TLG 2934 060 :: JOANNES DAMASCENUS :: Laudatio sanctae Barbarae JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Laudatio sanctae Barbarae Citation: Volume — page — (line) | ||
t28 | ΙΒʹ. | |
---|---|---|
t29 | Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου πρεσβυτέ‐ | |
t30 | ρου τοῦ Δαμασκηνοῦ, ἐγκώμιον εἰς τὴν ἁγίαν | |
t31 | καὶ ἔνδοξον τοῦ Χριστοῦ μάρτυρα Βαρβάραν. | |
32 | αʹ. Ὑπέρκειται μὲν ὁμολογουμένως ἅπασαν ἐγκω‐ | 781 |
96.784 | μίων σύνθεσιν, τῶν ἁγίων, καὶ τῆς εὐσεβείας καλ‐ λινίκων μαρτύρων ἡ δόξα, καὶ χάρις, καὶ εὔκλεια, καὶ τῆς ἐκ ῥητορικῶν λόγων, καὶ σοφιστικῆς τέχνης λαρυγγισμάτων ἐρανιζομένης ὑπερίδρυται πλάσεως. | |
5 | Καὶ καταπλαγείησαν, οἶμαι, καὶ ἀποροίησαν ἂν πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος, καὶ οἱ λίαν περὶ τὰς τοιαύτας ἐπιστήμας δεινοὶ, καὶ τὸν ὅλον ἑαυτῶν βίαν περὶ τὰς τοιάσδε τριβὰς, καὶ μελέτας ἐσχολακότες, καὶ κατανηλωκότες· μὴ ὅτι γε οἱ καθ’ ἡμᾶς ἀμαθεῖς | |
10 | τε καὶ ἄπειροι, καὶ μηδ’ ἄκρῳ δακτύλῳ, τὸ δὴ λεγό‐ μενον, ταύτης γεγευσμένοι τῆς ἐμπειρίας τε καὶ εὐ‐ τεχνίας, καὶ λογογραφικῆς σκέψεως. Ἀλλ’ οὐ παρὰ τοῦτο πάντη πρὸς τὴν τοῦ λόγου ἐγχείρησιν οἱονεί πως ἰλιγγιάσαντες, καὶ δειλίᾳ συσχεθέντες, καὶ κατ‐ | |
15 | οκνήσαντες, ἡμᾶς γε αὐτοὺς, καὶ τὸ παρὸν φιλήκοον ἀκροατήριον, ἀμοίρους τῆς ἐκ τηλικούτων ἀγώνων περιπετείας, ὡς εἰκὸς, προσγενομένης ὠφελείας παντελῶς καταλείψωμεν. Φέρε δὴ οὖν, τὴν ἄνωθεν ῥοπὴν παρὰ τοῦ τῶν τοιούτων ἀγωνισμάτων ἐπόπτου | |
20 | καὶ ἀθλοθέτου Χριστοῦ, ἵλεω καὶ ἐπίκουρον ἐπικα‐ λεσάμενοι, διαγράψωμεν τῷ λόγῳ, καὶ ὡς οἷόν τε ὑπ’ ὄψιν παραστήσωμεν, τὴν παρ’ ἡμῶν νῦν εἰκότως εὐ‐ φημουμένην· καὶ ἧς, τὴν πανήγυριν πάνδημον σή‐ μερον ἄγομεν καλλινίκου μάρτυρος Βαρβάρας, τῆς | |
25 | ὅλης ἀθλήσεως, ὡς ἐν βραχεῖ τὴν ὑπόθεσιν ἐνστη‐ σώμεθα, ἵνα τὴν ἀοράτως συνεπισχύουσαν, καὶ νευ‐ ροῦσαν τοὺς μάρτυρας θείαν κατανοήσαντες δύνα‐ μιν, οὐ τὴν τυχοῦσαν τῇ ψυχῇ προσπορισώμεθα ὄνη‐ σιν, καὶ βελτίωσιν· οὐκ εὐγλωττίας ἤχοις, καὶ ῥή‐ | |
30 | μασιν τοὺς ἀγῶνας ἐπαίρειν πειρώμενοι. Οὐδὲ γὰρ τῆς ἐκ τῶν λόγων οὗτοι βοηθείας προσδέονται· αὐτὰ δὲ δή που τὰ πράγματα ψιλῇ τῇ φράσει διεξερχόμε‐ νοι. βʹ. Ἀλλὰ διανάστητέ μοι λοιπὸν, ὦ φιλόχριστον | |
35 | καὶ φιλόμαρτυς σύστημα, καὶ τὸν νοῦν τῆς ἐπὶ τὰ ἔξω περιπλανήσεως περιπτύξαντες καὶ συστείλαν‐ τες, προσεχῶς τῶν λεγομένων ἀκούσατε. Καὶ γὰρ ἄτοπον, ἐπὶ μὲν τὰ κοσμικὰ θέατρα, ἱπποδρομίας ἢ παλαίστρας φημὶ, ἤ τινος τῶν τοιούτων γυμνικῶν | |
40 | ἀγώνων προθύμως συνδραμεῖν, καὶ τὴν ἅμιλλαν τῆς ἀγωνίας, καὶ τὴν τῶν ἀντιπάλων συμπλοκὴν ὑπ‐ ηγμένως ἐθέλειν ἰδεῖν, καὶ μὴ πρότερον ἀποστῆναι, κἂν μυρία περισπῶνται, πρὶν τὸ τέλος, καὶ τὸν νί‐ κην ἀπενεγκάμενον ἐποπτεῦσαι, τὸ βραβεῖον τε ἀρά‐ | |
45 | μενον, καὶ τὸ στέφος ἀναδησάμενον, καίτοι μηδὲν ἑαυτοῖς ἐκεῖθεν ἐπιφερομένους τὸ ὄφελος. Ἐνταῦθα δὲ ἔνθα ψυχωφελὲς, καὶ πνευματικὸν ἡμῖν πρόκειται θέατρον, ἀγωνοθέτην μὲν κεκτημένον, οὐχ ἕνα τῶν ἐπὶ γῆς βασιλέων, ἀλλὰ τῶν ἁπάντων ὁρατῶν καὶ | |
96.784(50) | ἀοράτων ἡγεμονεύοντα παντάνακτα Χριστὸν τὸν Θεὸν ἡμῶν, θεατὰς δὲ, τὰς χιλιάδας, καὶ μυριάδας τῶν ἐπουρανίων στρατιῶν καὶ δυνάμεων, ἀγωνιουμένην δὲ, Βαρβάραν τὴν ἀοίδιμον, καὶ παμπόθητον τοῦ Χριστοῦ στεφανίτιν καὶ μάρτυρα, ἀντιπάλους δὲ, | |
55 | οὐχ ἕνα που, ἢ δεύτερον, ἀλλὰ πρῶτον μὲν, καθώς φησιν ὁ Ἀπόστολος; Οὐ γὰρ ἔχομεν τὴν πάλην πρὸς αἷμα, καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, | |
πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας | 783 | |
96.785 | τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, τουτέστιν, διὰ τὰ ἐπουράνια. Πρὸς τούτοις δὲ, καὶ τὸν ἴδιον κατὰ σάρκα πνεῦμα, καὶ τοὺς κοσμικοὺς ἡγεμόνας, καὶ ἄρχοντας, οὓς ἡ | |
5 | πάναγνος τοῦ Χριστοῦ ἀμνὰς Βαρβάρα παλαιστρίτας ἐκέκτητο, ἐξ ὁρατῶν καὶ ἀοράτων πολεμίων συγ‐ κειμένων. γʹ. Τοιαύτης οὖν ἡμῖν ἄθλων θεωρίας προτιθεμέ‐ νης, οὐκ ἐπισπεύσομεν πρὸς τὴν τούτων ἐπόπτευσιν, | |
10 | καὶ τὰς συμβολὰς, καὶ πλοκὰς, καὶ λαβὰς ἀμφοτέ‐ ρων κατάρδωμεν, καὶ τὴν νίκην τῆς ἡμετέρας ἱερονίκου, καὶ στεφανίτιδος ἐπαθρήσομεν; καὶ τοὺς μὲν στυγεροὺς δαίμονας ἡττωμένους καὶ καταισχυ‐ νομένους καὶ πίπτοντας, τοὺς ἀγγελικοὺς δὲ δήμους | |
15 | ἀλαλαγμοὺς ἐπιφωνοῦντας, καὶ ἐπινικίοις κρότοις τὴν καλλίνικον εὐφημοῦντας καὶ γεραίροντας, καὶ Χριστὸν αὐτὸν ὡς ἀγωνοθέτην, τοῦ βασιλικοῦ θρόνου, καθάπερ ἐπὶ Στεφάνου τοῦ πρωτομάρτυρος, ἐπαν‐ ιστάμενον, καὶ τοὺς στεφάνους προτείνοντα, καὶ | |
20 | ἱδρῶσι περιῤῥεομένην τὴν νικηφόρον, ὑπ’ ἀγγέλων δορυφορουμένην ὑποδεχόμενον, καὶ περιπτυσσόμε‐ νον, καὶ τοῖς ἐπουρανίοις θαλάμοις, καὶ νυμφῶσιν ἐνευναίοντα; Τί τοῖς φιλοθεάμοσι τοῦ τοιοῦδε θεά‐ ματος τερπνότερον, ἢ ἡδύτερον, ἢ ἐπικερδέστερον; | |
25 | «Μακάρισον γὰρ, φησὶν Βασίλειος ὁ ἱερὸς τῆς Ἐκ‐ κλησίας διδάσκαλος, γνησίως μαρτυρήσαντας, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶς αἵματος, καὶ μαστίγων, καὶ αἰκισμῶν.» Ἆρά ἐστιν τίς ἑτέρα τῆς τοιαύτης ἐποψίας ἢ πραγμα‐ | |
30 | τείας κερδαλεωτέρα, καὶ τὸν πλοῦτον προσφέρουσα πλείονα; οὔ μοι δοκεῖ. Ἀλλὰ τί πέπονθα, ὦ φίλοι; πρὶν τῇ ἀρχῇ τῶν ἀγώνων προσβάλωμεν, πρὸς τὸ τέλος ἡμᾶς ὁ λόγος παρώρμησεν. Ἄγε δὴ οὖν, αὐτὸν ἀνακαλεσάμενοι, | |
35 | τῶν προθύρων τοῦ μαρτυρίου ἐπιβῶμεν ἤδη, καὶ τῆς κατὰ μέρος διηγήσεως καταρξώμεθα. δʹ. Τοῦ παναγάθου, καὶ φιλοικτίρμονος Θεοῦ Λό‐ γου τὸ ἴδιον πλαστούργημα, ὅπερ κατ’ εἰκόνα τὴν ἑαυτοῦ ἀρχῆθεν πεποίηκεν, καὶ τῶν ἐπιγείων τὴν | |
40 | ἡγεμονίαν ἐγκεχείρικεν, ὑπὸ τῆς τοῦ νοητοῦ δὲ διὰ τοῦ αἰσθητοῦ ὄφεως ἀπάτης ἐκ τῆς τοῦ παραδείσου τρυφῆς ἐξενηνεγμένον ἑωρακότος, καὶ λοιπὸν δεδου‐ λωμένον, καὶ παγγενεὶ οὐ μόνον τῇ φθορᾷ ὑποβεβλη‐ μένον, ἀλλὰ καὶ εἰς πολυσχεδεῖς πλάνας καὶ πάθη | |
45 | ἀτιμίας ὑπηγμένον, καὶ τοσοῦτον τῷ ζόφῳ τῆς ἀσε‐ βείας τοὺς ψυχικοὺς ὀφθαλμοὺς ἐσκοτισμένον, ὡς καὶ τὸν ὄντως ὄντα Θεὸν καταλελοιπέναι, ξύλοις δὲ καὶ λίθοις, καὶ ἀναισθήτῳ ὕλῃ τὴν προσκύνησιν προσενηνοχέναι, καὶ ὑπὸ τοῦ πονηροῦ, καὶ ἀποστα‐ | |
96.785(50) | τικοῦ δαίμονος εἰς ἔσχατον ᾅδου καὶ ἀσεβείας ἐξω‐ σμένον καὶ κατεῤῥιμμένον, οὐκ ἤνεγκεν τὴν τοῦ ἀλάστορος τυράννου ὕβριν, καὶ τοῦ πεπλανημένου ἀνθρώπου ἀπηλπισμένην ἀπώλειαν. Οἴκτῳ δὲ μᾶλλον | |
