TLG 2934 062 :: JOANNES DAMASCENUS :: Passio sancti Artemii [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Passio sancti Artemii [Dub.] Citation: Volume — page — (line) | ||
96.1252(t1) | ΥΠΟΜΝΗΜΑ ΗΓΟΥΝ ΕΞΗΓΗΣΙΣ | |
t2 | ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ | |
---|---|---|
t3 | ΑΡΤΕΜΙΟΥ | |
t4 | ΣΥΛΛΕΓΕΝ ΑΠΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΦΙΛΟΣΤΟΡΓΙΟΥ ΚΑΙ ΑΛΛΩΝ ΤΙΝΩΝ | |
t5 | ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ. | |
6 | αʹ. Τὰ τοῦ μεγάλου καὶ ἐνδόξου μάρτυρος Ἀρτε‐ μίου διηγεῖσθαι μέλλων ἀνδραγαθήματα, καὶ τὴν ἄθλησιν, τήν τε ἄνωθεν αὐτοῦ καὶ ἐκ προγόνων οὖ‐ σαν εὐγένειαν, ὦ ἱερὰ πανήγυρις καὶ θεοσύλλεκτον | |
10 | σύστημα, αὐτὸν ἐκεῖνον ἐπικαλοῦμαι τὸν μάρτυρα, καὶ τὴν ἐπισκιάζουσαν αὐτῷ χάριν τοῦ Πνεύ‐ ματος, συλλήπτορά μοι γενέσθαι τοῦ λόγου καὶ συνεπίκουρον· καὶ αὐτοὺς ὑμᾶς ἐν παρακλήσει ποιοῦμαι τῶν ὑμετέρων εὐχῶν προσδεόμενος, ἵν’ εὔ‐ | |
15 | οδόν μοι καὶ ἀπρόσκοπον γένηται τουτὶ τὸ ἐγχείρημα, καὶ κατευθύνον πρὸς ἥνπερ ἐξώρμησα τοῦ μαρτυ‐ ρίου αὐτοῦ καὶ τῆς ὁμολογίας διήγησιν. Καὶ μήτις μοι ταῦτα ἐγχειροῦντι ἐπιμεμφέσθω, ἀφορῶν εἰς τὸ πρῶτον καὶ ἀρχαῖον τοῦ θαυμασίου τούτου καὶ ἀοι‐ | |
20 | δίμου ἀνδρὸς ὑπόμνημα· ὁ γὰρ ἐκεῖνο συντάξας, ὡς | 1252 |
96.1253 | ὁ τότε καιρὸς ἀπῄτει, καὶ ὡς εἶχε δυνάμεως, ἔγραψε, πολλῷ θορύβῳ καὶ ταραχῇ τῶν τότε πραγμάτων συνεχομένων. Οὐ μὲν οὖν οὐδὲ αὐτός τις ἦν τῶν πε‐ ριεσκεμμένων τε καὶ περὶ λόγους ἐσπουδακότων, | |
5 | ἀλλ’ ἁπλοῦς τις καὶ ἀπέριττος μόνης τῆς ἀληθείας πεφροντικὼς, καὶ τὸ λέγειν ὅπως οὖν στοχαζόμε‐ νος· καὶ κατὰ τὴν παροιμίαν, ἄκρῳ δακτύλῳ τῆς ἱερᾶς τῶν λόγων παιδείας ἁψάμενος. βʹ. Ὥσπερ οὖν οὐδὲ αὐτὸς ἐγὼ ἀρκούντως ἔχω καὶ | |
10 | ἱκανῶς πρὸς τὴν τοῦ λόγου διήγησιν, κἂν ὁ πόθος τοῦ μάρτυρος καθέλκει καὶ τυραννεῖ μου τὸν λογισμὸν καὶ πρὸς τὸ λέγειν βιάζεται, ἐπαινετὸς μέντοι τῆς προθυμίας καὶ τῆς περὶ τὸν μάρτυρα πίστεως, ὅτι κἂν ὁπωσοῦν ἐτόλμησεν ἅψασθαι τῆς περὶ τὸ μαρτύ‐ | |
15 | ριον αὐτοῦ διηγήσεως, μάλιστα τοῦ ἀποστάτου καὶ ἀσεβοῦς Ἰουλιανοῦ παραγγείλαντος τοῖς ἁλισκομέ‐ νοις ἐπὶ τὸ τοῦ Χριστοῦ μαρτύριον μήτε ὑπόμνημα, μήτε ἄλλην τὴν οἱανοῦν ποιεῖσθαι ἀναγραφὴν, καθὼς οἱ πρότερον βασιλεῖς ἐνομοθέτησαν, ἀλλὰ τοὺς | |
20 | πλείονας αὐτῶν ἀναπολογήτους ἀπόλλυσθαι· τούτου τοῦ παραγγέλματος πανταχόσε καταφοιτήσαντος, ἐκολάζοντο μὲν οἱ τὸν Χριστὸν ὁμολογοῦντες· κατὰ δὲ τὸ κρατοῦν ἔθος, οὐδεὶς τῶν ἐκ τοῦ δήμου κομεν‐ ταρισίων, ἢ τῶν λεγομένων ταχυγράφων, πρόνοιαν | |
25 | ἐποιεῖτο τοῦδε τοῦ παραγγέλματος. Ἐσπούδαζε γὰρ ὁ παράνομος καὶ αὐτὴν τῶν μαρτύρων ἐξαφανίσαι τὴν εὔκλειαν. Μόλις οὖν τινες ἐν ζοφεροῖς τισι καὶ ἀλαμπέσι τόποις κατακρυπτόμενοι, τοιούτων ἐφ‐ άπτεσθαι ἐτόλμων ὑπομνημάτων, τὴν τοῦ κρατοῦντος | |
30 | δεδιττόμενοι ἀγριότητα. Πολλαὶ μὲν οὖν μυριάδες ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῶν Χριστιανῶν κατ‐ εφθείροντο, μηδὲ μιᾶς τινος κατὰ τὸ κρατοῦν ἔθος ἀξιούμενοι ἐρωτήσεως· ἀλλὰ τοῦτο μὲν οὐδὲν παρ‐ έβλαψε τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, τὸ μὴ τυχεῖν | |
35 | ὑπομνήματος· ὧν γὰρ τὰ ὀνόματα ἐν οὐρανοῖς Θεὸς ἀπεγράφετο, οὐδεμία τις ἦν χρεία τῶν παρ’ ἀνθρώ‐ ποις ὑπομνημάτων. Ἀλλὰ περὶ μὲν τούτων ἅλις. γʹ. Ἐγὼ δὲ, ὦ ἱερὰ πανήγυρις, καὶ Χριστοῦ λαὸς θεοσύλλεκτος, ἔθνος ἅγιον καὶ βασίλειον ἱερά‐ | |
40 | τευμα, πολλοῖς ἐντυχὼν συγγράμμασι, καὶ μάλιστα τῶν τὰς ἱστορίας καὶ πράξεις τῶν βασιλέων συντα‐ ξαμένων, ἔπειτα δὲ καὶ τῶν περὶ τὴν ἐκκλησιαστι‐ κὴν ἱστορίαν σπουδασάντων, καὶ τὸ τοῦ μάρτυρος | |
εὑρὼν ὄνομα ὧδε κἀκεῖσε διαθρυλλούμενόν τε καὶ | 1254 | |
96.1256 | περιφερόμενον, καὶ ἄνδρα περιφανῆ τε καὶ διαβόη‐ τον πάντων αὐτὸν ὁμολογούντων, οὐκ ᾠήθην ταῦτα τῆς λήθης ἐνθάψαι βυθοῖς, ἀλλ’ εἰς τὸ φανερὸν ἀγα‐ γεῖν, καὶ ὑμῶν προθῆναι ταῖς ἀκοαῖς ὡς φιλοχρί‐ | |
5 | στοις τε οὖσι καὶ φιλομάρτυσιν· ἵνα μὴ ἐν ὀλίγαις τισὶ συλλαβαῖς τὰ τηλικαῦτα ἐπηλυγάζωνται τοῦ θείου μάρτυρος πλεονεκτήματα· ἅμα τε καὶ ὑμῶν κατευφράναι σπεύδων τᾶς ἀκοὰς, ἔκ τε τῶν τῆς ἱστορίας διηγημάτων, καὶ τῶν ἀρτίως ἀναφανέντων | |
10 | τοῦ μάρτυρος ἀνδραγαθημάτων. δʹ. Πολλοὶ μὲν οὖν τῶν τὰς ἱστορίας γραψάντων τοῦ ἀοιδίμου τούτου ἀνδρὸς ἐμνημόνευσαν, Εὐσέβιός τε ὁ Παμφίλου ὀνομαζόμενος, καὶ Σωκράτης ὁ τῆς Ναυάτου αἱρέσεως, καὶ Φιλοστόργιος ὁ τῆς Εὐνομίου | |
15 | καὶ αὐτὸς ὑπάρχων αἱρέσεως, Θεοδώρητός τε καὶ ἄλλοι πλείονες. Ὧν ὁ μὲν Εὐσέβιος ἐν τοῖς χρόνοις τοῦ μεγάλου Κωνσταντίνου ὤν τε καὶ γνωριζόμενος, καὶ τῶν τότε ἐπισκόπων ὑπάρχων ὁ λογιώτατος, παρεισάγει τὸν μάρτυρα τῆς συγκλήτου βουλῆς ἕνα | |
20 | τυγχάνοντα, καὶ γνώριμον ἐς τὰ βασιλέως ὑπάρ‐ χοντα, καὶ τῆς περὶ τὸν Κωνστάντιον τὸν αὐτοῦ υἱὸν ἑταιρίας, εἴτ’ οὖν φιλίας, σπουδαστὴν ἀκριβέστατον. Φαίνεται γὰρ ὁ Μακάριος μηδὲ πώποτε τῆς πρὸς τὸν Κωνστάντιον φιλίας ἀποσπασάμενος, τὸ ἔνδοξον αὐ‐ | |
25 | τοῦ καὶ μεγαλουργὸν ὑποφαίνων τῆς φύσεως· ὁ δέ γε Φιλοστόργιος, εἰ καὶ διάπυρος ἐραστὴς τῆς Εὐνο‐ μίου ὑπάρχει αἱρέσεως, ἀλλ’ ὅμως ὑπὲρ πάντας ἐκθειάζει τὸν μάρτυρα, πολλήν τινα τὴν ἔνστασιν καὶ ἀκρίβειαν τῶν αὐτοῦ πράξεων ποιησάμενος, ἐκ | |
30 | τῶν ἄνωθεν χρόνων τὴν τῷ μάρτυρι προσοῦσαν εὐ‐ γένειαν ὑποσημηνάμενος, καὶ πρὶν ἢ τῶν τοῦ μαρ‐ τυρίου ἀγώνων ἐφάψασθαι. Ἄρξομαι τοίνυν κἀγὼ τῆς κατ’ αὐτὸν ἱστορίας, ὡς αἱ παλαιῶν διαγορεύ‐ ουσιν δέλτοι. εʹ. Τῆς εἰδωλολατρείας ἄρτι καταπαυθείσης, καὶ | |
35 | τῆς τῶν δαιμόνων ἀπάτης κατασβεσθείσης, ἐκ τῆς γενομένης φιλανθρωπίας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τὸν μακάριον καὶ ἀοίδιμον Κωνσταντῖνον, τὸν ὑπέρλαμπρον καὶ εὐσεβῆ βασιλέα, τὸν τοῦ Κώνσταντος υἱὸν καὶ | |
40 | τῆς μακαρίας Ἑλένης, ὅπως τε αὐτὸν ἐκ τῆς μα‐ ταίας τῶν εἰδώλων πλάνης ἀνεκαλέσατο, καὶ τῆς τοῦ ζωοποιοῦ σταυροῦ ἐν οὐρανῷ ἐπιδείξεως, πῶς τε τῶν ἐχθρῶν καὶ παρανόμων βασιλέων περιεγένετο διὰ τῆς τοῦ τιμίου σταυροῦ ἐνεργείας τε καὶ δυνάμεως, καὶ | |
45 | πῶς τὸ Χριστιανῶν θεοφιλὲς ὑψώθη κέρας, ὑπὸ τῆς αὐτοῦ προθυμίας καὶ πίστεως, συγκροτούμενόν τε καὶ συναυξανόμενον, ὥστε τὸ τοῦ Χριστοῦ κήρυγμα πᾶσαν πληρῶσαι τὴν οἰκουμένην, καθαιρεθῆναι δὲ πάντας τοὺς βωμοὺς τῶν εἰδώλων καὶ ξόανα καὶ | |
96.1256(50) | ναοὺς ἅπαντας, ὅποι ποτὲ γῆς ἐτύγχανον, ἀνοικοδομεῖσθαι δὲ τὰς τοῦ Θεοῦ ἐκκλησίας, ἃς οἱ μισό‐ | |
χριστοι καὶ δυσσεβεῖς βασιλεῖς κατηνάλωσαν. | 1256 | |
96.1257 | ϛʹ· Τούτων οὖν γινομένων, οὐκ ἤνεγκεν τὴν τοσ‐ αύτην μεταβολὴν ὁ τοῖς καλοῖς βασκαίνων διάβολος, ἀλλ’ ἤγειρε ζάλην καὶ τάραχον διὰ τῶν αὐτοῦ οἰ‐ κείων ὑπασπιστῶν. Ἄρειος γὰρ ὁ τῆς μανίας ἐπ‐ | |
5 | ώνυμος, τῆς ἐν Ἀλεξανδρείᾳ Ἐκκλησίας ὑπάρχων πρεσβύτερος, δεινῶς τε ταύτην ἐτάραξε, δόγμα κι‐ νήσας παράνομον καὶ πάσης βλασφημίας ἀνάμεστον. Ἔφασκε γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν προαιώνιον, κτίσμα εἶναι, καὶ τῆς τοῦ Θεοῦ καὶ Πα‐ | |
10 | τρὸς οὐσίας ἀλλότριον. Διά τοι ταῦτα ἡ ἐν Νικαίᾳ τῶν ἁγίων τριακοσίων δεκαοκτὼ Πατέρων ἀθροίζε‐ ται σύνοδος, καὶ τὸν Ἄρειον καθελοῦσα, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κηρύττει τοῦ Πατρὸς ὁμοούσιον. Ἀλλὰ ταῦτα μὲν αἵ τε τῶν ἔξ‐ | |
15 | ωθεν ἱστορίαι διαγορεύουσιν, οὐκ ὀλίγοι δὲ τῶν ἡμετέρων διηκρίβωσάν τε καὶ κατετράνωσαν ἐμοὶ δὲ περὶ ταῦτα διατρίβειν ὁ νῦν οὐχ ἁρμόσει καιρὸς, ἄλλης περὶ τούτων δεομένης ἀκριβεστέρας σχολῆς τε καὶ διασκέψεως. Τὰ δὲ νῦν τὸ φθάσαν αὐτὸν τοῦ | |
20 | βίου τέλος διηγήσομαι. ζʹ. Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταν‐ τῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆς αὐτοῦ βασιλείας, καὶ τοῦ δευτέρου ἐπιβὰς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρσας εἰς πόλεμον ἐπ’ αὐτὸν | |
25 | παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ πόλεως, ἄχρι τῆς Νικομηδείας ὤφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑαυτοῦ ἀδελφῶν, φάρμακον αὐτῷ δηλητήριον ἐκχεαμένων, ἀστέρος, ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαν‐ | |
30 | τος. Ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοὶ πρὸς πατρὸς οἵδε, Δαλμάτιος, Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξ Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιοτεύοντι· ἐκ δὲ τῆς θυγατρὸς Μαξιμιανοῦ, τοῦ Ἑρκουλλίου ἐπονομαζομένου, Θεοδώρας, ἕτεροι γε‐ | |
35 | γόνασιν αὐτῷ παῖδες· ὅ τε προῤῥηθεὶς Δαλμάτιος, καὶ Ἀναβαλλιανὸς, καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτίμησε. Τούτων ὁ Κωνστάντιος ἐκ τῆς συναφθείσης αὐτῷ γαμετῆς γεννᾷ Γάλλον τε καὶ Ἰουλιανὸν τὸν παραβάτην ἐπι‐ | |
40 | κληθέντα, διὰ τὸ τὸν Χριστὸν ἐξομόσασθαι, καὶ πρὸς τὴν Ἑλληνικὴν ἀποκλῖναι θρησκείαν· ὃς καὶ τὸν μέγαν τοῦ Χριστοῦ μάρτυρα καὶ πολύαθλον Ἀρτέ‐ μιον ἐν τῷ βασιλεύειν αὐτὸν ἐκόλασε, διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ τὸν ζῆλον τὸν ἔνθεον. Ἀλλὰ ταῦτα | |
45 | μὲν ὕστερον καὶ μετὰ χρόνου γεγόνασιν. ηʹ. Ἐγὼ δὲ τὰ πεπραγμένα τοῖς ἄνω χρόνοις δι‐ ηγησάμενος, ἐπὶ τὰ συμβάντα τῷ μάρτυρι πάλιν τρέψω τὸν λόγον· πῶς τε ὁ παράνομος καὶ παρα‐ βάτης Ἰουλιανὸς καὶ τίνι τρόπῳ ἐπὶ τὸ τῆς βασι‐ | |
96.1257(50) | λείας ἦλθεν ἀξίωμα· καὶ πῶς ὁ τοῦ Χριστοῦ μάρτυς Ἀρτέμιος εἰς τὸ τῆς Χριστοῦ ὁμολογίας πανίερον ἔδραμε στάδιον. Ἄρτι τοῦ μεγάλου Κωνσταντίνου τελευτήσαντος, ἡ τῶν Ῥωμαίων ἀρχὴ εἰς τρεῖς | |
διῃρέθη ἀρχὰς, τῶν υἱῶν αὐτοῦ, Κωνσταντίνου, | 1258 | |
96.1260 | Κωνσταντίου τε καὶ Κώνσταντος, ταύτας μερισα‐ μένων. Καὶ τῷ μὲν πρώτῳ Κωνσταντίνῳ αἱ ἄνω Γαλλίαι καὶ τὰ ἐπέκεινα Ἄλπεων, αἵ τε Βρετανικαὶ νῆσοι, καὶ ἕως τοῦ ἑσπερίου ὠκεανοῦ κλῆρος ἐδό‐ | |
5 | θησαν· τῷ δέ γε Κώνσταντι, ὡς ὑστάτῳ, αἱ κάτω Γαλλίαι, ἤγουν ἡ Ἰταλία καὶ αὐτὴ Ῥώμη. Ὁ δὲ Κωνστάντιος ὁ δεύτερος τῶν Κωνσταντίνου υἱῶν, ὃς ἦν ἐπὶ τῶν τῆς ἑῴας τότε πραγμάτων πρὸς τοὺς Πέρσας ἀγωνιζόμενος, τὸ τῆς ἑῴας ἀσπάζεται μέ‐ | |
10 | ρος· καὶ τότε Βυζάντιον μετονομασθὲν εἰς Κωνσταν‐ τινούπολιν, καὶ νέαν Ῥώμην, ποιεῖται βασίλειον, καὶ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῆς Προποντίδος ὁπόσα ὑπήκοα Ῥωμαίοις, τήν τε Συρίαν καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ Αἴγυπτον, καὶ τὰς νήσους | |
15 | ἁπάσας, τῇ αὐτοῦ βασιλείᾳ καὶ πολιτείᾳ ὑποτελῆ καθίστησιν. θʹ. Ὁ δὲ μέγας Ἀρτέμιος συνῆν τῷ Κωνσταντίῳ ἐν παντὶ καιρῷ τε καὶ πράγματι, ὡς ἅτε φίλος ἄριστος, καὶ τῶν ἐπ’ ἀρετῇ καὶ παιδείᾳ λαμπρυνο‐ | |
20 | μένων, καὶ τῆς Χριστιανῶν πίστεως διάπυρος ἐρα‐ στής. Πατρίδος καὶ γένους αὐτοῦ ἀνάγραπτον μνή‐ μην οὐδεὶς ἡμῖν παραδέδωκεν, πλὴν ὅτι τῶν εὐπα‐ τριδῶν καὶ μεγάλων ὑπῆρχεν ὁ τρισμακάριστος. Ἐξ ὧν καὶ τάδε τὰ περὶ αὐτοῦ ἀναγέγραπται, ὅτι τὰ | |
25 | πανάγια λείψανα τῶν τοῦ Χριστοῦ ἀποστόλων Ἀν‐ δρέου καὶ Λουκᾶ καὶ Τιμοθέου, αὐτός ἐστιν ὁ τὴν ἀνακομιδὴν αὐτῶν ὑπὸ Κωνσταντίου ποιήσασθαι κελευσθεὶς, ὡς προϊὼν ὁ λόγος διδάξει· ἐγὼ δὲ ἅπαντα ταῦτα καθεξῆς διηγήσομαι ἐπὶ τοὺς χρόνους | |
30 | διαβαίνων καὶ ἐκτιθέμενος κατὰ τὴν δεούσαν τῶν πραγμάτων ἀκρίβειαν. Ὡς οὖν εἴρηται, τῶν βασιλέων τριῶν τυγχανόντων, καὶ τῆς αὐτοῦ μοίρας ἑκάστου αὐτῶν βασιλεύοντος, ὁ πρῶτος αὐτῶν Κων‐ σταντῖνος τῆς οἰκείας μερίδος ἀπαναστὰς καὶ πρὸς | |
35 | τὴν τοῦ ἐσχάτου ἀδελφοῦ κληροδοσίαν ἐπανελθὼν, ἐκείνου πρὸς τὴν Ῥώμην ἀποδημήσαντος, ἐπεχείρει τι τῶν ἀδίκων κατὰ τοῦ ἀδελφοῦ διαπράξασθαι· καὶ αὐτὸν μὴ παρόντα διέβαλλεν, ὡς οὐ καλῶς τῶν πραγ‐ μάτων διανεμηθέντων, καὶ ὅτι πλεῖστον μέρος τῆς | |
40 | αὐτῷ προσηκούσης ἀρχῆς ἐσφετερίσατο. Οἱ δὲ τῆς χώρας στρατηγοί τε καὶ φύλακες, οὓς ὁ Κώνστας ἐχειροτόνησεν, οὐκ ἔφασαν χωρὶς τῆς ἐκείνου γνώ‐ μης τε καὶ βουλῆς δύνασθαί τι μικρὸν ἢ μέγα μετακινεῖν· ἀνόσιον γάρ· ὁ δὲ πρὸς πόλεμον ἀπο‐ | |
45 | δύεται, καὶ ὅπλα κινεῖ κατὰ τοῦ μηδὲν ἀδικήσαν‐ τος. Πίπτει τοίνυν ὁ Κωνσταντῖνος ἐν τῷ πολέμῳ μαχόμενος, καὶ τῆς μερίδος τῶν ἀλλοτρίων ἐπιθυ‐ μῶν, καὶ ἅπερ ἐδόκει βεβαίως κρατεῖν προσαπ‐ | |
ώλεσεν. | 1260 | |
96.1261 | ιʹ. Ὁ τοίνυν τούτου λαὸς ἀποκλίνει πρὸς Κών‐ σταντα, καὶ γίνεται πᾶσα ἡ τῆς Ἑσπέρας ἀρχὴ ὑπ’ ἐκείνῳ μηδὲν περὶ ταύτης σπουδάσαντι· τοῦ Θεοῦ ταῦτα δικάσαντος, Μὴ κίνει ὅρια πατέρων σου, | |
5 | μὴδε τοῦ πλησίον καθάπτου τῆς αὔλακος· ὁ γὰρ κατὰ τοῦ πλησίον πονηρευόμενος, αὐτὸς ἑαυτῷ συν‐ άγει τὸν ὄλεθρον, τὴν τοῦ Θεοῦ δίκην ἐφ’ ἑαυτὸν ἐπισπώμενος. Βασιλεύει τοίνυν ὁ Κώνστας ἐφ’ ὅλης τῆς Ἑσπερίου ἀρχῆς, τὰς δύο κληροδοσίας εἰς ἓν | |
10 | συνάψας, καὶ μίαν ἀρχὴν ἀμφότερα τὰ μέρη στη‐ σάμενος. Οὐ πολὺς ἐν μέσῳ καιρὸς, καὶ ὁ Κώνστας εἰς κώμους καὶ μέθας ἐναποκλίνας, καὶ ἀλλοκότους ἐρώτων διαγωγὰς, ῥᾳθύμως τὴν ὅλην ἀρχὴν διεπέτ‐ τευε, τὸ τῆς βασιλείας μέγεθος ἐξερχόμενος· ἐπι‐ | |
