TLG 2934 057 :: JOANNES DAMASCENUS :: Sermo in annuntiationem Mariae [Sp.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Sermo in annuntiationem Mariae [Sp.] Citation: Volume — page — (line) | ||
96.648(t1) | Εʹ. | |
t2 | Ἰωάννου μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δα‐ | |
---|---|---|
t3 | μασκηνοῦ, λόγος εἰς τὸν Εὐαγγελισμὸν τῆς | |
t4 | ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. | |
5 | Νῦν ἡ τῆς βασιλίδος βασιλικὴ καὶ ὑπέρξενος ἑορτή τε καὶ πανήγυρις ὑπὲρ τὰς χρυσαυγεῖς ἀκτῖνας τοῦ ἡλίου ἐξέλαμψε. Νῦν ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ὡραΐζεται λίαν ἀγαλλομένη. Νῦν οἱ φιλο‐ θεάμονες καὶ πανηγυρισταὶ ἑορτὴν ἑορτῶν ἑορτάζον‐ | |
10 | τες, πανδημεῖ ἐπαθροίζονται. Νῦν εὐφραινέσθωσαν τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια, καὶ πάντα τὰ ἐν αὑτοῖς ποιήματα. Νῦν εὐφημείσθω ἡ πανεύ‐ φημος, ὡς εὔφημος πανευφήμοις εὐφημίαις. Νῦν μεγαλυνέσθω ἡ θεομεγάλυντος, καὶ θεοπρότακτος, | |
15 | καὶ θεοχρημάτιστος Παρθένος. Νῦν ἐπαινείσθω ἡ πολυώνυμος ὄντως καὶ πολυόμματος, καὶ πάσης ὁμοῦ τῆς κτίσεως ὑπερτάτη. Νῦν μακαριζέσθω ἡ θεόμι‐ λος, καὶ θεοχώρητος, καὶ κοσμοσέβαστος τοῦ Θεοῦ κιβωτός. Σήμερον γὰρ ὡς ἀληθῶς πανταχοῦ τῆς | |
20 | οἰκουμένης χαρὰ καὶ ἀγαλλίασις γίνεται. Σήμερον βοάτωσαν φιλεόρτων αἱ σύγκλητοι. Σήμερον βοάτω‐ σαν πάντες λαοὶ τῇ ἐκ Δαβὶδ βασιλίδι, Δεδοξασμένα, λέγοντες μετὰ Δαβίδ, ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, τοῦ Βασιλέως τοῦ μεγάλου. Σήμερον | |
25 | ὑπανοιγέσθω ἡ τῶν προφητῶν θεόγραφος βίβλος, καὶ λεγέσθω περὶ τῆς ἀείπαιδος αὐτῆς, καὶ | |
Ἀειπαρθένου Μαρίας. Σήμερον ἀγαλλιάσθωσαν | ||
96.649 | διὰ τὴν ἔμψυχον πόλιν αἱ πόλεις πάσης τῆς Ἰουδαίας. Σήμερον Γαβριὴλ, ὁ τῆς νῦν πανεόρτου πανηγύρεως χορίαρχος, βοάτω ἄνωθεν τῇ βασι‐ λίδι, καὶ λεγέτω· Χαῖρε, κεχαριτωμένη, ὁ Κύ‐ | |
5 | ριος μετὰ σοῦ. Σήμερον βοήσωμεν καὶ ἡμεῖς οἱ πηλινόγλωσσοι, καὶ εἴπωμεν τῇ μεγαλοδοξοτάτῃ, καὶ φωτοφόρῳ μητρὶ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ ῥητά τινα χαροποιὰ χαρμονικῶς ἀνευφημοῦντες, καὶ λέγοντες· Χαῖρε, κεχαριτωμένη, | |
10 | ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Χαῖρε, κεχαριτωμένη, ἡ ἐκ πασῶν ἐκλεχθεῖσα γενεῶν, καὶ φυλῶν, καὶ γλωσσῶν, καὶ ἐθνῶν, καὶ λαῶν. Χαῖρε, κεχαρισμένη, ἡ πρὸ αἰώνων προ‐ | |
15 | ορισθεῖσα τῇ ποιητῇ καὶ βασιλεῖ τῶν αἰώνων. Χαί‐ ροις, τὸ τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης συμπέ‐ ρασμα. Χαίροις, τὸ τῶν θεοφόρων Πατέρων καὶ πατριαρχῶν πολύανθον ἄνθος. Χαίροις, τὸ τῶν ἀπ’ αἰῶνος ἁγίων προφητῶν προκατάγγελτον ὄνομα. | |