τοῦ ἰδίου ἀναλαβὼν ποιήματος, ἐξ ἀπειρογάμου νεά‐ | 785 | |
96.788 | νιδος τὸ κώδιον ὁ Ποιμὴν ὁ καλὸς περιέθετο, δι’ οὗ τὸν ἀντίδικον δελεάσας, καὶ τῷ σταυρῷ καταγωνισά‐ μενος, δικαίως τῆς τυραννίδος ἐκβέβληκεν, ὡς ἀδί‐ κως τῷ ἁμαρτίας ἀπείρῳ, καθ’ ἣν ὁ θάνατος ὥριστο, | |
5 | τὸν θάνατον ἐφοπλίσαντα. Οὐ γὰρ θανάτου εὐθύναις καὶ ἐπιτιμίοις ὑπέκειτο, ὁ ἁμαρτίας παντάπασιν ἄγευστος. εʹ. Ὁ τοίνυν τοῦτον ἀδίκως ἀνῃρηκὼς, ἐνδίκως ἀνταναιρεθήσεται, καὶ οὗ ἐκέκτητο πλούτου, στερη‐ | |
10 | θήσεται. Ἐκείνου γὰρ ἀναίρεσις, ἡ τῆς ἐξουσίας ἐστὶν ἐκβολὴ καὶ ἔκπτωσις· ἀθάνατον γὰρ τὸ δαιμό‐ νιον φύλον ὑπὸ τοῦ Κτίστου δεδημιούργηται. Καὶ ὁ Κύριος γὰρ παρὰ τὸν τοῦ πάθους καιρὸν ἔφασκεν· Ἔρχεται ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ | |
15 | εὑρήσει οὐδέν· τουτέστι, τῶν ἐκείνου σπερμάτων γεώργιον, ἢ ἁμαρτίας ἴχνος, ἢ ὀσμὴν, ἢ ἀποσκίασμα. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, προφητικῶς εἰπεῖν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Διὸ καὶ πάλιν ἔλεγεν, Νῦν κρίσις τοῦ κόσμου τούτου ἐστίν· | |
20 | νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω, ἤτοι, τῆς τυραννίδος ἐκπεσεῖται, καὶ μεταστήσεται. Διὰ τῆς ἑαυτοῦ τοιγαροῦν ἀναστάσεως τὸ ἡμέτερον ἀνασκευάσας καὶ ἀνανεωσάμενος φύραμα, τοὺς ἱεροὺς λοιπὸν ἀποστόλους κατὰ πάσης ἐκπέμπει τῆς οἰκου‐ | |
25 | μένης τὰ πέρατα, τὸ σωτήριον τοῖς βροτοῖς διαγγέλ‐ λοντας κήρυγμα, καὶ πρὸς τὸν ἴδιον ποιητὴν ἐπανά‐ γοντας, καὶ τῆς ἀθεΐας τὸν σκότον τοῖς τοῦ πνεύμα‐ τος ἀμαρύγμασιν διαλύοντας, καὶ τὴν πλάνην ἐξα‐ φανίζοντας, καὶ θεογνωσίαν διδάσκοντας. Ἐντεῦθεν | |
30 | ὥσπερ πολυξύλου, καὶ ἀμφιλαφεστάτης ὕλης πῦρ ἐπιδραξάμενον, τάχιστα εἰς ἐπηρμένην φλόγα ἐπαί‐ ρεται, καὶ εἰς τὰ προσεχῆ μεταβατικῶς διαδίδοται· καὶ τὴν λαμπηδόνα, καὶ ἐνέργειαν οὐκ ἐν τῷ παρα‐ βύστῳ κατέχειν δύναται, ἀλλ’ ἔκδηλον ἅπασι, καὶ | |
35 | τοῖς μακρὰν ἀπῳκισμένοις καθίστησιν. Οὕτως δὴ λοιπὸν καὶ τὸ θεῖον πῦρ, ὃ βαλεῖν ἐπὶ τῆς γῆς, ὁ τῆς γῆς ἄνωθεν καταπεφοίτηκε Κύριος, τὸ ἀναλωτικὸν ἁπάσης ἁμαρτίας, καὶ μοχθηρᾶς, καὶ ὑλώδους ἕξεώς τε, καὶ διαθέσεως διὰ τῶν ἀποστόλων, καὶ τῶν τού‐ | |
40 | των διαδόχων, εἰς τὰς ἀνθρωπίνας διαβαῖνον ψυχάς. Καὶ τὰς μὲν, ὅσαι λεῖαί τε ἦσαν, καὶ ἁπαλαὶ, καὶ πρὸς ἀνάπλασιν ἐπιτήδειαι, καὶ τὸν ἑαυτῶν ποιητὴν καὶ λυτρωτὴν ἐκ τῆς συνεχούσης αἰχμαλωσίας ἐπι‐ ποθοῦσαι, καὶ ἀναμένουσαι, αὐτίκα τῆς τῶν ἁμαρ‐ | |
45 | τημάτων κηλίδος ἀποσμῆχον, καὶ ἀνακαθαῖρον, θεοειδεῖς, καὶ φωτεινὰς, καὶ λαμπρὰς ἀπετόρνευσεν· τοὺς δέ γε κατὰ βάθος δεδεγμένους τὴν τῆς ἀσεβείας ἑκουσίως ποιότητα, καὶ νυκτερίδων δίκην μήτε τοῦ ἡλίου λάμψαντος τὸ φέγγος τοῖς ἑαυτῶν ὀφθαλμοῖς | |
96.788(50) | βουλομένους εἰσδέχεσθαι, ἀλλ’ ἐν σκότει διάγειν, καὶ τῷ βορβόρῳ ἐγκαλινδεῖσθαι διηνεκῶς προαιρου‐ μένους, τῷ τελευταίῳ τῆς γεέννης πυρὶ παρέπεμπεν, ὡς ἀνίατα νοσεῖν ἐθελουσίως ποθήσαντας. ϛʹ. Ἀλλ’ οὐ τοιαύτη τῆς πανευφήμου μάρτυρος Βαρβάρας ἡ πανίερος καὶ καθαρωτάτη ψυχὴ, δεδε‐ γμένη δὲ μᾶλλον τὴν αἴγλην τῆς πίστεως, καὶ τὸ φῶς | |
55 | τῷ ζόφῳ συγκρίνασα, καὶ τὸ ἀσύγκριτον ὅσον ὑπερ‐ οχικῶς ἰδοῦσα, κεκτημένη τὴν θείαν ἐπίγνωσιν | |
πρὸς τὴν τῷ βδελυγμάτων πλάνην καὶ σκότασιν, | 787 | |
96.789 | εὐθὺς ὥσπερ γῆ καλή τε καὶ πίων, τὸν οὐράνιον σπό‐ ρον ἁρπάσασα, καὶ ἐπιμελῶς τῇ ἐργασίᾳ τῶν ἐντολῶν γεωργήσασα, ἐκαρποφόρησεν εἰς τριάκοντα, καὶ εἰς ἑξήκοντα, καὶ εἰς ἑκατὸν, ἀναβάσεις ἐν τῇ καρδίᾳ | |
5 | τιθεμένη, καὶ πρὸς ἀρετῶν προβαίνουσα τελειότητα. Πέρας δὴ οὖν, τὸ προφητικὸν ἐδέξατο λόγιον, Καὶ πλησθήσεται, φάσκον, πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ καλύπτον θαλάσσας· τῶν ἐθνῶν δηλαδὴ τὰ συστήματα, θαλάσσας τροπι‐ | |
10 | κῶς τῆς προφητικῶς προσαγορευούσης χάριτος. Ἀλλ’ οὐκ ἤνεγκεν ὁ μισάγαθος καὶ φιλοπόνηρος δαίμων τῶν σωζομένων τὴν πληθὺν ὁρᾷν ὁσημέραι προκό‐ πτουσαν. Ὁ γὰρ ἐν ἀρχῇ τὸν Ἀδὰμ μετὰ τῆς συζύ‐ γου βασκήνας τῆς ἐν παραδείσῳ διαγωγῆς, σχολῇ γε | |
15 | ἂν ἐκαρτέρει τὰς ἀναριθμήτους μυριάδας, οὐκ εἰς παράδεισον αἰσθητὸν καὶ ἐπίγειον, ἀλλ’ εἰς οὐρανὸν, ἀφ’ οὗπερ αὐτὸς ὡς σιδήρεος βόλος ἐξέῤῥιπται, διὰ πίστεως τῆς εἰς Χριστὸν θεώμενος ἀναβαίνοντας. Ἐξαιτεῖται τοίνυν τὴν πεῖραν ὁ πειραστής· οὐ γὰρ | |
20 | ἔχει μὴ λαμβάνων κατ’ οὐδενὸς τὴν ἐξουσίαν· ἀλλ’ ὥσπερ πάλαι ἀκηκοὼς τοῦ Θεοῦ τῷ ἰδίῳ ἐγκαυχω‐ μένου θεράποντι, καὶ φάσκοντος, Προσέσχες τῇ διανοίᾳ σου τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν ἄνθρωπος ἐπὶ τῆς γῆς, ἄκακος, δί‐ | |
25 | καιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παν‐ τὸς πονηροῦ πράγματος; Εὐθὺς ἐκεῖνος τῷ φθόνῳ πληγεὶς, ἀπεκρίνατο, Μὴ δωρεὰν Ἰὼβ τὸν Κύριον σέβεται, κ. τ. ε. Ἀλλ’ ἀπόστειλόν με, ἵνα ἅψωμαι τῶν σαρκῶν αὐτοῦ, εἰ μὴ εἰς πρόσωπον εὐλογεῖ. | |
30 | Εἶτα βουλόμενος πᾶσιν ἀποδεῖξαι τὸν ἴδιον θεράποντα ὁ Θεὸς, καὶ ἐν τοῖς ἐσχάτοις κινδύνοις στεῤῥὸν καὶ ἀνάλωτον, τούτῳ τὴν αἴτησιν δίδωσιν, ἵνα μὴ δόξῃ ὡς ἔτυχεν εἰρῆσθαι ἡ καύχησις. Οὕτω καὶ τότε, ἀκηκοὼς ὁ παμπόνηρος τοῦ Κυρίου περὶ τῆς Ἐκκλησίας ἐγκω‐ | |
35 | μιαστικῶς ἀποφαινομένου, Καὶ πύλαι ᾅδου οὐ κα‐ τισχύσουσιν αὐτῆς, πύλας ᾅδου τὰς παντοίας τῶν κολάσεων ἰδέας εἰς ᾅδην καὶ θάνατον ὠθούσας, καὶ καταγούσας ὀνομάζοντος, ἐξαιτεῖται πάλιν ἀναιδῶς τὴν πεῖραν Καὶ δὴ λαβὼν τὴν ἐξουσίαν, ὄργανα λοι‐ | |
40 | πὸν τῆς ἀσεβείας μεστὰ, καὶ αὐτῷ τῇ τοῦ τρόπου παρισουμένους ὠμότητι ἐκλεξάμενος, τούτους καθί‐ στησιν ἡγεμόνας καὶ ἄρχοντας· καὶ δόγμα καθολι‐ κῶς δι’ ἐκείνων ἐκτίθησιν, τοῦ μὲν Χριστοῦ παύεσθαι τὴν προσκύνησιν, εἰδώλοις δὲ τὰς θυσίας προσφέ‐ | |
45 | ρεσθαι, καὶ ἀφειδῶς παντοίαις κολάσεσιν ἀναι‐ ρεῖσθαι τοὺς ἀντιλέγοντας. Ἐντεῦθεν ἡλικία πᾶσα, καὶ ἀξία, ἀῤῥένων τε καὶ θηλύων, χόρτου δίκην ἀσυμ‐ παθῶς κατεθερίζετο τῶν Χριστοῦ τὴν πίστιν μέχρι θανάτου τηρεῖν προαιρουμένων ἄτρωτον, καὶ ἀπα‐ | |
96.789(50) | ρεγχείρητον. ζʹ. Κατ’ ἐκείνου δὴ οὖν καιροῦ, Μαξιμιανοῦ τοῦ ἀσεβοῦς βασιλεύοντος, ἡγεμονεύοντος δὲ Μαρκιανοῦ, ἦν τις τοπάρχης, φησὶν, ὀνόματι Διόσκορος, πλούσιος σφόδρα, ἐμμανὴς δὲ περὶ τὴν τῶν ἀψύχων εἰδώλων | |
