TLG 2934 053 :: JOANNES DAMASCENUS :: Commentarii in epistulas Pauli [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Commentarii in epistulas Pauli [Dub.]
Citation: Volume — page — (line) | ||
95.441(t1) | ΕΙΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ. | |
2 | ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστο‐ λος.» | |
---|---|---|
5 | Τρεῖς εἰσὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴν δημιουργίαν, καθ’ ὅ φησιν, ὅτι Τὰ σύμπαντα δοῦλα σά. Ἕτερος δὲ ὁ ἀπὸ πίστεως, κατὰ τὸ εἰρημένον· Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώ‐ θητε τῇ δικαιοσύνῃ. Ὁ τρίτος ὁ ἀπὸ τῆς πολιτείας | |
10 | κατὰ τὸ εἰρημένον· Μωϋσῆς ὁ θεράπων μου ἐτε‐ τελεύτηκεν. Ἐπειδὴ τοίνυν κατὰ πάντας τοὺς τρόπους, τὸ τῆς δουλείας ἀξίωμα ἐδέδεικτο, εἰκό‐ τως ἐν καυχήματος τάξει προτάττει τοῦτο τῆς ἐπι‐ στολῆς. | |
15 | «Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Δείκνυσιν ὅσον αὐτοῦ τὸ ἀξίωμα. Εἴ γε ἀφώριστο ἀπὸ τοῦ Θεοῦ εἰς τὸ διακονῆσαι τὸ Εὐαγγέλιον αὐτοῦ. Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων διε‐ γείρων τὸν ἀκροατήν. | |
20 | «Ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.» Ἐπειδὴ καινοτομίαν ἐνεκάλουν τῷ δόγματι, δείκ‐ νυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὄν· καὶ ἐν τοῖς προφήταις προδιαγραφόμενον. | |
25 | «Περὶ τοῦ Υἱοῦ τοῦ γενομένου ἐκ σπέρματος | |
Δαβὶδ κατὰ σάρκα.» | 441 | |
95.444 | Οὐ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν. Διάτοι τοῦτο προσέθηκεν τὸ, κατὰ σάρκα, αἰνιττό‐ μενος, ὅτι καὶ κατὰ πνεῦμα γένεσίς ἐστι τοῦ αὐτοῦ· τῇ τάξει δὲ τοῦ μυστηρίου ἠκολούθησεν. Πρῶτον γὰρ | |
5 | εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ γῆς· καὶ τὸν γεννώμενον ἀνακηρυττόμενον καὶ τότε ἔγνωσαν Θεὸν, φησίν. «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦ‐ μα ἁγιωσύνης, ἐξ ἀναστάσεως ἐκ νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» | |
10 | Τὸν ἐκ Δαβὶδ γεννώμενον ἀνακηρύττομεν, φησὶν, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς· πρῶ‐ τον, ἀπὸ τῶν προφητῶν δι’ ὃ ἔλεγεν· Ὃ προεπηγ‐ γείλατο διὰ τῶν προφητῶν. Δεύτερον, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως, ὃ καὶ αὐτῷ ἔδειξεν εἰ‐ | |
15 | πών· ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα· ὅτι τὸν τῆς φύσεως ἔλυσεν νόμον ἐκ Παρθένου τεχθείς· τρίτον, ἀπὸ τῶν θαυμάτων· τοῦτο γάρ ἐστιν ἐν δυ‐ νάμει. Τέταρτον, ἀπὸ τοῦ πνεύματος ὅπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, δι’ οὗ πάντας ἁγίους | |
20 | ποίει. Διὸ Πνεῦμα ἁγιωσύνης εἶπεν· πέμπτον, ἀπὸ τῆς ἀναστάσεως αὐτοῦ· πρῶτος γὰρ αὐτὸς καὶ μόνος ἑαυτὸν ἤγειρεν. Τοῦ ὁρισθέντος, δεί‐ χθεντος, ἀποφανθέντος, ὁμολογηθέντος ἀπὸ τῆς πάν‐ των γνώμης καὶ ψήφου. | |
25 | «Δι’ οὗ ἐλάβομεν.» Ὅρα τὴν εὐγνωμοσύνην· οὐδὲν ἑαυτοῦ βούλεται, ἀλλὰ πάντα τοῦ Δεσπότου. «Χάριν καὶ ἀποστολήν.» Οὐχ ἡμεῖς ἑαυτοῖς κατωρθώσαμεν, φησὶ, τὸ γε‐ | |
30 | νέσθαι ἀποστόλους· οὔτε γὰρ καμόντες πολλὰ τὴν ἀξίαν ταύτην ἐλάβομεν· ἀλλὰ χάριν ἐλάβομεν, καὶ τῆς ἄνωθεν δημιουργίας τὸ κατόρθωμα γέ‐ γονεν. «Εἰς ὑπακοὴν πίστεως.» | |
