς λανθανούσαις τέχναις στρατηγητέον. Ἐπινενόηται γοῦν Καρχηδονίων παλαιὸς οὗτος | |
20 | νόμος, ὅτι τοὺς στρατηγοὺς βουλευσαμένους μὲν τὰ ἄριστα, εἰ καὶ μὴ κατορθώσαντας, ἐτίμων, τοὺς δὲ προπετές τι ἐγχειρήσαντας καὶ καταπραξαμένους ἐκόλαζον, οὐ τῆς τύχης ποιούμενοι ἀλλὰ τῆς γνώ‐ μης τὴν κρίσιν· καλὸν δὲ καὶ τὸ ἰαμβεῖον τὸ ἀρχαῖον, ὡς λυσιτελέ‐ στερος πᾶσι τοῦ προπετοῦς ὁ ἀσφαλὴς ἡγεμών. | |
25 | Τέχναι μὲν οὖν στρατηγίας πλεῖσται καὶ οὐδὲν ὅ τι μὴ ἀνάγραπτον ὧν συμβαίνει διδάσκειν ἵνα μὴ γένωνται· ὑγιεινὰ στρατοπεδεύσεων καὶ ἔφυδρα χωρία, ὑψηλοτέρων καταλήψεις τόπων, ταφρεῖαι, προφυ‐ | |
λακαί, νυκτοπορίαι, προϊππασίαι, διερευνήσεις, ἐνέδραι, κατασκοπαί, εὐοπλίαι, προνομείαι καὶ ἅμα τῷ ὕπνῳ παρασκευὴ διαρκής· πρὸς τοὺς | 113 | |
30 | πολεμίους ἐπὶ πᾶσιν ἀπιστία. Πρὸς μὲν οὖν τὸ ἐλέγξαι ὅσα κακουρ‐ γοῦσι, φανερά, οἶμαι, καὶ τοῖς ὡμιληκόσιν ἱστορίαις γνώριμα· θηρια‐ κῶν μὲν ἀντιδότων προπόσεις τῶν ἰοφόρων βελῶν ἀλεξητήριον, ἀλλὰ καὶ τῶν ὑδάτων διεφθορότων τὸ ἴσον ἄκος· τὰς ἁλμοποσίας γ’ ἂν διὰ τὸν ἀηδισμὸν τοῦ λαβεῖν τοῖς πολλοῖς παραιτοίμεθα· δένδρα | |
35 | δ’ ἐχθρῶν ἐκκόπτων κωλύσεις τοὺς ἀντιπάλους λαθεῖν· εἰς δὲ τὸ μὴ χρῄζειν τῆς ἀλλοτρίας νομῆς ὁ ἐπιφερόμενος χιλὸς ἀρκεῖ καὶ ὅσα ἄλλα ἐπινενόηται εἰς στρατιὰ χρόνιον ἐς τὸ τῶν ἐπιτηδείων εὐπορεῖν ἔχειν καὶ πρὸς τὸ μηδὲν χαλεπὸν ὑπὸ τῶν ἐχθρῶν διατεθῆναι· ὅπερ καὶ πρῶτον ἀνδραγάθημα· τοῦ γὰρ ἀδικῆσαι πολλῷ τὸ μὴ παθεῖν κρεῖτ‐ | |
40 | τον· Πύρρος γοῦν, Ῥωμαίους πλεονεκτῶν, ἀναλώθη. Χρόνῳ δὴ πρῶτον καὶ τριβῇ καὶ λιμῷ καὶ φθορᾷ μάλιστα κατὰ τῶν βαρβάρων χρηστέον, οἷς πρόσκαιρος ἡ τοῦ στρατεύματος συλλογὴ καὶ οὐ δύναμις διαρκής, ἀλλ’ ἐξ ἐπιδρομῆς ἁρπαγή. Τροφάς τε γὰρ ἐπιφέρονται ἡμέραις μεμετρημένας καὶ ῥητὸν ἀριθμὸν βελῶν καὶ πρό‐ | |
45 | δηλος, ἀναλωθέντων αὐτῶν, ἡ φυγή. Τί οὖν σπεύδουσιν πολεμίοις ἀπαντᾶν, οὕς, περιμείνας, ὄψομαι ὑπὸ τῆς αὑτῶν προθεσμίας δεδιωγ‐ μένους; Λιμὸς ἔπεισιν αὐτοὺς ὑπερήμερος, τῶν ὀλίγων τροφῶν μάτην ἀνηλωμένων. Ἄγε δὴ μὴ ἐπιτρέπωμεν μηδὲ λιμώττουσι ἐκείνοις φυγεῖν· κατα‐ | |
1.2(50) | σχέτω αὐτοὺς δίχα σιδήρου φθορά, δίχα μάχης ἡ τελευτή. Νικήσω‐ μεν αὐτοὺς ἀέρι συμμάχῳ καὶ ὕδατι βοηθῷ· μετὰ τῶν στοιχείων κατ’ αὐτῶν ὁπλισώμεθα. Ἀπορρήτου παρατάξεως στρατηγῶ, ἀσυμφα‐ | |
νεῖ μάχῃ χρῶμαι. Πεσέτω πολέμιος πᾶς, ἀναπνεύσας, διψῶν, ἢ φαγών· ἐπικίνδυνα αὐτῷ πάντα ποιῶ. Λιμωττέτω μὲν ἂν μείνῃ, λοιμωττέτω | 115 | |
55 | δὲ ἵνα μὴ φύγῃ. Ἔργον μεγάλης ποιήσωμεν εὐχῆς. Ἐκένωσε τὰς Ἀθή‐ νας πεπληρωμένας Λακεδαιμονίοις ἀὴρ συμμαχῶν, καὶ Καρχηδονίους τὸ τοιοῦτο κατάστημα κατέσχεν ἐν Σικελίᾳ. Ἀνατιθέασιν οἱ νικῶντες τοὺς τοιούτους πολέμους ἰδίοις θεοῖς. Ἐκείνους καὶ ἡμεῖς μιμησώμεθα τοὺς θεούς· αὐτόματος τύχη ὑπὸ τῆς ἡμετέρας τέχνης γίνεται. | |
60 | Τροφὴ μὲν οὖν οὕτως· ἄρτους ποιήσωμεν, τοὺς θρέψοντας τὴν ἐσχάτην ἡμέραν, ζῷα ἅπερ ἀνάγραπτα ἐπὶ τέλει κεῖται, ἐν πεντα‐ γώνῳ 〈αʹ〉, ᾧ κατὰ γραμμοειδὲς ἔγκειται Λυδίου τρόπου προσλαμβα‐ νομένου σημεῖα, ζῆτα ἐλλιπὲς καὶ ταῦ ὕπτιον. Εἰς ἀγγεῖον κατάκλει‐ σον ἀμφότερα κοινῇ, φιμώσας τὸ πῶμα πηλῷ, ὡς διάπνοιαν μὴ γε‐ | |
65 | νέσθαι τοῖς θηρίοις ὑφ’ αὑτῶν ἔνδον ἀνηλωμένοις· εἶτ’ αὐτῶν λειώσας τὰ λείψανα, εἰς τὸ ὕδωρ κάθες ὅθεν τὸ πέμμα φυρᾶται. Ταὐτὸ δὲ δρά‐ σεις ἂν τῷ χυλῷ τούτῳ τοὺς κριβάνους χρίσῃς· ἀλλὰ γὰρ τοῖς πέτ‐ τουσι τοῦτο κίνδυνος 〈.....〉. Τὸ αὔταρκες οὖν τῶν τοιούτων παρασ‐ κευάσας τροφῶν, πάρασχε τοῖς πολεμίοις ὃν δύνασαι τρόπον. | |
70 | Γένοιτο δ’ ἂν ἀνυπόπτως, εἰ τὴν παρακομιδὴν ῥᾳθυμῶν τις ἐργά‐ σαιτο εἰς τὴν τῶν ἐχθρῶν εὔκολον ἐπιδρομὴν καὶ εὐκταίαν τῶν φερο‐ μένων αὐτοῖς ἁρπαγήν, ἢ εἴ τις, πλασάμενος φυγὴν σπουδαίαν, παρα‐ χωρήσειεν ἐπιοῦσι τοῦ στρατοπέδου τοιαύταις τροφαῖς τετειχισμέ‐ νου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως | |
75 | ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος· ἀνακίρναται πᾶσι καὶ εἰς τὸν ὁμοδίαιτον μέτεισιν· εἰς οἰκίαν, εἰς πόλιν, | |
εἰς στράτευμα, εἰς ἔθνος ἡ ἐπιβουλὴ μετοικεῖ. Τοιοῦτον αὐτοῖς μόρον ἐρινὺς προξενεῖ. Ταῦτα δίκαια κατὰ βαρβάρων δεῖπνα ποινῶν, χεο‐ μένης ἐπὶ πάντα νόσου καὶ ἀπαραιτήτου καταλαμβανούσης τοὺς πο‐ | 117 | |
80 | λεμίους συμφορᾶς. Εἰ δὲ πεφοβήμεθα μὴ μάτην τοιαύτῃ χρησώμεθα παρασκευῇ, ἤτοι δι’ ὑποψίαν οὐ χρησαμένων, ἢ ἐξ αὐτομόλων τοῦτο μεμαθηκότων, ἑστιάσαντες, παρ’ αὐτούς, ἢ τοὺς κακούργους, ἢ τοὺς αἰχμαλώτους ἀπολύσωμεν· οἱ δὲ ὁμιλήσαντες αὐτοῖς [οἱ πολέμιοι] εὐθὺ λοιμώξουσιν. | |
85 | Ἐπίβουλον αὐτοῖς φιλανθρωπίαν πέμπω. Ποτίσωμεν αὐτοὺς ὁμοίως τοιαύτῃ φιλοτησίᾳ. Τρισσὰ γένη ζῴων ἅπερ ἐν πενταγώνῳ δευτέρῳ κεῖται, πρὸς σημείοις ὑπάτης ὑπάτων, γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν, ταῦτα σύγκοπτε, ὡς ἰχῶρα γενέσθαι τὰ πάντα, καὶ ὕδατι πλείστῳ ζέσας μέχρι τοῦ πᾶσαν ἀναλω‐ | |
90 | θῆναι τὴν τῶν ἑψημένων πιμελήν, ἔγχεε τῶν πολεμίων ὑδρεύματι. Ὀγκωθήσεται τὰ σώματα τῶν πεπωκότων, αὐτῶν τε καὶ ὑποζυγίων, εἶτα οἴδησις μετ’ ὀδύνης αὐτοῖς ἐπιστήσεται, καί τις ὁρῶν αὑτὸν ἄλλον ἐξ ἄλλου γεγενημένον, τὴν παροῦσαν μορφὴν οὐκ ἐπιγνούς, καὶ φυγῇ βραδὺς καὶ τελευτῇ, τὸν γειτνιῶντα θάνατον περιμένων, τάχος ἐφόδου | |
95 | πολεμικῆς εὔξεται, ἵνα παύσηται καὶ τάσει φλεγμονῆς κολαζόμενος, καὶ διὰ τὴν εἰδέχθειαν ὑφ’ αὑτοῦ μισούμενος, μὴ χωρούσης τὸν νῦν ἄνθρωπον πανοπλίας τῆς τῷ πρώην σώματι πεπρησμένης, 〈ὡσ〉 ἀφαιρεῖσθαι αὐτὸν καὶ τὴν ὑπόκρισιν τοῦ κἂν ἐν τοῖς ὅπλοις στῆναι. Λυμαίνεσθαι δὲ καὶ ἄλλως τὰ ὕδατα, 〈τὰ〉 μὲν φρέατα κόπρῳ καὶ | |
1.2(100) | λίθοις ἐγχοῦντα, εἰ δ’ ἀμφιλαφὲς εἴη τὸ ὕδωρ, τῷ ἰχθυΐνῳ ἐλαίῳ ἐγχεο‐ | |
μένῳ εἰς αὐτὰ καὶ τῇ θαλαττίᾳ πορφύρᾳ, ἅπερ ἐπὶ πολὺν χρόνον ἅπαν ὕδωρ ἄποτον ποιεῖ. Μείζονα δὲ σύστασιν ὑδάτων ἢ λίμνην ὁ τιθύ‐ μαλλος ἐμβαλλόμενος μυρσινίτης δηλήσεται· οὕτως τοὺς πολεμίους πρῶτον κωλύσομεν τῷ ποτῷ. Μὴ ἀμαθεῖς δέ τις ἐς ταῦτα νομίσῃ τοὺς | 119 | |
105 | τῆς ἀνατολῆς βαρβάρους· καὶ αὐτοὶ πολλάκις τοὺς ἐπερχομένους κακουργοῦσιν. [Οἴνου φάρμαξις]. Ἐσεμνύναντο Φαρισαῖοί ποτε Ῥωμαίων ἀποκ‐ τείναντες φάλαγγα φυγῆς ὑποκρίσει. Εὐωχοῦντο γὰρ δῆθεν, εἶτ’ ἀνε‐ χώρησαν ἐπιόντων, ἕτοιμον καταλιπόντες τὸ ἄριστον. Ἐπίβουλος | |
110 | δὲ ὁ οἶνος ἦν, ἐναποσβεσθείσης τιτάνου πεφαρμαγμένος. Φαρμάσσεται δὲ οἶνος ἀφρονίτρῳ, πύξῳ, κωνείῳ, καὶ τοῖς ὁμοίοις τρόποις· ταῦτα γὰρ ἐσθιόμενα ἱκανὰ λυμήνασθαι καὶ δεινῶς διαθεῖναι πολεμίους. Ἐπειδὴ τοίνυν συμμάχους τροφάς τε καὶ ποτὰ παρειλήφαμεν, φέρε δὴ καὶ ἀέρι κατ’ αὐτῶν καὶ ἀνέμῳ χρησώμεθα· δύναται φυλά‐ | |
115 | ξασθαί τις παρὰ πολεμίων μὴ φαγεῖν, μὴ πιεῖν· πῶς φυλάξηταί τις ἀναπνοήν, πῶς ἀποκλείσῃ ἀέρα; Διὰ τούτων ἐπ’ αὐτοὺς ἔρχομαι. [Ἀέρος φάρμαξις]. Θρίσσος ὄφις ἐστὶ Θετταλός, 〈πυρρὸσ〉 χρόαν, δρακοντίδος παραπλήσιος μήκει, [ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῆς Ἀσίας πο‐ λὺς γίνεται· Σύροι καλοῦσιν αὐτὸν «βαθανηραθὰν»] ὃς ἑξῆς γέγραπ‐ | |
120 | ται ἐν πενταγώνῳ τρίτῳ οὗ σημεῖά ἐστιν παρυπάτης ὑπάτων, βῆτα ἐλλιπὲς καὶ γάμμα ὕπτιον· καὶ λέων ὄφις ἄλλος, διάφορος· μικρός τε γὰρ ἔστι καὶ μέγας· ἀλλὰ γὰρ ὁ μικρὸς ἐς τοῦτο ληπτὸς μᾶλλον [πολὺς δὲ καὶ αὐτὸς ἐν Συρίᾳ γεννώμενος]. Συγκαθειργνύσθωσαν εἰς ἄγγος ἀμφότεροι ἀσφαλῶς μάλα στεγνόν· βλεπέτω δὲ τὸ ἄγγος ὁ | |
125 | δριμύτατος ἥλιος. Ἐπειδὰν οὖν διαφθαρῶσιν ὑπό τε ἀλλήλων καὶ τῆς | |
ἕλης καὶ τοῦ χρόνου, κατ’ ἄνεμον τὸν συνεχῶς εἰς ἐκείνους φέρειν συ‐ νειθισμένον τὸ σκεῦος τεθὲν ἀνοιγνύσθω, ὡς τὴν ἀπ’ αὐτοῦ ἀποφορὰν ἐς τοὺς ἀντιπάλους οἴχεσθαι, πορθμευομένης τῆς αὔρας εἰς τοὺς τῶν ἐπιβουλευομένων ἀναπνοάς. Τῆς δὲ ἐνεργείας τὰ παραδείγματα· ἵππος | 121 | |
130 | πεσεῖται παρατρέχων, καὶ γειτνιάσας ἄνθρωπος, καὶ ὄρνις οὐχ ὑπερ‐ πτὰς κάτεισιν ἐξ ἀέρος πεφονευμένος, καταληφθεὶς ἀνέμῳ φεύγοντος ὠκυτέρῳ πτεροῦ. Εἰ δέ πῃ καὶ καθ’ ἡμᾶς, ἤτοι τέχνῃ τῶν ἐξ ἐπιβουλῆς, ἢ καὶ ἀπό τινος τῶν στοιχείων συμβαίη φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν | |
135 | θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις. Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν ναυ‐ μαχίαν Θεμιστοκλῆς στρατηγῶν περιπλευσουμένων ἀγρυπνίᾳ, μέγα καὶ τοῦτο ὂν πλεονέκτημα τῶν πολεμίων τὸ ὕπνον ἁρπάσαι. Καὶ Ῥωμαίων δὲ αὐτοκράτορες παλαιοὶ γυμνότερον καὶ δραστικώτερον | |
140 | ἐχρήσαντο τῷ πράγματι, νύκτωρ ἐπάγοντες τῷ στρατοπέδῳ τῶν ἐναντίων κουφοτάτους τε πεζοὺς καὶ μετ’ αὐτῶν σαλπιγκτὰς ἱππέας δι’ ὧν κατώρθουν δυοῖν θάτερον· ἢ γὰρ ἀμελεστέρας τὰς προφυλακὰς καὶ φυλακὰς καταλαβόντες, ἀνήλισκον τοὺς ἐμποδών, ἢ πανικὸν ἐπε‐ | |
νέβαλλον· τῶν μὲν καὶ τοξευόντων καὶ ἀκοντιζόντων, καὶ τῶν ἀπὸ | 123 | |
145 | σφενδόνης δὲ ἀφιεμένων φερομένων, ὁπότε ἀστοχοῖεν, κατὰ σκηνῆς ἢ ἵππου ἢ ὅπλου, ἦν ὁ κτύπος πλεῖον τοῦ τρῶσαι κατορθῶν, ἐκπλήσ‐ σων δὲ ἀεὶ τὸν πλησίον τῷ φόβῳ· περιϊππεύοντες δὲ οἱ σαλπιγκταὶ πολεμικὸν ἐνηχοῦντο, ὡς ἀεὶ φαντασίαν τοῖς κατ’ αὐτὸ τεταγμένοις παρέχειν ἐπιπεσεῖσθαι ὅσον οὐδέπω τοὺς πολεμίους. Εἶτα μεθ’ ἡμέραν | |
1.2(150) | ἐξήγοντο τὸ στρατόπεδον, παντὶ τρόπῳ τὸ μὴ συμβάλλειν μηχανώ‐ μενοι, τήν τε ἐπιοῦσαν νύκτα ὁμοίαν ἐκτιθέντες τῇ παρελθούσῃ, τῶν μὲν οἰκείων διαναπαυομένων ὅλῃ σχολῇ ἡμέρας, ἢ ἄλλων ἐπιπομπῇ, τῶν δὲ αὐτῶν αἰεὶ ἐπιβουλευομένων ἀγρυπνεῖν. Ὅσα δὲ ἐκ τούτου δυστράπελα τίς οὐκ οἶδεν; ἄλγημα κεφαλῆς, κακοσιτίας, σώματος | |
155 | ἀτονίαν τοῦ ὑπνῶσαι κἂν ὁπωσοῦν ἐπιθυμίᾳ, τὴν αὐτὴν περίστασιν διαδεχομένων νυκτός τε καὶ ἡμέρας. Τοῦτο ἑξῆς δράσαντες, αὐτοβοεὶ τοὺς ἀντιπάλους αἱρήσομεν ἀγρυπνίᾳ τεθηλυμμένους. | |
1.3(t) | Ἀγωνιστικόν | |
1 | Τοὺς δὲ εὑρισκομένους ἐν ταῖς γαστράσι τῶν γενναίων ἀλεκτρυό‐ νων λίθους ἐπαινοῦσι μὲν ἅπαντες οἱ περὶ ταῦτα δεινοί, ὡς ἀρετῆς τε καὶ νίκης συνεργούς· φορουμένους γὰρ ἤτοι ἐν σκυτίσιν, ἢ ὑπὸ τῇ γλώττῃ φερομένους, εὐϋποστάτους καὶ διαρκεῖς καὶ ἀδίψους φυ‐ | |
5 | λάττειν στρατιώτας καὶ ἀθλητὰς καὶ μονομάχους. Ἄλλοι δὲ ἄλλο εἶδος καὶ χρόαν αὐτῶν διηγοῦνται, οἳ μὲν κρυσταλλοειδεῖς καὶ τραχεῖς, οἳ δὲ μέλανας, οἱ ἀληθεύοντες· εὑρίσκεσθαι δὲ ἐν κατατυθέντι τῷ νική‐ σαντι, ὡς οὐχὶ τῆς ἀρετῆς τοῦ ὄρνιθος, ἀλλὰ τῆς φύσεως τοῦ λίθου | |
αἰτίας τοῦ κρατεῖν γεγενημένης. Ἐπεὶ οὖν, ἤτοι ὑπὸ στόματι ἢ περὶ | 125 | |
10 | βραχίονι φορούμενος, ὁ λίθος ἢ ἐκπίπτει ἢ ὑπ’ ἀνταγωνιστοῦ περι‐ τέμνεται, ἀνυπόπτῳ καὶ πολλῆς δυνάμεως χρηστέον περιβολῇ. Ἀλεκτρυὼν ὁ νικήσας, ὥσπερ ἔθος σκευασθείς, ἐσθιέσθω πᾶς ὑπὸ τοῦ ἀγωνιῶντος, ὡς περιλέπεσθαι τὰς σάρκας καὶ πάσας, ὁλόκληρα δὲ φυλαχθῆναι ἄθραυστα τὰ ὀστέα· εἶτα μετὰ τὴν τράπεζαν καθα‐ | |
15 | ριζέσθω πυρί. Ὁ ὄρνις, οὐκ ἔθ’ ἡμέρας ἀλλὰ νίκης ἐσομένης ἄγγελος, διάδοχον ἀηττησίας τῆς ἑαυτοῦ τὸν φαγόντα ποιῶν, ἐς τὸν ἄνδρα ᾗ ἀρετῇ μετοικεῖ. Ἐχρήσατο Πέρσαις μαχόμενος ὁ Νεοκλέους τῷ λίθῳ καὶ τῇ τροφῇ· κἀκεῖθεν ἐνομοθέτησε τοὺς ἀλεκτρυόνων ἀγῶνας ἐν Ἀθήναις ἐγηγερ‐ | |
20 | μέναις, καὶ ἤγαγον Ἀθηναῖοι μετὰ νίκην τὴν Μηδικὴν ἀλεκτρυόνων ἐπινίκια. | |
1.4(t) | Πρὸς τομὴν πληγέντος | |
1 | Ἐπεὶ πολλοὶ πρὸς τὰς ἀναγκαίας ἀπὸ σιδήρου θεραπείας εἰσὶ δειλοί, φοβούμενοι μᾶλλον τὴν ἀπὸ τῆς ἰάσεως ἀλγηδόνα τοῦ μέλλον‐ τος ἐκ τοῦ μὴ θεραπευθῆναι βλάβους, φέρε πως παραμυθησώμεθα τὸν τῆς ὀδύνης ὄκνον, εὐθαρσεστέρους τοὺς κάμνοντας εἰς τὸ ὑποστῆ‐ | |
5 | ναι τὴν ἴασιν καθιστάντες. Κούφην ἐχέτω ὁ ἰώμενος χεῖρα, ἵνα εὐκόλως τὴν τομὴν ἐπιδράμῃ, ὀξεῖαν δὲ φερέτω τὴν ἀκμήν· ὀδυνηρὸν γὰρ ἡ ἀμβλύτης. Εὐτρεπὴς | |
δὲ ἐς πάντα ὢν ὁ βοηθῶν, καὶ ἐπιπασάτω τῇ πλίνθῳ ἥπερ ἐν πεντα‐ γώνῳ δʹ κεῖται, ᾧ κατὰ τὸ πυραμοειδὲς ἔγκειται σημεῖα λέξεώς τε καὶ | 127 | |
10 | κρούσεως ὑπάτων ἐναρμονίου, ἄλφα ὕπτιον καὶ γάμμα ἀπεστραμμέ‐ νον ὄπισθεν γραμμὴν ἔχον. | |
1.5(t) | Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν | |
1 | Καὶ τῷ πληγέντι δὲ ἀπὸ σιδήρου τόδε ὀδύνης ἄκος· τὸν τρώ‐ σαντα σίδηρον ἀλεῖψαι προσήκει, εἶτ’ ἐπικροῦσαι αὐτὸν τῷ τραύ‐ ματι· λέγωμεν 〈δὲ〉 «τὰ τὰ» τρίς, ἅμα τε ἐπιπτύοντες Ῥωμαῖαν τινὰ ῥῆσιν ἣ ἐν τῷ ἐκκειμένῳ πενταγώνῳ 〈εʹ〉 ἔγκειται πρὸς τὰ σημεῖα | |
5 | χρωματικῆς, ἄλφα 〈ὕπτιον ὄπισθε γραμμὴν ἔχον καὶ γάμμα〉 ἀπε‐ στραμμένον ὄπισθε βʹ γραμμὰς ἔχον. Ἡ μὲν οὖν ἀλγηδὼν παύσεται· τὸ δὲ τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος. | |
