TLG 2948 004 :: ACTA PHILIPPI :: Acta Philippi (epitome) ACTA PHILIPPI Hagiogr.
Apocryph. Acta Philippi (epitome) Citation: Section — (line) | ||
t | Ὑπομνήματα περὶ τοῦ βίου καὶ τῶν θαυμάτων καὶ τοῦ μαρ‐ τυρίου τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου ἑνὸς τῶν δώδεκα ἀποστόλων. Ordo capitum:1—5. 30—74. 79. 85—87. 89—93. 88. 10—14. 76—78. | |
5 | 17—29. 107—148 (6—9. 15. 16. 75. 80—84. 94—106 praetermissa sunt). | |
---|---|---|
p | Φίλιππόν τις ὀνομάσας εὐθὺς τὸν μέγαν ἐννοεῖ τοῦ σω‐ τῆρος ἀπόστολον ...... μετὰ δὲ τὴν ἀναίρεσιν Στεφάνου τοῦ πρωτομάρτυρος καὶ τὴν τῶν ἀνοσιουργῶν Ἰουδαίων ἐπιβουλὴν εἰς τοὺς πανσόφους καὶ θεηγόρους μαθητὰς τοῦ Χριστοῦ, τῶν | |
5 | λοιπῶν πάντων ἐπὶ τὸ κήρυγμα στελλομένων, καὶ αὐτὸς ὁ ἀοίδιμος καὶ εὐκλεέστατος Φίλιππος πρὸς τὸν τοῦ εὐαγγελίου δρόμον ἑαυτὸν παρασκευασάμενος συνεξέδραμεν, μηδενὸς ἐν μηδενὶ κατὰ τὸ κήρυγμα ἐλαττούμενος. ἐπειδὴ δὲ τὴν Ἀσιά‐ τιδα γῆν καὶ οὗτος παρὰ Ἰακώβου τοῦ ἀδελφοθέου καὶ Πέτρου | |
10 | κεκλήρωτο, λαβὼν μεθ’ ἑαυτοῦ συνοδοιπόρον τὸν Βαρθολομαῖον, καὶ γὰρ εἶχεν τοῦτον αὐτὸν συνεπόμενον τῇ τε πνευματικῇ ἀγάπῃ συνδούμενον καὶ φιλοστοργίας ῥοπῇ συγκρατούμενον— σαρκικὴ ἀδελφὴ αὐτοῦ ὑπῆρχεν ἡ Μαριάμνη, ἥτις καὶ συνηκο‐ λούθει καὶ διηκόνει αὐτοῖς—ἔξεισιν μετ’ αὐτῶν τῆς πόλεως | |
15 | Ἱερουσαλήμ· | |
1-4 | καὶ ἐλθὼν ἐν χώρᾳ τῆς Γαλιλαίας ὅθεν καὶ ὥρ‐ μητο, καὶ κακῶς πάσχοντας λόγῳ μόνῳ καὶ χειρὸς ἱερᾶς ἐπαφῇ θεραπεύσας, γυνή τις χήρα ἐξεκόμιζε μονογενῆ τέκνον νεκρόν· ἥτις θεασαμένη τὸν Φίλιππον καὶ παρὰ τῶν συνόντων | |
5 | ἀκούσασα τὴν τοῦ κηρύγματος αὐτοῦ μεγαληγορίαν, ὡς ταῖς παραδόξοις αὐτοῦ θαυματοποιίαις καὶ τῷ τῶν σημείων φωτὶ τὴν τῆς πλάνης ἀχλὺν λόγῳ ἀποδιώκει καὶ τυφλοῖς μὲν παρέχειν ὁρᾶν, χωλοῖς δὲ περιπατεῖν, καὶ λεπροὺς καθαρίζει, καὶ δαι‐ μόνια φυγαδεύει, καὶ νεκροὺς δι’ εὐχῆς μόνης καὶ θείας Χριστοῦ | |
10 | σφραγῖδος ἐγείρει, καὶ ἄλλα μεγάλα τέρατα καὶ σημεῖα ποιεῖ, δραμοῦσα πίστει ἱκέτις γίνεται αὐτοῦ τοῦ ἀναστῆσαι τὸν υἱὸν αὐτῆς ἐκ νεκρῶν. ὁ δὲ ἀπόστολος ἐπὶ τοὺς ὀδυρμοὺς τῆς γυ‐ ναικὸς καὶ τὰ δάκρυα σφόδρα παθὼν τὴν ψυχὴν εἶπεν | |
πρὸς αὐτὴν εὐαγγελικῶς· Πιστεύεις γύναι ὅτι δύναται ὁ | 91 | |
15 | δι’ ἐμοῦ κηρυττόμενος θεὸς τοῦτόν σου τὸν υἱὸν ἐκ νεκρῶν ἀναστῆσαι; Τῆς δὲ εἰρηκυίας Ναὶ κύριε, πιστεύω καὶ πέπεισμαι ὅτι δύναται τοῦτο ποιῆσαι καὶ μείζονα τούτου ἐργάσασθαι, φησὶ πρὸς τὸν τεθνεῶτα ὁ Φίλιππος· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ τὸν τετραήμερον Λάζαρον ἐκ νεκρῶν ἀναστήσαν‐ | |
