TLG 2934 055 :: JOANNES DAMASCENUS :: Homilia in ficum arefactam JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Homilia in ficum arefactam Citation: Volume — page — (line) | ||
t20 | Βʹ. | |
---|---|---|
t21 | Τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου μοναχοῦ | |
t22 | καὶ πρεσβυτέρου τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ | |
t23 | ἡμῶν ἀναστάσεως, ἤτοι Μανσοὺρ, λόγος εἰς | |
t24 | τὴν ξηρανθεῖσαν συκῆν, καὶ εἰς τὴν παραβο‐ | |
t25 | λὴν τοῦ ἀμπελῶνος. | |
26 | Κινεῖ με πρὸς τὸ λέγειν ὁ ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος· ὁ τῶν πατρικῶν κόλπων μὴ ἀποστὰς, καὶ ἐν μήτρᾳ Παρθένου ἀπεριγράπτως κυοφορηθείς· ὁ δι’ ἐμὲ γενόμενος, ὃ εἰμί· ὁ ἀπαθὴς | |
30 | ὢν τῇ θεότητι, καὶ ὁμοιοπαθές μοι περιθέμενος σῶμα· ὁ ἐπὶ Χερουβικῶν ἁρμάτων ἐποχούμενος, καὶ ἐπὶ γῆς ἐπὶ πῶλον ὄνου ἐπιβεβηκώς· ὁ βασιλεὺς τῆς δόξης, ὁ ὑπὸ Σεραφὶμ ἅγιος σὺν τῷ Πατρὶ καὶ Πνεύματι εὐφημούμενος, καὶ τὰ τῶν παίδων ψελλί‐ | |
35 | σματα ἐξ ἀπειροκάκου γλώττης ἀποδεχόμενος· Θεὸς ὢν, καὶ ἐν τῇ δούλου μορφῇ ὑπάρχων, καὶ μορφὴν δούλου λαβὼν, ὁ ἄϋλος καὶ ἀόρατος ὢν ὡς Θεὸς, καὶ ὁρατὸν καὶ ψηλαφητὸν σῶμα ἀναδεξάμενος· ὁ ἑκου‐ σίως ἐπὶ τὸ πάθος ἐλθὼν, ἵνα μοι τὴν ἀπάθειαν χα‐ | |
40 | ρίσηται. Ἐπειδὴ γὰρ εἶδεν τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ τῇ ἀπάτῃ τοῦ ὄφεως δελεασθέντα, τὸν ἄνθρω‐ πον, ὃν κατ’ εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν ἔπλασεν, καὶ τῆς αὐτοῦ ἐντολῆς ἐν παραβάσει γενόμενον, καὶ φθορᾷ ὑποχείριον, καὶ θανάτῳ ὑπεύθυνον, οὐκ ἤνεγ‐ | |
45 | κεν ὁ φύσει συμπαθὴς τοῦ ποθουμένου τὴν στέρη‐ σιν, ἀλλὰ πολυτρόπως αὐτὸν πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν ἐκάλεσεν, παιδεύσας ὡς δοῦλον ἀγνώμονα, ὡς υἱὸν νηπιάζοντα πολυμερῶς καὶ πολυτρόπως, καὶ πάντα μηχανησάμενος τρόπον, ὅπως τὴν τοῦ | |
96.576(50) | τυράννου δουλείαν ἀποσεισάμενος, ἐπανέλθῃ πρὸς τὸν πλαστουργήσαντα. Ἀλλ’ ἀδυνάτως εἶχεν πρὸς τὴν ἐπιστροφὴν, ἅπαξ ἑαυτὸν καταδουλώσας τῇ ἁμαρτίᾳ, | |
καὶ συγκραθεὶς τῇ γηΐνῃ ἐπιθυμίᾳ ἐκ προαιρέσεως. | 576 | |
96.577 | Διὸ δὴ ὁ ὑπεράγαθος Δεσπότης ἐξασθενήσασαν τὴν φύσιν ἰδὼν, ταύτην ἀναλαμβάνει. Λόγῳ γὰρ καὶ ἐντολαῖς καὶ προστάγμασι σωτηρίοις ἀπειθοῦντα τὸν ἄνθρωπον βλέπων, τί φησι; Δεῖ με ἔργῳ παι‐ | |
