TLG 2948 002 :: ACTA PHILIPPI :: Acta Philippi (recensio)

ACTA PHILIPPI Hagiogr. Apocryph.
(Incertum)

Acta Philippi (recensio)

Source: Bonnet, M. (ed.), Acta apostolorum apocrypha, vol. 2.2. Leipzig: Mendelssohn, 1903 (repr. Hildesheim: Olms, 1972): 41–90.

Citation: Section — (line)

t

Μαρτύριον τοῦ ἁγίου ἀποστόλου Φιλίππου.

107

Κατὰ— —κατήγγειλεν πᾶσιν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.

108

φθάσας δὲ— —καὶ οἱ ἀκολουθοῦντες αὐτῷ μα‐ θηταὶ αὐτοῦ. πάντες δὲ καταλιπόντες τὰ ἔργα αὐτῶν οἱ ἄνδρες τῆς πόλεως ἔτρεχον εἰς τὸν οἶκον τοῦ Στάχυος, ἀκού‐ οντες περὶ τῶν ἔργων ὧν ἐποίει ὁ Φίλιππος· ἐδίδασκεν γὰρ
5αὐτοὶς οὕτως·41

109

Ἀδελφοί μου, υἱοὶ τοῦ πατρός μου, ὑμεῖς ἐστε τοῦ γένους μου κατὰ Χριστόν, ὕπαρξις τῆς ἐμῆς πόλεως τῆς ἄνω Ἱερουσαλήμ, ἡ τερπνότης τοῦ κατοικητηρίου μου·

110

διὰ τί αἰχμαλωτεύθητε ὑπὸ τοῦ ἐχθροῦ ὑμῶν τοῦ ὄφεως τοῦ εἰλισσομένου καὶ ὁλολόξου καὶ διεστραμμένου ὄντος; ᾧ οὐ δέδωκεν ὁ θεὸς χεῖρας καὶ πόδας, στρεβλὴ δὲ ἡ πορεία αὐτοῦ, ἐπειδὴ υἱός ἐστιν τοῦ πονηροῦ, ὅτι πατὴρ αὐτοῦ ἐστιν
5ὁ θάνατος, ἡ δὲ μήτηρ αὐτοῦ ἐστιν ἡ φθορά, καὶ ὄλεθρος ἐν τῷ σώματι αὐτοῦ. μὴ ἀπέλθητε οὖν ἐν τῇ ἀπωλείᾳ αὐτοῦ.
ὑμεῖς γὰρ ἦτε δεδεμένοι ἐν τῇ ἀπιστίᾳ καὶ ἐν τῇ πλάνῃ τοῦ υἱοῦ αὐτοῦ τοῦ ἀτάκτου καὶ μὴ ἔχοντος ὑπόστασιν, τοῦ ἀμ. καὶ μὴ ἔχ. μ. ἐν π. τῇ κτίσει τῇ οὔσῃ εἴτε— —γῇ εἴτε ἐν42
10τοῖς ἰχθύσιν τοῖς οὖσιν ἐν τοῖς ὕδασιν. ἀλλὰ ἐὰν ἴδητε αὐτόν, φεύγετε ἀπ’ αὐτοῦ, ἐπειδὴ οὐκ ἔχει τὸ ὁμοίωμα αὐτοῦ τοῖς ἀνθρώποις· τὸ κατοικητήριον αὐτοῦ ἐστιν ἡ ἄβυσσος, καὶ βαδίζει ἐν τῷ σκότει. φεύγετε— —ἐκχυθῇ ἐφ’ ὑμᾶς. ἐὰν ἐκχυθῇ ἐπὶ τὸ σῶμα ὑμῶν ὁ ἰὸς αὐτοῦ, πορεύεσθε ἐν τῇ
15κατοικίᾳ αὐτοῦ.

111

γίνεσθε δὲ μᾶλλον ἐν τῇ ἀληθινῇ θεοσεβείᾳ, ὄντες πιστοί, σεμνοί τε καὶ ἀγαθοί, μὴ ἔχοντες δόλον. φεύγετε ἀπὸ τοῦ δράκοντος τοῦ Σατανᾶ καὶ ἐξάρατε ἀφ’ ὑμῶν τὸ πονηρὸν
αὐτοῦ σπέρμα, τοῦτ’ ἔστιν, τὴν ἐπιθυμίαν, ἐν ᾗ γεννᾷ νόσον43
5τῇ ψυχῇ· αὐτή ἐστιν ἰὸς τοῦ ὄφεως. ἡ γὰρ ἐπιθυμία ἐκ τοῦ ὄφεώς ἐστιν ἐξ ἀρχῆς, καὶ αὐτή ἐστιν ἡ ὁπλίζουσα ἑαυτὴν κατὰ τῶν πιστῶν· ἐξῆλθεν γὰρ ἀπὸ τοῦ σκότους καὶ πάλιν πορεύεται ἐν τῷ σκότει.

112

ὀφείλετε οὖν ὑμεῖς οἱ ἐλθόντες πρὸς ἡμᾶς, μᾶλλον δὲ δι’ ἡμῶν πρὸς τὸν θεόν, ἐκβαλεῖν τὸν ἰὸν τοῦ διαβόλου ἀπὸ τῶν σωμάτων ὑμῶν.

113

Ταῦτα δὲ λέγοντος τοῦ ἀποστόλου ἰδοὺ44

114

Νικανόρα ἐξελθοῦσα ἀπὸ τῆς οἰκίας αὐτῆς ἦλθεν μετὰ τῶν δούλων αὐτῆς εἰς τὴν οἰκίαν Στάχυος.

115

Ἐν δὲ τῷ ἐγγίζειν αὐτὴν τῇ θύρᾳ τῆς οἰκίας ἰδοὺ Μαριάμνη ἐλάλησεν αὐτῇ συριακῇ διαλέκτῳ· Ἐλικομαεῖ,
κασμᾶ, ἠταά, μαριαχά, χαμαστραΐ, καλιχαμά. Ἐφανέρωσεν δὲ τοὺς λόγους αὐτῆς λέγουσα· Ὦ ἡ θυγάτηρ τοῦ πνεύματος,45
5σὺ εἶ ἡ κυρία μου ἡ δοθεῖσα ἐπ’ ἐνεχύρῳ τῷ ὄφει· ἦλθον δὲ ἐγὼ ῥύσασθαί σε· διαρρήξω τοὺς δεσμούς σου καὶ τεμῶ αὐτοὺς ἀπὸ τῆς ῥίζης αὐτῶν. ἰδοὺ ἦλθεν ὁ λυτρωτὴς ὁ ῥυόμενός σε· ἰδοὺ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης ἵνα σε φωτίσῃ.