20 | τος, ἀνάστα νεανίσκε ἐκ τῶν νεκρῶν, ἵνα διὰ σοῦ καὶ ὁ θεὸς δοξασθῇ καὶ ὁ δῆμος ἅπας οὗτος πιστεύσῃ ἐν τῷ κυρίῳ. Καὶ εὐθέως πάντων ὁρώντων τῇ τοῦ ἀποστόλου φωνῇ, ὢ τοῦ θαύματος, ἀνέστη ὁ νεκρὸς ὡς ἐξ ὕπνου· | |
5 | καὶ ἠκολούθησεν τῷ ἁγίῳ Φιλίππῳ δοξάζων ἀσι‐ γήτως τὸν ζωοδότην θεόν. ἀπάρας δὲ ἐκεῖθεν ἀπὸ τῆς Γα‐ λιλαίας σὺν τῷ Βαρθολομαίῳ | |
30-33 | ἦλθεν ἐν ὁρίοις Παρθενίας κατὰ θάλασσαν τῶν Κανδάκων· καὶ εὑρὼν ἐκεῖσε πλοῖον μέλλειν ἀπαί‐ ρειν εἰς Ἄζωτον ἀνέβη εἰς αὐτὸ εὐθαρσῶς. ὡς δὲ ἄχρι σταδίους τριακοσίους ἐν τῇ θαλάσσῃ τὸ πλοῖον προέκοψεν | |
5 | εὔπλουν, εἰσελθὼν ἄνεμος ἰσχυρός, καὶ μέλλοντες οἱ ναυ‐ τηλόγοι ἐκκινδυνεύειν σὺν τῷ Φιλίππῳ, τῶν σκευῶν ἤδη τὴν ἐκβολὴν ποιουμένων καὶ ἀλλήλους κατασπαζο‐ μένων, | |
34 | ἀναστὰς ἀπὸ τοῦ ἐδάφους οὗ ἦν ἡσυχάζων ὁ Φί‐ λιππος Μὴ φοβεῖσθε ὦ ἄνδρες εἶπεν· ἀποβολὴ γὰρ ἐξ ἡμῶν οὐδεμία ἔσται, ἀλλ’ οὐδὲ τοῦ πλοίου. Καὶ τοῦτο φήσας καὶ σφραγίσας τῇ θαλάσσῃ τρίτον ἐβόησεν εἰς ἐπή‐ | |
5 | κοον πάντων· Σοὶ λέγω θάλασσα τῇ δεινῶς ἄρτι κυμαινο‐ μένῃ· κελεύει σοι ὁ Ἰησοῦς δι’ ἐμοῦ τοῦ δούλου αὐτοῦ ὁ ἐπὶ τῶν σῶν ὑδάτων περιπατήσας καταστεῖλαι τὸν θυμὸν τῆς ἀτάκτου φρουρᾶς. Καὶ εὐθέως σὺν τῷ λόγῳ Φιλίππου ἐν πολλῇ γαλήνῃ ἐγένετο αὐτῆς τὰ κύ‐ | |
10 | ματα· ἰδόντες δὲ οἱ ναῦται τὸ γεγονὸς παράδοξον θαῦμα ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ λέγοντες· Εὐχαριστοῦμέν σοι ἄνθρωπε ὅστις εἶ· διὰ σοῦ γὰρ ἡμῖν ἡ ζωὴ κεχάρισται σήμερον. εἰπὲ οὖν τὰ πρὸς ὠφέλειαν ἡμῶν καὶ σωτηρίαν ψυχῶν συντείνοντα, καὶ τί ποιῆσαι ἡμᾶς δεῖ ἵνα γενώμεθα | |
15 | δοῦλοι τοῦ ὑπὸ σοῦ καταγγελλομένου θεοῦ. | |
35 | Ὁ δὲ ἀπόστολος κατηχήσας αὐτοὺς πολλὰ ἀπὸ τῶν θείων γραφῶν καὶ ὑποδείξας αὐτοῖς τὴν τῆς σωτηρίας ὁδόν, | |
36 | λαβὼν αὐτοὺς ἐξῆλθεν ἐπὶ τῆς ξηρᾶς καὶ ἐβά‐ πτισεν αὐτοὺς εἰς τὸ ὄνομα τῆς ἁγίας καὶ ὁμοουσίου τριά‐ δος· καὶ ἐμεγαλύνοντο ἐν τῇ πίστει τοῦ Χριστοῦ. | |
37 | Ὡς δὲ πολλὴ, φήμη διέδραμεν περὶ τοῦ ἀπο‐ | |
στόλου Φιλίππου εἰς πᾶσαν τὴν Ἄζωτον ἐπὶ τοῖς δι’ αὐτοῦ γενομένοις σημείοις, πολλοὶ συνέτρεχον πρὸς αὐτὸν καὶ ἐθεραπεύοντο ἀπὸ τῶν νόσων αὐτῶν. | 92 | |
38-42 | Μεθ’ ὧν καί τις γυνὴ Θεόκλεια ἐπονομαζομένη, θυγ. τηρ γεγονυῖα Νικοκλείδους, ἑνὸς τῶν μεγιστάνων, ὃς καὶ ὑπομνηματογράφος ἐτύγχανεν Ἀρχελάου τοῦ βασιλέως, τὴν τοῦ προσώπου αὐτῆς ὄψιν λεπρωθεῖσα καὶ τὸν δεξιὸν | |
5 | ὀφθαλμὸν ὑπὸ τῆς ἀμέτρου ὀδύνης ἐκκεχυμένον ἔχουσα, ἀκούσασα παρὰ πολλῶν τὰς τοῦ ἀποστόλου Φιλίππου θαυματουργίας καὶ οἰηθεῖσα ἰατρόν τινα ἐπιστήμονα τοῦτον εἶναι δυνάμενον διὰ μεθόδου ξένης καὶ ἀποκρύφων φαρμά‐ κων θεραπεῦσαι αὐτὴν ὑπὲρ τῶν περιοδευσάντων αὐτῇ | |