1.6(t) | Ἵππου τιθασία | |
1 | Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ δὲ καὶ ἐν ἵπποις εἰλικρινής | |
ἐστιν ἀρετή. Ἐγγὺς γὰρ τοῖς ἀγαθοῖς κακία βάσκανος, ἵνα μὴ τὸ κα‐ λὸν καθαρὸν φανῇ· λόγιός τις, ἀλλ’ οὐ σεμνός· καὶ ἄλλος στρατηγεῖ μέν, ἀλλ’ οὐ σωφρονεῖ· καί τις ἀνδρεῖος, ἀλλ’ ἀλαζὼν ἄχραντον οὐκ | 129 | |
5 | ἐφύλαξε τὸ κάλλος αὑτῷ· καὶ ἄλλος ἄλλῳ πλεονεκτεῖ τε καὶ ἁμαρ‐ τάνει. Ὅμοια καὶ τὰ ἐφ’ ἵππων καλὰ καὶ πονηρά· ταχεῖς, ἀλλ’ ἐρω‐ τικοί, θηρευταί, ἀλλὰ στομίαι, βαδισταί, ἀλλ’ ὑβρισταί· τοὺς ἀνα‐ βάτας ἄλλοι οὐ δέχονται, οἳ δὲ ἀποσείονται· παρατρίβουσιν ἔνιοι τοίχοις ἢ φυτοῖς· οἳ μὲν ἐκ φύσεως κακοῦργοι, οἳ δὲ ὑπὸ τῶν κεκτη‐ | |
10 | μένων γεγενημένοι, δάκνουσι καὶ λακτίζουσι καὶ ἀφίστανται καὶ ἀνα‐ χαιτίζουσιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. Καὶ πολ‐ λοὺς εἰπεῖν ἔχω, ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως ὑφ’ ἵππων διεφθαρμένους. Τέχναι μὲν οὖν πωλοδαμνῶν ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσιν | |
15 | ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς. Τί δ’ ἄν τις ποιήσειεν κατὰ τοῦ ἀφεστηκότος καὶ πείθεσθαι μηδενὶ τρόπῳ ἐς μηδὲν μήτε ἐπιταγμάτων μήτε μαθημάτων προῃρημένου; Ὥσπερ γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασσεύεται, | |
20 | ἀλλά, κἂν πρὸς ὀλίγον χειροήθη γεγενῆσθαι δοκῇ, ὅμως τῆς πρόσθεν ὠμότητος οὐκ ἐπιλανθάνεται, οὑτωσὶ δὲ καὶ τόδε τὸ θρέμμα δυσμε‐ τάγωγον, κακίας ἐγχρονισθείσης. Ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω. Ἡμερωσάτω αὐτὸν | 131 |
25 | καὶ γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμα‐ σθήσεται. Κοίλῳ ὁπλῆς προτέρου ποδὸς εὐωνύμου, χειρὶ εὐωνύμῳ ἐγχάραττε γραφίῳ χαλκῷ, σελήνης ἑκκαιδεκαταίας, Ῥωμαίας προ‐ σταγῆς ἀπειλήν· ἀνάγκην ἔχει πειθαρχίας ἡ γραφή· κεῖται δὲ ἐν ϛʹ πενταγώνῳ, ᾧπερ ἐγγέγραπται ὑπάτων διατόνου σημεῖα, φῖ καὶ | |
30 | δίγαμμα. | |
1.7(t) | Μὴ χρεμετίσαι ἵππον | |
1 | Ἵπποι χρεμετίζουσιν, οἳ μὲν ἀπειλοῦντες, οἳ δὲ τὴν ἀπὸ θηλειῶν μόνον λαβόντες ὀδμήν. Χρήσιμος δὲ αὐτῶν καὶ ἡ φωνὴ καὶ σιωπή. | |
Ὁπότε μὲν γὰρ 〈ἐφορμῶσιν〉, εἰς φόβον συναλαλάξαι τοῖς συστρα‐ τιώταις διδάσκονται, ὅτε δὲ λοχῶσιν, αὐτοῖς συλλαθεῖν. Ἀλλὰ γὰρ | 133 | |
5 | τὸ τεχνητὸν τοῦτο ἢ ὥρα ἔτους ἢ ἐρωτικὴ φύσις ἐπὶ μᾶλλον ἀμβλύνει. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος Λακεδαιμονίους εἷλεν λοχῶντας, τῶν ἵππων αὐτοῖς χρεμετισάντων, αὐτὸς θηλείας ἄγων. Καὶ πάλιν αὐτὸς τὴν ἐνέδραν κατέστησεν ἀκίνδυνον, τῶν ἵππων αὐτοῦ ἀναγκασθέν‐ των σιωπᾶν Σπαρτιατῶν ἵππων θηλειῶν στάσει. | |
10 | Τὸ τοῦ Μεσσηνίου στρατήγημα μένει μεμνημένον. Εἴτ’ οὖν λῃστευό‐ μενόν τις διΐοι χωρίον, εἴθ’ ὑφιζάνοι πολεμίοις λόχον ἱππότην, τὸ ὑποδειχθησόμενον πραττέτω· οὐ μόνον δὲ τοῦτο Ἑλλήνων ἔργον καὶ εὕρεμα παλαιῶν στρατηγῶν, ἀλλὰ γὰρ καὶ Πάρθοι τοὺς ἵππους οὕτως τοὺς ἑαυτῶν ἐς τὰς μάχας ἄγουσι σιγῶντας. Νευρᾷ εὐστρόφῳ | |
15 | ἡ οὐρὰ τοῦ ἵππου ὑπὲρ τὴν τρίχα κατασφίγγεται, ὡς ἐνδῦναι τὸν δεσμὸν τῇ ἐπιφανείᾳ πολύν· τῇ γὰρ εὐτονίᾳ τῆς ἐπιδέσεως ὁ ἵππος ἀλγῶν, τὸν μὲν αὐτὸν θυμὸν φυλάττει καὶ τάχος, μόνον δὲ τὸ φώ‐ νημα ἴσχει, κἂν ὁ ἀναγκάζων καιρὸς ἢ ἔρως ᾖ. | |
1.8(t) | Πρὸς ἵππων ὑπόχυσιν | |
1 | Ἵππους Ὅμηρος ταχεῖς μὲν ἀνέγραψεν τοὺς Τρωϊκούς, μαντικοὺς δὲ ἐποίησε τοὺς Θετταλοὺς καὶ φωνὴν αὐτοῖς ἀνθρωπίνην ἐδωρή‐ σατο, οὐ δαίμονας μὲν ὑποδεικνύων, ἀλλὰ μάθη〈μα〉 ἐλέγχων ἵππειον. Χρῄζουσι γοῦν οἱ νῦν ἐφεστηκότες διαφανῶς μαθεῖν τὴν ἐξ ἵππων | |
5 | μαντικήν, ἀλλ’ εἰσὶν ἀσυνήθεις. Σημαίνει ποικίλα ἵππου καὶ νεῦμα καὶ βλέμμα καὶ φωνὴ καὶ σιωπή. Τὰ μὲν οὖν ἄλλα παραλιμπάνω, χειμῶνας καὶ εὐθηρίας καὶ καρπῶν εὐετηρίας καὶ τὰς αὑτῶν ἐπιγονάς. Τὸ δὲ μέγιστον, τῶν πολεμίων ἐφόδους καὶ λέγουσι καὶ δεικνύουσι· καὶ προμαντεύονται καὶ φόνους· | 135 |
10 | καὶ λανθάνοντα πολλάκις ἤλεγξαν τὰ λῃστήρια ὤτων τάσει, ἢ ὄκνῳ προόδου, 〈ἢ〉 φριμαξάμενοι. Καὶ οὐκ ἀνθρώπους πονηροὺς ἔδειξαν μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν ἀπειλήν. Μάλιστα δὲ εἰς τὴν τῶν τοιούτων σύνεσιν εὐδοκιμεῖν δοκοῦ‐ | |
15 | σιν οἱ ἑτερόμματοι, καταφρονοῦντες καὶ πολέμου καὶ φάσματος, καὶ λεόντων μόνοι τῆς τῶν ζῴων βασιλείας ἀντιποιούμενοι. Εἴτε οὖν ψυχῆς ἔργον, εἴτε φύσις ὀμμάτων, ἀμφότερα ἀσκητέον τὰ μὲν διδασκαλίᾳ καὶ τέχνῃ, τὰ δὲ φροντίδι. Ἵππους δὲ ὥσπερ ἀνθρώπους ἀθλητὰς ἀπέχεσθαι χρὴ τῶν ἀφρο‐ | |
20 | δισίων· τοῦτο δὲ φέρει βλάβος ὀμμάτων, ἀλλὰ καὶ χειμὼν πολὺς χρόνιον ἐπενεγκὼν στάξιν, πρὸς δὲ καὶ βῆχα. Ἑκάτερον πάθος θερα‐ πευέσθω [τὴν ὑπόχυσιν] φυτῷ Βακχικῷ. [Θεραπεία ἵππων ὑποκε‐ χυμένων]. Κισσὸς γὰρ χυλισθεὶς καὶ τῇ προειρημένῃ ὕλῃ μιχθεὶς ἔγχρι‐ σμα δὲ ἔστω δύο ἑξῆς ἡμέρας· διαλειπομένης πάλιν τῆς ἑπομένης, | |
25 | τρὶς τοῦτο ἔστω καὶ πολλάκις, μέχρις ἂν ὁ ἵππος ἀπολάβῃ τὴν συνήθη [καὶ] ὄψιν [μαντικήν]. Οὐ βασκαίνω δὲ τὴν θεραπείαν καὶ τοῖς ἵππων δευτέροις κτήνεσιν. Χρῶ δὲ τῇδε 〈πρὸσ〉 τὴν βῆχα· μετ’ ὀλίγον εὑρή‐ | |
σεις ἔνδον τι κείμενον. | 137 | |
1.9(t) | Ἵππον μὴ πτοεῖσθαι | |
1 | Καὶ τῷ μὴ πτοεῖσθαι δὲ τοὺς ἵππους μάτην θεάμασι καινοῖς ἢ σκιαῖς ἄκος ὠτὶ δεξιῷ ζῴου προσαρτηθεῖσα οὐρά, ἢν ζῶντος αὐτοῦ θηρίου ἀποκοπῇ· κεῖται δὲ ἐν πενταγώνῳ ἑβδόμῳ, ᾧ σημεῖα ὑπερ‐ κεῖται ὑπάτης μέσων, σίγμα καὶ σίγμα. | |
1.10(t) | Περὶ ἵππων τάχους | |
1 | Ἵππων τάχος ἀμβλύνεται καὶ αὔξει· † λύκος ἀντιπαθὲς ἑκάστη ἵσταται καὶ ναρκᾷ τὼ πόδε θᾶττον δὲ αὐτοῦ χθονὶ ὑπὸ λύκου γίγνε‐ ται †. Περισπούδαστον ἱππόταις κτῆμα λύκου πόδες, καὶ ἀπαρτη‐ θεὶς δὲ ἀστράγαλος τοῦ αὐτοῦ θηρίου ἐπιστομίζει τρέχοντα. Σπάνιον | |
5 | μὲν οὖν, τὸ τρωθῆναι καὶ ἀραιῶσαι συμβῆναι δυνάμενον. Εὕρομεν δ’ ἑτέρως τὸν λύκον συνεργῆσαι δυνάμενον εἰς ὠκύτητα, δίχα τῆς τοῦ ἵππου βλάβης. Οἱ γάρ τοι κυνόδοντες ζῶντος ἐξαιρεθέντες τοῖς περιδεραίοις συμπλέκονται καὶ εἰς ἀμφότερα συμβάλλονται· ἀνύποπ‐ τός τε εἶναι βοήθεια καὶ φαλάρων κόσμος ἐναγωνίων. Καλὸν μὲν οὖν, | |
10 | εἰ τῷ τετραόρῳ τις παντὶ προσαρτήσειεν· εἰ δ’ οὖν, κἂν ὁ ἡγεμὼν μόνος ἵππος τὸ περίθεμα ἔχων τοῦτο θάττονας ποιῆσαι τοὺς συντρέ‐ | |
χοντας ἀρκεῖ. | 139 | |
1.11(t) | Ταράξιππον | |
1 | Εἰς τοῦτό ποτε ἐλάσαι τρυφῆς Συβαρίτας λόγος ὡς παρὰ δεῖπνον εἰς τὸ συμπόσιον τοὺς ἵππους εἰσάγειν. Τοὺς δ’ ἀκούσαντας αὐλή‐ ματος ἀνίστασθαι ἐπὶ τὼ πόδε καὶ τοῖς προσθίοις ὥσπερ χειρονο‐ μοῦντας ὀρχεῖσθαι. Ὑβρισθέντα δὲ αὐλητὴν εἰς Κροτωνιάτας αὐτο‐ | |
5 | μολῆσαι προσφάτως ἱππομαχίᾳ νενικημένους· μέγιστα δὲ ὠφελῆσαι τὸ κοινὸν ἐπαγγείλασθαι, παραδώσειν γὰρ πᾶν τὸ Συβαριτικὸν ἱππι‐ κὸν αἰχμάλωτον· πιστεῦσαι τοὺς Κροτωνιάτας αὐτῷ καὶ ἐπιτρέψαι στρατηγεῖν. Τὸν δέ, ἀθροίσαντα τοὺς τῆς πόλεως αὐλητάς, δεῖξαι τὸ μέλος, καὶ ὅτε καιρὸς ἦν, παρεγγυῆσαι τὴν ἐπὶ τοὺς πολεμίους | |
10 | ἔξοδον. Ὡς δὲ οἱ Συβαρῖται ἐπῆλθον πανδημεὶ πολύ τι φρυαττόμενοι τῇ τῆς ἵππου περιουσίᾳ, καὶ ἀνεμίγησαν ἀλλήλαις αἱ φάλαγγες, ὑπὸ σημεῖον ἕν, ηὔλησαν οἱ πάντες· συνήθους δὲ ἤχου ἀκούσαντες οἱ ἵπποι ὥσπερ οἴκοι ἐδεδιδάχατο, ἀποσεισάμενοι τοὺς ἀναβάτας, ὑπωρχοῦντο πάντες. Τότε οὖν οἱ ἱππόται ἑάλωσαν κείμενοι καὶ οἱ ἵπποι ἐλήφθη‐ | |
15 | σαν ὀρχούμενοι, ἀναστησάντων αὐτοὺς συνήθων μελῶν. Εὔχονται δὲ καὶ ἄλλοι, μάχεσθαι μέλλοντες, οὐ μὴν ἀλλὰ καὶ θύου‐ σιν, ἐν ἀγῶνι καθεστηκότες, ταραξίππῳ Ποσειδῶνι. Καὶ ἡμεῖς δὲ εὕρο‐ μεν φάρμακον εὐχῆς ὀξύτερον, κρεῖττον πάντων ὁπόσα ἂν ἔχοις, οὗπερ ἐπὶ τέλει πενταγώνῳ ηʹ τὸ εἶδος ἐγγέγραπται, ᾧ σημεῖα ὑπέρ‐ | |
20 | κειται παρυπάτης μέσων, ῥῶ καὶ σίγμα ὕπτιον. Εἰς πυουλκοὺς ἐμ‐ βάλλεται καὶ εἰς παράταξιν κούφοις ἀνδράσιν δίδοται φέρειν, ὡς εὐκό‐ λως ὑπὸ τῷ στίφει τῶν προμαχομένων ἑστάναι. Οἳ μὲν οὖν ἐπάγου‐ σιν ἀλκῇ καὶ τάχει καὶ σιδήρῳ τεθαρρηκότες· ἄν τε οὖν κατάφρακτοι | |
οὗτοι τύχωσιν, ἄν τε καὶ ἄλλως ἐσταλμένοι, ἐς τὸν αὐτὸν σπεύδουσι | 141 | |
25 | κίνδυνον. Γενομένης γὰρ τῆς ἐς τοὺς πεζοὺς ἐμβολῆς, οἳ μὲν προτε‐ ταγμένοι φέρουσιν τὴν ἐπιδρομὴν τῷ τῶν ἀσπίδων φράγματι, οἳ δὲ τοὺς πυουλκοὺς ἔχοντες ἐκθλίβουσι τὸ φάρμακον εἰς τὰς τῶν ἵππων ἀναπνοάς· (δεινὸς δὲ ὁ χυλὸς καὶ ἀνδράσιν εἰς βλάβην). Ἐπειδὰν οὖν οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι | |
30 | καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πε‐ φοβημένοι, καὶ ἀνασκιρτῶσιν ὄρθιοι. Πίπτουσι δὲ οἱ ἀναβάται ἀπὸ τῶν ἵππων χαμαί, ἕτοιμοι πρὸς ζωγρίαν ἅμα καὶ σφαγήν, τοῖς αὑτῶν θώραξιν εἰς τὸ μὴ διαφυγεῖν πεπεδημένοι, ἢ πατούμενοι, ἢ παιόμενοι. Ἔξεστι δὲ τοῦ φαρμάκου τοῦδε καὶ ἐφ’ ἡσυχίας πεῖραν λαβεῖν, καὶ | |
35 | θαυμάσαι πόση ἀπὸ τοῦδε ἰσχύς ἐστιν καὶ ἐν πολέμῳ κρείττων βελῶν. Καταπέσοι δ’ ἂν ἄλλως ἵππος, θαλαττίας χελώνης ῥανθεὶς τοὺς μυκτῆρας τῇ χολῇ, καί, πρὸς τῶν ἰδίων ἀπογνωσθείς, ἡμέτερόν ἐστι κέρδος. Ἀναστήσεται γάρ, εἰ κρόκον σμύρναν τε ἅμα κρίνῳ μίξας ἐπί‐ σης τοῦ ῥύγχους ἐπαφῆσαί τις αὐτοῦ· ἀναστήσονται καταπεσόντες | |
40 | καὶ ὀρεῖς. Ἀλλὰ γὰρ καὶ ὁ τοῦ καρπάσου ὀπὸς μᾶλλον ἵπποις θανα‐ τήσιος. Ἀποθάνοιεν δ’ ἂν καὶ φαλαγγίοις καὶ σαλαμάνδρᾳ περιπε‐ τεῖς τε γενόμενοι κισσοῦ τε δακρύῳ καὶ στύρακος χυλῷ. Ἀδικοῦνται δὲ καὶ τῷ ἐξ ἀφέδρου ῥάκους καπνῷ. Ταυτὶ μὲν οὖν ἄλλως εἰρήσθω. Δερκυλλίδας δὲ ὁ Λακεδαιμόνιος, τῇ τῶν ἀντιπάλων ἵππῳ πεζὴν | |
45 | φάλαγγα προσαγαγών, ἐν τῷ πλινθίῳ καὶ ἀντινώτους τάξας εἰς βάθος, παρήγγειλεν ἑζομένοις ὑπ’ ἀσπίδι τοῖς κατόπιν ὅ τι τά‐ χος τοῖς ἐγχειριδίοις βόθρους ὀρύσσειν· ἔπειτ’ εἰς τὸ μέσον ἀνῆγε τοὺς ὁπλίτας· καὶ ἦσαν ἔρυμα· οἱ γὰρ βόθροι τοῖς ἱππεῦσι πο‐ | |
λεμιώτατοι. | 143 | |
1.12(t) | Πρὸς ὑποζυγίων φθοράν | |
1 | Ἐμπόδιον στρατιώτῃ νοσήσας ἵππος καὶ ὑποζύγιον ἐν πολέμῳ ὁπλοφοροῦν καὶ τὰ χρειώδη φέρων νωτοφόρος ὀρεύς· οἷς ἅπασι τὴν θεραπείαν τῶν τε ἄλλων καὶ λοιμικῶν παθῶν τοιάνδε προσοιστέον. [Θεραπεία νοσούντων κτηνῶν]. Σελίνου σπέρματος τρία ἡμίξεστα· | |
5 | κἀπίτριτον λινοσπέρμου· τήλεως δὲ τοῦ δευτέρου τὸ διπλάσιον· ὀρόβου τε ἀλητοῦ τῆς τήλεως τετραπλάσιον· μέτρῳ μὲν ταῦτα· πά‐ νακος δὲ ῥίζης καὶ ἴρεως Ἰλλυρικῆς βράθυός τε τῆς ἀπὸ Σαβίνων πόας ἀνὰ ὀκτὼ καὶ τεσσαράκοντα δραχμάς· καὶ τετραπλάσιον ἅμα τῶν τριῶν ἀξουγγίου παλαιοῦ σταθμὸν τοῦ ἀνάλου. Τῶν δὲ προειρη‐ | |
10 | μένων ξηρῶν ἕκαστον ἰδίᾳ κόπτεται καὶ σήθεται οἴνῳ τε παλαιῷ καὶ τῷ στῆρι παλύνεται, εἶτ’ εἰς ἀρτίσκους ἀναπλασθέντα, ἐν σκιᾷ ξηραί‐ νεται· ἐπὶ δὲ τῆς χρείας, ὁπόσον καρύου μέγεθος βασιλικοῦ, (ὃ δὴ ἑπτὰ γράμματα ἕλκει) σὺν μέλιτος κυάθοις τρισὶ λειοῦται, εἶτα οἴνῳ παλαιοτάτῳ καὶ σπουδαιοτάτῳ ἀναλύεται· εἴη δὲ ξέστης εἷς· κἀπὶ | |
15 | τρεῖς ἡμέρας ἑκάστου ἔτους τὸ κτῆνος προσλαμβάνον οὐ πείσεται τὸ θανατήσιον τῶν κτηνῶν πάθος. Τοῖς δὲ νοσοῦσιν, ἀντὶ τοῦ οἴνου, ὕδατι ἀναλύεται τῶν πρὸ τοῦ ἐπίσης εἰσηγησαμένων. Εἰ δὲ πίτυι κἀκ τῆς νοσερᾶς συστάσεως ἀνάγκη γένοιτο χρῆσθαι, τῶν ἀρτίσκων ἀπουσίᾳ, κολλύρας τρεῖς ἐγχυματίζειν οἴνῳ βρέχοντα, οἵῳ τρόπῳ | |
20 | καθ’ αὑτὸ ἀξούγγιον ἐνιᾶσι πολλοί. Οἷς δὲ λύκοι θηρῶνται ῥᾷστα, οἳ δ’ οὕτως ἰῶνται τῶν προειρημένων παθῶν τὰ ὑποζύγια· κρέως λυκείου τῶν σαρκῶν διαιροῦντες πλατείας σχελίδας, [καὶ] ἰσχνὰς | |
ἀφαυαίνουσιν ὑπὲρ καπνοῦ κρεμαννύντες, οἵας τῶν βοῶν ἡμεῖς. Χρὴ δ’ ἐπὶ τῆς χρείας ἑψεῖν τι τούτων ἔστ’ ἂν συντακῇ, τῷ τε ὕδατι ἀνὰ | 145 | |
25 | ἡμίξεστον οἴνου τε καὶ ἐλαίου μίξαντες, ἑκάστου ἔτους ἐγχυματίζειν. Ἀλλὰ γὰρ καὶ νεκροῦ κυνὸς ἤδη σεσηπότος ἀποτμηθεῖσα κεφαλὴ νοσοῦντι τῷ ἵππῳ τὸ δεινὸν ἐκεῖνο πάθος ὑπολύεται· ὃ δὲ τῇ τῆς ὀδμῆς ἀποφορᾷ συνεχεῖ καπνιζόμενος ἰαθήσεται. [Σύνθεσις ποικιλωτέρα καὶ πολυϋλωτέρα.] Τὸ δὲ δὴ πολυϋλώτα‐ | |
30 | τον, οὗ πεῖραν ἔσχον αὐτός, ᾧ χρῶνται Ῥωμαῖοι οἱ προήκοντες, μα‐ θεῖν ἀναγκαῖον· ὅσον ὀκτὼ δραχμῶν ἀμώμου τε τοῦ βοτρυΐτου καὶ πεπέριδος ἑκατέρας, μελαίνης τε καὶ λευκῆς 〈....〉 τὸ διπλάσιον· τρι‐ πλάσιον φύλλου πυρέθρου τε καὶ ἀριστολοχίας, ἀβροτόνου δὲ καὶ ὑσσώπου καὶ ἴριδος τῆς ῥυπαρᾶς· ἔτι δὲ γεντιανῆς τὸ τετραπλάσιον· | |
35 | πενταπλάσιον (δηλαδὴ τοῦ πρώτου) ναρδοστάχυος καλάμου τε ἀρω‐ ματικοῦ, πρὸς δὲ μήου, πυρέθρου, ἀλόης, μύρτων, κόστου, κασίας, ζιγγιβέρεως, κροκομάγματος, ἔτι δὲ κρόκου, πετροσελίνου κυμίνου τε Αἰθιοπικοῦ. Τούτων ἕκαστον κόπτεται ἄκρως καὶ ἀρωματικῷ σήθεται κοσκίνῳ· κἀκ τούτου τρισὶ δακτύλοις ἀφελών, οἴνου τε καλλίστου | |