116

Ταῦτα δὲ αὐτῆς λεγούσης ἦλθεν ὁ τυραννογνόφος τρέχων καὶ ἀσθμαίνων. ἡ δὲ Νικανόρα οὖσα πρὸ τῶν θυ‐
ρῶν ἤκουσεν ταῦτα καὶ ἐπαρρησιάσατο— —λέγουσα· Ἐγὼ — —μου, ὅτι ἤκουσα τοῦ κηρύγματος ὑμῶν καὶ ἰάθην ἀπὸ46
5τῆς νόσου μου ταύτης. προσκυνῶ καὶ δοξάζω τὴν ἀγαθ. — —ἄχρι τῆς γῆς ταύτης.

117

Ταῦτα δὲ αὐτῆς λεγούσης

118

ἦλθεν ὁ τυραννογνόφος τρέχων καὶ ἀσθμαίνων· καὶ ἐπιλαβόμενος τῶν ἱματίων αὐτῆς λέγει· Ὦ— —σε κειμένην
ἐπὶ τῆς κλίνης ἐπὶ τῆς νόσου σου; πόθεν οὖν εὗρες τὴν δύ‐ ναμιν ταύτην καὶ τὴν ἰσχὺν ὥστε δυνηθῆναί σε ἐλθεῖν πρὸς47
5τοὺς μάγους τοὺς ἀνθρώπους τούτους; ἐὰν μὴ οὖν εἴπῃς τίς ἐστιν ὁ ἰατρός, τιμωρήσομαί σε πολλαῖς τιμωρίαις.

119

Ἀποκριθεῖσα δὲ ἡ Νικανόρα εἶπεν· Ὧ τυραννογνόφε, ἔκβαλε ἀπὸ σεαυτοῦ τὴν τυραννίδα ταύτην καὶ ἐπιλάθου τῶν ἔργων σου τῶν πονηρῶν καὶ ἐγκατάλιπε τὸν βίον τὸν πρό‐ σκαιρον τοῦτον καὶ ἀπόθου τὴν δόξαν τὴν ματαίαν, ὅτι
5παρέρχεται ὡς σκιά· ζήτησον δὲ μᾶλλον τὰ ὄντα αἰώνια, καὶ ἔπαρον ἀπὸ σεαυτοῦ τὸ θηριῶδες καὶ ἀσελγὲς ἔργον τῆς αἰσχρᾶς ἐπιθυμίας, καὶ παραίτησαι τὴν κακὴν συνουσίαν, ἥτις ἐστὶν γεωργία τοῦ θανάτου, ὁ φραγμὸς ὁ σκοτεινός, καὶ κατάστρεψον τὸ μεσότοιχον τῆς φθορᾶς, καὶ περιποίησαι
10σεαυτῷ β. ς. κ. ἄρ., ἵνα γενώμεθα ἐν ἁγιασμῷ διὰ παντός. ἐὰν οὖν θέλῃς παρὰ σοί με μένειν ἐν ἐγκρατείᾳ, οἰκήσω σὺν σοί.48

120

Ὡς δὲ ἤκουσεν τοὺς λόγους τούτους ὁ τυραννογνόφος, ἐπιλαβόμενος τ. τρ. τ. κεφ. αὐτῆς ἔσυρεν αὐτὴν λακτίζων καὶ λέγων— —ἐν τῷ ξίφει μου μᾶλλον ἢ ὁρᾶν σε μετὰ τ. ξ. τ. τ. μάγων καὶ πλάνων. σὲ οὖν τιμωρήσομαι καὶ τοὺς πλα‐
5νήσαντάς σε ἀποκτενῶ. Καὶ στραφεὶς μετ’ ὀργῆς πρὸς τοὺς δημίους τοὺς ἀκολουθοῦντας αὐτῷ εἶπεν· Ἐνέγκατέ μοι τοὺς
ἐπιθέτας τούτους. Συνδραμόντες— —τὸν Φίλιππον κ. τ. Β. κ. τ. Μ. σὺν τῷ λεοπάρδῳ καὶ τῷ ἐρίφῳ τῶν αἰγῶν ἐξήνεγκαν σύροντες.49

121

Ὅτε δὲ εἶδεν αὐτοὺς ὁ τυραννογνόφος ἔβρυξεν τ. ὀδ. αὐτοῦ ἐπ’ αὐτοὺς λέγων· Σύρατε τ. μάγ. τούτ. καὶ πλάνους τοὺς πλανήσαντας πολλὰς ψυχὰς γυναικῶν καὶ λέγοντας ὅτι Θεοσεβεῖς ἐσμεν· Καὶ ἐποίησεν ἐνεχθῆναι ἱμάντας· καὶ ἔδησαν
5τοὺς πόδας αὐτῶν· καὶ προσέταξεν συρῆναι αὐτοὺς ἀπὸ τῆς πύλης ἕως τοῦ ἱεροῦ· πολλοὶ δὲ ὄ. συνήχθησαν εἰς τὸν τόπον ἐκεῖνον· ἐθαύμαζον δὲ σφόδρα τὸν λεόπαρδον καὶ τὸν ἔριφον, ἐπειδὴ ἦσαν λαλοῦντες ὡς ἄνθρωποι.

122

Καὶ τινὲς ἀπὸ τοῦ πλήθους ἐπίστευσαν τοῖς λόγοις
τῶν ἀποστόλων.50

123

Εἶπαν δὲ οἱ ἱερεῖς πρὸς τὸν τυραννογνόφον· Μάγοι
εἰσὶν οἱ ἄνθρωποι οὗτοι.51

124

Καὶ ἀκούσας ταῦτα ἐξεκαύθη τῷ θυμῷ καὶ ἐπλήσθη
ὀργῆς.52

125

Καὶ προσέταξεν γυμνωθῆναι τὸν Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην λέγων· Ἐρευνήσατε αὐτοὺς μή ποτε εὕρητε τὴν μαγείαν αὐτῶν. Γυμνωθέντων δὲ αὐτῶν ὑπὸ τῶν δημίων καὶ τὴν Μαριάμνην κρατήσαντες ἔσυρον53
5λέγοντες· Ἀποκαλύψατε αὐτήν, ἵνα μάθωσιν ὅτι γυνή ἐστιν ἀκολουθοῦσα αὐτούς. Ἐκέλευσεν δὲ ἐλθεῖν σκυτέας καὶ νεῦρα
ἰσχυρά· καὶ τρήσαντες τὰ σφυρὰ τοῦ Φιλίππου ἀνήνεγκαν κόρακας καὶ τὰ νεῦρα εἰσήνεγκαν διὰ τῶν πτερνῶν αὐτοῦ καὶ ἐκρέμασαν αὐτὸν κατὰ κεφαλῆς φυτοῦ ὄντος πρὸ τῆς θύρας54
10τοῦ ἱεροῦ. καὶ πασσάλους πήξαντες εἰς τὸν τοῖχον τοῦ ἱεροῦ τὸν Βαρθολομαῖον δήσαντες ποδῶν καὶ χειρῶν ἐξέτειναν γυμνὸν εἰς τὸν τοῖχον.

