TLG 2934 068 :: JOANNES DAMASCENUS :: Dialectica sive Capita philosophica (recensio brevior, ἕτερον κεφάλαιον) JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Dialectica sive Capita philosophica (recensio brevior, ἕτερον κεφάλαιον)
Citation: Section — (line) | ||
49(t1) | Ἕτερον κεφάλαιον. | |
2 | Τὸ γένος διαιρεῖται εἰς εἴδη· τὸ γένος ἐπάνω ἐστίν, τὰ δὲ εἴδη ὑποκάτω. Ἀδύνατον τὸ γένος μὴ ἔχειν ὑποκάτω αὐτοῦ εἴδη, ἀδύνατον τὰ εἴδη μὴ ἔχειν ἐπάνω αὐτῶν γένος, ὥσπερ ἀδύνατον πατέρα μὴ ἔχειν | |
---|---|---|
5 | υἱὸν καὶ ἀδύνατον υἱὸν μὴ ἔχειν πατέρα· τὸ γένος πατρὸς τάξιν ἐπέχει, τὸ δὲ εἶδος υἱοῦ. Ὅτε τὸ γένος διαιρεθῇ εἰς εἴδη, ἀνάγκη τὰ εἴδη δέξασθαι καὶ τὸ ὄνομα καὶ τέλειον τὸν ὅρον τοῦ γένους αὐτῶν. Τὸ δὲ γένος οὐ πάντως ἐπιδέχεται τὸν ὅρον τῶν εἰδῶν οὐδὲ τὰ εἴδη | |
τὸν ὅρον ἀλλήλων. | 142 | |
10 | Κοινὸν ὄνομα πάντων τῶν ὄντων ἐστὶ τὸ ὄν. Ὄν ἐστιν ἢ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἀλλ’ ἐν ἑαυτῷ ἔχον τὸ εἶναι, οἷον σῶμα, ἢ πρᾶγμα μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι ἀλλ’ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, οἷον χρῶμα. Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον | |
15 | ἑτέρου πρὸς σύστασιν ἀλλ’ ἐν ἑαυτῷ ἔχον τὸ εἶναι, οἷον τὸ σῶ‐ μα. Συμβεβηκός ἐστι πρᾶγμα τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ ἔχειν τὸ εἶναι ἀλλ’ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, οἷον τὸ χρῶμα· οὐ γάρ ἐστι τὸ σῶμα ἐν τῷ χρώματι ἀλλὰ τὸ χρῶμα ἐν τῷ σώματι οὐδὲ λέγεται τὸ σῶμα τοῦ χρώματος ἀλλὰ τὸ χρῶμα τοῦ σώματος. Ἡ οὐσία οὐ | |
20 | μεταβάλλεται, τὸ δὲ συμβεβηκὸς μεταβάλλεται· τὸ μὲν γὰρ σῶμα οὐ μεταβάλλεται, τὸ δὲ χρῶμα μεταβάλλεται. Οὔτε οὖν ἡ οὐσία οὔτε τὸ συμβεβηκὸς δέχεται τέλειον τὸν ὅρον τοῦ ὄντος, ἀλλ’ ἡ οὐσία τὸ ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἥμισυ. Διὸ οὔτε τὸ ὄν ἐστι γένος οὔτε ἡ οὐσία καὶ τὸ συμβεβηκὸς εἴδη. Γενικώτατον γένος ἐστὶ τὸ πρῶτον | |
25 | γένος, ὅπερ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτοῦ ἄλλο γένος. Εἰδικώτατον εἶδός ἐστι τὸ ἔσχατον εἶδος, ὅπερ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτοῦ ἄλλα εἴδη. Τὰ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τοῦ εἰδικωτάτου εἴδους λέγονται γένη καὶ εἴδη ὑπάλληλα, διότι ἔχουσιν ἐπάνω αὐτῶν γένος καὶ ὑποκάτω αὐτῶν | |