55 | προσκύνησιν. Οὗτος μονογενὲς ἔσχε θυγάτριον, Βαρ‐ | 789 |
96.792 | βάραν ὀνόματι, κάλλους ὡραιότητι διαπρέπουσαν, καὶ τρόπου σεμνότητι διαλάμπουσαν. Πύργον οὖν ὑψηλὸν δειμάμενος, ἐκεῖσε τὴν παρθένον κατέκλεισεν, ὥστε μὴ ὁρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἀνθρώπων, διὰ τὴν ἐπαν‐ | |
5 | θοῦσαν καὶ ἀπαστράπτουσαν τοῦ κάλλους φανότητα καὶ λαμπρότητα. Αὐτόθι οὖν διαιτωμένη, ἄτερ τῶν ἔξωθεν θορύβων ἀφησυχάσασα, λογισμοὺς ἀνεκίνει θεοσεβεῖς, καὶ τούτους ἐγεώργει, καὶ ἔτρεφεν· οἶδεν γὰρ ἐρημία, ἐννοιῶν ἰσχνῶν, καὶ μεγαλοφυεστάτων | |
10 | μήτηρ καθίστασθαι. Καὶ τὴν μὲν τῶν εἰδώλων πλά‐ νην καὶ λατρείαν, ὡς εἰς ᾅδου πέταυρον κατάγου‐ σαν ἐβδελύττετο, τὴν δ’ ἀληθῆ τῶν Χριστιανῶν πίσ‐ τιν, καὶ τὴν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος σεπτὴν ὁμολογίαν, ὡς εἰς οὐρανοὺς ἀνάγουσαν, περιέθαλπε | |
15 | καὶ προσίετο· τούς τε περὶ ἀθανασίας ψυχῆς λόγους, περί τε βασιλείας οὐρανῶν, καὶ τῆς τῶν ἀκηράτων ἀπολαύσεως, περί τε γεέννης, καὶ τῆς ἐκεῖσε ἀτελευ‐ τήτου κολάσεως, πρὸς τούτοις δὲ, καὶ τὴν τῶν προσ‐ καίρων τοῦ κόσμου τούτου πραγμάτων ἄστατον περι‐ | |
20 | φορὰν καὶ ἀβέβαιον κατὰ νοῦν ἐζωγράφει, καὶ ἀνείλιττεν· καὶ τὰς λαμπαδηφόρους παρθένους, τὰς τῷ ἀφθάρτῳ νυμφίῳ Χριστῷ ἐν τῇ ἐπουρανίου πασ‐ τάδι συναπτομένας, καὶ τῆς ἔνδον ἀποῤῥήτου κατα‐ τρυφώσας μακαριότητος, ἀεὶ ἐφαντάζετο. Καὶ τῆς | |
25 | πανολβίου ἐκείνης μοίρας καὶ χαρμονῆς ἀνεκφράστου, καὶ ἀνεκλαλήτου δόξης, καταξιωθῆναι ἐγλίχετο, καὶ ἐπεθύμει, καὶ ηὔχετο. ηʹ. Ἐν τοῖς τοιούτοις οὖν θεωρήμασι τῆς σώφρο‐ νος καὶ ἁγνῆς παρθένου τὴν ψυχὴν πυκναζούσης, | |
30 | ἐφίσταται ὁ πατήρ. Ἀναδιδασκόντων δὲ αὐτὸν πολ‐ λῶν μεγιστάνων, καὶ περὶ πολλοῦ ποιεῖσθαι τὴν ταύ‐ της συζυγίαν τε, καὶ πρὸς γαμικὴν ὁμιλίαν συνά‐ φειαν, εἰς τοῦτο αὐτὴν ἐπινεῦσαι προυτρέπετο. Ἡ δὲ τοὺς τοιούτους λόγους ὡς λήρους, καὶ ὀχληροὺς | |
35 | διαπτύσασα, μετ’ ὀργῆς τῷ γεγεννηκότι ἐμβρίθως ἀτενίσασα, τὴν ψυχοβλαβῆ ταύτην παραίνεσιν παν‐ τελῶς ἀποσείεται, μηκέτι μνήμην τοιούτου πράγμα‐ τος αὐτῇ προσάγειν παρεγγυήσασα. Γελοῖον γὰρ καὶ πάσης ἀτοπίας ἀνάμεστον ἡ παρθένος ἡγήσατο, | |
40 | καθάπαξ ἑαυτὴν τῷ οὐρανίῳ καὶ ἀθανάτῳ νυμφίῳ ἀναθεῖσά τε καὶ συνάψασα, εἰ τοῖς σκωλήκων δίκην ἰλυώδεσι τέλμασιν ἰλυσπωμένων ἑλληνικῷ βορβόρῳ ὑπείξειεν. Ὁ τοίνυν ταύτης πατὴρ βαλανεῖον σπουδῇ πολλῇ τὸ τηνικαῦτα οἰκοδομῶν, ἐπιτάξας τοῖς τεχνί‐ | |
45 | ταις κατὰ νότον δύο θυρίδας φωταγωγοὺς κατασκευ‐ άσαι, ἀπεδήμησεν εἰς χώραν τινά. Ἡ δὲ τῆς Τριάδος δούλη καὶ νύμφη Βαρβάρα, τὸ ἔργον τῆς οἰκοδομῆς ἐπισκεψαμένη, τρεῖς θυρίδας ἐφαρμόσαι τῷ οἰκοδο‐ μήματι τοὺς ἐργάτας ἠνάγκασεν. Ἐπανιοῦσα δὲ, καὶ | |
96.792(50) | παλινδρομοῦσα ἐπὶ τὸν ἴδιον πύργον ἡ καλὴ παρθένος, ὁρᾷ τὰ ἄψυχα καὶ ἀναίσθητα εἴδωλα, οἷς τὸ σέβας ὁ πατὴρ προσεκόμιζεν, καὶ δὴ Πνεύματος ἁγίου πλησ‐ θεῖσα, καὶ ζῆλον ἀναλαβοῦσα ἔνθεον καὶ ἀνάπυρον, εἰς τὰ ἄτιμα αὐτῶν ἐνέπτυσεν πρόσωπα, τὸ τοῦ προ‐ | |
55 | φήτου Δαβὶδ εὐκαίρως εἰποῦσα μελῴδημα, Ὅμοιοι ὑμῶν γένοιντο οἱ ποιοῦντες ὑμᾶς, καὶ πάντες οἱ | |
πεποιθότες ἐφ’ ὑμᾶς. Ὢ μακαρίας ὄντως, καὶ φιλο‐ | 791 | |
96.793 | θέου ψυχῆς! Ὢ νεάνιδος πίστει ζεούσης, πίστει κε‐ κοσμημένης! Ὢ κόρης συνέσει θείᾳ τὴν τοῦ πατρὸς μυκτηρισάσης ἀφροσύνην τε καὶ παράνοιαν! Ὢ θυ‐ γατρὸς, τὴν τῆς προμήτορος Εὔας εὐήθειαν καὶ | |
5 | ἀπάτην, τῷ στεῤῥῷ τοῦ φρονήματος ἀνακαλεσαμέ‐ νης. Ἐκείνη προσβολὴν ψιλὴν τοῦ ἐχθροῦ δεξαμένη, εὐθὺς ἀνετρέπετο· αὕτη δὲ, οὐ μόνον τὰ τούτου θελκτήρια αὐστηρῶς ἀπεκρούσατο, ἀλλὰ καὶ αὐτοῦ τῷ προσώπῳ διὰ τῶν εἰδώλων ἐνέπτυσεν. Πρὸς γὰρ τὸν δι’ αὐτῶν ἐνεργοῦντα καὶ ἀπατῶντα ἀρχέκακον τοῦ ἐμπτύματος τὴν ὕβριν ἐξέτεινεν, καὶ ἐξέπεμψεν, καὶ κατηκόντικεν. | |
10 | θʹ. Ἐπαναζεύξαντος δὲ τῆς ἐπιδημίας τοῦ ταύτης γεννήτορος, καὶ ἐπὶ παραλλάξει τῆς ἑαυτοῦ διατάξεως τοῖς οἰκοδόμοις χαλεπῄναντος καὶ ἀγανακτήσαντος διὰ τὴν τριττῆς θυρίδος πρόσθεσιν, ἐπὶ τὴν τούτου θυγατρὸς κέλευσιν τὴν αἰτίαν μετήγαγον. Ὁ δὲ παρ’ | |
15 | αὐτῆς τὴν τῆς τριπλῆς ἀφορμὴν θυρίδος πυθόμενος, εὐκαίρου ἡ πανεύφημος δραξαμένη προφάσεως, τῆς Τριάδος διαῤῥήδην τὴν δόξαν ἐθεολόγει, εἰς πίστιν τὸν ἄπιστον προτρεπομένη σωτήριον. «Ναὶ, φησὶν, καὶ γὰρ ἡ Τριὰς φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον | |
20 | εἰς τὸν κόσμον. Τὸ γὰρ αἰσθητὸν τοῦτο φῶς, τοῦ ἐν τρισὶν ἡλίοις ἐχομένοις ἀλλήλων νοουμένου καὶ προσ‐ κυνουμένου φωτὸς, τυγχάνει κτίσμα καὶ δημιούρ‐ γημα, καὶ ἀμυδρότατον καὶ ἀμαυρὸν ἐξεικόνισμα καὶ ἀποσκίασμα.» Ὁ δὲ τῆς ἀσεβείας τεθραμμένος, καὶ | |
25 | τοῦ σκότους συνήγορος, ὥσπερ τῇ ἀστραπῇ τῆς τρισσοφώτου θεότητος, διὰ τῆς τρανῆς καὶ ἀπαρα‐ καλύπτου τῆς πανενδόξου κόρης ὁμολογίας, τὴν τῆς ψυχῆς ὄψιν πληγεὶς, καὶ τῷ στεῤῥῷ τοῦ ἀμαρύγμα‐ τος μᾶλλον ἀμαυρωθεὶς, μανίας γενόμενος ἔμπλεως, | |
30 | καὶ τῷ θυμῷ ὑπερζέσας, τὸ ξίφος σπασάμενος, ὥρ‐ μησεν ὁ ἐσκοτισμένος τὸ μονογενὲς κατασφάξαι θυ‐ γάτριον, τῆς εὐσεβείας ὁμοῦ καὶ τῆς φύσεως τοὺς ὅρους ἐκβεβηκὼς, ὅτι αὐτῷ τὴν τῆς ζωῆς τρίβον ὑπέδειξεν. Ὄντως οὐ μόνον ἐξ ἀνθώδους φυτοῦ, ῥόδον | |
35 | ὡραῖον καὶ εὐωδέστατον φύεται, ἀλλὰ καὶ ἐκ δυσσε‐ βοῦς ῥίζης καρπὸς πολλάκις εὐσεβείας ἀναδίδοται. Παὶ μάρτυς Ἀβραὰμ ὁ πατριάρχης, καὶ διὰ τοῦτο τῶν ἐθνῶν πατὴρ, τῶν τὴν αὐτοῦ πίστιν ἐζηλωκότων κληθεὶς, πρῶτος πατρικῆς ἀποφοιτήσας πολυθεΐας, | |
40 | καὶ ἀθεότητος. Ὄντως πεπλήρωται καὶ ἐν τούτῳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ θεία πρόῤῥη‐ σις, θυγατέρα καὶ νύμφην κατὰ πατρὸς, καὶ μητρὸς, καὶ πενθερᾶς ἐξανιστᾶσα, τὰ νέα καὶ πρόσφατα, τοῖς παλαιοῖς καὶ ληρώδεσι· καὶ διχοτομοῦσα τὸ χεῖρον | |
45 | ἀπὸ τοῦ κρείττονος. ιʹ. Τί οὖν, ἡ πανευκλεὴς Βαρβάρα; τοῦ πατρὸς ὁρῶσα τὸ παμμίαρον ὅρμημα, μᾶλλον δὲ τῆς μιαι‐ φονίας τοῦτον οἰκτείρασα, δι’ εὐχῆς παρακειμένην μεγίστην πέτραν διοίξασα, διὰ μέσης ταύτης πρὸς | |
96.793(50) | τὸ ἕτερον μέρος τοῦ ὄρους μεθώρμησεν. Ὢ τοῦ θαύματος! πέτρα σχισθεῖσα, ἐγκόλπιον τὴν ἀμνάδα εἰσδέχεται, καὶ ὁ λίθων ἀναισθητότερος ταύτης πα‐ τὴρ καὶ διώκτης, μᾶλλον τῇ πωρώσει ἀπελιθοῦτο, καὶ εἰς πετρώδη ἀντιτυπίαν μετήγετο. Καὶ οὐδὲ τοῦ | |