126

Ὅτε δὲ ἐγύμνωσαν τὴν Μαριάμνην, ἠλλάγη— — αὐτῆς, καὶ ἐγένετο κιβωτὸς ὑελίνη φωτὸς γέμουσα, καὶ οὐκ ἠδυνήθησαν ἐγγίσαι πρὸς αὐτήν.55

127

Ἐλάλησεν— —Βαρθολομαίου τῇ ἑβ. διαλέκτῳ· Ποῦ ἐστιν Ἰωάννης σήμερον ἐν τῇ ἡμέρᾳ τῆς ἀνάγκης ἡμῶν; ἰδοὺ γὰρ λυόμεθα ἀπὸ τῶν σωμάτων ἡμῶν, καὶ εὔξεται ὑπὲρ τίνος; καὶ γὰρ εἰς αὐτὴν ἐπεχείρησαν τὴν Μαριάμνην παρὰ τὸ καθῆκον·
5ἐμαστίγωσαν δὲ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν καὶ πῦρ— —τοῦ Στάχυος, ἐπειδὴ ὑπεδέξατο ἡμᾶς. εἴπωμεν τοίνυν
ἡμεῖς ἵνα πῦρ καταβῇ ἐκ τοῦ οὐρανοῦ καὶ καύσῃ αὐτούς;56

128

Καὶ ταῦτα λέγοντος τοῦ Φιλίππου ἰδοὺ— —πόλιν διακινῶν ἐν τῇ πλ., καὶ ἐξήταζεν τοὺς ἐν τῇ πόλει· Τίς ἐστιν ὁ θόρυβος καὶ τίνες οἱ ἄνθρωποι οὗτοι; καὶ τίνος ἕνεκα τιμωροῦνται; Καὶ λέγουσιν αὐτῷ· Οὐκ ἦς ἐν τῇ πόλει ταύτῃ
5οὔτε ἔγνως ἕνεκα τῶν ἀνθρώπων τούτων, ὅπως ἐτάραξαν τοὺς οἴκους ἡμῶν καὶ τὴν πόλιν δὲ πᾶσαν; ἔτι γε μὴν καὶ τὰς γυναῖκας ἡμῶν ἀποστῆναι ἀνέπεισαν ἀφ’ ἡμῶν προφάσει θεοσεβείας ξένον καταγγέλλοντες ὄνομα Χριστόν. ἔκλεισαν δὲ καὶ τὰ ἱερὰ ἡμῶν ἔχοντές τινα μαγείαν μεθ’ ἑαυτῶν καὶ
10ἀναιροῦσι τοὺς ὄφεις τοὺς ὄντας ἐν τῇ πόλει διὰ ξένων ὀνο‐ μασιῶν μὴ ἐγνωσμένων ἡμῖν ποτε. τὸ δὲ κατοικητήριον ἔπηξαν ἐν τῇ οἰκίᾳ Στάχυος τοῦ τυφλοῦ, ὃν καὶ ἐποίησαν
ἀναβλέψαι διὰ πτύσματος γυναικὸς ἀκολουθούσης αὐτοῖς· ἐκείνη δέ ἐστιν τάχα ἡ ἔχουσα ὅλην τὴν μαγείαν. ἀκολου‐57
15θοῦσιν δὲ αὐτοῖς λεόπαρδος καὶ ἔριφος λαλοῦντες ὡς ἄν‐ θρωποι. εἰ δὲ καὶ σὺ τοιαῦτα πράγματα ἑωράκεις, οὐκ εἶχες ταραχθῆναι ἐπὶ τούτοις;

129

Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν αὐτοῖς· Ὑποδείξατέ μοι αὐτούς. Οἳ δὲ ἤνεγκαν αὐτὸν εἰς τὸ ἱερὸν ἔνθα ὁ Φί‐ λιππος ἐκρέματο. ὁ δὲ Φ. ὡς εἶδεν τὸν Ἰ. λέγει τῷ Β. Ὦ ἀδελφέ μου, ἰδοὶ ἦλθεν ὁ υἱὸς Βαρεγᾶ· Ὅ ἐστιν τὸ ὕδωρ τὸ
5ζῶν. ὁ δὲ Ἰ. εἶδεν τὸν Φ. κρεμάμενον κατὰ κεφαλῆς δεδε‐ μένον ἐκ τῶν σφυρῶν αὐτοῦ· εἶδεν δὲ καὶ τ. Β. δεδεμένον
εἰς τὸν τ. τ. ἱεροῦ.58

130

Καὶ εἶπεν τοῖς ἀ. τ. πόλεως· Ὦ τέκνα τοῦ ὄφεως, πόση ἐστὶν ἡ ἄνοια ὑμῶν ἡ οὖσα μεθ’ ὑμῶν· ἢ πόση ἐστὶν
ἡ ἄγνοια ὑμῶν ἡ οὖσα μεθ’ ὑμῶν· ἐπλάνησεν γὰρ ὑμᾶς ἡ ὁδὸς τῆς πλάνης· πνέων ἔ. εἰς ὑ. ὁ δράκων ὁ πονηρός. διὰ59
5τί τιμωρεῖσθε— —εἰρήκασιν· Ἐχθρὸς— —ὄφις;

131

Ὡς δὲ ἤκ. τοὺς λόγους τούτους τοῦ Ἰ., ἐπήνεγκαν ἐπ’ α. τὰς χεῖρας αὐτῶν λέγοντες· Ἐνομίζομέν σε συμπο‐ λίτην εἶναι· νῦν δὲ ἡ λαλιά σου ἐφανέρωσέν σε ὅτι καὶ σὺ κοινωνὸς τυγχάνεις αὐτῶν. ἐν ᾧ οὖν θανάτῳ ἀπέρχεσθαι
5μέλλουσιν οὗτοι, καὶ σὺ ἐν τούτῳ ἀπέρχῃ· οὕτως γὰρ ἐβου‐ λεύσαντο οἱ ἱερεῖς, ὅτι Ἐκστραγγίσωμεν αὐτῶν τὸ αἷμα κρε‐ μαμένων κατὰ κεφαλῆς, καὶ μίξαντες μετ’ οἴνου προσενέγκωμεν τῇ ἐχίδνῃ. Ὡς δὲ ἦσαν λέγοντες ταῦτα, ἰδοὺ ἡ Μαριάμνη ἀνέστη ἀπὸ τοῦ τόπου ἐν ᾧ ἐτύγχανεν καὶ ἐγένετο κατὰ τὸν60
10πρῶτον αὐτῆς τύπον· οἱ δὲ ἱερεῖς ἐπήνεγκαν αὐτῶν τὰς χεῖρας ἐπὶ τὸν Ἰωάννην θέλοντες αὐτὸν κρατῆσαι, καὶ οὐκ ἠδυνή‐ θησαν. τότε ὁ Φίλιππος μετὰ Βαρθολομαίου εἶπεν τῷ Ἰω‐ άννῃ· Ποῦ ἐστιν Ἰησοῦς ὁ Ναζωραῖος ὁ μὴ ἐπιτρέπων ἡμῖν ποιῆσαι τὴν ἑαυτῶν ἐκδίκησιν κατὰ τούτων τῶν βασανιζόν‐
15των ἡμᾶς; ἀπὸ δὲ τοῦ νῦν οὐκ ἀνέξομαι ὑμῶν.61