40 | ξέστῃ μίξας ἑνί, καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νω‐ τοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελείοις μίξιν τὴν τελείαν, ἵπποις δὲ τῆς κράσεως τὸ ἥμισυ τριετέσι τε ἡμιόνοις ἢ διετέσι τῶν ἄλλων κτη‐ νῶν, καὶ ὑγιαίνουσι, καθ’ ἕκαστον ἔτος, τρίς, ὅπερ ἂν εἴη τριῶν ἐφεξῆς | |
45 | ἡμερῶν· καὶ νοσήσαντι δὲ τῷ ζῴῳ τὸ θανατήσιον ὁμοίως ἐπαρκέσει, τῆς λοιπῆς ἐπιμελείας, ὥσπερ εἰκός, προσφερομένης αὐτοῖς τῆς ἐξ ἔθους· ἄλλα γὰρ κατὰ τῶν μικροτέρων παθῶν, κατὰ τῶν ὀχληρῶν δὲ τὰ ἄλλα εὐπορεῖν ἀναγκαῖον. [Θεραπεία βησσόντων ἵππων.] Ἵππῳ βήσσοντι θεραπεία φακὸς | |
1.12(50) | ἐπτισμένος, ἢν δίχα τῶν ἐλύτρων ἄκρως ἀλέσας ἢ λειώσας ἅμα ὕδατι ποτίσῃς· μέτρον δὲ τοῦ ὀσπρίου ζῴῳ παντὶ καθ’ αὑτὸ ξέστου τέταρ‐ τον ἂν εἴη σύμμετρον. Πᾶν δὲ κτῆνος καμάτῳ ἔκλυτον ἢ ὀρθοπνοίᾳ περιπετὲς οὕτως ἰάσαιο· φθεῖρας ἢ κόρεις οἴνῳ λελειωμένους πότιζε, ἢ πίσσαν ἅμ’ ἀλ‐ | 147 |
55 | φίτοις τὴν ὑγράν. Τῶν δ’ ἄλλων ἀλλαχόσε θεραπειῶν τοῖσδε τοῖς συγγράμμασι σποράδην ἐγκειμένων οὐκ ἀπορήσεις. | |
1.13(t) | Πρὸς ἡμίονον λακτίζουσαν | |
1 | Οὐδὲν δὲ ὄφελος ὑγιαίνοντος μὲν ὑποζυγίου, στασιάζοντος δὲ ἤτοι ἄλλως ἀπειθοῦντος ἢ καὶ λακτίζοντος. Εἰς μὲν οὖν τῶν ἵππων τὸ πειθήνιον ἡ Ῥωμαία πρόκειται φωνή. Λακτίζουσαν δὲ παύσεις ἡμίονον, τὸ τῆς πύξου σπέρμα 〈καὶ〉 τοὺς τριβόλους οἴνῳ ἀφεψήσας | |
5 | καὶ ποτίσας· καί σοι ἐπὶ μῆνας ϛʹ τιθασὸς μενεῖ. | |
1.14(t) | Θήρα στρατιωτική | |
1 | Ἀντὶ δὲ γυμνασίας στρατεύματι καὶ θήρα προσκείσεται 〈λεόντων〉. Λέοντες τὰ μὲν ὠκέα καταλαμβάνουσι τάχει, τὰ δὲ ἄλκιμα καθαιροῦ‐ σιν ἀλκῇ. Κατὰ κράτος μὲν οὖν 〈ἂν〉 αὐτοὺς ἕλοι ζῶντας ἀνθρώπων | |
οὐδείς, καιρῷ δὲ καὶ τέχνῃ καὶ μηχανῇ· ὅσα γὰρ οὐ γίνεται ῥώμῃ, | 149 | |
5 | ταῦτ’ ἐπινοίᾳ κατορθοῦται. Τὸ οὖν ἡγεμονικώτατον τῶν θηρίων κου‐ φότατόν τε καὶ τάχιστον καὶ μαχιμώτατον λαμβάνεται τρόποις ποι‐ κίλοις ὧν, ἐν τῷδε τῷ συγγράμματι, 〈τὰ στρατεύματι〉 χρησιμεύοντα διηγήσομαι. Ἡνίκα ὁ πολέμαρχος γυμνάσεται ἅμα τῷ στρατεύματι καὶ θηρᾶσαι | |
10 | δοκιμάσει, πᾶν ἐπὶ κυνηγέσιον τὸ πεζικὸν ἐξάγει τὰ ἐμπολέμια ἑσσά‐ μενον. Σκοπὸν δὲ προηγγέλκασιν οἱ τῶν ἀλκίμων θηρίων ἰχνευταὶ ἔνθα φωλεύει λέων. Ἡσυχῆ τοιγαροῦν ἐπελθόντες, ἀνὴρ ἀνδρὸς ἐχό‐ μενος, ἵστανται κύκλῳ, περιβαλλόμενοι τὰς ἀσπίδας καὶ πρὸς ἀλλή‐ λαις καὶ ἐπ’ ἀλλήλας ἁρμόσαντες, ὡς εἶναι κεράμων εἰκόνα τὴν ἐπιπ‐ | |
15 | τυχὴν αὐτῶν. Ἠχοῦσιν αἱ σάλπιγγες σφοδρὸν καὶ συμβοῶσιν οἱ ἄν‐ δρες μέγα. Ὃ δ’ ἐξάλλεται τῆς εὐνῆς τεταραγμένος ὁ θήρ, καὶ ἰδὼν τό τε τῶν ὁπλιτῶν τεῖχος καὶ προσφερομένας λαμπάδας ἡμμένας (ταύτας γὰρ ἀντὶ δοράτων οἱ ὁπλῖται φέρουσιν), ἡσυχάζει καὶ μένει καὶ τὸ στῖφος τῶν ἀσπίδων οὐχ ὑπεράλλεται. Καθὸ δ’ ἔστιν τοῦ χωρίου κα‐ | |
20 | ταντέστερον, προσάγεται μηχανὴ ἐφ’ ᾗ πλατεῖα καὶ ἡπλωμένη γαλεά‐ γρα ἵδρυται ἔριφον φέρουσα. Ὄπιθεν δὲ τῷ λέοντι ἄνδρες κατάφρακτοι, βύρσας αὔας καὶ ὁλοκλήρους ἔχοντες, ἐμβοῶσι, κρούοντες ξύλοις. Ὃ δὲ τόν τε ἦχον καὶ τὴν ὄψιν καὶ τὴν κραυγὴν καταπλαγείς, ἐπὶ τὴν γα‐ λεάγραν δρόμῳ ἵεται, τῶν τε ὁπλιτῶν [καὶ] τῶν κατόπιν τῆς μηχα‐ | |
25 | νῆς κεκλιμένων καὶ ἀσυνόπτων τῷ θηρίῳ καὶ τῶν περὶ τὴν γαλεάγραν σανίσιν ὑψηλαῖς τετειχισμένων, ἵν’ ἐκείνῃ μόνῃ διεκφυγεῖν δοκῶν κρα‐ τηθῇ. Οὗτος μὲν οὖν θήρας τρόπος εἷς γυμναζομένῃ τῇ φάλαγγι· τοὺς | |
δ’ ἄλλους ἀλλαχόθι διηγησάμην. | 151 | |
1.15(t) | Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους 〈ὕψοσ〉 | |
1 | Οἱ τῆς ἐγκυκλίου μετρίως ἐπήβολοι παιδείας τῶν Εὐκλείδου «Στοι‐ χείων» ἐπὶ ποσόν, ὡς εἰκός, ἐφήψαντο. Οὐ δὴ χαλεπὸν διὰ τοῦ πρώ‐ του συστῆσαι καὶ τάδε· ποταμοῦ πλάτος ἐκμετρῆσαι, τῆς ἑτέρας ὄχθης ἀβάτου διὰ τοὺς ἐφεστῶτας αὐτῇ πολεμίους, πρὸς τὸ γεφυ‐ | |
5 | ρῶσαι σύμμετρον ἐπαγαγόντας ζεῦγμα, τῷ τ’ αὐτῷ λόγῳ τείχους ὕψος ἐκ διαστήματος λαβεῖν εἰς τὸ τὰς ἑλεπόλεις μηχανὰς ἰσοστασίους ἐπε‐ νεγκεῖν. Εἰς εὐμαθίαν δὲ τῆς ἀποδείξεως ἡγήσεται θεώρημα τόδε· «Ἐὰν ὀρθογωνίου τριγώνου μία τῶν περὶ τὴν ὀρθὴν γωνίαν 〈πλευρῶν〉 δίχα τμηθῇ, ἀπὸ δὲ τῆς τομῆς πρὸς ὀρθὰς 〈εὐθεῖα〉 ἀνα‐ | |
10 | ταθῇ, καὶ διὰ τοῦ σημείου καθὸ τέμνει τὴν λοιπὴν πλευρὰν παράλληλος ἀχθῇ, καὶ αἱ λοιπαὶ τοῦ τριγώνου δίχα τέμνονται πλευραί». Ἔστω γὰρ τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, ὀρθὴν ἔχον τὴν Β γω‐ νίαν. Καὶ τετμήσθω δίχα ἡ ΑΒ, τῷ Δ. Καὶ πρὸς ὀρθὰς ἤχθω ἡ ΔΕ. Καὶ διὰ τοῦ Ε, παράλληλος ἤχθω ἡ ΕΖ. Λέγω ὅτι καὶ 〈αἱ〉 λοιπαὶ | |
15 | τοῦ τριγώνου πλευραὶ δίχα τέμνονται, ἡ μὲν ΑΓ κατὰ τὸ Ε, ἡ δὲ ΒΓ κατὰ τὸ Ζ. Ἐπεζεύχθω γὰρ ἡ ΔΖ. Ἐπεὶ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΔΒ, 〈ἡ δὲ ΔΒ τῇ ΕΖ〉, ἄρα ἡ ΑΔ τῇ ΕΖ ἴση καὶ παράλληλος. Αἱ δὲ ἴσας τε καὶ παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ἐπιζευγνύουσαι ἴσαι τε καὶ παράλληλοί εἰσιν. Ἀλλὰ καὶ αἱ ΔΕ ΖΓ παραλληλόγραμμον τὸ ΓΕΔΖ. Ἴση ἄρα ἡ | |
20 | ΔΖ τῇ ΕΓ. Ἀλλὰ καὶ τῇ ΑΕ ἦν ἴση. 〈Ἡ ΕΓ ἄρα τῇ ΑΕ ἐστιν ἴση〉. | |
Πάλιν, ἐπεὶ ἑκάτερον τῶν ΒΔ ΕΖ, ΓΕ ΔΖ παραλληλόγραμμον, ἡ ΔΕ ἄρα ἴση ἐστὶν ἑκατέρᾳ τῶν ΒΖ ΖΓ· ἀπεναντίον γάρ. Ὥστε καὶ αἱ ΒΖ ΖΓ ἴσαι εἰσίν. Εἰσὶν αἱ ἀποδείξεις καὶ κατὰ παντὸς τριγώνου.[Omitted graphic marker] Ἀκολούθως δὴ τοῖσδε ποταμοῦ πλάτος ἐκ διαστήματος μετρηθή‐ | 153 | |
25 | σεται. Ἔστωσαν ὄχθαι, καταντικρὺ μὲν ἣ τῶν πολεμίων ἐφ’ ᾗ σημεῖον τὸ Α, ἣ δὲ πρὸς ἡμᾶς ἡ ΦΗ. Πήγνυται διόπτρα ἐν χώρᾳ τῇ πρὸς ἡμᾶς ἡ σχιστή, κατὰ τὸ Ι, οὕτως ὥστε τὸ διάστημα τὸ τοῦ Ι μέχρι τῆς πρὸς ἡμᾶς ὄχθης τοῦ ποταμοῦ μεῖζον εἶναι τοῦ ποταμοῦ. Τοῦτο δὲ ῥᾴδιον στοχάσασθαι. Καὶ πρὸς ὀρθὰς δύο σημεῖα κατοπτεύεται, ἓν μὲν ἐπὶ | |
30 | τῇ ὄχθῃ καταντικρύ, ἢ λίθος ἢ θάμνος ἤ τις ἄλλος εὐκάτοπτος σκο‐ πός, καὶ ἔστω τὸ Α, τὸ δὲ ἕτερον τὸ πρὸς ἡμᾶς σημεῖον, ἐκ τῆς ἑτέρας τοῦ χιασμοῦ γραμμῆς, τὸ Υ. Τὴν δὲ διόπτραν μεταγαγὼν ἐπὶ τὸ Υ[Omitted graphic marker] κατοπτεύω τὸ Α καὶ ποιῶ τρίγωνον ὀρθογώνιον. Τετμήσθω ἡ ΙΥ | |
δίχα κατὰ τὸ Κ. Καὶ ἀπὸ τοῦ Κ, τῇ ΑΙ 〈ἤχθω〉 παράλληλος ἡ ΚΘ, | 155 | |
35 | ἀπὸ δὲ τοῦ Θ, τῇ ΙΥ παράλληλος ἡ ΘΡ. Ἐπεὶ οὖν τριγώνου τοῦ ΑΙΥ ὀρθογωνίου ἡ ΙΥ δίχα τέτμηται τῷ Κ καὶ ἔστι παράλληλος ἡ ΘΚ τῇ ΑΙ 〈καὶ ἡ ΘΡ τῇ ΙΥ〉, καὶ ἡ ΑΙ ἄρα δίχα τέτμηται κατὰ τὸ Ρ. Ἀποτι‐ μᾶν δὴ τὸ ἀπὸ τοῦ Ι ἐπὶ τὸ Ρ διάστημα. Δέδοται ἄρα καὶ τὸ ἀπὸ τοῦ Ρ ἐπὶ τὸ Α. Τούτου δ’ ἀφελόντες τὸ ἀπὸ τοῦ Ρ ἐπὶ τὸ Φ καὶ τὸ λοιπὸν | |
40 | ἕξομεν, τοῦτ’ ἔστι τὸ τοῦ ποταμοῦ πλάτος. Εἰ δέ τῳ ἐργῶδες εἶναι δόξει τὸ πλέον ἀποστάντα ἐπὶ τῆς ἡμεδα‐ πῆς διάστημα λαβεῖν, ἀνάγκης ἐκεῖ τούτου γινομένης τὴν ὄψιν ἐπι‐ ταράττεσθαι 〈καὶ〉 συγχεῖσθαι τὸ γιγνόμενον, λάβοιμεν ἄν, ἐπὶ τῆς αὐτῆς ὄχθης ἑστῶτες τοῦ ποταμοῦ, ῥᾳδίως τὸ μέγεθος τοῦ πλάτους | |
45 | τοῦτον τὸν τρόπον. Ἔστω γὰρ πάλιν ἐπὶ τοῦ καταντικρὺ μέρους[Omitted graphic marker] εἰλημμένον σημεῖον τὸ Α. Ἐπὶ δὲ τοῦ πρὸς ἡμᾶς μέρους εἰλήφθω ση‐ μεῖον τὸ Β, ὥστε εἶναι τὴν ΑΒ πρὸς ὀρθὰς τῇ διὰ τῆς ὄχθης γραμμῇ, τῇ ΒΓ. Εἴληπται δέ τι σημεῖον ἐπὶ τῆς ΒΓ, τὸ Δ, ἐφ’ οὗ κανὼν κείσθω ὁ ΔΕ. Ἐπὶ δὲ τοῦ ἄκρου τοῦ κανόνος μετέωρος ἔστω γνώμων ὁ Ε, | |
1.15(50) | ὥστε, εἰ ὁ ΔΕ κανὼν τῆς τοῦ ὕδατος ἐπιφανείας ἅπτοιτο, ἐπιπολῆς εἶναι τὸν γνώμονα. Καὶ μέχρι τούτου ὁ κανών, πρὸς ὀρθὰς 〈τῇ ΔΕ〉, τῇ ΒΓ παραφερέσθω, μέχρις οὗ ἀπό τινος 〈σημείου, τοῦ Γ〉, ἐπὶ τῆς | |
ΒΓ γραμμῆς, διὰ διόπτρας θεωρηθῇ σημεῖα τὰ ΕΑ. Καὶ ἔσται ἀνά‐ λογον ὡς ΒΓ πρὸς ΓΔ οὕτως ἡ ΑΒ πρὸς ΕΔ. Δέδοται δὲ ὁ τῆς ΒΓ πρὸς | 157 | |
55 | ΓΔ λόγος. Δέδοται ἄρα καὶ ὁ τῆς ΑΒ πρὸς ΔΕ. Καὶ ἔστιν δοθεῖσα ἡ ΔΕ. Δοθεῖσα ἄρα καὶ ἡ ΑΒ. Τῷ δὲ αὐτῷ λόγῳ καὶ τείχους ὕψος ληφθήσεται ἐπὶ τοῦ αὐτοῦ διαγράμματος ὀρθουμένου. Ἔστω τὸ μὲν ἄκρον τοῦ προμαχῶνος τὸ Α, βάσις δὲ τὸ Β, ἡ δὲ ἀπὸ τοῦ τείχους εἰς ἡμᾶς ἔξω βέλους γραμμὴ | |
60 | ΒΓ. Κρέμαται διόπτρα ἀπὸ κάμακος (ὃ δὴ «λυχνία» καλεῖται) πηγνυ‐ μένη πρὸς ὀρθὰς κατὰ τὸ Γ. Ἔστω δὴ γραμμὴ ὁ κάμαξ ΔΓ. Τὴν δὴ διόπτραν ἐπικλίνας, διοπτεύω τοῦ τείχους τὸ ἄκρον, ὅ ἐστιν Α. Καὶ μετελθὼν ἐπὶ τὸ ἕτερον ἀγγεῖον, ἐπὶ τῆς αὐτῆς εὐθείας λαμβάνω ση‐ [Omitted graphic marker] μεῖον 〈τὸ Ε. Καὶ ἔσται τρίγωνον〉 τὸ ΑΕΒ, καὶ παρὰ μίαν τῶν πλευ‐ | |
65 | ρῶν τὴν ΑΒ παράλληλος ἡ ΓΔ. Ὃν ἄρα λόγον ἔχει ἡ ΕΓ πρὸς ΓΔ, τοῦτον ἡ ΕΒ πρὸς ΒΑ. Δέδοται δὲ ὁ τῆς ΕΓ πρὸς ΓΔ λόγος· δέδοται γὰρ αὐτῶν ἑκατέρα. Δέδοται ἄρα καὶ ὁ τῆς ΕΒ πρὸς ΑΒ 〈λόγος. Δέ‐ δοται δὲ καὶ ΕΒ〉, ὡς ἐπὶ τοῦ ποταμοῦ δέδεικται. Δοθεῖσα ἄρα καὶ ἡ | |
ΒΑ, ὅπερ ἔδει δεῖξαι. | 159 | |
1.16(t) | Ἤχου κλοπή | |
1 | Ὀξύτατα πάντων ὁρῶσι Μαυρούσιοι καὶ τὸν προσιόντα γνωρί‐ ζουσι μακρόθεν καὶ ἀκούουσιν ἴσα, καίτοι τῆς ἀκοῆς βραδυτέρας οὔσης τοῦ βλέπειν. Ἀλλ’ ἡ μὲν ὄψις αὐτοῖς ἀσκήσει καὶ φύσει μακρά· πρὸς γὰρ οἷς γυμνάζονται δρόμοις, ἀναπνέοντες ἀέρα κουφότατον, ἔτι καὶ | |
5 | ἀπέχονται θερμοῦ τε παντὸς καὶ ἁλῶν, ὡς ὄντων τοῦ ἀμβλυώττειν αἰτίων. Ὡς δ’ ἂν μή ποτε ἁλῶσιν καθεύδοντες καὶ ἔφοδος αὐτοὺς πο‐ λεμίων μὴ λάθῃ νύκτωρ, οἵδε ὑπερεισάμενοι τῷ αὐχένι τὸ εὐναστή‐ ριον ἐκείνοις ξύλον, ἀκώλυτον εἰς ἀκοὴν ἀφέντες τὸ οὖς, ὀλίγον ὑποσ‐ κάπτουσι βόθρον καὶ ἀμφοτέρων ἀκούουσι μακρόθεν καὶ φωνῆς καὶ | |
10 | ἀϋτῶν. Τὸ δὲ αὐτὸ δρᾶν καὶ τοὺς Γαλατῶν τῶν ἑσπερίων ἤκουσα λῃστάς. Αὐτοσχέδιος αὕτη θήρευσις ἀκοῆς. Ὡς ἂν δέ τις ἐν μεγάλῳ στρατοπέδῳ τὰ τῶν αὑτοῦ στρατιωτῶν βουλεύματα ἢ τὰ τῶν πο‐ λεμίων ἀπόρρητα ἐθελήσῃ μαθεῖν, [Τέχνη προγνωστικὴ τῶν μελλόν‐ των] φρέαρ ὀρύξας βαθύ, ὃν βούλεται καθιέτω, ἐπικαλύψας τὸ στό‐ | |
15 | μιον ἱματίῳ τυχόντι· οὐδὲν τὸν ἐγκαθήμενον λήσεται, ἀλλά σοι τὰ εἰρημένα ἢ τὰ ἠχήσαντα ὡς μαντευόμενος διηγήσεται. Πιστευέτω μου τῷ λόγῳ πᾶς, ὃ μὲν μακρὰν θηρώμενος ἀκοὴν συγκαθεσθείς, ὃ δὲ νυκτὸς ἀλαμποῦς τῶν τι κρυπτομένων ἰδεῖν ἐπὶ γῆς, ἄνευ πυρὸς εἰκότως. Ὁ γὰρ ὑψηλότερος ἀὴρ ἠχοῦς ἐστι μεστός, καὶ ἡ γῆ ἁπλῆ τὴν ὄψιν | |
20 | ἐκπλήττει τῇ παχύτητι τῷ τε θορύβῳ τὴν ἀκοὴν ἀμβλύνει. | 161 |
1.17(t) | Ἀγρυπνητικόν | |
1 | Κατακοιμίζουσι μὲν οἱ ποιηταὶ τὸν Δία ὑπὸ Ἥρας καὶ Ὕπνου καταστρατηγούμενον ἵνα ἢ ἀναπνεύσωσιν Ἕλληνες ἢ Ἡρακλῆς κα‐ κωθῇ· ἱστᾶσιν δὲ καὶ ποταμοὺς πολλάκις. Ἀλλὰ γὰρ καὶ αὐτοὶ κατει‐ λήφαμεν πῶς ἡσυχάζει νύκτωρ ὁ ῥοῦς, ἵν’ εἴπῃ τις τὸ ὕδωρ εὑρεῖν | |
5 | κοιμώμενον. Καὶ ἀνέ〈μων〉 δὲ πραΰτερα τῆς νυκτός ἐστι τὰ πνεύματα· ὕπνῳ ἄρα τάχα καὶ ταῦτα πραΰνεται. Ἥρωας γὰρ περιττὸν λέγειν ἐπιπτήσει Ὕπνου ἑαλωκότας. Πάντων κραίνει, ἀνθρώπων, ὀρνέων, φυτῶν, κυμάτων, ἀνέμων, θεῶν, πανδαμάτωρ καὶ λυσιμελὴς καὶ ψυχὰς ἀπὸ τῶν σωμάτων κατασχολῶν. Ἀδελφὸς δὲ αὐτοῦ θάνατος καὶ συ‐ | |
10 | νεργὸς κάματος· ἀντιπροπινόντων ἑαυτοῖς τὰς τῶν κοιμησομένων κακὰς συμφοράς. Ὁ γοῦν Ἰλιεὺς ἡγεμὼν λήψεσθαι τὸν Ἀχαϊκὸν προσεδόκησεν «καμάτῳ ἀδηκότα ἠδὲ καὶ ὕπνῳ», ἀλλ’ ἀντέστη μὲν τὸ παρ’ ἐκείνῳ ἐπιμελὲς ἴσον. Πόσου δ’ ἂν Θρᾷκες ἐτιμήσαντο τὴν Ῥήσου ἀγρυπνίαν | |
15 | βασιλέως εὐγενοῦς πόνῳ καὶ ὕπνῳ προδεδομένου; Οὐδεὶς αὐτοῦ τὴν πανοπλίαν κατεπλάγη τὴν καλήν· οὐ τοὺς ἵππους ἔδεισε τοὺς τα‐ χεῖς. Πόσων δ’ ἀνέτρεψεν ἐλπίδα κατορθωμάτων καὶ ὕπνος ὥρας μιᾶς; Καταβέβηκεν ἐντεῦθεν τὸ στρατήγημα ἐς τὰ νεώτερα· οἶνον καταλιμ‐ πάνουσι πολὺν ἐν στρατοπέδῳ πολεμίοις ἑπομένοις δόξῃ φυγῆς, ἵνα | |
20 | εἰ καὶ μὴ καμών τις ἀλλὰ κοιμηθῇ κἂν πιών· καὶ ἀναιροῦσιν, ἐπελθόν‐ τες ἄλλοι ἄλλοσε νύκτωρ, ἀνισταμένους καθεύδοντας. Καὶ πανικὰ δὲ πολλάκις ἐν στρατοπέδοις ὕπνῳ γίνεται φοβηθέντι. Τὴν ἀνθρώπων | |
ἐλεοῦμεν τύχην· παραμυθησώμεθα τὰς ἐξ ὕπνων ἀκαίρων ἐπηρείας δαιμονίῳ πάθει. Σιληνὸν εὗρεν καθεύδοντα καὶ ἔδησεν βασιλεὺς ὁ Φρύξ· | 163 | |
25 | καὶ σάτυρον δὲ ἄλλος εὐτυχὴς ἡγεμών. Οὐκ ἀπαξιῶ δὲ ἐμαυτὸν τῆς πρὸς ἐκείνους ἰσοτιμίας. Περιγείους ἐκεῖνοι δαίμονας καὶ ταπεινοὺς εἷλον κεκοιμημένους· ἐγὼ λαβεῖν τὸν ἐκείνους δήσαντα ζητῶ· Ὕπνον γενέσθαι θέλω τῆς ἐμῆς ἐμπειρίας ἥττονα, ἵνα παρ’ ἐμοὶ μόνῳ ἄναξ καὶ πανδαμάτωρ οὗτος οἰκῇ. Συναγρυπνείτω μοι καὶ βουλευόμενος | |
30 | βασιλεὺς καὶ στρατιώτης φρουρῶν καὶ ἀριστεὺς ὁ καμών. Ἀντιτάττο‐ μαί σοι Ὕπνε· ὡς σὺ κατὰ πάντων, οὕτως κἀγὼ κατὰ σοῦ στρα‐ τηγήσω. Ζῷον ἔστι πτηνὸν ὑμενόπτερον, ἐν ζοφεροῖς χωρίοις διαιτώμενον, 〈οὗ μόνου〉 τῶν ᾠοτοκούντων πτηνῶν τὰ ἔγγονα γάλακτι τρέφονται. | |