55 | θαύματος τὸ παράδοξον μαλάξαι τούτου δεδύνηται τῆς ψυχῆς τὸ σκληρὸν καὶ ἀπάνθρωπον, ἀλλ’ ὑπερ‐ | |
βὰς τὸ ὄρος, ταύτην ἐζήτει δι’ ἐρωτήσεως. Καὶ δὴ | 793 | |
96.796 | εὑρὼν καὶ μαστίξας, τῆς κόμης αὐτὴν ἕλκων, καὶ σύρων ἀπὸ τοῦ ὄρους, αὖθις ἐπάνεισι, καὶ ἐν μικρῷ τὴν μακαρίαν οἰκίσκῳ κατέκλεισεν. Καὶ τῷ ἡγεμόνι τὰ κατ’ αὐτὴν μηνύσας, βασανίζεσθαι παραδίδωσιν, | |
5 | ὁρκώσας αὐτὸν κατὰ τῶν θεῶν, πικραῖς αὐτὴν κα‐ ταναλῶσαι κολάσεσιν. Προκαθίσας οὖν ὁ ἡγεμὼν ἐπὶ τοῦ βήματος, ἐκέλευσεν παραστῆναι τὴν μάρτυρα. Θεασάμενος δὲ τὴν ἐπανθοῦσαν αὐτῆς τοῦ προσώπου εὐπρέπειαν, ἐξέστη, καὶ τὸ φαιδρὸν τῆς ὁράσεως | |
10 | ἐθαύμασεν· καὶ ἤρξατο θωπείαις αὐτὴν πειρᾷν, πείθειν βιαζόμενος, καὶ κολακείαις προσάγεσθαι. Τοῦτο γὰρ τὸ πρῶτον τοῦ διαβόλου δέλεαρ. Ἢ γὰρ ἡδοναῖς καὶ ἐπαίνοις θέλγειν, καὶ καταμαλακίζεσθαι δοκιμάζει τὸν ἄνθρωπον, ἢ ἐκφοβεῖν καὶ καταπτοεῖν | |
15 | ἀπειλαῖς καὶ κολάσεσιν. Ὡς οὖν πᾶσαν αὐτοῦ τὴν προτέραν φαρέτραν ἐκένωσεν, καὶ τὴν ἀθληφόρον ἑώρα τὰ κοσμικὰ διαπτύουσαν, θέλγητρα, καὶ πᾶσαν δόξαν, καὶ τρυφὴν ἐπίγειον ὡς ἄνθος χόρτου λογιζο‐ μένην εὔφθαρτον καὶ εὐμάραντον, καὶ τὰς τούτου | |
20 | προτροπὰς, καὶ καταγοητεύσεις ὡς ἰὸν ὄφεως βδελυτ‐ τομένην, καὶ φευκτὰ δηλητήρια, εὐθὺς ἐπὶ τὸ ἕτερον εἶδος τῶν πειρασμῶν μετετρέπετο. Καὶ τὰς ἀπειλὰς ὡσαύτως ἰδὼν μυκτηρίζουσαν, θυμοῦ μεμεστωμένος, ὡς τοῦ σκοποῦ διαμαρτὼν, πρὸς αὐτὴν ἀπεφθέγγετο. | |
25 | Τί οὖν θέλεις, κορίον; θύσαι τοῖς θεοῖς, ἢ πικραῖς τιμωρίαις ἀναλωθῆναι; Πρὸς ὃν ἡ μάρτυς, εὐσταθεῖ τῷ ἤθει, καὶ πεπαῤῥησιασμένῳ τῷ παραστήματι, ὀλίγοις ῥήμασι τήν τ’ εὐσεβῆ πίστιν ὡμολόγησεν διαπρύσιον, καὶ τὴν τῶν ἀθέων τυράννων ἄνοιαν, καὶ | |
30 | ἀσέβειαν ἐστηλίτευσεν. Τί φράσασα; ἐγὼ, φησὶν, ἑτοίμως ἔχω θύσαι τῷ Κυρίῳ μου Ἰησοῦ Χριστῷ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θά‐ λασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Τοὺς δὲ ὑμετέρους θεοὺς, καλῶς ὁ προφήτης κατεκερτόμησεν· Στόμα | |
35 | ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσον‐ ται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔξουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν | |
40 | ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Ὥσπερ γὰρ τὸ τοῦ Θεοῦ σεβάσμιον ὄνομα ἐπ’ αὐτοὺς ψευδωνύμως ὑφ’ ὑμῶν ἐπιτέθειται, τῆς ζωτικῆς ἐνεργείας ἀμοιροῦσί τε καὶ χηρεύονται. ιαʹ. Πρὸς ταῦτα καταπλαγεὶς ὁ παμμίαρος, καὶ ἰταμώτατος ἡγεμὼν, παφλάζοντι τῷ θυμῷ κελεύει | |
45 | γυμνωθεῖσαν τὴν μάρτυρα, βουνεύροις τὰς σάρκας αὑτῆς ἀφειδῶς καταξέεσθαι, καὶ τριχίνοις ῥάκεσι καὶ ὑφάσμασι τὰς ἐπιτεθείσας αὐτῇ πληγὰς ἀπο‐ σμήχεσθαι, ὥστε αὐτῆς ὅλον τὸ σῶμα καταβαφῆναι τοῖς αἵμασιν. Βαβαὶ τῆς σεπτῆς, καὶ ἱερᾶς σου, ὢ | |
96.796(50) | καλλίνικε τοῦ Χριστοῦ μάρτυς Βαρβάρα ὁμολογίας, ἣν διὰ Πνεύματος ἁγίου ἐπὶ πάντων ἀφόβως, καὶ ἀνυποστόλως ὡμολόγησας, καὶ ἐθεολόγησας εἰς ἐπήκοον ἀνθρώπων, ἀγγέλων τε τῶν τὴν σὴν ἄθλησιν ἐφορώντων, καὶ δαιμόνων τῶν ἀοράτως μετὰ τῶν | |
55 | ὁρατῶν ἀντιπάλων ἀντιστρατευομένων σοι· ἣν ἐν οὐρανοῖς ἀπεγράψατο Κύριος, καὶ ἐπὶ τοῦ ἰδίου ἀρ‐ | |
χεφώτου καὶ θεαρχικοῦ Πατρὸς ὡμολόγησε, καὶ | 795 | |
96.797 | αὖθις σπουδῇ ὁμολογήσει τε καὶ ἀνακηρύξει! Βαβαί σου τῆς γενναιοτάτης ὑπομονῆς καὶ καρτερίας· δι’ ἣν, τὸν μὲν διάβολον καὶ τοὺς ἀποστάτας αὐτοῦ κα‐ τέπληξας δαίμονας, τοὺς ἁγίους δὲ ἀγγέλους πρὸς | |
5 | θαῦμα καὶ εὐφημίαν ἐκίνησας· δι’ ἣν, τὴν μὲν τῶν εἰδώλων πλάνην ὡς ἀράχνην διέλυσας, τὴν ἀληθῆ δὲ πίστιν ἐκράτυνάς τε καὶ ἐβεβαίωσας! ιβʹ. Ἑωρακὼς οὖν τὸ ἀμετάθετον καὶ καρτερικὸν τῆς ἁγίας ὁ δικάζων, κελεύει τέως ἐν φρουρᾷ ταύτην | |
10 | ἐμβληθῆναι, ἕως ἂν σκέψηται ποίαις αὐτῆς βασάνοις πικροτέραις ἐφάψηται. Ἐν δὲ τῇ νυκτὶ ἐκείνῃ μέσῃ, φῶς αὐτὴν ὑπέρλαμπρον περιήστραψεν, ἐν ᾧπερ ὁ τῆς δόξης κατεφαίνετο Κύριος, τὸ κατώδυνον αὐτῆς καὶ περίλυπον τῇ ἐπιφανείᾳ παραμυθούμενος, καὶ | |
15 | λόγοις προτρεπτικοῖς θαρσοποιῶν πρὸς ἀγῶνας τοὺς μέλλοντας· «Θάρσει, λέγων, Βαρβάρα, ὅτι μεγίστη χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ τῇ σῇ ἀθλήσει γε‐ νήσεται. Τὰς δὲ τοῦ τυράννου ἀπειλὰς μὴ φοβοῦ, μήτε δέδιθι. Ἐγὼ γάρ εἰμι μετὰ σοῦ, καὶ πασῶν σοι | |
20 | τῶν ἐπιφερομένων πληγῶν ἐκλυτρώσομαι.» Καὶ εὐθέως ἀφανεῖς αἱ πληγαὶ ἀπὸ τοῦ αὐτῆς ἐγένοντο σώματος. Καὶ ταῦτα εἰπὼν, εἰς οὐρανοὺς αὖθις ὁ τῶν οὐρανῶν ἀναπεφοίτηκε Κύριος. Ἐγεγήθει δὲ μεγάλως, καὶ πλήρης γέγονεν εὐθυμίας, καὶ χαρᾶς, | |
25 | καὶ ἀγαλλιάσεως ἐπὶ τῇ τοῦ Χριστοῦ προτροπῇ, ἡ τοῦ Χριστοῦ γνησία μάρτυς τε καὶ θεράπαινα. Καὶ εἰκότως ὄντως ὢ κόρη τρισόλβιε, ἐγέγηθας! ἡ γὰρ τῆς χαρμοσύνης ὑπόθεσις, μόνη ἐστὶν ἀληθὴς εὐφρο‐ σύνη, καὶ θυμηδία ἀναλλοίωτός τε καὶ ἀναφαίρετος. | |
30 | Ὢ μακαρίων σου ὡς ἀληθῶς ὀμμάτων, τὸν τῆς δό‐ ξης Κύριον ἰδεῖν ἠξιωμένων, ᾧ ἀτενίσαι οὐ τολμῶ‐ σιν ἐν οὐρανῷ τὰ Χερουβὶμ, καὶ τὰ πολυόμματα τάγματα! Ὢ πανολβίων ὤτων, τῶν ἠχὴν τῶν τοῦ Θεοῦ ῥημάτων εἰσδεδεγμένων! ὢ ψυχῆς ἀξιαγάστου | |
35 | καὶ τρισευδαίμονος, ἣν προτροπαῖς οἰκείου παρεμυ‐ θήσατο στόματος, ὁ οὐρανίων καὶ ἐπιγείων, καὶ κα‐ ταχθονίων δεσπόζων, καὶ Θεὸς πάσης παρακλήσεως! Σὺ καὶ ἐν σαρκὶ οὖσα, τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν, ἡ τοῦ Χριστοῦ νύμφη, ὡς τῆς ὅλης σου | |
40 | προικὸς ἐμφάνειαν δέδεξαι. Διὰ τοῦτο τῶν μὲν ἀλ‐ γεινῶν τὴν πεῖραν, ὡς νηπίων βέλη, ἣ ψύλλων δηγ‐ μοὺς ἥγησαι καὶ λελόγισαι· τῷ δὲ τοῦ φανέντος ἔρωτι θελχθεῖσα, καὶ τὴν ψυχὴν στεῤῥωθεῖσα, Τίς με, ἔλεγες, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; | |
45 | θλῖψις; ἢ στενοχωρία; ἢ λιμός; ἢ διωγμός; ἢ μάστιγες; ἢ κίνδυνοι; πέπεισμαι γὰρ, ὡς οὐ ζωὴ, οὐ θάνατος, οὐκ ἄγγελος, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὔτε τις κτίσις ἑτέρα, τῆς τοῦ Χριστοῦ με ἀγάπης χωρίσαι δυνήσεται. ιγʹ. Πρωΐας οὖν γενομένης, ἤχθη πρὸς τὸ βῆμα ἡ μάρτυς, τοῦ ἄρχοντος τοῦτο προστάξαντος. Καὶ ἰδὼν | |
96.797(50) | αὐτῆς τοὺς μώλωπας ἀφανεῖς, καὶ τὸ σῶμα ὁλόκλη‐ ρον καὶ ἀκέραιον, μήτε τὸ τυχὸν ἔχον σπάραγμα, ὁ φρενοβλαβὴς, φησὶ, καὶ φρενόληπτος, «Ἴδες πῶς οἱ θεοὶ ἀντιποιοῦνται, καὶ ἀγαπῶσίν σε, ὅτι καὶ τὰς πληγάς σου ἰάσαντο.» Ἡ δὲ μάρτυς τῆς ἐκείνου | |