10 | ἰατρῶν Λευκίου τε καὶ Ἠλείδους, προσελθοῦσα μετὰ τοῦ πατρὸς αὐτῆς ἐν ᾧ ὁ Φίλιππος ξενιζόμενος ἦν καὶ διδάσκων τὸν σωτήριον λόγον, ἐδέετο αὐτοῦ θεραπείας τυχεῖν. | |
43 | ὁ δὲ ἀπόστολος ἐν πᾶσι κατοικτιρήσας αὐτὴν ἐκέ‐ λευσεν δι’ οἰκείας χειρὸς τὴν ἑαυτῆς τοῦ προσώπου μορφὴν τρίτον κατασφραγίσασα ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· οὗπερ γενομένου, καὶ ὡσεὶ λεπίδες ἐκ τοῦ προσώπου αὐτῆς | |
5 | ἐκσπασθεῖσαι, παραχρῆμα ἰάθη αὐτῇ τῇ ὥρᾳ. | |
44 | Ἰδὼν δὲ Νικοκλῆς τὸ γεγονὸς τοῦτο παράδοξον θαῦμα εἰς τὴν ἑαυτοῦ θυγατέραν, ἐπίστευσεν πανοικὶ καὶ κατη‐ ξιώθη τοῦ ἁγίου βαπτίσματος. ἡ δὲ Θεόκλεια τὸν τῆς γυναικείας φύσεως κόσμον εἰς ἀνδρεῖον σχῆμα μεταμειψαμένη | |
5 | συνῆν ἔκτοτε τῷ ἀποστόλῳ Φιλίππῳ καὶ τῇ Μαριάμνῃ ἀκολου‐ θοῦσα καὶ δοξάζουσα Χριστὸν τὸν θεόν. | |
45 | Ὁ δὲ ἀπόστολος μετὰ βραχὺ ἀπὸ τῆς πολίχνης Ἀζώτου ἀναχωρήσας καὶ εἰς ἑτέρας πόλεις αὐτομολήσας ἦν διερχόμενος καὶ εὐαγγελιζόμενος αὐτὰς ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Νικάτηρα πόλιν. | |
46-50 | Ὁ δὲ πολιτάρχης, οὗ τὸ ὄνομα Ἴρων, ἀνὴρ πλούσιος καὶ ἀγαθώτατος ὤν, ἰδὼν τὸν Φίλιππον μετὰ Βαρθολομαίου καὶ Μαριάμνης πρᾴως βαδίζοντα ἐν μέσῳ τῆς πόλεως, | |
51-61 | ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. τῷ δὲ ἦν γυνὴ καλουμένη Ἐρκέλλα καὶ θυγάτερ Ἀρτεμίλλα προ‐ σαγορευομένη· | |
62, 63 | ἃς κατηχήσας Φίλιππος ὁ θαυμάσιος καὶ νου‐ θετήσας αὐτὰς τοῦ τῆς παλιγγενεσίας χαρίσματος κατηξίωσεν· ἀλλά γε δὴ καὶ τὸν Ἱερέα καὶ πάντας τοὺς σὺν αὐτῷ μετό‐ χους ἐποίησεν τοῦ Χριστοῦ· ὡς καὶ οἰκιακὸν αὐτοῦ δοῦλον | |
5 | ξηρὰν ἔχοντα τὴν εὐώνυμον χεῖρα εὐχῇ μόνῃ καὶ τύπῳ σταυροῦ τὴν ἴασιν ἐχαρίσατο. πολλοῖς δὲ καὶ ἄλλοις τοῖς πιστῶς προ‐ σελθοῦσιν αὐτῷ τὴν οἰκείαν ἐνέργειαν τῶν ἰαμάτων ἐνεδείξατο. | |
ταῦτα καὶ πλείω τούτων θαυματουργῶν ὁ ἀπόστολος καὶ πολ‐ λοὺς ἀπὸ τοῦ σκότους τῆς ἀπιστίας εἰς τὸ τῆς εὐσεβείας φῶς | 93 | |
10 | ἀγαγὼν αὐτὸς μὲν εἴχετο πάλιν τῆς τοῦ Χριστοῦ διδαχῆς, τὸ ἐμπιστευθὲν αὐτῷ τάλαντον διπλασιάσαι ἐπιποθῶν· | |
64-73 | ὁ δὲ πονηρὸς καὶ ἀρχέκακος δαίμων ὁρῶν αὐξά‐ νουσαν τὴν ἀλήθειαν οὐχ ἡσυχίαν ἤγαγεν ἀλλὰ πᾶσαν μηχανουρ‐ γίαν ἐκίνει καὶ ἐποιεῖτο. ἐντεῦθεν εἰς τὰς καρδίας τῶν Ἰουδαίων ἐλθών, καὶ οἷα πῦρ ἀναφλέξας αὐτοῖς τὸ ζηλότυπον, | |
5 | ἁρπαγῆναι μὲν ὑπ’ αὐτῶν παρασκευάζει τὸν τοῦ Ἱερέως πλοῦ‐ τον, συχνὴν ἐκ τοῦ αἰφνιδίου χεῖρα κινήσας καὶ γυμνώσας τοῦ‐ τον ὡς τὸν Ἰώβ. πυρπολεῖ δὲ καὶ τὴν τούτου οἰκίαν ὡς δεξαμένην τὸν Φίλιππον καὶ τοὺς σὺν αὐτῷ· ἐπάγει δὲ καὶ τοῖς τοῦ Χριστοῦ μαθηταῖς φυλακὴν καὶ δεσμά, καὶ ταραχὴν | |