35 | Ταύτης ἐσκελετευμένη μὲν ἡ κεφαλὴ καὶ ἐρραφεῖσα σκυτίδι ποιεῖ τὸν περιαψάμενον ἄγρυπνον ἔστ’ ἂν φορῇ. Πτέρυγα δέ τις ὅλην ζώσης αὐτῆς ἐξελὼν ἅτε λιστρίῳ ἐς ἄρυσιν ποτοῦ χρήσθω, ὀλιγάκις μὲν ἂν πρὸς ὀλίγον, πολλάκις δὲ καὶ ἀμφοτέραις ἢν μακρὰς χρῄζῃ τις ἀγρυπ‐ νίας· ἂν δέ τις ἀπλήστως τούτῳ χρήσηται τῷ ποτῷ, ἄϋπνος ἐς τὸ | |
40 | πάμπαν μενεῖ. Εἰ δέ πῃ καὶ παῖξαι θέλοις ἐς ἀγρυπνίαν ἐμβαλών, ζώ‐ σης τὴν κεφαλὴν ἀφελὼν τῷ προσκεφαλαίῳ ἔνθα καθεύδειν αὐτῷ σύ‐ νηθες ἔρραψον· ὃ δὲ οὐ κοιμήσεται ὡς ὅλην αὐτὴν περιημμένος· καὶ γὰρ τὸν οὕτως αὐτὴν περικείμενον διὰ παντὸς ἄϋπνον τηρεῖ. Νυκτὸς εἶ τέκνον ὦ Ὕπνε· νυκτὸς ὄρνις σε νικᾷ· εἰ καὶ πτερόεις | |
45 | τυγχάνεις, προλαμβάνω σε κἀγὼ ἄλλῳ πτερῷ. Οὕτως οἱ Πασιθέας πρὸς Ὕπνον γάμοι. Ἀγρυπνοῦσι μὲν ὁ Ἔρως· ἐγγύη δὲ ὑπὸ Ἥρας | |
τούτου ἡ κλοπὴ τοῦ πτεροῦ. Τί δὲ θαῦμα εἰ καὶ τοῦτο παρὰ Χαρί‐ των ἔλαβεν ἡ Ἥρα. Καὶ γὰρ παρὰ τῆς Ἀφροδίτης τοὺς κεστοὺς ἐδα‐ νείσατο. | 165 | |
1.17(50) | Εἰ μὲν οὖν ἐπέγνως ἐκ συμβόλων τὸ ζῷον (οὐ γὰρ ἀσαφῶς ἢ δυσ‐ λήπτως ἔκκειται), τάχα ἐπαινοῖο· εἰ δ’ οὖν, ἐπὶ τέλει κείμενον εὑρή‐ σεις ἐν πενταγώνῳ θʹ, πρὸς σημείοις μέσων ἐναρμονίου τρόπου τοῦ Λυδίου [πρὸς τοῖς τελευταίοις δ’ ἐστίν], πῖ καὶ σίγμα ἀπεστραμμένον. | |
1.18(t) | Πρὸς ἐλεφάντων μάχην | |
1 | Μέγα ὄφελος ἐνόμιζον ἐς τὰς μάχας τοὺς ἐλέφαντας οἱ παλαιοί, ἵππους ἀήθεις τῷ θεάματι πρώτῳ καὶ ἄνδρας ἐκπλῆξαι, αὐτούς τε πυργώσαντες φόβον εἶναι, ὡσανεὶ πρὸ τῆς φάλαγγος τείχους βαδί‐ ζοντος. Κλαγγή τ’ ὀξεῖα καὶ ἀφόρητος ἡ ἐμβολή. Αὐτάρκη μὲν γὰρ | |
5 | καὶ ἄλλως τὰ κέρατα ἐς παντὸς ἀνατροπὴν ὄχλου, τοῖς δὲ καὶ ἐφήρ‐ μοζον ἀναλόγους πρὸς τὸ μέγεθος αἰχμάς, τά τε πλεῖστα πλατέσι παρέφραττον θώραξιν, ἐδίδοσαν δὲ καὶ ἀκόντια τοῖς θηρίοις τῇ προ‐ νομαίᾳ βαλεῖν. Φάλαγξ ἦν φορητή, παντοία πολέμου πλεονεκτοῦντος εἰκών· ὑπερδεξίων μὲν ἀνδρῶν ἄνωθε πολλῶν ἀφέσεις βελῶν, τὰ δ’ ἐν | |
10 | ποσὶν ἀκαταμάχητα· καὶ πρόσω γε φυγαὶ πολέμιαι· οὐκ ἐξ ἰσοτι‐ μίας ἡ μάχη· πρὸς τὸν ἐλέφαντα τειχομαχῆσαι ἔδει. Ἀνατραπέντες δὲ οἱ ὄχλοι, ἀεὶ ῥαγέντος τοῦ συνασπισμοῦ, εὔκολον παρεῖχον εἰς ὄλε‐ θρον τὴν λελυμένην τοῖς ἐναντίοις τάξιν, ὥσπερ ἂν εἰ ῥαγείσης νεὼς χαλκοστόμου τριήρους ἐμβολῇ ὀλιγίστῃ τὸ πᾶν τραχυνθεὶς ὁ κλύ‐ | |
15 | δων διέλυσε. Τίς ὑποστήσεται κρημνοῦ ῥαγέντος φοράν; Μάχιμος ἐλέφας ὄρους ἐστὶν εἰκών· ἀνατρέπει [εἴκων], καταβάλλει, ῥήγνυσι, διαφθείρει, οὐχ ὑπερηφανεῖ δὲ οὐδὲ τὸν κείμενον, θηρίων τρόπον εὐγε‐ νῶν· σπασάμενος δὲ τῇ προνομαίᾳ καὶ [τὸν] ἵππον καὶ ἄνδρα καὶ ἅρμα καὶ κατενεγκὼν βίᾳ καὶ περιτρέψας ἄχρι τῶν αὑτοῦ ποδῶν | 167 |
20 | σύρει· καὶ τοῖς γόνασιν ἐπερεισάμενος, συντρίβει μὲν καὶ ἄλλως τοῦ οἰκείου ἄχθους ᾐσθημένος, τότε δὲ καὶ βαρύτερος τῇ τῶν πύργων ἐπιθήκῃ, ὥστ’ οὐχ ὑφ’ ἑνός τις ἐλέφαντος θλίβεται, ἀλλὰ πολλῇ βα‐ ρύτητος συμβολῇ φθείρεται. Πῶς ἀμύνηταί τις θηρίον δύσμαχον πολλοῖς τε τοῖς ἐκ φύσεως πλεο‐ | |
25 | νεκτήμασι καὶ ταῖς τῶν ἀνθρώπων τέχναις καθωπλισμένον; Ἀνατρέ‐ πει τὸν ἑστηκότα, τὸν φεύγοντα καταλαμβάνει, τὸν πεσόντα συντρί‐ βει, τὸν ἱππέα ἐκφοβεῖ, τοὺς ἁρματηλάτας πυργόθεν βάλλει. Πρῶτον μὲν οὖν κούφους ἀκοντιστάς τε καὶ τοξότας ἀνθιστάνειν χρὴ 〈καὶ〉 μηκέτι κατ’ αὐτοὺς ἱππικὸν τάττειν, ὡς μὴ συνταράττεσθαι τὸ στρά‐ | |
30 | τευμα τῷ τῶν ἵππων ἐκ τῆς ἀηθείας 〈φόβῳ〉· φοβερὸν δὲ τοὺς σαλ‐ πιγκτὰς ἐμβοᾶν, ὡς τοῦ θηρίου ῥοίζῳ τὴν τοῦ ὀργάνου κλαγγὴν ἀν‐ θισταμένην ἀμβλύνειν τὴν ἀπειλήν. Οἱ πελτασταὶ μὲν οὖν ἐπὶ τὸν ἐλέφαντα στοχαζέσθωσαν, οὐκ ἀστοχήτῳ χρώμενοι τῷ σκοπῷ, οἱ τοξόται δὲ οἰστοὺς πυρφόρους ἐπὶ τοὺς πύργους βαλλέτωσαν. Ἐμπα‐ | |
35 | γὲν γὰρ τὸ τυχὸν βέλος ἐς τὸν τοῦ παντὸς ὄλεθρον ἀρκεῖ· τῆς γὰρ φλογὸς αἰσθόμενον τὸ θηρίον καὶ τὸν κίνδυνον τοῦ πυρὸς φοβηθέν, τὰς ἐπικειμένας ἐπάλξεις ἀποσείεται, κἂν ἀπεικάσαι τις πίπτοντα πύργον πόλει πεπορθημένῃ. Ἂν δὲ αὐτὸς ἐς τὰ γυμνὰ τρωθῇ, δέδοικε μὲν ἤδη τοὺς πολεμίους, ἐς δὲ τοὺς φίλους τραπεὶς χαλεπώτερον μαί‐ | |
40 | νεται. Οἷα γὰρ φλὸξ ὄρειος ἢ χειμάρρους κατάντης, [ἢ] ὀργιζόμενος οὕτως μάλιστα κτείνει, τιτρώσκει, ἀναιρεῖ, καταβάλλει, πατεῖ, καὶ αὐτοὺς μισεῖ τοὺς νεκρούς, σωρεύει πτώματα καὶ φράττει τὰς τῶν φευγόντων ὁδούς, ὥσπερ ἀμυνόμενος τοὺς φίλους ὅτι ταῦτα δι’ ἐκεί‐ νους πέπονθεν. | 169 |
45 | Ἐγὼ μέντοι κρεῖττον ἡγοῦμαι τὴν ἀρχὴν τῷ ἐλέφαντι μὴ ἐνστῆ‐ ναι, μηδὲ ὁμόσε χωρῆσαι τῷ πολυπλασιασθέντι κινδύνῳ, προλαβεῖν δὲ αὐτοῦ τὰς ἀπειλάς, τὰς ἐμβολάς, τὰς μάχας, τὰ πεσήματα· πολλοὺς γὰρ ἀναλώσει κυκλωθεὶς καὶ πεσών. Τρίβολοι χαλκεύονται σιδηροῖ, ὀξεῖς, ἑδραῖοι, παχεῖς. Οὗτοι, κατὰ τὴν πορείαν τῶν θηρίων, ὑπὸ τῶν | |
1.18(50) | πλαττομένων ἀναχωρεῖν ῥιπτοῦνται [ἱστᾶσιν ἔνδον] πυκνοί, καὶ πα‐ τηθέντες τὸν ἐλέφαντα ἱστᾶσιν, ἐνδύντες ταῖς τῶν ποδῶν βύρσαις· ᾧ γὰρ τἄλλα στείβει βάρει, τούτῳ αὐτὸς ἁλίσκεται ὅλῳ πατῶν ἑαυτῷ. Διπλοῦν δὲ ἐκ τούτου πλεονέκτημα· ἢ γὰρ ἀλγήσας ἀναιρεῖ τοὺς ἑαυτοῦ παραμυθούμενος ἀνίατον ἀλγηδόνα, 〈ἢ〉 ἴστασθαι μὴ δυνη‐ | |
55 | θείς, πασσυδὶ πίπτει. Πάντα μὲν οὖν σεμνὰ τὰ ἐκ πολέμων λάφυρα, σεμνότερα 〈δὲ〉 πάν‐ των ἐλέφας φέρει· οὐκ ἀσπὶς οὕτως στρατηγοῦ τιμία, οὐ θώραξ ἀρι‐ στέως πεφονευμένου, ὡς ἐλέφας ζῶν αἰχμάλωτος ἢ τὰ τοῦ ἐλέφαντος ἀκροθίνια βασιλεῖ νενικηκότι. | |
1.19(t) | Γεωργίας παράδοξα | |
1 | Οὐδὲ μὴν ἐνταυθοῖ παραλειφθήσεται τὰ γεωργικὰ ἴσα καὶ παν‐ ταχοῦ· ἕξει γάρ τινα καὶ τοῖς πολεμοῦσι χρήσιμα. Μακάριον μὲν γῆν | |
πάμφορον ἐπ’ εἰρήνης γεωργεῖν, καρπὸν ποικίλον διαφόρων δεχό‐ μενον ὡρῶν, δρέπεσθαι, θερίζειν, τρυγᾶν, λαμβάνοντα διαψιλῆ πλοῦ‐ | 171 | |
5 | τον ἐκ χώρας μιᾶς, μὴ δεόμενον ἀγαθῶν ξένων, μηδὲ περιμένοντα πε‐ ραίας ἐλπίδας. Νυνὶ δὲ πάντα 〈αἱ χῶραι οὐ φέρουσι πᾶσαι〉· αἳ μέν, ὑπερβολῇ κρύους, μόνα τρέφουσαι λήϊα, ψαμμώδεις ἄλλαι ἄμπελον ἢ ἐλαίαν τρυγῶσαι· τὰ δὲ πολὺ ἡπλωμένα πεδία σπάνιον τὸν οἶνον κέκτηται καὶ φέρει, τὰ δὲ κἂν φαῦλον μόνον. Ἀμφοτέρων οὖν πορι‐ | |
10 | σώμεθα μηχανήν· εὑρεῖν οὐκ ὄντος, καὶ τοῦ φαύλου τὴν ἐς τὸ κρεῖττον μεταβολήν. Δεκαπλάσιον ἔστω μεθ’ ὕδατος οἴνου μέτρον· εἶθ’ ἑψέσθω πολλῷ πυρί, ἔστ’ ἂν τὸ δέκατον τοῦ κράματος ἀπαναλωθῇ· ζημία τοῦ ὕδα‐ τος γίγνεται, κέρδος δὲ τοῦ οἴνου γεγενημένου κρείττονος τὴν ἀρετὴν | |
15 | ἧς ἡ φλὸξ μήτηρ. Τοῦτο δρῶντες οἱ παλαιοὶ ἐφήμισαν ὅτι τὸν Διό‐ νυσον τὸ πῦρ ἐμαιώσατο. Ὅσοι δὲ ἀμπέλους οὐκ ἔχουσιν, οὐδὲ τὸν ἀπὸ τῶνδε τῶν φυτῶν εὐτυχήκασι καρπόν, ἐμιμήσαντο οἶνον ἑτέρων ἢ σπερμάτων ἢ ἀκρο‐ δρύων σκευασίᾳ ἢ ῥιζῶν συνθέσει, τὴν καθαροῦ ὕδατος πόσιν παραι‐ | |
20 | τούμενοι. Πίνουσι γοῦν ζῦθον Αἰγύπτιοι, κάμον Παίονες, Κελτοὶ κερ‐ βησίαν, σίκερα Βαβυλώνιοι. Διόνυσος γὰρ αὐτοὺς κατέλιπεν ὠργισμέ‐ νος καὶ οὐδὲν ἐκείνοις ἀμπελουργίας ἐδωρήσατο, μόνοις τὰ ἐπινίκια γεωργοῖς Ἕλλησι τηρῶν [ἀλαζὼν ὁ λόγος]. Διόνυσον μιμησώμεθα, προπίωμεν ἀνθρώποις τὴν δίχα βότρυος φιλοτησίαν· ἑτέρους οἴνου | |
25 | δημιουργοὺς οἶδα καρπούς. [Οἴνου σκευασία]. Ἥδε οὖν οἴνου σκευασία· ἰσχάδων μνᾶ αʹ, θα‐ λάσσης καθαρᾶς χόες γʹ, δεσμίδια γλυκυρίζου βʹ. Κόψας τὰς ῥίζας | |
καὶ βαλὼν εἰς κεράμιον ἐκ τοῦ σύκου εἶτ’ αὖθις ἐν μέρει τῆς ῥίζης διεί‐ ρας ἕως τρίς, καὶ τότε ἐπίχει τὴν θάλασσαν [ὑπὸ δὲ τὸ ἀγγεῖον ἱππο‐ | 173 | |
30 | μάραθρον ἔστω ὡς δεσμίδια δύο] καὶ ἔα βρέχεσθαι ἡμέρας εʹ καὶ ἀπό‐ χει διὰ ἠθμοῦ [καὶ ἔστω γλυκύς]· εἶτα ὕδωρ γλυκὺ τὸ αὐτὸ μέτρον δὸς καὶ ἔασον ἡμέρας εʹ βρέχεσθαι καὶ τοῦτο διηθήσας μίξον τῷ προ‐ τέρῳ· εἶτα πωμάσας ἀπόθου ἐν σκιᾷ καὶ ἔσται οἶνος καλός. Εἰ δὲ ἐγχέας ὕδωρ ἐάσαις ἐπὶ τούτοις ἡμέρας ζʹ βρέχεσθαι ἀπο‐ | |
35 | σειρώσας τε ἐμβάλλοις τὰ ἀπὸ τῶν κεραμίων στέμφυλα καὶ πωμάσας ἕως ἡμέρας δέκα [Ὄξους σκευασία], ποιήσεις ὄξος [ποίει δὲ χειμῶνος]. Καὶ αὐτοῦ δὲ τοῦ ὄξους οὐκ ἀμελητέον. Ὄξος πολλαπλασιοῦται εἰ, τεῦτλον ἀναζέσας, εἰς τὸν χοῦν τοῦ ὕδατος ἐπιβάλλοις γλυκυρίζου Κρητικοῦ δραχμὰς δʹ καὶ ζέσας προσεμβάλλοις Ἑλληνικοῦ νίτρου | |
40 | δραχμὴν αʹ· ταύτῃ μίγνυται τῇ σκευασίᾳ ὄξους μέτρῳ αʹ ὕδατος τὸ διπλάσιον. Πᾶν δὲ ὄξος ἐπιτείνεται προσμισγομένων τῷ μετρητῇ πε‐ πέριδος δραχμῶν εʹ ἀρκεύθου δ’ ἐπίσης. Τὰ μὲν οὖν περὶ μόνην διαφ‐ θορὰν οἴνου ἐλπὶς βραδεῖα καὶ οὐκ εὐχῆς γεωργοῦ, καὶ ἀναγκαζόμε‐ νον εἰς τάχος τὸ ὄξος οἶδα παντοδαποῖς ἐπιτηδεύμασι, τραπέντος ἤδη | |
45 | καὶ μεταβληθέντος ἐπὶ τὸ χεῖρον. Οἳ μὲν γὰρ κεκαυμένας ἐμβάλλουσι κριθάς, οἳ δὲ κέραμον πεπυρωμένον, καὶ ἄλλοι σίδηρον. Ἐμβάλλεται δὲ πολλάκις καὶ μέλι. Ἐγὼ δὲ ὄξος αὐτοφυὲς ἐργάσομαι καὶ γλυκύ, χρῆσιν καὶ ἡδονὴν φέρον, δίχα τῆς οἴνου ζημίας. Ἀρκεῖ γὰρ ἐκθλιβὲν τὸ γίγαρτον· τοῖς στεμφύλοις ἅμα ἀποβρέχεται εἰς ὕδωρ, ὡς γλεύ‐ | |
1.19(50) | κους ποιότητα τὸ ὕδωρ λαβεῖν· εἶτα εἰς λέβητα βληθὲν ὑποκαίεται καὶ ἕψεται μέχρι τῆς ἡμισείας καὶ ψυγὲν δὲ εἰς ἕτερον σκεῦος μεταγγί‐ ζεται. Μεταβάλλει μὲν οὖν ὡς ὕδατι μεμιγμένον, γλυκὺ δὲ μένει ὡς γλεῦ‐ | |
κος καθηψημένον. Γένοιτο δ’ ἂν καὶ δίχα σταφυλῆς ὄξος· στροβίλους περυσινοὺς | 175 | |
55 | τοὺς τελείους ὑγρᾷ πίσσῃ πίσσωσον καὶ περίκαυσον μέχρι κατακαυθῇ ἡ πίσσα· εἶτα μελίτωσον αὐτοὺς πτερῷ πάντας. Ἔστω δὲ ὕδωρ ἐν ἀγγείῳ μεγάλῳ, οἱ δὲ στρόβιλοι ὡς καθ’ ἕκαστον χοῦν ὕδατος δέκα· τούτους βαλὼν εἰς τὸ ὑγρόν, ζέσον ὅσον χλιᾶναι· τὸ δὲ ἀγγεῖον ἐν‐ δεὲς ἔστω κοτύλων ϛʹ· ὃ περιφιμώσας πάνυ, ἐάσεις ἐν ἡλίῳ τρισὶν ἡμέ‐ | |
60 | ραις· εἶτ’ ἀνακαλύψας, ἀφαίρει τοῦ ὄξους ὁπόσον θέλεις καὶ ἐπίβαλλε τὸ ἴσον ὕδατος· οὕτως ἐπὶ πολὺν χρόνον ἕξεις ὄξος ἀνέκλειπτον. [Ἐλαίου σκευασία]. Σπουδαστέον δὴ καὶ τοὔλαιον. Τὸ μὲν Ἰβη‐ ρικὸν ὧδί πως· ἀγρίας ἐλαίας φύλλων δράκα καὶ τήλεως ξηρᾶς δραχ‐ μὰς δʹ μίαν τε ἀψινθίου καὶ τρυγὸς ὀπτῆς ἣν «φέκλαν» καλοῦσιν Ῥω‐ | |
65 | μαῖοι δραχμὰς βʹ· πάντα κόψας καὶ μάζαν χειροπληθῆ ποιήσας, εἶτ’ ἐνδήσας εἰς ῥάκος, καθὲς εἰς τὸ κεράμιον καὶ μετ’ ἐννέα ἡμέρας εἰς χρῆ‐ σιν ἀπαντλεῖ. Καὶ Ἰστρικὸν δ’ ἂν σχοίης, ἀμυγδάλων πικρῶν φύλλα χλωρὰ κόψας καὶ μάζαν ποιήσας καὶ εἰς τὸ σκεῦος ἐμβαλὼν ἀνακινήσας τε | |
70 | καὶ ἐάσας καταστῆναι. Σχίνινον δὲ οὕτως σκευάζεται· ὥριμος ὁ τῆς σχίνου καρπὸς εἰς ὅλμον βληθείς, ὑπέρῳ ξυλίνῳ κόπτεται· εἶτα κατερᾶται εἰς ἀγγεῖα, ζεστῷ ὕδατι ἐπὶ πλεῖστον βραχεὶς καὶ ἀναληφθεὶς κυρτίσιν ἐξιποῦται. Ἔνιοι δὲ κόψαντες καὶ ὕδατι φυράσαντες ἐν κριβάνοις ἀποτίθενται | |
75 | ἔστ’ ἂν ζεσθῇ, οὕτως τε ἐξιποῦσιν. Τὸ δὲ δὴ τερμίνθινον ὁμοίως τῷ σχινίνῳ σκευάζεται. Ἄλλοι δὲ | |
κόψαντες ἐμβάλλουσιν εἰς χύτρας ἐχούσας ὀλίγον ὑπερέχον ὕδωρ, εἶθ’ ἑψοῦσιν καὶ τὸ ἐπιπλέον ἐλαιῶδες ἐκλέγουσιν· (ἔλαιον χρηστὸν ἀποβαίνει εἰς τὸν πυθμένα τοῦ κεραμίου, καθέντος ἀνήθου χλωροῦ | 177 | |
80 | καὶ ἁλός). Ἔλαιον δὲ μέλαν καὶ ῥυπαρὸν ὧδε λαμπρυνεῖς· λίτρου λίτραν μίαν ὀπτήσας, κόψας, σήσας, βάλε εἰς τὸ κεράμιον. Ἐὰν δὲ καὶ θέλῃς οἷον ὀμφάκινον αὐτὸ ποιῆσαι, φλοιὸν ἐλαίας ἀγρίας καὶ φύλλα κόψας, ποίει μάζαν καὶ σταθμῷ λίτραν βάλε εἰς | |
85 | κεράμιον. Ἐὰν δὲ ὃ πρῶτον εἶπον τὸ Ἰβηρικὸν ὃ δὴ «Σπάνον» ὀνομάζο‐ μεν ἐθελήσῃς ποιῆσαι, εἰς Σιδητικὸν ἔλαιον πάνυ διαυγὲς ἀγριελαίας φύλλα συγκόψας βάλε ὀθόνῃ συμμέτρῳ ἀποδήσας καὶ ἀποκρεμάσας ἔα βρέχεσθαι ὅσας θέλεις ἡμέρας· καὶ οὕτως τὴν Ἰβηρικὴν ποιότητα | |
90 | προσκτήσεται. Ἰάσαιο δ’ ἂν θολερὸν ἔλαιον ἐγχέας εἰς πλατύστομον ἀγγεῖον καὶ ἐν σταθερῷ ἡλίῳ ἀποθέμενος, ἁλῶν τε ἐπιπάσσων τῶν φρυκτῶν αὐτάρ‐ κως, ἐπὶ τὸ ἀναθερμαίνεσθαι· ὁπόταν δὲ καταστῇ, μέταιρε εἰς ἀγγεῖα. Τὸ δὲ δυσῶδες οὕτως· ἐλαίας χλωρᾶς συγκόψας δίχα τῶν πυρή‐ | |
95 | νων ὅσον ἡμιχοίνικα ἔμβαλε εἰς τὸν μετρητήν· ἀποθέμενος δ’ ἐν ἡλίῳ καὶ πυρώσας ἱκανῶς, εἶτ’ ἐξελὼν τὸ ἐμβληθέν, μετέρασον εἰς ἀγγεῖα πλείονα. Κἀκ στῆρος δὲ μοσχείου γένοιτο ἂν ἔλαιον καὶ ἄνοσμον ἔλαιον· κολυμβάδων ζωμοῦ χοᾶς 〈...〉 ἔμβαλε εἰς χαλκεῖον καὶ τοῦ στῆρος ἐν | |
1.19(100) | θαλλίδι [σπυρίδι] μνᾶς ιʹ· ἐχέτω δὲ βάρος πρὸς τὸ μὴ ἐπιπολάζειν, ἐγκείμενον λίθον, καὶ ὑπόκαιε μαλακῷ πυρί· τὸ δὲ ἀναζέον ἀφαιρῶν, ὑπὸ χεῖρα εἰς κεράμιον ἐλαιηρὸν νεοκένωτον βάλε· ἐκτακέντος δὲ τοῦ στῆρος τὸ ὑπόλοιπον ἠθμῷ διυλίσας ἐπέμβαλε τῷ ἀγγείῳ, καὶ αὐτὸ | |
διαλαβὼν ἔασον ἐφ’ ἡμέρας κʹ· εἶτα τότε χρῶ. | 179 | |
105 | Ἀλλὰ καὶ γάρος ἐξ ἅλμης ἀκράτου μέρους ἑνὸς καὶ δύο οἴνου τοῦ γλυκέος. Ἀπὸ Λυδίας ὁ σπουδαῖος γίνεται· ὁ δὲ «σόκκιος» ὀνομα‐ ζόμενος ὃν μᾶλλον ἁπάντων γάρων ἐπαινοῦσι. Τῶν καλουμένων «ἀβδωμίων» ξέστας δέκα καὶ στάγματος Λιβυκοῦ Λιβύης τῆς εὐδαί‐ μονος (ὃ δὴ «φρίτον» οἱ ἐπιχώριοι καλοῦσι) τοσοῦτον ὑσσώπου τε | |