15 | βουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν στρατηγῶν, Μαγνεντίου, καὶ μετὰ τῆς βασι‐ λείας προσαπόλλυσι καὶ τὸ ζῇν. Τούτου πεσόντος, κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ’ οὗ τῆς τυ‐ ραννίδος συναπελάβοντο Νεποτιανὸς καὶ Βρεττα‐ | |
20 | νίων. ιαʹ. Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἐκ τῶν τῆς ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνατολῆς, καὶ πρὸς τὴν Ἑσπέραν γενόμενος, συνάπτει πρὸς ἀμφοτέρους πόλεμον, καὶ κατὰ κράτος νικᾷ, τοῦ | |
25 | Βρεττανίωνος πρὸς αὐτὸν ἀποκλίναντος· ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον μέγιστον τε καὶ δεινῶς ἐκφανὲν ἅπαν, ὡς ὑπεραστράπτειν τῷ πληκτικῷ τῆς αἴγλης τῆς ἡμέρας τὸ φῶς, ἐπὶ τῶν Ἱεροσολύμων ὤφθη περὶ τρίτην ὥραν μάλιστα τῆς ἡμέρας, τῆς ἑορτῆς | |
30 | τῆς λεγομένης Πεντηκοστῆς ἐνεστηκυίας, διῆκον ἀπὸ τοῦ Κρανίου λεγομένου τόπου, ἄχρι καὶ τοῦ Ἐλαιῶνος ὄρους, ὅθεν ὑπῆρχεν ὁ Σωτὴρ τὴν ἀνάληψιν ποιησάμενος. Κρατεῖ τοίνυν τῆς βασιλείας ἁπάσης Κωνστάντιος, τῶν τοῦ μεγάλου Κωνσταντίνου υἱῶν | |
35 | μόνος ὑπολειφθείς. ιβʹ. Ἀτενίσας οὖν πρὸς τὸ τῆς ἀρχῆς μέγεθος, καὶ εἰλιγγιάσας, ὡς ἅτε δὴ ἄνθρωπος ὢν, καὶ μὴ ἔχων τὸν ἐκ τοῦ γένους αὐτῷ συνασπίζοντα· οὔτε γὰρ αὐτῷ παῖς ἐγεγόνει, οὔτε τις τῶν ἀδελφῶν κατελέ‐ | |
40 | λειπτο· καὶ δείσας μή τις αὐτῷ πάλιν ἐπανασταίη τύραννος κατὰ τῆς αὐτοῦ βασιλείας ἐξανιστάμενος, σκέπτεται τῶν συγγενῶν τινα λαβεῖν σύγκληρον καὶ τῆς βασιλείας ὑπασπιστήν. Ὃ δὴ καὶ πεποίηκε, Γάλλον τὸν Ἰουλιανοῦ ἀδελφὸν Καίσαρα προστησά‐ | |
45 | μενος· ἀνεψιὸς δὲ πρὸς πατρὸς ὁ Γάλλος ἦν αὐτῷ· Κωνσταντῖνος γὰρ, ὁ Γάλλου καὶ Ἰουλιανοῦ πατὴρ, ἀδελφὸς ἦν Κωνσταντίνου τοῦ μεγάλου. Τοῦτον οὖν ἐν τῷ Σιρμίῳ προχειρισάμενος, γυναῖκά τε αὐτῷ ζεύγνυσι τὴν ἑαυτοῦ ἀδελφὴν Κωνστάντιος, | |
96.1261(50) | πίστεως καὶ βεβαιότητος χάριν· καὶ ἄρχοντας αὐτῷ δίδωσιν αὐτὸς καταστήσας· οὐ γὰρ ἐκείνῳ γε ἐφεῖτο Καίσαρί γε ὄντι· Θαλάσσιον μὲν ἀποστείλας ἔπαρ‐ | |
χον πραιτωρίων· Μόντιον δὲ, ἐπὶ τῶν βασιλικῶν | 1262 | |
96.1264 | πραγμάτων, οὓς κοιαίστωρας αὐτοῖς ὀνομάζειν φί‐ λον, ἅμα καὶ πατρίκιον αὐτὸν ποιησάμενος. Ὁ δὲ Γάλλος, ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας, εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μα‐ | |
5 | θόντες οἱ Πέρσαι κατωῤῥόδησαν, νέον τε αὐτὸν καὶ θερμουργὸν εἰς τὰ ἔργα πυθόμενοι, οὐκέτι ἐποιή‐ σαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἐξέλασιν. Καὶ ὁ μὲν ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας ἦν· Κωνστάντιος δὲ ἐν τῇ Ἑσπέρᾳ καθίστη τὰ πράγματα· καὶ τότε δὴ | |
10 | μάλιστα καθαρῶς ἡσύχασεν ἡ Ῥωμαίων ἀρχὴ, πρὸς ἀμφοτέρων φυλαττομένη. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. ιγʹ. Ὁ δὲ Γάλλος τοῦ Καίσαρος ἀμφιασάμενος ἀλουργίδα, καὶ ἤδη τῶν πρώτων τῆς βασιλείας ἀρξά‐ | |
15 | μενος ἐπιβαίνειν ἀναβαθμῶν, οὐκ ἔμενεν ἐπὶ τῆς αὐ‐ τῆς γνώμης καὶ πίστεως ἧς πρὸς τὸν Κωνστάντιον ἐποιήσατο, ἀλλὰ βαρύς τις ἦν καὶ ἀκάθεκτος καὶ τὴν ὀργὴν ἀπαραίτητος· φρονήματος γὰρ ἀκαίρου καὶ βουλῆς ἀνωμάλου δραξάμενος, ὑπερέβη τοὺς ὅρους, | |
20 | καὶ τὰς συνθήκας ἐφαύλισεν ἃς πρὸς τὸν Κωνστάν‐ τιον ἐποιήσατο, βασιλικώτερον τῶν πραγμάτων ἁπτό‐ μενος, καὶ μετὰ πολλοῦ τοῦ θράσους καὶ τῆς ἀλαζο‐ νείας διαταττόμενος. Τοὺς γὰρ ἄρχοντας οὓς σὺν αὐτῷ ἐπεπόμφει Κωνστάντιος, τῶν βασιλικῶν τε καὶ | |
25 | πολιτικῶν πραγμάτων ὄντας διαιτητὰς, τόν τε πραι‐ τωρίων ἔπαρχον Δομετιανὸν (ὁ γὰρ Θαλάσσιος ἐτε‐ θνήκει), καὶ τὸν ἐπὶ τοῦ κοιαίστωρος Μόντιον, διὰ τὸ μὴ πειθαρχεῖν αὐτοὺς καὶ ὑπουργεῖν ταῖς παραλό‐ γοις αὐτοῦ καὶ ἀκαθέκτοις ὁρμαῖς, σχοίνους | |
30 | τοῖς στρατιώταις τῶν ποδῶν αὐτῶν ἐξάψασθαι παρα‐ κελευσάμενος, ἐπὶ τῆς ἀγορᾶς συρῆναι προσέταξεν, καὶ ἀμφοτέρους ἀπέκτεινεν, ἄνδρας ἐν ἀξιώμασι δια‐ πρέψαντας, καὶ παντὸς κέρδους καὶ λήμματος εὑρε‐ θέντας ὑψηλοτέρους· οὓς ὁ τῆς πόλεως περιστείλας | |
35 | ἐπίσκοπος ἔθαψεν, αἰδεσθεὶς τὸ τῆς ἀρετῆς αὐτῶν ἀνυπέρβλητον. ιδʹ. Ὁ δὲ Κωνστάντιος, ἐπειδὴ τάχιστα ἐπύθετο τὸ συμβὰν, μετάπεμπτον ὡς ἑαυτὸν ἐποιεῖτο τὸν Γάλ‐ λον. Ὁ δὲ, εἰδὼς μὲν ὡς οὐκ ἐπ’ ἀγαθῷ τυγχάνει κα‐ | |
40 | λούμενος, ἐννοῶν δὲ πάλιν ὡς, εἰ μὴ βούλοιτο ὑπ‐ ακούειν, πόλεμον ἀνάγκη ποιεῖν, ὅπλα πρὸς Κωνστάν‐ τιον ἐκ τοῦ εὐθέως ἀράμενον, αἱρεῖται μᾶλλον τὰ τῆς εἰρήνης, καὶ τὴν γυναῖκα προαποστείλας ὡς τὸν Κωνστάντιον ἐκμειλίξασθαι, καὶ αὐτὸς ἀπῄει αὐτόμο‐ | |
45 | λος ἐπὶ τὸν κίνδυνον. Ἡ μὲν οὖν Κωνσταντίνα προ‐ τέρα ἐξώρμησε προεντυχεῖν τῷ ἀδελφῷ, καὶ αἰδέσα‐ σθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρὸς προθυμουμένη, τοῦ μή τι εἰς αὐτὸν βουλεύσασθαι ἀνήκεστον· πολλῇ δὲ προ‐ θυμίᾳ περὶ τὴν ὁδοιπορίαν χρωμένη, εἰς νόσον τε ἔπε‐ | |
96.1264(50) | σε μεταξὺ πορευομένη, καὶ Βιθυνίας ἐπιβᾶσα, ἐν σταθμῷ τινι ταύτης Γαλλικάνῳ λεγομένῳ ἀπέθανεν. Ὁ δὲ Γάλλος καὶ τοῦτο παράδοξον αὐτῷ συμβὰν μεγάλην συμφορὰν ποιησάμενος, ὅμως τοῖς πρόσω τῶν δεδογμένων οὐκ ἐξιστάμενος. Ἐπεὶ δὲ εἰς Νωρί‐ | |
55 | κους ἀφίκετο πόλιν αὐτῶν Πυταβιῶνα καλουμένην, ἐνταῦθα δὴ ἀπὸ Μεδιολάνου καταπέμπεται στρατη‐ | |
γὸς Βαρβατίων, ἐκεῖ τοῦ Κωνσταντίου τὸ τηνικαῦτα | 1264 | |
96.1265 | τυγχάνοντος· ὃς τὸν Γάλλον ἀφαιρεῖται τῆς ἁλουργί‐ δος, καὶ εἰς ἰδιώτην μετασκευάσας, ἐξόριστον αὐτὸν εἴς τινα νῆσον τῆς Δαλματίας κατέστησε. ιεʹ. Τοῦ δὲ Γάλλου εἰς τὴν νῆσον ἀπηγμέ‐ | |
5 | νου, οἱ τὸ πᾶν ἐπ’ αὐτῷ συστήσαντες, Εὐσέβιος δὲ μάλιστα ἦν ὁ εὐνοῦχος ὁ τὴν τοῦ πραιποσίτου τιμὴν ἔχων, καὶ οἱ σὺν αὐτῷ, πείθουσι Κωνστάντιον ὡς τάχιστα τὸν Γάλλον ποιήσασθαι ἐκ ποδῶν. Ὁ δὲ πει‐ σθεὶς, πέμπει τοὺς ἀποκτενόντας αὐτόν· καὶ ἤδη | |
10 | τούτων ἀφικνουμένων, πάλιν ὁ Κωνστάντιος εἰς ἔλεον μετεκλίθη, καὶ πέμπει διὰ ταχέων ἑτέρων γραμμά‐ των τὸν Γάλλον τοῦ πάθους ἀνακαλούμενος. Ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα Μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ | |
15 | γράμμα, πρὶν ἂν πύθοιτο τὸν Γάλλον ἀνῃρημένον. Ἐγένετο ταῦτα, καὶ ὁ Γάλλος ἐτεθνήκει. Ὁ δὲ Κων‐ στάντιος περὶ τοῖς πράγμασι δείσας, μὴ οὐχ οἷός τε ᾖ μόνος ἁπάσης εἶναι τῆς ἀρχῆς ἐγκρατὴς, ἄλλως τε καὶ τῶν Γαλατῶν ὀξύτατα δὴ καὶ ὁπότε προθυμη‐ | |
20 | θεῖεν εἰς τὰς τυραννίδας ἐγειρομένων, διά τε σώμα‐ τος ἰσχὺν καὶ κουφότητα φρονημάτων, μετέμελε τότε τὸν Γάλλον ὑπεξελών· καὶ λογισάμενος ὡς τὸ συγγε‐ νὲς τοῦ ὀθνείου καὶ ἀλλογενοῦς ἀσφαλέστερον εἶναι μακρῷ πρὸς κοινωνίαν τῆς βασιλείας, Ἰουλιανὸν τὸν | |
25 | ἀδελφὸν τοῦ Γάλλου ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος ἐν τῇ Μεδιολάνῳ, Καίσαρα ἀνέδειξεν, καὶ τὴν ἀδελ‐ φὴν αὐτῷ τὴν ἑαυτοῦ Ἑλένην εἰς γάμον ἐκδοὺς, καὶ τὰ πιστὰ πρὸς αὐτὸν ποιησάμενος, τοῦτον μὲν ἐξ‐ έπεμψεν εἰς τὰς Γαλλίας φύλακα τῆς ἐκεῖσε βασιλείας | |
30 | ἐσόμενον· αὐτὸς δὲ εἰς Ἰλλυριοὺς ἀφικόμενος, ἐν τῷ Σιρμίῳ διῆγεν. ιϛʹ. Ἀκούσας δὲ ταῦτα ὅτι οἱ πέραντοι Ἴστρου βάρβαροι μέλλουσιν ἐπιστρατεύειν τῇ τῶν Ῥωμαίων ἀρχῇ, ἀπάρας ἀπὸ τοῦ Σιρμίου πρὸς τὸν Ἴστρον | |
35 | διέβη, καὶ πρὸς αὐτῇ τῇ ὄχθῃ χρόνον οὐκ ὀλίγον ποιήσας, ἐπεὶ τὰ τῶν βαρβάρων ἠρέμει συ‐ στήματα, πάλιν ἐπὶ τὴν Θρᾴκην ἤλαυνεν· ἐπεὶ δὲ ἐν Ὀδρυσοῖς ἐτύγχανε γεγονὼς, ἔνθα πόλιν κτίσας Ἀδριανὸς ὁ βασιλεὺς τὴν ἑαυτοῦ καταλέλοιπε τῷ τόπῳ | |
40 | προσηγορίαν, ἐπύθετο πρός τινος τῶν ἐπισκόπων, ὡς τὰ σώματα τῶν τοῦ Χριστοῦ ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ, ἐν Ἀχαΐᾳ τεθαμμένα τυγχάνουσιν, Ἀν‐ δρέου μὲν ἐν Πάτραις, Λουκᾶ δὲ ἐν Θήβαις τῆς Βοιω‐ τίας. Ὡς οὖν ἤκουσεν ὁ βασιλεὺς ταῦτα Κωνστάν‐ | |
45 | τιος, ἥσθη τε τῷ λόγῳ καὶ ἐπὶ μέγα ἐβόησε, καὶ πρὸς τοὺς παρόντας φησί· Καλέσατέ μοι Ἀρτέμιον. Τοῦ δὲ τάχος παραγεναμένου, Συγχαίρω σοι, ἔφη, ἀνδρῶν ἁπάντων θεοφιλέστατε. Ὁ δὲ πρὸς αὐτόν· Καὶ εἴης μοι κεχαρμένος, ὦ βασιλεῦ, διὰ παντὸς, καὶ μήποτέ | |
96.1265(50) | σε τῶν ὀχληρῶν τι καταλήψεται. Καὶ ὁ βασιλεύς· Ζη‐ τεῖς δέ τι χαριωδέστερον, ὦ φίλων ἄριστε, τῆς τῶν σωμάτων τῶν τοῦ Χριστοῦ ἀποστόλων εὑρέσεως; Καὶ ὁ μέγας Ἀρτέμιος· Τίς καὶ πόθεν, ὦ δέσποτα, ὁ τοῦ‐ τον ἡμῖν τὸν θησαυρὸν φανερώσας τὸ τήμερον; Καὶ ὁ | |
55 | Κωνστάντιος. Ὁ τῆς Ἀχαΐας ἐπίσκοπος ὁ νῦν ἐφ‐ ορεύων ἐν Πάτραις· ἀλλ’ ἄπιθι, ἀνδρῶν ἄριστε, καὶ τὸ τάχος ἐν Κωνσταντινουπόλει τὴν τούτων ἄνοδον | |
ποίησον. | 1266 | |
96.1268 | ιζʹ. Ταῦτα παρὰ τοῦ βασιλέως ἀκούσας ὁ μέγας Ἀρτέμιος, ἐπορεύετο τὴν ἐπὶ τοὺς ἀποστόλους ὁδὸν, ἀνακομίσων τὰ τούτων πανάγια λείψανα ἐπὶ τὴν Κωνσταντινούπολιν· ὁ δὲ τὴν ἱστορίαν γράφων, | |
5 | τοιαῦτα περὶ Κωνσταντίου καὶ τοῦ μάρτυρος φάσκει. Λέγεται δὴ περὶ Κωνσταντίου ὅτι οὐ μόνον τὰ πρὸς Θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσε‐ βοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆς Νικομηδείας | |
10 | ἐπισκόπου συνελασθεὶς, ἐπεὶ τά γε ἄλλα μέτριος, καὶ εὐσχημοσύνης ἐς τὰ μάλιστα ἐπιμελούμενος, καὶ σω‐ φροσύνης ἄκρας ἐπειλημμένος περί τε τὴν δίαι‐ ταν καὶ τὸν ἄλλον τρόπον· καὶ πλείστην γε τὴν εἰς τὰς ἐκκλησίας ἐποιεῖτο σπουδὴν, μακρῷ τὸν ἑαυτοῦ | |
15 | πατέρα ταῖς περὶ ταῦτα προθυμίαις ὑπερβαλέσθαι φιλοτιμούμενος. Καὶ τήν τε ἐκκλησίαν ἐδείματο τὴν μεγίστην ἐν τῇ πόλει τοῦ πατρὸς, πλησίον τῆς γερου‐ σίας, κάτωθεν τοῦ ἔργου καὶ ἐκ κρηπίδων ἀρξάμε‐ νος· καὶ τὸν τοῦ πατρὸς τάφον τιμῶν, νεὼν ἐξῳκο‐ | |
20 | δομήσατο μέγιστον ἐκεῖ θρησκευτήριον· καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετενεγκὼν, ὡς προ‐ έφην, ἐκεῖ μετέθηκεν· καὶ μὴν καὶ Λουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς μετέθηκεν Ἀχαΐας, καὶ Τι‐ μόθεον ἐξ Ἐφέσου τῆς Ἰωνίας. ιηʹ. Ὁ δὲ ἦν τῶν γε δὴ βελτίστων ἀνθρώπων ὁ τὴν | |
25 | διακομιδὴν τούτων ποιήσασθαι προσταχθείς. Καὶ γέρας γε αὐτῷ τῆς λειτουργίας ὁ βασιλεὺς, δεηθέν‐ των τῶν ἐπισκόπων, τὴν τῆς Αἰγύπτου παρέσχεν ἀρχήν. Καὶ ταῦτα μὲν ὁ τὴν ἱστορίαν συνάγων περὶ τοῦ μάρτυρος, συμμαρτυρῶν αὐτῷ, ὅτι καὶ πρὸ τῶν | |
30 | τῆς μαρτυρίας ἀγώνων, πᾶσιν ὑπῆρχεν αἰδέσιμος διὰ τὴν ἀπαστράπτουσαν τοῦ βίου αὐτοῦ ἀρετήν. Περὶ δὲ τοῦ Λουκᾶ καὶ τοιόνδε τι διηγήσατο Ἀνατόλιος ὁ εὐνοῦχος τῶν ἐκ τοῦ βασιλικοῦ κοιτῶνος, αὐτὸς ἐφ’ ἑαυτοῦ τὴν τῆς ἁγιστείας πεῖραν δεξάμενος. Ἔφασκεν | |
35 | οὖν οὗτος ὁ Ἀνατόλιος φαύλως διακεῖσθαι, καὶ μεῖ‐ ζον ἤδη τὸ πάθος, ἢ κατὰ τὴν τῶν ἰατρῶν εἶναι τέχνην· τῆς οὖν λάρνακος ἐν ᾗ κατακείμενος ἦν ὁ Λουκᾶς ἐπειδὴ προσεπεπλεύκεσαν οἱ ἄγοντες αὐτὴν, ἄρτι ἐκ τῆς θαλάσσης ἐπὶ τὸν νεὼν κομιζομένης, αὐ‐ | |
40 | τὸς ὑπὸ προθυμίας ὑπελθεῖν καὶ συνδιαβαστάσαι τοῖς φέρουσιν αὐτὴν ἐφ’ ὅσον αὐτῷ τὰ τῆς δυνάμεως εἶχε, καὶ τότε παραυτίκα ἀπαλλαγῆναι τῆς νόσου, καὶ εἰς τὸν ἔπειτα τῆς ζωῆς αὐτοῦ χρόνον παρελκυ‐ σθέντα ἐπ’ οὐκ ὀλίγων ἐτῶν ἀριθμόν. Τὸν γοῦν τῶν | |
45 | Ἀποστόλων νεὼν Κωνστάντιος ᾠκοδόμησε πρότερον, κἂν ὕστερον Ἰουστινιανὸς ἐπὶ τὸ μεγαλειότερον κατ‐ εσκεύασε, καὶ κρείττοσιν ὕλαις ἐπὶ τὸ κοσμιώτερον κατεφαίδρυνε. Καὶ ἔστιν νῦν ὁ νεὼς ἔνθα κεῖται τῶν ἀποστόλων τὰ σώματα, κοινῷ ὀνόματι τῶν Ἀποστό‐ λων ἐπικαλούμενος. | |
96.1268(50) | ιθʹ. Ὁ μὲν οὖν μέγας Ἀρτέμιος ἐπὶ τὴν Αἴγυπτον ἐπορεύετο, τὴν τοῦ δουκὸς ἀξίαν ἀμφιασάμενος· ὁ δὲ Κωνστάντιος ἄρας ἀπὸ τῆς Κωνσταντινουπόλεως, τὴν ἐπὶ τῆς Συρίας ἐποιεῖτο ὁδὸν, καὶ φθάσας τὴν μεγαλόπολιν Ἀντιόχειαν, αὐτοῦ κατασκηνοῖ, τὸν πρὸς | |
55 | τοὺς Πέρσας ἑτοιμαζόμενος πόλεμον. Αὐτοῦ δὲ χρο‐ νοτριβήσαντος ἐν τῇ πόλει καὶ τὸν στρατὸν ἐξαρτύον‐ τος, ἀφίκετο γράμματα πρὸς αὐτὸν δηλοῦντα τὴν τοῦ | |
Ἰουλιανοῦ ἐπανάστασιν. Ὁ γὰρ Ἰουλιανὸς, ὡς δε‐ | 1268 | |
96.1269 | δήλωταί μοι καὶ πρόσθεν, ἡνίκα τὸν περὶ τούτων ἐποιούμην λόγον, ἐπὶ φυλακῇ τῶν Ἑσπερίων εἰς τὰς Γαλλίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀποδειχθεὶς, αὐτὸς ἐπὶ πλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι εἶναι | |
5 | μὴ ἀνασχόμενος, τό τε διάδημα περιτίθεται, καὶ τῆς μείζονος ἀνθάπτεται βασιλείας. Ἐπεὶ δὲ ἀντελάβετο τῶν πραγμάτων, οὐκέτι μικρὸν οὐδὲν ἐνενόει, οὐδὲ διαμέλλειν ἐγίγνωσκε δεῖν· ἀλλὰ τὴν Εὐρώπην τέως ὑφ’ ἑαυτῷ ποιήσασθαι πᾶσαν ἐθέλων ὁπόση Ῥωμαίοις | |
10 | ὑπακούει, τῷ στρατῷ συνταξάμενος διὰ Γερμανῶν ἐπὶ τὸν Ἴστρον ἐχώρει, καὶ τῆς πέραν ὄχθης λαβό‐ μενος, διὰ τῶν ἐκείνης χωρίων ἤλαυνεν· ἀμφοτέρους τοὺς ὑπάρχους διαλαθὼν, τόν τε τῶν Ἰταλιῶν Ταῦ‐ ρον οὕτω καλούμενον καὶ τὸν Ἰλλυριῶν Φλορέντιον. | |
15 | Ἐπεὶ δὲ κατὰ Παίονας ἐγένετο, διαβὰς ἐπὶ θά‐ τερα τὸν ποταμὸν, αὐτίκα τήν τε Ἰλλυρίδα πᾶσαν ὑφ’ ἑαυτῷ γῆν εἶχε, καὶ τὰς Ἰταλίας, καὶ τὰ μέχρι τοῦ ἑσπερίου ὠκεανοῦ σύμπαντα ἔθνη ὁπόσα τῆς Ῥω‐ μαίων ἐπικρατήσεως ἦν. | |