30 | εἴδη. Τὰ ὑπάλληλα γένη καὶ εἴδη εἰσὶν αἱ συστατικαὶ καὶ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες. Αὗται γὰρ συνιστῶσιν τὰ εἰδικώτατα εἴδη· ἐκ γὰρ τοῦ γένους καὶ αὐτῶν συνίστανται τὰ εἰδικώτατα εἴδη. Τὰ ὑποκάτω δέχονται ὅλα τὰ ἐπάνω αὐτῶν, τὰ ἐπάνω οὐ πάν‐ τως δέχονται τὰ ὑποκάτω αὐτῶν. Οἱ πατέρες τὸ εἰδικώτατον | |
35 | εἶδος ἐκάλεσαν οὐσίαν καὶ φύσιν καὶ μορφήν, τὰ δὲ ἐκ τοῦ εἰδικωτάτου εἴδους διαιρούμενα ἤγουν τὰ ὑποκάτω αὐτοῦ ἄτομον καὶ ὑπόστασιν καὶ πρόσωπον. Τὸ μὲν γένος ἕν ἐστι, καθ’ ἓν δὲ γένος δύο εἴδη ἀντι‐ διαιρούμενα, οἷον ἡ οὐσία γένος. Αὕτη διαιρεῖται εἰς δύο εἴδη, εἰς σῶμα καὶ ἀσώματον· ταῦτα λέγονται ἀντιδιαιρούμενα εἴδη. Οἱ ἔξω | |
40 | ματαιόσοφοι πρώτην οὐσίαν μερικὴν λέγουσι τὴν ὑπόστασιν, δευτέ‐ ραν οὐσίαν κοινὴν τὸ εἰδικώτατον εἶδος ἤγουν τὴν φύσιν, τρίτην οὐσίαν καθολικωτέραν τὸ γενικώτατον γένος. Οἱ οὖν τούτοις ἑπό‐ μενοι ἀναγκάζονται ἐπὶ τῆς ἁγίας τριάδος τέσσαρας οὐσίας λέγειν, | |
τρεῖς μερικὰς καὶ μίαν κοινήν. | 143 | |
45 | Ὅτε ἐν τῇ αὐτῇ φύσει θεωρεῖται πρᾶγμα καὶ τὸ ἐναντίον αὐτοῦ, ταῦτα συμβεβηκότα εἰσίν, οἷον ἐν τῇ φύσει τοῦ ἀνθρώπου λευκότης καὶ μελανότης, γλαυκόφθαλμον καὶ μελανόφθαλμον, μακρὸν καὶ κολο‐ βόν, νόσος καὶ ὑγίεια, καὶ τὰ τοιαῦτα. Ὅτε δὲ θεωρεῖται πρᾶγμα, καὶ ἀδύνατον τὸ ἐναντίον αὐτοῦ θεωρεῖσθαι, τοῦτο φυσικόν ἐστιν, | |
49(50) | οἷον τὸ λογικὸν θεωρεῖται ἐν τῷ ἀνθρώπῳ, τὸ δὲ ἄλογον οὐκ ἐνδέχε‐ ται θεωρηθῆναι ἐν τῷ ἀνθρώπῳ. Τὸ φυσικὸν λέγεται οὐσιῶδες ἰδίωμα, τὸ συμβεβηκὸς λέγεται ἐπουσιῶδες ἰδίωμα. Τὰ φυσικὰ ἰδιώματα συστατικὰ λέγονται, τὰ ὑποστατικὰ ἰδιώματα ἤγουν τὰ συμβεβηκό‐ τα χαρακτηριστικὰ ἰδιώματα λέγονται. Κατὰ τὰ φυσικὰ ἰδιώματα | |
55 | φύσις φύσεως διαφέρει καὶ εἶδος εἴδους, κατὰ δὲ τὰ συμβεβηκότα ὑπό‐ στασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως, οἷον ἄνθρωπος ἵππου διαφέρει κατὰ τὸ λογικὸν καὶ τὸ ἄλογον· φυσικὴ διαφορά ἐστι. Πέτρος Παύλου διαφέρει, καθ’ ὃ ὁ μὲν φαλακρός ἐστι, ὁ δὲ δασύθριξ· ἰδοὺ τὸ φαλακρὸν καὶ τὸ δασὺ συμβεβηκότα εἰσίν. | |