110 | Κρητικοῦ δέσμην καὶ μῆλον τὸ Ῥωμαϊκὸν («ὀρβικλάτον» δὲ καλού‐ μενον) ἅμα μέλιτος κοτύλαις ἑκκαίδεκα κιρνῶν, ἕψει 〈σὺν〉 συκίνῳ κλάδῳ ἐφ’ ἡμέρας τρεῖς ἠδ’ ὥραις τρισὶ καθ’ ἑκάστην ἡμέραν μαλακῷ πυρί, κἀκεῖνος ἀποβήσεται. | |
1.20(t) | Ἐπισφράγισμα περὶ βέλους | |
1 | Ληγέτω δὴ καὶ τόδε 〈τὸ〉 σύγγραμμα εἴς τι ἀρχαῖον καὶ φιλομα‐ θὲς διήγημα τοῖς ἡγησαμένοις ἀκόλουθον, τόξου τὸ διήγημα καὶ βέλους. Δύναται βέλος ἓν διὰ πάσης ἐνεχθὲν μιᾶς νυκτὸς καὶ ἡμέρας μέχρι σταδίων δισμυρίων 〈καὶ πεντακισχιλίων〉 κατελθεῖν, εἰ γένοιτο συνε‐ | |
5 | χὴς ἡ φορά. Περὶ δὲ τῆς τοῦ βέλους πτήσεως γένοιτ’ ἂν τοιάδε· ἄν‐ δρες ἑστάντων κατὰ σκοποῦ πλέθρον μεμετρημένου σύμμετροί τινες οὐ πλείους ἢ δέκα· ἐχόντων δὲ τόξα ἕτοιμα καὶ ἐπὶ τῇ νευρᾷ κείσθω βέλος, ὥσθ’ ἅμα τὸν πρῶτον τοῦ σκοποῦ τυχεῖν καὶ δεύτερον εὐθὺς μετ’ ἐκεῖνον βαλεῖν καὶ τρίτον ἐφεξῆς καὶ τοὺς ἄλλους ὁμοίως, τοῦ δευ‐ | |
10 | τέρου ἀεὶ τοσοῦτον ἀναπαύοντος τὴν βολὴν ὅσον ἐπὶ τὸν σκοπὸν φθάσαι τὸ τοῦ πρώτου βέλος. Εἶδον ἐγὼ πειρῶντάς τινας καὶ τὴν ἱστορίαν ἐκ πείρας ἔχω. Συνῆκται δὲ ὁ τῶν σταδίων ἀριθμὸς ὧδέ πως· | |
ἓξ πλέθρα στάδιον ἰσχύει, ἓν δὲ καθ’ ἕκαστον πλέθρον ἠνέχθη βέλος, ἀριθμουμένων δὲ εἰς ὥραν μίαν τῶν βελῶν, ἑξακισχιλίων οὐ πλείω | 181 | |
15 | κατὰ τὴν ὥραν ἐπέμφθη βέλη· (νόμιζε δὴ καὶ λογίζου τὸν ἀριθμὸν τῶν βελῶν εἰς ἑνὸς βέλους φοράν, τῷ διαστήματι, μὴ τῷ πλήθει τῶν πεμφθέντων τὴν ἐξέτασιν διδούς). Οὐκοῦν ἓν βέλος (ἓν γὰρ ἔστω τὰ πλείω τῇ ῥύμῃ τοῦ διαστήματος μετρούμενα) ἑξακισχίλια πλέθρα διῆλθεν ἀπὸ τῆς ὥρας ἀρχομένης εἰς τελευτῶσαν, ἅπερ σταδίους ποιεῖ | |
20 | χιλίους. Διαστήματα δὲ δήπου τῆς νυκτὸς καὶ τῆς ἡμέρας, εἰς εἴκοσι καὶ τέσσαρας ὥρας ἀνακυκλουμένας, δισμυρίους καὶ τετρακισχιλίους εἶναι τίθει. Χίλιοι ἐπὶ τούτοις προστιθέσθωσαν, τῇ σχολῇ τῆς καθ’ ἕκα‐ στον παρασκευῆς δοθέντες, ὡς μὴ ἀνάριθμος μηδ’ ἡ τῆς μελλήσεως ἀρχὴ γένοιτο. Ἔτι γε μὴν ἡμέρας μὲν καὶ νυκτὸς ἐν ταῖς ὥραις ἀνι‐ | |
25 | σότης ἔστιν ἀεί, καὶ πολλή γε. Ἢν οὖν τις τηρήσας ὥραν ἰσημερινήν, κατ’ αὐτὴν ποιήσηται τὴν πεῖραν τῆς βολῆς, αὐτῷ συμβήσεται δισ‐ μυρίους 〈καὶ πεντακισχιλίουσ〉 γενέσθαι σταδίους. Ἐχρήσατο τῇ πείρᾳ ταύτῃ καὶ Σύρμος ὁ Σκύθης καὶ Βαρδησάνης ὁ Πάρθος, τάχα δέ που καὶ πλείονες. Εἶδον καὶ αὐτός, ἐν Ἀβγάρου | |
30 | τοῦ βασιλέως, Μάννου τοῦ παιδὸς αὐτοῦ πολλάκις πειράσαντος, ἐμοῦ ὑφηγησαμένου. Τοξότης οὕτω δεινὸς ἦν ὥστε, θήρας ποτε ἡμῖν οὔσης ἀμφὶ μεσημβρίαν (ἐτύγχανον δὲ καὶ αὐτὸς παριππεύων οὐ κυνηγέ‐ της τις ὤν, ἀλλὰ τῆς θήρας θεατής), ἐκπηδᾷ μὲν ἔκ τινος λόχμης ἄρκτος ὑλαία, φοβερὰ προσελθεῖν, δεινή τις ἰδεῖν, ἀδύνατος τάχα καὶ βαλεῖν· | |
35 | ἐπτοημένων δὲ πάντων 〈καὶ ζητούντων〉 τῆς φυγῆς τὰς ὁδούς, ὁ Μάν‐ νος παρακελευσάμενος ἡμῖν θαρρεῖν, πάντα τὸν φόβον διέλυσεν δύο βέλη βαλών· τοὺς γὰρ ὀφθαλμοὺς κατατοξεύσας τῆς ἄρκτου, εὐχεί‐ | |
ρωτον ἐποίησεν αὐτήν, μηδὲ βλέπουσαν τοὺς κυνηγέτας. Ἦν δὲ ἄρα σοφὸς τοξότης Βαρδησάνης εἴπερ τις ἕτερος, οἶδά τ’ | 183 | |
40 | ἄνθρωπον τοξεύσαντα οἷα ζωγράφον· ὁ δὲ τρόπος τοιόσδε· ἄνδρα κατάντικρύ ποτε ἔστησεν, νεανίαν καλὸν καὶ εὔρωστον ὃν καὶ γρα‐ φεὺς ἂν ἐξέκαμε μιμούμενος· προὐβάλλετο δὲ τὴν ἀσπίδα ὁ νεανίας, τοῦτο γὰρ προσέταξεν ὁ Βαρδησάνης ἐνδεικνύμενος τὴν τέχνην ἡμῖν θεαταῖς. Ὃ δέ, οἷα ζωγράφος ἀγαθός, τὸν κατέχοντα μετέθηκεν ἐπὶ | |
45 | τὴν ἀσπίδα· πρώτην μὲν δὴ τὴν κεφαλὴν ἔγραφεν ὀρθοῖς βέλεσι κύκλον κεφαλῆς μιμούμενος, εἶτα τῶν ὀφθαλμῶν τὰς βολάς, χειλέων ἁρμονίας, ῥυθμὸν γενείων, καὶ ὁ λοιπὸς ἄνθρωπος ἠκολούθει τῇ τάξει τοῦ σώματος. Ὃ δ’ ἐσεμνύνετο τοξικῇ γραφικὴν συλλαβών, καὶ γρά‐ φων τοξεύμασι καὶ τοξεύων γραφάς. Ἐθαυμάζομεν δ’ ὁρῶντες ὡς οὐ | |
1.20(50) | πολεμικὸν ἐπιτήδευμα τὸ τόξευμα ἦν, ἀλλ’ ἦν τι καὶ τερπνόν, καὶ κίν‐ δυνος ἡδονή. Ὃ δὲ καταθέμενος τὴν ἀσπίδα εἶδεν αὑτὸν ἐπὶ τοῦ οἰκείου ὅπλου γεγραμμένον καὶ ἔχαιρεν γενόμενος στρατιωτικὸν ζωγράφημα· τοῦτο μὲν οὖν ἔχω θαυμάσας. Σύρμον δὲ τί ἂν λέγοιμι; Σοφὸς καὶ ὁ Σύρμος τοξότης, οὐ ζωγρα‐ | |
55 | φήσας βέλεσιν ὥσπερ Βαρδησάνης, μηχανησάμενος δὲ πολέμιον βέλει ποιῆσαι βέλος. Καινὸν τὸ θέαμα, ἀλλ’ οὐκ ἄπιστον. Εἶδον ἐγὼ βέλος ὑπὸ βέλος. Καινὸν τὸ θέαμα, ἀλλ’ οὐκ ἄπιστον. Εἶδον ἐγὼ βέλος καὶ βέλος εὐτρεπιζόμενος ἕτοιμος 〈ἦν〉 βαλεῖν· ἀνθειστήκει δὲ αὐτῷ τις ἄποθεν ἄλλος ἀντιτοξότης· διάφορος δὲ ὁ τῆς τοξείας ἀγών· ὃ | |
60 | μὲν γὰρ βέλει ὡπλισμένῳ ἠγωνίζετο, ὃ δὲ γυμνῷ. Καὶ τοίνυν ὁ σκο‐ πὸς ἦν ἑκατέρῳ βέλει βέλος συμβάλλειν, ἀλλὰ τὸ μὲν ἀπήντα μόνον ὥσπερ στρατιώτης γυμνὸς ὡπλισμένῳ πολεμίῳ, καὶ τολμηρὸν ἦν, | |
〈τὸ δὲ〉 ἅτε μὴ γεγυμνωμένον ἐπήγνυτο τῷ ἀπαντήσαντι καὶ εἷλκεν ἐξηρτημένον ὥσπερ πολέμιον αἰχμάλωτον· τὸ δὲ γεγυμνωμένον | 185 | |
65 | εἰλημμένον οὐ βέλος τὸ λοιπόν, ἀλλὰ βέλους λάφυρον ἦν. | |
66t | Ἰουλίου Ἀφρικανοῦ Κεστὸς ζʹ. | |
1append(t) | Ἄλλως βάψαι 〈ὡσ〉 ἔβενον διὰ βάθους | |
1 | Βδέλλας ζέσας εἰς ὄξος δριμὺ χάλα τὰ ξύλα καὶ ἔσται διὰ βάθους 〈βαπτά〉, καὶ μετὰ ταῦτα ἄλειφε ἐλαίῳ ἐν ᾧ ὁμοίως βδέλλαι ἀπεζέσ‐ | |
θησαν. | 187 | |
2pinax(t) | 〈Πίναξ〉 | |
1 | ’1 Πῶς δι’ οἴνου κατεργάσαιτ’ ἄν τις τοὺς πεπωκότας πρὸς 〈τὸ〉 τρεῖς ἡμέρας κοιμᾶσθαι. —’2 Περὶ ἀγρῶν ἀφανισμοῦ. —’3 Περὶ δένδρων ἀφανισμοῦ. —’4 Περὶ τοῦ τοὺς ἵππους ἐκ τοῦ αὐτοῦ τόπου ἀμετακι‐ νήτους ποιεῖν. —’5 Χρίσμα βελῶν. —’6 Περὶ τῶν στρατιωτῶν ὑγείας. — | |
5 | ’7 Πρὸς τὸ μὴ δηλητηρίῳ ἁλίσκεσθαι. —’8 Πρὸς 〈τὸ〉 πληγήν τινα ἄνευ ῥαφῆς κολλῆσαι. —’9 Πρὸς αἷμα δυσκατασχέτως ῥέον. —’10 Πρὸς 〈τὸ τοὺσ〉 ἵππους μὴ νοσεῖν. —’11 Αὐτόματον πῦρ ἅψαι. —’12 Ἀκοῆς θήρα. | |
2.1(1t) | Πῶς δι’ οἴνου κατεργάσαιτ’ ἄν τις τοὺς | |
2t | πεπωκότας πρὸς τὸ τρεῖς ἡμέρας κοιμᾶσθαι | |
1 | Ζηλωτὸς ὁ τοιούτου μὴ λειπόμενος φαρμάκου· εἰ γὰρ εὐπορήσει οἶνον ἐκ τούτου σκευάζειν, κοιμῶνται μὲν οἱ τούτῳ χρησάμενοι τῷ ποτῷ, ὡς καὶ καταληφθῆναι τοὺς πεπωκότας ὑπὸ τῶν πολεμίων κοιμω‐ μένους μέχρι τριῶν ἡμερῶν· ἀναστήσονται δὲ εἰ ὄξος χρίσοιτό τις | |
5 | αὐτῶν τοὺς μυκτῆρας. Ἡ δὲ τούτου σκευασία ἐστὶν αὕτη· ὀπίου Θηβαϊ‐ κοῦ ὡς ἐν θέματι μέρη βʹ· ταῦτα λειώσας μετὰ χυλοῦ ὑοσκυάμου μέρους | |
ἑνὸς ῥύπον τε τὸν ἐξ ὠτὸς ὄνου τοῦ δεξιοῦ λειώσας, ἔμβαλε τῷ οἴνῳ. | 201 | |
2.2(t) | Περὶ ἀγρῶν ἀφανισμοῦ | |
1 | Ἔσθ’ ὅτε, διοδεύων γῆν πολεμίαν, ταύτης τοὺς ἀγροὺς ἀφανίζειν ἐπιχειρήσεις, ἐλλέβορον γεωργῶν· τούτῳ γὰρ καὶ Ἀλέξανδρος ὁ Μακεδὼν χρησάμενος τῷ τρόπῳ εἷλεν Ἀλανούς. Ἀφανίζονται δὲ ἀγροὶ ἁλῶν τε σπειρομένων ἐν αὐτοῖς καὶ ἀρότροις ἐγκαλυπτομένων· ἐπὶ | |
5 | πολὺν χρόνον δύναται τοῦ〈το αὐ〉τοὺς πάνυ κακῶς διαθεῖναι. | |
2.3(t) | Περὶ δένδρων ἀφανισμοῦ | |
1 | Ἀφανίζειν ἴσως ἡμῖν δοκεῖ καὶ τῶν ἀγρῶν τὰ δένδρα τὰ κάρπιμα, ὡς μὴ τοὺς πολεμίους πολλάκις τροφῶν 〈ἀποροῦντασ〉 εὑρίσκειν ἀντὶ τροφῆς τοὺς καρπούς. Ξηρανεῖς γοῦν πᾶν δένδρον πλὴν μηλέας, εἰ τὸ τῆς θαλαττίας τρυγόνος κέντρον ἐμπήξεις εἰς τὸ τοῦ δένδρου στέλεχος. | |
5 | Οἱ δὲ Κυϊντίλιοί φασιν ὡς τὰ κέλυφα τῶν κυάμων ταῖς ῥίζαις ἐμβαλλό‐ μενα ταῦτα ξηραίνει. Ἐμοὶ δὲ μᾶλλον ἁπάντων ἃ φι〈λο〉κάλως πέφυκεν ἀρέσεις λέγων ἐκκόπτεσθαι ταῦτα· τούτων γὰρ οὕτως πραχθέντων, ἐν τοῖς κοπεῖσιν οὐ πολέμιος κρύπτεται, οὐκ ὄρνεον εἰς θήραν τούτων ὑπερκαθέζεται· ὅπερ ἐστὶ τέλειος ἀφανισμός. | |
2.4(1t) | Περὶ τοῦ τοὺς ἵππους ἐκ τοῦ αὐτοῦ τόπου | |
2t | ἀμετακινήτους ποιεῖν | |
1 | Φιλοπονῶν περὶ τὴν τοῦ παρόντος συγγράμματος ἔκθεσιν, ἀνέγ‐ | |
νων ἐν τοῖς Νεπτουνιανοῦ «Φυσικοῖς» ὅτι λύκου ἀστράγαλος δεξιοῦ ποδὸς τοῦ ἐμπροσθίου ῥιφεὶς πρὸ τετραόρου ἵστησι τὸ ἅρμα. Εἴπερ οὖν τέσσαρας ἵστησι, πόσῳ μᾶλλον ὅτ’ ἐν παρατάξει καθ’ ἕνα δώσο‐ | 203 | |
5 | μεν ὀλίγοις σφενδονήταις; Τούτους ῥιψάντων αὐτῶν εἰς τὴν τῶν πολε‐ μίων ἵππον, οὐ μόνον ὁ εἷς ἀστράγαλος ἵππον ἕνα κακοποιήσει, ἀλλ’ ὅσους 〈ἂν〉 συμβῇ δι’ αὐτοῦ παριππάζειν. | |
2.5(t) | Χρίσμα βελῶν | |
1 | Χρίουσι Σκύθαι βέλη τὸ καλούμενον «τοξικὸν» πρὸς ταχεῖαν ἀναίρεσιν τῶν τιτρωσκομένων. Ζητοῦντι δέ μοι τοῦτο ἀνήρ τις ἀξιόχρεος δέδωκε τὸ ὑποτεταγμένον φάρμακον, τὴν αὐτὴν ἐνέργειαν ἀποτελοῦν· ἔστι δὲ τοῦτο· τιθύμαλλον τὴν χαρακίτην ἥτις ἄνεισιν εἰς κλάδους | |
5 | καυλώδεις, ταύτην λαβών, βάλε εἰς ἄγγος νεουργὲς ὀστράκινον καὶ καῦσον μετ’ ὕδατος μέχρις οὗ πᾶσαν ἑαυτῆς τὴν πιμελὴν τῷ θερμῷ ἐναφήσει ὕδατι· εἶτα τὰ ἐμβληθέντα τῆς βοτάνης ξύλα ἀναγαγών, ἕτερα χλωρὰ ἔμβαλε τῷ αὐτῷ ὕδατι· πάλιν ἀνάγαγε καί, βαλὼν ἄλλα, καῦσον μέχρις οὗ τὸ ὕδωρ ἐκ τοῦ τούτων ὀποῦ γένηται μελιτῶδες. | |
10 | Ἐγὼ δὲ εἰ πεποίηται ἀσφαλῶς οὐ θαρρῶ. Φασὶ δέ τινες τῶν ἀρχαίων ὅτι καὶ τοῦ ἔχεως ἰὸς καὶ ἀσπίδος σαλαμάνδρας τε εἰς τοῦτο ἀπαρά‐ βατος. | |
2.6(t) | Περὶ τῆς τῶν στρατιωτῶν ὑγείας | |
1 | Ὅτι μὲν ἐν στρατεύματι καλὸν ἰατρός, τοῦτο ἀναμφίβολον· ἵνα δὲ μὴ νοσῇ στρατιώτης ἡλίῳ καὶ καμάτῳ βαλλόμενος, πρὸς τοῦτο δεῖ τὰς τροφὰς αὐτῶν διελεῖν, ὡς μὴ ἅπαξ ἢ δεύτερον, ἀλλὰ κατὰ βραχὺ | |
πολλάκις τῆς ἡμέρας ἐσθίειν καὶ μάλιστα μὴ παρόντος ἀγῶνος· ἔστιν | 205 | |
5 | γὰρ τοῦτο σωτήριον καὶ πρὸς πέψιν ἐπιτήδειον. Ἀναγκαῖον δὲ πήγα‐ νον καὶ μαλάχην ἀγρίαν ἀφεψήσαντες καὶ κεράσαντες οἴνῳ παρατρα‐ πέντι ἐν μέσαις ταῖς τροφαῖς λαμβάνειν, ὡσαύτως γάλακτος καὶ ὕδατος μίξαντες καὶ ἐπιχέαντες ὀλίγον οἴνου παρατραπέντος πρὶν φαγεῖν λαμβάνειν· καὶ τοῦτο δεῖ γίνεσθαι ἀπ’ ἀρχῆς ἔαρος μέχρι τέλους τοῦ | |
10 | φθινοπώρου. Καὶ πάλιν οἶνος ἀψινθίτης εἰς ταὐτὸ πέποται, οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφὴν καὶ ἐν αὐτῇ τῇ τροφῇ. Ἐὰν δὲ ἀψινθίτην μὴ ἔχωμεν, ἀψίνθιον δῶμεν μετὰ θερμοῦ ὕδατος. Τὸ δὲ αὐτὸ ποιεῖ καὶ ὁ σκιλλίτης οἶνος. Παρασκευάζουσι δὲ καὶ τὸ σκιλλιτικὸν ὄξος, καὶ εἰ μὲν τοῦ οἴνου τις λαμβάνει τοῦ σκιλλιτικοῦ, πρὶν φαγεῖν, | |
15 | εἰ δὲ τοῦ ὄξους, μετὰ δεῖπνον. Καὶ ὁ ἕλειος δὲ οἶνος, τουτέστιν ὁ ἐν τοῖς ἕλεσι γινόμενος, σφόδρα ἐστὶν ὑγιεινός. Καὶ ὁ κριβανίτης ἄρτος ἰσχνῶς πεπλασμένος καὶ ἐν ἡλίῳ ξηρανθεὶς χρησιμώτατος πρὸς ὑγείαν. Εἰ δὲ καὶ τὸ παρακείμενον ὕδωρ εἴη νοσερόν, [εἴην ὀσπρόν], ἑψήσθω ἕως ἂν τὸ δέκατον αὐτοῦ ἀναλωθῇ, εἶτα διαψυχέσθω· καὶ οὕτως ἀβλα‐ | |
20 | βὲς ἔσται. | |
2.7(t) | Πρὸς τὸ μὴ δηλητηρίῳ ἁλίσκεσθαι | |
1 | Ἵνα δὲ μηδὲν πρὸς δηλητηρίου πάσχωμεν (δυοῖν γὰρ ὄντων ἀκῶν 〈τοῦ ἰᾶσθαι καὶ〉 τοῦ ποιεῖν τὸ μὴ πάσχειν ἀναγκαῖον), νῆστις πάσης ἐπιβολῆς γενόμενος, εἰ λαμβάνοι τις κʹ μὲν φύλλα πηγανίου, ἰσχάδας δὲ δύο καὶ καρύων τῶν ἰσχάδων ἴσον, ἀνάλωτος γένοιτο ἂν παντὶ | |
5 | φαρμάκῳ· προσέστω δὲ τούτοις καὶ χόνδρος ἁλός. Πολλοὶ μὲν οὖν | |
τῇ πείρᾳ μαρτυροῦσιν· οἳ δὲ ἀκριβέστερον συναγαγόντες, ἐδιπλα‐ σίασαν τὸ ἅλας καὶ τὸ πήγανον, ἔθεσαν δὲ πεπέριδος κοκκία κʹ. Τὸ δὲ τελειότερον, ὅπερ ἄπρακτα ποιεῖ πάντα φάρμακα καὶ ὃ εὐχερὲς ἐν στρατοπέδῳ βαστάζεσθαι, τοῦτο· ἰσχάδων λιπαρῶν καρύων τε ὁμοίως | 207 | |
10 | τῶν λαμπροτάτων καὶ πηγάνου ξηροῦ, πρὸς δὲ καὶ πεπείρων ἀρκευ‐ θίδων, ἔτι τε Λημνίας σφραγίδος ἴσα κόπτειν ἐν ὅλμῳ καὶ ποιεῖν σφαιρία καρύου Ποντικοῦ μέγεθος καὶ λαμβάνειν ἑκάστης ἡμέρας ἕν. | |
2.8(t) | Πρὸς 〈τὸ〉 πληγήν τινα ἄνευ ῥαφῆς κολλῆσαι | |
1 | Ἐπείπερ ἐν πολέμῳ πολλάκις τινὲς τιτρωσκόμενοι, τῆς ἐκ σιδή‐ ρου διαιρέσεως μεγάλης οὔσης, ῥαφαῖς τὸ μᾶλλον δαμάζονται, πρὸς τοῦτο φυσικὸν ἐφεύρομεν βοήθημα, τὸ ἄνευ ῥαφῆς κολλῆσαι δυ‐ νάμενον· ἔστι δὲ τοῦτο· βολβὸν ὃν ἐσθίομεν λειώσας ἐπιτίθει, καὶ | |
5 | παρακολλήσει. | |
2.9(t) | Πρὸς αἷμα δυσκατασχέτως ῥέον | |
1 | Λαβὼν ἀνθρώπειον αἷμα εἴτε ἀπὸ φλεβοτόμου εἴτε ἐξ ἄλλου του οἵου δήποτε 〈ἂν〉 τύχῃ τρόπου καὶ βαλὼν εἰς ἄγγος πλατύστομον, ξήραινε ἐν ἡλίῳ καὶ ἐν τῇ πρώτῃ ἡμέρᾳ εὑρήσεις ἐπιπολάζον ὑδα‐ τῶδες· τοῦτο χρὴ ἐκβάλλειν ξηρόν τε ποιεῖν τὸ λοιπόν, κἀπὶ τῆς | |
5 | χρείας κατάπλασον 〈καὶ〉 ἐπίδησον· σταθήσεται γάρ, εἰ κἂν δυσκα‐ | |
τάσχετον ᾖ. | 209 | |
2.10(t) | Πρὸς 〈τὸ τοὺσ〉 ἵππους μὴ νοσεῖν | |
1 | Οὐ μὴ νοσήσουσιν 〈οἱ〉 ἵπποι, εἴ τις ἐξ ἐλάφου κέρως λαβὼν ὀλίγον καὶ ποιήσας αὐτὸ ὡς κόσμον τῷ τραχήλῳ περιάψει. | |
2.11(t) | Αὐτόματον πῦρ ἅψαι | |
1 | Αὐτόματον πῦρ ἅψαι καὶ τῷδε τῷ συντάγματι· σκευάζεται γοῦν οὕτως· θείου ἀπύρου, ἁλὸς ὀρυκτοῦ, κονίας, κεραυνίου λίθου, πυρίτου ἴσα λειοῦνται ἐν θυίᾳ μελαίνῃ, μεσουρανοῦντος ἡλίου· μίγνυταί τε συκαμίνου μελαίνης ὀποῦ καὶ ἀσφάλτου Ζακυνθίας ὑγρᾶς καὶ αὐτο‐ | |