20 | κʹ. Ὁ δὲ Κωνστάντιος ταῦτα διὰ τῶν γραμμάτων μαθὼν, ἐταράχθη τε ὥσπερ καὶ εἰκὸς ἦν, καὶ περὶ τῆς Κωνσταντινουπόλεως μάλιστα δείσας μὴ, ὅπερ κἀκεῖνος διενοεῖτο φθάσειεν, αὐτὴν ὑφ’ ἑαυτὸν ποιησά‐ μενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. | |
25 | Ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πό‐ λεις τῆς Ἑώας ἐσκεδασμένος, καὶ ἔμελλεν ἐξαρτύ‐ εσθαι ὡς πρὸς τοσαύτην ὁδὸν, σημαίνει τοῖς ἐπισκό‐ ποις εἰς τὴν Νίκαιαν αὐτὸν ὡς ὅτι τάχιστα φθῆναι προαφικομένους· ἐμελέτα γὰρ δευτέραν ἐν αὐτῇ | |
30 | συγκροτῆσαι σύνοδον, παρὰ τῶν δυσσεβῶν Ἀρειανῶν κατὰ τοῦ ὁμοουσίου παροτρυνόμενος. Ἐπεὶ δὲ τὴν Κιλικίαν διεξελθὼν εἰς τὰς Μόψου καλουμένας κρή‐ νας ἀφίκετο, ἀσθένειά τις αὐτῷ ἐξαπιναίως προσέπε‐ σχε, καὶ οὐχ οἷός τε ἦν ἔτι τὸ πρόσω χωρεῖν. Ὡς δὲ | |
35 | ᾔσθετο φαύλως ἔχων ἤδη καὶ οὐκ ἂν βιωσόμενος, τὴν ταχίστην τὸν Ἀντιοχείας ἐπίσκοπον μεταπέμπεται Εὐζώϊον, καὶ αὐτῷ βαπτίσαι αὐτὸν ἐπιτρέπει· βαπτι‐ σάμενος δὲ καὶ μικρὸν ἐπιβιοὺς, αὐτόθι προλείπει τὸ ζῇν, βασιλεύσας τὰ σύμπαντα ἔτη τεσσαράκοντα, τὰ | |
40 | μὲν ἡμίσεα μετὰ τοῦ πατρὸς, τὰ δὲ ἐπίλοιπα μόνος. Αὐτὸν δὲ ἡ στρατεία ὀλοφυραμένη, καὶ τὰ νομιζόμενα ἐπ’ αὐτῷ τελέσασα, λάρνακι τοῦτον ἐνέθεσαν, τοῖς εἰωθόσιν εἰς τὸ διαρκέσαι σκευάσαντες τὸν νεκρὸν, καὶ εἰς ἁρμαμάξαν ἐνθέμενοι, ἐκόμιζον ἐπὶ τὴν Κων‐ | |
45 | σταντινούπολιν, σὺν τοῖς οἰκείοις ἕκαστοι ὅπλοις αὐτῷ ἐφεπόμενοι, καὶ κατὰ τὸν αὐτὸν κόσμον ὅνπερ καὶ ζῶντος ὑπὸ τοῖς ἡγεμόσι τεταγμένοι ἐτύγχα‐ νον. καʹ. Οὗτοι μὲν διὰ τὴν Κωνσταντινούπολιν | |
96.1269(50) | εἶχον ἄγοντες τὸν νεκρὸν, καὶ Ἰουλιανὸς συνομάρτη‐ σεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος, καὶ ἤδη βεβαίως ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αὐτὸν μετὰ τὸν Κωνσταντίου θάνατον ἐναντιωθῆναι τολμήσαντος. Κομιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τῷ νεῷ τῶν Ἀποστό‐ | |
55 | λων, ἵνα περ αὐτὸν καταθήσειν πλησίον τοῦ πατρὸς ἔμελλον, αὐτὸς ἡγεῖτο τῆς κλίνης, τὸ διάδημα τῆς κε‐ φαλῆς περιελών. Ἐπεὶ δὲ ἔθαψαν αὐτὸν, ἐπὶ τὰ βα‐ | |
σίλεια ἤδη ἀπαλλαττόμενος, τό τε διάδημα ἐπέθετο | 1270 | |
96.1272 | αὖθις, καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη τὴν ὅλην τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος. Ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπο‐ λειπομένους, καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρα‐ | |
5 | σχομένους τῆς ἀναιρέσεως Γάλλου, ἀνέψυχε τὸ ζέον τῆς ὀργῆς· καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσι‐ τον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ Γάλ‐ λῳ φόνον συγκερασάμενος. Παῦλον δὲ τὸν Σπανὸν εἰς | |
10 | τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παρα‐ δίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμε‐ νον. Τούτους μὲν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον· ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς, | |
15 | καὶ ἄλλους τινὰς, ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήκε‐ σαν. κβʹ. Ἀλλὰ τούτους μὲν διὰ γραμμάτων ἐκόλασεν· τὸν δὲ τοῦ Χριστοῦ μάρτυρα καὶ γενναῖον ἀθλητὴν Ἀρτέμιον αὐτὸς δι’ ἑαυτοῦ ἐν Ἀντιοχείᾳ παρὼν καὶ | |
20 | παρόντα, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ἀπανθρώ‐ πως ἐκόλασεν, καὶ τῆς παρούσης αὐτὸν ἀπεγύμνω‐ σεν ἐξουσίας, μὴ φέρων τὴν αὐτοῦ παῤῥησίαν καὶ ἔνστασιν. Ὁ γὰρ Ἰουλιανὸς, ὡς δεδήλωται, τὴν τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος, ἐσπούδαζε | |
25 | μάλιστα τὸν Ἑλληνισμὸν ἐπανορθοῦν. Πανταχοῦ τοίνυν γράμματα διαπεμπόμενος, ἐκέλευε τὰ τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾷν μετὰ πολλῆς σπου‐ δῆς τε καὶ προθυμίας· καὶ ὅσας ὁ μέγας Κωνσταν‐ τῖνος ταῖς ἐκκλησίαις προσόδους ἀπένειμε καὶ ὁ τού‐ | |
30 | του υἱὸς Κωνστάντιος, ταύτας ἀφελὼν, τοῖς τῶν δαιμόνων ναοῖς ἀφιέρωσεν· ἀντ’ ἐπισκόπων καὶ πρεσ‐ βυτέρων καὶ διακόνων καταστήσας ζακόρους, καὶ νεωκόρους, καὶ ῥάντας, καὶ θύτας, καὶ κανηφόρους, καὶ ὅσας ὁ Ἑλληνικὸς ὕθλος ἐπιφημίζει προσωνυμίας· | |
35 | ταῦτα μὲν οὖν καὶ ἕτερα διεπράττετο κατὰ τὴν Κων‐ σταντινούπολιν. κγʹ. Μετὰ δὲ ταῦτα μητρὸς αὐτοῦ ἀδελφὸν ἔχων Ἰουλιανὸν τοὔνομα, τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν ἀπαρνησάμενον διὰ τὴν ἐκείνου χάριν, καὶ πολλὴν | |
40 | ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύμενον, ἄρχοντα τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνισμὸν αὔξειν τε καὶ ἐπαίρειν, | |
45 | Ὁ δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ, ἐπειρᾶτο μείζω τῶν ἐντεταλμένων τοῖς ἔργοις φαίνεσθαι, καὶ δὴ προσ‐ αιρεῖται μὲν πασῶν τῶν ἐκκλησιῶν ἅπαντα τὰ κει‐ μήλια, ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ σηρικοῖς ὑφάσμασι διετέλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας, | |
96.1272(50) | τοῦ μή τινα εἰσφοιτᾷν ἐν αὐταῖς εὐχῆς ἕνεκα, κλεῖ‐ θρα καὶ μοχλοὺς τοῖς πυλῶσιν ἐπιβαλών. Καὶ ταῦτα μὲν κατὰ τὴν Ἀντιόχου πόλιν ὁ τῆς ἀνατολῆς ἄρχων | |
εἰργάζετο. | 1272 | |
96.1273 | Ὁ δὲ βασιλεὺς Ἰουλιανὸς ἔτι κατὰ τὴν Κων‐ σταντινούπολιν διεῖλκέ τινα χρόνον, τὰ ἐν ταύτῃ κρατύνας εἰς ὅπερ ἐνομίζετο μάλιστα τῇ βασι‐ λείᾳ συμφέρειν, καὶ ὅπως ὁ Ἑλληνισμὸς αὐτῷ πρὸς | |
5 | τὸ μεγαλειότερον ἐξαρθῇ σκοπῶν τε καὶ πραγματευό‐ μενος· ἄρας οὖν ἐκ τῆς Κωνσταντινουπόλεως σὺν παντὶ τῷ στρατῷ τὴν ἐπὶ τῆς Συρίας ἐποιεῖτο ὁδόν. Διελθὼν τοίνυν ἅπασαν τὴν Φρυγίαν, καὶ πρὸς τὴν ἐσχάτην αὐτῆς πόλιν τὸ καλούμενον Ἰκόνιον καταν‐ | |
10 | τήσας, ἐξέκλινε τὴν Ἰσαυρίαν καταλιπὼν, καὶ τὸν λεγόμενον Ταῦρον ὑπεραναβὰς, ἦλθεν ἐπὶ τὰς πόλεις τῆς Κιλικίας, καὶ τῷ σταθμῷ προσπελάσας τῷ ἐν Ἰσσῷ, αὐτοῦ κατασκηνοῖ, τὸν ἐκ Μακεδονίας Ἀλέξ‐ ανδρον μιμησάμενος· αὐτόθι γὰρ κἀκεῖνος ἐν Ἰσσῷ | |
15 | τὸν πρὸς Δαρεῖον τῶν Περσῶν βασιλέα συνεκρότησε πόλεμον, καὶ τοῦτον νικήσας, ἐπίσημον τὸν τόπον εἰργάσατο. Ἐκεῖθεν τὸν Ἰσσικὸν κόλπον διαπεράσας, ἦλθεν ἐν Ταρσοῖ τῇ πόλει· κἀκεῖθεν εἰς Ἀντιόχειαν θυμομαχὼν κατὰ τῶν Χριστιανῶν καὶ ἐπαπειλούμε‐ | |
20 | νος τὸ τούτων εἰς ἅπαν ἐξαλείφειν ὄνομα. κεʹ. Ἐλθόντι τοιγαροῦν τῷ τυράννῳ ἐν Ἀντιοχείᾳ τῇ πόλει καὶ πρὸς τοῖς βασιλείοις οἴκοις κατασκηνώ‐ σαντι, καὶ οὐδὲ πρὸς ἡμέραν μίαν ἡσυχάσαντι, προσ‐ ήχθησαν αὐτῷ ὥσπερ ἀπό τινος παραγγέλματος δια‐ | |
25 | βληθέντες, Εὐγένιος καὶ Μακάριος πρεσβύτεροι τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας ὑπάρχοντες· οὓς προκα‐ θίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε παραστῆναι ὁ ἀλι‐ τήριος, καί φησι πρὸς αὐτούς· Τίνες ἐστὲ ἄνθρωποι, καὶ ποίου βίου καὶ τύχης τυγχάνοντες, ἐπὶ τοῦ | |
30 | ἡμετέρου προσήχθητε βήματος; Εὐγένιος ἔφη· Χριστιανοί ἐσμεν, καὶ τῆς Χριστοῦ ποίμνης ἀγελάρ‐ χαι τυγχάνομεν· τοῦτο βίος ἡμῖν καὶ τύχη καὶ ἐπι‐ τήδευμα. Καὶ ὁ βασιλεύς· Οὗ τοίνυν ἐστὶν ἡ τοῦ Χριστοῦ ποίμνη ἧς ὑμεῖς ἀγελάρχαι τυγχάνετε; Καὶ | |
35 | ὁ Εὐγένιος· Πᾶσα ἡ οἰκουμένη ὅσην ὁ ἥλιος ἐφορᾷ, καὶ ὅσοι ἐπὶ ταύτης εἰσὶν ἄνθρωποι. Καὶ ὁ Ἰουλιανός· Ἡμεῖς δὲ τίνων ἄρχομεν καὶ τίνων σή‐ μερον βασιλεύομεν, ὦ ταλαίπωρον καὶ δυστυχέστα‐ τον ἀνθρωπάριον, εἰ ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν ὁ Χρι‐ | |
40 | στὸς ποίμνην κέκτηται; Καὶ ὁ μάρτυς· Τῆς αὐτῆς, ὦ βασιλεῦ, καὶ ποίμνης καὶ ἀγέλης ἐπιστατεῖς, ἧσπερ καὶ ἡμεῖς ἀγελάρχαι τυγχάνομεν· δι’ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσιν, καὶ τύραννοι κρατοῦσι γῆς, καὶ αὐτός σοι τὸ βασίλειον σήμερον δέδωκε· κἂν | |
45 | αὐτὸς ἀχάριστος περὶ τὸν εὐεργέτην ἐφάνης, αὔ‐ ριον δὲ πάλιν ἄλλῳ τινὶ δώσει. Ἐφήμερος γὰρ εἶ, καὶ ἐφημέρων νῦν βασιλεύεις· αὐτὸς δὲ τὴν βασι‐ λείαν αἰώνιον κέκτηται, καὶ πέρας οὐδέπω λαμβά‐ νουσαν. | |
96.1273(50) | κϛʹ. Καὶ ὁ Παραβάτης· Ἀνόσιε καὶ τῆς τῶν θεῶν εὐμενείας ἀλλότριε, χθιζὸς ὢν ὁ Χριστὸς καὶ ἐφή‐ μερος, κἀκ τῶν τοῦ Καίσαρος Αὐγούστου χρόνων ἀρξάμενος, αἰώνιος βασιλεὺς ὑπὸ σοῦ κεχειροτόνη‐ ται σήμερον; Καὶ ὁ μάρτυς· Ναὶ κατὰ τὸ ἀνθρώ‐ | |
55 | πινον καὶ τὸ τῆς ἀφράστου καὶ ἀῤῥήτου οἰκονομίας αὐτοῦ μυστήριον, εἶτ’ οὖν σαρκώσεως, οὕτως ἔχει, βασιλεῦ, ἐπεὶ κατὰ τὴν θείαν αὐτοῦ καὶ προαιώνιον γέννησιν οὐδεὶς εὑρεθήσεται χρόνος ὁ ταύτης ὑπέρτε‐ | |
ρος. Καὶ ὁ Παραβάτης νομίσας ἀπαίδευτον εἶναί | 1274 | |
96.1276 | τινα τὸν τοῦ Χριστοῦ μάρτυρα, καὶ τῆς Ἑλληνικῆς σοφίας ἀμέτοχον, διαχλευάζων ἔφη πρὸς αὐτόν· Οὐκοῦν, ὦ ταλαίπωρε, ὁ Χριστός σου δὶς ἄρα γεγέ‐ νηται; Καὶ εἰ ἐπὶ τούτῳ κομπάζεις, εἰσὶ καὶ παρ’ | |
5 | Ἕλλησιν ἄνδρες σοφώτατοι οὐ μόνον δὶς γεννηθέντες, ἀλλὰ καὶ τρίς· ὅ τε γὰρ Ἑρμῆς ὁ Τρισμέγιστος ἐπικαλούμενος, τρίτον ἦλθεν ἐν κόσμῳ, ἑαυτὸν ἐπι‐ γνοὺς, καθὼς αἱ ἱεραὶ αὐτοῦ καὶ θαυμάσιαι βίβλοι διαγορεύουσι, καὶ διὰ τοῦτο Τρισμέγιστος ὀνομάζε‐ | |
10 | ται. Ὁμοίως δὲ καὶ Πυθαγόρας ὁ τούτου μετα‐ γενέστερος, καὶ αὐτὸς τρίτον ἦλθεν ἐν βίῳ· πρότερον μὲν Αἰγύπτιος γεγονὼς ναύκληρος, ἔπειτα δ’ Εὔφορ‐ βος ὁ ὑφ’ Ὁμήρου μνημονευόμενος, ἔσχατον δὲ Πυ‐ θαγόρας Μνησάρχου υἱὸς, Σάμιος. | |
15 | κζʹ. Καὶ ὁ μάρτυς καταγελάσας τῶν ληρημάτων, μᾶλλον δὲ κομψευμάτων τοῦ σοφοῦ βασιλέως, καὶ τῆς τῶν ἀσεβῶν Ἑλλήνων μωρολογίας, ὑπονοήσας δὲ τὸν τύραννον τὴν τοῦ Χριστοῦ γέννησιν διὰ του‐ τωνὶ τῶν ῥημάτων χλευάζειν πειρώμενον, ἔφη πρὸς | |
20 | αὐτὸν μετὰ πολλῆς αὐστηρίας καὶ γενναιότητος Ἔδει τὴν ἀρχὴν μηδὲ ἀποκρίνασθαί σοι, παρανο‐ μώτατε, μηδὲ τῆς οἱασοῦν ἀπολογίας καταξιῶσαί σε· ἀλλὰ διὰ τὸν παρεστῶτα ὄχλον, ὅτι τῆς τοῦ Χρι‐ στοῦ ποίμνης οἱ πλείονες αὐτῶν τυγχάνουσιν, εἶπον | |
25 | ὅσαπερ εἶπον, καὶ νῦν ἐπ’ ὀλίγον ἐρῶ, τῆς αὐτῶν κηδόμενος σωτηρίας· ὅτι τὸν Χριστὸν ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν οἱ προφῆται προκατήγγειλαν, καὶ πολλὰ τῆς παρουσίας αὐτοῦ τὰ μαρτύρια κἀκ τῶν παρ’ ὑμῖν χρησμῶν καὶ τῶν Σιβυλλείων γραμ‐ | |
30 | μάτων. Καὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ἡ αἰτία ἐπὶ σωτηρίᾳ καὶ ἀνακλήσει τῆς τῶν ἀνθρώπων ἐκπτώ‐ σεως γέγονεν· ἐλθὼν γὰρ ἐπὶ τῆς γῆς, πᾶσαν νόσον ἀπήλασε, καὶ τὸ παραδοξότερον καὶ ῥήματι νεκροὺς ἤγειρεν ὀδωδότας, καὶ τὸ δὴ πάντων θαυμασιώτερον, | |
35 | ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας παθὼν τὸ διὰ σταυ‐ ροῦ πάθος, ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν ὑπὸ μάρτυσι πεντακοσίοις, καὶ στρατιωτῶν φρουρούντων αὐτοῦ τὸν τάφον, ἵνα μὴ σχῇ χώραν ὁ τὴν ἀνάστασιν αὐτοῦ συκοφαντῆσαι βουλόμενος· καὶ ἀναστὰς ἐκ | |
40 | τῶν νεκρῶν, ὤφθη τοῖς μαθηταῖς αὐτοῦ ἐφ’ ὅλαις τεσσαράκοντα ἡμέραις μετ’ αὐτῶν συναναστρεφό‐ μενος, καὶ ὁρώντων αὐτὸν καὶ βλεπόντων ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, ἐξαποστείλας αὐτοῖς τὴν τοῦ ἁγίου Πνεύματος δωρεάν τε καὶ δύναμιν· ὥστε | |
45 | καὶ γλώσσαις ἀλλογενῶν ἀποφθέγγεσθαι, καὶ μὴ ἔχειν χρείαν τοῦ ἑρμηνεύοντος, ἐλάλει γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε καὶ τὰ πόῤῥω προβλέπειν καὶ προφητεύειν τὰ μέλλοντα. Οἵτινες ἐξελθόντες, ἐκήρυξαν αὐτὸν πανταχοῦ, μηδὲν ἐπιφερόμενοι ἢ | |
96.1276(50) | μόνην τὴν αὐτοῦ ἀόρατον δύναμιν, οὐκ ἀσπίδα, καὶ δόρυ, καὶ ξίφος κατέχοντες, ἀλλὰ γυμνοὶ, καὶ ἄοπλοι, καὶ πένητες, πάντα τὸν κόσμον ἐζώγρησαν, νεκροὺς ἐγείροντες, λεπροὺς καθαρίζοντες, δαιμόνια ἐκβάλ‐ λοντες. Καὶ ταῦτα τίνες; ἁλιεῖς, καὶ ἀγράμματοι, καὶ | |
55 | τῆς τοῦ κόσμου σοφίας ἀμέτοχοι. κηʹ. Οὓς δὲ αὐτὸς παρεισήγαγες, ἐπικερτομῶν τὴν τοῦ Χριστοῦ γέννησιν, ἄνδρας σοφούς τε καὶ θεολό‐ | |
γους, ὡς νῦν εἴρηκας, εἰ καὶ δοίημεν ἀληθὲς γενέ‐ | 1276 | |
96.1277 | σθαι τοῦτο τὸ παραλήρημα, τί γεννηθέντες δίς τε καὶ τρὶς καὶ τετράκις τὸν κόσμον ὠφέλησαν, ἢ μέ‐ ρος τί τῶν τοῦ κόσμου μικρὸν ἢ ἐλάχιστον; Τίς, ἐκ τῶν βίβλων Ἑρμοῦ τε καὶ Πυθαγόρου, νεκροὺς ἐξ‐ | |
5 | ανέστησεν, ἢ λεπροὺς ἐκαθάρισεν, ἢ δαίμονας ἀπ‐ ήλασεν, οὓς ὑμεῖς θεραπεύετε; Ἀλλ’ Ἑρμῆς μὲν ὁ μέγιστος ὑφ’ ὑμῶν προσαγορευόμενος, Αἰγύπτιος γέγονεν ἄνθρωπος, καὶ τοῖς Αἰγυπτίων νόμοις τρα‐ φεὶς γυναῖκά τε γήμας, παῖδας ἐτέκνωσεν, ὧν τὸν | |
10 | πρεσβύτερον, Τὰτ ὀνομάζουσι, πρὸς ὃν αὐτὸς δια‐ λέγεται καὶ τοὺς ἑαυτοῦ λόγους ἀφοσιοῖ, πρός τε τὸν ἐξ Ἐπιδαύρου Ἀσκλήπιον τὸν προκατάρξαντα καθ’ ὑμᾶς τῆς ἰατρικῆς ἐπιστήμης, ὃς καὶ τὴν ἑαυ‐ τοῦ θεολογίαν διασαφεῖ ἔχουσαν οὕτως· Θεὸν νοῆσαι | |
15 | μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον· ἔστι γὰρ τρισ‐ υπόστατος, ἀνερμήνευτος οὐσία καὶ φύσις, οὐκ ἔχουσα παρὰ βροτοῖς ἐξομοίωσιν· οὓς δὲ θεοὺς ὀνομάζουσιν ἄνθρωποι πολὺ τὸ μυθῶδες καὶ σφαλερὸν ἐφ’ ἑαυτοὺς ἐπεσπάσαντο· καὶ περὶ τῆς τοῦ Χριστοῦ | |