5 | δεῦσαι τὸν ἀγνοοῦντα. Δεῖ με ἐπιλαβέσθαι πρὸς τὴν ἀρετὴν, ὅπως συνεθισθεῖσαν ταύτας αὐτὸς ἐρ‐ γάσηται. Δεῖ με ὁραθῆναι, καὶ οὕτως ἰατρεῦσαι τὸν ἀσθενοῦντα. Δεῖ με ἐπιστρέψαι τὸ πλανώμενον πρό‐ βατον, καὶ ὁδηγῆσαι πρὸς τὴν ἀρχαίαν τοῦ παρα‐ | |
10 | δείσου μονήν. Πῶς οὖν ἐπιστρέψω μὴ θεωρούμενος; Πῶς ὀδηγήσω τὸν τὰ ἴχνη μου μὴ βλέποντα; Διὰ τοῦτο γέγονεν ἄνθρωπος, ἵνα δι’ ὧν ἔπραξέ τε καὶ ἔπαθεν, ἔργῳ διδάξῃ τὸν ἀγνοοῦντα τὸν τρόπον τῆς ἐργασίας τῆς ἀρετῆς· ὅπως αὐτὸν ἰδόντες ἐκ τῶν πα‐ | |
15 | τρικῶν κόλπων ἐπὶ γῆν καταβάντα δι’ ἡμᾶς οἰκο‐ νομικῶς, καὶ ἡμεῖς ἐκ τῆς μητρὸς ἡμῶν τῆς γῆς πρὸς αὐτὸν ἀνέλθωμεν προαιρετικῶς· ἵνα ἐνδείξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς ἀγάπης αὐτοῦ τῆς πρὸς ἡμᾶς. Μείζονα γὰρ ἀγάπην οὐδεὶς δύναται ἐν‐ | |
20 | δείξασθαι, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Πῶς οὖν ὁ μὴ ἔχων ψυχὴν, τὴν ἀγάπην ἐνδείξηται; βʹ. Διὰ τοῦτο ἀναλαμβάνει σάρκα, ἵνα ὀφθῇ ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συναναστραφῇ. Διὰ τοῦτο | |
25 | ἀναλαμβάνει ψυχὴν, ἵνα τὴν ἑαυτοῦ ψυχὴν θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Φίλων δὲ λέγω, οὐ τῶν φι‐ λούντων αὐτὸν, ἀλλ’ ὑπὲρ τῶν ποθουμένων παρ’ αὐτοῦ. Ἡμεῖς μὲν γὰρ ἐμισήσαμεν αὐτὸν, καὶ ἀπ‐ εστράφημεν, ἑτέρῳ δουλεύσαντες, ἀλλ’ αὐτὸς ἕστη‐ | |
30 | κεν ἄτρεπτον ἔχων τὴν πρὸς ἡμᾶς ἀγάπην. Διὰ τοῦτο ἔδραμεν ὀπίσω ἡμῶν. Ἦλθεν πρὸς τοὺς μι‐ σοῦντας, κατεδίωξε τοὺς φεύγοντας, καὶ φθάσας οὐ τραχύτητι ἤλεγξεν, οὐ μάστιγι ἐπέστρεψεν, ἀλλ’ ὡς ἰατρὸς ἄριστος ὑπὸ φρενιτιῶντος ὑβριζόμενος, ἐμ‐ | |
35 | πτυόμενος, ῥαπιζόμενος, τὰς ἰάσεις προσέφε‐ ρεν. Ὡς μέγεθος ἰατρείας τὴν αὐτοῦ θεότητα προσ‐ ήνεγκεν τῇ φύσει τῆς ἀνθρωπότητος φάρμακον, φάρμακον ἐνεργέστατον, φάρμακον πανταδύναμον. Αὕτη τὸ ἀσθενὲς σαρκίον, τῶν ἀοράτων ἀνέδειξεν | |
40 | δυνατώτερον. Ὥσπερ γὰρ ἀπρόσιτος ὁ σίδηρος τῷ πυρὶ ἑνούμενος, οὕτως ὁ χόρτος τῆς ἡμετέρας φύσεως ἑνωθεὶς τῷ πυρὶ τῆς θεότητος, ἀπρόσιτος τῷ δια‐ βόλῳ γέγονε· καὶ ἐπειδὴ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα οἱ τῶν ἰατρῶν παῖδές φασιν, διὰ τῶν ἐναν‐ | |
45 | τίων καταβάλλει τὰ ἐναντία· τὴν ἡδονὴν, διὰ τῶν πόνων· τὴν ὑπερηφανίαν, διὰ τῆς ταπεινώσεως. Οὐ μόνον γὰρ ἐταπείνωσεν ἑαυτὸν, πλούσιος ὢν θεό‐ τητι, καὶ γενόμενος ἄνθρωπος, ἀλλὰ καὶ ἐν ἀνθρώ‐ ποις ἐταπείνωσεν ἑαυτόν. Τίς γὰρ ἀνθρώπων τοσοῦ‐ | |