132

Καὶ ἐλάλησεν ὁ Φίλιππος ἐν τῇ ἑβραΐδι διαλέκτῳ λέγων· Ὁ πατήρ μου οὐθαήλ· Τοῦτ’ ἔστιν Ὁ πατήρ μου ὁ Χριστός, ὁ πατὴρ τοῦ μεγέθους, οὗ τὸ ὄνομα φοβοῦνται
πάντες αἰῶνες, ὁ ὢν δυνατὸς καὶ δύναμις τοῦ παντός, οὗ τὸ62
5ὄνομα πορεύεται ἐν δυναστείᾳ Ἐλωά, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· ὃν τρέμουσιν ἀρχαὶ καὶ ἐξουσίαι φρίττοντες ἐνώπιόν σου· ὁ βασιλεὺς τῆς τιμῆς· ὁ πατὴρ τῆς μεγαλειότητος— — ἔφθασεν πρὸς— —ἡσύχασαν σοῦ ἕνεκα, καὶ διὰ σὲ ἀπέστησαν ἀφ’ ἡμῶν οἱ ὄφεις· ἐπάκουσον ἡμῶν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι·
10ὁ βλέπων ἡμᾶς πρὸ τοῦ ἡμᾶς καλέσαι· ὁ γινώσκων τὴν βου‐ λὴν ἡμῶν· ὁ νοῦς ὁ ὑπερύψωτος ἐν τῇ αὐτοῦ δόξῃ· ὁ παντε‐ πίσκοπος πάντων· ὁ προβάλλων ἐφ’ ἑαυτοῦ τοὺς οἰκτιρμοὺς
τοὺς ἀναριθμήτους· ἀνοιξάτω τὸ ἑαυτῆς στόμα ὁ αἰὼν τοῦ φραγμοῦ, ὅ ἐστιν ἡ ἄβυσσος, καὶ καταπιέτω— —ἀλη‐63
15θείας σου.

133

Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἤνοιξεν τὸ ἑαυτῆς στόμα ἡ ἄβυσσος, καὶ ἐξετινάχθη ὅλος ὁ τόπος ἐκεῖνος ἀπὸ τοῦ τυ‐
ραννογνόφου ἕως παντὸς τοῦ πλήθους σὺν τοῖς ἱερεῦσιν· καὶ κατεβυθίσθησαν πάντες· ἔμειναν δὲ ἀσάλευτοι οἱ τόποι ἐν64
5οἷς ἐτύγχανον οἱ ἀπόστολοι, καὶ πάντες οἱ μετ’ αὐτῶν,

134

καὶ ἡ οἰκία τοῦ Στάχυος, καὶ ἡ γυνὴ τοῦ τυραννο‐ γνόφου Νικανόρα, καὶ αἱ εἰκοσιτέσσαρες γυναῖκες αἱ φυγοῦ‐ σαι ἀπὸ τῶν ἀνδρῶν, καὶ αἱ τεσσαράκοντα παρθένοι αἵτινες οὐκ ἔγνωσαν ἄνδρας· οὗτοι μόνοι οὐ κατῆλθον εἰς τὴν ἄβυσ‐
5σον, ὅτι ἦσαν δεδουλωμένοι καὶ δεξάμενοι τὸν λόγον τοῦ θεοῦ καὶ τὴν σφραγῖδα αὐτοῦ· οἱ δὲ λοιποὶ πάντες τῆς πόλεως
κατεπόθησαν εἰς τὴν ἄβυσσον.65

135

Φανεὶς δὲ ὁ σωτὴρ ἐν ἐκείνῃ τῇ ὥρᾳ λέγει τᾷ Φιλίππῳ· Τίς ἐστιν ὁ θέμενος τὴν ἑαυτοῦ χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὐθεῖαν ποιῶν τὴν αὔλακα; ἢ τίς παρέχει τ. ἑ. λ. ἑτέροις καὶ αὐτὸς μένει καθήμενος ἐν τῷ
5σκότει; ἢ τίς οἰκεῖ ἐν κοπρίᾳ καὶ καταλείπει τὸ ἑαυτοῦ οἰκη‐ τήριον ἄλλοις; ἢ τίς τίθησιν τὸ ἑαυτοῦ ἔνδυμα κάτω καὶ πορεύεται ἐν ταῖς ἡμέραις τοῦ χειμῶνος γυμνός; ἢ τίς ἐχθρὸς
χαίρει ἐν τῇ χαρᾷ τ. μις. αὐτόν; ἢ τίς στρατιώτης πορεύεται εἰς πόλεμον ὡπλισμένος καλῶς καὶ οὐ λαμβάνει τὸ ἔνδυμα66
10τῆς νίκης; ἢ τίς δοῦλος πληρώσας τὴν διακονίαν τοῦ κυρίου αὐτοῦ οὐ κληθήσεται ὑπ’ αὐτοῦ εἰς τὸ δεῖπνον; ἢ τίς τρέχει μετὰ σπουδῆς ἐν τῷ σταδίῳ καὶ οὐ λαμβάνει τὸ βραβεῖον; Φίλιππε ἰδοὺ ὁ— —ἐστιν καὶ μακάριός ἐστιν ὁ ἔχων τὸ ἑαυτοῦ ἔνδυμα— —στέφανον τῆς χαρᾶς ἐπὶ— —ἕτοιμόν
15ἐστιν, καὶ μακάριός ἐστιν ὁ κεκλημένος ὑπὸ τοῦ νυμφίου.
πολύς ἐστιν— —ἐργάτης ὁ δυνατός.67