35 | Οὐκ εἶπεν, εἰς ζήτησιν καὶ κατασκευὴν πί‐ στεως, ἀλλ’ εἰς ὑπακοήν. Ὅταν γὰρ ὁ Δεσπότης ἀποφαίνηται, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχε‐ σθαι μόνον. | |
40 | «Ἐν πᾶσιν τοῖς ἔθνεσιν.» Ὅρα πῶς ἔσται τὸ κήρυγμα· εἴ γε πάλαι μὲν ὁ διὰ Μωϋσέως νόμος, ἑνὶ ἐκηρύττετο ἔθνει· τὸ δὲ Εὐαγγέλιον εἰς πέρατα τῆς οἰκουμένης διαδέ‐ δοται. | |
45 | «Ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Οὐχ ἵνα τὴν οὐσίαν περιεργασώμεθα, φησίν· ἀλλ’ ἵνα εἰς τὸ ὄνομα πιστεύσωμεν. Τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειρε καὶ περι‐ | |
95.444(50) | πάτει. «Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ.» | |
Δύο διὰ τούτων ἔστιν ἰδεῖν ἀγαθὰ, καὶ κολακείας | 443 | |
95.445 | ἀπηλλαγμένην τὴν τοῦ Ἀποστόλου ψυχήν· εἴ γε Ῥωμαίοις κρατοῦσι τότε, καὶ εὐθὺς τὴν ἀρχὴν δεξαμένοις τῆς οἰκουμένης ἐπιστέλλων, οὐδέν τι κολακικόν φησιν· καὶ τὸ εὐθέως καλεῖν αὐτῶν τὸν | |
5 | τύφον, εἴ γε παρακολούθους αὐτοὺς τῶν ἐθνῶν ἔτα‐ ξεν. Περὶ γὰρ τῶν ἐθνῶν διαλαβὼν τὸ, ἐν οἷς καὶ ὑμεῖς ἐπήγαγεν. «Κλητοῖς ἁγίοις.» Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τίθησιν· Κλητὸς | |
10 | Ἀπόστολος. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί. Πᾶ‐ σιν τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Τὸ δὲ, ἀγαπητοῖς Θεοῦ, διαιροῦντός ἐστιν ἀπὸ τῶν πιστευσάντων τοὺς μὴ | |
15 | τοιούτους. Καὶ ἄλλως δὲ τοὺς πιστεύσαντας καλεῖ πάντας, καθ’ ὃ ἡγιάσθησαν διὰ λουτροῦ παλιγγενε‐ σίας. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. | |
20 | Πόσον ἴσχυσεν ἡ τοῦ Χριστοῦ ἀγάπη δείκνυσιν, ὅτι οἱ ἐχθροὶ καὶ ἠτιμημένοι, ἅγιοι καὶ δίκαιοι γε‐ γόνασιν ἐξαίφνης. Ὅταν γὰρ Πνεῦμα καλέσῃ, υἱοὺς ἀπέδειξεν· ὅταν δὲ υἱοὺς εἶπεν, ἁπάντων τῶν ἀγα‐ θῶν τὸν θησαυρὸν ἀπεκάλυψεν. | |
25 | «Πρῶτον μὲν εὐχαριστῷ τῷ Θεῷ μου διὰ Ἰη‐ σοῦ Χριστοῦ, περὶ πάντων ὑμῶν. Ἁρμόζον τὸ προοίμιον τῇ φιλοθέῳ ψυχῇ, ἐφ’ οἷς εὐσεβοῦσιν ἕτεροι εὐαρεστεῖν τῷ Θεῷ. «Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ | |
30 | κόσμῳ.» Ὃς γὰρ ἄρτι δεξαμένης τὴν βασιλείαν τότε τῆς Ῥώμης, εἰκὸς τοὺς ἐν αὐτῇ πιστοὺς ἐν πάσῃ περι‐ φέρεσθαι πόλει. «Μάρτυς γάρ μου ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν | |
35 | τῷ πνεύματί μου.» Ἐπειδὴ περὶ ἀδήλου πράγματος ἦν αὐτῷ ὁ λό‐ γος, τοῦτο δὲ ἦν ἡ ἀγάπη ἡ εἰς αὐτοὺς ἀνθρώ‐ πους μηδὲ εἰδότας αὐτόν· τούτου χάριν τὸν Θεὸν ἐπὶ τοῦ πράγματος τούτου μάρτυρα καλεῖ. | |
40 | «Ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλεί‐ πτως.» Ἄνω τοῦ Πατρὸς εἰπὼν τὸ Εὐαγγέλιον, ἐνταῦθα τοῦ Υἱοῦ αὐτοῦ εἶναι λέγει, δεικνὺς τὴν ἑνότητα Πατρὸς καὶ Υἱοῦ. | |
45 | «Μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσ‐ ευχῶν μου, δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσο‐ μαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ χάρι‐ σμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς.» | |