55 | καταγελάσασα παραφροσύνης καὶ ἐμβροντησίας, καὶ παραπληξίας ἀνταπεκρίνατο· «Οἱ μὲν σοὶ θεοὶ | |
ὅμοιοί σού εἰσι, κωφοὶ καὶ τυφλοὶ, καὶ ἀναίσθητοι, | 797 | |
96.800 | καὶ ἀκίνητοι, ἑαυτοῖς βοηθῆσαι οὐ δυνάμενοι, καὶ πῶς ἐμὲ θεραπεύειν ἠδύναντο, τὴν αὐτῶν ἀφανίζου‐ σαν λαοπλανῆ ματαιότητα; Ὁ δὲ ἐμὲ θεραπεύσας, Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν‐ | |
5 | τος, ὃν σὺ βεβήλοις ὀφθαλμοῖς, καὶ πεπωρωμένῃ ψυχῇ ἰδεῖν οὐ πέφυκας ἄξιος. Ὡς δὲ θηρίον τούτοις ἐξαφθεὶς τῷ θυμῷ τοῖς ῥήμασιν ὁ παμμίαρος, κε‐ λεύει τὰς πλευρὰς αὐτῆς εὐτόνως ξέεσθαι, καὶ λαμ‐ πάδας πυρὸς ταῖς πληγαῖς προσφέρεσθαι, καὶ σφύρᾳ | |
10 | κατὰ τῆς κεφαλῆς ὡς ἐπὶ ἄκμονος τύπτεσθαι. Ἡ δὲ ἀτενίσασα εἰς τὸν οὐρανὸν, εἶπεν· «Σὺ γινώσκεις, καρδιογνῶστα Κύριε, ὅτι ποθοῦσά σέ σοι προσελή‐ λυθα, μή με ἐγκαταλείπῃς ἕως τέλους.» Καὶ ταύτην οὖν τὴν βάσανον ἡ γενναία τοῦ Χριστοῦ μάρτυς | |
15 | γενναίως ὑπήνεγκεν, οὐ τῆς θηλυκῆς ἀσθενείας καὶ ἀνανδρίας μόνον, ἀλλὰ καὶ τῆς ἀνθρωπίνης φύσεως ἔξω γεγονυῖα. Πῶς γὰρ ἂν τοσαύτας αἰκίας, καὶ πι‐ κρὰς, καὶ ὀδυνηρὰς τιμωρίας ἐκαρτέρησεν, μὴ ὑπερ‐ βᾶσα τὸ σῶμα τῆς ταπεινώσεως, τῇ ἀοράτως αὐτὴν | |
20 | νευρούσῃ, καὶ ἐνισχυούσῃ δυνάμει τοῦ Πνεύματος. ιδʹ. Ἀλλ’ οὐδὲ τούτων γιγνομένων, κόρον τῆς μα‐ νίας ἔλαβεν ὁ τοῦ διαβόλου ὑπηρέτης τε καὶ συνήγο‐ ρος· ἐφ’ ἕτερον δὲ βασανιστηρίων εἶδος τὴν τῆς πο‐ νηρίας πηγαίαν διάνοιαν ἔτρεπτεν, ἔνδον ἐγκαθή‐ | |
25 | μενον ἔχων τὸν τῆς πάσης κακίας ἀρχηγὸν, καὶ γεννήτορα, καὶ εὑρήμονα δράκοντα, τὸν ἐξ ἀρχῆς ἀνθρωποκτόνον καὶ μισάνθρωπον. Ἐκέλευσεν οὖν, φησὶν, ὁ ἡγεμὼν ξίφει ἐκκοπῆναι τοὺς μαστοὺς τῆς μάρτυρος. Ἐκκοπτομένων δὲ τούτων, ἡ τοῦ Χρι‐ | |
30 | στοῦ ἀμνὰς εἰς οὐρανὸν ἔλεγεν ἀναβλέψασα Μὴ ἀποῤῥίψῃς με ἀπὸ προσώπου σου, Κύριε, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Καὶ ταύτην οὖν τὴν πληγὴν ἡ μάρτυς καρτερικῶς καὶ εὐχαρίστως ἐδέξατο. Ἆρά σοι παμπόνηρε δαῖ‐ | |
35 | μον, ἑτέρα μοχθηρίας ἐπίνοια ταύτης χαλεπωτέρα ἐν τῷ βάθει τῆς ψυχῆς τεταμίευται; ἆρά σοι ἕτερον αἰκισμῶν εἶδος ὀδυνηρότερον τῇ γυναικείᾳ φύσει ὑπείληπται, ἢ ὑπολέλειπται; οὐκ ἀπέκαμέν σου ὁ νοῦς τὰ κατὰ τῆς μάρτυρος ἐξευρίσκων βασανιστή‐ | |
40 | ρια; Πρόσθες, εἰ δοκεῖ σοι, καὶ ἕτερα· εὑρήσεις γὰρ ἀδάμαντα, μᾶλλον δὲ ψυχὴν ἀῤῥαγῆ, καὶ αὐτοῦ στεῤῥοτέραν ἀδάμαντος, ἐπανήλατον ἄκμονα τῶν σῶν σφυρῶν ἐπιφέρειν τὰ κρούσματα· Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ὅσῳ γὰρ πληθύνεις | |
45 | τὰς τιμωρίας, τοσοῦτον τῇ μὲν μάρτυρι καὶ πανευ‐ φήμῳ νεάνιδι τοὺς στεφάνους, καὶ ἄκων αὐξήσειας, καὶ λαμπρότερα τὰ νικητήρια βραβεῖα, καὶ μὴ βουλόμενος προξενήσειας. Σαυτῷ δὲ τὰς αἰσχύνας πληθύνεις, καθ’ ἑκάστην πάλην καὶ προσβολὴν ἡτ‐ | |
96.800(50) | τώμενος, καὶ πίπτων, καὶ ὕπτιος ἀνατρεπόμενος, πλείονας δὲ καὶ τὰς ἀτελευτήτους κολάσεις, καὶ τοὺς φλογιστικοὺς ἀσβέστους ἄνθρακας τῇ παγκακίστῳ σῇ ἐπισωρεύεις κεφαλῇ. ιεʹ. Ἀλλά μοι καὶ τοῦ τῆς μακαρίας κατὰ μὲν σάρκα γεννήτορος ἀλλότριον τοῦ εὐσεβοῦς κατὰ πνεῦμα φρονήματος τὸ ἀπάνθρωπον καὶ ἐκτεθη‐ | |
55 | ριωμένον τοῦ τρόπου, καὶ πόῤῥω τῆς πατρικῆς διαθέσεως, θαυμάζειν ἐπέρχεται. Ὄντως καὶ αὐτὰ | |
τὰ ἄλογα θηρία ἄσπλαγχνε πάτερ, τῇ ὠμότητι καὶ | 799 | |
96.801 | τῇ ἀπανθρωπίᾳ ὑπερήλασας. Ἐκεῖνα γὰρ τὰ ἔγ‐ γονα αὐτῶν ὑφ’ ὅτου θεωροῦνται βλαπτόμενα, μέχρι θανάτου αὐτῶν ὑπερμάχονται· σὺ δὲ τὸ ἴδιον καὶ μονογενὲς θυγάτριον ὡς ἐν μακέλλῳ ἀφειδῶς τὰ | |
5 | γυναικεῖα γαλακτοφόρα μέλη ξίφεσιν θεώμενος ἐκ‐ κοπτόμενα, οὐδὲ κἂν τὴν ὕβριν ᾐδέσθης τῆς φύ‐ σεως, οὐδὲ πρὸς τὰς τοσαύτας πληγὰς ἐκάμφθης, ὡς τὴν καρδίαν λιθώδης τε καὶ ἀναίσθητος. Ἀλλὰ τί θαυμάζομεν, ἀδελφοὶ, τοὺς τῇ πλάνῃ τῆς ἀσεβείας | |
10 | μεθύοντας, καὶ τῇ τοῦ Σατανᾷ μανίᾳ ἐκβεβακχευ‐ μένους; Ὥσπερ γὰρ οἱ καλλίνικοι μάρτυρες τῷ περὶ Χριστὸν φίλτρῳ τῷ θείῳ γενόμενοι κάτοχοι Πνεύματι, τὴν φύσιν νικήσαντες καὶ ὑπεραναβάντες, ἐν τοῖς ὑπὲρ φύσιν γεγόνασιν, οὕτω δὴ καὶ οἱ τοῦ | |
15 | Χριστοῦ καὶ τούτων διῶκται, τοῦ πονηροῦ πλήρεις χρηματίζοντες πνεύματος, καὶ τῇ ἀποστατικῇ ἑαυ‐ τοὺς δυνάμει καταδουλώσαντες, ἔξω καὶ αὐτοὶ τῆς φύσεως, οὐκ εἰς κρεῖττον, ἀλλ’ εἰς τὸ χεῖρον ἀπώλι‐ σθον, καὶ ἐξέπεσον. Καὶ ὥσπερ ἐκεῖνοι ἄνω τῆς ἀν‐ | |
20 | θρωπίνης ὑπερυψώθησαν καταστάσεως, τοσοῦτοι καὶ οὗτοι κατωτέρω ταύτης κατεκλύσθησαν, καὶ τοῖς ἀνθρωποκτόνοις γεγόνασιν δαίμοσιν ὅμοιοι· καὶ μάλα εἰκότως. Οἱ γὰρ Χριστῷ προσερχόμενοι, Χριστοῦ μιμηταὶ διὰ τῆς αὐτῆς ἀρετῆς καθίστανται· οἱ δὲ τῷ | |
25 | τοῦ διαβόλου ζυγῷ ἑαυτοὺς ὑποζεύξαντες, ἐκείνῳ δήπουθεν γίνονται παρεμφερεῖς καὶ ἐφάμιλλοι. Ἀλλ’ ἴδωμεν τί πάλιν ὁ ἀντίδικος καὶ ἀντίπαλος διὰ τῶν ἰδίων ὑπασπιστῶν κατὰ τῆς σεμνῆς καὶ σώφρονος Παρθένου ἐπινοεῖ, καὶ τεκταίνεται. ιϛʹ. Ἰδὼν γὰρ ὅτι τὰς τοῦ σώματος αἰκίας ἀν‐ δρείως ὑποφέρει τε καὶ ὑφίσταται, τῇ ψυχῇ βάσανον | |
30 | ἐπιτηδεύει ἀφόρητον, καὶ αἰσχύνης ἄξιον, ὡς οἴεται. Καὶ ἔστιν ὡς ἀληθῶς τοιαύτη, καὶ τῶν προτέρων χαλεπωτέρα. Ἀλλὰ διὰ Χριστὸν πάσχειν, κἄν τι δοκεῖ ἐπονείδιστον ἔχειν καὶ ἄσχημον, πλὴν ἀλλὰ παντὸς καλλωπίσματός ἐστιν σεμνότερόν τε καὶ εὐ‐ | |
35 | σχημονέστερον, καὶ κοσμιώτερον. Κελεύει γὰρ, φη‐ σὶν, ὁ ἡγεμὼν γυμνὴν πομπευθῆναι αὐτὴν πᾶσαν τὴν περίχωρον ἐκείνην, καὶ πληγαῖς ἀφορήτοις μα‐ στίζεσθαι. Ἴστε δὲ πάντως, ἀγαπητοὶ, ὅσην τὸ πρᾶ‐ γμα φέρει ταῖς παρθένοις αἰσχύνην καὶ αἰδὼ, καὶ | |
40 | μάλιστα ταῖς κατὰ τὴν ὁσίαν ταύτην κόρην, ἧς οὐδὲ ἥλιος εἰς κόρον, ὡς εἰπεῖν, ἀπολαῦσαι δεδύνηται πρότερον. Καὶ οὐ μόνον μίαν ἀγορὰν καὶ πλατεῖαν, ἢ δευτέραν περιάγειν ἠνάγκαζεν, ἀλλὰ καὶ χωρία, καὶ ἄστεα, καὶ δήμους ἀμείβουσαν. Πᾶσαν γὰρ, | |
45 | φησὶν, τὴν περίχωρον ἐκείνην. Ὄντως πάσης καύ‐ σεως καὶ μαστίγων ὀδύνης, οὗτος ὁ πειρασμὸς ταῖς αἰσχυντηλαῖς καὶ σεμναῖς κόραις, χαλεπώτερός τε καὶ ἐπαχθέστερος. Ἀλλ’ ὅμως καὶ ταύτην τὴν αἰσχύ‐ νην ὑπέμεινεν διὰ τὸ πρὸς Χριστὸν φίλτρον καὶ | |
96.801(50) | ἔρωτα, ὃς δι’ ἡμᾶς σταυρὸν ὑπέμεινεν, αἰσχύνης κα‐ ταφρονήσας. Τὸν γὰρ παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασιν, ὧν καὶ ἡ τοιαύτη αἰσχύνη ἐνυπάρχει τῆς ἐσθῆτος, ἡ παρθένος προεκδύσασα, διὰ τοῦτο οὐδὲ ἀσχημονεῖν ἐλογίζετο· ἀλλ’ ὥσπερ οἱ πρωτόπλαστοι | |