20 | Χαίροις, ἡ ἀπόγονος τοῦ κοσμοπάτορος καὶ θεο‐ πλάστου Ἀδάμ. Χαίροις, ἡ τῆς κοσμήτορος καὶ πρώτης ἐν γυναιξὶν Εὔας θύγατερ. Χαίροις, ἡ ἀν‐ τίτυπος τῆς τοῦ Νῶε ἔμψυχος θήκη. Χαίροις, ἡ ἐκ μηροῦ τοῦ ἐθνοπάτορος Ἀβραὰμ κατ’ ἐπαγγελίαν | |
25 | Θεοῦ ἀψευδῶς φυεῖσα. Χαίροις, ἡ οὐρανόφθαστος κλίμαξ, ἣν εἶδε πάλαι ὁ μέγας ἐν πατριάρχαις Ἰα‐ κώβ. Χαίροις, ἡ φλογοφόρος βάτος, ἣν εἶδέ ποτε ὁ παμβόητος ἐν ὄρει Σινᾷ Μωϋσῆς. Χαίροις, ἡ ἁγιό‐ βλαστος ῥάβδος Ἀαρὼν, τοῦ ὄντως ἐν ἱερεῦσι περι‐ | |
30 | βλέπτου. Χαίροις, ἡ πορφυροποίκιλτος νέα σκηνὴ, ἣν ὁ ποικιλτὴς ἐκαινούργησε Βεσελεήλ. Χαίροις, τὸ χρυσοῦν διάλιθον καὶ χρυσοΰφαντον λόγιον. Χαίροις, τὸ ὑπὸ τῶν δύο Σεραφὶμ κατασκιαζόμενον ἱλαστή‐ ριον. Χαίροις, τὸ ἱερατικὸν τῆς ἀρχιερατικῆς στολῆς | |
35 | Ἐφούδ. Χαίροις, τὸ χρυσοῦν τῶν θυμιαμάτων ...... ᾔνεσαν ἐν φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. Χαίροις, εἰς ἣν δι’ ἡμᾶς σαρκὶ σκηνώσας ᾤκησεν ὁ λέγων ἐν Ἡσαΐᾳ· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Χαίροις, ὦ Θεοῦ θεοφόρον κειμήλιον, ἡ σαρκὶ χω‐ | |
40 | ρήσασα τὸν μηδαμῶς χωρούμενον. Χαίροις, ὁ Θεοῦ θεοφόρον κειμήλιον, καὶ παντὸς ἀκούσματος ἀνώτα‐ τον ἄκουσμα. Χαῖρε, διὰ τοῦτο χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ αἰνίττεται Ἰακὼβ λέγων· Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. | |
45 | Χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ φησιν ὁ πατρό‐ θεος Δαβίδ· Ὅτι ζήσεται, καὶ δοθήσεται αὐτῷ ἀπὸ τοῦ χρυσίου τῆς Ἀραβίας. Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ παρίστανται χιλίαι χιλιάδες ἀγγέλων, κατὰ τὸν Δανιήλ. Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ | |
96.649(50) | ὑμνολογεῖ, καὶ δοξολογεῖ καὶ εὐλογεῖ τῶν ἐπουρα‐ νίων καὶ ἐπιγείων ἡ σύμπασα κτίσις. Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ θεολογεῖ τὰ πολυόμματα Χε‐ ρουβὶμ, καὶ κυριολογεῖ τὰ ἑξαπτέρυγα Σεραφίμ. Χαῖρε, ὅτι τέτοκας παιδίον ἐν τῇ πολυωνύμῳ πόλει | |
55 | τοῦ Δαβίδ. Χαῖρε, ὅτι τέτοκας παιδίον προαιώνιον | |
96.652 | καὶ πρόσφατον, ἐκ πηγῶν Ἰσραὴλ καταγόμενον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸν τῶν βρεφῶν τεχνουργὸν, καὶ συνοχέα τῶν ὄλων. Χαῖρε, ὅτι γε‐ γέννηκας βρέφος, τὸν τοῦ Πατρὸς ὁμοδύναμον καὶ | |
5 | ὁμόδοξον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, καθὰ δι‐ αγορεύει Λουκᾶς ὁ θαυμάσιος, ἐν τῷ τεσσαρακοστῷ πρώτῳ ἔτει τῆς βασιλείας Αὐγούστου Καίσαρος. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα ἄγγελοι παμπληθεῖς τὰ ἐπίγεια κατέλαβον. Χαῖρε, ὅτι γε‐ | |