96.577(50) | τον ταπεινός; Οὐκ ἔχει μὲν γὰρ ποῦ τὴν κεφαλὴν κλῖναι. Οὐκ ἦν αὐτῷ ὑποζύγιον, οὐ δισσὸν περιβό‐ | |
λαιον, οὐ χιτὼν ἄλλος. Λοιδορούμενος οὐκ ἀντελοι‐ | 578 | |
96.580 | δόρει· πάσχων οὐκ ἠπείλει· ὡς ἀρνίον ἄκακον ἤγετο τοῦ θύεσθαι, οὐκ ἐρίζων, οὐ κραυγάζων· ῥα‐ πιζόμενος ἐδίδου προθύμως τὴν σιαγόνα τῷ πταίοντι· οὐκ ἀπέστρεψεν τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυ‐ | |
5 | σμάτων· Σαμαρείτης καὶ δαιμονῶν ἀποκαλούμενος, διωκόμενος ταῦτα ὑπομένει, ὅπως καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσωμεν ἴχνεσι. Ταῦτα πάντα εὐδοκίᾳ πατρικῇ ἐπετέλει. Ἐξ αὐτοῦ γὰρ ὢν Υἱὸς μονογε‐ νὴς καὶ ὁμοούσιος, τὴν πατρικὴν αὐτοῦ περὶ ἡμᾶς | |
10 | ἀγάπην ἐδημιοσίευσεν. Οὕτως γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονο‐ γενῆ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν. Ὢ ἀγάπης ἀνυπερ‐ βλήτου! Υἱὸν μονογενῆ συμβασιλεύοντα αὐτῷ ὑπὲρ δούλων παρηκόων, ὑπὲρ ἐχθρῶν βλασφημούντων, | |
15 | καὶ τῷ ἐχθρῷ λατρευόντων, καὶ τοῦτον Θεὸν ἀναγο‐ ρευόντων. Ὢ βάθος πλούτου τῆς τοῦ Θεοῦ ἀγα‐ θότητος! Ἀλλ’ οὐκ ἀντέστη ὁ μονογενὴς Υἱός· οὐκ ἠθέτησε τὴν πατρικὴν βουλήν. Αὐτὸς γὰρ ἦν ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ Πατρός. Διὸ δὴ ὡς τῆς φύσεως | |
20 | κοινωνός τε καὶ μέτοχος· μία γὰρ φύσις ἐστὶ Πατρὸς καὶ Υἱοῦ μία· ὡς οἰκείῳ ἐξυπηρετεῖται θελήματι, καὶ ἄνθρωπος γίνεται, καὶ καθίσταται ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τὴν ἐμὴν παρακοὴν ἰώμενος. | |
25 | γʹ. Ἔρχεται τοίνυν παθεῖν ἐπειγόμενος, καὶ σπεύ‐ δων πιεῖν τὸ τοῦ θανάτου ποτήριον τὸ παντὸς τοῦ κόσμου σωτήριον. Ἔρχεται πεινῶν τὴν τῶν ἀνθρώ‐ πων σωτηρίαν, καὶ οὐχ εὑρίσκει ἐν αὐτῇ καρπόν· ταύτην γὰρ ἡ συκῆ παραβολικῶς αἰνίττεται. Τίς γὰρ | |
30 | πρωῒ ἐσθίει; Ὁ βασιλεὺς, ὁ Κύριος, ὁ Διδάσκαλος· πρωῒ πεινῶν, οὐκ ἔχει τὴν ἐπιθυμίαν τῆς βρώσεως. Οὐ κρατεῖ τῆς φύσεως, ἀλλ’ ὥσπερ τις ἀκρατὴς καὶ ἀκόλαστος, ἀλόγως ὁρμᾷ πρὸς τὴν βρῶσιν, ἐν καιρῷ τῷ μὴ προσήκοντι. Καὶ πῶς παιδεύει τοὺς μαθητὰς | |
35 | νηστεύειν, καὶ μὴ ἡττᾶσθαι πάθει ἐπιθυμίας; Οὐχ οὕτως τοῦτό ἐστιν· ἀλλ’ ὥσπερ λόγῳ διὰ παραβολῶν διδάσκων ἐλάλει, οὕτω καὶ ἔργῳ τὰς παραβολὰς δι‐ εξέρχεται. Προσῆλθε τῇ συκῇ πεινάσας. Ἡ συκῆ ὑπέγραφε τὴν τῆς ἀνθρωπότητος φύσιν. Γλυκὺς | |
