TLG 2934 061 :: JOANNES DAMASCENUS :: Deprecationes i–iii [Dub.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Deprecationes i–iii [Dub.]

Citation: Volume — page — (line)

96

.

816

(t1)

ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.
2 Ὁ τῶν οὐρανῶν δημιουργός τε καὶ συνοχεὺς, καὶ παντὸς ἐγκοσμίου καὶ ὑπερκοσμίου Τεχνίτης δη‐ μιουργήματος, οὗ τόπος οὐδεὶς τῶν πάντων ἐστίν·
5εἴπερ τὸ περιέχον τῶν ἐνόντων τόπος ὁρίζεται· ἐν σοὶ πρὸς ἑαυτοῦ ἀσπόρως βρέφος δημιουργηθήσεται, καί σε ταμεῖον εὐρύχωρον δείξει τῆς τὰ πάντα πλη‐ ρούσης αὐτοῦ καὶ μόνης ἀπεριγράφου θεότητος. Ὅλος ἀπαθῶς ἐν σοὶ συστελλόμενος, καὶ μένων ὅλος ἐκτός;
10καὶ τόπον ἔχων ἑαυτὸν ἀπερίληπτον! ἐκ σοῦ ὁ τῆς δικαιοσύνης ἀνατελεῖ ἥλιος, δύο φύσεις κἂν Ἀκέφα‐ λοι μαίνωνται· μία ὑπόστασις, κἂν Νεστόριος διαῤ‐ ῥηγνύηται. Οἱονεὶ γὰρ θεῖον σπόρον πνευματικὸν τὸν ἑαυτοῦ Υἱὸν ἐξαποστελεῖ ὁ Πατὴρ, καὶ σὰρξ ὁ
15Λόγος ἐκ σοῦ ἀτρέπτως γεννήσεται. Καὶ ἀπαθῶς γεννήσας τὸν Υἱὸν ὁ Πατὴρ τὸ πρότερον φυσικῶς, ἀπαθῶς τὸν αὐτὸν γεννήσει, καὶ τὸ δεύτερον οἰκονο‐ μικῶς. Ὥσπερ γάρ τις κόγχος οὐρανόθεν ἐκ τῆς ἀστραπῆς τῆς θεότητος ἐν γαστρὶ ἕξεις, καὶ τέξεις
20τὸν πολύτιμον μαργαρίτην Χριστὸν, τὸ μονογενὲς φῶς, τὸ μὴ γεννῶν, ἀεὶ δὲ γεννώμενον, οὗ τὸ γεν‐ νᾶσθαι ὑποστατικὸν μόνον ἰδίωμα. Ἐν σοὶ καὶ νόμοι φύσεως καινοτομηθήσονται, καὶ τὰ ἄμικτα συμβή‐ σεται. Ἔσται γὰρ παρθενία τίκτουσα. Μίξις θεότητος
25καὶ ἀνθρωπότητος, πάθους καὶ ἀπαθείας, ζωῆς καὶ θανάτου, ὡς ἂν ἐν πᾶσιν ἐκνικηθείη τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ γὰρ ἐνεργείας Θεοῦ ὑπάρξεις δοχεῖον, ἀλλ’ οὐσιωδῶς τῆς τοῦ Θεοῦ ὑποστάσεως· καὶ μοῖραν ἐκ σοῦ προσλήψεται ὁ Δημιουργὸς, τὴν
30ἀπαρχὴν τοῦ ἀνθρωπίνου φυράματος ἐκ Πνεύματος
ἁγίου, καὶ τῶν σῶν αἱμάτων σαρκωθείς. Εὐχὴ Ἰωάννου τοῦ Δαμασκηνοῦ. Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ μό‐ νος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς
35ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα, καὶ ἀξίωσόν με ἀκα‐ τακρίτως μεταλαβεῖν τῶν θείων, καὶ ἐνδόξων, καὶ ἀχράντων, καὶ ζωοποιῶν σου μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ’ εἰς
40καθαρισμὸν, καὶ ἁγιασμὸν, καὶ ἀῤῥαβῶνα τῆς μελ‐ λούσης ζωῆς καὶ βασιλείας, εἰς τεῖχος, καὶ βοήθειαν, καὶ ἀνατροπὴν τῶν ἐναντίων, εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους,
καὶ οἰκτιρμῶν, καὶ φιλανθρωπίας· καὶ σοὶ τὴν δόξαν

96

.

817

ἀναπέμπομεν σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ Ἰωάννου τοῦ Δαμασκηνοῦ.
5 Πρὸ τῶν θυρῶν τοῦ ναοῦ σου παρέστηκα, καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι. Ἀλλὰ σὺ, Χριστὲ ὁ Θεὸς, ὁ τελώνην δικαιώσας, καὶ Χαναναίαν ἐλεήσας, καὶ τῷ λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μου τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου, καὶ δέξαι
10μου προσερχόμενον, καὶ ἁπτόμενόν σου, ὡς τὴν πόρνην καὶ τὴν αἱμόῤῥουν. Ἡ μὲν γὰρ τοῦ κρασπέ‐ δου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν· ἡ δὲ τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινὸς,
15ὅλον σου τὸ σῶμα πολλῶν δέξασθαι, μὴ καταφλε‐ χθείην, ἀλλὰ δέξαι με ὥσπερ ἐκείνας, καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα. Πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ τῶν ἐπουρανίων δυνάμεων· ὅτι εὐ‐
20λογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ. Τετρωμένος καρδίαν εἰμὶ ἐγώ· ἐξέτηξέ με ὁ ζῆλός σου, ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα· δέσμιός εἰμι τῷ ἔρωτί σου. Ἐμπλησθείην σου τῶν σαρκῶν·
25κορεσθείην τοῦ ζωηροῦ καὶ θεοποιοῦ αἵματός σου· ἀπολαύσαιμι τῶν ἀγαθῶν· κατατρυφήσαιμι τῆς σῆς θεότητος· ἄξιος γενοίμην ἐρχομένῳ μετὰ δόξης ὑπαν‐ τῆσαί σοι, ἐναέριος ἁρπαγεὶς ἐν νεφέλαις σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, ὡς ἂν ὑμνῶ, καὶ προσκυνῶ, καὶ
30δοξάζω σε εὐχαρίστως ἐν ἐξομολογήσει, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.