5 | ρύτου ἑκάστου ἴσον, ὡς λιγνυῶδες γενέσθαι· εἶτα προσβάλλεται ἀσφάλτῳ τιτάνου παντελῶς ὀλίγον· ἐπιμελῶς δὲ δεῖ τρίβειν, μεσουρα‐ νοῦντος ἡλίου, καὶ φυλάσσειν τὸ πρόσωπον· αἰφνίδιον γὰρ ἀναφθή‐ σεται. Ἁφθεῖσαν δὲ χρὴ πωμάσαι χαλκῷ τινι ἀγγείῳ, πρὸς τὸ ἕτοιμον οὕτως ἔχειν εἰς πυξίδα καὶ μηκέτι δεικνύναι τῷ ἡλίῳ· ἀλλ’ ἐν ἑσπέρᾳ, | |
10 | ἐὰν βούλῃ πολεμίων ὅπλα ἐμπρῆσαι, ταῦτα καταχρίσεις ἢ ἕτερόν τι, λεληθότως δέ· ἡλίου γὰρ φαινομένου, πάντα καυθήσεται. | |
2.12(t) | Ἀκοῆς θήρα | |
1 | Ἀνέγνων 〈τι〉 τοῖς μὲν πολλοῖς ἄπιστον, ἐμοὶ δὲ ἀμφιβαλλόμενον, | |
διὰ δὲ τὸ παράδοξον καὶ τοῦτο ἀνήγαγον· φασίν τινες Μαυρουσίους [ἔθνος δέ ἐστι τοῦτο] ἐπερεισαμένους τὸν αὐχένα ξύλῳ, ἀκώλυτον εἰς ἀκοὴν ἐπαφεῖναι τὸ οὖς, ὀλίγον τε ὑποσκάψαντας βόθρον καὶ κατακει‐ | 211 | |
5 | μένους. Τὸ δὲ αὐτὸ δρᾶν καὶ τοὺς Γαλατῶν τῶν ἑσπερίων ἀκούεται λῃστάς. Αὐτοσχέδιος αὕτη θήρα ἀκοῆς. Ὡς ἂν δέ τις ἐν μεγάλῳ στρα‐ τοπέδῳ ἤτοι τὰ τῶν ἑαυτοῦ στρατιωτῶν βουλεύματα [καὶ] ἢ τὰ τῶν πολεμίων βουλεύματα θελήσῃ μαθεῖν, φρέαρ ὀρύξας βαθύ, οἷον βούλε‐ ται καθιέτω, ἐπικαλύψας τὸ στόμιον ἱματίῳ τῷ τυχόντι· οὐδὲ ἓν τὸν | |
10 | ἐγκαθήμενον λήσεται, ἀλλά σοι τὰ εἰρημένα ἢ τὰ ἠχήσαντα ὡς μαν‐ | |
τευόμενος διηγήσεται. | 213 | |
3.1(t) | Περὶ ἐλεφαντιῶντος ἵππου· Ἀφρικανοῦ | |
1 | Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλε‐ φαντιῶντας ἵππους. | |
3.2(t) | Ἀφρικανοῦ· ὀφθαλμικόν | |
1 | Ἡ χελιδὼν φέρει πόας τινὸς χυλόν, ἐξ οὗ εἰ ἀποστάζοι εἰς γῆν, ἐκ τῆς σταγόνος ἑτέρα πόα φύεται ἣ τῆς ἀποβαλούσης ἐστὶν ἐπώνυ‐ μος. Ἄνεισι δὲ κἂν ἀποπατήσωσιν εἰς γῆν μετασχόντες αὐτῆς οἱ νεοττοί. Θαυμαστὸν δὲ τοῦτο καὶ ὀξὺ πρὸς ἀμβλυωπίαν φάρμακον, | |
5 | λεπτύνει τε κατ’ ὀλίγον καὶ τὰ ἐκ τραυμάτων λευκώματα καὶ ἀποκα‐ θίστησι τὸν ὀφθαλμὸν εἰς τὸ τοῦ ἀπαθοῦς σχῆμα. Ἡ δὲ ἀπ’ αὐτῆς γενομένη ἀπονωτέρα, καὶ κατορθοῦσα δὲ ἧττον· τοὺς μέντοι γλαυκω‐ πίας ἀποσοβεῖ τριβομένη· καὶ αὐτῆς ἡ κόνις μεθ’ ὕδατος ὥσπερ ἡ πρόσθεν πᾶν ἔδρασεν. Εἴ τις γὰρ εὐτύχησε τὴν πρώτην ἑλεῖν, ἀνέῳξεν | |
10 | ἂν καὶ τυφλοὺς ὀφθαλμούς. Λίθοι δὲ εὑρισκόμενοι δύο ἐν ταῖς γαστράσι τῶν νεοττῶν ἀνασχι‐ σθέντων ὀξεῖ καλάμῳ, ἐν θατέρῳ γὰρ εὑρίσκονται, λευκὸς καὶ μέλας, τυθείσης περιστερᾶς λευκῆς καὶ ἐπικληθείσης αὐτῆς Ἀφροδίτης, ἐμβάλ‐ λονται ὅρμῳ χρυσῷ καὶ πᾶσαν ἀπείργουσιν ὀφθαλμίαν. | |
15 | Τοὺς μέντοι νεοττοὺς ἐαρινοὺς ἀνατεμὼν λίθοις ἐντεύξει τῇ γαστρί, | |
ὧν ὁ μὲν ποικίλος ὁ δὲ καθαρός. Πρὶν οὖν γῆς ψαῦσαι κατάδησον δέρ‐ ματι νεβροῦ ἢ μόσχου πρὸς τὴν μεγάλην νόσον καὶ τάχα μὲν ἰάσῃ, πάντως δὲ μειώσεις τὴν ἐπιληψίαν. Ἀνατέμνειν δὲ δεῖ εἰς τοῦτο τοῦ μηνὸς ἀρχομένου καὶ ἰόντος ἐπιδεχόμενον. | 225 | |
20 | Καὶ χολὴν δὲ πέρδικος ἀμβλυωπίας ἴασιν εἶναι καὶ ὑποχύσεώς φασι μέλιτι Ἀττικῷ συγκραθεῖσαν· ὃ καὶ φανερὸν πολλοῖς. Καὶ τὰ ὄμματα τοῦ γυπὸς ἐνδεθέντα ὀθόνῃ καθαρᾷ προσφερομένῃ τε ὀφθαλ‐ μοῖς καθ’ ἑκάστην ἡμέραν ἀμβλυωπεῖν οὐκ ἐᾷ, οὐ μὴν οὐδὲ ὑπόχυσιν ἵστασθαι. Κυνείῳ δὲ δέρματι ὀφθαλμὸς αὐτοῦ περιαφθεὶς ὀφθαλμιᾶν | |
25 | οὐκ ἐᾷ. Ἡ δὲ χολὴ αὐτοῦ μετὰ χυλοῦ πρασίου καὶ μέλιτος Ἀττικοῦ καταχριομένη πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν ὀμμάτων περιαιρεῖ καὶ τὰς ἀρχομένας ὑποχύσεις οὐκ ἐᾷ συστῆναι. Ὀφθαλμοὶ δὲ βατράχου ζῶντος ἀφαιρεθέντες καὶ περιαφθέντες ἐν λινῷ ῥάκει ἀριστερῷ βραχίονι ἢ τῷ τραχήλῳ φορούμενοι ἀπαθεῖς | |
30 | τοὺς ὀφθαλμοὺς φυλάττουσιν· κἂν ἀλγοῦντι δὲ περιάψῃς, λύσεις τὸ πάθος. Τὸν δὲ βάτραχον ἀπολύειν χρὴ ὅθεν ἐλήφθη. Καὶ ἡ χολὴ δὲ αὐτοῦ πρὸς ὀξυωπίαν καὶ ὑπόχυσιν ἐναλείφεται. Οὐδὲν δὲ μεῖζον τοῦδε πρὸς ὀξυωπίαν· ῥίζαν κισσοῦ οἷα κολλύρια ποίησας βάλε εἰς πυξίδα χαλκοῦ ἐρυθροῦ ἅμα παιδίου οὔρῳ νηπίου, καὶ περιδήσας ἀσφαλῶς | |
35 | κατάχωσον εἰς ἱππείαν κόπρον ἐπὶ μʹ ἡμέρας. Εἶτα ἑλκόμενος ἀπότριβε ἐπὶ ἀκόνῃ καὶ ποίει ὡς κολλύρια σὺν τῷ ἐνόντι ὑγρῷ, καὶ θαυμάσεις τὴν ἐνέργειαν, παύσεις δὲ καὶ ἀρχομένας ὑποχύσεις. | |
3.3(t) | Ἀφρικανοῦ· περὶ γενέσεως ἵππων | |
1 | Ἂν μὲν οὖν ἄρρεν τεχθῆναι θέλῃς, πρὸς τὴν ἀνατολὴν τοὺς ἵππους τρέπε, ἵνα μιγνύμενοι βλέπωσι τὸν ἥλιον· αἱ δυσμαὶ γὰρ τίκτουσι | |
τὰ θήλεα, ὡς Μαυρούσιος ὁ ἱπποφορβὸς διηγήσατο. Καὶ γάρ, ὡς ὁ πάντων λόγος, τοὺς ἄρρενας ἵππους τῷ Ἡλίῳ ζεύγνυσθαι καὶ τούτοις | 227 | |
5 | ἄγεσθαι τὴν φλόγα πεπίστευται, τὰς δὲ θηλείας τὴν Νύκτα ἄγειν φασί. Καὶ δικαίως μέν· ἀρρενοποιὸς μὲν ὁ Ἥλιος, ὁμωνύμου δὲ φύσεως ἡ Σελήνη τυγχάνει μήτηρ. | |
3.4(t) | Τοῦ αὐτοῦ· ἀναληπτικὰ δυνάμεως | |
1 | Μυρίς ἐστι βοτάνη τῷ κωνείῳ τὰ πάντα παραπλησία πλὴν τοῦ ἄνθους, ὃ δὴ καὶ αὐτὸ ὅμοιον μέν ἐστι, μικρότερον δὲ πολλῷ. Ῥίζαν δὲ ἔχει ὡς παρεμφέρουσαν ἐπιμήκη, εὐώδη σφόδρα καὶ ἡδίστην ἐν τῷ τρώγειν. Εὑρίσκεται δὲ ἐν τοῖς ἐργασίμοις χωρίοις. Ταύτην ὁλόκληρον | |
5 | ἐπιμελῶς τρίψας εἰς καθαρὰν πτισάνην εὖ μάλα ἑψημένην ἐμβάλλειν χρὴ καὶ συνεψεῖν ἐπιμελῶς κινοῦντας. Ἔπειτα οἴνου εὐωδεστάτου τοσοῦτον ἐπιβάλλειν, ὡς μὴ λίαν ἐξυγρᾶναι τὴν πτισάνην, καὶ νῆστιν ἐγχυματίζειν. Τούτου ἄμεινον βοήθημα πρὸς τοῦτο οὐκ ἄν τις εὕροι· εἰ δὲ ἀπορεῖ τῆς ῥίζης, πτισάνῃ συνεψήσας ὑείους μυελοὺς καὶ μάλιστα | |
10 | νωτιαίους οἴνῳ τε ὁμοίως ἐπιβαλών, δευτερεῦον ἕξει βοήθημα πρὸς τὸ προκείμενον. | |
3.5(t) | Ἀφρικανοῦ· πρὸς 〈τὸ〉 πολλὰ καὶ ἀπόνως ἀφροδισιάζειν | |
1 | Σκίγκου τὰ κρέα ἐν οἴνῳ κεκραμένῳ δεῖ τὸ ζῷον ἐγχυματίζειν. | 229 |
3.6(t) | Εὐτόκιον γενναιότατον πάνυ | |
1 | Πολύγονόν ἐστι πόα πολλὴ πανταχοῦ ὅπερ λέγεται καὶ «δρῶσα»· ἥτις ἐνδεθεῖσα χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ περιαφθεῖσα αἰτία κυήσεως γίνεται. Ἵνα δὲ ὃ θέλεις συλλάβῃ τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστις καὶ περιστερεὼν βοτάναι ἄρρενες εἶναι | |
5 | δοκοῦσι καὶ θήλειαι, ἄρρενες μὲν αἱ ὄρθιαι, αἱ ἡπλωμέναι δὲ τοὐναντίον. Ταύτας σὺν τοῖς προτέροις φορεῖν ποίει, ἂν μὲν βούλῃ ἄρρεν τεκεῖν, ἄρρενα, ἂν δὲ θῆλυ, θήλειαν. | |
3.7(t) | Τοῦ αὐτοῦ· εἰς ἀφθονίαν γάλακτος | |
1 | Λίθος ὁ γαλακτίτης τοῦ ζῴου περιαπτόμενος τοῖς μαστοῖς πολύ τι χρῆμα τοῦ γάλακτος κατασπᾷ. Ἵνα δὲ καὶ πλείονος εὐπορήσῃ γάλα‐ κτος, αὐτὸν τὸν γαλακτίτην λίθον λελειωμένον ἐγχυμάτιζε μετὰ οἴνου καὶ ὕδατος. | |
3.8(t) | Τοῦ αὐτοῦ· πρὸς τὸ μὴ ἐκτιτρώσκειν ἔμβρυον | |
1 | Τὴν ἐχενηΐδα τὸν ἰχθὺν λαμβάνοντες ναῦται ταριχεύουσιν εἴς τε τὸ μὴ ἐξαμβλίσκειν καὶ εἰς σύλληψιν ὡς ἐρρωμενεστέρῳ φαρμάκῳ χρώ‐ | |
μενοι. Ἐξ ἧς λειουμένης τὸ ζῷον ἐγχυματιζόμενον τὸ ἐν τῇ γαστρὶ σῶον διατηρεῖ. Εἰ δὲ καὶ ζῶσαν προσενέγκοι τις τῇ νηδύϊ τῆς ἱππάδος, | 231 | |
5 | ὅτε ταύτῃ ὁ ἵππος συνέρχεται, καὶ τότε καὶ εἰς τὸ λοιπὸν συλλήψεται καὶ οὐδέποτε πείσεται τὸν προειρημένον ὄλισθον. | |
3.9(t) | Ἀφρικανοῦ· πρὸς ὠταλγίαν | |
1 | Ὦτα δὲ βούλομαι τρόπῳ ὠφελῆσαι διπλῷ· ἵνα καὶ ἀλγοῦντα παύσηται καὶ παυσάμενα μηκέτι ἀλγῇ. Ὅταν γὰρ δύσοιστον καὶ ἀπόφορον τὸ περὶ οὖς γένηται πάθος ὡς ἑλκῶν γινομένων πῦά τε δυσώδη καὶ σκώληκας ἐκθρέψαι, δυσανασχέτου τῆς περὶ αὐτὰ γινο‐ | |
5 | μένης ὀδύνης, περδίκιος βοτάνη, εὐτελὴς μὲν καὶ φυομένη πανταχοῦ, ὥσπερ τῆς φύσεως τῷ εὐπόρῳ φιλοτιμουμένης, συγκόπτεται ἰσχυρῶς, ὡς πολὺν αὐτῆς τὸν χυλὸν γενέσθαι. Εἶτα μέλιτος Ἀττικοῦ ὀλίγον λαμβάνεται καὶ ὄξους δριμέος οὐ πολὺ καὶ ὑλῶν θαλαττίων βραχύ. Ταῦτα μιγέντα καὶ χλιανθέντα τῷ πονοῦντι γίνεται σωτηρία. | |
3.10(t) | Ἀφρικανοῦ· πρὸς ὀζαίνας καὶ πολύποδας [περὶ βηχός] | |
1 | Ἁλικακάβου τὴν ῥίζαν ἴσα βουτύρῳ μίξας χρῶ. | |
3.11(t) | Ἀφρικανοῦ· περὶ δυσουρίας | |
1 | Ἐὰν ἵππου τὰ οὖρα ἐπισχεθῇ, παρθένος λύσασα ἣν φορεῖ ζώνην, τυψάτω αὐτὸν κατὰ τοῦ προσώπου τῇ ζώνῃ, καὶ παραχρῆμα ἐξουρή‐ | |
σει ἀθρόως καὶ ἡ ὀδύνη παύσεται. | 233 | |
3.12(t) | Ἀφρικανοῦ· πρὸς ὑδρωπικόν | |
1 | Στέαρ κορώνειον σὺν οἴνῳ γο κʹ ἐγχυμάτιζε θερμῷ, ἢ χερσαίου ἐχίνου καυθέντος τὴν σποδιὰν οἴνῳ ἐγχυμάτιζε. | |
3.13(t) | Ἀφρικανοῦ· περὶ χροιᾶς ἵππων | |
1 | Τῶν ἵππων διάφοροι μέν, ὡς ἀρεταί, καὶ χρόαι· εὐτύχημα δὲ καὶ χρόα καὶ σεμνὸν τῷ ζῴῳ ἡ εὐθὴς δορά. Αἱ μὲν οὖν αὐτῶν αὐτοφυεῖς, τὰς δὲ τεχνῶνταί τινες μεταβάλλοντες ἐπὶ τὸ κρεῖττον. Καὶ αἱ μὲν αὐτῶν μεταποιοῦνται φαρμάκοις, αἱ δὲ ποικίλλονται καύσεσιν. Ἵππος οὖν ἐκ | |
5 | πυρροῦ μέλας γένοιτ’ ἂν σκίλλῃ μετ’ ὄξους καὶ κισσήρεως λελειωμένης καταπλασθείς, λευκὸς δ’ ἂν ἀποβαίη ζεστῷ τῷ φαρμάκῳ. Πυρρὸς δὲ ἐκ λευκοῦ γένοιτ’ ἂν τιτάνου καὶ λιθαργύρου λείων ἐν ὕδατι ἑφθεισῶν εἴς τε γλοιοῦ πάχος γενομένων, εἰ ἐφ’ ὥρας καταπλασθείη δύο. Εἰ δὲ πλείο‐ σιν ὥραις ἐπιμείναι τὰ τῆς χρίσεως, ἐκ λευκοῦ μέλας ἂν ἀποβαίη. Δίχα | |
10 | δὲ χρωμάτων τὴν τρίχα εἰς ὄψιν ἑτέραν ἐπὶ τῷ ζῴῳ χαλκεύει τὸ πῦρ καὶ τὴν τοῦ ἵππου ποικιλίαν ψεύδεται. Λευκόψαρος ἵππος [ὄνομα δὲ χρώματι τοῦτο] καταγράφεται τὸν τρόπον τοῦτον· καυστὴρ στρογ‐ γύλος ἐν μέσῳ κοῖλος εἰς τὴν τοῦ ο στοιχείου περιφέρειαν εἱλούμενος πυρωθεὶς καταδεδεμένῳ τῷ ἵππῳ ἐπιτίθεται κατὰ θέσιν καὶ ἄρσιν. | |
15 | Ὁ μὲν οὖν κύκλος ἔξωθεν μέλας, τὸ δὲ ἀρχαῖον μένον ἐξ αὐτοῦ σῶμα πάρδαλιν ψεύδεται, ἐπί τε πόδας καὶ ἐπ’ αὐχένα συντεθείς. Ἴδοις δ’ ἂν αὐτοῦ καὶ τὸ πρόσωπον οἷα θηρίου. Καλὸν δ’ ἵππῳ τοῦτο ἐπιγρά‐ | |
φειν θυμικῷ, ἵνα τὸ τάχος ὅμοιον ἔχῃ τῇ δορᾷ. | 235 | |
3.14(t) | Ἀφρικανοῦ· βάμμα τριχῶν αἰωνίως φυλαττόμενον | |
1 | Σφέκλης, ἀκακίας μελαίνης, στυπτηρίας στρογγύλης, πολυτρίχου, ἀνὰ γο ϛʹ, κηκῖδος στατ. βʹ κερατ. ϛʹ κάρυα χλωρὰ ιʹ, μυρσίνης μελαί‐ νης ἀφ’ αἵματος λι α𐅵ʹ, λαδάνου γο ϛʹ, οἴνου παλαιοῦ μέλανος λι εʹ. Ἕψει πάντα μετὰ οἴνου ἕως ἀποτριτωθῇ, καὶ προσμήξας ἔμβαπτε τὰς | |
5 | τρίχας νυχθήμερα γʹ καὶ θαυμάσεις. | |
3.15(t) | Ἀφρικανοῦ | |
1 | Τοῦ θαλαττίου ἐχίνου τὸ σῶμα σώματι ψωριῶντι ἐπιχρισθὲν ὑγιὲς ἐργάζεται. | |
3.16(t) | Ἀφρικανοῦ | |
1 | Κυνὸς ἐγκέφαλος κάταγμα πωροῖ ἡμέρας ιδʹ εἰς ὀθόνιον ἐγχριόμε‐ νος καὶ ἐπιτιθέμενος, ἄνωθεν ἐρέας ἐπειλουμένης. | |
3.17(t) | Ἀφρικανοῦ· περὶ συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων | |
1 | Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι· | |
γίνονται δὲ πολλοῖς πολλαχοῦ. «Μυρμηκίας» δὲ καλοῦσιν τὸ πάθος, ἃ πολλοὶ δεισιδαίμονες καὶ σημεῖά τινος αὐτοῖς συμβησομένου τίθενται. Ὧν ἡ ἀπαλλαγὴ ποικίλη καὶ πᾶσι πεπειραμένη. Οἱ μὲν γὰρ ἐπιφυ‐ | 237 | |
5 | λάξαντες οὐρήσαντα 〈κύνα〉 κατὰ γῆς τὸν πηλὸν ἀναφυράσαντες ἐπέθηκαν τῷ τόπῳ καὶ τὸ αἴτιον τῷ πηλῷ συναπέκλεισαν· ἄλλοι δ’ ἐλατήριον τρίψαντες καὶ ἐπιτιθέντες οὕτω περιεγένοντο· ἢ κιχορίου ἄνθος, ὅπερ κυρίως «ἡλιοτρόπιον» καλεῖται, πρὸ ἀνατολῆς ἡλίου ἀφελόντες 〈...〉 τρὶς περίγραφε τὸν τόπον καὶ ἡ μυρμηκία παύσεται. | |
3.18(t) | Ἀφρικανοῦ | |
1 | Γῆρας ὄφεως φοίνιξιν ἐγκρύψας εἴ τι τῶν ζῴων ψωμίσεις, καθα‐ ριεῖς αὐτοῦ τὰς ἀκροχορδόνας. | |
3.19(t) | Ἀφρικανοῦ | |
1 | Τοὺς σκώληκας κλύσμασιν ἀφαρμάκτοις ἐκβαλεῖν ὕδωρ ἐμοὶ καθα‐ ρὸν ἀρκεῖ ληφθὲν τὸν τρόπον τοῦτον· ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ χειρὸς εὐωνύμου ἀρυσάμενος ἐπεστραμμένως «ἀθολώτου νάματι πη‐ γῆς» τὸν νοσοῦντα τοὺς σκώληκας τόπον τρὶς ῥᾶνον. Οἱ δὲ ἐξελεύσον‐ | |
5 | ται πάντες ἐφέποντες ἀλλήλοις, καταλειπομένου ἔνδον οὐδενός. | 239 |
3.20(t) | Ἀφρικανοῦ | |
1 | Ὅτι ὄνος ἁπάντων τῶν ζῴων οὔτε φθεῖρας οὔτε κρότωνας φέρει. | |
3.21(1t) | Ἀφρικανοῦ· περὶ λυσσοδήκτων καὶ ὑδροφόβων | |
2t | καὶ λοιπῶν δηγμάτων ἑρπετῶν | |
1 | Ὁ παρὼν ἐγχυματισμὸς διὰ δʹ ἔχει τὴν σύστασιν· γεντιανῆς, σμύρνης, ἀριστολοχείας στρογγύλης καὶ δαφνίδων. Ταῦτα ἐξ ἴσου κόπτε καὶ σῆθε ἀναλαμβάνων μέλιτι ὠμῷ. Ἡ δόσις κυάμου Αἰγυπτια‐ κοῦ τὸ μέγεθος. Δίδου δὲ ὀφιοδήκτοις ἐν ὕδατι, σκορπιοπλήκτοις ἐν | |
5 | οἴνῳ πρωτείῳ διάτριτον. | |
3.22(t) | Τοῦ αὐτοῦ | |
1 | Ἀσπίδων δὲ δήγματι θεραπεία· κόρεις πλεῖστοι λαμβανόμενοι ἀσπιδοδήκτοις ἄκος εἶναι μέγιστον πιστεύονται, ἢ χελώνης οὖρον πινόμενον καὶ ἐπὶ τὸ δῆγμα ἐπισταζόμενον καθ’ αὑτό τε καὶ μετὰ πολ‐ λῶν κόρεων. Ὁ δὲ ἰατρὸς Φόβιος τοῖς ὑπὸ ἀσπίδων δηχθεῖσι τὴν καλου‐ | |
5 | μένην «αἱμορροΐδα» ἐδίδου τὸν ὄφιν φρύγων καὶ λειῶν καὶ ἐν οἴνῳ ποτίζων, καὶ τὸ ἀνάπαλιν τοὺς ὑπὸ αἱμορροΐδος δηχθέντας ὡσαύ‐ τως ἀσπίδι χρῆσθαι ἔλεγεν. Ἴναρον γὰρ τὸν Λίβυν ἴαμα ἀλλήλων | |
ἔφασκεν αὐτὸ παραδεδωκέναι. | 241 | |
3.23(t) | Ἀντιπαθὲς εὐπόριστον· τοῦ αὐτοῦ | |