10 | καὶ στάσιν ποιεῖ τοῦ θανατῶσαι αὐτοὺς καὶ τῆς παρούσης ἀπαλλάξαι ζωῆς. ἀλλ’ ὁ διδάσκαλος οὐκ ἠμέλει τῶν μαθητῶν καὶ τῶν ἀποστόλων ὁ πέμψας οὐκ ἐπιλέλησται, ἀλλ’ ἐπεὶ συμ‐ μόρφους ἑαυτοὺς ἑώρα τοῖς οἰκείοις παθήμασι, κοινωνοὺς καὶ τῆς δόξης ἐκείνης καὶ τῶν θαυμάτων ἐποιεῖτο· | |
74 | καὶ πλήττεται μὲν τῶν Ἰουδαίων ὁ ἄρχων οὐρανίῳ πληγῇ ἀστραπόκαυστος γεγονώς· | |
79 | (?)ἐνοχλοῦνται δὲ ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἄλλοι δέκα ἐκ τῶν ταραχοποιῶν ἐκείνων ἀνδρῶν· καὶ γίνεται ἐν τῇ πόλει φόβος πολύς, καὶ λαμβάνει τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας μεταμέλεια, καὶ ἐξάγουσιν τὸν Φίλιππον καὶ τὸν Βαρθολομαῖον | |
5 | ἐκ τῆς φρουρᾶς καὶ συγγνώμην αἰτοῦσιν ὅσα δεδράκασιν εἰς αὐτούς· οἱ δὲ τοῦ ἀκάκου καὶ πρᾴου Χριστοῦ γνήσιοι μαθηταὶ τὴν τῶν πρακτέων ἄφεσιν παρασχόντες αὐτοῖς καὶ εὐχαῖς μᾶλλον τὰς κακώσεις ἀνταμειψάμενοι, ἐπεὶ ὁ Βαρθολομαῖος τότε τῇ θεωρίᾳ ἠσχόλει τὸν νοῦν, ὁ Φίλιππος κατανενυγμένος | |
10 | πρὸς ταῦτα ἰδών, ἐπάρας αὐτοῦ τὴν φωνὴν τοιάδε ἐβόησεν πρὸς αὐτούς· Ἄνδρες ὅσοι διὰ μετανοίας τοῦ θείου καὶ ἁγίου βαπτίσματος ἐπιποθεῖτε τυχεῖν, ἀπόθεσθε τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας καὶ γνῶτε ὅτι οὐκ ἔστιν θεὸς ἕτερος ζῶν πλὴν τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, ὃς ποιητὴς ὢν καὶ δη‐ | |
15 | μιουργὸς καὶ σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς θέλει πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· διὸ πιστεύσατε εἰς αὐτόν, ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ τοῦ πατρὸς καὶ τοῦ πνεύματος σύνθρονος· καὶ αὐτός ἐστιν ὁ εἰς τὸν κόσμον ἐλθὼν ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τοῦ οἰκείου πλάσματος καὶ | |
20 | πάλιν μέλλων ἔρχεσθαι ἐπὶ ἀναστάσει καὶ κρίσει πάντων, ἀπο‐ δοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν· καὶ οἱ μὲν πιστεύσαντες καὶ τὸ ἅγιον βάπτισμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σημειού‐ μενοι καὶ κατ’ αὐτὸ τὸν ὑπόλοιπον βίον βιώσαντες τῶν αἰωνίων | |
μετάσχωσιν αὐτῷ ἀγαθῶν, οἱ δὲ ἀπιστήσαντες αἰωνίως τοῖς | 94 | |
25 | παρ’ αὐτοῦ πονηροῖς συγκαταριθμήσονται πνεύμασιν καὶ τῆς διαιωνιζούσης κολάσεως τῷ πυρὶ παραπεμφθήσονται. βλέπετε οὖν, ἰδού, ἀκούετε, καὶ οὐδεμία ὑμῖν ἀπιστίας περιλείπεται πρόφασις. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι ἀνέκραξαν· Μέγας ἐστὶν ὁ θεὸς τῶν χριστιανῶν καὶ μεγάλα τὰ ἔργα αὐτοῦ καὶ πιστεύ‐ | |