136

Ὅτε δὲ ὁ Φίλιππος ἤκουσεν τοὺς λόγους τούτους παρὰ τοῦ σωτῆρος, ἀποκριθεὶς λέγει αὐτῷ· Ἀφῆκας ἡμᾶς ὦ Ἰησοῦ Ναζωραῖε καὶ οὐκ ἐπιτρέπεις ἡμῖν πατάξαι τούτους μὴ βουληθέντας σε βασιλεῦσαι ἐπ’ αὐτοῖς; τοῦτο δὲ ἔγνωμεν
5ἀπὸ σοῦ ὅτι οὔ πω ἐκηρύχθη τὸ ὄνομά σου ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔπεμψας ἡμᾶς εἰς τὴν πόλιν ταύτην· οὐκ εἶχον δὲ κατὰ διάνοιαν ἐλθεῖν εἰς αὐτήν, καὶ ἀπέστειλάς με δοὺς τὴν ἐντολήν σου τὴν ἀληθινὴν ἵνα διώξω πᾶσαν πλάνην καὶ εἴδωλον καὶ δαιμόνιον καταργήσω καὶ πᾶσαν τὴν δύναμιν
10τοῦ ἀκαθάρτου. ὅτε δὲ παρεγενόμην ἐνταῦθα, οἱ δαίμονες ἔφυγον ἀπὸ προσώπου ἡμῶν διὰ τὸ ὄνομά σου, καὶ οἱ δρά‐ κοντες καὶ οἱ ὄφεις ἐξηράνθησαν· οὗτοι δὲ οὐ προσεδέξαντο εἰς ἑαυτοὺς τὸ φῶς σου τὸ ἀληθινόν, καὶ διὰ τοῦτο ἐβουλευ‐
σάμην ταπεινῶσαι αὐτοὺς κατὰ τὴν ἀπόνοιαν αὐτῶν.68

137

Εἶπεν δὲ ὁ σωτήρ· Ὦ Φίλιππε, ἐπειδὴ κατέλιπες τὴν ἐντολήν μου ταύτην μόνον μὴ τελειώσας τοῦ μὴ ἀπο‐ δοῦναι κακὸν ἀντὶ κακοῦ, διὰ τοῦτο κατασχεθήσῃ ἐν τοῖς αἰῶσιν ἐπὶ τεσσαράκοντα ἡμέρας μὴ γενόμενος ἐν τῷ τόπῳ
5τῆς ἐπαγγελίας σου· πλὴν τοῦτό ἐστιν τὸ τέλος τῆς ἐξελεύ‐ σεώς σου ἀπὸ τοῦ σώματος ἐν τῷ τόπῳ τούτῳ. ὁ δὲ Βαρ‐ θολομαῖος τὸν κλῆρον ἔχει ἐν Λυκαονίᾳ καὶ σταυροῦται ἐκεῖ·
ἡ δὲ Μ. τὸ ς. α. κατατίθησιν ἐν τῷ Ἰ. ποταμῷ.69

138

Στραφεὶς δὲ ὁ σωτὴρ ἀνέτ. τ. χεῖρα αὐτοῦ καὶ ἐχ. στ. ἐν τῷ ἀέρι διαβαίνων· καὶ ἦν πλήρης φωτὸς καὶ εἶχεν τὸν τύπον καθ’ ὁμοιότητα κλίμακος· πᾶν δὲ τὸ πλῆθος τῶν ἀπὸ τῆς πόλεως καταβεβηκότων εἰς τὴν ἄβυσσον ἀνήρχοντο
5ἐν τῇ κλίμακι τοῦ φωτεινοῦ σταυροῦ, καὶ οὐδεὶς ἀπ’ αὐτῶν ἔμεινεν εἰς τὴν ἄβυσσον εἰ μὴ μόνον ὁ τυραννογνόφος καὶ οἱ
ἱερεῖς καὶ ἡ ἔχιδνα ἡ ὑπ’ αὐτῶν λατρευομένη. ὅτε δὲ ἀνῆλθον οἱ ὄχλοι ἀπὸ τῆς ἀβύσσου, βλέψαντες εἶδον τὸν Φίλιππον κρεμάμενον κατὰ κεφαλῆς, τὸν δὲ Βαρθολομαῖον εἰς τὸν70
10τοῖχον τοῦ ἱεροῦ· εὗρον δὲ καὶ τὴν Μαριάμνην κατὰ τὸν πρῶτον αὐτῆς τύπον· ὁ δὲ σωτὴρ ἀνῆλθεν εἰς τὸν οὐρανὸν βλεπόντων εἰς αὐτὸν τοῦ τε Φιλίππου καὶ Β. καὶ Μ. καὶ τοῦ λεοπάρδου καὶ τοῦ ἐρίφου τῶν αἰγῶν καὶ Νικανόρας καὶ Στάχυος· ἦσαν δὲ πάντες μετὰ φωνῆς μεγάλης δοξάζοντες
15— —τρόμῳ κράζοντες· Εἷς θεὸς ὁ ἀποστείλας ἡμῖν τὴν ἑαυτοῦ σωτηρίαν, οὗ τὸ ὄνομα κηρύττουσιν οὗτοι οἱ ἄνθρω‐
ποι· μετανοοῦμεν τοίνυν ἐν τῇ πλάνῃ ἐν ᾗ ἐτυγχάνομεν πρὸ τῆς χθές, μή που γενόμενοι ἄξιοι τ. αἰ. ζωῆς, καὶ πιστεύομεν θεασάμενοι τὰ θαυμάσια τὰ δι’ ἡμᾶς γινόμενα. Τινὲς δὲ71
20αὐτῶν ἔρριψαν ἑαυτοὺς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν τοὺς ἀποστόλους· ἄλλοι δὲ ἐσκέπτοντο φυγεῖν λέγοντες· Μή ποτε ἔσται ἕτερος σεισμὸς καθ’ ὁμοιότητα τοῦ παρελθόντος.

139

Ἐκτείνας δὲ τὰς χεῖρας αὐτοῦ ὁ ἀπόστολος Φίλιπ‐ πος κρεμάμενος κατὰ κεφαλῆς εἶπεν· Ἄνδρες τῆς πόλεως ἀκούσατε τοὺς λόγους τούτους οὓς ἐγὼ μέλλω ὑμῖν λέγειν κρεμάμενος κατὰ κεφαλῆς. ἐμάθετε πόσαι ε. αἱ δ. τ. θεοῦ καὶ
5τὰ θαυμάσια ἅπερ ἐθεάσασθε, ὅτι ἐν τῷ γεναμένῳ σεισμῷ
ἡ πόλις ὑμῶν ἀπώλετο· καὶ τοῦτο δὲ φανερὸν ἐγένετο ὑμῖν ὅτι οὐκ ἀπώλετο ἡ οἰκία Στάχυος οὔτε κατῆλθεν εἰς τὴν ἄβυσσον αὐτός, ἐπειδὴ ἐπίστευσεν εἰς τὸν θεὸν τὸν ἀληθινὸν καὶ ὑπεδέξατο ἡμᾶς τοὺς δούλους αὐτοῦ. ἐγὼ δὲ τελειώσας72
10ὅλον τὸ θέλημα τοῦ θεοῦ μου ὀφειλέτης αὐτοῦ εἰμι ἀνθ’ ὧν ἀπέδωκα τῷ ποιήσαντί μοι κακόν.