1 | Πηγάνου φύλλα κʹ, κάρυα βασιλικὰ βʹ, ἁλὸς χόνδρον αʹ, ἰσχά‐ δας βʹ νήστει ἵππῳ προδιδοὺς ἐν ἐγχυματισμῷ ὑπ’ οὐδενὸς φαρμά‐ κου ἢ ἄλλου τινὸς ἰοβόλου κακωθήσεσθαι ἐργάσῃ. Εἰς δὲ τὸ μὴ δηχθῆ‐ ναι ὑπὸ σκορπίου εἰς κασσιτέρινον πέταλον ἐπίγραψον· «ἀββάς», | |
5 | καὶ περιδέσμει τοῦτο τῷ τραχήλῳ τοῦ ζῴου. | |
3.24(t) | Ἀφρικανοῦ· πρὸς δῆγμα παντὸς θηρίου | |
1 | Κάρδαμον λειώσας ἐπίπλασσε μετὰ ὀθονίου ἢ τούτου σπέρμα βρέξας καὶ λειώσας ὡσαύτως ἐπιτίθει μετὰ ὀθονίου. | |
3.25(1t) | Τοῦ αὐτοῦ· πρὸς πληγὴν ἰοβόλων ἐνύδρων | |
1u | ζῴων ἀφλέγμαντον | |
1 | Γῆ Λημνία πρὸς τὰς τῶν θαλαττίων ἰοβόλων πληγὰς ἁρμόζει μετ’ οἴνου διδομένη, καὶ λευκὰς ὀρεινὴ ὄξει καταπλασσομένη παρα‐ | |
πλησίως ἰᾶται. | 243 | |
3.26(1t) | Τοῦ αὐτοῦ· προφυλακτικὸν εἰς τὸ μὴ ἀδικεῖσθαι | |
1u | ὑπό τινος ἰοβόλου δήγματος | |
1 | Ἐλαίου ὠμοτριβοῦς λι βʹ, μυελοῦ ἐλαφείου νεοσφαγοῦς γο δʹ, κηροῦ τὸ ἀρκοῦν τήξας ἀμφότερα καὶ διηθήσας, χρῶ κατὰ πάντων τῶν ἰοβόλων. | |
3.27(t) | Τοῦ αὐτοῦ· περὶ σκολοπένδρας | |
1 | Η σκολόπενδρα μεῖζον μὲν ἀδικεῖ· σὺ δὲ μέρος τι τῆς ἀντιδότου θηριακῆς ἐπιχρίσας ἴασαι τὸν κεκνισμένον τόπον. Ἀσφοδέλου δὲ καρ‐ πὸς καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα σκολοπένδρας εἰσὶν ἀντίπαλα, συκῆς τε ὄλυνθοι μετ’ οἴνου καὶ ὀρόβου καταπλασσόμενοι παύουσι | |
5 | τὴν ἀλγηδόνα. | |
3.28(t) | Τοῦ αὐτοῦ· περὶ ἀραχνίων | |
1 | Τῶν ἀραχνίων εἴδη πολλά. Τὰ δὲ ἀπ’ αὐτῶν ἀδικῆσαι δυνάμενα δύο, μαινόλης καὶ χαλκίς. Τοῖς μὲν οὖν ὑπὸ μαινόλους πληγεῖσιν ὑσσώπου ἢ ὀριγάνου γο δʹ στατ· δʹ ἁλός τε πεφρυγμένου ἴσον λείου καὶ σὺν μέλιτι ἐπιτίθει· ἢ κύμινον ὅσον τοῖς τρισὶ δακτύλοις συνέχειν ἄγνου τε καρ‐ | |
5 | πὸν τὸ ἴσον μετ’ οἴνου γο γʹ ἐγχυμάτιζε. Διδόναι δὲ καὶ μάζας καὶ | |
σκόροδα καὶ † λαβῶν ἐπωφελὲς διὰ στόματος † 〈...〉. | 245 | |
3.29(t) | Τοῦ αὐτοῦ· πρὸς μελίσσας | |
1 | Πρὸς δὲ τὰ ἔντομα, σφῆκας, μελίσσας, ἀνθρήνας, τενθρηδόνας, βομβυλίους, βέμβικας, δάφνης φύλλα κατάπλασσε ἢ μαλάχης ἢ σισυμ‐ βρίου ἢ κορίου. Ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. | |
5 | Ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύου ἀγρίου ῥίζα ἐλαίῳ συνεψηθεῖσα 〈...〉 ὅθεν ἀλείφειν αὐτὰ χρὴ χαλβάνην σὺν ἐλαίῳ. Ὁμοίως δὲ τοῦτο καὶ θυμιώμενον πρὶν ἀνοῖξαι τὰ σμήνη ἀπλήκτους διατηρεῖ, ἢ μελισσό‐ φυλλον ἐλαίῳ τρίψαντα ἀλείφειν, ἢ βόλβιτα θυμιᾶν ἢ ἐλελίσφακον. Πᾶν δὲ ἔντομον ἐλαίῳ ἐπιρρανθὲν ἀναιρεῖται. | |
3.30(t) | Τοῦ αὐτοῦ· περὶ διψάδος | |
1 | Ἡ διψὰς καὶ αὐτὴ πολυώνυμός ἐστιν· καλεῖται γὰρ «καύσων» καὶ «πρήστης» ἀφ’ ὧν διατίθησι, «μελάνουρος» δὲ καὶ «ἀμμοδύτης» ἀπό τε τῆς διαίτης καὶ τῆς ἰδέας αὐτῆς, θηρίον ἐχίδνης μικρότερον καὶ χαλεπώ‐ τερον. Ἐμποιεῖ γὰρ τοῖς δηχθεῖσιν ἐγκαύσεις δίψος τε ἐπιτεταμένον ἄχρι | |
5 | τοῦ πίνοντας διαρρήγνυσθαι. Πρὸς δὴ τὸ διψάδος δῆγμα κύπερος ἐγχυ‐ μάτισμα δι’ οἴνου καὶ ὕδατος ὀνίνησι λάδανόν τε λελειωμένον καὶ οἴνῳ διδόμενον, ἔτι δὲ ἑσπέριον μῆλον τὸ «κίτριον» λεγόμενον προποτισθὲν | |
μὲν ἀντιπαθεῖ, ἐπιποτισθὲν δὲ ἀρήγει, καὶ μάλιστα τὸ χρυσίζον αὐτοῦ. | 247 | |
3.31(t) | Περὶ δρυΐνου | |
1 | Ὁ δὲ δρυΐνης ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος καὶ πρὸς ἄλλοις δένδροις καλινδούμενος οὕτω καὶ πονηρός ἐστιν πρὸς τὸ διαφθεῖραι κακῶς, ὡς, εἴ τις αὐτῷ ἐπιβαίη, τοὺς πόδας ἀποδέρεσθαι καὶ οἰδήματα καθ’ ὅλων τῶν σκελῶν γίνεσθαι. Καὶ ἔτι θαυμασιώτερον· | |
5 | εἰ καὶ θεραπεύειν τις αὐτοὺς ἐθέλει, καὶ τούτου τὰς χεῖρας ἀποδέρεσθαι. Μελίας οὖν τῶν φύλλων ὁ χυλὸς πρὸ παντὸς βρωτοῦ καὶ ποτοῦ χρή‐ σιμος πάνυ ἐγχυματιζόμενος. | |
3.32(t) | Τοῦ αὐτοῦ· περὶ διαφόρων 〈δηγμάτων〉 καὶ πληγῶν | |
1 | Ἴδια μὲν οὖν πρός τε δήγματα καὶ πληγὰς τῶν ἰοβόλων ζῴων ἃ προείρηται, κοινὰ δὲ ταῦτα· ἶρις μετ’ ὄξους πινομένη, παλιούρου σπέρμα ἢ μύρτης χυλὸς σὺν οἴνῳ, καρδάμωμον ὁμοίως, ἢ ἀπίου καρπὸς ἢ τριφύλλου γο 𐅵ʹ, ἀσφοδέλου ῥίζη στατ. βʹ κερατ. ϛʹ σὺν οἴνῳ, ὀπός | |
5 | τε σιλφίου ἢ σπέρμα κριθῆς, πολίου ἀφεψήματος ἐγχυματισμός, καὶ κενταύριον, δίκταμνον, καστόριον, πήγανον, ἐλελίσφακον, καλαμίνθη, ἄγνος. Πρὸς τούτοις μὲν καὶ κατάπλασσε ἔτι πιτύροις σὺν ὄξει, ἢ οἴνῳ, ἢ ῥαφανίσιν, ἢ βολβοῖς. Ταῦτα μὲν εἰρηκότες ἤδη προειλήφασι πολλοὶ | |
ἄλλος ἄλλο πείρᾳ τὸ δόκιμον ἐπαινῶν. Πρὸς δὲ τούτοις, ὁ μέν τις χυλὸν | 249 | |
10 | πράσου προσπιεῖν, ὁ δὲ ἀλεκτορίδος ζώσης τὸν ἐγκέφαλον ἐξελών, οἴνῳ ἀκράτῳ διείς, τῷ κινδυνεύοντι ὤρεξεν, ἄλλος οὖρον παιδὸς οἴνῳ καὶ αὐτὸ κραθὲν ἐπέδωκεν, ὁ δὲ μῦν ἀνασχίσας ἐπέθηκε τῷ πλήγματι καὶ εἰς τὸν μῦν τὸν ἰὸν ἀνέσπασεν. Ἐγὼ δὲ προκρίνω τῶν πολλῶν ὅπερ πρός τε λυσσοδήκτους καὶ σκορπιοπλήκτους ἐξεθέμην μυστήριον | |
15 | τὸ Παρθικόν, ὃ διὰ τεσσάρων ἴσων ἀνύεται· σμύρνης, ἀριστολοχείας, γεντιανῆς, δαφνίδος [κενταυρίου]. Προσλαβὼν οὖν ταῦτα καὶ τρίψας σὺν οἴνῳ καὶ ἀναβράσας ἐγχυμάτιζε. Εὐπόριστα δὲ ταῦτα· αἴγειον γάλα καθ’ αὑτὸ καὶ μετ’ οἴνου γο εʹ διδόμενον, βάτραχοι μετ’ οἴνου ἑψόμενοι καὶ ἐγχυματιζόμενοι, πρός τε ἰοβόλα πάντα καὶ φρύνους. | |
20 | Καὶ ἀβρότονον δὲ λεῖον σὺν οἴνῳ, ἀγαρικόν τε ὁμοίως καὶ ἄγνου καρ‐ πὸς ὁμοίως, ἄμις Αἰθιοπικὴ καὶ Ἰταλικὸν κύμινον μετ’ οἴνου ἐγχυμα‐ τιζόμενον, ἀμπελόπρασόν τε ἐσθιόμενον, δάφνης τὰ φύλλα λεῖα μετ’ οἴνου ἢ ὕδατος ἐγχυματιζόμενα, ἢ δρυὸς βάλανοι ἐσθιόμενοι ἁρμόζουσι κόρεώς τε καρπός, μανδραγόρου ῥίζα σὺν μελικράτῳ. Καὶ βδέλλαι δὲ | |
25 | ἐπιτιθέμεναι τῷ δήγματι βοηθοῦσι καὶ ἕλκουσιν. Αἴγειος σπύραθος μετ’ ὀριγάνου ἐπιτιθέμενος θηριοπλήκτοις βοηθεῖ ἐλέφαντός τε ξηρὰ κόπρος. Καὶ ἄγνου φύλλα καταπλασσόμενα, ἄλφιτα ὁμοίως μετὰ τρυ‐ γὸς οἴνου καὶ αὐστηροῦ οἴνου ἢ θαλάσσης ἐγχυματιζόμενα δαψιλῶς ἁρμόζουσι πρὸς πάντα ἰοβόλα ζῷα ὅσα κατὰ ψῦξιν ἀναιρεῖ. | |
30 | Θηρίον οὖν ὁποῖον 〈ἂν〉 δάκῃ, τούτου τὴν κεφαλὴν ἀνελὼν ἐπι‐ τίθει τοῖς δήγμασι καὶ ἐπιδήσας ἄνευ φλεγμονῆς ὑγιάσεις. Ἢ καύσας τὴν πλήξασαν κεφαλὴν τὴν σποδιὰν ἐπιτίθει. Ἢ δρακοντίου ῥίζαν | |
τρίψας θὲς ἐπὶ τὸν πεπληγότα τόπον προκατασχάσας. Ὑακίνθου χυλὸς ἐγχυματιζόμενος παντὶ θηρίῳ ἀντιπαθεῖ. Ἡ τε τοῦ ἀγρίου σταφυ‐ | 251 | |
35 | λίου ῥίζα περιαπτομένη καὶ ὁ καρπὸς ἐγχυματιζόμενος ἁρμόζει πρὸς πᾶν θηρίου δῆγμα καὶ πληγάς. | |
3.33(1t) | Ἀφρικανοῦ· πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ | |
2t | φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ ἐμφωλεύοντος προσφυσώμενα | |
1 | Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσι χαλεπώτατα, ἤν που ἐν ἱπποστασίῳ νύκτωρ λάθῃ ἢ ἐν ζοφώδει τόπῳ, καὶ νόσοι παρακο‐ λουθοῦσιν ἐκ τούτου λοιμικαὶ τοῖς ζῴοις καὶ οἰδήματα δυσίατα, ὡς ἀργεῖν πᾶσαν ἐπικουρίαν πρὸς τὸ δεινόν. Χρὴ οὖν πρὸς τὸ μηδέποτε | |
5 | αὐτὸν τοιοῦτον δρᾶσαι πῦρ ἐν τοῖς ἱπποστασίοις διαρκὲς ὑφάπτειν· τουτὶ γὰρ τὸ ζῷον ὡς ἔλεγχον αὑτοῦ φοβεῖται τὸ πῦρ. | |
3.34(1t) | Ἀφρικανοῦ· εἰς τὸ πραῦναι 〈φλεγμονὰς ποδῶν〉 | |
2t | καὶ ἄλλων μερῶν | |
1 | Φοίνικας ζʹ προβρέξας ἐν οἴνῳ γλυκεῖ ἕως ἁπαλοὶ γένωνται τρῖβε σὺν ἀρκοῦντι ῥοδίνῳ ὡς λειότατα. Εἶτα κηροῦ καὶ στέατος χοιρείου προσφάτου καὶ ψιχῶν ἄρτου ἴσα σὺν ῥοδίνῳ ἑψήσας μικρὸν κατὰ τῶν λελειωμένων φοινίκων ἐπίχει καὶ ἑνώσας ἐν θυίᾳ ποίει ὑγρὸν ὡς ἐμπλα‐ | |
5 | στρῶδες καὶ ἐπιθεὶς τὴν φλεγμονὴν εὐθὺς ἀρεῖς. | 253 |
3.35(t) | Ἀφρικανοῦ· πρὸς 〈αὐτό〉 | |
1 | Κύκνου δεξιὸς ὄρχις περιαπτόμενος παύει τὴν νόσον. | |
3.36(t) | Ἀφρικανοῦ· χαρακτήρων ἵππων ἀφανισμός. | |
1 | Ἵππων δὲ αὕτη σπουδαίων κλοπὴ χαρακτῆρας ἀλλάξασα τὰ ἐκκαυθέντα τοῖς σώμασι γράμματα ἐξελεῖν καὶ ἀφανίσαι τὸ πρόσθεν σύμβολον ἑτέρῳ χρώματι καὶ ἀνεπίγνωστον ποιῆσαι τῷ πρώην δεσ‐ πότῃ. Τὸ δὲ οὕτω γίνεται· ὄσπριον, οὗ τὸ εἶδος ἐπὶ τέλει ἑξαγώνῳ | |
5 | ἑβδόμῳ ἐπιγέγραπται πρώτῃ σελήνῃ ὥρᾳ τρίτῃ δίεφθον ὂν ὅτῳπερ ἀφανίσαι θέλῃς μέρει [βάτον] ἐπίπλασσε. Ἑλκῶσαν γὰρ τῇ καύσει λευκὴν ἀναφέρει τρίχα· εἰ δὲ καὶ πολλαχοῦ ἐμπλάσαις, ὁ πρόσθεν μονόχρωμος ἔσται ποίκιλος. Κατὰ πάντων ἡ τέχνη τῶν ἄλλων χρω‐ μάτων, λευκῶν μόνων χωρὶς διὰ τὸ ὁμοφυὲς τῆς τῶν τριχῶν ἀναφυῆς, | |
10 | τὸ μὲν γράμμα ἐκκόψει, τὸ δὲ ἀρχαῖον χρῶμα τηρήσει. | 255 |
4.1(t) | Ἐκ τῶν Ἀφρικανοῦ 〈Κεστῶν〉· περὶ σταθμῶν καὶ μέτρων | |
1 | Ἐπειδὴ πολλαχοῦ σταθμῶν τε καὶ μέτρων ἐπεμνήσθην δεῖ δὲ τῆς τούτων συμμετρίας ἀκριβοῦς, ὡς ἂν μή τινες τῇ ποσότητι σφαλλόμε‐ νοι διαβάλλοιεν τὰ ἐκ τῶνδε συνιστάμενα βοηθήματα, ἀναγκαίως ἔκρινα δηλῶσαι τίσι καὶ ποταποῖς χρήσασθαι δεῖ καὶ τὰς πρὸς ἄλληλα | |
5 | αὐτῶν διαφορὰς ἐκθέσθαι. Ἔστιν μὲν οὖν ἐν χρήσει πολλοῖς τά τε Ἀττικὰ καὶ τὰ Ἰταλικά, τισὶ δὲ Σύρια τε καὶ Αἰγύπτια τὰ καὶ «Πτολε‐ μαϊκὰ» καλούμενα. Ταῦτα δὴ συγκριτέον ἀλλήλοις. Πᾶν τάλαντον ὡς ἐπίπαν ἰδίας ἔχει μνᾶς ξʹ. πᾶσα δὲ μνᾶ (δηλαδὴ τῶν προειρημένων) στατῆρας ἔχει κεʹ; ὁ δὲ στατὴρ δραχμὰς αἵ εἰσιν | |
10 | ὁλκαὶ δʹ· ἔχει οὖν πᾶν τάλαντον μνᾶς ξʹ, στατῆρας ͵αφʹ, δραχμὰς δὲ ͵ϛ. Ἡ δραχμὴ ὀβολοὺς ἔχει ϛʹ ὁ δὲ ὀβολὸς χαλκοὺς ηʹ. καὶ ἡ δραχμὴ ἄρα ἔχει χαλκοὺς μηʹ. Ἀλλὰ τὸ Ἀττικὸν τάλαντον ἰσοστάσιον μέν ἐστιν τῷ Πτολεμαϊκῷ καὶ Ἀντιοχικῷ καὶ ἰσάριθμον ἐν πᾶσιν, δυνάμει δὲ τοῦ μὲν Πτολεμαϊκοῦ | |
15 | κατὰ τὸ νόμισμα τετραπλοῦν, ἐπίτριτον δὲ τοῦ Συρίου καὶ Ἀντιοχικοῦ, τῷ δὲ Τυρίῳ ἴσον. Ἀκολούθως δὲ τῇ περὶ τὸ τάλαντον εἰρημένῃ δια‐ φορᾷ καὶ τὰ ἄλλα παραληφθήσεται· μνᾶ τε γὰρ μνᾶς καὶ στατὴρ στατῆρος καὶ δραχμὴ δραχμῆς ταὐτὸν διοίσει ὡς ἡ περὶ τοῦ ταλάντου διαφορά. | |
20 | Οἶδα δὲ καὶ ξυλικὸν τάλαντον ἐν Ἀντιοχείᾳ ἕτερον ὃ μνᾶς μὲν ἰδίας ἔχει ξʹ, ἑξαπλασίας δὲ σχεδὸν τῷ τοῦ νομίσματος σταθμῷ· τὸ δὲ ἐν Ἀλεξανδρείᾳ ξυλικὸν τῷ πέμπτῳ διαφέρει πρὸς τὸ προειρημένον ἐπι‐ χώριον περιττεῦον. Τὸ δὲ παρ’ Ὁμήρῳ τάλαντον ἴσον ἐδύνατο τῷ μετὰ ταῦτα δαρεικῷ, | 267 |
25 | ὡς δῆλον ἐκ τῶν ἐναγωνίων ἐπὶ Πατρόκλῳ θεμάτων. Τῷ μὲν γὰρ πρώτῳ γυναῖκα καὶ λέβητα πάμμεγαν δευτέρῳ δὲ ἵππον ἐγκύμονα ἔπαθλον ἔθηκε καὶ τῷ τρίτῳ μέτρων δʹ λέβητα· τῷ δὲ τετάρτῳ ἔθηκε δύο χρυσεοτάλαντα· 〈ἃ〉 οὐκ ἂν εἰ τιμιώτερα τῶν πρώτων δύναιτο † δὲ τοῦ πέμπτου προῦχον προσβάσεως ὑποκάτιον θεῖναι † ὅπερ ἦν | |
30 | ἡ «ἀμφίθετος φιάλη» 〈...〉. Ὁ δὲ χρυσοῦς, τὸ ὁμηρικὸν ἐνταῦθα τάλαν‐ τον, Ἀττικὰς ἄγει δραχμὰς βʹ, γράμματα ϛʹ, τετάρτας δηλαδὴ τέτταρας. Οὐ λανθάνει δέ με καὶ τὸ τῶν δραχμῶν πλείους εἶναι διαφοράς· τήν τε γὰρ Δηλίαν καὶ Αἰγιναίαν, Ῥοδίαν τε καὶ 〈...〉 τῆς Πτολεμαϊκῆς εἶναι πενταπλασίαν ἑξαπλασίαν δὲ τὴν «νησιωτικὴν» οὕτω προσ‐ | |
35 | αγορευομένην. Τῇ οὖν Ἀττικῇ χρηστέον πρὸς σταθμὸν καὶ νόμισμα, ἐπείπερ ἰσο‐ δύναμός ἐστιν καὶ ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατήρων | |
40 | ἐστὶ κδʹ· τῶν δὲ λοιπῶν μνῶν μυρίαι διαφοραὶ καὶ οὐδέν τι ἡμῖν ἀναγ‐ | |
καῖαι νῦν ἐκτεθῆναι. Ἡ δὲ λίτρα ποιεῖ γο ιβʹ καὶ ἡ γο δραχμὰς ηʹ· ἡ δὲ δραχμὴ γραμ‐ μάτων ἐστὶν γʹ· τὸ δὲ γράμμα ὀβολοὺς ἔχει βʹ· πάλιν τὸ γράμμα θέρμους γʹ, ὁ θέρμος κεράτια βʹ, ὡς εἶναι τὴν λίτραν κερατίων ͵αψκηʹ. | 269 | |
45 | Διαιρεῖται δὲ ἐκ περιουσίας καὶ τὸ δηνάριον κατὰ Ῥωμαίους εἰς μέρη ͵αρνβʹ· ἔχει γὰρ τροπαϊκὰ δύο, νούμους τέσσαρας, ἀσσάρια ιϛʹ· ὁ δὲ νοῦμος ἔχει ὀγκίαν τῷ σταθμῷ. Τὸ ἀσσάριον διαιρεῖται εἰς ἥμυσυ καὶ τρίτον καὶ τέταρτον καὶ ἕκτον καὶ ὄγδοον καὶ ἔνατον, δέκατον, δωδέκατον, ἑξκαιδέκατον, εἰκοστοτέταρτον, τριακοστόεκτον, τεσσα‐ | |
4.1(50) | ρακοστοόγδοον, ἑβδομηκοστοδεύτερον· τὰ δὲ μέρη ταῦτα ἰδίας ὀνομα‐ σίας ἔχει παρὰ τοῖς Ῥωμαίοις λογιστικοῖς. Ὁ τοῦ οἴνου ἀμφορεὺς ὃν καὶ «μετρητὴν» λέγουσιν οἱ πολλοὶ ἡμιαμφόρια μὲν ἔχει βʹ ἃ καλοῦσιν «κάδους» ὀνόματι κοινῷ Ῥωμαῖοι δὲ «οὔρνας», προύχους δὲ ἔχει δʹ, χόας ὀκτὼ οὓς δὴ «κογγία» λέγου‐ | |
55 | σιν «κάβους» δὲ ἡμεῖς· ὁ δὲ χοῦς δύναται ξέστας ϛʹ (τὸν δὲ ξέστην «ἵνιον» καλοῦσιν Αἰγύπτιοι), ὡς τὸν ἀμφορέα εἶναι ξεστῶν μηʹ. Ὁ δὲ Ἀντιοχικὸς μετρητὴς τοῦ Ἰταλικοῦ διπλάσιον. Ὁ οὖν ξέστης διαιρεῖται κοτύλαις δυσὶν ἃς «ἡμίνας» καλοῦμεν, ἡ κοτύλη διαιρεῖται εἰς ὀξύβαφα δύο, τὸ δὲ ὀξύβαφον εἰς κυάθους μερί‐ | |
60 | ζεται τρεῖς καὶ ὁ κύαθος δὲ ποιεῖ μύστρα δʹ ἃ δὴ «λίστρια» πολλάκις ἐκάλεσαν, κοχλιάριον δέ ἐστιν τοῦ μύστρου τὸ ἥμυσυ· καὶ ὁ ξέστης ἄρα εἰς κοχλιάρια ἀναλύεται ϙϛʹ. Καὶ τὰ ἐλαιηρὰ παραπλησίως, πλὴν ὅτι ἀπὸ τοῦ καλουμένου «κεντηναρίου» τὴν ἀρχὴν ἔχει ὃ δὴ λίτρας | |
ἔχει ρʹ. Ἔστιν δὲ καὶ ὁ ἐλαιηρὸς μετρητὴς τοῦδε διπλάσιον· τὰ δὲ | 271 | |