10 | γέννηκας βρέφος, οὗτινος ἕνεκα ποιμένες νυκτοφύ‐ λακες ἀγραυλοῦντες ἐθαύμαζον. Χαῖρε, ὅτι γεγέν‐ νηκας βρέφος, οὗτινος ἕνεκεν ὑπέμελπον ἄγγελοι λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρή‐ νη, ἐν ἀνθρώποις εὐδοκία. Χαῖρε, ὅτι γεγέννηκας | |
15 | βρέφος, οὗ ἕνεκα θορυβεῖται καὶ φωνοκτυπεῖται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ἡρώδης θυμομαχῶν ταράττεται. Χαῖρε, ὅτι γεγέννηκας βρέ‐ φος, οὗ ἕνεκα ἡ συγγενής σου Ἐλισάβετ ὑπερόριος γίνεται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος | |
20 | ἕνεκα Ζαχαρίας ὁ παμμέγιστος ἱερεὺς μεταξὺ τοῦ ναοῦ κτείνεται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ἡ Βηθλεὲμ στρατιωτικῶς ἐρευνᾶται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ξιφηφόροι στέλλον‐ ται δήμιοι. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος | |
25 | ἕνεκα νεογενῆ καὶ μιμηλόφωνα βρέφη, μεληδὸν ἀναλίσκονται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ῥαχὴλ ποταμηδὸν δακρύουσα, βαρύγχητον ἐκπέμπει μέλος. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ ὀκταήμερον περιτεμνόμενον κατὰ τὸν Μωϋσέως νό‐ | |
30 | μον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ τὸν νόμον ἐν πλαξὶ λαξεῦσαν, καὶ ὑπὸ νόμον γενόμενον, καὶ νόμον ἐκπληροῦν. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, ὅπερ ἐν τῇ συμπληρώσει τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῷ Σολομωντείῳ προσήνεγκας ναῷ. Χαῖρε, ὅτι γεγέν‐ | |
35 | νηκας βρέφος, νηπιοφανὲς, ὅπερ ὁ πολιοφανὴς ἱερεὺς Συμεὼν ἰδὼν, ἀπολύεσθαι ἔσπευδε. Χαῖρε, ὅτι γεγέν‐ νηκας βρέφος, τὸ ὑπὸ τῆς προφήτιδος καὶ χήρας Ἄννης, ἐναντίον παντὸς λαοῦ κυριολογηθέν. Χαῖρε, κεχαριτωμένη, χαῖρε δι’ ἧς ἡμῖν ἐπέφαινεν | |
40 | ὁ πρὸ πάντων βουνῶν γεννηθεὶς, Θεὸς, φημὶ, ὁ παντ‐ εξούσιος. Χαῖρε, δι’ ἧς ἡμῖν ὁ ὑπερκόσμιος ἐπέφανεν, ὁ κόσμον ἄκοσμον κοσμήσας, καὶ κτίσιν ἄκτιστον κτίσας. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμέ‐ | |
45 | νην, ἐκ Πατρὸς ἀγεννήτου γεννηθείς. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν ἐκτείνας, καὶ τὴν ξηρὰν ἐπὶ τῶν ἀβυσσίων ἑδράσας ὑδάτων. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ ψάμμῳ χαλινώσας τὴν μεγαλομέγεθον τε καὶ κοσμοχώρητον, καὶ θαυ‐ | |
96.652(50) | μαστοθέατον θάλασσαν. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν ὁ χερσὶν ἀχράντοις καὶ ἀχειροπλάστοις χειροπλαστή‐ σας τὸν πρῶτον ἐν ἀνθρώποις ἄνθρωπον Ἀδάμ. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν ὁ λέγων πρὸς Ἀβραὰμ, Ἣ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ | |
55 | σε. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν ὁ πάλαι διὰ Μωσέως | |
Αἰγυπτιακῆς δουλείας ῥυσάμενος λαὸν Ἰσραηλίτην, | ||
96.653 | καὶ Φαραωνίτην θαλασσοκτονήσας ἄνακτα. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ κατὰ γενεὰν ὀπτανόμενος ἔν τε Πατράσι καὶ προφήταις, καὶ πᾶσι τοῖς κατὰ πρό‐ θεσιν κλητοῖς οὖσι. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ | |
5 | διὰ σπλάγχνα ἐλέους διὰ τὸν ἄνθρωπον ἄνθρωπος γενόμενος. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἐν ἁγίοις ἅγιος, καὶ μόνος ἐν δεδοξασμένοις ἔνδοξος, καὶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Χαῖρε, δι’ ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἀπαθὴς, καὶ μόνος συμπαθὴς, | |
10 | καὶ μόνος ἀψευδὴς, καὶ μόνος ἐκ μόνου μονογενὴς Θεοῦ Υἱὸς καὶ Θεός. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ἡμῖν γεννᾶται ὁ αὐτογενέθλιος, καὶ φύεται ὁ αὐ‐ τοφυὴς, καὶ αὔξεται ὁ τέλειος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ἡμῖν σωματοῦται ὁ ἀσώματος, καὶ | |
15 | ἄρχεται ὁ ἄναρχος, καὶ χωρεῖται ὁ ἀχώρητος. Χαί‐ ροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ζωοῦται ὁ αὐτόζωος, καὶ ποσοῦται ὁ ἄποσος, καὶ σαρκοῦται ὁ ἄσαρκος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ὁ ἄκτιστος κτίζεται, καὶ πτωχεύει ὁ πλούσιος, καὶ νηπιάζει ὁ ὕψιστος. | |
20 | Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ψηλαφᾶται ὁ ἀψη‐ λάφητος, καὶ κρατεῖται ὁ ἀνέπαφος, καὶ βαστάζεται ὁ βαστάζων τὰ πάντα. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς γαλακτοτροφεῖται ὁ τοῦ παντὸς κηδεμὼν, καὶ τροφεὺς, καὶ πρύτανις Θεός. Χαίροις, ὦ Κυρία Θεο‐ | |
25 | τόκε, δι’ ἧς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, Υἱὸς ἀν‐ θρώπου σωματικῶς κατ’ εὐδοκίαν ἄφραστον πέφηνε. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς ὁ ἀμήτωρ ἀπάτωρ γίνεται, καὶ ὁ νέος ἐπισυνάγεται Μελχισεδέκ. Χαί‐ ροις, ὦ Κυρία Θεοτόκε, δι’ ἧς διῆλθεν ὁ ὡραῖος κάλ‐ | |
30 | λει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ ἀπ’ ἄκρων τοῦ οὐ‐ ρανοῦ ἕως ἄκρων αὐτοῦ, μητρικῶς τε καὶ Δαυϊτικῶς τὸ κατάντημα τῆς προστασίας ἔχουσα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ | |
35 | καταχθονίων μεγαλοπρεπής τε καὶ μεγαλόφωτος εὔ‐ κλεια. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ πάσης ἀκτῖνος φωτεινοτέρα, καὶ πάσης καθαρότητος καθαρωτέρα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ παντὸς σεβάσματος σεβασμιωτέρα, καὶ παντὸς ἀκούσματος ὑπερκείμενον | |