140

Καὶ τινὲς τῶν βαπτισθέντων ἔδραμον ἵνα λύσωσιν τὸν Φίλιππον κρεμάμενον κατὰ κεφαλῆς· ἀποκριθεὶς δὲ εἶπεν αὐτοῖς· Ἄνδρες ἀδελφοί μου οἱ φωτισθέντες ἐν Χριστῷ,
ἀκούσατε τὸ ῥῆμα ὃ μέλλω λέγειν ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ.73
5γινώσκετε ὅτι οὐκ ἦλθον εἰς τὴν πόλιν ταύτην ποιῆσαι ἐμ‐ πορείαν οὔτε ἄλλην τινὰ πρᾶξιν τοῦ βίου τοῦ κόσμου τούτου τῶν λυομένων καὶ παρερχομένων, οὐδὲ διὰ τὸ ἴδιόν μου θέ‐ λημα, ἀλλὰ διὰ τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ῥυσαμένου ὅλον τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ διαβόλου.
10αὐτὸς δέ με ἀπέστειλεν εἰς τὴν πόλιν ὑμῶν ἐν ᾗ νῦν εἰμι κρεμάμενος κατὰ κεφαλῆς· ἐκληρώθην γὰρ ἐξελθεῖν ἀπὸ τοῦ σώματός μου δι’ ὑμῶν αὐτῶν. μὴ οὖν λυπεῖσθε ὅτι εἰμὶ κρε‐ μάμενος κατὰ κεφαλῆς· τὸν γὰρ τύπον πληρῶ τοῦ σταυροῦ. λέγω δὲ ὑμῖν τὴν ἐντολὴν ταύτην τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ
15Χριστοῦ ὅτι Ἐὰν μὴ ποιήσητε τὰ ἀριστερὰ δεξιὰ καὶ τὰ
ἄτιμα λογίζεσθε ἔντιμα, οὐ δυνήσεσθε εἰσελθεῖν εἰς τὴν βασι‐ λείαν τῶν οὐρανῶν. Ὑμεῖς οὖν ἀδελφοὶ ὁμοιώθητέ μοι ἐν τῷ τύπῳ τούτῳ· ἐνηλλαγμένος γάρ ἐστιν ὅλος ὁ κόσμος οὗτος καὶ πᾶσα ψυχὴ γενομένη ἐν αὐτῷ. ἔχοντες οὖν τὴν ἐπου‐74
20ράνιον δόξαν καὶ τὴν μακαριότητα τοῦ φωτὸς μὴ ζητήσητε τὸ σκότος ὅπερ ἐστὶν ὁ οἶκος τῆς δουλείας, ἀλλὰ καταλείψατε. καὶ μὴ γίνεσθε ἄπιστοι ἀπὸ τῆς σήμερον ἀλλὰ μᾶλλον πιστοί· κ. ἀφίετε ἀλλήλοις. ἐγὼ δὲ κατεκρίθην παρὰ τοῦ ἀληθινοῦ κριτοῦ ὅτι ὅλως ἀνταπέδωκα τῷ ποιήσαντί μοι κακὸν τὸ
25σύνολον· καὶ ἔδωκα πρόσκ. τῇ εὐθ. μου. νῦν οὖν διὰ τῶν
χειρῶν αὐτοῦ ἀνέρχομαι εἰς τὸ ὕψος. καὶ μὴ γίνεσθε στυγνοὶ ὅτι ἐξέρχομαι ἐκ τοῦ σώματος τούτου, ἀλλὰ μᾶλλον χαίρετε ὅτι καταλ. τὸ κατοικητήριον τοῦ δράκοντος τοῦ κολαφίζοντος πᾶσαν ψυχὴν ἁμαρτάνουσαν.75

141

Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος στραφεὶς εἶπεν τοῖς ὄχλοις τοῖς κύκλῳ αὐτοῦ· Ὦ ὑμεῖς οἱ ἀναστάντες ἐκ τῶν νεκρῶν καὶ ἀπὸ τοῦ ᾅδου τῆς ἀβύσσου, οὓς ὁ σταυρὸς ὁ φωτεινὸς ἀνήγαγεν διὰ τὴν ἀγαθότητα τοῦ Χριστοῦ· αὐτὸς
5γὰρ θεὸς ἦν καὶ ἄνθρωπος ἐγένετο· ἀγέννητος ἦν, καὶ ἐγεν‐ νήθη· ἀθάνατος ἦν καὶ ἐθανατώθη, καὶ ἐν τῷ θανάτῳ
αὐτοῦ ἀνήγαγεν τοὺς νεκρούς· ἀσώματος ἦν καὶ ἐφόρεσεν σῶμα ἅγιον καὶ ἤλεγξεν τὸ σῶμα τῆς ἁμαρτίας· μέγας ἦν κ. ἐγ. μικρὸς κατὰ ἀνθρώπους ἕως ἂν αὐξήσῃ— —αὐτοῦ.76
10αὐτός— —γλυκύτητα πᾶσαν, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔδωκαν χολήν, ἵνα τὸν πικρανθέντα ᾅδην ποιήσῃ ἐλθεῖν εἰς γλυκύτητα. γεύσασθε οὖν αὐτοῦ καὶ μὴ καταλίπητε αὐτόν, καὶ αὐτὸς παρέξει ὑμῖν τὴν ζωὴν εἰς τοὺς αἰῶνας.