20 | ἐλεύσεως, καὶ αὐτὸς ἀμυδράν τινα προφητείαν δια‐ γορεύει, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τῆς Ἑβραίων θεο‐ λογίας ταύτην ἀπαῤῥυσάμενος. Ἀλλὰ τί μοι τῶν σαπρῶν τε καὶ ὀδωδότων Ἑρμοῦ ῥημάτων τῶν παρ’ ὑμῖν τιμωμένων, ἤδη πρὸ πολλοῦ σεσηπότων καὶ | |
25 | ἀπεῤῥυηκότων; Οὐδὲ γὰρ ὅσιον περὶ τῶν ζώντων ἐρωτᾷν τοὺς νεκροὺς, ἔχων ἐκ τῶν θεοσόφων λογίων τοὺς ἀληθεῖς μάρτυρας οἳ, τὴν Χριστοῦ παρουσίαν τε καὶ θεότητα προκατήγγειλαν. κθʹ. Πυθαγόρας δὲ ὁ τῆς Ἰταλικῆς κατάρξας αἱ‐ | |
30 | ρέσεως, τί μέγα καὶ θαυμαστὸν ἐν τῷ βίῳ τρὶς παραχθεὶς ἀπειργάσατο; ἢ ὅτι ἐν Ὀλυμπίᾳ γενόμε‐ νος, ὡς ὑμεῖς φάσκετε, χρυσοῦν τὸν ἑαυτοῦ μηρὸν Ἑλλανοδίκαις ὑπέδειξε; καὶ βοῦν θύεσθαι μέλλοντα μυκησάμενον· Ἀνδρὸς, ἔφη, ψυχὴν ἐμοὶ φιλτάτου κέ‐ | |
35 | κτηται, καὶ διὰ τοῦ μυκήματος προσαγορεύει με ὁ τα‐ λαίπωρος; καὶ ἀετὸν ἐν ὕψει πετόμενον, δι’ ἐπῳδῆς καταπεσεῖν ἐπὶ γῆς πεποίηκε; Ταῦτα ὁ τρὶς γεννη‐ θεὶς ἐθαυματούργει ἐν Ὀλυμπίᾳ γενόμενος, δοξο‐ μανῶν καὶ φαντασιούμενος ὁ τρισάθλιος· ὁ τὴν τε‐ | |
40 | τρακτὺν ὅρκον τιθέμενος, καὶ ταύτην φάσκων πη‐ γὴν ἀεννάου φύσεως· ὁ τοὺς κυάμους σεβόμενος, δι’ οὓς καὶ ἀπώλετο μετὰ τῶν αὐτοῦ ἑταίρων ὑπὸ τῶν Ταραντίνων συνελαυνόμενος· μὴ βουλόμενος γὰρ τὸν τόπον πατῆσαι ἐν ᾧ οἱ κύαμοι ἐσπαρμένοι | |
45 | ἐτύγχανον, αὐτὸς μετὰ τῶν ἑταίρων καὶ μαθητῶν κατασφάττεται, καὶ τῶν ἐχθρῶν γίνεται παρανά‐ λωμαι Θεανῶ δὲ ἡ τούτου γαμετὴ καὶ μαθήτρια, μὴ θέλουσα τὴν αἰτίαν κατειπεῖν, δι’ ἣν τὸν κύαμον οὐκ ἐσθίουσι, τὴν γλῶσσαν ἐκτμηθεῖσα πρότερον, καὶ | |
96.1277(50) | αὐτὴ προσαπόλλυται. λʹ. Ταῦτα τῶν σῶν φιλοσόφων τὰ προτερήματα τῶν δὶς καὶ τρὶς γεννηθέντων, ὡς αὐτὸς ἐρη‐ τόρευσας· κἀκεῖνα τοῦ ἐμοῦ Χριστοῦ ἐπὶ σωτηρίᾳ | |
καὶ ἀνακλήσει τοῦ τῶν ἀνθρώπων γένους τὰ τερα‐ | 1278 | |
96.1280 | τουργήματα. Καὶ Πυθαγόρας μὲν καὶ Ἑρμῆς τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς τὸν ᾅδου πυθμένα κατ‐ άγουσι, μετεμψυχώσεις δή τινας καὶ μεταγγισμοὺς παρεισάγοντες· ποτὲ μὲν εἰς ἄλογα ζῶα καὶ θηρία | |
5 | ταύτας μετεμβιβάζοντες, ποτὲ δὲ εἰς ἰχθύας, καὶ φυτὰ, καὶ ἄλλας τινὰς ἐπανακυκλήσεις καὶ περιόδους κατασπῶντες αὐτὰς καὶ ἀποῤῥαπίζοντες. Ὁ δὲ Χρι‐ στὸς καθὸ Θεὸς ὑπάρχων ἀληθὴς καὶ αἰώνιος, ἀθάνα‐ τον ψυχὴν καὶ ἀγήρω κατασκευάσας τῷ ἀπ’ ἀρχῆς | |
10 | Πνεύματι θείῳ καὶ ἐμφυσήματι, ὅτε τὸν πρῶτον ἐδημιούργησεν ἄνθρωπον, ὡς αἱ θεῖαι καὶ ἀδιάβλητοι τοῦ Μωϋσέως διαγορεύουσι βίβλοι, καὶ πεσοῦσαν μετὰ τοῦ σώματος διὰ τῆς παρακοῆς καὶ τῆς ἀπάτης τοῦ ψυχοφθόρου δράκοντος, ἐλθὼν ἐπὶ γῆς καὶ πο‐ | |
15 | λιτευσάμενος, καὶ ὑποδείξας ἡμῖν ὁδὸν σωτηρίας διὰ τοῦ βαπτίσματος καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστά‐ σεως, ἐκ τῶν τοῦ ᾅδου πυθμένων εἰς οὐρανοὺς ταύ‐ την ἐπανήγαγεν· καὶ πάλιν ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκροὺς, ἐξαναστήσει τὰ σώματα, καὶ συνάψει | |
20 | ταῖς ἑαυτῶν ψυχαῖς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. λαʹ. Ταῦτα τοῦ μάρτυρος φιλοσοφήσαντος, ὁ πα‐ ράνομος καὶ ἀποστάτης ἔφη Ἰουλιανός· Ὁρᾶτε, ἄνδρες Ῥωμαῖοι καὶ Ἕλληνες, τουτονὶ τὸν παλαμναῖον | |
25 | καὶ ἀλιτήριον, πόσον ἐκ τῶν Ἑλληνικῶν μαθημά‐ των κατὰ τῆς ἡμετέρας ἐσχεδίασεν ὕθλον; Μὰ τὸν ἐμοὶ προσφιλέστατον ἥλιον τὸν χρυσαυγῆ καὶ παγκό‐ σμιον, οὐκέτι ἀνέξομαι τοῖς Ἑλλήνων μαθήμασι τὸ Χριστιανῶν ἀθεώτατον ἐκπαιδεύεσθαι γένος· ἰδοὺ | |
30 | γὰρ τῆς ἱερᾶς τῶν λόγων παιδείας καὶ οὗτος ὁ κύων μεταλαβὼν, κἂν οὐκ ἐπ’ εὐθείας καὶ ὁμαλοῦ, ἀλλ’ ὅμως πολλήν τινα καὶ ἀτερπῆ περὶ τὴν ἱστο‐ ρίαν μωρολογίαν κατέχεεν τῶν ἱερῶν ἐκείνων καὶ φιλοσόφων ἀνδρῶν. Ταῦτα εἰπὼν, κελεύει τὸν μάρ‐ | |
35 | τυρα τοῖς δημίοις παραδοθῆναι, καὶ μαστιγοῦν ἄχρι πεντακοσίων πληγῶν. Οἱ δὲ λαβόντες ᾔκιζον ἀπαν‐ θρώπως ταῖς μάστιξι· καὶ ὁ κήρυξ ἐβόα· Ποίησον τὸ τοῦ βασιλέως θέλημα, παῦσαι τῶν μωρολογιῶν καὶ ἀπαλλαγήσῃ τῶν κολαζόντων σε. Ὁ δὲ μάρτυς | |
40 | ἐκαρτέρει τυπτόμενος, σιωπῶν καὶ μηδὲν ὅλως φθεγ‐ γόμενος. λβʹ. Ἀτενίσας δὲ πρὸς τὸν τοῦ Χριστοῦ μάρτυρα Μακάριον, ἔφη πρὸς αὐτόν· Σὺ τί λέγεις περὶ σεαυ‐ τοῦ, ταλαίπωρον ἀνθρωπάριον; Μακάριος ἔφη· Σὺ | |
45 | εἶ ταλαίπωρος καὶ πάντων ἀνθρώπων ἀθλιώτερος, κύων ῥυπαρὲ καὶ ἀκάθαρτε· ἐγὼ δὲ τῷ ὄντι μακά‐ ριός εἰμι καὶ τρισμακάριστος, κατὰ τὴν προσωνυ‐ μίαν μου, ὅτι τὸν Χριστὸν ὁμολογῶν προσκυνῶ τὸν Θεοῦ Υἱὸν τὸν ζῶντα καὶ προαιώνιον. Αὐτὸς δὲ τοῦ‐ | |
96.1280(50) | τον ἀπηρνήσω προσκολληθεὶς τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τοῖς ὀλεθρίοις τε καὶ ἀκαθάρτοις δαίμοσιν, οἵ σε καὶ οὐκ ἐθέλοντα τῷ αἰωνίῳ πυρὶ παραπέμψουσιν. Καὶ ὁ Παραβάτης· Οἶδα ὅτι θανα‐ τᾷς, καὶ πρὸς ὀργὴν κινῆσαί με σπεύδεις, ἵνα τά‐ | |
55 | χειον ἐξαναλώσω σε· ἀλλ’ οὐχ ὡς αὐτὸς ἤλπισας, | 1280 |
96.1281 | οὕτως ἔσται σοι, ἀσεβέστατε. Τοῦτο δὲ πρῶτον ἀπο‐ κρίνου καὶ δίδασκε, τί τὸ δόξαν ὑμῖν, ὦ παμμίαροι, ὅτι μηδὲ μιᾶς τινος ἐξουσίας ἢ παρὰ βασιλέως ἢ παρά τινος τῶν ἀρχόντων μετειληφότες, παντί τε | |
5 | καὶ πανταχοῦ διατρέχοντες, τὰς τῶν μεγάλων θεῶν σπονδάς τε καὶ θυσίας ἀνατρέπειν σπουδάζετε, δι‐ δάσκοντες ἂν τοὺς ἀνθρώπους, τούτους μὴ εἶναι θεοὺς, μηδὲ σωτῆρας τῆς οἰκουμένης, καὶ τοῦ ἀν‐ θρωπείου γένους προνοητάς τε καὶ κηδεμόνας | |
10 | τυγχάνοντας, οὓς ἡ ἀπ’ αἰῶνος καὶ ἄνωθεν πατρο‐ παράδοτος τῶν ἀνθρώπων συνήθεια, σέβειν τε καὶ προσκυνεῖν παραδέδωκεν· τὸν δὲ Χριστὸν χθὲς τοῦ εἶναι ἀρξάμενον, καὶ οὐ πρὸ πολλοῦ τῆς ἡμετέρας γενεᾶς, Θεὸν προαιώνιον καὶ βασιλέα τῶν ὅλων ἀνα‐ κηρύττετε; | |
15 | λγʹ. Καὶ ὁ Μακάριος· Οὐκ ἠρκέσθης ταῖς Εὐγε‐ νίου σοφαῖς ἀποδείξεσιν, ὦ παρανομώτατε, ὅτι τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ἀεὶ ἐρωτᾷς; Πλὴν ἐγώ σοι τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ὁμοτρόπως ἀπο‐ κριθήσομαι, ὅτι Χριστὸς ὃν σὺ χλευάζεις καὶ διασύ‐ | |
20 | ρεις ἐπιγελῶν, οὕτως παρακελεύεται. Εἶπεν γὰρ πρὸς τοὺς ἱεροὺς αὐτοῦ μαθητάς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες | |
25 | αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, φεύγειν τε ἀπὸ τῶν ματαίων εἰδώλων, καὶ ἐπιστρέ‐ φειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Οἱ γὰρ θεοί σου, οὓς αὐτὸς προσκυνεῖς, δαιμό‐ νων εἰσὶ πλάσματα, καὶ μύθων εὑρέματα, καὶ δια‐ | |
30 | βολικῆς ἐνεργείας κυοφορήματα· λέγει γὰρ περὶ αὐτῶν ἡ ἡμετέρα Γραφή· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν. Ἀλλὰ καὶ νόμος αὐτοὺς ἕτερος βασιλικὸς ὁ παρὰ Κωνσταντί‐ νου τοῦ σοῦ συγγενοῦς ἐκτεθεὶς, ἐκβάλλει τῆς προσ‐ | |
35 | κυνήσεως, καὶ καταλύει αὐτῶν τὰ σεβάσματα· ὃς εἰς Χριστὸν πιστεύσας, τὰ τῶν εἰδώλων τεμένη κατ‐ έστρεψε, καὶ τὰς προσαγομένας αὐτοῖς θυσίας διαῤ‐ ῥήδην ἀπέπαυσε. Τί τοίνυν ἀδικοῦμεν, ὦ βασιλεῦ, ἃ Θεὸς προσέταξε, καὶ βασιλεὺς μέγας νενομοθέτηκε, | |
40 | κρατύνοντες καὶ διαυθεντίζοντες, ἃ δὲ ἡ τῶν πα‐ λαιῶν, ὡς ἔφης, ἀνδρῶν ἄνοια ἐκ τῆς τῶν δαιμόνων ἐφεῦρε μηχανουργίας, ἐξαφανίζοντες καὶ διακω‐ λύοντες; λδʹ. Καὶ ὁ Παραβάτης· Ἀλλὰ Κωνσταν‐ τῖνος, οἰκτρότατοι, νεωτερίσας διὰ τὰς προσπεσούσας | |
45 | αὐτῷ ἀνοσιουργίας, ἀπέστη τῶν θεῶν, ὑφ’ ὑμῶν τῶν Γαλιλαίων ἐξαπατηθεὶς, ἅτε δὴ παιδείας ἀμέτοχος, καὶ μήτε τοῖς Ῥωμαϊκοῖς νόμοις, μήτε τοῖς Ἑλληνικοῖς ἔθεσιν ἐμπεδωθείς· ἐγὼ δὲ, ὦ ἀνόσιε, τῆς Ἑλληνι‐ κῆς τε καὶ Ῥωμαϊκῆς παιδείας ἄκρον ἐπειλημμέ‐ | |
96.1281(50) | νος, καὶ ταῖς τῶν παλαιῶν ἀνδρῶν θεολογίαις, Ἑρ‐ μοῦ τε φημι καὶ Ὀρφέως καὶ Πλάτωνος, ἐξησκη‐ μένος, οὐχ ἥκιστα δὲ καὶ ταῖς Ἰουδαϊκαῖς Γραφαῖς ἐξωμιληκὼς, καὶ τὴν τούτων τερθρείαν πεπατηκὼς, πάλιν ἐπὶ τὸ πατροπαράδοτον καὶ ἀρχαιότατον καὶ | |
55 | θεοφιλὲς τοὺς ἀνθρώπους ἔθος τε καὶ σέβας μένειν διακελεύομαι, ἢ ταῖς τῶν ἀπαιδεύτων καὶ νεωτερι‐ | |
ζόντων ἀνοίαις ἀκολουθεῖν· ἀλλὰ ἀπογυμνούσθω καὶ | 1282 | |
96.1284 | οὗτος τῆς ἀμπεχόνης, καὶ τῆς τῶν μαστίγων πείρας ἐν μεθέξει γενέσθω· ὡς ἂν ἐκ τούτου σωφρονέστε‐ ρος γεγονὼς, τοῖς ἡμετέροις νόμοις καὶ μὴ βουλόμε‐ νος ὑποκύψειεν. | |
5 | λεʹ. Τούτων τοίνυν ἀπανθρώπως τιμωρουμένων, αἰκισμοῖς τε βαρυτάτοις ἀλγυνομένων, ὁ μακάριος καὶ εὐσεβὴς Ἀρτέμιος, ὡς προδεδήλωται, δοὺξ καὶ Αὐγουστάλιος ὑπὸ Κωνσταντίου τῆς Αἰγύπτου πάσης κατασταθεὶς, καὶ διὰ τὴν ὀρθὴν αὐτοῦ καὶ ἀμίμη‐ | |
10 | τον πρᾶξιν ἐπιτροπὴν ἔσχε καὶ τῶν τῆς Συρίας ἐπι‐ μελεῖσθαι πραγμάτων· ὡς ὑπάρχων οὖν καθωσιω‐ μένος τῇ τῶν Ῥωμαίων βασιλείᾳ, καὶ ἀκούσας ὅτι Ἰουλιανὸς βεβασίλευκε, καὶ πρὸς τὸν Περσικὸν κατ‐ επείγεται πόλεμον, γράμματά τε δεξάμενος τὰ πα‐ | |
15 | ρακελευόμενα μετὰ παντὸς τοῦ στρατεύματος εἰς Ἀντιόχειαν ἥκειν, κατὰ τὸ κελευσθὲν αὐτῷ παρεγέ‐ νετο ἐν Ἀντιοχείᾳ, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ τιμῆς τε καὶ δορυφορίας, παρειστήκει τῷ βασιλεῖ ἐπὶ τοῦ βήματος, ὅτε τὴν τῶν ἁγίων μαρ‐ | |
20 | τύρων ὁ παράνομος ἐποιεῖτο ἐξέτασιν· καὶ φησὶν πρὸς αὐτόν· Ὦ βασιλεῦ, διὰ τί οὕτως ἀπανθρώπως ἄνδρας ἁγίους καὶ τῷ Θεῷ ἀφιερωμένους αἰκίζῃ, καὶ ἀναγκάζεις ἐξάρνους γενέσθαι τῆς ἑαυτῶν πίστεως; γίνωσκε τοίνυν ὅτι καὶ αὐτὸς ἄνθρωπος εἶ ὁμοιοπα‐ | |
25 | θὴς, καὶ τῆς αὐτῆς φύσεως τῶν παθημάτων μετε‐ σχηκώς· καὶ εἰ Θεός σε βασιλέα κατέστησεν, εἰ ἄρα γε ἐκ Θεοῦ τὸ βασίλειον ἔχεις, καὶ μὴ ἀρχέκακος καὶ πονηρὸς διάβολος ὥσπερ τὸν Ἰὼβ ἐξῃτήσατο καὶ ἔλαβεν, οὕτως καὶ σὲ καθ’ ἡμῶν ἐξαιτησάμενος | |
30 | εἴληφεν ὁ παμπόνηρος, ἵνα σινιάσῃ τὸν τοῦ Χριστοῦ σῖτον, καὶ ἐπισπείρῃ ζιζάνια· ἀλλ’ εἰς μάτην αὐτοῦ τὸ ἐγχείρημα· οὐκέτι γὰρ αὐτῷ ἰσχὺς ὡς καὶ πρότε‐ ρον. Ἀφ’ οὗ γὰρ ἦλθε Χριστὸς καὶ κατεπάγη σταυ‐ ρὸς καὶ ὑψώθη Χριστὸς ἐν αὐτῷ, πέπτωκεν ἡ τῶν | |
35 | δαιμόνων ὀφρὺς, καὶ καταπεπάτηται ἡ τούτων ἰσχὺς, καὶ καταπεφρόνηται τὰ τούτων τεχνάσματα· μὴ οὖν ἀπατῶ, βασιλεῦ, μηδὲ τοῖς δαίμοσι χαριζόμενος, τὸ τῶν Χριστιανῶν θεοφρούρητον δίωκε γένος· γί‐ νωσκε τοίνυν, ὡς ἡ τοῦ Χριστοῦ ἀνίκητος καὶ ἀήτ‐ | |
40 | τητος ὑπάρχει ἰσχύς τε καὶ δύναμις· πάντως δὲ καὶ αὐτὸς τοῦτο πεπληροφόρησαι, ἐξ ὧν σοι χρησμῶν Ὀριβάσιος ὁ ἰατρὸς καὶ κοιαίστωρ παρὰ τοῦ ἐν Δελ‐ φοῖς Ἀπόλλωνος κεκόμικεν. Ἐγὼ δέ σοι καὶ τὸν χρησμὸν, κἂν μὴ βούλῃ, ἐπαναγνώσομαι· ἔχει γὰρ οὕτως· | |
45 | Εἴπατε τῷ βασιλεῖ· Χαμαὶ πέσε δαίδαλος αὐλά· Οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα δάφνην; Οὐ παγὰν λαλέουσαν, ἀπέσβετο καὶ λάλον ὕδωρ. λϛʹ. Ταῦτα ἀκούσας ὁ Ἰουλιανὸς παρὰ τοῦ μάρ‐ τυρος, ἔκθαμβος ὅλως ἐγένετο, καὶ τὸν θυμὸν μᾶλλον | |
96.1284(50) | ἐγείρας ὡσεὶ φλόγα πυρὸς ἀναῤῥιπιζομένης καὶ κά‐ τωθεν ὕλης τινὸς ὑποστρεφούσης αὐτὴν, μέγα τε καὶ διαπρύσιον ἀνεβόησεν· Τίς πόθεν οὗτος ὁ ἀλιτήριος, ὁ τοσαύτην ἡμῖν ἐπὶ τοῦ βήματος κατα‐ βομβήσας δημηγορίαν; Ἡ τάξις ἔφη· Ὁ δούξ ἐστιν | |
55 | Ἀλεξανδρείας, ὦ δέσποτα. Καὶ ὁ βασιλεύς· Ἀρτέ‐ | 1284 |
96.1285 | μιος, εἶπεν, ὁ ἀλιτήριος ὁ τῷ ἐμῷ ἀδελφῷ θάνατον πικρὸν κερασάμενος; Ναὶ, φησὶ, κράτιστε βασιλέων, αὐτός ἐστι. Καὶ Ἰουλιανός· Χάριν ἐποφείλω τοῖς ἀθανάτοις θεοῖς καὶ τῷ δαφναίῳ Ἀπόλλωνι, ὅτι μοι | |
5 | τὸν ἀλάστορα αὐτόμολον καὶ αὐτεπάγγελτον ἐφανέ‐ ρωσαν· καί φησιν· Ἀποζωσθήτω τοῦ ἀξιώματος ὁ παμμίαρος, καὶ τὴν ζώνην ἀφαιρεθήτω, δίκην τῶν ἀρτίως αὐτῷ τολμηθέντων· ὑπὲρ δὲ τῆς σφαγῆς τοῦ ἐμοῦ ἀδελφοῦ καὶ τοῦ αἵματος, αὔριον αὐτῷ θεῶν | |
10 | βουλομένων προσοίσω τὴν δίκην· οὐ γὰρ ἑνί γε αὐ‐ τὸν ἐξαναλώσω θανάτῳ, ἀλλὰ μυρίοις καὶ ὅσοις οἱ ἀνδροφόνοι ὑπόχρεοι καθεστήκασιν· οὐ γὰρ κοινοῦ γε ἀνδρὸς, ἀλλὰ βασιλέως αἷμα ἐξέχεεν, καὶ ταῦτα μηδὲν πρὸς αὐτοῦ πεπονθὼς ἄδικον. | |
15 | λζʹ. Ταῦτα τοῦ βασιλέως Ἰουλιανοῦ δημηγορήσαν‐ τος, ἀνάρπαστος ὑπὸ τῶν δορυφόρων ὁ ἅγιος γίνεται, καὶ τῆς ζώνης μετὰ τοῦ ἀξιώματος ἀφαιρεθεὶς, γυμνὸς ἐπὶ τοῦ βήματος ἵστατο καὶ τῶν δημίων ταῖς χερσὶ παρεδίδοτο· οἱ δὲ, σχοίνους τῶν χειρῶν αὐτοῦ | |
20 | καὶ ποδῶν ἐξαψάμενοι, διατείνουσιν ἐκ τεσσάρων, καὶ τήν τε γαστέρα καὶ τὸν νῶτον τοῦ μάρτυρος τοῖς βουνεύροις ἔτυπτον ἐπὶ τοσοῦτον, ὥστε ἀλλάξαι αὐτὸν ζυγὰς τέσσαρας. Καὶ ἦν ἰδεῖν ξένην τινὰ καὶ οὐκ ἀνθρωπίνην ὑπομονήν· οὐ γὰρ στεναγμὸς, οὐ | |
25 | φωνὴ, οὐ σκυλμὸς, οὐκ ἄλλο τι τῶν ὅσα πάσχουσιν ἄνθρωποι βασάνοις ἐξεταζόμενοι, παρ’ αὐτοῦ ἀνε‐ πέμπετο· ἀλλ’ ἄτρεπτός τις καὶ ἀναλλοίωτος τῷ προσώπῳ κατεφαίνετο. Ἡ γῆ δὲ τοῦ αἵματος ἐπε‐ πλήρωτο, καὶ ὁ μάρτυς ὡς ἄλλου πάσχοντος | |
30 | ἐγνωρίζετο· ὥστε θαυμάσαι πάντας τοὺς παρεστῶ‐ τας, καὶ αὐτὸν τὸν ἀλάστορα Ἰουλιανὸν ἐκπλαγῆναι ἐπὶ τῷ ξένῳ θεάματι. Καὶ κελεύει αὐτὸν ἀνεθέντα ἐπὶ τὴν φυλακὴν ἀπαχθῆναι μετὰ τῶν λοιπῶν ἁγίων, σκεψόμενος πῶς καὶ τίνι τρόπῳ καὶ ποίῳ θανάτῳ | |