40 | ἄκουσμα. Χαίροις, μόνη μήτηρ Θεοῦ, ἡ παντὸς γλυκάσματος γλυκυτέρα, καὶ παντὸς εὐγενοῦς εὐ‐ γενεστέρα, καὶ παντὸς πλούτου ῥέοντος πλουσιωτέρα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, τὸ μόνον ὄντως ἀληθῶς Χριστιανικῆς κτίσεως παγκάλλινον καὶ πασιπόθητον | |
45 | ὄνομα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ προσκυνητὴ εἰς τοὺς αἰῶνας, καὶ δοξαστὴ εἰς τοὺς αἰῶνας, καὶ ἐπαινετὴ εἰς ἀπεράντους αἰῶνας. Χαίροις, μόνη Μή‐ τηρ Θεοῦ, ἡ εἰς πάσας γενεὰς γενεῶν ὑπὸ ἀγγέλων τε καὶ ἀνθρώπων ὁμοφώνως ἐν φόβῳ μεγαλυνομένη. | |
96.653(50) | Χαίροις, μόνη ἐν βασιλίσσαις βασιλίσσα, ἡ βασι‐ λέων μὲν θυγάτηρ, παμβασιλέως δὲ Χριστοῦ Μήτηρ, φιλοσεβῶν δὲ βασιλέων κράτος. Χαίροις, μόνη ἐν βασιλίσσαις βασίλισσα, ἐν ἱματισμῷ διαχρύσῳ περι‐ | |
βεβλημένη, πεποικιλμένη, καθὼς ὁ μέγας ψαλμῳδὸς | ||
96.656 | Δαβὶδ ἀνακέκραγε. Χαίροις, μόνη ἐν γυναιξὶν εὐλο‐ γημένη, ἡ τῆς προμήτορος Εὔας τὸ σφάλμα ἀνορθώ‐ σασα. Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ τὸ ταπεινότατον γένος τῶν χαμαὶ κειμένων γυναικῶν | |
5 | ἀνυψώσασα. Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, λελαμπρυσμένη τε καὶ τεθαυμασμένη, ὅτι μόνη Χριστὸν τὸν θεάνθρωπον ἀνάνδρως συνέλαβες, καὶ ἀπόνως ἐκύησας. Χαίροις, μόνη ὄντως ἐν γυναιξὶν εὐλογημένη καὶ δεδοξασμένη, ἡ τὸν ἕνα τῆς τρισσο‐ | |
10 | φαοῦς καὶ ὑπεραγίας Τριάδος ἀφλέκτως συνειληφυῖα, γεγέννηκας. Χαῖρε, μόνη ἐν γυναιξὶν εὐλογημένη, ὅτι μόνη ἀστενοχωρήτως ἐχώρησας, ὅνπερ κόσμος χωρῆσαι οὐ δύναται. Χαίροις, μόνη νύμφη ἀνύμφευτε, ἡ ἐν τῇ νυμφικῇ ᾈσμάτων βίβλῳ προαναφερομένη. | |
15 | Χαίροις, μόνη ἐν παρθένοις Παρθένος, ἡ καὶ πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον, παρθένος δια‐ μείνασα. Χαίροις, μόνη ἐν πύλαις πύλη κεκλεισμένη, καὶ μόνη πόλις ἐν πόλεσι πεπυργωμένη. Χαῖρε, ὄντως κεχαριτωμένη, χαῖρε, ὅτιπερ ἁγιω‐ | |
20 | τέρα σὺ τῶν Ἀγγέλων, καὶ τιμιωτέρα τῶν Ἀρχαγγέ‐ λων. Χαῖρε, κεχαριτωμένη, ὅτι θαυμασιωτέρα σὺ τῶν Θρόνων, καὶ κυριωτέρα σὺ τῶν Κυριοτήτων, καὶ δυνατωτέρα σὺ τῶν Δυνάμεων. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπερτέρα σὺ τῶν Ἀρχῶν, καὶ ἀνωτέρα σὺ τῶν | |
25 | Ἐξουσιῶν. Χαῖρε, κεχαριτωμένη, ὅτι καλλιωτέρα σὺ τῶν Χερουβὶμ, καὶ σεβασμιωτέρα τῶν Σεραφίμ. Χαῖρε, κεχαριτωμένη, ὅτιπερ ὑψηλοτέρα σὺ τῶν οὐ‐ ρανῶν, καὶ καθαρωτέρα σὺ ὑπὲρ τὸν φαίνοντα ἥλιον Χαῖρε, κεχαριτωμένη, ὅτιπερ εὐγενεστέρα σὺ πάν‐ | |
30 | των τῶν ὑφ’ ἡλίου ἀνατολῶν, καὶ βασιλικωτέρα σὺ ὑπὲρ πάσας τὰς βασιλείας τῆς βροτείας οὐσίας. Χαῖρε, κεχαριτωμένη, ὅτιπερ ἀγαθωτέρα σὺ ὑπὲρ ἐκείνην ὄντως τὴν ἀγαθὴν καὶ πολλὴν γῆν, τὴν ῥέ‐ ουσαν μέλι καὶ γάλα. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ | |
35 | χίονα ἐλευκάνθης, καὶ ὑπὲρ μέλι ἐγλυκάνθης. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ τὰ κρῖνα εὐωδιάσθης, καὶ ὑπὲρ τὰ ῥόδα ἠρυθρώθης, καὶ ὑπὲρ τὸ πολυποίκιλτον ἔαρ ἐξήνθησας. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ τὴν Ἱερουσαλὴμ ὡραιώθης, καὶ ὑπὲρ τὸν Σολομώντειον | |
40 | ἐμεγαλύνθης ναόν. Χαῖρε οὖν, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, κεχαριτωμένη, ὅτι πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς σῆς μεγαλειότητος. Χαῖρε, δι’ ἧς ἡμεῖς οἱ ταπεινοὶ, Χριστοῦ δευτέραν καὶ φωτοσωτήριον γέννησιν, εὐσεβοπρεπῶς προσκυ‐ | |
45 | νοῦμεν. Χαῖρε, δι’ ἧς ἡμεῖς τὴν κοσμοποιὸν καὶ ζωαρχικὸν, καὶ εἰς ἀεὶ βασιλεύουσαν ἐπέγνωμεν Τριάδα. Χαῖρε, δι’ ἧς ἡμεῖς Χριστιανικὸς λαὸς, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ὠνομάσμεθα. Χαῖρε, δι’ ἧς ἡμεῖς εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλη‐ | |
96.656(50) | σίαν ἐπολιτογραφήθημεν. Χαῖρε, δι’ ἧς ἡμεῖς τὴν ψυχοσωτήριον καὶ φωτόμορφον κατέχομεν πίστιν. Χαῖρε, δι’ ἧς ἡμεῖς τὸν πολυπροσκύνητον καὶ ἰαμα‐ τοποιὸν προσκυνοῦμεν σταυρόν. Χαῖρε, δι’ ἧς ἡμεῖς τὸ ἁγιοποιὸν καὶ τριφεγγὲς βαπτιζόμεθα βάπτισμα. | |
55 | Χαῖρε, δι’ ἧς καθαρᾶς ἡμεῖς καὶ φρικτῆς σαρκὸς ἐν | |
τῇ φρικτοτελεῖ τραπέζῃ προσεγγίζειν τολμῶντες | ||
96.657 | μετέχομεν. Χαῖρε; δι’ ἧς ἡμεῖς ἀληθινοῦ καὶ ἀθανά‐ του ἄρτου γευόμεθα. Χαῖρε, δι’ ἧς ἡμεῖς ἐκ τῶν τοῦ ᾅδου πυλῶν εἰς οὐρανοὺς ἀνεβιβάσθημεν. Χαῖρε, δι’ ἧς ἡμεῖς ἐλυτρώθημεν ἀρᾶς, ἀνεκλαλήτου δὲ χαρᾶς | |
5 | ἠξιώθημεν. Χαῖρε, δι’ ἧς ἡμεῖς τὰς χριστομόρφους καὶ σεπτοπροσκυνήτους προσκυνοῦμεν εἰκονογρα‐ φίας. Χαῖρε, δι’ ἧς ἡμεῖς τὰ τῶν Ἑλλήνων χρυσό‐ τευκτά τε καὶ δαιμονιόμορφα συμπατοῦμεν ξόανα. Χαῖρε, δι’ ἧς ἡμεῖς τὸν ἀρχαῖόν τε καὶ μεγάλαυχον | |
10 | ἀντάρτην ἀντιπραττόμεθα. Χαῖρε, δι’ ἧς εἰρηνοποιεῖται ἡ τῶν Ῥωμαίων βα‐ σιλεία. Χαῖρε, δι’ ἦς βασιλεῦσι τὸ βασιλεύειν δίδοται, καὶ στρατηγοῖς τὸ στρατηγεῖν ἐγχειρίζεται. Χαῖρε, δι’ ἧς πολλάκις ἐπινίκια ἐν παρατάξει ἀλλογενῶν | |
15 | καὶ ἀλλογλώσσων ἐθνῶν διανύονται. Χαῖρε, δι’ ἧς ἑτερόφυλοι ὥσπερ φύλλα πίπτουσι, καὶ ἄνομοι ὡς ἄνεμοι μηδενὸς διώκοντος διώκονται. Χαῖρε, δι’ ἧς οἱ ὁπλομάχοι καὶ θυρεοφόροι θραύονται, πλήττονται δὲ πρὸ συμπλοκῆς σιδηροφόροι. Χαῖρε, δι’ ἧς ἀντι‐ | |
20 | τοξεύονται ἀμφοτεροδέξιοι τοξόται, καὶ μωλωπί‐ ζονται ἔθνη τὰ πολέμους θέλοντα. Χαῖρε, δι’ ἧς ξι‐ φοκτονεῖται ὁ βαρβαρογενής τε καὶ φιλομάκελλος κύων Ἰσμαήλ. Χαῖρε, δι’ ἧς δραπετεύουσιν ἐκ μέσου τῶν ὁπλοφόρων πιστοὶ τῶν ἐν χειροπέδαις σιδηραῖς | |