142

Ὅτε— —παραγγελίαν ταύτην, λέγει— —Β. Οἳ
δὲ ἔλυσαν αὐτόν· λυθέντος δὲ αὐτοῦ λέγει ὁ Φ. πρὸς αὐτόν· Ὦ Βαρθολομαῖε ἀδ. μου ἐν Χριστῷ, οἶδα ὅτι ὁ κύρ. ἀπέστει‐ λέν σε— —καὶ συνεκοινώνησάς μοι εἰς π. τ. κινδύνους77
5μου, σύ τε καὶ Μαριάμνη· καὶ γινώσκω ὅτι ἡ ἔξοδος τοῦ σώματός σου ἐτάγη ἐν Λυκαονίᾳ καὶ τῆς Μαριάμνης ἐν τῷ Ἰορδάνῃ ποταμῷ. ἐντέλλομαι οὖν ὑμῖν, ἐὰν ἐξέλθω ἐκ τ. ς. μου, οἰκοδομήσατε ἐκκλησίαν ἐν τῷ τόπῳ ἐν ᾧ ἐξῆλθον ἐκ τοῦ σώματος. καὶ τὸν λ. κ. τ. ἔριφον τῶν αἰγῶν ἐάσατε ἐν
10τῇ ἐκκλησίᾳ τῇ μελλούσῃ οἰκοδομεῖσθαι ὑφ’ ὑμῶν, ἵνα γέ‐ νωνται εἰς σημεῖον πᾶσι τοῖς μέλλουσι πιστεύειν, ἡ δὲ Νικα‐
νόρα πρόνοιαν αὐτῶν ποιείσθω ἕως ἂν ἐξέλθωσιν ἐκ τοῦ σώματος αὐτῶν. θάψατε δὲ αὐτὰ ἐν τῶ πυλῶνι τ. ἐκκλ.— — θέτε εἰς τὴν οἰκίαν Στάχυος ὥσπερ ὁ κύριος ἡμῶν ἔθηκεν78
15τ. ἑ. εἰρ. ἐπὶ τὴν πόλιν ταύτην. ἔ. δὲ ἐν τῇ οἰκίᾳ ταύτῃ πᾶσαι αἱ παρθ. νηστεύουσαι· ἐπισκεπτέτωσαν δὲ τοὺς νοσοῦντας βαδί‐ ζουσαι ἀνὰ δύο δύο· καὶ μὴ λαλείτωσαν μετὰ τῶν νεανίσκων τὸ σύνολον ἵνα μὴ π. α. ὁ Σ. ὄφις γάρ ἐστιν ἕρπων ἐν τῇ Εὔᾳ καὶ ἐποίησεν αὐτὴν ὀλισθῆσαι εἰς θάνατον. οὕτως ἔσται ἐν
20τῷ καιρῷ ἐκείνῳ· ἔσται γὰρ χρόνος καὶ καιρὸς πονηρός· καὶ πολλοὶ ἔσονται ἐν τῷ καιρῷ ἐκείνῳ μεθυσθέντες ἐν τῷ λόγῳ μόνῳ ἀλλ’ οὐκ ἐν τῇ δυνάμει αὐτοῦ, παρθενεύοντες τὰ μέλη
τῆς σαρκὸς αὐτῶν καὶ πορνεύοντες ἐν τῇ καρδίᾳ αὐτῶν· καὶ ἡ πορνεία τῶν ὀφθαλμῶν αὐτῶν πληθυνθήσεται ὡς κατα‐79
25κλυσμός. πληθύνουσι δὲ τοῦ ἀκούειν ἐν ταῖς πιθαναῖς ἡδοναῖς, ἐπιλανθανόμενοι τῆς γνώσεως τοῦ εὐαγγελίου, καὶ πληθύνον‐ ται αἱ καρδίαι αὐτῶν ὑπερηφανίας, ἐσθίοντες καὶ πίνοντες ἐν τῇ αὐτῶν λατρείᾳ, ἐπιλανθανόμενοι τῆς ἁγίας ἐντολῆς καὶ αὐτὴν ἀθετοῦντες. διεστραμμένη ἔσται ἡ γενεὰ ἐκείνη,
30μακάριος δέ ἐστιν ὁ ἀναχωρῶν ἐν τοῖς ταμείοις αὐτοῦ, ὅτι αὐτὸς ἀναπαύεται ἐν τῇ ἐξόδῳ αὐτοῦ. οὐκ οἶδας ὦ Βαρ‐ θολομαῖε ὅτι ὁ λόγος τοῦ κυρίου ἡμῶν ζωή ἐστιν ἀληθινὴ καὶ γνῶσις; εἶπεν γὰρ ὁ κύριος ἡμῶν διδάσκων ἡμᾶς ὅτι
Πᾶς ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ καὶ ἐπιθυμήσῃ αὐτὴν ἐν τῇ80
35καρδίᾳ αὐτοῦ ἐπλήρωσεν τὴν μοιχείαν. Καὶ διὰ τοῦτο ὁ ἀδελφὸς ἡμῶν Πέτρος ἔφυγεν ἀπὸ παντὸς τόπου ἐν ᾧ ὑπῆρ‐ χεν γυνή· ἔτι δὲ καὶ σκάνδαλον εἶχεν διὰ τὴν ἰδίαν θυγατέρα, καὶ ηὔξατο πρὸς κύριον, καὶ ἐγένετο ἐν παραλύσει τῆς πλευρᾶς αὐτῆς διὰ τὸ μὴ ἀπατηθῆναι αὐτήν. ὁρᾷς ἀδελφὲ ὅτι ἡ
40ὅρασις τῶν ὀφθαλμῶν φέρει καταλαλιὰν καὶ ἀρχὴν τῆς ἀμαρ‐ τίας, καθὼς γέγραπται ὅτι Βλέψασα Εὖα εἶδεν τὸ φυτὸν
ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς αὐτῆς καὶ καλὸν εἰς βρῶσιν· Καὶ ἠπατήθη. ἡ ἀκοὴ τοίνυν τῶν παρθένων ἔστω ἁγία· ἐν δὲ τῆ ἐξόδῳ πορευέσθωσαν ἀνὰ δύο δύο, ὅτι πολλαί εἰσιν αἱ διαστρο‐81
45φαὶ τοῦ ἐχθροῦ. ἡ πορεία αὐτῶν καὶ ὁ τρόπος ἐχέτω τάξιν καλήν, ἵνα σωθῶσιν· εἰ δὲ μή, ὁ καρπὸς αὐτῶν ἐστιν κενός.

143

ἀδελφέ μου Β. δὸς τὰς παραγγελίας ταύτας— —κατάστησον αὐτὸν ἀρχηγὸν καὶ ἐπίσκοπον ἐν τῇ ἐκκλησίᾳ, ἵνα καὶ αὐτὸς ὅμοιος γένηται καλῶς διδάσκων. μὴ ἐμπιστεύ‐ σῃς οἰκονομίαν μηδενὶ νεωτέρῳ. μὴ καταστήσῃς μηδένα τοιοῦ‐82
5τον ἐπὶ καθέδρᾳ διδασκόντων, ἵνα μὴ βεβηλώσῃ τὸ μαρ‐ τύριον τοῦ Χριστοῦ· ὁ γὰρ διδάσκων ὀφείλει ἔχειν τὰ ἔργα αὐτοῦ ἴσα τῶν λόγων, ἵνα ὁ λόγος ἠρτυμένος ᾖ ἐν παντὶ καιρῷ ἐν τῇ ἰδίᾳ δόξῃ. ἐγὼ δὲ ἀπολύομαι ἀπὸ τοῦ σώματός μου κρεμάμενος κατὰ κεφαλῆς· ἆρον οὖν τὸ σῶμά μου καὶ
10ἐνταφίασον χάρταις συριατικοῖς καὶ μὴ βάλῃς ὀθόνην λινῆν, ἐπειδὴ ἔβαλαν εἰς τὸ σῶμα τοῦ κυρίου ἡμῶν. καὶ σφίγξον αὐτὸ ἐν χάρταις καὶ παπύροις, καὶ χῶσον αὐτὸ ἐν τῇ αὐλῇ
τῆς ἐκκλησίας. καὶ γίνεσθε ὑπὲρ ἐμοῦ εὐχόμενοι ἐπὶ τεσσα‐ ράκοντα ἡμέρας ἵνα ἀφῇ μοι ὁ θεὸς τὴν παράβασιν ἣν83
15ἐποίησα ὅτι ἀνταπέδωκα τῷ ποιήσαντί μοι κακά, καὶ ὅπως μὴ γένηταί μοι ἐν τοῖς αἰῶσιν ἐπὶ τεσσαράκοντα ἔτη.