65 | λοιπὰ μέτρα συνᾴδει· ὃν γὰρ λόγον ἔχει ἡ λίτρα τὸν σταθμὸν πρὸς τὴν μνᾶν, τὸν αὐτὸν ἡ μετρητὴ λίτρα πρὸς τὴν κοτύλην ἢ τὸ ἡμί‐ ξεστον. Ὁ Ἀττικὸς δὲ μέδιμνος Ἰταλικοὺς δύναται μοδίους ϛʹ, καλεῖται δὲ ὁ μόδιος «ἑκτεύς». Ὁ μόδιος ἔχει ἡμίεκτα δύο, τὸ ἡμίεκτον ἔχει χοίνικας | |
70 | δʹ, ἡ χοῖνιξ δὲ ἔχει δύο ξέστας, ὡς τὸν μόδιον εἶναι ξεστῶν ιϛʹ. Καὶ τὰ λοιπὰ δὲ μέτρα τῶν ξηρῶν ὁμοίως τοῖς προειρημένοις ὑγροῖς. Ὁ Πτολεμαϊκὸς δὲ μέδιμνος ἡμιόλιός ἐστιν τοῦ Ἀττικοῦ καὶ συνέ‐ στηκεν ἐξ ἀρταβῶν τὸ μὲν παλαιὸν δύο· ἦν γὰρ ἡ ἀρτάβη μοδίων Ἰταλικῶν δʹ 𐅵· νῦν δὲ, διὰ τὴν Ῥωμαϊκὴν χρῆσιν, ἡ ἀρτάβη χρημα‐ | |
75 | τίζει μόδια γʹ. Ὁ κόρος ὁ Φοινίκιος σάτων ἐστὶν λʹ· τὸ σάτον ἐστὶν ἡμιόλιον τοῦ μοδίου· τῶν σάτων ὀλίγαι διαφοραί. Δάκτυλοι τρεῖς ἁρπάζουσιν τῶν ξηρῶν μιγμάτων δραχμὰς βʹ. Ὁ χοῦς ἐστιν τὸ ἑξάξεστον μέτρον· ὁ μὲν τοῦ οἴνου σταθμὸς ἕλκει | |
80 | λι ιʹ, ὁ δὲ τοῦ ἐλαίου λίτρας θʹ, ὁ δὲ τοῦ μέλιτος ἄγει λι ιεʹ· εἰσὶν δὲ πάσης ὕλης μετρητῆς κατὰ τὸν σταθμὸν πολλαὶ διαφοραί. Ἡ ὀγκία τοῦ πεπέρεως κόκκους ἔχει υʹ· ἡ λίτρα ἔχει κόκκους ͵ε. Ἵνα δὲ μὴ ἐν ταῖς τῶν φαρμάκων εὑρέσεσιν συμβολικήν τινα σημείω‐ σιν εὑρόντες εἰς τὸ πᾶν σφαλλώμεθα, τὰ δηλούμενα δι’ ἑκάστου τῶν | |
85 | κατειλεγμένων ὑποτάξομεν. | |
Τὸ μὲν τάλαντον σημειωτέον τῷ στοιχείῳ τῷ ξ διὰ μέσου γραμ‐ μὴν ἔχοντι (ξ̸), τὴν δὲ μνᾶν τῷ μ ἐπικείμενον ἔχοντι τὸ ν (μν) (τὸ νʹ μν πεν‐ τήκοντα μνᾶς, ἐνίοτε δὲ ρ διὰ μέσου γραμμὴν ἔχον τὸ αὐτὸ σημαίνει ϼ), τὴν δὲ λίτραν τῷ λάμβδα ἐγκείμενον ἔχοντι ἢ παρακείμενον τὸ ἰῶτα | 273 | |
90 | (𐆃), τὴν ὀγκίαν δὲ τῷ γάμμα ἐπικείμενον ἢ ὑποκείμενον ἔχοντι τὸ ο (𐆄)· πλάγιον δὲ λάμβδα ἐπὶ τὰ δεξιὰ τὰς κεραίας ἔχον δραχμὴν ποιεῖ (𐅻), ἥμυσυ δὲ δραχμῆς καὶ παντὸς εἴδους τὸ αὐτὸ ἑπὶ τὰ εὐώνυμα ἐστραμμένον (>)· τὸ δὲ μ ἐπικείμενον ἔχον τὸ ε σημαίνει μέτρον (με)· ὁ δὲ ὀβολὸς, τὸ ἕκτον τῆς δραχμῆς, οἷον σίγμα ἐπίμηκες (𐅾) ἢ δὲ ἰῶτα | |
95 | πλάγιον (𐅼), δύο δὲ ὀβολοὶ δύο τὰ αὐτὰ ἀντικείμενα (𐅽)· τὸ δὲ τριώ‐ βολον ἄνω τὴν κεραίαν ἀνανεῦον τὸ Γ ἔχει (𐅾); καλεῖταιδὲ ὑπ’ ἐνίων | |
«χηραμίς». | 275 | |
5.1 | ⟦Τοὺς δ’ ἐπεὶ εὐχωλῇσ⟧ι λιτῇσί τε, ἔθνεα νεκρῶν, ⟦ἐλλισάμην, τὰ⟧ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ⟦ἐς βόθρον· ῥέε⟧ δ’ αἷμα κελαινεφές· αἱ δ’ ἀγέροντο ⟦ψυχαὶ ὑπὲξ Ἐρέ⟧βευς νεκύων κατατεθνηώτων | |
5 | ⟦νύμφαι τ’ ἠίθ⟧εοί τε πολύτλητοί τε γέροντες ⟦παρθενικαί τ’⟧ ἀταλαὶ νεοπενθέ’ ἄωτον ἔχουσαι· ⟦πολλοὶ δ’ οὐ⟧τάμενο⟦ι χ⟧αλκήρεσιν ἐγχείῃσιν, ⟦ἄνδρ⟧ες ⟦ἀρ⟧ηίφατοι β⟦εβ⟧ροτωμένα τεύχε’ ἔχοντες ⟦οἳ πολλ⟧οὶ παρὰ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος | |
10 | ⟦θεσπε⟧σίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. ⟦Αὐτὰρ⟧ ἐγὼ ξίφος ὀξὺ ἐ⟦ρ⟧υσάμενος παρὰ μηροῦ ⟦ἥμην, ο⟧ὐδ’ εἴων νεκύων ἀμενηνὰ κάρηνα ⟦αἵματο⟧ς ἆσσον ἴμεν καὶ ἀμειβόμενος ἔπος ηὔδων· (ἃ δεῖ ποιῆσαι εἴρηκεν) | |
15 | »⟦ὦ ποτα⟧μοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε κάμοντας ⟦ἀνθρώ⟧πους τ⟦ί⟧νεσθον, ὅτις κ’ ἐπ⟦ί⟧ορκον ὀμόσσῃ, ⟦ὑμεῖσ⟧ μάρτυροι ἔστε, τελείετε δ’ ἄμμιν ἀοι⟦δή⟧ν· | |
⟦ἦλθον⟧ χρησόμενος ὡς ἂν εἰς γαῖαν ἱκάνω ⟦Τηλεμ⟧άχου γε, ὃν ἔλειπον ἐπὶ κόλποισι τ⟦ιθή⟧νης, | 285 | |
20 | ⟦τέκνο⟧ν ἐμόν»· τοίη γὰρ ἀρίστη ἦν ἐπαοιδ⟦ή⟧. (ἃ δεῖ ἐπᾷσαι λέγει) »⟦κλῦθί⟧ μοι, εὐμειδὴς καὶ ἐπίσκοπος, εὔσπο⟦ρ’ Ἄν⟧ουβι † ...α̣υλλ̣ι̣παε παρευνεταωσι ο̣ει † ... ⟦ἔλθ’ Ἑρ⟧μῆ, ἅρπαξ, δεῦρ’ εὐπλόκαμε χθόνιε Ζεῦ, | |
25 | ⟦κῦρσ⟧αι δωσάμενοι κρηήνατε τήνδ’ ἐπαοιδήν· ⟦δεῦρ’ Ἅιδ⟧η καὶ Χθών, πῦρ ἄφθιτον, Ἥλιε Τιτάν, ⟦ἐλθὲ καὶ⟧ Ἰάα καὶ Φθᾶ καὶ Φρῆ νομοσώσω⟦ν⟧, ⟦καὶ Νεφ⟧θὼ πολύτιμε καὶ Ἀβλαναθὼ πολύολβε, ⟦πυρσ⟧οδρακοντόζων’, ἐρυσίχθων, ἰβικαρείη, | |
30 | ⟦Ἀβραξ⟧ᾶ, περίβωτε τὸ κοσμικὸν οὔνομα δαίμων, ⟦ἄξονα⟧ καὶ χορίον καὶ φῶτα νέμων παγέρ’ Ἄρκτων, | |
⟦ἐλθὲ κ⟧αὶ ἐνκρατείᾳ πάντων προφερέστερ’ ἐμοί, Φρήν, † ...ωρ̣ιευ και φασιε και σισυων̣ † ⟦καὶ Γε⟧νεὰ καὶ Ἀπηβιοτὰ καὶ Πῦρ καλλιαιθές, | 287 | |
35 | ⟦ἔλθ’ Ἶσι⟧ς χθονία καὶ οὐρανία καὶ ὀνείρω⟦ν⟧ ⟦ἣ μεδέει⟧ς καὶ Σείρι’ ὃς ...» ⟦Καὶ τάδ⟧ε μὲν παρὰ βόθρον ἐγὼν ἤϋσα παραστάς· ⟦εὖ γὰρ⟧ ἐμεμνήμην Κίρκης ὑποθημοσυνά⟦ω⟧ν ⟦ἣ τόσα φ⟧άρμακα οἶδεν ὅσ⟦α⟧ τρέφει εὐρεῖα χθών· | |
40 | ⟦ἦλθεν δὲ⟧ μέγα κῦμα λεον⟦τ⟧ομάχου Ἀχέροντος ⟦Κωκυτὸσ⟧ Λήθη τε Πολυφλεγέθων τε μέγιστος, ⟦καὶ νεκ⟧ύων στόλος ἀμφιπαρίστατο καὶ παρὰ βόθρον· ⟦πρώτη δ⟧ὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου. (τά θ’ ἑξῆς) | |
45 | Εἴτ’ οὖν οὕτως ἔχον αὐτὸς ὁ ποιητὴς τὸ περίεργον τῆς ἐπιρρή‐ σεως τὰ ἄλλα διὰ τὸ τῆς ὑποθέσεως ἀξίωμα σεσιώπηκεν, εἴθ’ οἱ Πει‐ σιστρατίδαι τὰ ἄλλα συνράπτοντες ἔπη ταῦτα ἀπέσχισαν, ἀλλότρια τοῦ στοίχου τῆς ποιήσεως ἐκεῖ ἐπικρίναντες † ἐπ⟦ὶ⟧ πολλο⟦ῖ⟧ς ἔγνων †· | |
ἅτε κύημα ⟦πο⟧λυτε⟦λ⟧έστερον ἐπικ⟦ῆ⟧ς αὐτὸς ἐνταυθοῖ κατέταξα· | 289 | |
5.1(50) | τήνδε τὴν σύμπασαν ὑπόθεσιν ἀνακειμένην ε⟦ὑ⟧ρέσεις ἔν τε τοῖς ἀρχείοις τῆς ἀρχαίας π⟦α⟧τρίδος κολων⟦ία⟧ς ⟦Α⟧ἰλίας Καπιτωλίνης τῆς Παλαιστί‐ νης κἀν Νύσῃ τῆς Καρίας, μέχρι δὲ τοῦ τρισκαιδεκάτου ἐν Ῥώμῃ πρὸς ταῖς Ἀλεξάνδρου θερμαῖς ἐν τῇ ἐν Πανθείῳ βιβλιοθήκῃ τῇ καλῇ ἣν αὐτὸς ἠρχιτεκτόνησα τῷ Σεβαστῷ. | |
55t | Ἰουλίου Ἀφρικανοῦ Κεστὸς ιηʹ. | 291 |
6.1(1t) | Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν, | |
2t | ὅπερ ἐστὶ Κεστοῦ ιγʹ κεφάλαιον κβʹ· καθαρτικὰ ἁπλᾶ | |
1 | Κυκλαμίνου χυλὸς ὀμφαλῷ ἐπιχρισθεὶς καθαρτικὸν εὔτονον. Θερινὴ δὲ κάθαρσις ἥδε· κολοκύνθας ἐν ὅλμῳ πτισθείσας καὶ ὀθόνῃ τὸν χυλὸν ἠθήσας ἅμα ὀλίγῳ μέλιτι συμβληθέντι πιὼν κάθηραι. Ὃ καὶ χειμῶνι ἐπιεικέστερον· τεῦτλα τὰ λευκὰ καθεψήσας εἰς ἄλλο σκεῦος καινὸν | |
5 | 〈κατάθεσ〉 κἀξ αὐτοῦ τοῦ ὕδατος ἁλί τε ὀλίγῳ ποίησον ζωμὸν ἀναβρά‐ σας· καὶ τὰ μὲν προφαγεῖν ἄρτου δίχα τὰ τεῦτλα, τὸν δὲ ζωμὸν κερά‐ σαντα πιεῖν. Ἔαρί τε παραπλησίως ἀλυποτάτη κένωσις, κνήκου τοῦ | |
σπέρματος ὁ χυλὸς ὀρρῷ τῷ ἐκ τοῦ γάλακτος μιχθεὶς καὶ ποθείς. | 297 | |
7.1(1t) | Ἐκ τῶν Ἀφρικανοῦ Κεστῶν· | |
2t | Περὶ τοῦ κινναμώμου | |
1 | Τὸ δὲ κιννάμωμον Ἡρόδοτος μὲν λέγει οὐδένα εἰδέναι ὅπως γίγνε‐ ται· ὄρνεις δὲ νεοττιὰς οἰκοδομεῖν ἐπ’ ἄκραις ἀβάτων πέτρ⟦ων⟧ ἐκ τοῦ κινναμώμου· τοὺς δὲ ἐγχωρίους οὐ δύνα⟦σθαι ἐ⟧πὶ τὰς ἄκρας ἀνελθεῖν· θύ⟦σαντας δὲ⟧ μεγάλα ⟦βο⟧σκήματα καὶ διαμελίσαντας ἐὰν πιστεύωσι | |
5 | τούσδ’ ὄρνιθας εἶναι γαμψωνύχους ἐκ⟦λιπεῖν⟧ εἰς ὄψιν τοὺς παρ’ ἡμῖν· οὓς ἀναφέρειν τὰ ⟦κρέα⟧ ἐπὶ τὰς αὑτῶν καλιὰς καὶ πληροῦν ἔστ’ ἂν ὑ⟦πὸ⟧ τοῦ βάρους ⟦κα⟧τενεχθῶσιν· τοὺς δὲ ἀναιρουμένους τὸ κιννάμω‐ μον ἀπεμπολᾶν· εἰδέναι τοῦτο ψεῦδος Ἡρόδοτος ὑψ⟦οῦτ⟧αι· ἐγὼ δὲ πείρᾳ λέγω πόαν τὸ κιννάμωμον ὑπάρχειν θάμνῳ παραπλήσιον καὶ ...· | |
10 | καὶ τὸ δένδρον ἐοικέναι παρα... ἄγνῳ· ὕψος δὲ ὅσον εἰς τρί... μὲν ὅλον· διαιρεῖται δὲ εἰς ... πρῶτον αὐτοῦ τὸ ... αὐτοῦ τὸ ἄκρον· ... ἑξῆς τὰ | |
λοιπά. | 303 | |
8.1(t) | Ἀφρικανοῦ βίβλου· πορφύρας ὀξείας ποίησις | |
1 | Λαβὼν τὸ ἔριον ἐστυμμένον χάλα εἰς κριμνοῦ χο αʹ, φύκους χο δʹ, ζέσας χάλα τὸ ἔριον καὶ ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, εἶτα ὕδατι. | |
8.2(t) | Ἀφρικανοῦ ἐκ βίβλου γʹ | |
1 | Στῦψις δὲ πρὸς πᾶσαν βαφὴν ἥδε· πρῶτα μὲν ἀποπλύνεται τὸ ζῷον ἢ καὶ νάκος· οὕτω γὰρ ἂν πρόσοιτο τὰ τῆς στύψεως. Ἐπὶ δὲ τὴν στυπτηρίαν ἀναλυτέον ὄξει κἀπιχρίειν ὅπερ ἂν βάψαι δέοι. Ἀφαυ‐ ανθὲν δὲ ἡλίῳ ἀποπλύνεται καὶ τῆς νοτίδος ἐλευθερωθὲν πᾶσαν προ‐ | |
5 | σίεται βαφήν. Νύκτα δὲ καὶ ἡμέραν ἐπὶ τῇ στύψει φυλάττειν χρὴ τὸ | |
στυφόμενον. | 309 | |
9.1(t) | Michaelis Pselli in Περὶ παραδόξων ἀναγνωσμάτων | |
1 | Σύλληψιν ἐργάζεται μὲν Θεὸς καὶ Φύσις, ὡς ἔγωγε πέπεισμαι, Ἀφρι‐ κανὸς δέ φησιν ὅτι καὶ τεχνική τίς ἐστι γέννησις, καὶ γεννηθήσεται τεχνικῶς εἰ ὁ ἀνὴρ μέλλων εἰς συνουσίαν ἐλθεῖν ἐπιχρίσοι τὸ μόριον αἵματι λαγωοῦ ἢ χηνείῳ στέατι· ἀλλ’ ἐκείνως μὲν ἄρρεν, οὕτω δὲ θῆλυ. | |
5 | Κατάγει δὲ ὁ ἀνὴρ οὗτος καὶ γάλα ἐκ μαστῶν τεχνικῇ μεθόδῳ καὶ σπαρ‐ γῶντας μετὰ τὸν τοκετὸν σβεννύει κηρωτῇ κυπρίνῃ. Ποιεῖται δὲ καὶ ἄτοκον γυναῖκα ἀτόκιον αὐτῇ περιάπτων· τοῦτο δέ ἐστι βατράχου ἐγκέφαλος ῥάκει περιειλημμένος λινῷ. Καὶ ταῖς δυστοκούσαις γαγάτην λίθον τῇ ἀριστερᾷ ἐγχειρίζων χειρὶ ὠκυτοκεῖν ταύτας ἐργάζεται. Πεποίη‐ | |
10 | ται δὲ αὐτῷ καὶ συλληπτικὰ ἕτερα μίγματα καὶ τεχνάσματα καὶ παιδο‐ ποιητικὰ ἔμπλαστρα. Ἔστι δὲ αὐτῷ ἴσχαιμόν τι ἐξ ἀκρεμόνων συκαμίνου συντεθειμένον τῶν φωστήρων ὑπὸ γῆν ὄντων περίαπτον· διδοῖ δὲ αὐτῷ τὴν δύναμιν ἐπωδῇ τινι ἀπορρήτῳ. Βάπτει δὲ καὶ τρίχας λευκὰς ἐκ λιθαργύρου κεκομμένης. Ποιεῖται δὲ καὶ φωνασκικὸν ἐξ ἴρεως καὶ τρα‐ | |
15 | γακάνθης. Ἰοῖ δὲ καὶ τὸν χρυσὸν σιέλῳ λυττῶντος κυνός. Ἀντιπαθές τε ποιεῖται θηρίων πληγαῖς τῇ διπροσώπῳ ἐμπλάστρῳ. Καὶ σκορ‐ πιακά τινα ὀνομάζει παράδοξα. Καί τινα ἔλεγχον ποιεῖται κλεπτῶν ἀφανῶν, γυρίνων βατράχων τὰς γλώσσας ἀποτέμνων καὶ ταριχεύων, | |
εἶτα ἐπὶ τῆς χρείας ἀλφίτοις ἀναμιγνὺς καὶ τοῖς ἐν ὑπονοίᾳ τῆς ὑφαι‐ | 317 | |
20 | ρέσεως τοῦ ζητουμένου προδιδούς· Καὶ ὁ ἀφελόμενος, φησί, τὸ φώριον ἐν ἐκστάσει ὥσπερ γενόμενος ἑαυτὸν ἀριδήλως δημοσιεύει· ὀνομάζει δὲ τὸ βρῶμα «κλεπτέλεγχον». Καὶ περὶ γεωργίας δὲ ὁ ἀνὴρ οὗτος λέγει παράδοξα. Συκάμινα γάρ, φησί, λευκὰ φέρει συκάμινος δεξαμένη λεύκην ἐγκεντρισθεῖσαν· τὰ αὐτὰ δὲ ἐνέγκοι καὶ λεύκη ἐν ᾗ ὀφθαλμισθείη συκά‐ | |
25 | μινος. Κατάγραπτα δὲ ἐρυθρότατα περσικὰ γίνεται, εἰ καταγράψεταί τις τὸν ἐγκείμενον τῇ πυρίνῃ καρπόν. Καταπαύει δὲ καὶ λοιμὸν ἢ ὀπῷ βαλσάμου ἢ συνοχῇ δυσώδει τῇ βυρσοδεψικῇ τοῖς ἐναντίοις. Σκευάζει δὲ καὶ οἶνον παντοδαπόν, τὸν μὲν νάρδου στάχυι, τὸν δὲ σχίνου ἄνθει, καὶ ἄλλον ἑτέρῳ φαρμάκῳ. Πλάττει δὲ καὶ ὑακινθίνας λίθους καὶ σμα‐ | |
30 | ραγδίνας καὶ σαρδώνυχας. Θεραπεύει τε ἀσπίδων δήγματα καὶ ἀχλὺν ὀφθαλμῶν οὐ τοῖς ἐγνωσμένοις φαρμάκοις ἀλλὰ περιάπτοις τισὶ καὶ ἐπᾴσμασιν. Ἐκ δὲ ἀποπατημάτων τῶν συνελθούσων βοῶν καὶ τοῦ οὔρου ἀποπατεῖν ἄνδρα ποιεῖ καὶ γυναῖκα οὐρεῖν ὅτε βούλοιτο καὶ γελᾶν πάμμεγα. Εὐφορίαν δὲ τεχνικὴν ἢ μᾶλλον γοητικὴν χωρίοις | |
35 | ἐργάζεται καὶ τὴν ἐναντίαν ἀφορίαν ἐξ ἀντιπαθειῶν. Τὸ δὲ ἀφροσέλη‐ νον συλλέγει ἐκ τῆς δρόσου τῶν φυτῶν καὶ τῶν σεληναίων αὐγῶν. Ἀμεθύσους δὲ διατηρεῖ τοὺς ἐν οἴνῳ διανυκτερεύοντας. Τερατεύεται δέ τινας ὠφελείας ἀπὸ χελώνης, ἀπὸ ἀρκτείου αἰδοίου, ἐξ ἄλλων ζῴων τε καὶ θηρῶν. Πεποίηται δὲ αὐτῷ καὶ ἰσχνοποιὸν φάρμακον ὑπερορίων | |
40 | σαρκῶν. Ἀφανίζει τε τὰ ἐν τοῖς λαχάνοις ζωύφια, καινούς τινας τρόπους ὑποτιθείς. Λέγει δὲ καὶ περὶ τοῦ γοργονίου· πόα δέ ἐστι τοῦτο ὑπόγειος τὰ πολλά· λέγει γοῦν ὡς εἴ τις κόρη πλησίον αὐτῆς ὡς Ἀφροδίτης νόμος συμπλακείη, ἄνεισιν ἐπὶ τὴν θέαν ἡ πόα καὶ τὸ γινόμενον περιέργως ὁρᾷ. Ποιεῖται δὲ καὶ καλλιβλέφαρα φάρμακα καὶ ἐποπτικά. Ῥᾷστον δὲ | |
45 | αὐτῷ καὶ τὴν πολλοῖς ἐγκυλισθεῖσαν ἀνδράσι γυναῖκα παρθένον αὖθις ἐργάσασθαι. Κοιμίζει δὲ καὶ παράσιτον, καί ἐστιν αὐτῷ τὸ γινόμενον | |
εὐθυμίας πηγή. Ἐπέχει δὲ καὶ ὀνείρων ἕξιν, καὶ ῥᾷστα τὰ δευτέρια κατάγει καὶ γλαυκὰ μελαίνει ὄμματα. Ἔστι τε αὐτῷ καὶ κλεὶς φλεβῶν ὀλισθήμασι, καί τι ἄλλο νυκτιφαές. Ἔρωτας δὲ καὶ ἀνάπτει καὶ σβέννυσι. | 319 | |
9.1(50) | Καὶ τρίχας λευκὰς μὲν μελαίνει λευκαίνει δὲ μελαίνας. Καὶ ἄλλ’ ἄττα τοιαῦτα ὁ ἀνὴρ οὗτος ἐν τοῖς Κεστοῖς αὐτοῦ τερατολογεῖ καὶ διέξεισι. | |
9.2(1t) | Zosimi in Περὶ τοῦ ὅτι πάντα περὶ μιᾶς βαφῆς ἡ τέχνη | |
2t | λελάληκεν | |
1 | Ἀμέλει γοῦν καὶ Ἀφρικανός φησι· «τὰ ὑπάγοντα εἰς τὴν βαφὴν μέταλλα καὶ ὑγρὰ καὶ γαῖ καὶ βοτάναι». | |
9.3(t) | Olympiodori in Εἰς τὸ κατ’ ἐνέργειαν Ζωσίμου | |
1 | Τὸ δὲ ἅλας ἐπενοήθη ἐκ τῶν ἀρχαίων ἵνα μὴ κολληθῇ ὁ ἀρσένικος εἰς τὸ ὑελοῦν κυθρίδιον, ὅπερ ὑελοῦν κυθρίδιον «ἀσύμποτον» Ἀφρι‐ κανὸς ἐκάλεσεν. | |
9.4(t) | Anonymi in ms. Parisino gr. 2286 | |
1 | Ὡς δὲ Βαβυλώνιος ὁ Ἀφρικανὸς φησὶν ὅτι εἰ θέλει παιδοποιῆσαι τις, πρὸ τῆς συνελεύσεως τῆς γυναικὸς ἤγουν ὅταν μέλλῃ εἰς συνουσίαν ἐλθεῖν, ἐπιχρισάτω τὸ μόριον αὐτοῦ αἷμα λαγωοῦ καὶ ποιήσει παῖδα | |
ἄρρενα εἰ δὲ χήνειον στέαρ ἐπιχρίσει καὶ ποιήσει θῆλυ. | 321 | |
9.5(t) | Pseudo—Diophanis in «Geoponicis» | |
1 | Φασὶ γὰρ οἱ περὶ Δημόκριτον καὶ Ἀφρικανὸν ἓξ μόνας ἡμέρας, καὶ οὐ πλείους, καλῶς διαμένειν πεπανθεῖσαν τὴν σταφυλήν· ἐὰν οὖν τὸ γίγαρτον μηκέτι χλωρὸν διαφανῇ, ἀλλὰ μέλαν, σημαίνει αὐτὴν ὥριμον | |
εἶναι. | 323 |