95.445(50) | Δείκνυσιν ὅσος ἐστὶν εἰς τὸ πείθεσθαι Θεῷ, ὅπου γε σφόδρα σπουδάζων καὶ εὐχόμενος τὴν Πόλιν ἰδεῖν, παρὰ τὸ τοῦ Θεοῦ δοκοῦν, οὐ παρεγίνετο πρὸς αὐτούς. | |
«Τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ | 445 | |
95.448 | τῆς ἐν ἀλλήλοις πίστεως ἡμῶν τε καὶ ἐμοῦ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προ‐ εθέμην τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, | |
5 | καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσί τε καὶ Ἰου‐ δαίοις.» Ἵνα μὴ δόξῃ τισὶν μεγαλοφρονεῖν, εἶναι λέγων εἰς τὸ μεταδοῦναι ἡμῖν χάρισμα, τούτου χάριν καὶ αὐτὸς τῆς παρ’ ἐκείνων παρακλήσεως δεῖσθαι | |
10 | λέγει. «Σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτως, τὸ κατ’ ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐ‐ αγγελίσασθαι.» Δείκνυσιν ὡς εἰ καὶ ἡ διὰ φιλοδοξίαν προσρί‐ | |
15 | πτει ἑαυτὸν τῇ βασιλευούσῃ Πόλει, ἀλλ’ ὡς ἐκ παν‐ τὸς τρόπου προσῆκον αὐτῷ μυσταγωγεῖν αὐτούς. ᾟ γὰρ πάντων ἐθνῶν κήρυξ ἐτέθη, δῆλον ὅτι καὶ κηρύττειν Ῥωμαίοις ὀφειλέτης ἐστίν. «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον.» | |
20 | Καίτοι ἀλλαχοῦ φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυ‐ χᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα ἐνταῦθα οὐ λέγει καυχῶμαι, ἀλλ’ οὐκ αἰσχύνομαι; ἐπειδὴ σφόδρα ἐπτοημένοι ἦσαν εἰς τὰ τοῦ βίου πράγματα Ῥωμαῖοι, ἄρτι τὴν ἀρχὴν | |
25 | τῆς οἰκουμένης ἀναδεξάμενοι, αὐτὸς δὲ ἐκήρυττεν Ἰησοῦν τὸν ἐσταυρωμένον· διὰ τοῦτο φησὶν, οὐκ αἰσχύνομαι, ἐκείνους διδάσκων, τέως μὴ ἐπαισχύ‐ νεσθαι. ᾜδει γὰρ ὅτι ἂν τοῦτο κατορθώσωσιν, ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσιν. | |
30 | «Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Ἐπειδή ἐστιν δύναμις Θεοῦ καὶ εἰς κόλασιν κατὰ τὸ εἰρημένον περὶ τῆς κολάσεως τῶν Αἰγυπτίων, τούτου χάριν προσέθηκεν τὸ, Εἰς σωτηρίαν παντὶ | |
35 | τῷ πιστεύοντι, καὶ ἵνα μὴ ἁπλῶς καὶ ἀδιακρίτως τοῖς πᾶσιν δίδοσθαι νομισθῇ ἐπήγαγε, παντὶ τῷ πιστεύοντι. «Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.» Ἐνταῦθα τὸ, πρῶτον, οὐκ ἀξιώματος ὄνομα ἀλλὰ | |
40 | τάξεως σημασία· ὥσπερ ἀμέλει καὶ [διὰ] τῶν δε‐ χομένων τοῦ βαπτίσματος χάριν, οὗ οὐχ ὁ πρῶ‐ τος πλεονεκτεῖ τοῦ δευτέρου, ἢ τοῦ τρίτου ἢ τοῦ ὑστάτου πλέον λαμβάνει. «Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται | |
45 | ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται.» Ὁ γενόμενος, φησὶν, δίκαιος, οὐ κατὰ τὸν παρόντα μόνον βίον, ἀλλὰ τὸν μέλλοντα ζήσεται. «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Τοῦτό φησιν, ὅτι καὶ οἱ παλαιοὶ ἐκ πίστεως ἐσώ‐ | |
95.448(50) | θησαν, ὧν αὐτὸς κατάλογον ἐν τῇ πρὸς Ἑβραίους ποιεῖται. «Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων,» | |
Ἀπὸ τῶν ἀγαθῶν προτρεψάμενος ἐπὶ τὸ κή‐ | 447 | |
95.449 | ρυγμα ἐλθεῖν, καὶ ἀπὸ τῶν ἐναντίων πάλιν ἐρ‐ γάζεται τὴν προτροπήν· ἢ γὰρ ὑπισχνούμενον ἀγα‐ θὰ, ἢ ἐκφοβοῦντα δεῖ τὴν προτροπὴν ἐργάζεσθαι. Ἐγγὺς οὖν παρίστησιν αὐτοὺς τοῦ θείου δικα‐ | |
5 | στηρίου. «Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ‐ | |