40 | καρπὸς τῆς συκῆς, τραχεῖα τὰ φύλλα, καὶ ἄχρηστα, καὶ πρὸς καῦσιν ἕτοιμα· ἀλλὰ καὶ ἡ φύσις τῆς ἀν‐ θρωπότητος γλυκύτατον εἶχε τὸν καρπὸν τῆς ἀρετῆς, παρὰ Θεοῦ ταύτην καρποφορεῖν προστεταγμένη. Ἐπεκτήσατο δὲ διὰ τῆς ἀκαρπίας τῆς ἀρετῆς τὴν | |
45 | τῶν φύλλων τὴν τραχύτητα. Τί γὰρ τραχύτερον τῶν βιωτικῶν μεριμνῶν; Γυμνὸς ἦν ποτε ὁ Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο· γυμνὸς τῇ ἁπλότητι, καὶ ἀτέχνῳ ζωῇ. Οὐκ ἦσαν αὐτοῖς τέχναι καὶ βιωτικαὶ μέριμναι· οὐκ ἐπενόουν πῶς ἐπικαλύψουσι τοῦ σώ‐ | |
96.580(50) | ματος τὴν γύμνωσιν· οὐκ ἐπῃσχύνοντο τῇ ἀκτημο‐ | |
σύνῃ· οὐ τῇ τῆς ζωῆς λειότητι, ἀλλ’ εἰ καὶ | 580 | |
96.581 | γυμνοὶ ἦσαν τῷ σώματι, ἐσκέποντο τῇ θείᾳ χάριτι. Οὐκ ἦν αὐτοῖς σωματικὸν περιβόλαιον, ἀλλ’ ἦν αὐτοῖς ἔνδυμα ἀφθαρσίας· ὅσον γὰρ διὰ τῆς ὑπακοῆς ᾠκειοῦντο τῷ Θεῷ, τοσοῦτον τῷ τῆς ἀφθαρσίας ἐν‐ | |
5 | δύματι. Παρακούσαντες δὲ, ἐμακρύνθησαν τῆς σκε‐ πούσης αὐτοὺς χάριτος. Ἐγυμνώθησαν τῆς πρὸς Θεὸν ἐκστάσεως καὶ θεωρίας· εἶδον ἑαυτῶν τὴν τοῦ σώματος γύμνωσιν· ἐπεπόθησαν τὰ τοῦ βίου τερπνά· ἐπεισήχθησαν τῷ λιτῷ καὶ ἀκτήμονι | |
10 | βίῳ· ἔῤῥαψαν ἑαυτοῖς φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα· ἐζήτησαν λογισμοὺς πολλοὺς, καὶ εὗρον τὸν τραχὺν καὶ ἐμμέριμνον, καὶ κατόδυνον βίον. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου. Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔρ‐ | |
15 | γοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ εἰς γῆν ἀπελεύσῃ. Φρόνημα γήϊνον ἔσχες, εἰς γῆν ἔσται ἡ ἀποστροφή σου. Παρασυνεβλήθης τοῖς κτήνεσι τοῖς ἀνοήτοις· οὐ γὰρ συνῆκας ἐν τιμῇ ὤν. Ἐν τῷ Θεῷ ἦς, καὶ ἀρετὴν καρποφόρον οὐκ ἔγνως· | |
20 | ἀλλὰ προέκρινας τὴν τῶν γηΐνων ἀπόλαυσιν· τὸν ἀλόγων ἀγαπήσας βίον. Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τῶν ἀλόγων δίκην κληρονομήσεις τὸν θάνατον. Ἐν‐ τεῦθεν καὶ δερματίνους χιτῶνας περιβάλλεται. Μέ‐ σον γὰρ ζωῆς καὶ θνητότητος ὢν τῷ σώματι, πρό‐ | |
25 | τερον ὢν ἐν παραδείσῳ τρυφῆς, καὶ βασιλικῷ θα‐ λάμῳ ἀναστρεφόμενος, θνητὸν ὕστερον καὶ παχὺ τὸ σῶμα ἐκτήσατο, δυνάμενον ἀνισχεῖν πρὸς τοὺς πόνους. Ὄντως τραχεῖα τὰ φύλλα τῆς συκῆς τῆς ἡμῶν φύσεως, ἡ ἀνώμαλος κακία τῆς ἡμῶν φύσεως. | |
30 | Πρὸς ταύτην τὴν συκῆν, τουτέστι τὴν φύσιν τῆς ἀν‐ θρωπότητος ἦλθεν ὁ Σωτὴρ πεινῶν, καὶ ζητῶν ἐξ αὐτῆς καρπὸν τὸν γλυκύτατον, τουτέστι τὴν γλυ‐ κυτάτην Θεῷ ἀρετὴν, δι’ ἧς ἡ σωτηρία προσγίνεται. Ἀλλ’ οὐχ εὗρε καρπὸν, ἀλλ’ ἢ μόνον φύλλα, τὴν τρα‐ | |