35 | τῆς παρούσης ζωῆς ἐξαφανίσει τοὺς μάρτυρας. ληʹ. Οἱ μὲν οὖν τοῦ Χριστοῦ μάρτυρες ἐπὶ τὴν φυλακὴν ἀπαγόμενοι ἔψαλλον· Ἐδοκίμασας, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον· εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα; ἔθου θλίψεις ἐπὶ | |
40 | τὸν νῶτον ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· λείπει οὖν τὸ διελθεῖν ἡμᾶς διὰ πυρός τε καὶ ὕδατος, ὅπως εἰς ἀναψυχὴν ἀγάγῃς ἡμᾶς. Καὶ τῆς εὐχῆς πληρωθείσης, ἔλεγε πρὸς ἑαυ‐ τὸν ὁ μέγας Ἀρτέμιος· Ἰδοὺ γὰρ τὰ στίγματα | |
45 | τοῦ Χριστοῦ ἐν τῷ σώματί σου κεχάρακται· λείπει οὖν ἵνα καὶ αὐτὴν τὴν ψυχὴν προσαποδῷς μετὰ τοῦ ἐπιλοίπου σου αἵματος· καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον ἐνθυμούμενος ἔλεγεν· Ἰδοὺ δέδωκα τὸν νῶτόν μου εἰς μάστιγας, καὶ τὰς σιαγόνας μου | |
96.1285(50) | εἰς ῥαπίσματα· ἀλλὰ τί περισσότερον τοῦ ἐμοῦ Δεσπότου ὑπήνεγκας ὁ ἀνάξιος; Κἀκεῖνος κατεξάνθη ταῖς μάστιξι· κἀκείνου τὸ πρόσωπον ῥαπίσματα κατεδέξατο καὶ κολαφίσματα, καὶ πυγμὰς ὑπέστη | |
δι’ ὅλου τοῦ σώματος, ἀκάνθινον ἐφόρεσε στέφανον, | 1286 | |
96.1288 | καὶ τὰς χεῖρας ὀπίσω δεθεὶς, γυμνὸς ἐπὶ τὸν σταυρὸν προσεπάγη διὰ τὴν ἐμὴν ἁμαρτίαν τε καὶ παρά‐ βασιν, ὁ μὴ γνοὺς ἁμαρτίαν, μηδὲ δόλον ἐν στόματι ἐργασάμενος. Πολλὰ τοιγαροῦν τὰ τοῦ ἐμοῦ Δεσπό‐ | |
5 | του παθήματα· μακρὰν εἰμὶ τῆς ἐκείνου μακροθυ‐ μίας καὶ ἀνοχῆς ὁ ταλαίπωρος· χαίρω τοίνυν καὶ ἀγαλλιῶ τοῖς τοῦ Δεσπότου μου παθήμασι λαμπρυ‐ νόμενος. Κουφίζει μου τὸν πόνον ἡ μίμησις τοῦ πάθους· ἐλαφρύνει μου τὴν ἀλγηδόνα ἡ ὁμο‐ | |
10 | τιμία τῶν κρειττόνων. Κἀγὼ γὰρ δι’ αὐτὸν υἱὸς Θεοῦ ἐγενόμην διὰ τοῦ βαπτίσματος καὶ τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, καὶ ἔτι μᾶλλον γενήσομαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· εὐχαριστῶ σοι, Δέ‐ σποτα, ὅτι τοῖς σοῖς με πάθεσιν ἐστεφάνωσας· ἀλλὰ, | |
15 | φιλάνθρωπε, καὶ φιλοικτίρμων, καὶ τῶν σῶν δούλων προνοητὰ, τελείωσόν μου τὸν δρόμον ἐν τῇ ὁμολογίᾳ σου, καὶ μή με ἀνάξιον κρίνῃς τοῦδε τοῦ ἐγχειρή‐ ματος, διὰ τὰς ἐν τῷδε τῷ βίῳ προσγενομένας μοι ἁμαρτίας· ἐγὼ γὰρ, Δέσποτα, εἰς τοὺς σοὺς ἐμαυ‐ τὸν ἀπέῤῥιψα οἰκτιρμούς. | |
20 | λθʹ. Καὶ ταῦτα πρὸς ἑαυτὸν εὐξάμενος, ἔφθασεν ἐν τῇ φυλακῇ μετὰ τῶν ἁγίων μαρτύρων Εὐγενίου καὶ Μακαρίου, καὶ παρεδόθησαν τῷ δεσμοφύλακι· καὶ ἦν ὁ τοῦ Χριστοῦ μάρτυς μετὰ τῶν ἁγίων ἀθλο‐ φόρων Εὐγενίου καὶ Μακαρίου, δοξολογῶν καὶ εὐ‐ | |
25 | χαριστῶν τῷ Θεῷ. Πρωΐας δὲ γενομένης, κελεύει πάλιν ὁ Παραβάτης τοὺς μάρτυρας στῆναι ἐπὶ τὸ δικαστήριον, καὶ μηδεμιᾶς καταξιώσας αὐτοὺς ἐρωτήσεως, ἢ μόνον τὸν μέγαν Ἀρτέμιον διαχωρι‐ σθῆναι τῆς αὐτῶν συζυγίας παρακελευσάμενος, | |
30 | ἐξορίαν κατ’ αὐτῶν ψηφίζεται, καὶ πέμπει αὐτοὺς ἐν Ὀάσει τῆς Ἀραβίας. Δύο δὲ εἰσὶ χωρία οὕτω κα‐ λούμενα, Ὄασις μικρὰ καὶ μεγάλη· φθοροποιὰ δὲ τὰ χωρία, καὶ ὑπὸ φθοροποιῶν ἀέρων καταπνεό‐ μενα, καὶ οὐδεὶς τῶν ἐκεῖσε ἀπερχομένων, ἐνιαυτὸν | |
35 | ἕνα καὶ μόνον διήρκεσεν, ἀλλ’ αὐτόθι ὑπὸ χαλεπῶν ἁλισκόμενοι νοσημάτων ἐναποθνήσκουσιν. Ἐκεῖ τοί‐ νυν τοὺς ἁγίους περιορίσας Εὐγένιον καὶ Μακάριον, ἐν αὐτῇ τὰς κεφαλὰς τῶν ἁγίων ἀποτμηθῆναι ἐκέ‐ λευσεν· οἳ καὶ ἐτελειώθησαν μετὰ τεσσαράκοντα | |
40 | ἡμέρας, τῇ εἰκάδι τοῦ Δεκεμβρίου μηνός. Ἐν δὲ τῷ τόπῳ τῆς αὐτῶν τελειώσεως, θαῦμα γέγονε μέγα· μὴ ἔχοντος γὰρ τοῦ τόπου ὕδωρ τὸ σύνολον, πηγὴ ἀνέβλυσεν ὕδατος, πᾶσαν ἀποδιώκουσα νόσον, ἢ καὶ μέχρι τῆς σήμερον μένει, τῶν ἁγίων σώζουσα τὴν ἐπωνυμίαν. | |
45 | μʹ. Τὸν δὲ ἅγιον Ἀρτέμιον προσκαλεσάμενος ἔφη πρὸς αὐτόν· Διὰ τὴν προπέτειάν σου κατηνάγκασας με ἀτιμάσαι τὸ γένος σου, καὶ τὴν προσοῦσάν σοι περιφάνειαν ἐνυβρίσαι, καὶ αὐτῶν ἐφάψασθαι τῶν σαρκῶν σου. Πείσθητι οὖν μοι, Ἀρτέμιε, καὶ προσ‐ | |
96.1288(50) | ελθὼν θῦσον τοῖς θεοῖς, μάλιστα τῷ Δαφναίῳ Ἀπόλ‐ λωνι τῷ ἐμοὶ τριποθήτῳ καὶ παναγάστῳ θεῷ, καὶ τῆς αἰτίας τοῦ αἵματος τοῦ ἐμοῦ ἀδελφοῦ ἀπολύω σε, τήν τε ἀξίαν μείζονα καὶ ἐνδοξοτέραν ἐπαναθήσω σοι· ἔπαρχον γὰρ πραιτωρίων σε καταστήσας καὶ | |
55 | ἀρχιερέα τῶν μεγάλων θεῶν, πατέρα ἐμὸν ὀνομάσω, καὶ τῆς ἐμῆς βασιλείας τὰ δεύτερα φέροντα, καὶ ἔσῃ μεθ’ ἡμῶν πάντα τὸν χρόνον τῆς ἡμετέρας ζωῆς τε καὶ διαγωγῆς. Οἶδας γὰρ καὶ αὐτὸς, ὦ Ἀρτέμιε, | |
ὡς ὁ ἐμὸς ἀδελφὸς μάτην παρὰ Κωνσταντίου πεφό‐ | 1288 | |
96.1289 | νευται, καὶ ὡς φθόνος αὐτὸν κατειργάσατο, καὶ ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος ὁ εὐνοῦχος Εὐσέβιος, ὁ τὴν τοῦ πραιποσίτου ἀξίαν κακῶς ἐνδυσάμενος, κἂν οὐκ ἀρκοῦσαν δέδωκε τὴν δίκην τοῦ ἀνοσιουργή‐ | |
5 | ματος ὁ παμπόνηρος. μαʹ. Καὶ ὅτι τῆς ἡμετέρας γενεᾶς ἐστι μᾶλλον ἡ βασιλεία ἁρμόδιος· ὁ γὰρ ἐμὸς πατὴρ Κωνστάντιος ἐκ τῆς Μαξιμιανοῦ θυγατρὸς Θεοδώρας γεγένηται τῷ ἐμῷ πάππῳ Κώνσταντι. Ὁ δὲ Κωνσταντῖνος | |
10 | ἐξ Ἑλένης αὐτῷ γέγονε φαύλης τινὸς γυναικὸς καὶ τῶν χαμαιτύπων οὐδὲν διαφερούσης· καὶ ταῦτα μήπω γεγονότι Καίσαρι, ἀλλ’ ἐν ἰδιώτου τυγχάνοντι σχήματι. Ὁ τοίνυν Κωνσταντῖνος θρασύτητι γνώ‐ μης τὴν βασιλείαν ἀφήρπασε, καὶ τὸν ἐμὸν | |
15 | πατέρα καὶ τοὺς τούτου ἀδελφοὺς ἀμφοτέρους ἀδί‐ κως ἀπέκτεινε· καὶ ὁ τούτου υἱὸς Κωνστάντιος, τὸν αὐτοῦ πατέρα μιμησάμενος, τὸν ἐμὸν ἀδελφὸν πεφό‐ νευκε, καὶ ταῦτα ὅρκοις πρὸς αὐτὸν φρικωδεστάτοις χρησάμενον. Ἡμᾶς τε αὐτοὺς εἰ μὴ θεῶν προνοίᾳ | |
20 | περιεσώθημεν, τὸ αὐτὸ ἠβούλετο δρᾶσαι· ἀλλ’ οἱ θεοὶ διεκώλυσαν, αὐτοψεί μοι τὴν σωτηρίαν μηνύ‐ σαντες, εἰς οὓς ἐγὼ τεθαῤῥηκὼς τὸν Χριστιανισμὸν ἐξωμοσάμην καὶ πρὸς τὸν Ἕλληνα βίον ἀπέκλινα· εὖ εἰδὼς, ὡς ὁ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἀρχαιότατος | |
25 | βίος καλοῖς ἔθεσι καὶ νόμοις χρησάμενος, θεοὺς προσ‐ αγορεύει τοὺς τὸ πιστὸν ἐκ τῶν πραγμάτων ἔχοντας. μβʹ. Τίς γὰρ τὴν γνώμην ἀμφίβολος, ἥλιον βλέπων ἐν οὐρανῷ διιππεύοντα καὶ σελήνην ἐφ’ ἅρματος χρυσαντύγου ταυροπολοῦσαν; ὁ μὲν γὰρ τὴν ἡμέραν | |
30 | φαεινὴν ἀπεργάζεται, καὶ τοὺς ἀνθρώπους ἐπ’ ἔρ‐ γον ἐγείρει· ἡ δὲ τὴν νύκτα λαμπαδουχεῖ, καὶ τοὺς ἀστέρας καταφαιδρύνει, καὶ ταῖς ἀγρύπνοις φωτο‐ βολίαις, ὑπνοῦν τοὺς ἀνθρώπους παρακελεύεται. Ταῦτα θεολογοῦσιν Ἕλληνες καὶ Ῥωμαῖοι, Ἀρτέ‐ | |
35 | μιε, καὶ οὐκ ἀδίκως, ἀλλὰ πρεπόντως καὶ μετὰ δικαίου τοῦ κρίματος. Τί γὰρ ἡλίου τηλαυγέστερον; ἢ τί σελήνης αὐγοειδέστερον; ἢ τί τοῦ χοροῦ τῶν ἀστέρων ἡδύτερόν τε καὶ εὐπρεπέστερον; Ταῦτα τοίνυν Ἕλληνες καὶ Ῥωμαῖοι θειάζουσίν τε καὶ | |
40 | σέβουσιν, καὶ πρὸς αὐτὰ τὰς ἑαυτῶν ἐλπίδας ἐναπε‐ κρέμασαν· καὶ τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγο‐ ρεύουσιν, τὴν δὲ σελήνην Ἄρτεμιν, καὶ τοὺς μεγί‐ στους τῶν ἀστέρων οὓς προσαγορεύουσιν πλανήτας τοὺς τὰς ἑπτὰ ζώνας τὰς οὐρανίους ἐπέχοντας, ὃν | |
45 | μὲν Κρόνον, ὃν δὲ Δία, ὃν δὲ Ἑρμῆν, ὃν δὲ Ἄρεα, ὃν δὲ Ἀφροδίτην κατονομάζουσιν. Οὗτοι γὰρ τόν τε κόσμον ἅπαντα διοικοῦσι, καὶ ταῖς αὐτῶν δυνάμεσι πᾶσα ἡ ὑπ’ οὐρανὸν διεξάγεται· τούτων τοίνυν εἰκόνας στήσαντες, σέβουσιν ἄνθρωποι καὶ | |
96.1289(50) | τιμῶσιν· ἅμα δὲ καὶ μύθους τινὰς πρὸς ἡδονὴν ἀναπλάσαντες· οὐχ ὡς θεοὺς δὲ τιμῶσι τὰς εἰκόνας αὐτῶν, ἄπαγε. Τοῦτο γὰρ τὸ ἁπλούστερον καὶ ἀγροικικὸν τῶν ἀνθρώπων διαλαμβάνεται γένος· ἐπεὶ οἱ τὴν φιλοσοφίαν ἀσπαζόμενοι, καὶ τὰ τῶν θεῶν ἀκριβῶς ἐξετάζοντες, οἴδασι τίνι τὴν τιμὴν | |
55 | ἀπονέμουσι, καὶ πρὸς τίνα διαβαίνει ἡ τῶν θείων ἀγαλμάτων προσκύνησις. | 1290 |
96.1292 | μγʹ. Παραινῶ τοίνυν τὴν σὴν γενναιότητα μεθ’ ἡμῶν τε εἶναι καὶ τὰ ἡμῖν ἀρέσκοντα διαπράττεσθαι, τήν τε θρησκείαν ἑλληνίζειν ὀρθῶς, καὶ τῶν ἀρχαίων ἐθῶν τε καὶ πραγμάτων ἀντέχεσθαι. Ὁ γὰρ Κων‐ | |
5 | σταντῖνος, ὡς καὶ αὐτὸς ἐπίστασαι, εὐεξαπάτητος ἀνδρῶν ἀμαθής τε καὶ ἀνόητος εὑρεθεὶς, περὶ τὴν θρησκείαν ἐνεωτέρισεν, καὶ τοὺς Ῥωμαίων νόμους ἐξαθετήσας, ἐπὶ τὸν Χριστιανισμὸν ἐξέκλινε, τὰς ἀνοσίους αὐτοῦ πράξεις δεδιττόμενος, καὶ ὅτι οἱ θεοὶ | |
10 | αὐτὸν ἀπεβουκόλησαν ὡς ἐξάγιστον, καὶ τῆς αὐτῶν θρησκείας ἀνάξιον, αἵματος ὁμογνίου γενόμενον ἔμπλεον· τούς τε γὰρ ἀδελφοὺς ἀπέκτεινε μηδὲν πράξαντας ἄτοπον, καὶ τὴν γυναῖκα Φαύσταν, καὶ τὸν αὐτοῦ υἱὸν Πρίσκον [Κρίσπον] τὸν χρηστόν τε | |
15 | καὶ ἀγαθὸν ἄνδρα τυγχάνοντα· ταῦτα τοίνυν τὰ ἀνοσιουργήματα μυσαχθέντες οἱ θεοὶ, τοῦτον ἀπεβου‐ κόλησαν, καὶ τῆς ἱερᾶς αὐτῶν καὶ παναγεστάτης θρησκείας πόῤῥω που καὶ μακρὰν ἀπεπλάνησαν, καὶ σπέρμα τὸ ἐναγὲς αὐτοῦ καὶ παμμίαρον καὶ γένος | |
20 | ὅλον ἐξ ἀνθρώπων ἠφάνισαν. Διὰ τοῦτο, θαυμάσιε, ὁρῶν σου τὸ κατὰ πάντα εὐσταθές τε καὶ βέβαιον, βούλομαί σε τῆς ἡμετέρας μερίδος καὶ ἑταιρίας γενέσθαι φίλον, καὶ σύγκληρον, καὶ κοινωνὸν κατὰ πάντα τῶν τῆς βασιλείας πραγμάτων. Δεῦρο τοίνυν. | |
25 | Ἀρτέμιε, στῆθι μεθ’ ἡμῶν τῶν ἀνθρώπων, καὶ τοῦ Χριστοῦ ἔξαρνος γενόμενος, ἐπὶ τὴν πάτριον καὶ ἀρχαιοτάτην καὶ πολυχρόνιον Ῥωμαίων τε καὶ Ἑλ‐ λήνων θρησκείαν μετάβηθι, καὶ τῶν παρὰ θεοῖς δε‐ δωρημένων ἡμῖν ἀγαθῶν συναπόλαυε, τιμῶν μεγί‐ | |
30 | στων τε καὶ ἀξιωμάτων ἐν μετοχῇ γεγονώς. μδʹ. Πρὸς ταῦτα ὁ τοῦ Χριστοῦ μάρτυς μικρὸν ἐπισχὼν καὶ ἐπιλογισάμενος, καὶ ὅλον ἐπισυνάξας τὸν ἑαυτοῦ νοῦν τε καὶ λογισμὸν, ἀπεκρίνατο· Ἐγὼ μὲν, ὦ βασιλεῦ, περὶ τῆς ἐμῆς θρησκείας καὶ πί‐ | |
35 | στεως οὐδεμίαν τινά σοι ἀπολογίαν ποιήσομαι τὸ παρὸν, ἔχων ἐν ἑτοίμῳ [cod. τιμῇ] τὰς ὑπὲρ αὐτῆς ἀποδείξεις. Πρὸς δὲ τὸν τοῦ σοῦ ἀδελφοῦ θάνατον, ἐκεῖνό σοι ἀπολογήσομαι, ὡς οὐ μὴ φανήσομαι τὴν ἐκείνου ψυχὴν ἠδικηκὼς πώποτε, οὐκ ἔργῳ, οὐ λό‐ | |
40 | γῳ, οὔτε τινὶ διανοίας ἐπινοήματι, οὐδ’ εἰ μυρία κάμοις περὶ τούτου ἀνερευνῶν· ἡ ἀλήθεια γὰρ ἀμε‐ τάβλητος. Ἠπιστάμην γὰρ αὐτὸν Χριστιανόν τε ὄντα, θεοφιλῆ τε καὶ δίκαιον, καὶ περὶ τοὺς τοῦ Χριστοῦ νόμους πρόθυμόν τε καὶ σπουδαῖον ὑπάρ‐ | |
45 | χοντα· ἴστω τοίνυν οὐρανός τε καὶ γῆ καὶ πᾶς ὁ τῶν ἁγίων ἀγγέλων χορὸς, καὶ Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ᾧ ἐγὼ λατρεύω ἐν τῷ ἐμῷ πνεύματι, ὡς καθαρὸς ἐγὼ τῆς ἐκείνου σφαγῆς τε καὶ τελευτῆς, καὶ μηδὲν συνεισενεγκὼν εἰς τὸν ἐκείνου φόνον τὸν ἄδικον τοῖς | |
96.1292(50) | τοῦτον κατεργασαμένοις ἀνοσίοις ἀνδράσιν. Οὐδὲ γὰρ παρὼν ἤμην τότε σὺν Κωνσταντίῳ, ἀλλὰ τὴν Αἴγυπτον εἶχον οἴκησίν τε καὶ δίαιταν μέχρι τοῦ παρόντος ἐνιαυτοῦ· καὶ ταύτην μὲν ἀπολογίαν ποιοῦ‐ μαι περὶ τοῦ σοῦ ἀδελφοῦ. | |
55 | μεʹ. Περὶ δὲ τοῦ τὸν Χριστὸν ἐξομώσασθαι | |
καὶ τὸν Ἑλληνικὸν ἀσπάσασθαι βίον, τοῦτό σοι ἀπο‐ | 1292 | |
96.1293 | κριθήσομαι, τῶν τριῶν παίδων τῶν ἐπὶ Ναβουχοδο‐ νόσορ τὴν φωνὴν δανεισάμενος, ὡς Γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύω, καὶ τῇ εἰκόνι τῇ χρυσῇ τοῦ σοῦ φιλτάτου Ἀπόλλωνος οὔ | |
5 | ποτε προσκυνήσω. Ὅτι δὲ τὸν μακάριον Κωνσταν‐ τῖνον τὸν πάντων βασιλέων ὑπέρτερον, καὶ τὸ τούτου γένος ἐξεμυκτήρισας, ἐχθρὸν τοῖς σοῖς ἀποκαλέσας θεοῖς, καὶ μανιώδη, καὶ φόνου μεστὸν, τοῦ τε ὁμο‐ γνίου ἀνάπλεων αἵματος, ταῦτά σοι ὑπὲρ ἐκείνου | |
10 | ἀπολογήσομαι· ὅτι μᾶλλον ὁ σὸς πατὴρ Κωνστάν‐ τιος καὶ οἱ τούτου ἀδελφοὶ προκατῆρξαν τοῦ ἀδική‐ ματος, φάρμακον αὐτῷ δηλητήριον κερασάμενοι, καὶ θάνατον ὀλέθριον προξενήσαντες, μηδὲν πρὸς αὐτοῦ πεπονθότες ἄδικον. Ἐκεῖνος δὲ τὴν γυναῖκα Φαύ‐ | |
15 | σταν, καὶ πάνυ δικαίως ἀπέκτεινεν ὡς μιμησαμέ‐ νην τὴν πάλαι Φαίδραν, καὶ διαβαλοῦσαν τὸν τούτου υἱὸν Πρίσκον [Κρίσπον] ὡς ἐρωτικῶς αὐτῇ διακεί‐ μενον καί τι πρὸς βίαν ἐπιχειροῦντα, καθάπερ κἀ‐ κείνη τὸν τοῦ Θησέως Ἱππόλυτον· καὶ δὴ κατὰ τοὺς | |
20 | τῆς φύσεως νόμους ὡς πατὴρ τὸν υἱὸν ἠμύνατο. Ὕστερον μέν τοι μαθὼν τὴν ἀλήθειαν, καὶ αὐτὴν προσαπέκτεινε, δίκην ἐπ’ αὐτῇ δικάσας πασῶν δι‐ καιοτάτην. Ἀπέκλινε δὲ πρὸς τὸν Χριστὸν, οὐρα‐ νόθεν ἐκείνου καλέσαντος, ὅτε τὴν πρὸς Μαξέντιον | |
25 | δριμεῖάν τε καὶ βαρυτάτην διηγωνίσατο μάχην, δεί‐ ξας αὐτῷ τὸ τοῦ σταυροῦ σημεῖον μεσούσης ἡμέρας, ὑπὲρ τὸν ἥλιον ταῖς αὐγαῖς ἐξαστράπτον, καὶ γράμ‐ μασιν ἀστροτύπως ῥωμαϊκοῖς διασημήνας αὐτοῦ τὴν τοῦ πολέμου νίκην· ἡμεῖς τε γὰρ αὐτοὶ τὸ σημεῖον | |
30 | ἐθεασάμεθα τῷ πολέμῳ παρόντες, καὶ τὰ γράμματα ὑπανέγνωμεν· ἀλλὰ καὶ τὸ στρατόπεδον ἅπαν τεθέατο, καὶ πολλοὶ τούτου μάρτυρες ἐν τῷ σῷ στρατοπέδῳ τυγχάνουσιν, εἴ γε ἄρα ἐρωτῆσαι θελήσειας. μϛʹ. Καὶ τί δὴ ταῦτα λέγω; τὸν Χριστὸν ἄνωθεν οἱ προφῆται προκατήγγειλαν, ὡς καὶ αὐτὸς κρεῖττον | |
35 | ἐπίστασαι· καὶ πολλαὶ τῆς αὐτοῦ παρουσίας αἱ μαρ‐ τυρίαι κἀκ τῶν παρ’ ὑμῖν σεβομένων θεῶν, καὶ τῶν χρησμῶν αἱ προαγορεύσεις· τά τε Σιβύλλεια γράμ‐ ματα, καὶ ἡ τοῦ Βιργιλίου τοῦ Ῥωμαίου ποίησις, ἣν ὑμεῖς Βουκολικὴν ὀνομάζετε, καὶ αὐτὸς ὁ παρ’ ὑμῖν | |
40 | θαυμαζόμενος Ἀπόλλων ὁ μαντικὸς τοιόνδε τινὰ περὶ Χριστοῦ ἐξεφώνησε λόγον. Ἐρωτηθεὶς γὰρ παρὰ τῶν ἑαυτοῦ προπόλων, ἀποκρίνεται ὧδε· Μὴ ὄφελες πύματόν με καὶ ὕστατον ἐξερέεσθαι, Δύσμορ’ ἐμῶν προπόλων, περὶ θεσπεσίοιο θεοῖο, | |