10 | ορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης,» Καὶ τίνες οὗτοι; Οἱ Ἑλλήνων παῖδες, οἱ ξύ‐ λοις καὶ λίθοις ἀνατιθέντες τὴν τοῦ Θεοῦ προσ‐ κύνησιν, καὶ ὅσον εἰς αὐτοὺς ἀδικοῦντες τὴν τοῦ Θεοῦ δόξαν, εἰ καὶ οὐκ ἀδικεῖται. | |
15 | «Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Διότι γνόν‐ τες τὸν Θεὸν, οὐκ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστη‐ σαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.» | |
20 | Καίτοι οὐ διὰ τοῦτο ἐποίησεν αὐτὰ ὁ Θεὸς, εἰ καὶ τοῦτο ἐξέβη· οὐ γὰρ ἵνα αὐτοὺς ἀπολογίας ἀποστε‐ ρήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον ἔθηκεν, ἀλλ’ ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνοήσαντες δὲ, πάσης ἑαυ‐ τοὺς ἀπεστέρησαν ἀπολογίας. | |
25 | «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ.» Ἵνα δείξῃ τῆς γνώμης αὐτῶν τὸ κατηγόρημα· ὃ γὰρ ἔχει τις, τοῦτο ἀλλάσσει. «Ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.» | |
30 | Ὅρα πόσα τὰ κατηγορήματα· πρῶτον, ὅτι οὐκ ἔγνωσαν Θεόν· δεύτερον, ὅτι ἔχοντες ἀφορμὰς εἰς τοῦτο μεγάλας, ἀπώλισθον· τρίτον, ὅτι σοφοὶ λέ‐ γοντες εἶναι· τέταρτον, ὅτι εἰς δαίμονας κατήγαγον καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο. | |
35 | «Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν,» Τὸ παρέδωκεν, ἀντὶ τοῦ εἴασεν κεῖται. «Τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυ‐ τοῖς.» | |
40 | Ἐντεῦθεν ἔχουσι τὴν δίκην καὶ πρὸ θείου δικαιω‐ τηρίου· καὶ αὐτοὶ γὰρ ἑαυτοὺς ταῦτα διέθηκαν, ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διαθεῖναι οὐκ ἴσχυσαν. «Οἵ τινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ | |
45 | κτίσει παρὰ τὸν Κτίσαντα,» «Δείκνυσιν ὡς πάσης ἀσελγείας ἡ ἀσεβεία ἐστὶ πρώτη. Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, Ἀμήν. Διὰ | |
τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. | 449 | |
95.452 | Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύ‐ θησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν | |
5 | ἄρσεσι τὴν ἀσχημοσύνην κατεργασάμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπο‐ λαμβάνοντες. Καὶ καθὼς οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν τῇ γνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» | |
10 | Εἰ καὶ ἐκεῖνοι, φησὶν, ἀφέντες αὐτὸν, προσεκύνη‐ σαν κνωδάλοις, ἀλλ’ οὐδὲν αὐτοῦ παρεφθάρη δόξα· ἔστι γὰρ εὐλογητός. «Πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρίᾳ, πλεονεξίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, | |
15 | κακοηθείας, ψιθυρίας, καταλάλους, θεοστυγεῖς, ὑβρι‐ στὰς, ὑπερηφάνους, ἀλαζόνας.» Εἰπὼν τὸ γενικὸν, καὶ κατ’ εἶδος λοιπὸν διεξέρχε‐ ται τὰ κακὰ, ἅπερ ἡ ἀσέβεια εἰργάσατο. θεομι‐ σεῖς. | |
20 | «Ἐφευρετὰς κακῶν.» Ἵνα τῆς γνώμης λοιπὸν γένηται κατηγόρημα, ἐφευρετὰς κακῶν αὐτοὺς προσηγόρευσεν. «Γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόρ‐ γους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ | |
25 | ἐπιγινώσκοντες.» Καὶ κατὰ τῆς φύσεως ἔστησαν, φησίν. «Ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦ‐ σιν τοῖς πράσσουσιν.» | |