144

Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος ηὔξατο λέγων· Κύριέ μου Ἰ.— —βασιλεῦ ὅλου τοῦ φ.— —σου· ὁ δεδωκὼς ἡμῖν
τὴν ὑψηλὴν γνῶσιν· ὁ χαρισάμενος ἡμῖν τ. β.— —νόσον ἀπὸ τῶν κ. εἰς σέ· σὺ— —τὴν π. τ. σοφίας τῆς σῆς τῆς μὴ δυνα‐84
5μένης λαληθῆναι· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν τὸν λόγον τοῦ ἐπι‐ στρέψαι ἐπὶ σὲ τοὺς πλανωμένους· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν σημεῖα καὶ τέρατα διὰ τοὺς ὀλιγοπίστους· σὺ εἶ ὁ παρέχων τὸν στέφανον ἐπὶ τῶν νικησάντων· σὺ τυγχάνεις ἡμῶν ἀγω‐ νοθέτης ὁ δωρησάμενος ἡμῖν τὸν στέφανον τῆς χαρᾶς· ὁ λα‐
10λῶν σὺν ἡμῖν ἵνα δυνηθείημεν ἀντιστῆναι τοῖς βλάπτουσιν ἡμᾶς· σὺ εἶ ὁ σπείρων καὶ θερίζων καὶ πληθύνων καὶ αὐ‐ ξάνων καὶ ζωοποιῶν πάντας τοὺς ἰδίους δούλους σου· οἱ ἔλεγχοι καὶ αἱ ἀπειλαὶ ὑπάρχουσιν ἡμῖν βοήθεια καὶ δύναμις
διὰ τοὺς ἐπιστρέφοντας ἐπὶ σὲ δι’ ἡμῶν τῶν δούλων σου·85
15ἐλθὲ κύριε καὶ δός μοι νῖκος καὶ στέφανον ἐνώπιον τῶν ἀν‐ θρώπων. μὴ ἐπικαλυψάτω— —ἀήρ, μηδὲ ὁ καπνὸς αὐτῶν καύσῃ τὴν μορφὴν τῆς ψυχῆς μου, ὅπως διαπεράσω τὰ ὕδατα τῆς ἀβύσσου καὶ μὴ βυθισθῶ ἐν αὐτοῖς· κύριέ μου Ἰ. Χρ., μὴ εὕρῃ ὁ ἐχθρὸς τοῦ δύνασθαι κατηγορῆσαί μου ἐνώπιόν
20σου τοῦ ἀληθινοῦ κριτοῦ· ἀλλ’ ἔνδυσόν με τὴν φωτεινήν σου στολὴν καὶ δός μοι τὴν ἔνδοξόν σου σφραγῖδα, ἕως— — δράκοντα. ἀλλὰ ποίησόν με ἀπαντῆσαί σοι ἐν νεφέλαις τοῦ
ἀέρος, χαρισάμενός μοι· καὶ ἀφῇς τὸ παράπτωμά μου ὅτι ἀντα‐ πέδωκα τοῖς ἐχθροῖς μου κακά· καὶ μεταμόρφωσον τ. μ. τ. ς. μου86
25σύμμορφον τῆς εἰκόνος τῆς δόξης σου· καὶ ἀνάπ. με ἐν τῇ δόξῃ τῆς μακαριότητός σου, εἰσαγαγὼν εἰς ἃ ἐπηγγείλω τ. ἁγ. σου πᾶσιν εἰς τ. αἰῶνας.

145

Ταῦτα δὲ εἰπὼν ἀπέδωκεν τὸ πνεῦμα ἁπάντων τ. ὄ. βλ. εἰς αὐτόν.

146

Ὁ δὲ Β. κ. ἡ Μ. κατεβίβασαν αὐτὸν καὶ ἐποίησαν
αὐτῷ καθὼς ἐνετείλατο αὐτοῖς καὶ ἔθαψαν α. ἐν ἐκ. τῷ τόπῳ.87

147

Καὶ ἐποίησαν τὰ ἐντεταλμένα ὑπ’ αὐτοῦ ἐπὶ τεσσα‐ ράκοντα ἡμέρας προσφέροντες προσφορὰς καὶ προσευχόμενοι δωδεκάκις τῆς ἡμέρας. ᾠκοδόμησαν δὲ τὴν ἐκκλησίαν ἐν τ. τ. ἐκείνῳ, καὶ κατέστησαν τὸν Στάχυν ἐπ’ αὐτῆς ἐπίσκοπον·
5ἀφῆκαν δὲ καὶ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν ἐν
τῇ ἐκκλησίᾳ· καὶ ἡ Νικανόρα ἐποιεῖτο αὐτῶν πρόνοιαν ἕως ἡμέρας τῆς ζωῆς αὐτῆς. αὐτοὶ δὲ οὐ διέλειπον δοξάζοντες τὸν θεὸν διὰ τὰ θαυμάσια τὰ γινόμενα ἐπ’ αὐτοῖς· καὶ γὰρ ἐκ τῆς κορυφῆς τοῦ ἀποστόλου μύρον ἐπήγασεν. ὁ δὲ Βαρ‐88
10θολομαῖος ἐνετείλατο τῷ Στάχυϊ βαπτίζειν εἰς— —πνεύ‐ ματος.

148

Μετὰ δὲ τὰς τεσς. ἡμ. ἀναλαβὼν ὁ κύριος τὴν μορ‐ φὴν τοῦ ἀποστόλου Φ. ἐφάνη τῷ Β. κ. τῇ Μ. ἐν ὁράματι καὶ εἶπεν αὐτοῖς· Ἀδελφοί μου εὐλογημένοι ἀνεπάην ἐν τῇ
ἀποθήκῃ τοῦ πατρὸς καὶ ἐν ταῖς φωτειναῖς αὐτοῦ μοναῖς.89
5ἀπέρχεσθε εἰς τ. τόπ. τ. κεκληρωμένον ὑμῖν· τὸ γὰρ φυτὸν τὸ ῥιζωθὲν ἐν τῇ πόλει ταύτῃ καρποφορήσει καλῶς. Καὶ ἀσπασάμενοι τ. ἀδ. καὶ εὐξάμενοι ἐπάνω ἑκάστου ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἕκαστος αὐτῶν ἀπῆλθον εἰς τὸ κλῖμα τὸ ἴδιον, καθὼς εἶπεν αὐτοῖς ὁ κύριος. ὁ μὲν Βαρθολομαῖος
10ἀπῆλθεν εἰς Λυκαονίαν, ἡ δὲ Μαριάμμη εἰς τὸν Ἰορδάνην ποταμόν· ὁ Στάχυς δὲ σὺν αὐτῷ ἔμεινεν κατηχῶν τὴν ἐκ‐ κλησίαν ἐν Χρ. Ἰ. τ. κ. ἡμῶν, ᾧ ἡ δ. καὶ τὸ κράτος νῦν καὶ
ἀεὶ καὶ εἰς τ. αἰ. τ. αἰώνων. ἀμήν.90