35 | χυτάτην καὶ μοχθηροτάτην ἁμαρτίαν, καὶ τὰ ἐκ ταύτης φυόμενα κακά. Διὸ δὴ πρὸς ταύτην ἀν‐ τιφθέγγεται, ὅτι Οὐκέτι ἐκ σοῦ καρπὸς ἐλεύσεται. Οὐ γὰρ ἐξ ἀνθρώπων ἡ σωτηρία· οὐκ ἐξ ἀνθρωπί‐ νης δυνάμεως ἡ ἀρετή. Ἐγὼ τὴν σωτηρίαν ἐργάσο‐ | |
40 | μαι, διὰ τοῦ ἐμοῦ πάθους τὴν ἀνάστασιν χαριζόμενος, καὶ τὴν ἀπαλλαγὴν τοῦ τραχυτάτου βίου χαρίζομαι. Ὃ δὴ καὶ πεποίηκεν. δʹ. Εἶτα τὴν δι’ ἔργου παραβολὴν ποιησάμενος, εἰσῄει εἰς τὸ ἱερὸν, τὸν πατρικὸν οἶκον ἐπισκεψόμε‐ | |
45 | νος, καὶ εὑρίσκει τοὺς κακοὺς γεωργοὺς τοὺς ἀρ‐ χιερεῖς, τοὺς καθίσαντας μὲν ἐπὶ τῆς καθέδρας Μωϋσέως, ἐνδειξαμένους τοὺς λύκους, τοὺς προ‐ βάτων ἔξωθεν περικειμένους ἔνδυμα, τοὺς συκῇ ἀκάρπῳ ἀπεικασμένους, τοὺς οὐκ ἔχοντας καρπὸν | |
96.581(50) | γλυκύτατον, ἀλλὰ φύλλων τραχύτητα. Ὅρα γὰρ αὐ‐ τῶν τὴν τῶν λόγων τραχύτητα. Ἐν ποίᾳ ἐξουσίᾳ | |
ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν | 582 | |
96.584 | ταύτην· Ὁρᾷς ἀκαρπίαν ψυχῆς καὶ ἀπιστίας; Ἀνθ’ ὧν ἔδει λέγειν· Εὖ, διδάσκαλε ἀγαθὲ, ὅτι Λάζαρον νεκρὸν τετραήμερον ἤγειρας· ὅτι χωλοὺς ὀξὺ βαδίζειν ἐδίδαξας· ὅτι τυφλοῖς τὴν τῆς ὁράσεως | |
5 | ἐδωρήσω δύναμιν· ὅτι ἰάσω τοὺς συντετριμμένους, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἀπήλασας· ὅτι δαίμονας ἐφυγάδευσας· ὅτι διδάσκεις τὴν τῆς σωτηρίας ὁδόν· Ἐν ποίᾳ, φασὶν, ἐξουσίᾳ ταῦτα ποιεῖς; Ὦ ἀγνώμονες! Καὶ ἐὰν ὑμῖν εἴπῃ· Πι‐ | |
10 | στεύετε; εἰ μὴ δὲ Ἰωάννην πιστεύσαντες, πρὸς ἐκεῖνον ὥσπερ ῥεῦμα ποτάμιον ἐξεπορεύεσθε, καὶ ἐξομολογούμενοι τὰς ἁμαρτίας ὑμῶν τὸ δοκεῖν ἐβα‐ πτίζεσθε, καὶ οὐκ ἐπιστεύσατε, κἀγὼ ἐὰν εἴπω ὑμῖν, πιστεύετε; Ὦ γενεὰ πονηρὰ καὶ ἄπιστος! | |
15 | Ὑμεῖς ἐστε οἱ πονηροὶ γεωργοὶ, οἱ τὸν ἀμπελῶνα Κυρίου Σαβαὼθ κατεσθίοντες. Τίνα τῶν προφητῶν οὐκ ἀπεκτείνατε; Ἀπέστειλεν ὑμῖν ὁ Πατὴρ τοὺς δούλους μου τοὺς προφήτας, ἀπαιτοῦντας τὸν καρ‐ πὸν τοῦ ἀμπελῶνος. Ἀμπελῶνα ἐξ Αἰγύπτου διὰ | |
20 | Μωϋσέως μετῆρα, ἣν κατεφύτευσα ἐν γῇ πίονι, ἐκβαλὼν ἔθνη, καὶ ἐν σχοινίῳ κληροδοσίας ἐκληρο‐ δότησα· ἧς τὰς ῥίζας κατεφύτευσα νόμῳ καὶ λόγῳ προφητῶν, καὶ ἐπλήρωσε τὴν γῆν· ἧς τὰ κλήματα ἕως θαλάσσης ἔφθασε, καὶ ποταμοὺς ἐθνῶν αἱ παρα‐ | |