30 | Δύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας. Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Σὺ μὲν οὖν εἰ καὶ τοῦ μὴ εἰδέναι αἴτιος, ἀφεὶς τὸν γνωρίζοντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν δείκνυ‐ μεν εἰδότα καὶ ἑκόντα πλημμελοῦντα· ἀλλ’ ὑπὸ πά‐ | |
35 | θους ἕλκῃ. Τί οὖν καὶ συμπράττεις καὶ ἐπαινεῖς· ΚΕΦΑΛ. Βʹ. «Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρί‐ νων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατα‐ κρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἶδα μὲν | |
40 | δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας;» Πρὸς τοὺς ἄρχοντας μὲν τῆς Ῥώμης ἀποτείνει τὸν λόγον, καὶ πρὸς ἕκαστον δὲ ἄνθρωπον ἁρμόσει· ἑαυτοὺς γὰρ κρίνομεν, ἀφ’ ὧν τὰ παραπλήσια ἡμὶν | |
45 | πράττοντας ἑτέρους κρίνομεν. «Λογίζῃ δὲ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκ‐ φεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρη‐ στότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυ‐ | |
95.452(50) | μίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;» Ἀνθυποφορά· ἀλλὰ τέως οὐ κολάζομαι, φησίν· ὁ δὲ τὴν ὑπέρθεσιν οὐκ εἰς συγγνώμην, ἀλλ’ εἰς μεί‐ ζονα κόλασιν κατασκευάζει, τοὺς μὴ βουλομένους | |
55 | δι’ αὐτῆς χωρεῖν εἰς μετάνοιαν. | 451 |
95.453 | «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν,» Ὁ γὰρ μήτε διὰ τῶν ἀγαθῶν, μήτε διὰ τῶν ἠπει‐ λημένων κολάσεων εἰς μετάνοιαν ἐρχόμενος, πῶς | |
5 | οὐ παντελῶς σκληρότατος ἂν εἴη; «Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν γὰρ καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ.» | |
10 | Σὺ ἑαυτῷ, φησὶν, ἐπισπᾶσαι τὴν ὀργὴν, οὐχ ὁ Θεός σοι. Καὶ τὸ θησαυρίζεις δὲ, ὡς πάντη τε καὶ πάντως ἐσομένης, εἰ μὴ τῇ μετανοίᾳ αὐτὴν ἀπο‐ νιψόμεθα. «Δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν | |
15 | αἰώνιον.» Οὐ δυνάμενος εἰπεῖν τὰ ἀγαθὰ τὰ μέλλοντα ἔσε‐ σθαι ἀγαθὰ τοῖς ἁγίοις αὐτοῦ παριστῶσι, διὰ τῶν ἐν ἀνθρώποις τιμῶν αὐτὰ κατασημαίνει. Δόξαν δὲ λέγων, καὶ τιμὴν καὶ ἀφθαρσίαν ἐπὶ τὰ ὄντως ἀγα‐ | |
20 | θὰ, ἃ οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. «Τοὺς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀλη‐ θείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ.» Ἵνα δείξῃ πάλιν τῆς γνώμης τὸ κατηγόρημα, οὐκ εἶπεν, ἐξ ἀγνοίας, ἀλλ’ ἐξ ἐριθείας. | |
25 | «Ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶ‐ σαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν· Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.» Ὥσπερ διὰ τῶν πιστευομένων ἡμῖν ἀγαθῶν τὰς ἀμοιβὰς τὰς μελλούσας εἰσάγει· οὕτω καὶ διὰ τῶν | |
30 | λυπηρῶν πάλιν τῶν παρ’ ἡμῖν, τὰς μελλούσας κολά‐ σεις. «Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζο‐ μένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.» | |
35 | Πανταχοῦ τοῖς καλοῖς περιφράττει τὸν ἀκροατὴν, προτρεπόμενος εἰς αὐτὸ ἐλθεῖν. Πρῶτον γὰρ διεξέρ‐ χεται τὰς ἀμοιβὰς, ἃς ἀπολήψονται οἱ ἅγιοι· εἰς τὰς μέσας τὰς κολάσεις θεὶς, πάλιν ἐπὶ τὰς τῶν καλῶν ἀμοιβὰς ἔρχεται. Δόξαν καὶ τιμὴν λέγων ὑπάρξειν | |