25 | ἐλεεινῶς κατεχομένων αἰχμαλώτων. Χαῖρε, δι’ ἧς ὁ σύμπας κόσμος σκέπεται, καὶ εἰς ἀεὶ διαφυλάττεται. Χαῖρε, δι’ ἧς ἡμῖν ἅπαν ὡμηρεύθη ἀγαθὸν, ἔν τε τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Χαῖρε, δι’ ἧς ἡμῖν εὐλογία τοῖς πῖστοις ἐπήγασεν, ἐπειδήπερ λαός σου ἡμεῖς, εἰ καὶ | |
30 | σειραῖς ἁμαρτημάτων συμπεπλέγμεθα. Χαῖρε, δι’ ἧς εὐλογεῖται τῶν ἀσθενῶν ὁμοῦ ἀῤῥένων ἡ χορ‐ τώδης οὐσία, ἀλλὰ καὶ ἡ τῶν ἀσθενογενῶν γυναικῶν πάμπλανός τε καὶ πανσάλευτος φύσις. Χαῖρε, δι’ ἧς οἱ ἀσεβεῖς εὐσεβεῖς γενόμενοι εὐσεβῶς εὐσεβοῦσι, | |
35 | καὶ προσκυνοῦσι τὸν πανσεβάσμιον τόκον σου. Χαῖρε, δι’ ἧς οἱ φιλόχρυσοι φιλόχριστοι γίνονται, καὶ οἱ φι‐ λάργυροι φιλάνθρωποι, καὶ φιλόπτοχοι οἱ φιλόπλου‐ τοι. Χαῖρε οὖν, χαῖρε, κεχαριτωμένη, ὅτι πολλοὶ πολλῶν χρημάτων διὰ σὲ κατεφρόνησαν, ὅπως σε | |
40 | τὴν μόνην ἀγαθὴν κερδήσωσι. Χαῖρε, ὅτι πολλοὶ πολλάκις τῶν εὐσεβῶν βασιλέων πηλὸν ἡγήσαντο διὰ σὲ τὸν χρυσὸν, καὶ σποδὸν τὸν ἄργυρον. Χαῖρε, ὅτι πολλοὶ τῶν φιλοχρίστων βασιλίδων λιθολαμπεῖς διὰ σὲ στεφάνους, καὶ χρυσονήμους ἁλουργίδας, | |
45 | ἀράχνης εὐτελέστερα ἐλογίσαντο, Χαῖρε, ὅτι πολλοὶ τῶν εὐγενῶν Ἰνδικοὺς διὰ σὲ καὶ χρυσταλλίζοντας λίθους περιεφρόνησαν. Χαῖρε, ὅτι πολλαὶ, ἵνα εἴπω, καὶ τῶν εὐγενίδων γυναικῶν εἰς οὐδὲν ἡγήσαντο διὰ σὲ ἀξιάγαστα τὰ βύσσινά τε καὶ κόκκινα, καὶ περι‐ | |
96.657(50) | πόρφυρα, καὶ ὁλοσήρικα. Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν μοιχαλίδων γυναικῶν λιθοκόλλητα ἐνώτια, καὶ περι‐ δέξια ψέλλια φύλλων ἀδρανέστερα ἐλογίσαντο. Χαῖρε, ὅτι πολλοὶ πλειστάκις τῶν ἐνδόξων τε καὶ περιφα‐ νῶν, οὐ μὴν δὲ καὶ πλουσίων, σκύβαλα ἡγήσαντο διὰ | |
55 | σὲ τὰς χρυσοῦ καὶ ἀργύρου χιλιάδας. Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν νεογενῶν νεανίδων λευκοειδεῖς καὶ χρυσολαμπεῖς στολὰς ἀπώσαντο. Χαῖρε, ὅτι πολλαὶ | |
διὰ σὲ, ἵν’ εἴπω, τῶν χρυσοφορουσῶν γυναικῶν, με‐ | ||
96.660 | λανοφορεῖν καὶ τριχινοφορεῖν διὰ παντὸς ᾑρετί‐ σαντο. Χαῖρε, κεχαριτωμένη, ὅτι καταφυγὴ ἐγενήθης ἡμῖν, καὶ μεσιτολογεῖς ὑπὲρ ἡμῶν τῶν πηλογενῶν | |
5 | πρὸς τὸν Υἱόν σου, καὶ Θεόν σου, καὶ Θεὸν ἡμῶν. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ πάντων ὁμοῦ τῶν περάτων τῆς γῆς κοινὴ σωτηρία, καὶ πάντων τῶν Χριστιανῶν Χριστιανικὴ προστασία. Χαῖρε, ἡ μόνη τῶν ἀβοηθήτων παραστατικὴ βοήθεια, καὶ μόνη | |
10 | τῶν ἀδυνάτων μεγαλοδύναμος δύναμις. Χαῖρε, κεχα‐ ριτωμένη, χαῖρε, ἡ μόνη τῶν ταπεινῶν ἀνύψωσις, καὶ μόνη τῶν πενήτων ἀντίληψις, καὶ μόνη μήτηρ τῶν ὀρφανῶν, καὶ πτωχῶν, καὶ χηρῶν. Χαῖρε, κε‐ χαριτωμένη, χαῖρε, ἡ μόνη τῶν καταπονουμένων πα‐ | |
