TLG 2934 064 :: JOANNES DAMASCENUS :: Fragmenta in Matthaeum (e catena Nicetae) [Dub.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Fragmenta in Matthaeum (e catena Nicetae) [Dub.]

Citation: Volume — page — (line)

96

.

1408

(19)

«Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς
20Σάββασι διὰ τῶν σπορίμων, οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας, καὶ ἐσθίειν.» Καὶ ὁ δοῦλός σου, φησὶ, καὶ τὸ ὑποζύγιον ἐν τῷ Σαββάτῳ ἀναπαυθήσεται· τουτέστιν, ἐν τῷ ἑβδο‐
25ματικῷ τούτῳ βίῳ· ὡς μὲν ὑποζύγιον τὸ σῶμα τῆς δουλείας τῆς ἁμαρτίας παυθήσεται· ταῖς δὲ θείαις ἐντολαῖς ἐξυπηρετήσεται· ὡς δὲ δοῦλος ὁ θυμὸς καὶ ἐπιθυμία, τῆς μὲν ἁμαρτίας καταπαυθή‐ σεται, τῷ δὲ Θεῷ σχολάζειν ἐπιτραπήσεται· ἡ μὲν
30ἐπιθυμία πρὸς Θεὸν ἅπασα τεινομένη, ὁ δὲ θυμὸς κατὰ τῶν τοῦ Θεοῦ δυσμενειῶν ὁπλιζόμενος. «Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Καὶ ἔλαμ‐ ψε τὸ πρόσωπον αὐτοῦ, ὡς ὁ ἥλιος· τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ, ὡς τὸ φῶς.»
35 Μεταμορφοῦται ὁ Κύριος οὐχ, ὃ οὐκ ἦν, προσ‐ λαβόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς μαθηταῖς ἐκφαινόμε‐ νος, καὶ λάμπει τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος (φωτὶ γὰρ ἄλλῳ ταυτίζεται καθ’ ὑπόστασιν)· ὡς δὲ χιὼν λευκαίνεται κατὰ Μάρκον τὰ ἱμάτια.
40Περιβολὴ γὰρ δοξάζεται σχέσει, οὐχ ἑνώσει τῇ καθ’ ὑπόστασιν. Ὥσπερ δὲ ὁ ἥλιος εἷς ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς, ὃ γέγονε πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, δι’ ὅλου δὲ τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ
45σώματος μένοντος, τὸ φῶς πᾶσι τῆς γῆς ἐφαπλοῦται

96

.