40 | τῷ ἐργαζομένῳ τὸ καλόν· οὕτως γὰρ μᾶλλον ἐπι‐ σπάσαιτο εἰς ἔργον τὸν ἀκροατήν. «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπο‐ λοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κρι‐ θήσονται.» | |
45 | Ἀντὶ τοῦ, μὴ ἔχοντες κατηγοροῦντα τὸν νόμον· ἄρχεται δὲ σύγκρισιν ποιεῖς, Ἰουδαίων τε καὶ τῶν πρὸ τῆς χάριτος Ἑλλήνων· Ἑλλήνας δὲ μὴ τοὺς εἰδωλολάτρας λάμβανε, ἀλλὰ τοὺς θεοσεβεῖς· οἷος ἦν ὁ Μελχισεδὲκ, Νινευΐται, ὁ Ἰὼβ, ὁ Κορνήλιος. Κα‐ | |
95.453(50) | τασκευάζει δὲ τοῦτο σαφῶς, ἵνα δείξῃ, ὅτι οὐδὲν | |
ὠφελεῖται ὁ Ἰουδαῖος διὰ νόμου, ἀλλὰ καὶ σφόδρα | 453 | |
95.456 | βαρεῖται· τοῦτο δὲ ποιεῖ, ὅπως ἂν εἰς τὸ δέξασθαι τὴν χάριν αὐτῶν ἐκκαλέσηται· ἔλεγον γὰρ οἱ Ἰου‐ δαῖοι μὴ χρῄζειν τῆς χάριτος δικαιούμενοι ἐν νόμῳ· Διὸ δείκνυσιν, ὡς οὐδὲν αὐτοὺς ὠφελεῖ. Ἀδύνατον γὰρ | |
5 | αὐτὸν κατορθωθῆναι· ἀλλὰ καὶ ἐπικαταράτους ποιεῖ. Ταῦτα δὲ πάντα, ὡς εἶπον, κατασκευάζει συγκλείων αὐτοὺς εἰς τὴν διὰ πίστεως χάριν. «Οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται. Ὅταν γὰρ | |
10 | ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦ‐ σιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· οἵ‐ τινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν | |
15 | κατηγορούντων. Ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.» Ἄνω μνησθεὶς τῆς κρίσεως τοῦ Θεοῦ, ἐνταῦθα σαφῶς ἐκκαλύπτει, ὡς Χριστός ἐστιν ὁ κρίνων ἐν | |
20 | τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτῷ γὰρ πᾶσαν τὴν κρίσιν δέ‐ δωκεν ὁ Πατήρ· τοῦτο δὲ ποιεῖ, τῶν τῆς Καινῆς Διαθήκης δογμάτων ἀνοίγων αὐτοῖς τὴν ὁδόν. «Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλη‐ | |
25 | μα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου· πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει.» Συγκρίνας τὸν Ἰουδαίων τοῖς Ἕλλησιν, καὶ σφόδρα καταπαλαίσας, μικρὸν ὑφαιρεῖ τοῦ βάρους. Ὥσπερ | |
30 | τινὸς ἀντιπίπτοντος καὶ λέγοντος αὐτοῦ. Ποῦ οὖν τὰ σεμνὰ τῶν Ἰουδαίων; Δείκνυσιν οὖν ὄνομα μόνον. τὰς αὐτούς. Μᾶλλον μὲν οὖν καὶ ἐν αὐτοῖς τούτοις ἐν οἷς ἐφρόνουν μέγα, τιμωρίας ἀξίους. Ὅρα δὲ πῶς πλαγίως πλήσσει πανταχοῦ· εἰ καὶ καυχᾶσαι ἐν νό‐ | |
35 | μῳ, ἀλλ’ οὐ πράττεις τὰ τοῦ νόμου· καὶ τὸ, πέποι‐ θας σεαυτὸν, πάλιν λέγων· ὡς· μὴ ὄντα μὲν τοῦτο ὅπερ ἐκεῖνος λέγει, προβαλλόμενον δὲ καὶ ὥσπερ ἁρ‐ πάζων τὰ ῥήματα μόνον ἁρπάζει τὴν τιμήν. «Παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα | |
40 | μόρφωσιν τῆς γνώσεως, καὶ τῆς ἀληθείας ἐν τῷ νό‐ μῳ.» Μέγα γὰρ κατέτρεχον τῶν προσηλύτων, δι’ αὐτὸ τοῦτο τὸ δοκεῖν εἶναι διδάσκαλοι. «Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; | |
45 | ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοι‐ χεύειν, μοιχεύεις;» Βαρυτέραν ἀπεργάζεται τοῦ Ἰουδαίου τὴν τιμω‐ ρίαν, ἐν τούτοις αὐτὸν παραβάτην ἀποφαίνων, ἐν οἷς | |
ἑτέρων εἶναι διδάσκαλος ἀξιοῖ. | 455 | |