45 | Καὶ πνοιῆς τῆς πάντα πέριξ βοτρυηδὸν ἐχούσης, Τείρεα, φῶς, ποταμοὺς καὶ Τάρταρον, ἠέρα καὶ πῦρ, Ἥ με καὶ οὐκ ἐθέλοντα δόμων ἀπὸ τῶνδε διώκει· Ἡ δὲ ἐμοὶ τριπόδων ἔτι λείπετο ἠριγένεια, Αἲ, αἴ, με, τρίποδες, στοναχήσατε, οἴχετ’ Ἀπολλὼν, | |
96.1293(50) | Οἴχετ’ ἐπεὶ βροτός με βιάζεται οὐράνιος φῶς· | |
Καὶ ὁ παθὼν Θεός ἐστι, καὶ οὐ θεότης πάθεν αὐτή. | 1294 | |
96.1296 | μζʹ. Ὑπολαβὼν δὲ ὁ Παραβάτης ἔφη· Δοκῶ σε, ὦ Ἀρτέμιε, οὐ στρατηγὸν ἐν Αἰγύπτῳ παραγενέσθαι, ἀλλὰ χρησμολόγον τινὰ, μᾶλλον δὲ βωμολόχον ἢ μὴν ἀγύρτην, καὶ γραῶν κωθωνιζομένων λογύδρια καὶ | |
5 | μύθους παλαιοὺς καὶ γεγηρακότας ἐπισυνάγοντα. Καὶ ὁ μάρτυς· Οὐ καλῶς ὑπείληφας, ὦ βασιλεῦ, οὐδὲ τῆς σῆς σοφίας καὶ ἀρετῆς ἰσοστάσια· ἐκ τῶν σῶν δὲ θεῶν καὶ τῶν σοι προσφιλῶν μαθημάτων ποιοῦμαι τὰς ἀποδείξεις, ἵν’ ἐκ τῶν σοι γνωρίμων τὸ τῆς | |
10 | ἀληθείας μάθοις μυστήριον, καὶ μή με δόξῃς τοῖς τῶν Ἑλλήνων ἐγκαλλωπίζεσθαι ῥήμασι· μὴ δὲ γὰρ ἔλαιον ἁμαρτωλοῦ τὴν ἐμὴν λιπανάτω κε‐ φαλὴν, ἀλλὰ τῆς σῆς κηδόμενος ψυχικῆς σωτηρίας, κινῶ πάντα λίθον ὥστε πεισθῆναί σε. Ὑπολαμβάνω δὲ | |
15 | ὅτι ὥσπερ ὁ Σατανᾶς τὸν παλαιὸν Ἀδὰμ καὶ πρω‐ τόπλαστον ἀπετύφλωσε διὰ τῆς παρακοῆς καὶ τῆς τοῦ φυτοῦ βρώσεως, οὕτω καὶ σὲ, βασιλεῦ, φθονῶν τῆς σῆς σωτηρίας, τῆς τοῦ Χριστοῦ ἀπεγύμνωσε πίστεως· ὅτι δὲ τὸν ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας θεοὺς ἀπο‐ | |
20 | καλεῖς, αἰσχύνομαι τὸ τῆς ἀμαθίας, μᾶλλον δὲ κακο‐ βουλίας ἐπάγγελμα· οὐχὶ Ἀναξαγόρας ὁ Κλαζομένιος ὁ δηλαδὴ σὸς διδάσκαλος, μύδρον ἔφη τὸν ἥλιον, καὶ τοὺς ἀστέρας κισσηροειδῆ σώματα, καὶ παντελῶς ἄψυχα καὶ ἀναίσθητα; πῶς οὖν αὐτὸς, βασιλέων ἄριστε καὶ | |
25 | φιλοσοφώτατε, τὰ ὑπὸ τῶν σῶν διδασκάλων ἀθετού‐ μενα καὶ διαβαλλόμενα, θεοὺς προσαγορεύεις; οἶδα γὰρ ὅτι τῆς Πλατωνικῆς ὑπάρχεις αἱρέσεως, καὶ Πλάτων μὲν Σωκράτους διήκουσε, Σωκράτης δὲ Ἀρχελάου, Ἀρχέλαος δὲ καὶ Περικλῆς Ἀναξαγόρου | |
30 | διήκουσαν· πῶς οὖν, ὦ θαυμάσιε, ταῦτα προσαγο‐ ρεύεις θεοὺς, ὑπὲρ δὲ πάντας ἀσπάζεις τὸν ἥλιον, καὶ ὅρκον αὐτὸν βασίλειον τίθεσαι; ἄνω τε καὶ κάτω κἀν ταῖς ἐπιστολαῖς, κἀν τοῖς λόγοις, κἀν ταῖς προσ‐ αγορεύσεσι, πολὺ τὸ Μὰ τὸν ἥλιον; Ἀλλὰ τί δεῖ | |
35 | ταῦτα μακρηγορεῖν; οὐκ ἐξαρνοῦμαι τὸν Χριστόν μου, μὴ γένοιτο! οὐκ ἀσπάζομαι τὴν μυσαρὰν Ἑλλή‐ νων ἀσέβειαν· ἀλλὰ μενῶ ἐν οἷς ἐδιδάχθην, καὶ καρ‐ τερῶ ἐπὶ ταῖς πατριαῖς παραδόσεσιν, ἃς οὐδεὶς καταβαλεῖ χρόνος, κἂν εἰ δι’ ἄκρων τὸ σοφὸν ἐφεύ‐ | |
40 | ρηται φρενῶν, ἵν’ εἴπω τι κατ’ Εὐριπίδην τὸν ὑμέ‐ τερον ποιητήν. μηʹ. Πρὸς ταῦτα ὁ Ἰουλιανὸς εἰλιγγιάσας καὶ ἐξ‐ απορηθεὶς, οὐκ εἶχεν ὅ τι καὶ γένηται, τοῦ μάρτυρος θαυμάσας τὸ πολυμαθές τε καὶ εὔστομον | |
45 | καὶ πρὸς πᾶν οὖν ἕτοιμον καὶ εὐαπολόγητον. Καὶ φησὶν πρὸς αὐτὸν ὁ τοῦ Χριστοῦ μάρτυς· Ἄφες, ὦ βασιλεῦ, τὴν νεκρὰν καὶ ἐξῳδηκυῖαν τῶν Ἑλλήνων θρησκείαν· ἤδη γὰρ καὶ πρὸ πολλοῦ σέσηπεν, καὶ πρόσελθε τῷ Χριστῷ· μακρόθυμος γάρ ἐστιν καὶ | |
96.1296(50) | φιλάνθρωπος καὶ δέχεταί σου τὸ μεταμελές [cod. πλημμελές]. Ἀλλ’ οὐκ ἦν ἄρα γνώμης ἐθελοκακού‐ σης ἀντισχεῖν ὁρμαῖς, οὐδὲ ἀνακαλέσασθαι ψυχὴν αὐτομόλῳ διανοίᾳ πρὸς ἀπώλειαν ἐρχομένην καὶ ἐπι‐ σπεύδουσαν. Ὁ γὰρ Ἰουλιανὸς πάλαι τὸν Ἑλληνισμὸν | |
55 | κατὰ ψυχὴν ὠδίνων, ἐκ τῶν ἐν Ἰωνίᾳ γενομένων αὐτῷ πρὸς τὸν ἀμφὶ τὸν Μάξιμον φιλόσοφον συν‐ | |
ουσιῶν, ἐφ’ ὅσον μὲν ὅτε ἀδελφὸς αὐτῷ περιῆν, καὶ | 1296 | |
96.1297 | μετ’ αὐτὸν Κωνστάντιος, ὁ δὲ οὐδὲν παραγυμνοῦν ἐθάῤῥει, διὰ τὸ ἐξ ἐκείνων δέος· ἐπεὶ δὲ οὗτοι ἐξ ἀνθρώπων ἦσαν, αὐτὸς δὲ τῶν πραγμάτων ἤδη κύ‐ ριος ἦν, τότε δὴ εἰς τὸ φανερὸν ἀπαμφιασάμενος, πάσαις ἀθρόον εἰς τὸν Ἑλληνισμὸν ἐξεῤῥάγη ταῖς προ‐ | |
5 | θυμίαις. μθʹ. Ἀπεκρίνατο τοιγαροῦν πρὸς τὸν μάρτυρα· Ἐπεὶ τοὺς ἐμοὺς ἐξεφαύλισας λόγους, ὦ κακὴ κε‐ φαλὴ, ἐτόλμησας δὲ καὶ πρὸς τὴν τῶν Χριστιανῶν με πίστιν μεταγαγεῖν, ταῦτά σοι ἀντὶ τῶν δωρεῶν | |
10 | ὧν ὑπεσχόμην χαρίζομαι. Κελεύει οὖν ἀπογυμνοῦ‐ σθαι τὸν μάρτυρα, καὶ σούβλαις σιδηραῖς πεπυρα‐ κτωμέναις τὰς πλευρὰς αὐτοῦ διαπερονᾶσθαι, καὶ τὸν νῶτον αὐτοῦ τριβόλοις ὀξέσι κατακεντᾶσθαι καὶ διαῤῥήγνυσθαι συρόμενον ὕπτιον. Τούτων δὲ μετὰ | |
15 | πολλοῦ τοῦ τάχους προσενεχθέντων τῷ μάρτυρι, ἡ αὐτὴ καρτερία ἦν αὐτῷ καθώσπερ καὶ πρότερον, καὶ ὥσπερ ἀλλοτρίου πάσχοντος σώματος, αὐτὸς θεατὴς, ἀλλ’ οὐ πάσχειν τι τῶν δεινῶν κατεφαίνετο· καὶ δὴ ἐπὶ πολλαῖς ταῖς ὥραις τοῦ ἁγίου βασανιζο‐ | |
20 | μένου, καὶ μηδεμίαν φωνὴν ἢ στεναγμὸν ἀφιέντος, αὐτὸς τὼ χεῖρε κροτήσας, ὥσπερ ἡττημένος ἀνέστη τοῦ βήματος, καὶ κελεύει τὸν μάρτυρα πάλιν ἐπὶ τὴν εἰρκτὴν ἀπαχθῆναι, καὶ μήτε ἄρτον μήτε ὕδωρ αὐτῷ παρασχεθῆναι, μὴ δ’ ὅσα πρὸς τὸ ζῇν μεταλαμβάνουσιν ἄνθρωποι· αὐτὸς δὲ ἐπὶ τὴν Δάφνην ὥρμησε, τὸ | |
25 | τῆς Ἀντιοχείας κάλλιστον ἐνδιαίτημα. νʹ. Περὶ δὲ τὸ μεσονύκτιον εὐχομένῳ τῷ μάρτυρι ἐπὶ τῆς φυλακῆς, φαίνεται αὐτῷ ὁ Χριστὸς, καὶ φησὶ πρὸς αὐτόν· Ἀρτέμιε, ἀνδρίζου, καὶ ἴσχυε, καὶ μὴ φοβοῦ, μηδὲ δειλία τὸν τύραννον· ἐγὼ γὰρ εἰμὶ | |
30 | μετὰ σοῦ, ἐξαιρούμενός σε ἀπὸ παντὸς πειρασμοῦ καὶ πάσης τῶν κολαστηρίων ὀδύνης, καὶ ἐν τῇ βασι‐ λεία τῶν οὐρανῶν στεφανώσω σε, καὶ ὥσπερ αὐτὸς ὡμολόγησάς με ἐνώπιον τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, ὁμολογήσω κἀγώ σε ἐνώπιον τοῦ Πατρός | |
35 | μου τοῦ ἐν τοῖς οὐρανοῖς. Θάρσει οὖν καὶ ἀγαλλία· μετ’ ἐμοῦ γὰρ ἔσῃ ἐν τῷ παραδείσῳ. Ταῦτα ὁ μάρτυς ἀκούσας παρὰ τοῦ Κυρίου, εὐθαρσὴς ἐγένετο, καὶ δι’ ὅλης τῆς νυκτὸς ἦν δοξολογῶν καὶ εὐχαριστῶν τῷ Θεῷ· ἀνέθη γὰρ ἐκ τῶν πληγῶν καὶ τῶν τραυ‐ | |
40 | μάτων αὐτοῦ, ὥστε μήτε μώλωπα φαίνεσθαι ἐν τῷ ἁγίῳ αὐτοῦ σώματι· ἐποίησε δὲ πέντε καὶ δέκα ἡμέ‐ ρας, μηδενὸς τὸ σύνολον γευσάμενος· ἐτρέφετο γὰρ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι. ναʹ. Ὁ δὲ Ἰουλιανὸς ἐπὶ τὴν Δάφνην ὥρμησε τὸ | |
45 | προάστειον, ὡς προέφημεν, θυσίας ἑτοιμαζόμενος τῷ Ἀπόλλωνι, καὶ χρησμοὺς παρ’ αὐτοῦ δέξασθαι προσ‐ δοκῶν· ἡ δὲ Δάφνη προάστειόν ἐστι τῆς Ἀντιο‐ χείας, ἐπὶ τῶν ὑψηλοτέρων αὐτῆς χωρίων κείμενον, ἄλσεσι παντοίοις συνηρεφές. Πολυπρεμνότατον | |
96.1297(50) | γὰρ καὶ πολυκαρπότατόν ἐστι τὸ χωρίον, ἔνθα τῶν τε ἄλλων παντοίων δένδρων καὶ δὴ καὶ κυπα‐ ρίττων ἐξαίσιον πεφύτευται χρῆμα, πρός τε κάλλος καὶ ὕψωμα καὶ μέγεθος οὐ συμβλητόν· νάματά τε πανταχῆ διαθέει ποτίμων ὑδάτων, μεγίστων αὐτόθι | |
55 | πηγῶν ἀναδιδομένων, ἀφ’ ὧν καὶ ἡ πόλις ἐν ὀλίγαις | 1298 |
96.1300 | δὲ πόλεων ἐνυδροτάτη τυγχάνειν δοκεῖ, καὶ μὴν καὶ οἰκοδομαῖς λαμπραῖς καταλύσεων καὶ λουτρῶν καὶ τῶν ἄλλων κατασκευῶν, εἴς τε χρείαν καὶ κόσμον εὖ μάλα πολυτελῶς ἐξήσκηται τὸ χωρίον· ἐνταῦθα | |
5 | καὶ ἄλλων μὲν δαιμόνων ναοί τε καὶ ἀγάλματα ἦν, διαφερόντως γε μὴν τὸ τοῦ Ἀπόλλωνος ἐξ ἀρχαίων τῶν χρόνων ἐνυπῆρχε θεραπευόμενον· αὐτόθι γὰρ καὶ τὸ περὶ τὴν Δάφνην τὴν παρθένον συμβῆναι πάθος ὁ Ἑλληνικὸς ἔπλασε μῦθος· ἧς δὴ μάλιστα | |
10 | φέρειν ἔτι δοκεῖ τὴν ἐπωνυμίαν ὁ τόπος. νβʹ. Τὸ δὲ ἀγάλμα τοῦ Ἀπόλλωνος, τοιόνδε τὴν κατασκευὴν ἦν· ἐξ ἀμπέλου μὲν αὐτῷ συνεπεπήγει τὸ σῶμα· πανθαυμάστη δὴ τέχνη πρὸς μιᾶς συμφυΐας ἰδέαν συναρμοσθὲν, χρυσῷ δὲ πᾶς ὁ περικείμενος | |
15 | πέπλος ἀμφιεννύμενος, τοῖς παραγεγυμνωμένοις καὶ ἀχρύσοις τοῦ σώματος, εἰς ἄφραστόν τι συν‐ εφθέγγετο κάλλος· ἑστῶτί τε μετὰ χεῖρας ἦν ἡ κιθάρα, μουσηγετοῦντά τινα ἐκμιμουμένῳ· αἵ τε κόμαι, καὶ τῆς δάφνης ὁ στέφανος τὸν χρυσὸν ἀνα‐ | |
20 | μὶξ ἐπήνθουν· ὡς ἤμελλε χάρις ἐξαστράψειν πολλὴ τοῖς θεασομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγά‐ λοι, τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον, κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου, καὶ ἀεὶ τὸ τῶν λίθων κάλλος καὶ μέγεθος τὸν μέγιστον προσ‐ | |
25 | ετέλει τῷ ἀγάλματι κόσμον, ἐνταθέντων περιττῶς πρὸς ἀξιοῤῥέπειαν αὐτοῦ τῶν ἐργασαμένων· ἵνα πλείστους ἀπατᾶσθαι περὶ αὐτοῦ συμβαίνῃ, τῷ περικαλλεῖ τῆς προφαινομένης μορφῆς, εἰς τὸ προσκυνεῖν αὐτοῖς δελεαζομένους. Ὅπερ οὖν καὶ | |
30 | αὐτὸς ὁ Ἰουλιανὸς πεπονθὼς ἦν· πλείονά γ’ οὖν ἢ σύμπασι τοῖς ἀγάλμασι προσῆγε τὴν θεραπείαν, χιλιόμβας ὅλας ἐξ ἑκάστου γένους αὐτῷ θυόμενος. νγʹ. Ἐπεὶ δὲ αὐτῷ πάντα ποιοῦντι καὶ πραγμα‐ τευομένῳ ὅπως χρῴη τὸ ἄγαλμα, πλέον ἦν οὐδὲν, | |
35 | ἀλλὰ τοῦτό τε καὶ τὰ λοιπὰ αὐτόθι σύμπαντα ἀγάλ‐ ματα βαθεῖα σιωπὴ κατεῖχεν, ἐνταῦθα νομίσας τὰ ἀπὸ τῆς γοητείας ἐνδεῖν, ἣν ἱερουργίαν καλοῦσιν Ἕλληνες, Εὐσέβιόν τινα, μέγιστον, ἐπὶ τὸ ταῦτα δύ‐ νασθαι, κεκτημένον ἐν Ἕλλησι κλέος, μεταπεμψά‐ | |
40 | μενος, τούτῳ προσέταττεν ἐπίπνουν ὅτι μάλιστα καὶ ἐνεργὸν ἀποφαίνειν, μηδενὸς ὧν εἰς τοῦτο προσδεῖν αὐτῷ νομίζοι φεισάμενον. Τῷ δ’ ἐπειδὴ πάσας ἑαυ‐ τοῦ κεκινηκότι τὰς μηχανὰς, καὶ μηδὲν ὅ τι πλέον ἂν ἐπινοήσειεν ὑπολειπομένῳ, τὸν ὅμοιον ἐσεσιω‐ | |
45 | πήκει καὶ κατὰ φύσιν τρόπον, οὐδέν τι μᾶλλον ἢ καὶ πρόσθε φθεγγόμενον, ἐνταῦθα ἤδη πρὸς τοῦ Ἰουλια‐ νοῦ ἐρωτώμενος καὶ καθ’ ὅ τι μάλιστα σιωπῴη, καὶ ταῦτα πάντων τελεσθέντων ἐπ’ αὐτῷ τῶν νομιζομέ‐ νων παρ’ αὐτοῖς, Βαβύλαν ἔφη τῆς σιωπῆς τούτου τε | |
96.1300(50) | καὶ τῶν λοιπῶν ἀγαλμάτων αἰτιώτατον εἶναι, αὐτοῦ ἐν τῇ Δάφνῃ κειμένου, ὡς τῶν θεῶν τὸν νεκρὸν αὐ‐ τοῦ βδελλυττομένων, καὶ διὰ τοῦτο τοῖς ἕδεσι σφῶν ἐπιφοιτᾷν οὐκ ἀνεχομένων. Οὐ γὰρ ἠβούλετο τὴν ἀληθεστάτην αἰτίαν εἰπεῖν, οὐ παντάπασί γε αὐτῆς | |
55 | ἀνεπαίσθητος γεγονὼς, ὅτι δὴ κρείττων δύναμις ἦν, ἡ τὰς τῶν δαιμόνων ἐνεργείας πεδησαμένη· ἄλλως τε καὶ τοῦ δαίμονος αὐτῷ τοῦ τὸν Ἀπόλλωνα ὑποκρι‐ νομένου σαφῶς, καὶ διαῤῥήδην, ὡς λέγεται, εἰρηκό‐ | |
τος, μὴ δύνασθαι ἀποκρίνασθαι διὰ Βαβύλαν. | 1300 | |
96.1301 | νδʹ. Ὁ γὰρ δὴ Βαβύλας οὗτος λέγεται ἐπίσκοπος μὲν γενέσθαι τῆς Ἀντιοχείας, Νουμεριανῷ δὲ τῷ βασιλεῖ εἰσελθεῖν βουλομένῳ ἐν τῇ τῶν Χριστια‐ νῶν ἐκκλησίᾳ κατὰ δή τινα ἑορτὴν, στὰς πρὸ τῶν | |
5 | θυρῶν διεκώλυσεν εἰσελθεῖν, φάσκων εἰς δύναμιν μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον· τὸν δὲ παραυτίκα μὲν ἀποκρουσθῆναι τῆς εἰσόδου, εἴτε δὴ στάσιν τινὰ πρὸς τοῦ ὄχλου ἔσεσθαι ὑπειδό‐ μενον, εἴτε καὶ ἄλλως αὐτῶν μεταβουλευθέν· ἐν | |
10 | χαλεπῷ μέν τοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιη‐ σάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασίλεια ἀπηλ‐ λάγη, παραστήσασθαί τε αὐτὸν ἐπὶ τοῦ βήματος ἀπολογησόμενον ἐκέλευσε, καὶ δὴ παραστάντος αὐ‐ τοῦ, πρῶτα μὲν τὴν τόλμαν τῆς κωλύσεως ἐνεκάλει, | |
15 | ἔπειτα μέν τοι κελεύει αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν· τὸν δὲ πρὸς τὴν ἔγκλησιν ἀπολογήσασθαι καὶ τὴν πρόκλησιν διακρούσασθαι, τὴν μὲν, φήσαντα ποιμένι ἑαυτῷ πάντα προσήκειν ὑπὲρ τοῦ ποιμνίου προθυ‐ | |
20 | μεῖσθαι, τὴν δὲ, μὴ ἀνελέσθαι, τοῦ ὄντως ὄντος ἀπο‐ στάντα Θεοῦ, ψευδωνύμοις καὶ ὀλετῆρσι δαίμοσι θύειν. Εἰθ’ ὁ μὲν, ὡς ἑώρα μὴ πειθόμενον, προσέταξεν αὐ‐ τὸν ἀλύσεσι καὶ πέδαις ἐνδησαμένους, τὴν ἐπὶ θανάτῳ ἄγειν τῆς κεφαλῆς ἀφαιρήσοντας· ὁ δὲ, ἐπειδὴ ἤγετο | |
25 | τεθνηξόμενος, ταύτας ἀναλαβὼν ᾖδε τοῦ ψαλμοῦ τὰς ῥήσεις· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυ‐ σίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. νεʹ. Φασὶ δὲ καὶ τρεῖς παῖδας ἀδελφοὺς τὸ γένος κομιδῇ νέους ὑπ’ αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί | |
30 | τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως· καὶ ὡς οὐδ’ αὐτοὶ θύειν ἤθελον, καί τοι παντοίας ἀνάγκης αὐτοῖς προσ‐ αγομένης, καὶ αὐτοὺς κελεῦσαι τὸν βασιλέα τῶν κεφαλῶν ἀφαιρεῖν. Οὓς ἐπειδὴ ἧκον εἰς τὸ προκεί‐ μενον χωρίον, ὁ Βαβύλας ἑαυτῷ προστησάμενος, | |
35 | προτέρους προσῆγε τῷ ξίφει· τοῦ μή τινα τερέσαντα αὐτὸν ἀναδῦναι τὸν θάνατον, καὶ ἀπο‐ τεμνομένων ταύτην ἂν εἰπὼν τὴν φωνήν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἔπειτα καὶ αὐτὸς προύτεινε τὸν οἰκεῖον αὐτοῦ αὐχένα τῷ ξίφει· | |
40 | ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ ἀναλεξαμένοις, τὰς ἀλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι, Ἵν’ ᾖ μοι ταῦτα, φησὶ, κειμένῳ κόσμος· καὶ οὖν καὶ μετ’ αὐτῶν ἔτι τυγχάνει κείμενος, ὡς φασί. Τοῦτον τὸν Βαβύλαν ὁ Ἰουλιανὸς, ἐπειδὴ πρὸς τοῦ Εὐσεβίου ἤκουσε κώ‐ | |
45 | λυμα τοῖς ἀγάλμασιν εἶναι τοῦ μὴ χρᾷν, αὐτίκα προσέταξεν, αὐτῇ θήκη, λίθου δ’ ἐστὶ μεγάλου πε‐ ποιημένη, μετάγειν ἐκ τῆς Δάφνης οἷς τί τοῦτο δια‐ φέρει πόῤῥω ποῦ αὐτὸν ἀλλαχόσε, ἵνα ᾗ καὶ βού‐ λωνται μεταστησαμένους. Εὐθὺς οὖν ὁ τῆς πόλεως | |
96.1301(50) | ὄχλος προχυθέντες ὡς ἐπὶ μεγάλῃ αἰτίᾳ, καὶ περι‐ βαλλόμενοι εἷλκον τὴν θήκην· ἡ δὲ ὡς οὐχ ὑπ’ ἀν‐ θρώπων ἑλκομένη μᾶλλον ἢ κρείττονος αὐτὴν κινούσης δυνάμεως, ἔφθανε προθυμίαν ἐφεπομένη· αὐθήμερον γέ τοι αὐτὴν σταδίους πλέον ἢ πεντή‐ | |