55 | ἐν τῷ παραδείσῳ πρὸ τῶν παθῶν τῆς ἁμαρτίας γυ‐ μνοὶ ἦσαν, καὶ οὐκ ᾐσχύνοντο, ἡνίκα δὲ διὰ τῆς πα‐ | |
ρακοῆς τὰ πάθη ἐν αὐτοῖς ἐκινήθησαν, ἀσχημονεῖν | 801 | |
96.804 | ὑπελάμβανον, εἰ μὴ φύλλα συκῆς ἑαυτὴν τὴν γύ‐ μνωσιν περιέστειλαν· οὕτως καὶ ἡ παρθένος αὕτη, εἰς ἐκείνην ἐπανελθοῦσα τὴν πρὸ τῆς παραβάσεως, ἁμαρτίας κατάστασιν, τὴν αἰσχύνην τοῖς λοιποῖς | |
5 | συναπημφιάσατο πάθεσιν. Ἀλλ’ ὅμως ἵνα μὴ οἱ μιαροὶ τὸ πανίερον αὐτῆς ἀπερικάλυπτον περιπο‐ λεῦον σῶμα θεώμενοι, καταγελᾷν δόξωσιν, ἀτενίσασα εἰς τὸν οὐρανὸν εἶπεν· «Κύριε ὁ Θεὸς, ὁ περιβάλ‐ λων τὸν οὐρανὸν ἐν νεφέλαις, σκέπασόν μου τὸ διὰ | |
10 | σὲ γεγυμνωμένον σῶμα, ἵνα μὴ ὁρᾶται ὑπὸ τῶν ἀσεβῶν τούτων. Καὶ ταῦτα εἰπούσης αὐτῆς, ἀπο‐ στείλας ὁ Κύριος ἄγγελον, στολῇ λευκῇ αὐτὴν πε‐ ριεκάλυψεν· καὶ περιείη καθάπερ νύμφη κεκοσμη‐ μένη καὶ κεκαλλωπισμένη, ἐκ τοῦ πατρικοῦ δόμου | |
15 | ἐπὶ τὴν εὐτρεπισμένην νυμφικὴν παστάδα, περι‐ αγομένη τε καὶ δορυφορουμένη καὶ πομπεύουσα, τῷ μαρτυρικῷ κατεστεμμένη τε διαδήματι, καὶ τοῖς ὑπὲρ Χριστοῦ ἀθλητικοῖς στίγμασι, καὶ τῇ τοῦ αἵμα‐ τος πορφυρίδι σεμνυνομένη, καὶ διαπρέπουσα ὑπὲρ | |
20 | πᾶσαν μαργαριτῶν, σμαράγδων τε καὶ ὑακίνθων, καὶ πολυτίμων λίθων, χρυσῶν τε ἀποπεπλεγμένων φανότητα. Ὢ τοῦ θαύματος! οἱ ἐμπαθεῖς, καὶ φιλ‐ ήδονοι, ἀναιδεῖς τε καὶ λίαν ἀναίσχυντοι, ὁλογύμνους τὰς διὰ Χριστὸν ἀθλούσας περιΐστανον μάρτυρας, | |
25 | ἵνα ταύτας, ὡς ᾤοντο, θριαμβεύσωσιν, ἅμα δὲ, καὶ τὴν ἀκόλαστον αὐτῶν ὅρασιν ἐμπαθῶς ἑστιάσωσιν. Ὁ δὲ Χριστὸς χάριτος περιβολῇ ὅλην περιστείλας τὴν οἰκείαν ἀθλήτριαν, τὴν θέαν τοῖς αἰσχροῖς, καὶ ἀσελγέσι, καὶ μυσαροῖς διετείχισεν, καὶ ἄπρακτον αὐτῶν τὴν ἐπίνοιαν δέδειχεν, καὶ τῆς προσδοκίας παρέσφηλεν. | |
30 | ιζʹ. Περιαγαγόντες δὲ αὐτὴν πᾶσαν ἐκείνην τὴν περίχωρον, ἤγαγον ἐπί τινα κώμην, ἔνθα καὶ τὸν ἡγεμόνα κατέλαβον. Ἀπορήσας οὖν ὁ ἡγεμὼν τὸ τί πάλιν ποιήσειεν· πᾶσα γὰρ αὐτοῦ ἡ ἐπίνοια ἀνήνυ‐ τος καὶ ἀνόνητος ἀπεδείκνυτο, καὶ τῶν ἐλπίδων ἐξ‐ | |
35 | έπιπτεν· ἀπόφασιν κατὰ τῆς πολυάθλου μάρτυρος ἐξενήνοχεν, κεφαλικῆς τιμωρίας ὑπομεῖναι περαίω‐ σιν. Τότε ὁ ταύτης πατὴρ θυμοῦ πολλοῦ πλησθεὶς, καὶ ζήλου σατανικοῦ, καὶ αὐτὸν ἐγκυμονήσας τὸν ἀπ’ ἀρχῆς ἀνθρωποκτόνον διάβολον, ἵνα τελείαν δόξῃ | |
40 | λατρείαν προσενέγκαι τοῖς ὑπ’ αὐτοῦ θεραπευομέ‐ νοις εἰδώλοις καὶ βδελύγμασιν, μᾶλλον δὲ τοῖς δι’ ἐκείνων ἐνεργοῦσι τῆς πονηρίας πνεύμασί τε καὶ δαίμοσι, ξίφος σπασάμενος, ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὄρος, αὐτόχειρ καὶ αὐτουργὸς τῆς μιαιφονίας γενέ‐ | |
45 | σθαι ἐπιθυμῶν καὶ ἐφιέμενος. Περιχαρῶς δὲ ἡ καλὴ καὶ τελεία περιστερὰ τὴν ὑπὲρ Χριστοῦ δεχομένη σφαγὴν, εἰς προσευχὴν καὶ ἱκεσίαν ἐτρέπετο. Ἔσπευ‐ δεν γὰρ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ πρὸς τὴν εἰς οὐρανὸν ἠπείγετο μεταρσίαν ἀνάβασιν. Οὐ‐ | |
96.804(50) | δὲν δὲ κωλύει αὐτῶν τῆς εὐχῆς τῶν ῥημάτων ἐπ‐ ακοῦσαι τῆς μάρτυρος, ἵνα δι’ αὐτῶν τὴν ἀκοὴν ἁγιά‐ σωμεν. «Ἄναρχε, ἀχειροποίητε μαρτύρων στέφανε, Κύριε Ἰησοῦ Χριστὲ, ὁ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὴν γῆν θεμελιώσας· ὁ τὰς ἀβύσσους συγκλείσας, | |
55 | καὶ τὴν θάλασσαν τειχίσας· ὁ προστάξας τὰς ὀμβρο‐ | |
τόκους νεφέλας βρέχειν ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ὁ | 803 | |
96.805 | ἐπὶ θαλάσσης περιπατήσας ὡς ἐπ’ ἐδάφους, καὶ τοὺς πόδας μὴ βρέξας· ὁ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ εἰς γαλήνην μεταβαλών· πάντα γὰρ ὑπακούει, Κύριέ μου Ἰησοῦ Χριστὲ, τῷ σῷ προστά‐ | |
5 | γματι, ὅτι ποιήματά σού ἐστιν· Παράσχου μοι, Κύριε, τὴν αἴτησιν ταύτην, καὶ δὸς τῇ δούλῃ σου χάριν, ἵνα ὅστις μνημονεύῃ μου ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ ποιῇ τὴν μνήμην τῶν ἡμερῶν τῆς μαρτυρίας μου, Κύριε, μὴ μνησθῇς τῶν ἁμαρτιῶν | |
10 | αὐτῶν ἐν ἡμέρᾳ κρίσεως, ἀλλ’ ἵλεως γενοῦ αὐτοῖς. Γινώσκεις γὰρ, Κύριε, ὅτι σὰρξ καὶ αἷμά ἐσμεν, ποίημα τῶν ἀχράντων χειρῶν σου.» Καὶ ἀναπεμψά‐ σης αὐτῆς τὸ, Ἀμὴν, πάλιν προσηύξατο, λέγουσα· «Κύριε ὁ Θεὸς δυνάμεων, ὁ πάσης πνοῆς καὶ σαρκὸς | |
15 | δημιουργὸς, ὁ ἰασάμενος πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν, παράσχου τῇ δούλῃ σου χάριν, ἵνα ὅσοι ἂν προσέλθωσιν τῷ τόπῳ ἔνθα τὸ λείψανόν μου ἀπόκειται, καὶ εἰσὶ τὰ ἡγιασμένα ὕδατα, δώρησαι αὐτοῖς ἴασιν ψυχῆς καὶ σώματος, ἵνα καὶ ἐν τούτοις | |
20 | δοξάζηται τὸ πανάγιον ὄνομά σου, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι.» Καὶ ἀναπεμψάσης αὐτῆς τὸ, Ἀμὴν, ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ, λέγουσα· «Δεῦρο, ἡγιασμένη μου ἀθληφόρος, ἀναπαύου εἰς τὰ ταμιεῖα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πάντα | |
25 | δὲ ὅσα ἂν ᾐτήσω, δεδώρηταί σοι παρ’ ἐμοῦ.» Καὶ ταῦτα ἀκούσασα ἡ μακαρία μάρτυς τοῦ Χριστοῦ, ἦλθεν ἐπὶ τὸν τόπον, καὶ ἀπετμήθη τὴν κεφαλὴν ὑπὸ τοῦ ξίφους τοῦ πατρὸς αὐτῆς, σὺν τῇ ἁγίᾳ Ἰου‐ λιανῇ ἐν τῷ αὐτῷ τόπῳ. Κατερχομένου δὲ Διοσκόρου τοῦ πατρὸς αὐτῆς ἀπὸ τοῦ ὅρους, πῦρ ἔπεσεν ἐκ τοῦ | |
30 | οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν, ὥστε μήτε τὸν χοῦν φαίνεσθαι, ἢ εὑρεθῆναι. ιηʹ. Καλὸν ὡς ἀληθῶς τῇ ἀθλήσει τὸ τέλος ἡ μάρ‐ τυς ἐπέθεικεν. Εὐχὴν γὰρ τῶν ἄθλων ἐν τῷ πύργῳ προσάξασα, εὐχὴν τούτοις καὶ τὴν κορωνίδα ἐνέστη‐ σεν. Τίς δὲ τῆς προσευχῆς ἡ δύναμις; ᾐτήσατο τὸν | |
35 | ἴδιον νυμφίον Χριστὸν, ἵλεων τοῖς αὐτῆς τὴν μνή‐ μην ἐπιτελοῦσιν γενέσθαι, τῶν μὲν πλημμελημάτων τὴν ἄφεσιν, τῶν δὲ νοσημάτων τὴν ἴασιν. Ὁ δὲ τὴν ἱκεσίαν δεξάμενος, εἰς πέρας ἄγειν ὑπισχνεῖται τὴν ἔφεσιν, καὶ δι’ οἰκείας φωνῆς ταύτην πληροφορεῖ, καὶ | |
40 | παρέχει τὴν πίστωσιν. Καὶ ἡ μὲν τὸν αὐχένα τῷ ξίφει ὁλοψύχως προέτεινεν· ὁ δὲ τεκνοκτόνος πατὴρ, τὴν πληγὴν ἀσπλάγχνως ἐπήγαγεν. Καὶ ἡ μὲν πρὸς οὐρα‐ νίους δόμους, καὶ ηὐτρεπισμένην ἐδορυφορεῖτο ἀνά‐ παυσιν, ὁ δὲ, εἰς ᾅδου ταρτάρους μυχοὺς, καὶ ζοφερὰ | |
45 | ταμιεῖα, καὶ εἰς ἡτοιμασμένην κατήγετο κόλασιν. Καὶ ἡ μὲν ἀγγέλους εἶχεν φαιδροὺς ποδηγοῦντας πρὸς τὴν ἀνάβασιν, ὁ δὲ, δαίμονας ἀμειδεῖς τε καὶ φοβεροὺς, ἕλκοντας ἀκουσίως πρὸς τὴν κατάβασιν. Ὢ πῶς ἄν τις ἀξίως θρηνήσειεν, πανάθλιε καὶ ταλαίπωρε! πῶς οὐκ | |