95.457 | «Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;» Εἰς τοσαύτην γὰρ μανίαν χρημάτων ἔρωτος προ‐ έβησαν, ὡς εἰδωλικῶν ἅπτεσθαι χρημάτων. «Ὃς ἐν νόμῳ καυχάσαι, διὰ τῆς παραβάσεως τοῦ | |
5 | νόμου τὸν Θεὸν ἀτιμάζεις; Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγρα‐ πται.» Ἐν ἑτέροις εἴδεσι δείξας παράνομον, ἐνταῦθα καὶ καθολικώτερον ἐπάγει τὴν παρανομίαν, αὐτοῦ τοῦ | |
10 | νόμου εἰς μέσον φέρων τὸ ὄνομα. Καὶ σαφῶς αὐτοῦ παραβάτην τῶν Ἰουδαίων ἀποδείκνυσιν, ὡς καὶ αἴ‐ τιον γινόμενον τοῦ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς, ἐὰν δὲ παραβάτης νομοῦ ᾖς, ἡ περιτομή σου ἀκρο‐ | |
15 | βυστία γέγονεν. Ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσει, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς πε‐ ριτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμμα‐ τος καὶ περιτομῆς παραβάτην νόμου.» | |
20 | Δείξας ὡς οὐδὲν χρήσιμος αὐτοῖς ὁ νόμος, μᾶλλον δὲ ὡς καὶ κολάσεως αὐτοῖς αἴτιος, ὥσπερ ἀντιπι‐ πτούσης ἀντιθέσεως, τί οὖν; οὐδὲν ἡ περιτομή; Ὅρα πῶς καὶ ταύτην κωλύει, πάλιν αὐτὴν ἀποφαίνων περιττὴν, καὶ τῶν ἀκροβύστων διαφέρουσαν οὐδὲν, | |
25 | μὴ πληρουμένων τῶν ἐντολῶν τοῦ νόμου. Τὰ γὰρ τοῦ νόμου προστάγματα ἀδύνατον τελειοῦσθαι ἦν. Ὥσπερ δὲ ἐν τοῖς ἀνωτέρω τὸν ἀκρόβυστον μετὰ τοῦ Ἰου‐ δαίου συνέκρινεν· οὕτω καὶ ἐνταῦθα μετὰ περιτο‐ μῆς δεικνὺς, κατὰ τοῦτο πολὺ λιπόμενον τὸν ἔχοντα | |
30 | τὴν περιτομήν. «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ ὁ ἐν τῷ κρυ‐ πτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ | |
35 | ἐκ τοῦ Θεοῦ.» Ἐπειδὴ πάντα σωματικὰ ἦν τὰ κατὰ νόμον, περι‐ τομὴ καὶ θυσία, καὶ σώματος ῥαντισμοὶ, ὅρα πῶς ταῦτα προφανῶς ἀναιρεῖ, οὐκέτι λεληθότως, λέγων ὅτι ἔνδον ἐστὶν ἡ περιτομὴ, καὶ ἔνδον ἐστὶν ὁ Ἰου‐ | |
40 | δαῖος, ὥσπερ καὶ ἔνδον ἐστὶν ὁ νόμος. Τί οὖν καυχᾶ‐ σαι, φησὶ, καὶ τὰ σαρκὸς ἐπιτελῶν μεγαλοφρονεῖς; Οὐ γὰρ ἐπὶ τούτοις ἔπαινος κεῖται ἐκ τοῦ Θεοῦ. ΚΕΦΑΛ. Γʹ. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; καὶ τίς ἡ ὠφέ‐ | |
45 | λεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶ‐ τον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.» Ἀνθυποφορὰ, καὶ ταύτης ἡ λύσις· οὐκ ἀφ’ ὧν ἐκεῖνοι κατορθοῦσιν, ἀλλ’ ἐκ τῆς φιλοτιμίας τοῦ | |
Θεοῦ· τὸ γὰρ πιστευθῆναι τὰ λόγια τοῦ Θεοῦ, τῆς τοῦ | 457 | |
95.460 | Θεοῦ φιλοτιμίας ἔργον ἐστὶν, οὐ τῆς ἐκείνων ἀρετῆς κατόρθωμα. «Τί γὰρ εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο· γινέ‐ | |
5 | σθω δὲ Θεὸς ἀληθής.» Δείκνυσιν οὕτω πονηροὺς, ὡς καὶ ἐν οἷς τιμῶνται, κολάσεως εἶναι ἀξίους. Εὖ δὲ τὸ τινὲς, εἰ καὶ πάντες ἠπίστησαν, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι. Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί | |
10 | τοῦτο πρὸς τὸν Θεόν; Μὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωμοσύνη; ἢ τὴν τιμὴν ποιεῖ μὴ εἶναι τιμήν; ἀλλὰ καὶ μείζονα αὐτοῦ δείκνυσιν τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν. | |
15 | «Πᾶς δὲ ἄνθρωπος ψευστὴς, καθὼς γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.» Ὃ εἶπεν συνεσκιασμένως ἐν τοῖς ἔμπροσθεν, νῦν προφανῶς τίθησιν· πάντα ἄνθρωπον αὐτῶν ἐψευσμέ‐ νων τῆς πίστεως εἰρηκώς. | |