30 | ομεν εἰς αὐτόν· δεόμεθα οὖν καὶ ἡμεῖς λαὸς αὐτοῦ γενέσθαι· ἀλλὰ συνειδότες ὡς πονηρὰ ἡμῶν τὰ ἔργα ἐστὶν κἀκείνου ἀλ‐ λότρια δειλιῶμεν καὶ ἀποκνέομεν. Καὶ ὁ ἀπόστολος ἔφη· Ἐγὼ τῆς συγχωρήσεως ὑμῶν καὶ ἀφέσεως τῶν ἐν ἀγνοίᾳ ἔργων ἐγγυητὴς καὶ μεσίτης· ἐγὼ τοῦ ἐλέους τοῦ θεοῦ καὶ τῶν | |
35 | οἰκτιρμῶν βραβευτής. | |
85 | (??)Καὶ ταῦτα εἰπὼν εἴχετο τῆς ὁδοῦ, δυσωπούμενος ὑπὸ τοῦ ὄχλου τοῦ ἀφικέσθαι εἰς τὴν οἰκίαν εἰς ἣν ἐφρουροῦντο οἱ δέκα πνευματιζόμενοι. ὡς δὲ μετὰ τοῦ ἀκολουθοῦντος ὄχλου ἐκεῖσε παρῆν, ὡς ᾔσθοντο τὴν τοῦ ἀποστόλου παρουσίαν τὰ | |
5 | ἀκάθαρτα πνεύματα, ἐπὶ πλείστην ὥραν τοὺς ἄνδρας διασπα‐ ράξαντα, καὶ πολλά τινα ἐμπαθῆ καὶ αἰσχρὰ δι’ αὐτῶν προϊέ‐ μενοι ῥήματα τὴν δυσαχθῆ αὐτῶν στηλιτεύοντα γνώμην, ἐν εἴδει καπνοῦ ᾤχοντο ἀπὸ πάντα ἐκεῖθεν. τοῦτο τὸ παράδοξον θαῦμα ἰδόντες οἱ ὄχλοι καὶ λίαν καταπλαγέντες ἐπίστευσαν | |
10 | ἅπαντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· | |
86-87, 89-93 | οὓς καὶ τῇ ἕωθεν ὁ ἀπόστολος κατη‐ χήσας καὶ βαπτίσας εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ ἐκκλησίαν οἰκοδομήσας καὶ τὸν χριστοφιλῆ καὶ θεόφρονα ἄνδρα Ἱερέα ἐπίσκοπον αὐτοῖς κατα‐ | |
5 | στήσας, καὶ πρεσβυτέρους καὶ διακόνους ἐξ αὐτῶν προχειρίσας, καὶ κανόνας καὶ τύπους καταλείψας αὐτοῖς, ἅμα Βαρθο‐ λομαίῳ καὶ Μαριάμνῃ καὶ Θεοκλείᾳ πρὸς τὰς τῆς Μυσίας καὶ Λιβύας μετέβη πόλεις, εὐαγγελιζόμενος τὸν λόγον τοῦ θεοῦ καὶ θεραπεύων κατὰ τὸ γεγραμμένον πᾶσαν νόσον καὶ πᾶσαν μα‐ | |
10 | λακίαν. | |
88 | (??)Ἐν ταύταις δὲ ὄντων αὐτῶν καὶ διασπειρόντων τὸ κήρυγμα, ἰδού τινες τῶν Ἰουδαίων ἄνδρες παράνομοι θυμᾷ ζέοντες καὶ μανίᾳ πεδούμενοι ὡς ἤκουσαν τῆς ἀληθείας τὸν λόγον καταγγελλόμενον ὑπ’ αὐτῶν, ὡς ἀσπὶς βύουσα τὰ ὦτα | |
5 | αὐτῆς καὶ οὗτοι ἐν τῇ αὐτῶν καρδίᾳ τὴν κακίαν ὡς.ι κάλυμμα ἐπιθήσαντες κατέσχον τοὺς ἀποστόλους, ποτὲ μὲν μαστίζοντες, ποτὲ δὲ ῥαβδίζοντες, ἄλλοτε πάλιν αὐτοὺς ἀποκλείοντες καὶ λιμοκτονοῦντες, καὶ τελευταῖον ἐν σιδηροῖς δεσμοῖς παρακατέ‐ χοντες καὶ φυλάττοντες. | |
10-12 | Συμβούλιον δὲ οἱ πρῶτοι τῶν Ἰουδαίων καθ’ ἑαυ‐ | |
τοῖς ποιησάμενοι διὰ τὴν παρ’ αὐτοῖς νομιζομένην ξένην δι‐ δασκαλίαν ἣν οἱ ἀπόστολοι ἐρητόρευον, ἔδοξαν ἐπιστολῇ παραπέμψαι εἰς Ἱερουσαλὴμ πρὸς Ἄνναν τὸν ἀρχιερέα | 95 | |
5 | ἑαυτῶν, ὅπως ἐλθὼν αὐτὸς νομομαθέστατος ὢν δυνηθῇ διασκε‐ δάσαι τὴν διδασκαλίαν Φιλίππου καὶ Βαρθολομαίου. | |
13 | Ὡς δὲ μετὰ τῶν Φαρισαίων καὶ Σαδουκαίων τὴν ἐπι‐ στολὴν ὁ ἀρχιερεὺς ὑπανέγνω, ἀναστὰς | |