96.805(50) | ἔφριξας τὴν ἁγίαν ἀποτεμεῖν τῆς μάρτυρος κεφαλήν! πῶς σου ἡ χεὶρ οὐκ ἐνάρκησεν, τῇ ἰδίᾳ θυγατρὶ ἀναιρετικὴν ἀπενέγκαι τομήν; Ἀλλ’ ὄντως ταχυτά‐ την ἀνηλεοῦς ἀπανθρωπίας ἐκομίσω τὰ ἐπίχειρα, καὶ τῶν πονηρῶν σπερμάτων πονηρότερα ἐδρέψω | |
55 | τὰ δράγματα, καὶ ἡ τοῦ προδότου σε Ἰούδα ἀξία μετῆλθεν ἐκδίκησις. Σκηπτὸς γὰρ οὐρανόθεν ἐνεχθεὶς | |
κεραυνὸς, σῶμά σου τὸ μικρὸν ἐξετέφρωσεν καὶ τὸ | 805 | |
96.808 | μὲν Σοδομιτικὸν ἐνταῦθά σε πῦρ ἐκεραύνωσεν, ἡ δὲ τῆς γεέννης σε φλὸξ ἄσβεστος ἐκεῖ ὑποδέξεται. Οὐ γὰρ ἔτι ἐπιβιῶναι ἐτύγχανες ἄξιος, ἵνα μὴ δακτυ‐ λοδεικτούμενος πατὴρ κληθῆναι τῆς μάρτυρος. | |
5 | Οὐκέτι σε ὁ σὸς οἶκος ἀνέχεται δέξασθαι, ἀφ’ οὗ τινος τὴν παρθένον, καὶ πανεύφημον ἐξῴκισας. ιθʹ. Σὺ δέ μοι ἡ Χριστοῦ ἀμνὰς, καὶ περιστερὰ, καὶ νύμφη, καὶ πᾶν εἴτι οὖν ὄνομα καλὸν, καὶ χα‐ ρίεν, καὶ τίμιον, χαῖρε, γεννικῶς τῶν ἀγώνων δια‐ | |
10 | δραμοῦσα τὸν δίαυλον. Χαῖρε, τῶν ἄθλων ἐπάξια κομι‐ σαμένη τὰ ἔπαθλα. Χαῖρε, ᾗπερ πολλὰ τὰ βραβεῖα ὑπὲρ πολλῶν τῶν ἀγωνισμάτων ὀφείλεται. Χαῖρε, ἡ τῶν ἐμπαθῶν τῆς σαρκὸς σκιρτημάτων λογισμῷ ἐπικρα‐ τήσασα σώφρονι. Χαῖρε, ἡ τὰς τοῦ σώματος αἰσθή‐ | |
15 | σεις ἐν ἡλικίας νεότητι πρεσβυτικῶς καὶ ἐμφρόνως παιδαγωγήσασα. Χαῖρε, ἡ τὴν παρθενίαν, καὶ πρὸ τοῦ μαρτυρίου, φυλάξαι τῷ Χριστῷ καθυποσχομένη ἄχραν‐ τον καὶ ἀμίαντον. Χαῖρε, ἡ τὸ σωματικὸν κάλλος τοῖς πάθεσι μὴ ῥυπώσασα, ἀλλ’ ἀνέπαφον τῷ ποιητῇ | |
20 | ἀναθεῖσα καὶ παραθεῖσα. Χαῖρε, ἡ ἐν τῷ πύργῳ ὡς ἐν ἀσφαλεῖ φρουρίῳ, καὶ παρθένων εὐκτηρίῳ, πυ‐ κνὰς, καὶ ἀκραιφνεῖς τῷ Θεῷ προσευχὰς ἀναπέμ‐ πουσα, καὶ τῇ ἀπλανεῖ τῶν ὄντων θεωρίᾳ πρὸς τὸν ποιητὴν ἀναχθεῖσα, καὶ τοῦ μόνου ὄντως καλοῦ τε | |
25 | καὶ ἐραστοῦ ἀπλήστως κατατρυφήσασα. Χαῖρε, ἡ ἐν τῷ τοῦ σωματικοῦ ῥύπου καθαρτηρίῳ λουτρῷ συμ‐ βολικῶς τὴν Τριάδα διὰ τῆς τῶν θυρίδων τριπλῆς φωταγωγίας ἐξεικονίσασα, καὶ τὸ τῇ τριττῇ φωτο‐ δοσίᾳ ψυχῶν μυστικὸν καὶ σωτήριον τυπικῶς δια‐ | |
30 | γράψασα βάπτισμα. Χαῖρε, ἡ εὐθὺς τρανότατα τὴν τῆς ὁμοουσίου Τριάδος πίστιν θεολογικῷ διομολογή‐ σασα στόματι. Χαῖρε, ἡ τὸν ἕνα τῆς ἁγίας Τριάδος διὰ τὴν ἡμετέραν ἐνανθρωπήσαντα σωτηρίαν, ἐν παῤῥησίᾳ κηρύξασα. Χαῖρε, ἡ πλοῦτον καὶ τρυφὴν, | |
35 | καὶ σηρῶν νημάτων ὑφάσματα, καὶ λίθων πολυτιμή‐ των, καὶ μαργαρίτων χρυσοκολλήτων, καὶ πᾶσαν σωματικὴν εὐκοσμίαν καὶ ὡραιότητα, καὶ τῶν ἐπι‐ γείων τερπνοτήτων ἀπόλαυσιν διαπτύσασα, καὶ τούτων ἀνταλλαξαμένη αἰώνια ἀγαθὰ καὶ ἀκήρατα, | |
40 | τὰ ὀμμάτων ὅρασιν, καὶ ὤτων ἀκοὴν, καὶ πᾶσαν αἴσθησίν τε καὶ νόησιν ὑπεραίροντα. Χαῖρε, ἡ τὸ τῆς ἡλικίας τρυφερὸν, καὶ τὸ τοῦ θήλεως ἀσθενὲς γεννικῶς καὶ ἀνδρικῶς στερεώσασα συντόνῳ φρονή‐ ματι. Χαῖρε, ἡ πρὸς τοὺς τῶν κολάσεων αἰκισμοὺς | |
45 | μὴ δειλανδρήσασα, θαρσαλέως δὲ μᾶλλον ἑαυτὴν ἐπιδοῦσα παντοίοις βασανιστηρίων εἴδεσι καὶ στρε‐ βλώσεσι. Χαῖρε, ἡ ἐν σαρκὶ διατρίβουσα, Χριστοῦ τὴν δόξαν ἰδεῖν ἠξιωμένη, ὡς ἐν τῷ ὄρει τῶν μα‐ θητῶν οἱ πρόκριτοι, σὺν Ἠλίᾳ καὶ Μωσῇ τεθεαμέ‐ | |
96.808(50) | νοι, προσηκόντως ἐμακαρίσθησαν. Χαῖρε, ἡ τῶν μαστίγων τὰς ἀλγηδόνας, καὶ σιδήρων καταξέσεις, καὶ τραχυτάτων τριχίνων ὑφασμάτων ἐκτρίψεις, καὶ αἱμάτων ῥοὰς, καὶ πυρὸς φλογισμοὺς, καὶ με‐ λῶν ἐκτομὰς, καὶ γυμνὴν ἐκπόμπευσιν, καὶ κεφαλῆς καὶ ζωῆς ὑφαίρεσιν διὰ Χριστὸν ὑπομείνασα, ἵνα τὸ σῶμα λοιπὸν λάβῃς ἀθάνατον, ἀφθαρσίας μαρμαρυγὰς ἀπαστράπτον, καὶ δόξης ἠμφιεσμένον στολὴν | |
55 | ἄφραστον καὶ ἀνεκλάλητον. κʹ. Σὲ δικαίως τῆς καρτερίας ἐθαύμασαν ἄνθρω‐ | |
ποι, ἄγγελοι δὲ εἰκότως τὴν ἄθλησιν ἐκρότησάν τε | 807 | |
96.809 | καὶ ὕμνησαν, οἱ δὲ δαίμονες, τὴν σὴν ὑμνῳδίαν τε καὶ ἔνστασιν ἔφριξαν, καὶ αἰσχύνην, καὶ ὄνειδος αἰώνιον ἠμφιάσαντο. Ὡς τὸ θηλυκὸν καὶ γυναικεῖον φύλον ἐγκαλλωπίζεται, καὶ σεμνύνεται, καὶ πρὸς | |
5 | εὐανδρίαν τοῖς σοῖς ἄθλοις θαρσοποιεῖται, καὶ ἐπ‐ αλείφεται! Ἐν σοὶ προσφόρως ἡ προμήτωρ ἐγκαυ‐ χᾶται, καὶ γέγηθεν, ὡς θυγάτριον κτησαμένη, τὸν ἐκείνην καταπαλαίσαντα ἀντίπαλον δράκοντα αὖθις ἀναπαλαῖσαν, καὶ ἀνατρέψαν, καὶ τὴν νίκην ἀνακα‐ | |
10 | λεσάμενον, καὶ λαμπρὰ κατ’ αὐτοῦ ἀράμενον τρό‐ παια. Σὲ ἡ τῶν ἁγίων ἁγία Θεοτόκος καὶ προμήτωρ, παρθένος καὶ Θεομήτωρ, ἡ τὸ θῆλυ μὲν γένος πρώτη καὶ μόνη δοξάσασα, πάντων δὲ ἀῤῥένων καὶ θηλύων, οὐρανίων τε καὶ ἐπιγείων ἀνάσσουσα, ὡς τοῦ πάν‐ | |
15 | των δεσπόζοντος μήτηρ χρηματίσασα, ἐν γυναικείῳ καὶ μειρακίῳ σαρκίῳ, τὸν εἰς τὰ ἄμετρα καυχώμε‐ νον, καὶ τὴν θάλασσαν ἐξαλείφειν, καὶ τὴν οἰκουμέ‐ νην ὡς νοσσιὰν περιδράττεσθαι φρυαττόμενον, κατα‐ βαλοῦσαν ἰδοῦσα, καὶ κατακράτος καταπατήσασαν. | |
20 | Καὶ ταῖς ἀρεταῖς τερφθεῖσα, ὠλέναις προλαβοῦσα, πλησίον ἐκάθισε καὶ καθίδρυσεν, καὶ τῆς ἀνωτάτω τιμῆς καὶ παῤῥησίας μετέδωκεν, καὶ τῷ βασιλικῷ θρόνῳ ἐνεφάνισεν καὶ παρέστησεν. καʹ. Ἅπας οὖν ἐπὶ σοὶ λόγος ἐγκωμιαστικὸς κατ‐ | |
25 | ευγλωττισμένος καὶ περιττὸς ἰλιγγιᾷ, καὶ δεδοικὼς προσιέναι, συστέλλεται. Ὑμνεῖν γὰρ προσφυῶς ἀδρανὴς, πανύμνητε, καὶ ἀξιέπαινε, ἂν εἴη τῶν ἀξιαγάστων σου ἀρετῶν τὰ ὑπερφυῆ προτερήματα. Τέχνη μὲν γὰρ ῥητορικῆς εὐγλωττίας, δι’ εὐστρόφου | |
30 | ῥημάτων συνθήκης, καὶ κεκομψευμένης καὶ τροχα‐ λῆς πειθανότητος κάλλος σωματικὸν ἐπαινεῖν, καὶ σαρκικὴν ὡραιότητα, ἥτις ἐκ μελῶν συμμετρίας μετ’ εὐχροίας συνέστησεν. Πρὸς δὲ καὶ ῥώμην πολ‐ λάκις, εὐπάθειάν τε καὶ θνητῆς εὐγενείας σεμνό‐ | |
35 | τητα, περιφανές τε, εἰ τύχοι, ἀξίωμα, καὶ τὸ τῆς πατρίδος ἐπίσημον, καὶ πλούτου δαψιλείαν ῥέουσάν τε καὶ ὀλισθαίνουσαν, καὶ εὐχερῶς μεταπίπτουσαν. Ἅπερ ἅμα συνδεδραμηκότα τῷ λόγῳ ὑποκεῖσθαι πρὸς εὐφημίαν, δυσπόριστόν τε καὶ ἐργωδέστατον· | |
40 | πλὴν ἅπαντα ὅσα κατ’ εἶδος ὁ λόγος διεστείλατο, καὶ κατέλεξεν, ὡς ἄνθος χόρτου μαραινόμενον καὶ φθει‐ ρόμενον, καὶ ὡς χρηστῶν ὀνείρων ἀπατηλὴ καὶ φα‐ σματώδης ὄψις, ἅμα φαινομένη καὶ παρατρέχουσα, θᾶττον καὶ ἐν βραχεῖ ἔσθ’ ὅτε καὶ τῷ χρόνῳ κατα‐ | |
45 | λυόμενά τε καὶ ἀλλοιούμενα, συγκαταλύει καταλλή‐ λως καὶ ἀκολούθως τῶν ἐγκωμίων τὴν ἐκπεπονημέ‐ νην ἁρμονίαν καὶ σύμπλεξιν. Σοὶ δὲ, ὦ παρθένε σεμνὴ καὶ σώφρων, καὶ μάρτυς τροπαιοφόρε τε καὶ ἀήττητε, εὑρήσει μὲν ὁ λόγος εὐπορώτατα καὶ | |
96.809(50) | ἀκμητὶ ἄρδην σεσωρευμένα, καὶ συμπεφορημένα, ἃ νῦν κατωνόμασται, καὶ θαυμάζουσι, καὶ μακαρί‐ ζουσιν ἄνθρωποι, καὶ ἀξιόδηλα τίθενται· οὐ μὴν δὲ ἀπολλύμενα καὶ λυόμενα, καὶ τοὺς ἐπαίνους εἰκῆ χωρεῖν εἰς ἀέρα παρασκευάζοντα. Ἡ γὰρ τῆς σῆς | |