55 | κοντα κομισάμενοι, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ | |
κατέθεσαν. Ἔστι δὲ ἐν τῇ πόλει οἶκος σωμάτων πα‐ | 1302 | |
96.1304 | λαιῶν ἀνδρῶν καὶ ἐνίων γε ἐπ’ εὐσεβείᾳ μαρτυρου‐ μένων, πολλὰ δεδεγμένος· τότε μὲν οὖν τὴν θήκην ἐνταῦθα εἰσεκόμισαν. νϛʹ. Ὁ δὲ Ἰουλιανὸς παρεσκευάζετο πλῆθος ἱερείων | |
5 | τε καὶ ἀναθημάτων, ὡς τῇ ὑστεραίᾳ σὺν αὐτοῖς εἰς τὴν Δάφνην ἀναβησόμενος, νῦν γε δὴ πάντως ἐλπί‐ ζων εἰ μὴ τῶν ἄλλων, ἀλλὰ τοῦ γε Ἀπόλλωνος τεύ‐ ξεσθαι ἀποκριθησομένου· ἐπὶ τοῦτον γὰρ αὐτῷ πᾶσα τῆς προθυμίας ἡ ἐλπὶς ἦν καὶ ὁ τόνος, ὡς αὐτῷ | |
10 | μᾶλλον ἢ ἑτέρῳ τὸ τοιοῦτον διαφέρον κατά τε τὴν μαντικὴν τέχνην, καὶ αὐτῷ τὸ χωρίον ἀνεῖτο ἡ Δάφνη, νομίζοντι αὐτῷ ἔν τε τῷ οἰκείῳ τόπῳ εἰ‐ κότως, ἢ τῶν ἄλλων δαιμόνων ἰσχύειν. Ὁ δὲ Εὐσέ‐ βιος καὶ οἱ λεγόμενοι ἱερεῖς καὶ τῶν νεοκόρων τὸ | |
15 | πλῆθος προσδεχόμενοι τὸν βασιλέα, ἐν ἀγῶνι με‐ γάλῳ ἔστασαν, καὶ διηγρύπνουν περὶ τὸ ἄγαλμα, πάντα πραγματευόμενοι, ὅπως ἐπειδ’ ἂν ἀφίκηται, τύχοι αὐτοῦ φθεγξαμένου· ὡς ἄλλης γε αὐτῷ ἔτι προφάσεως εἰς ἀναβολὴν μὴ ὑπολειπομένης. Ἐπειδὴ | |
20 | δὲ πόῤῥω τῶν νυκτῶν ἦν, ἐκ τοῦ οὐρανοῦ πῦρ ἀθρόως κατενεχθὲν, ἐνέσκηψε τῷ νεῷ καὶ ἅμα παν‐ ταχόθεν αὐτὸν δραξάμενον, ἐμπιπρᾷ αὐτῷ ἀγάλματι καὶ αὐτοῖς ἀναθήμασιν· πάντων δὲ ὁμοῦ καταφλε‐ γομένων, καὶ τοῦ πυρὸς ἐπὶ μέγα ἐξαιρουμένου, βοὴ | |
25 | μὲν αὐτίκα μεγάλη περὶ τὸν νεὼν ἦν, καὶ θόρυβος οὐδενὶ ἐοικὼς, καὶ δὴ πολλῶν ἐπαμῦναι προθυμου‐ μένων, οὐδεὶς ἦν ὁ πρὸς τὸ πῦρ ἀντισχεῖν δυνησό‐ μενος. Ἀλλ’ οἱ μὲν ἔθεον τῷ ἄρχοντι τῆς Ἑῴας Ἰου‐ λιανῷ μηνύσοντες, ὁ δὲ λοιπὸς ὄχλος ἔστασαν ὑπ’ | |
30 | ἐκπλήξεως θεαταὶ τοῦ παραδόξου τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς γενόμενοι· τὸ δὲ πῦρ οὐδενὸς ἦν τῶν ἄλλων ἁπτόμενον, τοσαύτης γε καὶ οὗτος ἀμ‐ φιλαφοῦς ὕλης ἐκεῖ πεφυκυίας, ὅτι μὴ μονώτατον ἐμπεσὸν κατέφλεγε σὺν τοῖς ἐνοῦσι τῷ νεῷ, ὡς τὸ | |
35 | μὲν ἄγαλμα καὶ πᾶν ὅ τι ἐν ἀναθήμασιν ἦν, καθάπαξ ἀφανισθῆναι· βραχέα δὲ λειφθῆναι τῶν οἰκοδομη‐ μάτων ἐδάφη, μνημεῖα τοῦ πάθους, ἃ καὶ νῦν ἔτι δείκνυται, σαφέστερον τὸ δεῖγμα τοῦ θεηλάτου πυρός. | |
40 | νζʹ. Ὁ δὲ Ἰουλιανὸς τὰ συμβάντα ἀκούσας, ὀργῆς τε πιμπλᾶται, καὶ δεινὸν ποιησάμενος εἰ Χριστιανοὶ τοῖς συμβεβηκόσιν ἐπιτωθάσειν μέλλοιεν, αὐτίκα προστάττει τῆς Μεγάλης αὐτοὺς ἐξωθεῖν ἐκκλη‐ σίας, καὶ ταύτην μὲν ἄβατον αὐτοῖς παντελῶς ἀπο‐ | |
45 | φαίνειν, ὡς ὅτι ἀσφαλέστατα αὐτὴν ἀποκλει‐ σαμένους, τὰ δὲ κειμήλια πάντα δημοσιοῦν· δέδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν, ὥστε εἰσέρχεσθαι αὐ‐ τοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας, καὶ ποιεῖν ὅσα βούλονται. Τούτων οὖν παρὰ τοῦ τυράννου καὶ | |
96.1304(50) | ἀσεβοῦς Ἰουλιανοῦ κελευσθέντων, τί τῶν μεγίστων κακῶν οὐκ ἐτελέσθη; τί δὲ τῶν ἀπηχεστάτων οὐκ ἐλέχθη, τῶν ἀφέτῳ γλώσσῃ λαλούντων τὰ ἄῤῥητα κατὰ τῆς τῶν Χριστιανῶν πίστεως, καὶ βλασφημούν‐ των εἰς τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν | |
55 | ἐν πάσαις ταῖς πόλεσιν; Ἐν μὲν γὰρ Σεβαστῇ | 1304 |
96.1305 | τῇ πάλαι μὲν Σαμαρείᾳ, νῦν δὲ παρὰ Ἡρώδου κτι‐ σθείσῃ καὶ Σεβαστῇ ἐπικληθείσῃ, τὰ ὀστᾶ τοῦ προ‐ φήτου Ἑλισσαίου καὶ τοῦ Βαπτίστου Ἰωάννου ἐκ τῶν θηκῶν ἐξαγαγόντες, καὶ ἀλόγων ἀκαθάρτων | |
5 | ὀστέοις προσμίξαντες κατέκαυσαν, καὶ τὴν κόνιν εἰς τὸν ἀέρα ἐλίκμησαν· τὸν δὲ τοῦ Σωτῆρος ἀνδριάντα ἐν Πανέαδι τῇ πόλει πρὸς τῆς αἱμοῤῥοησάσης γυναικὸς κατασκευασθέντα μεγαλοπρεπῶς, ἣν ὁ Χριστὸς ἰά‐ σατο, καὶ ἱδρυνθέντα ἐν ἐπισήμῳ τῆς πόλεως τόπῳ, | |
10 | ὃν μετὰ χρόνον γνωσθέντα, ἐκ τῆς αὐτόθι φυομένης βοτάνης τοῦ θαύματος, οἱ Χριστιανοὶ ἀράμενοι, ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ ἔστησαν, τοῦτον οἱ Ἕλληνες κατασπάσαντες, κἀκ τῶν ποδῶν σχοίνους ἐξάψαντες, ἔσυραν ἐπὶ τῆς ἀγορᾶς· ἕως οὗ κατὰ | |
15 | μικρὸν ἀποθραυόμενος, ἠφανίσθη, μόνης τῆς κεφαλῆς καταλειφθείσης καὶ ἁρπαγείσης ὑπό τινος ἐν τῷ θορυβεῖσθαι τοὺς Ἕλληνας, λαλούντων αὐτῶν βλάσφημα καὶ ἀπηχέστατα ῥήματα εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἃ μή τις ἀνθρώπων ἤκουσε πώποτε. νηʹ. Αὐτὸς δὲ ὁ ἀσεβέστατος καὶ πάντων παρανο‐ | |
20 | μώτατος Ἰουλιανὸς ἠγαλλιᾶτο καὶ ἔχαιρεν, καὶ γαυριῶν ἐπὶ τούτοις, ἐκέλευσε καὶ τὸν ἐν Ἱεροσο‐ λύμοις ναὸν τῶν Ἰουδαίων ἀνιστᾷν· καὶ τοὺς Χριστιανοὺς τῆς πόλεως ἐκβαλὼν, τοῖς Ἰου‐ δαίοις ἔδωκε κατοικεῖν, ἀποστείλας Ἀλύπιόν τινα | |
25 | τοῦ μετὰ σπουδῆς τὸν ναὸν ἀνοικοδομήσασθαι. Αὐτὸς δὲ προκαθίσας ἐπὶ τοῦ βήματος ἐν τῇ καλουμένῃ Βασιλικῇ, ἐκέλευσε προσαχθῆναι τὸν μάρτυρα· προσαχθέντος δὲ τοῦ ἁγίου, ἔφη πρὸς αὐτὸν, Πάν‐ τως ἤκουσας καὶ αὐτὸς, ἀσεβέστατε Ἀρτέμιε, τὸ | |
30 | τόλμημα τῶν ἀσεβῶν κατὰ σὲ Χριστιανῶν, ὅπερ ἐποίησαν ἐν Δάφνῃ ἐν τῷ ναῷ τοῦ σωτῆρος Ἀπόλ‐ λωνος, καὶ ὡς ἐνέπρησαν αὐτοῦ τὸν ναὸν σὺν τοῖς ἀναθήμασιν, καὶ τὸ πάντιμον καὶ θαυμαστὸν ἄγαλ‐ μα ἐξηφάνισαν· ἀλλ’ οὐ χαρήσονται ἐπιτωθάζοντες | |
35 | καὶ χλευάζοντες τὰ ἡμέτερα· ἐγὼ γὰρ ἀποτίσω τὴν ὑπὲρ τούτου ποινὴν ἑβδομηκοντάκις ἑπτὰ, καθώς φασι τὰ ὑμέτερα λόγια. νθʹ. Καὶ ὁ μάρτυς· Ἤκουσα ὡς θεήλατος ὀργὴ καὶ πῦρ οὐρανόθεν κατελθὼν κατέφαγε τὸν θεόν σου, | |
40 | καὶ αὐτοῦ τὸν ναὸν ἐνέπρησεν πάντα καὶ κατηδάφι‐ σεν· εἰ οὖν θεὸς ἦν, τί μὴ ἑαυτὸν ἐκ τοῦ πυρὸς ἐῤῥύσατο; Καὶ ὁ παραβάτης· Τάχα καὶ αὐτὸς ἔοικάς μοι, ἀνοσιώτατε, κερτομεῖν ἐπὶ τοῖσδε καὶ κατακακχάζειν, ὡς ἅτε παρὰ τοῦ Θεοῦ σου ἐκδίκησιν | |
45 | τινα προσδεξάμενος. Καὶ ὁ μάρτυς· Ἐγὼ πάντοτε, δυσσεβέστατε, ἐπὶ τῇ τῶν δαιμόνων πτώσει τῶν παρὰ σοῦ τιμωμένων κομπάζω καὶ χαίρω καὶ ἀγαλ‐ λιῶ· καὶ ἐπὶ πᾶσιν οἷς ὁ Χριστός μου τερατουργεῖ, τερπόμενος γέγηθα· ἐκδίκησιν δὲ τῶν εἰς ἐμὲ πρατ‐ | |
96.1305(50) | τομένων παρὰ σοῦ, ἐκεῖ δέξομαι ὅποτ’ ἂν τὸ πῦρ ἐκεῖνο τὸ ἀκοίμητόν σε καταλήψεται καὶ ἡ διαιωνί‐ ζουσα κόλασις· κἀνταῦθα δὲ οὐ πολὺς παρελεύσεται χρόνος, καὶ τὸ μνημόσυνόν σου μετ’ ἤχου ἀφανισθή‐ | |
σεται. Καὶ ὁ παραβάτης· Εἰ οὖν ἀγαλλιᾷς ἐπὶ τού‐ | 1306 | |
96.1308 | τοις καὶ ἐπευφραίνεις, ἀνοσιώτατε, προσθήκην ἐγώ σοι ποιήσομαι τοῦ ποθουμένου ἀγαλλιάματος. Ἀλλὰ, δυσμενέστατε, φείδομαί σου δι’ οἰκείαν χρη‐ στότητα, καὶ βούλομαί σε τῆς ἀνοίας παυσάμενον, | |
5 | σώφρονι λογισμῷ χρήσασθαι, καὶ προσελθεῖν θύ‐ σοντα τοῖς ἀθανάτοις θεοῖς· καὶ ἀξιώματι γὰρ μεγίστῳ κεκόσμησαι, καὶ πλοῦτος ἱκανὸς ἄνωθέν σοι καὶ ἐκ προγόνων σεσώρευται, καὶ πολλά σοι τὰ τῆς ἀρετῆς πλεονεκτήματα οἱ θεοὶ παρεσκεύασαν, κἂν | |
10 | αὐτὸς ἀχάριστος ὤφθης περὶ αὐτούς. ξʹ. Καὶ ὁ μάρτυς· Τί μαίνῃ, παρανομώτατε, καὶ ἀσχολῇ ἐπὶ τοῖς ὀλεθρίοις ῥήμασιν; Ἔασας τὰς βαρ‐ βαρικὰς ἐπαναστάσεις, καὶ τὸν Περσικὸν ἀνεβάλου πόλεμον, δι’ ὃν τὴν οἰκουμένην πᾶσαν ἐσάλευσας, | |
15 | καὶ εἰς ἐμὲ τὸν τοῦ Θεοῦ δοῦλον ἀσχολῇ; Δίδου ἀπό‐ φασιν κατ’ ἐμοῦ οἵαν ἐθέλεις· ἐγὼ γὰρ τοῖς θεοῖς σου οὐ λατρεύω, οὔτε τοῖς σοῖς προστάγμασιν ὑπο‐ κύπτω, ἀλλὰ τῷ Θεῷ μου καθ’ ἑκάστην προσφέρω θυσίαν αἰνέσεως καὶ ἐξομολογήσεως· ποίει οὖν ὃ | |
20 | θέλεις, παρανομώτατε. Ταῦτα ὁ παραβάτης ἀκούσας καὶ πλήρης θυμοῦ γενόμενος, λατόμους καὶ λιθοξόους ἐκέλευσεν εἰσελθεῖν, καί φησι πρὸς αὐτούς· Ὁρᾶτε τὴν ἀπότομον πέτραν τὴν ἀπέναντι τοῦ θεάτρου πρὸς τὸ κάταντες τῆς πόλεως ῥέπουσαν; Ταύτην οὖν | |
25 | διχάσαντες, καὶ τὸ ἕτερον μέρος αὐτῆς ἀνωφερέ‐ στερον στήσαντες, τουτονὶ τὸν ἀλιτήριον ἐμβιβάσατε μέσον· καὶ τοὺς δεσμοὺς τῆς πέτρας ἐναποῤῥήξαν‐ τες, ἄφετε μετὰ ῥύμης καὶ βάρους ἐναπελθεῖν πρὸς τὸ μέρος ὅθεν δεδίχασται· καὶ τούτου μέσον εὑρισ‐ | |
30 | κομένου ἅπας κατὰ μικρὸν συνθλασθήσεται, καὶ τὰ ἐντὸς αὐτοῦ πάντα διαῤῥαγήσονται· ἵν’ εἴδῃ τίνι ἀνθίσταται, καὶ τίνι πρὸς μάχην ἐξώπλισται, καὶ τί παρὰ τοῦ Θεοῦ αὐτοῦ ὠφεληθήσεται, εἰ ἄρα δυνήσε‐ ται αὐτὸν ἐξελέσθαι ἐκ τῶν χειρῶν μου. Τοῦ | |
35 | ἔργου δὲ θᾶττον λόγου περαιωθέντος ἀφῆκαν οἱ λαξευταὶ τὴν πέτραν ὡς ὁ τύραννος ἔφησεν· ἡ δὲ σὺν βάρει πολλῷ ἐπὶ τοῦ πρηνοῦς ἐνεχθεῖσα, ὅλον ἐκάλυψε τὸ σῶμα τοῦ μάρτυρος, καὶ τοσοῦτον αὐτὸν ἐξεπίεσεν, ὥστε τῶν ὀστέων αὐτῶν κατατεθραυσμέ‐ | |
40 | νων ἦχόν τινα κροτηθῆναι φοβερόν τε καὶ βίαιον καὶ ξένον ἀνθρωπίνῃ ἀκοῇ. ξαʹ. Καὶ ἦν ὁ ἅγιος μέσον τῶν πετρῶν στενοχω‐ ρούμενος καὶ ἐκπιεζόμενος, ἐπικαλούμενος τὸν Χριστὸν καὶ λέγων· Ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγη‐ | |
45 | σάς με, ὅτι ἐγενήθης ἐλπίς μου· πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ· ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου. Δέξαι τοίνυν, Μονογενές, τὸ πνεῦμά μου, ὁ εἰδὼς τὴν στενοχωρίαν μου, καὶ μὴ συγκλείσῃς | |
96.1308(50) | με εἰς χεῖρας ἐχθρῶν. Ἦσαν γὰρ πάντα τὰ ἐντὸς αὐ‐ τοῦ διεῤῥωγότα, καὶ τῶν ὀστῶν ἡ ἁρμονία πᾶσα συντεθλασμένη, καὶ οἱ βολβοὶ τῶν ὀφθαλμῶν ἐκπε‐ πηδηκότες ἐκ τῶν θυρίδων αὐτῶν· ἀλλὰ καὶ οὕτως ἦν ἐγκαρτερῶν ὁ τοῦ Χριστοῦ γενναῖος ἀθλητὴς, | |
55 | ὥσπερ ἄκμων ἀνήλατος, ἢ λίθος ἀτέραμνος, καὶ παντὸς ἀδάμαντος ἰσχυρότερος. Ποιήσαντος οὖν τοῦ ἁγίου ἐν μέσῳ τῶν πετρῶν ἡμερονύκτιον, ἐκέλευσεν | |
ὁ παράνομος Ἰουλιανὸς διαζευχθῆναι τὰς πέτρας, | 1308 | |
96.1309 | προσδοκῶν αὐτὸν διεῤῥωγότα καὶ συντεθραυσμένον καὶ νεκρὸν εὑρεθήσεσθαι· ἀνεῳχθεισῶν δὲ τῶν πε‐ τρῶν, ἐξῆλθεν ὁ ἅγιος περιπατῶν, τοὺς ὀφθαλμοὺς ἔχων ἐκπεπηδηκότας, καὶ τὰς ἰδίας ἕδρας καταλι‐ | |
5 | πόντας, θέαμα φρικτὸν καὶ διήγημα ξένον τῆς ἀν‐ θρωπίνης ὑπάρχων φύσεως, ἄνθρωπος γυμνὸς, κατατεθλασμένων αὐτοῦ τῶν ὀστῶν καὶ τῶν ἁρμονιῶν συντεθραυσμένων, τὴν οἰκονομίαν τῆς ἀνθρωπίνης φύσεως ἐκ τοῦ περιέχοντος σώματος ἐξελθοῦσαν παρα‐ δεικνὺς, περιεπάτει καὶ διελέγετο, καὶ πρὸς τὸν τύραννον ἀντεφθέγγετο. | |
10 | ξβʹ. Ὃν ἰδὼν ὁ παμμίαρος Ἰουλιανὸς, ἔκθαμβος ὅλος ἐγένετο, καὶ πρὸς τοὺς παρόντας ἐφθέγξατο· Ὁρᾶτε, ἔφη, θέαμα ξένον καὶ διήγημα τῆς ἀνθρω‐ πίνης ἀλλότριον φύσεως; ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυκ’ ὅδε; ἆρα μή τι φάντασμα καὶ δαιμόνων ἀπα‐ | |
15 | τηλῶν τοῦτο τεκμήριον; Νῦν πείθομαι τὸν Εὐριπίδην σοφὸν εἶναι καὶ πολλῶν πραγμάτων ἐν ἐπιστήμῃ τυγχάνοντα, ἐν Ὀρέστῃ τάδε φιλοσοφήσαντα· Οὐκ ἔστι δεινὸν ὧδ’ εἰπεῖν ἔπος, Οὐδὲ πάθος οὐδὲ ξυμφορὰν θεήλατον, | |
20 | Ἧς οὐκ ἂν ἄρετ’ ἄχθος ἀνθρώπου φύσις. Μὰ τοὺς ἀθανάτους καὶ ἀηττήτους θεοὺς, οὐκ ἤλπι‐ ζον, ἄνδρες, ἔτι τοῦτον τὸν παλαμναῖον καὶ ἀλιτήριον ἐν τοῖς ζῶσι τετάχθαι. Νῦν δὲ καὶ τῶν ἐνδοσθίων αὐτοῦ ἐκραγέντων, καὶ τῆς ἁρμονίας ἁπάσης διαλυ‐ | |
25 | θείσης, κινεῖται καὶ φθέγγεται. Ἀλλ’ οἱ θεοὶ τοῦτον ἐταμιεύσαντο εἰς πολλῶν ἀνθρώπων σωφρονισμὸν, ἵν’ ᾖ μορμολύκιον τοῖς τὸ κράτος αὐτῶν μὴ προσκυνοῦσι τὸ ὑπερκόσμιον. Καί φησι πρὸς τὸν μάρτυρα· Ἰδοὺ, ταλαίπωρε, καὶ ὀφθαλμῶν ἐστερήθης, καὶ τῶν μελῶν | |
30 | ἁπάντων ἠχρείωσαι· ποία οὖν ἔτι λείπεταί σοι ἐλπὶς πρὸς ὃν μάτην ἤλπισας; Ἀλλὰ τὴν εὐμένειαν τῶν θεῶν ἐπικάλεσαι· ἴσως ἴλεοί σοι γενήσονται, καὶ μή σε ταῖς ἐν ᾅδου κολάσεσι παραδώσουσιν. ξγʹ. Ὁ δὲ τοῦ Χριστοῦ μάρτυς κόλασιν ἀκούσας, | |
35 | ἐμειδίασε· καί φησι πρὸς τὸν ἀσυμπαθῆ καὶ ἀμεί‐ λικτον τύραννον· Οἱ σοὶ θεοί με ταῖς κολάσεσιν πα‐ ραδώσουσιν; καὶ πῶς ἐκεῖνοι, παμμίαρε, τὴν ἰδίαν κόλασιν μὴ ἐκφυγόντες, ἄλλοις βοηθῆσαι δυνήσον‐ ται; Ἐκείνοις ἡτοίμασται τὸ πῦρ τὸ αἰώνιον, | |
40 | ἐκείνοις ὁ Τάρταρος καὶ οἱ σκώληκες, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων ὁ μηδέπω παυόμενος· μεθ’ ὧν καὶ αὐ‐ τὸς παραδοθήσῃ τῷ αἰωνίῳ καὶ ἀτελευτήτῳ πυρὶ, εἰς αἰῶνα κολασθησόμενος· ὅτι τὸν σταυρὸν τοῦ Θεοῦ κατεπάτησας, καὶ τὸ αἷμα τὸ τίμιον ὃ ὑπὲρ ἡμῶν | |
45 | ἐξέχεεν, κοινὸν ἡγήσω, ἐνυβρίσας τὸ Πνεῦμα τῆς χά‐ ριτος ἐν ᾧ ἡγιάσθης, δαίμοσιν ὀλεθρίοις πειθόμενος. Ἐμοὶ δὲ ὑπὲρ τούτου τοῦ μικροῦ καμάτου καὶ τῆς εὐτελοῦς τιμωρίας ἧς μοι προσήνεγκας, πολλὰ ἀντ‐ αποδοθήσεται ἔπαθλα καὶ στέφανοι νικητήριοι, οὓς | |
96.1309(50) | ἀναδήσομαι εἰς τὸν ἀκήρατον νυμφῶνα μετὰ Χριστοῦ ἀνακλιθησόμενος, καὶ ταινιώσει μου τὴν κεφαλὴν ὁ Δεσπότης Χριστὸς ὑπὲρ τὸ ἐφήμερον στέφος, ὅπερ σὺ περιδέδεσαι. Ἀλλὰ τί μοι ταῦτα πρὸς σὲ τὸν ἀσεβῆ καὶ ἀλάστορα τύραννον; ἀπόστηθι ἀπ’ ἐμοῦ, | |
55 | παρανομώτατε καὶ πάντων ἀνθρώπων ἀνοσιώτατε· δίδου ἀπόφασιν κατ’ ἐμοῦ ὁποίαν ἐθέλεις, καὶ οἵαν ὁ Σατανᾶς ὁ κατοικῶν ἐν τῇ ψυχῇ σου ἐμβάλῃ σοι· ἐγὼ γὰρ τῷ σῷ θελήματι ἀντιτάσσομαι, καὶ τοῖς προστάγμασί σου οὐχ ὑποκύπτω. Ποίει οὖν ὃ θέλεις, πα‐ | |
ρανομώτατε. | 1310 | |
96.1312 | ξδʹ. Ταῦτα ὁ παραβάτης καὶ τοῦ Θεοῦ ἀλλότριος Ἰουλιανὸς ἀκούσας παρὰ τοῦ μάρτυρος, ἀπεφήνατο κατ’ αὐτοῦ ταυτηνὶ τὴν ἀπόφασιν· Ἀρτέμιον τὸν τοὺς θεοὺς ἐνυβρίσαντα, καὶ τοὺς Ῥωμαϊκούς τε καὶ | |