25 | φυάδες ἐπλήρωσαν. Ὑμεῖς δὲ καθείλατε τὸν φραγ‐ μὸν αὐτῆς τὴν ἐκ τοῦ νόμου βοήθειαν, καὶ τρυγῶσιν αὐτὴν ἀφύλακτον οἱ τὴν ὁδὸν τοῦ βίου πορευόμενοι δαίμονες· Ὗς ἐκ δρυμοῦ, ὁ λῃστὴς αὐτὴν ἐλυμήνατο, καὶ ἄγριος μονιὸς ταύτην κατενεμήσατο. Ταύτης | |
30 | τῆς καλῆς φυτευθείσης, τῆς καρποφόρου καὶ ἀληθινῆς τὸν καρπὸν ὑπὸ τῶν δούλων μου τῶν προφητῶν ἀπαιτού‐ μενοι, ὃν μὲν ἐραπίσατε, ὃν δὲ ἐν λάκκῳ βορβόρου κατ‐ εδικάσατε, ὃν δὲ ἐλιθοβολήσατε. Ἰδοὺ ἐγὼ αὐτὸς ὁ υἱὸς καὶ κληρονόμος πάρειμι, αἰδέσθητέ μου τὴν υἱότητα, | |
35 | ἐντράπητέ μου τῆς πατρικῆς φύσεως τὸ ἀξίωμα. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πρὸς ὑμᾶς ἐλήλυθα. Ἐλεῶ τοῦ ἀμπελῶνός μου· εἰ καὶ πρὸς γῆν καταβέβηκα, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Πατρός μου αὐλίζομαι. Ἀπόδοτέ μοι τοῦ ἀμπελῶνός | |
40 | μου τὸν καρπόν. Ἀλλ’ ὄντως ὡς πονηροὶ γεωργοὶ ὑμεῖς τὸ ἔργον τῶν πατέρων ὑμῶν ἐκπληρώσετε. Ἐκεῖνοι προφητοκτόνοι, ὑμεῖς καὶ θεοκτόνοι γενή‐ σεσθε. Ἐπιδαψιλεύεσθε γὰρ τῇ κακίᾳ. Ἐγώ εἰμι ὁ κληρονόμος, ὁ λίθος ὁ ἀκρογωνιαῖος, ὃν ὑμεῖς εἰ | |
45 | καὶ ἀπώσησθε, ἀλλὰ συντριβήσεσθε μὲν, ἐγὼ δὲ τοὺς δύο λαοὺς συνάψω, τὰ διεστῶτα, τοῖς ἐπουρα‐ νίοις τὰ ἐπίγεια. Δι’ ἐμοῦ ἀγγέλων καὶ ἀνθρώπων μία Ἐκκλησία γενήσεται. Δι’ ἐμοῦ ἐχθροὶ ὄντες τῷ Πατρί μου καταλλαγήσεσθε. Εἰρηνεύσω γὰρ, καὶ | |
96.584(50) | σπονδὰς ποιήσομαι τῆς εἰρήνης τὸ ἐμοῦ αἷμα, ὅπερ ὑπὲρ τῆς κοσμικῆς ἐκχυθήσεται σωτηρίας. εʹ. Ταῦτα διὰ τῶν παραβολῶν αἰνιττόμενος, οὐκ ἔπειθεν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. Διὸ | |
55 | οὐκ ηὔγασεν αὐτοῖς τὸ φῶς τοῦ Εὐαγγελίου. Ὢ | 584 |
96.585 | τῆς ἀτόπου τῶν ἀνιέρων ἱερέων πωρώσεως! Αὐτοὶ ἑαυτοὺς κατεδίκαζον, οὐκ εἰδότες τί λέγουσιν. Αὐτοὶ γὰρ καθ’ ἑαυτῶν ἐξήνεγκαν ψῆφον. Ἐρωτώμενοι γὰρ τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις, ἄκοντες | |
5 | ἀληθῶς ἀπεκρίναντο. Κακοὺς κακῶς ἀπολέσει αὐ‐ τούς. Δίκαιον ὡς ἀληθῶς πάσχειν τὸν κακὸν ἐξ οἰ‐ κείας γενόμενον προαιρέσεως. Τὸν δὲ ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οἵτινες ἀποδώσουσι τὸν καρπὸν ἐν καιρῷ. Ὡς ἱερεῖς καὶ τὸ τῆς ἱερωσύνης | |
10 | ἔχοντες ἀξίωμα, καὶ μὴ εἰδότες τὰ ἀληθῆ, προ‐ φητεύουσιν. Ἐκδέδοται γὰρ ὁ ἀμπελὼν, ὁ λαὸς Κυ‐ ρίου, τοῖς γεωργοῖς οἳ ἀπέδωκαν τῷ Δεσπότῃ πολύχουν καὶ πολυφόρον τὸν καρπόν. Εἰς γὰρ πᾶ‐ σαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς | |
15 | τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! Οὗτοι ὡς πρό‐ βατα ἐν μέσῳ λύκων πορευόμενοι, τοὺς λύκους εἰς πρόβατα μετεποίησαν, τοὺς πάλαι διώκοντας Ἕλ‐ | |
20 | ληνας, Χριστοῦ πρόβατα ἀπειργάσαντο, καὶ ἐκτή‐ σαντο κυρίῳ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔρ‐ γων. ϛʹ. Δεῦτε οὖν, ἀδελφοὶ, ὅσοι τὸ τῆς πίστεως ἐλά‐ βομεν ὄνομα, οἱ Χριστοῦ λαὸς ὀνομάζεσθαι κατ‐ | |
25 | ηξιωμένοι, μὴ ἀθετήσωμεν τὴν κλῆσιν ἡμῶν μὴ τὴν πίστιν διὰ τῶν ἀτόπων ἔργων καταρυπώσωμεν. Οὐκ ἀρκεῖ τὸ ἀκούειν πιστὸν μόνον, ἀλλ’ ἔργῳ τὴν πίστιν ἡμῶν ἐπιδειξώμεθα. Δύο γὰρ υἱοὶ, φησὶν, ἦσαν ἑνὶ πατρὶ, καὶ εἶπεν τῷ ἑνί· Πορεύου, ἐργά‐ | |
30 | ζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ὑπέσχετο μὲν, οὐκ ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν. Εἶτά φησι πρὸς τὸν ἕτερον. Ὁ δὲ ἀπηρνήσατο μὲν λόγῳ, ἔργῳ δὲ τὸ προσταχθὲν ἐξεπέρανε. Καὶ ψέγεται μὲν ὁ πρότερος, εὐφημεῖται δὲ ὁ δεύτερος. Καὶ ἡμεῖς τοίνυν μνη‐ | |
35 | σθῶμεν τῆς ἀποταγῆς, καὶ συνταγῆς τῆς γενομένης ἐν τῷ βαπτίσματι. Ἀπεταξάμεθα τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πάσῃ τῇ λατρείᾳ αὐ‐ τοῦ· τηρήσωμεν τὴν ἀπόταξιν· μὴ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψωμεν. Ἔργα τοῦ διαβόλου εἰ‐ | |
40 | σὶν, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, φθόνοι, ἔριδες, φιλονεικίαι, ὑποκρίσεις, καταλαλιαὶ, εἰρωνεῖαι, θυ‐ μοὶ, μνησικακίαι, κατακρίσεις, βλασφημίαι, ἐπαοι‐ δίαι, ἐπιλαλιαί. Τὰ τῆς ἀπιστίας σημεῖα, ἀσπλαγχ‐ νίαι, προσπάθειαι, ἀντιπάθειαι, φιληδονίαι, φειδω‐ | |
45 | λίαι, κῶμαι, μέθαι. Καὶ ἡ τοῦ διαβόλου πομπὴ, ὑπερηφανίαι, κενοδοξίαι, οἴησις, ἔπαρσις, τύφος, ἐπίδειξις, καλλωπισμὸς τοῦ σώματος. Τούτων ἁπάν‐ των ἀρνησάμενοι τὴν κοινωνίαν, καθὰ συνεταξά‐ μεθα τῷ Χριστῷ, τὰς ἐναντίας τούτων ἀρετὰς ζη‐ | |
96.585(50) | λώσωμεν· ἁγνείαν, σωφροσύνην, πτωχείαν, ὑπομο‐ νὴν, εἰρήνην, ἀγάπην, συμπάθειαν, ἐλεημοσύνην, τὴν εἰς τοὺς δεομένους μετάδοσιν, σχῆμα, καὶ στο‐ λὴν, καὶ βάδισμα κόσμιον, λόγον ἀληθῆ, ταπείνωσιν, | |
ἐπὶ πᾶσιν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ὅπως κοινω‐ | 586 | |
96.588 | νοὶ γενόμενοι τῶν παθημάτων αὐτοῦ, καὶ τῆς δόξης αὐτῷ κοινωνήσωμεν, προσαγόμενοι τῷ Θεῷ καὶ Πα‐ τρὶ θυσίαν ζῶσαν, ἄμωμον, ἐν τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων, ἔνθα εὐφραινομένων ἡ κατοικία. | |