60 | νʹ Τὸ ὂν (οὐκ ἔστι γένος· ἡ οὐσία πρῶτον καὶ γενικώτατον γένος) διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, εἰς σῶμα καὶ ἀσώματον, εἰς ἔμψυχον καὶ ἄψυχον, | |
65 | εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, (ὅπερ ἐστὶ τὸ ζῷον ζῳόφυτον καὶ φυτόν,) εἰς λογικὸν καὶ ἄλογον, εἰς θνητὸν καὶ ἀθάνατον, (ὅπερ ἐστὶν ἄνθρωπος,) | |
70 | εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς ἀνθρώπους. Ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ ἄνθρωποι ὑπο‐ στάσεις καὶ πρόσωπα καὶ ἄτομα λέγονται. Καὶ τὰ μεταξὺ τῆς οὐσίας καὶ τοῦ ἀνθρώπου λέγονται γένη καὶ εἴδη ὑπάλληλα. Καὶ ταῦτά εἰσιν οὐσιώδεις καὶ φυσικαὶ διαιρέσεις καὶ | 144 |
75 | συστατικαὶ καὶ εἰδοποιοὶ καὶ διαφοραὶ καὶ ποιότητες, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω, εἰδοποιοὶ δὲ ὅτι αὗται συνιστῶσι τὰ εἰδικώτατα εἴδη. Ὁ ἄνθρωπος εἰδικώτατον εἶδός ἐστιν. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστα‐ | |
80 | σιν. Οὐσία ἐστὶ πᾶν, ὅπερ αὐθυπόστατόν ἐστιν καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Ἐν τῇ οὐσίᾳ ἐστὶ τὸ συμβεβηκός. Οὐσία λέγεται πα‐ ρὰ τὸ κυρίως εἶναι, συμβεβηκὸς λέγεται παρὰ τὸ συμβαίνειν καὶ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ παρὰ τὸ ἐνδέχεσθαι ἐν τῷ αὐτῷ πράγ‐ ματι καὶ εἶναι τὸ αὐτὸ συμβεβηκὸς καὶ μὴ εἶναι ἀλλὰ τὸ ἐναντίον αὐτοῦ. | |
85 | Φύσις ἐστὶν ἡ ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρε‐ μίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν ἀρχὴ καὶ αἰτία τῆς κινήσεως καὶ τῆς ἠρεμίας αὐτῆς, καθ’ ἣν οὐσιωδῶς καὶ φυσικῶς πέφυκεν κινεῖσθαι καὶ ἠρεμεῖν. Φύσις λέγεται | |
90 | παρὰ τὸ πεφυκέναι, ὅπερ δηλοῖ τὴν οὐσίαν· ἡ γὰρ οὐσία ἐστὶν ἡ αἰτία τῆς κινήσεως αὐτῆς καὶ τῆς ἠρεμίας· ταὐτὸν οὖν ἐστι φύσις καὶ οὐσία. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι. Μορφή ἐστιν ἡ ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος, οἷον ἡ οὐσία | |
95 | μορφωθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ καὶ ἀπο‐ τελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος, ὅπερ εἰδικώτατον εἶδος μορφὴ λέ‐ γεται οἷον οὐσία μεμορφωμένη. Ταὐτὸν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή. Ὁμοούσια οὖν καὶ ὁμοφυῆ καὶ ὁμοειδῆ καὶ τῆς αὐτῆς μορφῆς | |