15 | ραμυθία, καὶ μόνη τῶν ἀσκεπῶν σκέπη. Χαῖρε, κε‐ χαριτωμένη, χαῖρε, ἡ μόνη τῶν αἰχμαλώτων λύτρω‐ σις, καὶ μόνη τῶν ἐξορίστων καὶ ἐξορισμένων ἀνά‐ κλησις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν νοσούντων ἐπίσκεψις, καὶ μόνη τῶν ἀσθενούντων | |
20 | ἴασις, καὶ μόνη τῶν δαιμονώντων ὑγίωσις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν πλεόντων κυβέρ‐ νησις, καὶ μόνη τῶν νυκτοπορούντων συνοδοιπόρος καὶ συνδιαγωγός. Χαῖρε, ὅτι πάντων ἡμῶν οἱ ὀφθαλ‐ μοὶ εἰς σὲ τὴν μόνην καθαρὰν ἐλπίζουσι, καὶ πρὸς | |
25 | σὲ διὰ παντὸς ἀτενίζουσι. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ προϊσταμένη ἡμῶν τῶν ταπεινῶν, καὶ λυτρουμένη ἡμᾶς ἐκ πάσης δικαίας ὀργῆς τε καὶ ἀπειλῆς. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ διαφυ‐ λάττουσα καὶ περισκέπουσα τὸ πτωχογενὲς ἡμῶν | |
30 | φῦλον ἐν πειρασμοῖς, ἐν κινδύνοις, καὶ ἐν διαφόροις συμφόραις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ὅτι οὐδεὶς ὡς σὺ πλὴν Θεοῦ τηλικοῦτον κεκληρονόμηκεν ὄνομα, ἢ τοιαύτης πώποτε τέτυχε δόξης. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι’ ἣν ἡμεῖς σήμερον ὑπερ‐ | |
35 | κοσμίως τὴν ὑπερκόσμιον ταύτην πανηγυρίζομεν ἡμέραν. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι’ ἣν ἡμεῖς σήμερον, ἑορτὴν ἑορτῶν, καὶ πανήγυριν πανηγύ‐ ρεων πανδημεὶ ἑορτάζομεν. Χαῖρε, ὄντως ὑπερευλο‐ γημένη, χαῖρε, δι’ ἣν ἡμεῖς σήμερον ἀγεληδὸν ἐπ‐ | |
40 | αθροιζόμεθα ἐν τοῖς σοῖς ἁγιοβάτοις ναοῖς, καὶ μεγα‐ λοφώνως σε γεραίρομεν. Χαῖρε, ὄντως ὑπερευλογη‐ μένη, χαῖρε, δι’ ἣν ἡμεῖς σήμερον δίκην μελισσῶν ἐπισυναγόμενοι πληθύνομεν τὴν ὑμνολογίαν, ὡς σὺ τὴν προστασίαν. Χαῖρε, κεχαριτωμένη, χαῖρε, δι’ ἣν | |
45 | ἡμεῖς σήμερον φωτοφοροῦντες λαμπρῶς ἐν Ἐκκλη‐ σίᾳ σε μεγαλύνομεν. Χαῖρε, ὄντως ὑπερευλογη‐ μένη, χαῖρε, δι’ ἣν ἡμεῖς σήμερον τὰ τοῦ Δαβὶδ σὺν τῷ Δαβὶδ, καὶ τὰ τοῦ ἀγγέλου σὺν τῷ ἀγγέλῳ ἀν‐ εκινήσαμεν λόγια. Χαῖρε, ὄντως ὑπερευλογημένη, | |
96.660(50) | χαῖρε, δι’ ἣν ἡμεῖς σήμερον οἱ αἰχμάλωτοι ἐπαινέται ταύτην ἐξυφάναμεν τὴν τετραπλῆν τῶν χαροποιῶν προῤῥήσεων πεντακοντάδα· ἀλλὰ παράτεινον τὸ ἔλεός σου, πανάγαθε Δέσποινα, τοῖς γινώσκουσί σε, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ | |
55 | κατεύθυνον πάντας εἰς ὁδὸν εἰρήνης, ὅτι πάντων οἱ ὀφθαλμοὶ εἰς σὲ ἐλπίζουσι, καὶ σοῦ τῇ μεσιτείᾳ τὴν | |
καταλλαγὴν τὴν πρὸς τὸν Υἱόν σου καὶ Θεὸν, καὶ | ||
96.661 | Θεὸν ἡμῶν ἐσχήκαμεν· ᾧ δόξα, ᾧ κράτος, ᾧ σθένος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ὁμοφυεῖ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπεράν‐ | |
τους αἰῶνας τῶν αἰώνων. Ἀμήν. |