14 | καὶ ἐνδυσάμενος τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα, μεθ’ ἑτέρων πολλῶν παρεγένετο ἔνθα ὁ Φίλιππος ἦν. καὶ ἰδὼν αὐτὸν λέγει αὐστηρᾷ τῇ φωνῇ· Ὦ Φίλιππε, μα‐ θητὰ τοῦ παρ’ ἡμῖν σταυρωθέντος, τί ὧδε παραγέγονας; ἢ | |
5 | πάντως πλανῆσαι θέλων καὶ φενακίσαι τινὰς τῶν ἀφελεστέρων ἀνθρώπων; | |
76 | ἀλλὰ λέγε μοι, εἰ ἐπίστασαί τι ἐκ τῶν γραφῶν περὶ τοῦ Χριστοῦ, διὰ τί αὐτὸν ὑμεῖς θεὸν καλεῖτε. | |
77 | Πρὸς ὃν ὁ Φίλιππος εἶπεν· Σὺ πρῶτος ὢν τοῦ ἔθνους τῶν Ἰουδαίων καὶ ἀρχιερεὺς καὶ νομοδιδάσκαλος ὀφείλεις καὶ πρῶτος εἰπεῖν· καὶ εἴ τι καλὸν καὶ ὠφέλιμον εἴπῃς λυσιτε‐ λοῦν πρὸς τὸν ἐντὸς ἡμῶν ἄνθρωπον, καὶ ἀκουσόμεθά σου καὶ | |
5 | τὴν διδαχὴν ἐπαινέσομεν· εἰ δὲ φαῦλα κριθῶσιν τὰ παρὰ σοῦ προτεινόμενα, δεῖ κατ’ ἐμὲ φθέγξασθαι σωτήρια ῥήματα παρ‐ ρησίᾳ, ὡς οὐ πλάνον εἶναί με ἀλλὰ μᾶλλον τοὺς πλανωμένους πρὸς ἀπλανῆ ὁδὸν ἐπιστρέφοντα τοῦ Χριστοῦ. Καί φησιν ὁ ἀρχιερεύς· Λαμβάνεις Φίλιππε πρὸς πληροφορίαν καὶ πίστωσιν | |
10 | σοῦ τε καὶ τῶν σὺν σοὶ τὰς προφητικὰς γραφὰς τῶν θε‐ σπεσίων ἀνδρῶν, ἢ παραιτεῖσαι τούτων τὴν θεορημοσύνην; Τοῦ δὲ ἀποστόλου εἰπόντος Πάνυ μὲν οὖν καὶ ἀποδέχομαι καὶ ἀσπάζομαι αὐτάς, ἀπήρξατο ὁ Ἰουδαῖος λέγειν· Ἀγνοεῖς Φίλιππε ὅτι γέγραπται· Τίς ἐξηγήσεται τὰς ἀρετάς | |
15 | σου ὁ θεός; Καὶ ὅτι Οὐδείς ποτε δύναται γνῶναι τὴν δόξαν σου. Καὶ ὅτι Ἡ δόξα σου ἐπλήρωσε τὴν γῆν· Καὶ ὅτι Κύριος κρινεῖ λαὸνς καὶ αὐτὸς κριτής ἐστι ζώντων καὶ νεκρῶν· Καὶ ὅτι Ὁ θεὸς πῦρ καταναλίσκον καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· Καὶ ὅτι Εἷς θεὸς ἐποίησεν | |
20 | τὰ πάντα; Πῶς οὖν λέγεις Φίλιππε ὅτι ἀφθάρτως ἡ Μαρία ἐγέννησεν τὸν Ἰησοῦν, καὶ ἔστιν θεός; καὶ πῶς ἐσταυρώθη, καὶ πῶς ἀγωνίζῃ σὺ περὶ αὐτοῦ, εἰ θεός ἐστι; σαφήνισόν μοι τὴν τῶν γραφῶν θεωρίαν ἀνυποστόλως, χαίροντος ἤδη ἐπὶ τῇ ἑρμηνείᾳ ταύτῃ καὶ παντὸς τοῦ βουλευ‐ | |
25 | τηρίου. Καὶ ὁ ἀπόστολος ἀπεκρίνατο· Ταῦτα μὲν οὕτως ἔχειν ὦ Ἄννα ὑπολαμβάνω, καὶ οὕτως γέγραπται ἐν τοῖς βίβλοις τῶν προφητῶν, καὶ οὐκ ἂν ἀρνήσαιμι πώποτε. ἀλλ’ ἐκεῖνο πῶς λέγεις ὅτι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία ἐστίν, ὃς συμπαρῆν τῷ θεῷ καὶ πατρὶ δημιουργοῦντι τότε | |
30 | τὸν κόσμον καὶ λέγοντι πρὸς αὐτόν· Ποιήσωμεν ἄνθρωπον | |
κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν; | 96 | |
78 | Λέγει γὰρ ὁ Ἡσαΐας ὁ προφήτης περὶ τοῦ Χρι‐ στοῦ· Τάδε φησὶ κύριος ὁ θεός· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρε‐ τισάμην, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτῷ· Καὶ ὅσα τούτοις ἀκόλουθα. τί δὲ καὶ περὶ | |