55 | θειώδους ψυχῆς ἀρετὴ, καὶ ἡ πρὸς τὸν Κτίστην οἰ‐ κείωσις, συνέσφιγξέ σοι καὶ συνετήρησε, καὶ τὰ προσόντα καλὰ καὶ ἐγκόσμια, καὶ τῇ μνήμῃ ἀνεπί‐ | |
ληστα, καὶ τῷ παντὶ αἰῶνι συνδολιχεύειν πεποίηκε· | 809 | |
96.812 | μᾶλλον δὲ καὶ ὑπερεπλασίασε καὶ ὑπερηύξησεν· Τοῦ γὰρ πιστοῦ, ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου, οὐδὲ εἷς ὀβολὸς, τὸ γραφικὸν ἀπεφή‐ νατο λόγιον. Τὰ ἐνεστῶτα γὰρ, καὶ τὰ μέλλοντα, καὶ | |
5 | πάντων ὧν ὁ σὸς δεσπόζει νυμφίος, σοὶ εἰς προῖκα κεχάρισται καὶ δεδώρηται. κβʹ. Ἐπεὶ δὲ τοίνυν ἀμφοτέρωθεν κατὰ τῶν ἀνθρωπί‐ νων ἐπαίνων τὰ νικητήρια κέκτησαι, τῇ τε τοῦ κοσμικοῦ βίου φανότητι, καὶ τῇ τῶν κατὰ ψυχὴν πλεονεκτημάτων | |
10 | λαμπρότητι, ἅπερ ἄμφω τῇ τοῦ μαρτυρίου κατήστρα‐ ψας καὶ κατηγλάϊσας στεῤῥότητι, ἄπιθι χαίρουσα πρὸς οὐρανίους ὑμνοπόλους σκηνὰς, καταλείψασα ἐκ σαρκίνης προφερομένους γλώττης ἐκτετορνευμένους λόγους, καὶ τὴν ἧτταν φωνῇ καθομολογοῦντας. Εἰ | |
15 | γὰρ ὑπὲρ ἄνθρωπον τῶν ἀριστευμάτων ἡ εὐδοκί‐ μησις, πῶς οὐχ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην ὁ πρόσ‐ φορος ἔπαινος; Ἄπιθι τοίνυν, σεμνὴ καλλιπαρ‐ θένε, τῶν ὑπερκοσμίων γερῶν ἀπολαύουσα. Ἄπιθι, ἔνθα λόγος σιγᾷ, τῶν ὑπὲρ λόγον τὴν δόξαν διεξο‐ | |
20 | δικῶς εἰπεῖν οὐ δυνάμενος. Ἄπιθι τῶν ὑπὲρ ἐν‐ θύμησιν ἀγαθῶν ἡδονῆς τῆς ἀκράτου μεθέξουσα, ἔνθα νόησις ἅπασα ἐκ τῶν μερικῶν φαντασμάτων τὴν γνῶσιν ἀθροίζουσα ἀργεῖ καὶ σχολάζει ἁπλῶς, τοῦ νοῦ αἰωνίως τοῖς ὑπερφυέσι καὶ νοητοῖς ἐπιβάλ‐ | |
25 | λοντος. Ἄπιθι, ἔνθα τῶν αἰσθητῶν καὶ αἰσθήσεων ἡ πολυσχιδὴς ἀπάτη, καὶ περιφορὰ πέπαυταί τε καὶ κατήργηται. Ἀπόλαβέ σου τὰ νικητικὰ βραβεῖα, καὶ ὑπέρλαμπρα γέρα καὶ ἔπαθλα. Ἀπόλαβέ σου τῶν ἐν τοῖς σκάμμασιν ἱδρώτων καὶ πόνων τὴν καθήκουσαν | |
30 | ἀνάπαυλαν καὶ ἀνάψυξιν. Ἀπόλαβέ σου τὰ ἐποφειλό‐ μενα τοῖς διὰ Χριστὸν ἀθλήσασι καὶ ἀθλοῦσιν νικη‐ φόρα στέμματα, καὶ μαρτυρικὰ διαδήματα. Ἀπόλαυε τῆς τοῦ Νυμφίου ἀνεκφράστου καὶ ἀνεννοήτου ἀγλαΐας καὶ ὡραιότητος. Ἀπόλαυε τῆς ἐν τῷ ὑπερ‐ | |
35 | ουρανίῳ νυμφῶνι ἀποῤῥήτου καὶ μυστικῆς ὁμιλίας καὶ συναφείας, ἧς ὄντως οὐδὲν ὀλβιώτερον καὶ μα‐ καριώτερον πέφυκεν. Οὐδέν σοι τῶν ὑπερλίαν εὐδο‐ κιμηκότων ἀνδραγαθημάτων, τῶν λαμπαδηφόρων παρθένων, ὦ νύμφη Χριστοῦ, πρὸς εὔκλειαν ἀπολέ‐ | |
40 | λειπται, ὡς ὑπεράγαν τὸν νυμφίον Χριστὸν ἀγαπή‐ σασα, καὶ τούτου καταθελχθεῖσα ἔρωτι. Δι’ οὗ οὐ μό‐ νον ἅπαντα λελόγισαι σκύβαλα, ἀλλὰ καὶ τῆς ἰδίας ζωῆς καὶ ψυχῆς τὸν ποθούμενον προτετίμηκας. Ὡς λίαν ἐννόμως τὸν καλὸν ἀγῶνα ἠγώνισαι, καὶ τὴν | |
45 | πίστιν τετήρηκας ἄτρεπτον, ἐν καιροῖς τρεπτοῖς τε καὶ κινδυνώδεσι! Ὡς λίαν ἀπροσκόπτως καὶ ἀνεμ‐ ποδίστως τὸν δρόμον τῆς εὐσεβείας τετέλεκας! Ὡς λίαν ἀλγεινὰ καὶ ὀδυνηρὰ, καὶ ὑπὲρ δύναμιν βρο‐ τείαν ὑπέστης τὰ ἐπενεχθέντα σοι διὰ τὴν εἰς Χρι‐ | |
96.812(50) | στὸν ἀγάπην βασανιστήρια ὁλοψύχως καὶ προθυμό‐ τατα. Τοιγάρτοι καὶ ὁ τῆς δικαιοσύνης σοι ἀπόκειται στέφανος, ὅνπερ ἀξίως ἀναδησαμένη, ἐν τοῖς ἐπου‐ ρανίοις κατέστεψαι. Ἀλλ’ οὐδ’ ἐνταῦθα, κατέλιπέν σε Χριστὸς ἀγέραστον. Ζῶ γὰρ ἐγὼ, φησὶν, ἀλλὰ τοὺς | |
55 | δοξάζοντάς με δοξάσω. Διότι, καθὼς ἐπήγγελται, | |
ἐν τῷ σῷ κολύμβῳ, ἔνθα καὶ τὰ τίμιά σου λείψανα | 811 | |
96.813 | τοῖς πιστοῖς προσπελάζουσιν, ὑπὲρ νάματα βρύει τὰ τῶν παντοδαπῶν ἀῤῥωστημάτων ἰάματα, καὶ τῶν ἕλκεσι λοιμικοῖς, ἢ ἑτέρᾳ νόσῳ καμνόντων, καὶ ἑτέ‐ ροις μώλωψι κατατρυχομένων τὰ σώματα, τῶν σω‐ | |
5 | τηρίων ὑδάτων ἁψάμενα, θᾶττον θανασίμῳ ἀπονίπτε‐ ται νοσήματι. Καὶ ἔστιν τοῖς περιοίκοις, καὶ τοῖς μακράν που ἀπῳκισμένοις ὁ τόπος ἐπίσημός τε καὶ διαβόητος, καὶ πρὸς θεραπείαν τοῖς χρῄζουσι περι‐ σπούδαστος. Καὶ οὐκ ἐν ἐκείνῳ μόνον τῷ χώρῳ ἥ | |
10 | σοι δεδωρημένη καλλονὴ, καὶ χάρις ἰαματικὴ περι‐ γέγραπται, ἀλλὰ καὶ τοῖς πανταχῆ τῆς οἰκουμένης μετὰ θερμῆς σοι προσιοῦσι τῆς πίστεως, καὶ τὸ σὸν ἐτήσιον ἐκτελοῦσι μνημόσυνον, τὰ λοιμώδη θερα‐ πεύεται τραύματα, καὶ πάσης ἡλικίας ἡ ἀηδὴς φυ‐ | |
15 | γαδεύεται σκῆψις καὶ ὄχλησις, ἐνέργειαί τε δαιμονιώδεις τοῖς σοῖς ἐμβριμήμασιν ἀπελαύνονται· οὐ μὴν ἀλλὰ καὶ πάντων ἐκλυτροῦνται κινδύνων καὶ περιστάσεων, οἵ σε πρὸς ἄμυναν ἐπίκουρον προσκα‐ λούμενοι. κγʹ. Μὴ τοίνυν λείπῃς, ἁγνὴ ἀειπάρθενε, τοὺς σοὺς ἐποπτεύουσα συμπαθεῖ τῷ βλέμματι πρόσφυ‐ | |
20 | γας, ἀλλὰ καὶ τὸν τουτί σοι προσπεφωνηκότα εὐτε‐ λὲς, καὶ ἐξίτηλον τῆς εὐφημίας λογίδριον, παραπολὺ μὲν τῆς σῆς ὑπερφεροῦς ἀξίας ἀπολειπόμενον, εὐτε‐ λοῦς δὲ προθυμίας οὐκ ἔλαττον αὐτῷ πεφροντισμένον πρὸς δύναμιν, ἀσμενῶς τῆς προαιρέσεως ἀποδέξω, | |
25 | καὶ συμπαθῶς ἐπικαμπτομένη καὶ ἐπινεύουσα, τὸ βραχύτατον δῶρον προσίεσο, ὡς ὁ σὸς νυμφίος Χρι‐ στὸς τὰ δύο λεπτὰ παρὰ τῆς πενιχρᾶς χήρας προσ‐ ήκατο, οὐ τῇ τοῦ διδομένου ποσότητι, τῆς προσφε‐ ρούσης δὲ γνώμης προσεσχηκὼς τῇ ποιότητι. Εὕ‐ | |
30 | ροιμι δέ σε καὶ τῶν ἐμῶν ψυχικῶν καὶ σωματικῶν μωλώπων προσηνῆ θεραπεύτριαν, καὶ πάσαις ταῖς περιστατικαῖς θλίψεσι ἑτοιμοτάτην προστάτιδα· καί μου τῶν παθῶν στήσοις γαληνῶς τὰς ὁρμὰς, καὶ σκιρτήματα, ἵνα καὶ τὸν βίον πρὸς ἃ δεῖ ῥυθμίσας, | |
35 | καὶ τὸν κοσμικὸν ἀναχειμάστως περαιώσας κλύδωνα, πρὸς ζωὴν τὴν ἀγήρω, καὶ λιμένα σωτήριον προσ‐ ορμίσας, τύχοιμι διὰ σοῦ ἐπὶ τοῖς ἀμέτροις πλημμε‐ λήμασι, τοῦ κοινοῦ καὶ εὐσπλάγχνου κριτοῦ, ἀφιέν‐ τος μᾶλλον καὶ συγχωροῦντος διὰ τὴν πρεσβείαν καὶ | |
40 | ἔντευξιν, ἤδη τὴν ἐμὴν ῥᾳθυμίαν ἐνδίκως καταψηφι‐ σαμένου καὶ κατακρίνοντος, πᾶσι δὲ τοῖς πίστει σου τὴν προσηγορίαν ἀγαπῶσι, καὶ τιμῶσι, καὶ δι’ αἰ‐ δοῦς ἄγουσι, καὶ τῇ ἀντιληπτικῇ σου προσφεύγουσι πρεσβείᾳ, γένοιο, ὦ ἀθλοφόρε Βαρβάρα, καὶ καλλί‐ | |
45 | νικε ἀοίδιμε, καὶ ἀείμνηστε, καὶ πανεύφημε μάρ‐ τυς, καὶ ἐννομοτάτη ἀθλήτρια, τῆς τῶν οὐρανῶν βα‐ σιλείας πρόξενος, καὶ ἐν πάσῃ λυπηρᾷ συμβάσει ὑπέρμαχος, καὶ πρέσβυς ἀκαταίσχυντος πρὸς τὸν πανάγαθον Χριστὸν τὸν Θεὸν ἡμῶν, μεθ’ οὗ τῷ ἀν‐ | |
96.813(50) | άρχῳ, καὶ ἀγεννήτῳ, καὶ προσκυνητῷ Πατρὶ, ἅμα τῷ ὁμοουσίῳ, καὶ ζωαρχικῷ Πνεύματι, δόξα, τιμὴ, προσκύνησις, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 813 |