5 | ἡμετέρους καταπατήσαντα νόμους, Χριστιανόν τε αὑτὸν ἀντὶ Ῥωμαίου καὶ Ἕλληνος καθομολογήσαντα, καὶ ἀντὶ δουκὸς καὶ αὐγουσταλίου Γαλιλαῖον ἑαυτὸν ὀνομάσαντα, τῇ τελευταίᾳ τοῦ θανάτου παραδεδώκα‐ μεν ψήφῳ, τὴν μιαρὰν αὐτοῦ κεφαλὴν ξίφει ἐκκοπῆ‐ | |
10 | ναι κελεύσαντες. Ταύτην οὖν τὴν ἀπόφασιν ὁ τοῦ Χριστοῦ μάρτυς δεξάμενος, ἐξελήλυθε τοῦ βήματος μετὰ τῶν ἀπαγόντων αὐτὸν στρατιωτῶν, χαί‐ ρων καὶ ἀγαλλιώμενος, ὑμνολογῶν καὶ δοξάζων τὸν βασιλέα Χριστόν. Φθάσαντες δὲ τὸν τόπον εἰς ὃν | |
15 | ἔμελλεν ὁ τοῦ Χριστοῦ στρατιώτης καὶ μάρτυς τὴν τελείωσιν δέξασθαι, ἔφη πρὸς τοὺς ἀπάγοντας αὐτὸν στρατιώτας· Ἀδελφοὶ, παρακαλῶ ὑμᾶς, ἔνδοτέ μοι μικρὸν τοῦ προσεύξασθαι· οἱ δὲ πρὸς αὐτὸν εἶπον· Ὡς ἔστι σοι καταθύμιον, ποίησον. Καὶ στραφεὶς ὁ | |
20 | ἅγιος κατὰ ἀνατολὰς, καὶ τὰς χεῖρας εἰς οὐρανοὺς ἐφαπλώσας, ηὔξατο οὕτως· ξεʹ. Εὐχαριστῶ σοι, Δέσποτα Σῶτερ τῶν ἐν ἀλη‐ θείᾳ ἐπικαλουμένων τὸ ὄνομά σου, ὅτι ἐνίσχυσάς με τὸν ἀνάξιον δοῦλόν σου καταπατῆσαι τὰ κέντρα τοῦ | |
25 | διαβόλου, καὶ συντρίψαι τὰς αὐτοῦ παγίδας ἃς ἔθετο ὑποκάτωθεν τῶν ποδῶν μου, καὶ καταισχῦναι τὸν ἀποστάτην Ἰουλιανὸν τὸν ἀποσκιρτήσαντα τῆς σῆς δεσποτείας, καὶ προσκολληθέντα τῷ διαβόλῳ καὶ τοῖς μισοῦσί σε· τὸν καταπατήσαντα τοὺς νόμους τοὺς | |
30 | ἁγίους σου, καὶ βεβηλώσαντα τὰ ἔνθεά σου προσ‐ τάγματα· εὐχαριστῶ σοι, φιλάνθρωπε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἀλλ’ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου. Εὐ‐ | |
35 | χαριστῶ σοι, μονογενὲς Λόγε τοῦ Πατρὸς, ὅτι ἠξίωσάς με τοῦ βραβείου τῆς ἄνω κλήσεως, καὶ τοῦ χοροῦ τῶν ἁγίων σου, καὶ ἐτελείωσάς με ἐν τῇ ὁμολογίᾳ σου, καὶ κατῄσχυνας τοὺς ἐπανισταμένους ἐπ’ ἐμέ· καὶ νῦν ἐπικαλοῦμαί σε, Δέσποτα, ἔπιδε ἐπ’ ἐμὲ καὶ ἐπὶ τοῖς | |
40 | ῥήμασί μου τοῖς ταπεινοῖς, καὶ δὸς ἀναψυχὴν τῇ κλη‐ ρονομίᾳ σου, ὅτι ἠσθένησεν καὶ οὐ κατηρτήσω αὐτήν. Ἰδοὺ γὰρ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουρ‐ γήσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν | |
45 | ἁγίων σου. Εἶπον γάρ· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Χριστοῦ ἔτι. Ταῦτα κομπάζει Ἰουλιανός· ταῦτα θρασύνεται· ταῦτα ἀπειλᾷ τῷ λαῷ σου καὶ τῇ κληρονομίᾳ σου ὑπὲρ ἧς τὸ σὸν αἷμα ἐξέχεας. Ἰδοὺ γὰρ τὰ θυσιαστή‐ | |
96.1312(50) | ριά σου κατεσκάφησαν, καὶ τὸ ἁγίασμά σου ἐμπέ‐ πρησται, καὶ ἡ εὐπρέπεια τοῦ οἴκου σου ἐξηφάνι‐ σται, καὶ τὸ αἷμα τῆς διαθήκης σου ἐξουδένωται, διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τὰς βλασφημίας ἃς ἐξέχεεν Ἄρειος κατὰ σοῦ τοῦ Μονογενοῦς καὶ τοῦ ἁγίου σου | |
55 | Πνεύματος, ἀλλοτριῶν σε τῆς τοῦ Πατρὸς ὁμοουσιό‐ τητος καὶ ἀποξενῶν σε τῆς αὐτοῦ φύσεως, κτίσμα σε | |
ἀποκαλῶν τὸν δημιουργὸν πάσης τῆς κτίσεως, καὶ | 1312 | |
96.1313 | ὑπὸ χρόνον τιθεὶς τὸν τοὺς αἰῶνας δημιουργήσαντα· φάσκων οὑτωσί· Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός· βου‐ λήσεως καὶ θελήσεως Υἱόν σε ἀποκαλῶν ὁ παρανο‐ μώτατος. Ἀλλ’ ἐκεῖνος μὲν ὁ δυσσεβὴς εὗρεν τοῦ | |
5 | ἰδίου στόματος καὶ τῆς ἀδίκου γλώττης τὰς ἀμοιβὰς, εἰ καὶ αἱ βλασφημίαι αὐτοῦ μένουσι, καρποφοροῦσαι αὐτῷ τὴν αἰώνιον καὶ ἀτελεύτητον κόλασιν. Σὺ δὲ, μακρόθυμε, στῆσον τὴν καθ’ ἡμῶν τυραννίδα, καὶ σβέσον τὸν θυμόν σου τὸν δίκαιον καὶ τὴν ὀργὴν ἣν | |
10 | ἡμεῖς ἐξεκαύσαμεν, ἐν τῷ παροργίζειν σε, Κύριε· θραῦσον τῆς εἰδωλολατρείας τὰ ὀχυρώματα· σβέσον τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ τὴν κνίσσαν τῶν ἀκα‐ θάρτων αἱμάτων κατάπαυσον· ἵνα σοι θυσία καθαρὰ καὶ ἀναίμακτος προσάγηται ἐν παντὶ τόπῳ τῆς δε‐ | |
15 | σποτείας σου· ἵνα σου δοξάζηται τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν. ξϛʹ. Καὶ κλίνας τὰ γόνατα τρίτον, καὶ προσκυνή‐ σας κατὰ ἀνατολὰς, προσηύξατο πάλιν λέγων· Θεὲ ἐκ | |
20 | Θεοῦ, μόνε ἐκ μόνου, Βασιλεῦ ἐκ βασιλέως, ὁ ἐν οὐρανοῖς ὣν καὶ καθεζόμενος ἐκ δεξιῶν τοῦ σε γεννήσαντος Θεοῦ καὶ Πατρὸς, ὁ ἐπὶ γῆς πολιτευ‐ σάμενος διὰ τὴν πάντων ἡμῶν σωτηρίαν· ὁ στέφα‐ νος τῶν ὑπὲρ σοῦ εὐσεβῶς ἀθλούντων, ἐπάκουσόν | |
25 | μου τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου σου, καὶ μετ’ εἰρήνης δέξαι μου τὴν ψυχὴν, καὶ ἀνάπαυσον αὐτὴν μετὰ τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάν‐ των καὶ δοξασάντων τὸ ὄνομά σου τὸ ἅγιον, τοῦ Πα‐ τρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε | |
30 | καὶ ἀεὶ καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐγένετο αὐτῷ ἐξ οὐρανοῦ φωνὴ λέγουσα· Ἀρτέμιε, εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ χάρις τῶν ἰαμάτων σοι δεδώρηται· σπεῦδε τοίνυν τὸν δρόμον σου, καὶ τὸν ἀγῶνα τελείωσον· εἴσελθε μετὰ τῶν | |
35 | ἁγίων, καὶ ἀπολάμβανε τὸ βραβεῖον τὸ ἡτοιμασμέ‐ νον τοῖς ἁγίοις, καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπι‐ φάνειαν τοῦ Χριστοῦ. Ὁ δὲ παράνομος βασιλεὺς πε‐ σεῖται ἐν Περσίδι, σφάγιον γενησόμενον τοῖς ἀκα‐ θάρτοις δαίμοσιν οὓς ἐθεράπευεν καὶ οὓς ἐτίμα, | |
40 | τοιαύτην ἀντιμισθίαν παρ’ αὐτῶν κομισάμενος, καὶ βασιλεύσει ἕτερος ἀντ’ αὐτοῦ χριστιανικώτατος καὶ θεοφιλέστατος, καταθραύων καὶ κατασπῶν πάντα τὰ τῶν εἰδώλων σεβάσματα. Ὁ δὲ λαὸς τοῦ Θεοῦ εὐ‐ φρανθήσεται, καὶ πᾶσαι Ἐκκλησίαι ἐλευθερωθή‐ | |
45 | σονται τῆς εἰδωλομανίας, καὶ βαθεῖα εἰρήνη τὴν οἰκουμένην ἅπασαν καταλήψεται, καὶ τὸ ὄνομα τοῦ | |
Χριστοῦ ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἀπὸ περά‐ | 1314 | |
96.1316 | των ἕως περάτων τῆς οἰκουμένης. Οὐ γὰρ ἔτι ἀρεῖ κεφαλὴν ἡ εἰδωλολατρεία, οὐδ’ οὐ μὴ σχῇ χώραν ὁ Σατανᾶς, τοῦ τὸν θεμέλιον τῆς Ἐκκλησίας ἀναμο‐ χλεῦσαι πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. ξζʹ. Ταῦτα παρὰ τῆς θείας φωνῆς ἐνωτισθεὶς ὁ | |
5 | Μακάριος, καὶ πληροφορίαν λαβὼν τῶν μελ‐ λόντων πραγμάτων γενήσεσθαι, εὐχαρίστησέ τε τῷ Θεῷ, καὶ χαρᾶς καὶ εὐφροσύνης γενόμενος ἔμπλεως, ἔκλινε τὸν αὐχένα· καὶ προσελθὼν εἷς τῶν στρατιω‐ τῶν, ἀπέτεμεν τὴν ἁγίαν αὐτοῦ κεφαλὴν, εἰκάδα | |
10 | ἐπέχοντος τοῦ Ὀκτωβρίου μηνὸς, ἐν ἡμέρᾳ ἕκτῃ τῇ καλουμένῃ Παρασκευῇ. Οὗ τὸ μακάριον καὶ ἅγιον σῶμα ἐξῃτήσατο παρὰ τοῦ βασιλέως Ἰουλιανοῦ γυνή τις πιστὴ, ὀνόματι Ἀρίστη, διάκονος ὑπάρχουσα τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας· καὶ ἐπέτρεψε δοθῆναι | |
15 | αὐτῇ· ἣ καὶ ποιήσασα γλωσσόκομον καὶ σμυρνίσασα τὸ ἅγιον αὐτοῦ καὶ μακάριον σῶμα, καὶ πολυτίμοις ἀρώμασι καὶ μύροις εὐωδιάσασα, κατέθετο ἐν τῷ γλωσσοκόμῳ, καὶ ἀνέπεμψεν ἐν τῇ πανευδαίμῳ Κων‐ σταντίνου πόλει, ἐν τόπῳ ἐπισήμῳ καταθεμένη, ὡς | |
20 | βουλομένη οἶκον ἄξιον τοῦ ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου, πρὸς τὸ σύναξιν ἐπιτελεῖσθαι εἰς μνη‐ μόσυνον τῆς ἀοιδίμου μαρτυρίας αὐτοῦ. Ταῦτα ἐπράχθη ἐν Ἀντιοχείᾳ τῇ μεγίστῃ πόλει Συρίας, ἐπὶ Ἰουλιανοῦ Καίσαρος, τοῦ ἐπικληθέντος Παραβά‐ | |
25 | του, ἀνθυπατεύοντος Δουλκιτίου, καὶ τὴν ὕπαρχον διεπόντος ἀρχὴν Σαλουστίου· ἐν τόπῳ καλουμένῳ Δάφνῃ, βασιλευόντος ἐφ’ ἡμᾶς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ξηʹ. Ἐπεὶ δὲ ἀνωτέρω εἰρήκαμεν ὡς ὁ παραβάτης Ἰουλιανὸς ἀπέστειλεν εἰς Ἱεροσόλυμα τοῦ τὸν ναὸν | |
30 | τῶν Ἰουδαίων ἀνοικοδομήσασθαι, ὃν Οὐεσπεσιανὸς καὶ Τίτος ὁ τούτου υἱὸς μετὰ τῆς πόλεως καὶ τοῦτον καθεῖλον καὶ ἐνεπύρισαν, καθὼς προείρηκεν ὁ Δε‐ σπότης Χριστὸς περὶ αὐτοῦ πρὸς τοὺς θεηγόρους αὐτοῦ μαθητὰς, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπάνω λίθου | |
35 | ὃς οὐ μὴ καταλυθῇ. Θέλων οὖν ὁ παράνομος τὰς τοῦ Χριστοῦ φωνὰς ψευδεῖς ἀποδεῖξαι, ἐσπού‐ δαζε μάλιστα τὸν ναὸν οἰκοδομεῖν, προστάξας ἐκ τῶν δημοσίων πραγμάτων τε καὶ χρημάτων ποιεῖσθαι πᾶσαν τὴν τῆς οἰκοδομῆς ἔξοδον. Συνδραμόντων οὖν | |
40 | τῶν Ἰουδαίων, καὶ μετὰ πολλῆς τῆς χαρᾶς τοῦ ἔργου ἐναρξαμένων, καὶ τὴν τῶν θεμελίων τάφρον ἐξορυτ‐ τόντων ἀργυραῖς ἅμμαις καὶ σκάφαις, καὶ τοὺς θε‐ μελίους ἠμέλλον καταβάλλεσθαι, σφοδροτάτη καται‐ γὶς ἐπελθοῦσα, τὸ κενωθὲν ἀντεχώννυ. Ἀστραπῶν δὲ | |
45 | καὶ βροντῶν καθ’ ὅλην ἐκείνην τὴν νύκτα συνεχῶς καταπεμπομένων, σεισμὸς ἐγγιζούσης λοιπὸν τῆς ἡμέρας ἐγένετο, ὥστε πολλοὺς καὶ ὑπαίθρους μένον‐ τας ἐναποψύξαι· καὶ πῦρ ἐκ τῶν ὀρυσσομένων θε‐ μελίων ἐξενεχθὲν, πάντας τοὺς εὑρεθέντας ἐκεῖσε | |
96.1316(50) | κατέφλεξεν· καταπεσεῖν δὲ καὶ πόλεις συνέβη τὰς περὶ Νικόπολιν, καὶ Νεάπολιν, Ἐλευθερόπολίν τε καὶ Γάζαν, καὶ ἑτέρας πλείους· στοά τε τῆς Αἰλίας | |
ἤγουν Ἱερουσαλὴμ, ἢ παρὰ τὴν συναγωγὴν τῶν | 1316 | |
96.1317 | Ἰουδαίων πολλοὺς τῶν εἰρημένων κατενεχθεῖσα ἀνεῖλεν· πῦρ τε ἐκραγὲν ἀδήλως, πλείστους Ἰου‐ δαίων κατέκαυσεν· ἐγένετο δὲ καὶ σκότος κατὰ τοὺς τόπους ἐκείνους καὶ σεισμοὶ συνεχεῖς, πολλὰς φθορὰς ἐν πολλαῖς ἐργασάμενοι πόλεσιν. | |
5 | ξθʹ. Ὁ δὲ Ἰουλιανὸς ἀπάρας ἀπὸ τῆς Ἀντιοχείας σὺν παντὶ τῷ στρατεύματι, ἐπὶ τὴν Περσίδα γῆν ἐπορεύετο. Καὶ τὴν Κτησιφῶντα πόλιν καταλαβὼν, ἐδόκει τι μέγα διαπραξάμενος ἔργον, ἐφ’ ἕτερα με‐ ταβαίνειν κρείττονα. Ἔλαθεν δὲ αὐτὸν ἐξαπατηθεὶς ὁ | |
10 | παμμίαρος. Ἔρωτα γὰρ διαβολικὸν τῆς εἰδωλομα‐ νίας ἐγκτησάμενος, καὶ ἐλπίσας διὰ μὲν τῶν ἀθέων θεῶν αὐτοῦ πολυχρόνιον τὴν βασιλείαν ἕξειν, καὶ νέον γενέσθαι Ἀλέξανδρον, περιγενέσθαι δὲ καὶ τῶν Περ‐ σῶν, καὶ τὸ τῶν Χριστιανῶν ἐξαλείφειν εἰς ἅπαν | |
15 | γένος καὶ ὄνομα, ἐξέπεσε τῆς ὑπερηφάνου διάνοιας· γέροντι γὰρ ἐντυχὼν Πέρσῃ καὶ παρ’ αὐτοῦ ἀπατηθεὶς, ὥστε τὰ βασίλεια τῶν Περσῶν καὶ πάντα τὸν πλοῦτον ἀμογητὶ παραλήψεσθαι, ἐνέβαλεν αὐτὸν ἐπὶ τὴν Καρμανίτην ἔρημον εἰς ἀνοδίας καὶ | |
20 | βάραθρα καὶ εἰς ἐρήμους καὶ ἀνύδρους τόπους μετὰ παντὸς τοῦ στρατεύματος, καὶ δίψῃ καὶ λιμῷ πιέσας αὐτοὺς, καὶ πᾶσαν τὴν ἵππον ἐναποκτείνας ὡμολό‐ γησεν ὁ Πέρσης ἑκουσίως αὐτοὺς πεπλανηκέναι, ὡς ἂν διαφθαρεῖεν ὑπ’ αὐτοῦ, καὶ μὴ τὴν ἑαυτοῦ πα‐ | |
25 | τρίδα πορθουμένην ὑπὸ τῶν ἐχθίστων θεάσοιτο. Τοῦ‐ τον μὲν οὖν παραυτίκα μεληδὸν κατακόψαντες, τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλι‐ καύτης ταλαιπωρίας, πίπτοντες ἄκοντες τῷ τῶν Περ‐ σῶν στρατεύματι, καὶ συμβολῆς γενομένης, αὐτὸς | |
30 | Ἰουλιανὸς τῇδε κἀκεῖ διατρέχων καὶ διαταττόμενος, περιπίπτει δόρατι, ὡς μέν τινες φάσκουσι, στρα‐ τιώτου· ὡς δὲ ἄλλοι, σαρακηνοῦ τῶν Περσῶν· ὡς δ’ ὁ Χριστιανῶν ὁ ἀληθὴς καὶ ἡμέτερος [λόγος], τοῦ Δεσπότου Χριστοῦ ἀντιταξαμένου αὐτῷ Τόξον γὰρ | |
35 | ἀθρόως ἀπὸ τοῦ ἀέρος ἐνταθὲν καὶ βέλος ἐπ’ αὐτὸν ὡς ἐπὶ σκοπὸν ἀφιὲν, καὶ διὰ τῶν λαγόνων ὁρμῆσαν, διαμπερὲς ἔτρωσεν αὐτὸν εἰς τὰ ὑποχόνδρια. Καὶ ἀνοιμώξας βαρύ τε καὶ δυσηχὲς, ἔδοξε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐνώπιον αὐτοῦ ἑστάναι καὶ | |
40 | ἐπεγγελᾷν αὐτῷ· ὁ δὲ σκότους καὶ μανίας πλησθεὶς δεξάμενος τῇ χειρὶ τὸ ἴδιον αἷμα καὶ εἰς τὸν ἀέρα ῥάνας, πρὸς τῇ ἐκπνοῇ γενόμενος, ἀνέκραξε λέγων· Νενίκηκας, Χριστὲ, χορτάσθητι, Γαλιλαῖε! Καὶ οὕτως τὸν ἔχθιστον θάνατον καταλαβὼν, κατέστρεψε τὸν βίον, τοὺς αὐτοῦ θεοὺς πολλὰ λοιδορησάμενος. | |
45 | οʹ. Τοῦ δὲ Παραβάτου πεσόντος ἐν τῷ μεταιχμίῳ τοῦ στρατοπέδου, Ἰοβιανὸς ἀναγορεύεται βα‐ σιλεὺς ὑπὸ τοῦ στρατοπέδου· καὶ σπονδὰς πρὸς τὸν Πέρσην εἰρηνικὰς ποιησάμενος, τὴν Νίσιβιν πα‐ ραδοὺς τοῖς Πέρσαις ἄνευ τῶν οἰκητόρων, ἐξῆλθεν | |
96.1317(50) | ἐκεῖθεν· ὁ γὰρ στρατὸς λιμῷ καὶ λοιμῷ διεφθείρετο. Ἐλθὼν δὲ αὐτὸς ἐπὶ τῆς τῶν Ῥωμαίων γῆς, τῇ τῶν Ἀνομοιητῶν αἱρέσει προσετέθη, ἤγουν Εὐνομια‐ νῶν· φθάσαντος δὲ αὐτοῦ τὴν Γαλατικὴν ἐπαρχίαν, αὐτόθι ἐν Δαδαστάνοις ἔν τινι χωρίῳ, οὕτω καλου‐ | |
55 | μένῳ, ἄφνω καταστρέφει τὸν βίον· καὶ μένει ὁ λαὸς ἀβασίλευτος ἡμέρας τεσσαράκοντα, ἄχρις οὗ ἐλθόν‐ | |
τες ἐν Νικαίᾳ, Οὐαλεντινιανὸν ἀνηγόρευσαν. Ὁ δὲ | 1318 | |
96.1320 | Οὐαλεντινιανὸς τὸν ἴδιον ἀδελφὸν ἀναγορεύει βασι‐ λέα τῇ πρὸ πέντε Καλανδῶν Μαρτίων, μετὰ τριά‐ κοντα καὶ δύο ἡμέρας τῆς αὐτοῦ βασιλείας. Οὐαλεν‐ τινιανῷ τοίνυν ἐντυχόντες οἱ ἐπίσκοποι τῆς καθαρᾶς | |
5 | καὶ ὀρθῆς πίστεως, ᾐτήσαντο γενέσθαι σύνοδον. Καὶ ἀπεκρίθη αὐτοῖς, ὅτι Ἐμοὶ μὲν ὁ Θεὸς ἔδωκεν ἄρ‐ χειν τῶν τοῦ κόσμου πραγμάτων, ὑμῖν δὲ τῶν Ἐκ‐ κλησιῶν· ἐγὼ τοίνυν εἰς τοῦτο τὸ πρᾶγμα οὐδὲν ἔχω· ὅπου οὖν δοκεῖ ὑμῖν, συνελθόντες τὴν σύνοδον | |
10 | ποιήσατε. Ταῦτα οὖν ἔτι ὀρθὸν ἔχων τὸ φρόνημα καὶ μήπω διαφθαρὲν ἔφη· συναχθέντες οὖν οἱ ἐπίσκοποι ἐν Λαμψάκῳ, πόλις δέ ἐστι τοῦ Ἑλλησπόντου, ἀνα‐ κεφαλαιοῦνται τὰ τῆς πίστεως ὀρθὰ δόγματα· καὶ παραθέντες τὴν πίστιν Λουκιανοῦ τοῦ μάρτυρος, | |
15 | ἀνεθεμάτισαν μὲν τὸ ἀνόμοιον, ὑπογράψαντες τῇ πίστει τῇ προεκτεθείσῃ ὑπὸ τῶν ἁγίων Πατέρων τῶν | |
ἐν Νικαίᾳ, καὶ εἰς πάσας τὰς Ἐκκλησίας διεπέμψαντο· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. | 1320 |