5 | τῆς θείας αὐτοῦ σαρκώσεως καὶ γεννήσεως; οὐχὶ τὸ αὐτὸ καὶ μέγα τῆς οἰκονομίας μυστήριον ὁ συνιῶν ἐκπλαγήσεται; οὐχὶ ὁ αὐτὸς Δαυὶδ λέγει· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέν‐ νηκά σε; Ἂν δὲ καὶ τὸ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς ἀκούσῃς, καὶ τὸ Ἡτοίμασα τὸν νῶτόν μου εἰς μάστιγας, | |
10 | τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, καὶ τὰ ἑξῆς, μεγά‐ λως θαυμάσαι ἔχεις τὴν αὐτοῦ ἀρετήν. ἂν δὲ καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν καὶ ὅσα τούτοις ἐνωτισθῇς, θεὸν αὐτὸν μόνον δοξάσεις καὶ προσκυνήσεις καὶ μὴ βουλόμενος. | |
17 | Ὁ δὲ παμβέβηλος ἀρχιερεὺς καὶ παμμίαρος ἀκού‐ σας τοὺς λόγους τούτους παρὰ τοῦ ἀποστόλου, θεομάχος ὢν καὶ κυριοκτόνος καὶ βλάσφημος, πλησθεὶς θυμοῦ καὶ ὀργῆς ἐξανέστη τοῦ θρόνου οὗπερ ἐκάθητο, τοῦ μαστίξαι αὐτόν, | |
5 | καὶ εὐθὺς ἡ μὲν δεξιὰ αὐτοῦ χεὶρ ἐξηράνθη, οἱ δὲ ὀφθαλ‐ μοὶ αὐτοῦ ἐδέξαντο πήρωσιν, καὶ ἦν χειραγωγούμενος ὑπὸ τῶν συνόντων αὐτῷ. | |
18-21 | Ἀλλὰ σκαμβοῦν ξύλον οὐδέποτε ὀρθὸν ἔσεσθαι, οὐδὲ βαδίζειν ὀρθὰ τὸν κάρκινον παρασκευάσασθαι· διὸ σκλη‐ ρὸς καὶ βαρυκάρδιος ἔμεινεν μέχρι τέλους ζωῆς τῷ ᾅδῃ παρα‐ πεμφθείς. οὕτως τοιγαροῦν ὁ ὑβριστής τε καὶ βλάσφημος | |
5 | ἐπειδὴ τοῦ ἰουδαϊκοῦ φρονήματος κάτοχος ἦν καὶ ἀπαράδεκτος ὅλως ἐτύγχανεν τῆς εὐσεβείας Χριστοῦ καὶ τῇ ἀπιστίᾳ συνε‐ δέδετο καὶ πείθειν αὐτὸν οὐχ οἷός τε ἦν ὁ ἀπόστολος, | |
22 | προσευχῇ μὲν καὶ τύπῳ σταυροῦ ἀνοίγει τούτου τοὺς ὀφθαλμούς, θεραπεύει δὲ καὶ τὸ τῆς χείρας ξηρόν, καταλιμπάνει δὲ τοῦτον τῇ ἀσεβείᾳ, ὡς ἂν μελήσῃ περὶ αὐτοῦ τῷ θεῷ. | |
23 | Ἀλλ’ ὁ φυλάσσων τὸν ἀσεβῆ εἰς ἡμέραν κακὴν σείει μὲν τὴν πόλιν ἀθρόως καὶ διχάζει τὴν γῆν, συγκατασπᾷ δὲ κὰ τὸν Ἄνναν μέχρι γονάτων καὶ ὑπὸ γῆν κατασπᾷ τὰς τῶν ποδῶν αὐτοῦ ἀγκύλας ὑπὸ τοῦ χοὸς συμπιέσας. ἀμεταμέλητα | |
5 | δὲ οὕτως τοῖς συνοῦσιν καθομιλῶν καὶ δυσφορῶν καὶ τὸ οἴμοι ἀναβοῶν καὶ πάλιν τῇ βλασφημίᾳ τὸ θεῖον φιλονεικῶν καὶ τῇ ἀπιστίᾳ συνδούμενος | |
24 | συγκαταβαίνει μέχρι τοῦ ὀμφαλοῦ καὶ διακρατεῖται πάλιν ὑπὸ τῆς γῆς. ἀλλ’ ὁ αὐτὸς ἦν αὖθις οἷος καὶ ἦν· καὶ τὸ βλασφημεῖν καὶ ἀπιστεῖν μὴ ἀποφυγὼν τὸ τοῦ διαβόλου μέλος ἥδετο κράζειν Οὐαὶ λέγων, τί μοι δέδρακεν Φίλιππος ὁ | |
5 | ἀπατεών; οὓς εἶχον πόδας εἰς τὸ περιπατεῖν κάτω διέτεινεν ὑπὸ γῆν. ἀλλ’ εἰ καὶ τὴν βίαν ταύτην τῆς βασάνου οὐχ ὑπο‐ φέρω, πλὴν οὐ μή μου πείσῃ τὸν λογισμόν, οὐδὲ μὴ ἀπατήσῃ | |
καὶ ἐκγελάσῃ ἵνα πιστεύσω τῷ ὑπ’ αὐτοῦ κηρυττομένῳ Χριστῷ. | 97 | |