1409

τοῖς μέρεσιν· οὕτω καὶ ὁ Χριστὸς φῶς ἐκ φωτὸς ἄναρχον ὃν, καὶ ἀπρόσιτον, ἐν τῷ χρονικῷ καὶ κτι‐ στῷ γενόμενος σώματι, εἷς ἐστι δικαιοσύνης Ἥλιος, εἷς Χριστὸς ἐν δυσὶ ταῖς φύσεσι· καὶ τὸ μὲν σῶμα
5περίγραπτον, ἡ δὲ θεότης ἀχώρητος ἐν πᾶσιν οὖσα, καὶ πάντων ἐπέκεινα· καὶ ὥσπερ ἕτερον μὲν ἥλιος (πηγὴ γάρ ἐστι φωτὸς, καθορᾶσθαι μὴ δυνάμενος τρανῶς), ἑτέρου δὲ τὸ φῶς, τὸ ἐξ αὐτοῦ πρὸς γῆν ἀφικνούμενον (ὁρᾶται γὰρ καὶ προβλέπεται σοφία
10τοῦ Θεοῦ καὶ φιλανθρωπία, ὡς ἂν μὴ παντελῶς ἀμέτοχοι τῶν καλῶν κατασταίημεν)· οὕτω τὸ μὲν πρόσωπον τοῦ Χριστοῦ λάμπει τρανότερον ὡς ὁ ἥλιος (ὅπερ γὰρ ἐν αἰσθητοῖς ὁ ἥλιος, τοῦτο ἐν νοητοῖς ὁ Θεὸς), ὡς δὲ φῶς λευκαίνεται τὰ ἱμά‐
15τια, τῇ μεταδόσει τοῦ θείου φωτὸς ἀγλαϊζόμενα. Ὅτι μέντοι οὐχ ὡς ὁ ἥλιος ἔλαμψεν, ἀλλὰ ὅτι καὶ τοῦ ὑποδείγματος μεῖζον ἦν τὸ φῶς, ἔδειξαν οἱ μα‐ θηταὶ πεσόντες. Εἰ γὰρ μὴ ἄκρατον ἦν τὸ φῶς, ἀλλὰ καὶ τῷ ἡλίῳ σύμμετρον, οὐκ ἂν ἔπεσον.
20 «Οὗτός ἐστιν Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδό‐ κησα, αὐτοῦ ἀκούετε.» Ἐπισήμηναι ὅτι πρότερον μὲν ἐν Ἰορδάνῃ ἡ Τριὰς ἐμαρτυρήθη τοῦ Υἱοῦ βαπτιζομένου, Πατρὸς ἄνωθεν μαρτυροῦντος, τοῦ Πνεύματος ὡσεὶ περιστερὰ
25κατερχομένου. Νῦν δὲ ἐν Θαβὼρ ἡ αὐτὴν πάλιν μαρτυ‐ ρεῖται τῷ κηρύττοντι. Τῷ κηρυττομένῳ, τῇ νεφέλῃ τῷ Πνεύματι. Ταῦτά τοι καὶ Δαβὶδ προανεφώνησε. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Τὸ μὲν γὰρ Ἑρμὼν ἠγαλλιάσατο βαπτιζομένου τοῦ Χρι‐
30στοῦ. Τὸ δὲ Θαβὼρ μεταμορφουμένου, ἐπειδὴ ἐν ἀμφο‐ τέροις ἠνέχθη φωνὴ, Οὗτός ἐστιν ὁ Υἱός μου λέ‐ γουσα. «Καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες.»
35 Οὐκ ἔστι τύπος ὁ ἄρτος καὶ οἶνος τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, μὴ γένοιτο, ἀλλ’ αὐτὸ τὸ σῶμα καὶ αὐτὸ τὸ αἷμα εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμε‐ νον, οὐκ εἰς ἀφεδρῶνα χωροῦν, ἀλλ’ εἰς τὴν ἡμῶν οὐ‐
40σίαν τε καὶ συντήρησιν. Εἰ δὲ καί τινες ἀντίτυπα τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι, τὴν προσφορὰν οὕτω καλέ‐ σαντες. Ἀντίτυπα δὲ τῶν μελλόντων λέγονται, οὐχ
45ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ’ ὅτι νῦν μὲν δι’ αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεό‐ τητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας. Λέγεται δὲ μετάληψις μὲν, ὅτι δι’ αὐτῆς μεταλαμβάνομεν τῆς Ἰησοῦ θεότητος· κοινωνία δὲ, διὰ τὸ κοινωνεῖν

96

.

1409

(50)

ἡμᾶς δι’ αὐτῆς τῷ Χριστῷ, καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ θεότητος. Κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι καὶ ἀλλήλοις δι’ αὐτῆς. Ἐπειδὴ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν πάντες, ἓν σῶμα Χριστοῦ καὶ ἓν αἷμα, καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χρι‐
55στοῦ χρηματίζοντες.

96

.