49(100) | τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος ἄτομά εἰσιν. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγονται καὶ τὰ ὑπὸ ἄλλο καὶ ἄλλο εἶδος ἄτομα. Ὁμογενῆ εἰσιν τὰ ὑπὸ τὸ αὐτὸ γένος, ἑτερογενῆ δὲ τὰ ὑπ’ ἄλλο καὶ ἄλλο γένος. Ἀδύνατόν | |
ἐστιν ἐκ δύο φύσεων μίαν φύσιν σύνθετον γενέσθαι. | 145 | |
105 | Τὸ τῆς ὑποστάσεως ὄνομα σημαίνει ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν ἤγουν τὴν οὐσίαν, ποτὲ δὲ τὴν καθ’ αὑτὸ καὶ ἰδιοσύστατον ὕπαρξιν ἤγουν τὸ ἄτομον οἷον Πέτρον, Παῦλον. Οἱ δὲ ἅγιοι πατέρες ὑπό‐ στασιν καὶ ἄτομον καὶ πρόσωπον τὸ αὐτὸ ἐκάλεσαν. Ὑπόστασίς ἐστιν τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ’ ἑαυτὸ ἰδιοσυστάτως | |
110 | ὑφιστάμενον καὶ ἀριθμῷ διαφέρον· οὐ γάρ ἐστιν ὁ Πέτρος καὶ ὁ Παῦλος εἷς ἀλλὰ δύο. Εἴρηται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι. Ἓν λέγεται ἐπὶ τῆς μιᾶς φύσεως εἷς δὲ ἐπὶ τῆς μιᾶς ὑποστάσεως, οἷον Πέτρος καὶ Παῦλος εἷς οὐ λέγονται, ἐπειδὴ ἄλλη καὶ ἄλλη ὑπόστασίς εἰσιν, ἓν δὲ λέγονται, ἐπειδὴ μιᾶς φύσεώς εἰσιν. Ἄλλο λέγεται ἐπὶ τῆς διαφορᾶς | |
115 | τῆς φύσεως, ἄλλος δὲ ἐπὶ τῆς ὑποστάσεως, οἷον οὐ δυνάμεθα εἰπεῖν ‘ἄλλο ἐστὶν ὁ Πέτρος καὶ ἄλλο ἐστὶν ὁ Παῦλοσ‘, ἐπειδὴ ἕν εἰσιν κατὰ φύσιν· λέγομεν δὲ ‘ἄλλος ἐστὶν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλοσ‘, ἐπειδὴ οὔκ εἰσιν εἷς ἄνθρωπος ἀλλὰ δύο. Τὸ ἐνυπόστατον ποτὲ μὲν τὸ ὂν σημαίνει, ποτὲ δὲ τὸ ἄτομον. Κυ‐ | |
120 | ρίως δὲ ἐνυπόστατόν ἐστιν ἢ τὸ εἰδικώτατον εἶδος διὰ τὸ μὴ καθ’ ἑαυτὸ θεωρεῖσθαι ἀλλ’ ἐν ταῖς ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον, οἷον ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ σώματος. Οὔτε ἡ ψυχὴ λέγεται ὑπόστασις οὔτε τὸ σῶμα ἀλλ’ ἐνυπόστατα, ὅτι οὐδέποτε ὑπέστη τὸ ἓν πρὸ τοῦ ἑτέρου | |
125 | οὐδὲ ἐκτὸς τοῦ ἑτέρου, τὸ δὲ ἐξ ἀμφοτέρων ἀποτελούμενον ὑπόστασις ἀμφοτέρων ἐστίν. Ὅθεν καὶ ἡ τοῦ κυρίου σὰρξ οὐχ ὑπόστασις λέγεται ἀλλ’ ἐνυπόστατον, ἐπειδὴ οὐδέποτε καθ’ ἑαυτὴν ὑπέστη ἀλλ’ ἐν τῇ τοῦ λόγου ὑποστάσει, καὶ αὐτὴν ἔσχεν καὶ ἔχει ὑπόστασιν. Καὶ τὸ ἀνυπόστατον ποτὲ μὲν τὸ ἀνύπαρκτον δηλοῖ, ποτὲ δὲ τὸ συμβεβη‐ | |
130 | κός. | 146 |