5 | ζʹ. Πάλαι δὲ, πρὸς σὲ τρέψω τὸν λόγον, πεποθη‐ μένη νύμφη Χριστοῦ, πόθησον ἀξίως τὸν σὲ ποθή‐ σαντα. Ὅλον ἄνοιξον αὐτῷ τὸ ταμεῖον τῆς καρδίας σου, ἵν’ ὅλως οἰκήσῃ ἐν σοὶ Χριστὸς σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ | |
10 | γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον. Οἶκος γὰρ γῆν καὶ πνεῦμα ἀέρος ἅμα οὐχ ὑποδέξεται. Ὅσον ἐνοι‐ κίσεις τὸν χοῦν, ἀπελάσεις τὸ τοῦ ἀέρος πνεῦμα καὶ ὅσον εἰσοικίσεις ἐν τῇ καρδίᾳ σου τὰ γήϊνα, ἀποικίσεις τὸ Πνεῦμα τὸ ἅγιον. Πόθεν πορνεῖαι; | |
15 | πόθεν μοιχεῖαι; πόθεν ἔριδες, φιλονεικίαι, φθόνοι, φόνοι, καὶ πᾶς ὁ τῶν κακῶν ἐσμός; οὐκ ἐκ τῆς ἐπι‐ θυμίας τῶν γηΐνων; Ἀπέλασον πᾶσαν κενοδοξίαν, τὴν τῆς ἀπιστίας μητέρα. Οὐ γὰρ δύνασθε. φησὶν ὁ Χριστὸς, πιστεύειν εἰς ἐμὲ, δόξαν παρὰ ἀνθρώ‐ | |
20 | πων λαμβάνοντες. Ἐξόρισον ἐκ τῆς σῆς καρδίας πᾶσαν οἴησιν, ὑπερηφανίαν, ἔπαρσιν. Ἀκάθαρ‐ τος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ὑπερη‐ φάνοις ἀντιτάσσεται Κύριος, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἀπάρνησαι πᾶσαν αὐθάδειαν, αὐταρέσκειαν, | |
25 | ἵνα μόνῳ ὑποτάσσῃ τῷ νόμῳ τοῦ Θεοῦ. Καὶ αὐτὸς ὁδηγήσει σε ἐπὶ λιμένα θελήματος αὐτοῦ. Μὴ εἰσ‐ αγάγῃς ἄλλον νυμφίον ἐν τῇ παστάδι τῆς καρδίας σου. Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός· ὁ γλυ‐ κύτατος, ὁ μόνος ποθητὸς, ὅλος γλυκασμὸς, ὅλος | |
30 | ἐπιθυμία. Αὐτῷ μόνῳ τὴν σὴν ἀναπέτασον καρδίαν, καὶ βόησον αὐτῷ. Τετρωμένης καρδίας εἰμὶ ἐγώ· ἐξέστησέ με ὁ πόθος σου· ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα. Δεσμία εἰμὶ τῷ σῷ ἔρωτι. Εἴσελθε εἰς τὸ ταμιεῖόν σου· φιλήσω σου τὰ ἴχνη. Οὐκ εἰμὶ γὰρ | |
35 | ἀξία εἰπεῖν, Φίλησόν με ἀπὸ φιλημάτων στόματός σου; Ἐνοίκησον ἐν ἐμοὶ, καὶ ἐμπεριπάτησον, κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν, καὶ ποίησόν με ναὸν τοῦ παναγίου Πνεύματος. Κατακυρίευσον τῆς καρ‐ δίας μου, Δέσποτα, καὶ κατακληρονόμησον αὐτὴν, | |
40 | καὶ μονὴν παρ’ ἐμοὶ ποίησαι, ἅμα ὑπὸ τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Πλάτυνόν σου ἐν ἐμοὶ τὰ σχοινί‐ σματα, τὰς ἐνεργείας τοῦ παναγίου Πνεύματος. Σὺ γὰρ Θεός μου, καὶ δοξάσω σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, ἅμα τῷ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, | |
45 | νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 588 |