1412

«Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο.» Τῶν ἐγκαταλείψεων, ἡ μὲν ἔστι διὰ κεκρυμμένην ἀρετὴν, ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ· ἡ δὲ δι’
5ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου· ἡ δὲ πρὸς διόρθωσιν ἄλλου, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου. Φυσικῶς γὰρ ὁρῶντές τινας πάσχον‐ τας, συστελλόμεθα. Ἡ δὲ εἰς ἄλλου δόξαν, ὡς ὁ ἐκ γενετῆς τυφλὸς, εἰς δόξαν Χριστοῦ. Ἡ δὲ εἰς ἄλλου
10ζῆλον, ὡς ἐπὶ τὴν μαρτυρίαν. Καὶ ἁπλῶς τῆς ἐγκα‐ ταλείψεως εἰσὶν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰ‐ κονομικὴ καὶ παιδευτικὴ, καὶ ἔστιν ἐγκατάλειψις τε‐ λεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ, ἢ πρὸς διόρθωσιν καὶ σωτηρίαν, καὶ δόξαν τοῦ πάσχον‐
15τος γινομένη, ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν, ἢ καὶ πρὸς δόξαν Θεοῦ. Ἡ δὲ τελεία κατάλειψις, ὅτε τοῦ Θεοῦ πάντα πρὸς σωτηρίαν πεποιηκότος, ἀνία‐ τος ἐξ οἰκείας προθέσεως διαμένῃ ὁ ἄνθρωπος. Τότε γὰρ εἰς ἀπώλειαν παραδίδοται ὡς ὁ Ἰούδας.
20 «Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰ‐ τίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βα‐ σιλεὺς τῶν Ἰουδαίων.» Ἡ τοῦ λευκώματος γραφὴ ἣν Πιλάτος πρὸ τῆς Κυριακῆς ἔπηξε κεφαλῆς, τὴν τοῦ Κυρίου ἐπλήρου
25φωνὴν, Ἐπειδὰν ὑψωθῶ, λέγοντος, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἐδήλου τοίνυν ἡ ἐκεῖθεν ἀνάγνωσις οὐχ ὑπὲρ Ἰουδαίας μόνης, ἀλλὰ καὶ πάσης Ἑλλην[ικ]ῆς καὶ βαρβάρου γεγενῆσθαι τὸ σωτήριον πάθος. «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν
30τὴν γῆν, ἕως ὥρας ἐννάτης.» Ἐκλείπει ὁ ἥλιος τοῦ σώματος τῆς σελήνης ὥσ‐ περ τι μεσότοιχον γενομένου καὶ ἀποσκιάζοντος, καὶ μὴ ἐῶντος διαδοθῆναι ἡμῖν τὸ φῶς. Ὅσον οὖν εὑρεθῇ τῆς σελήνης ἀποκρύπτειν τὸν ἥλιον, τοσοῦτον
35καὶ ἡ ἔκλειψις γίνεται. Ἡ δὲ τῆς σελήνης ἔκλειψις ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς γίνεται, ὅταν γένη‐ ται πεντεκαιδεκαταία ἡ σελήνη, καὶ εὑρεθῇ ἐξ ἐναντίας κατὰ τὸ ἄκρον κέντρον, ὁ μὲν ἥλιος ὑπὸ γῆν, ἡ δὲ σελήνη ὑπὲρ γῆν. Ἀποσκίασμα γὰρ ποιεῖ ἡ
40γῆ, καὶ οὐ φθάνει τὸ ἡλιακὸν φῶς φωτίσαι τὴν σελή‐ νην, κἀκεῖθεν ἐκλείπει. «Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πᾶσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.» Οὐ μετ’ ἐκείνων μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ καὶ μετὰ
45πάντων τῶν μετ’ ἐκείνους πιστευόντων. Οὐ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον· ἀλλ’ ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς. Μὴ γάρ μοι, φησὶ, τὴν δυσκολίαν εἴπητε τῶν πρα‐ γμάτων. Ἐγὼ γάρ εἰμι μεθ’ ὑμῶν πάντα ποιῶν

96

.

1412

(50)

εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Πα‐ λαιᾷ συνεχῶς, καὶ τῷ Ἱερεμίᾳ νεότητα προβαλλο‐ μένῳ, καὶ τῷ Μωσῇ, καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις, Ἐγώ εἰμι μεθ’ ὑμῶν. Οὕτω καὶ ἐνταῦθα, τούτοις. Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν.
55Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι πολ‐

96

.

1413

λάκις παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐφθέγ‐ ξαντο εἰς τὴν οἰκουμένην πεμπόμενοι. Τὸ δὲ ἕως, πολλαχοῦ τῆς Γραφῆς, τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει· οὐκ ἀποφάσκει δὲ τὸ μετὰ
5ταῦτα. Εἴρηται νῦν περὶ τῆς Ἀειπαρθένου Θεοτόκου ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ὁ Ἰωσὴφ, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ οὔ τί που οἰητέον ὅτι μετὰ ταῦτα ἀνδρὸς συνάφειαν κατεδέξατο. Ἐπηγγείλατο οὖν κἀνταῦθα ὁ Κύριος ἕως τῆς συν‐
10τελείας εἶναι μεθ’ ἡμῶν, οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος Ἀπό‐ στολος, ὅτι μετὰ τὴν κοινὴν ἀνάστασιν Ἁρπα‐ γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
15Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα μᾶλλον αὐτοὺς ἀφελκύσηται, καὶ μὴ τὰ παρόντα ὁρᾷν ἀηδῆ μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα· τὰ μὲν γὰρ λυπηρά φησιν ἅπερ ὑπο‐ στήσεσθε ἐν τῷ παρόντι βίῳ, συγκαταλύονται· ὅπου
20γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ ὧν ἀπολαύσεσθε ἀθάνατα μένει. Οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα, καὶ τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης ἐξέπεμψεν. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ,
25ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις· ἀλλὰ μὴ φοβηθῶμεν μόνον καὶ φρίττωμεν, ἀλλὰ καὶ μεταβαλλώμεθα ἕως καιρός ἐστι, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ
30Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀν‐ άρχῳ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.