25 | Ὁ δὲ τοῦ Χριστοῦ ἀπόστολος Φίλιππος πολλὰ αὐτὸν νουθετήσας καὶ διδάξας ἀπὸ τῶν θείων γραφῶν, ἵνα μὴ γένη‐ ται τοῦ διαβόλου σκεῦος καὶ σκήνωμα, ἀλλ’ ἵνα μετανοήσῃ καὶ πιστεύση καὶ βαπτισθῇ, | |
26 | ὡς δὲ εἶδεν αὐτὸν ὅλως μὴ ἐνδιδόντα, μέχρι τοῦ τραχήλου καὶ τῆς ὑπήνης τοῦτον ἡ γῆ καταπέπωκε· οὗπερ γενομένου θαύματος θαυματουργεῖταί τι ἕτερον σημεῖον παρὰ τοῦ ἀποστόλου ἐνώπιον παντὸς τοῦ λαοῦ. | |
27, 28 | Νεανίσκος τις πρώτου τῆς πόλεως ὑπάρχων υἱός, μονογενὴς ἦν αὐτῷ καὶ παμφίλτατος, ἐξ ἐνεργείας τοῦ πονηροῦ ἀθρόως ἀποπνιγεὶς νεκρὸς εἰσεκομίσθη πρὸς τὸν ἀπόστολον· ὅνπερ ἰδὼν καὶ δακρύσας εἶπεν πρὸς τὸν | |
5 | ἀρχιερέα· Ὁρᾶς ὦ Ἄννα τοῦτον τὸν νεκρόν. ἐὰν οὖν ἀνα‐ στήσῃ αὐτὸν ὁ Χριστὸς δι’ ἐμοῦ, πιστεύεις λοιπόν; Ὃ δὲ ἔφη· Οἶδα ὅτι ἀναστήσεις αὐτὸν σχήματι καὶ οὐκ ἀληθείᾳ· πολλὰ γὰρ ἐνεργεῖ τὰ τῆς μαγγανείας σου εἴδη. πλὴν ἐγὼ Ἰου‐ δαῖος αἱροῦμαι ἀποθανεῖν, καὶ οὐκ ἄν ποτε τῷ Ναζωραίῳ | |
10 | πιστεύσω. Τότε ἀμέτρῳ λύπῃ συσχεθεὶς ὁ ἀπόστολος καὶ δάκρυα πολλὰ καταχέας ἐπὶ τῇ ἀπωλείᾳ τοῦ Ἄννα, θείῳ κε‐ λεύσματι ἡ γῆ ἀνοιχθεῖσα παντὸς τοῦ ὄχλου ὁρῶντος τοῦτον εἰς Τὴν ἄβυσσον ζῶντα παρέπεμψεν τοῦ αἰωνίου πυρὸς καὶ καὶ ἀφεγγοῦς σκότους ἐκεῖ κληρονόμον γενέσθαι. πλὴν τὸ ἀρχιε‐ | |
15 | ρατικὸν ἔνδυμα ἤγουν ἡ στολὴ τῆς ἱερωσύνης θείᾳ προνοίᾳ ἐξ αὐτοῦ ἐκδυθεῖσα ἀθρόως μετέωρος ἐφάνη εἰς τὸν ἀέρα καὶ παρὰ πάντων ὡρᾶτο ἕως οὖ ἔδυ ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω ποῦ ἀπερρίφη ἢ τί γέγονεν. καὶ ὃ μὲν οὕτως κατῆλθεν ζῶν | |
20 | εἰς τὸν ᾅδην· ὁ δὲ ἀπόστολος Φίλιππος ἐπευξάμενος τὸ ὄνομα τοῦ Χριστοῦ καὶ ἐπικαλεσάμενος αὐτὸν ἀνέστησε τὸν παῖδα καὶ ζῶντα παρέδωκεν τῷ πατρὶ αὐτοῦ. | |
29 | Οἱ δὲ ὄχλοι θεασάμενοι ταῦτα ἀνέκραξαν με‐ γάλῃ τῇ φωνῇ· Εἷς θεὸς ὁ ὑπὸ Φιλίππου ἡμῖν κηρυχθείς, ὃς ἐλέγξας τὴν ἀπιστίαν τοῦ ἀρχιερέως καὶ τὸν τοῦ ἄρχοντος υἱὸν ἐκ τῶν νεκρῶν ἀνέστησεν. Τότε πᾶς ὁ λαὸς | |
5 | τῆς πόλεως ἐκείνης καὶ οἱ ἐξ Ἱερουσαλὴμ παραγεγονότες σὺν τῷ ἀνοσιουργῷ ἐκείνῳ ἀρχιερεῖ ὡς εἶδον τὰ μέγιστα ἐκεῖνα ἔργα ξένα καὶ θαυμάσια τοῦ θεοῦ, ἐδεήθησαν τοῦ ἀπο‐ στόλου μετασχεῖν τοῦ ἁγίου βαπτίσματος· καὶ ἔδωκεν αὐτοῖς τὴν ἐν Χριστῷ σφραγῖδα. ἔμεινεν δὲ ὁ ἀξιάγαστος Φί‐ | |
10 | λιππος ἐν αὐτῇ τῇ πόλει χρόνον, καὶ κατεσκεύασεν ἐκκλη‐ σίαν, καὶ καταστήσας ἐπισκόπους καὶ πρεσβυτέρους μετέβη ἐκεῖθεν, καὶ ἦλθεν ἐν Ἀσίᾳ τῇ πόλει. ἐπεὶ δὲ καὶ τῶν ἐνθένδε τοῦτον ἔδει πάντως ἐπιφοιτῆσαι ἐκδημίαν τε τὴν πρὸς τὸν κύριον στείλασθαι, τοιόνδε τι περὶ τὸ τέλος αὐτοῦ | |
15 | συνηνέχθη ..... | 98 |