20 | «Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.» Ὁ νοῦς οὕτως· Εἴ τις, φησὶν, κρίνει τά τε ὑπάρξαντα Ἰουδαίοις παρὰ τοῦ Θεοῦ, τά τε ὑπ’ αὐτῶν εἰς αὐτὸν ἀντιδοθέντα, τὴν νικῶσαν δῴῃ τῷ Θεῷ, τοσοῦτον γινομένῳ φιλοτίμῳ, ὡς μηδὲ τῆς ἀχαριστίας αὐτῶν | |
25 | δυνηθείσης ἀνακόψαι τὴν εὐεργετικὴν δεξιάν. «Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστη‐ σιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο! Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;» | |
30 | Ἀντίθεσις πάλιν· ἡ δὲ ἀντίθεσις αὕτη· Εἰ κακῶς γενόμενος, φησὶν, αἴτιος ἐγενόμην, τοῦ τὴν νικοῦσαν δέξασθαι τὸν Θεὸν, οὐκ ὀφείλω κολάζεσθαι. Λύει δὲ αὐτὴν οὕτως· Εἰ δίκαιος ὁ Θεὸς κριτὴς, καὶ τὸν κό‐ σμον κρίνει ἐν δικαιοσύνῃ, κατὰ τὸ γεγραμμένον, | |
35 | κολάζει σε δὲ, δικαίως δηλονότι κολάζει σε· πῶς τοίνυν ἀδίκως κολάζεσθαι φῆς, αἴτιος ὢν τῆς αὐτοῦ νίκης; Κατορθῶν γάρ τις μᾶλλον τὸν νόμον μέγαν κηρύσσει τὸν νομοθέτην, ἢ παραβαίνων καὶ κολαζό‐ μενος· τὸ δὲ κατὰ ἄνθρωπον λέγω, κατὰ τὸ ἀνθρώ‐ | |
40 | πινον φθέγγομαι, ἐπειδὴ ὡς ἐπὶ ὑποδείγματος. τὴν λύσιν ἐργάζει. «Εἰ δὲ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; καὶ μὴ, καθὼς βλασφημού‐ | |
45 | μεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιη‐ σώμεθα τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν.» | |
Πάλιν τὴν αὐτὴν πλατύτερον τίθησιν· ἡ δὲ διάνοια | 459 | |
95.461 | αὕτη· Εἰ τοῦτό φατε, ὡς συνήργησεν τὸ ψεῦδος ὑμῶν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ὅμοιον ποιεῖτε τοῖς διαβάλ‐ λουσιν ἐμὲ, ὡς εἰρηκότα, ἐκ τῶν κακῶν εἶναι τὰ κάλα· εἰ δὲ οὔτε τοιοῦτόν τι ἐγὼ ἀπεφηνάμην, | |
5 | ἐκείνων τε τῶν ἐπὶ τούτων διαβαλλόντων ἐμὲ, τὸ κρῖμα ἔνδικόν ἐστιν· λείπεται καὶ ὑμᾶς τῇ αὐτῇ ἐν‐ όχους φαίνεσθαι δίκῃ. Τί δὲ ἦν ὃ διέσυρον τὸν Ἀπό‐ στολον; Εἰρηκότος αὐτοῦ· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οἱ παρ’ Ἕλ‐ | |
10 | λησιν δοκοῦντες σοφοὶ, κωμῳδοῦντες αὐτὸν ἔφασκον· Οὐκοῦν ἐκ τῶν κακῶν ἐστι τὰ καλὰ, καὶ δεῖ τὴν κα‐ κίαν ἐπιτηδεύειν, ὅπως τῶν καλῶν ἐπιτύχωμεν. Ὁ δὲ Ἀπόστολος οὐ τοῦτο ἔλεγεν, ὅτι ἡ προσοχὴ τῶν κακῶν ἄγει τὰ ἀγαθά· ἀλλ’ ἐπὶ τοῦ παρεληλυθότος | |
15 | χρόνου ἐξέλαβεν αὐτό· ὅτι καίτοι καὶ τῆς ἁμαρτίας κρατησάσης, ἡ Χριστοῦ χάρις ὑπερπερισσεύσασα καὶ κατήργησεν θάνατον, καὶ ἀνάστασιν δέδωκεν, καὶ τῶν ἄνω ἠξίωσεν μόνον· καὶ ὅτι οὗτος αὐτῷ ὁ σκο‐ πὸς, καὶ οὐκ ἐκεῖνος ὃν κωμῳδοῦντες ἐκεῖνοι ἔλε‐ | |
20 | γον, δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Τί οὖν; ἁμαρ‐ τήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν; Μὴ γένοιτο. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ; Ἀλλὰ ταύτας τὰς λύσεις ἐνταῦθα οὐ προσφέρει. Οὐ γὰρ εἰς τοῦτο | |
25 | αὐτὸ συνέτεινεν ἡ ἀντίθεσις, ἀλλὰ τοῦτο μόνον βού‐ λεται δεῖξαι, ὅτι Ὅμοιον ἐκείνοις φατὲ, ὧν ὁ λόγος δί‐ κην ἕξει τὴν ἐσχάτην· ὥσπερ γὰρ ἐκεῖνοι ἐκ τῶν κακῶν τὰ καλά φασιν, οὕτως καὶ ὑμεῖς ἐκ τῆς ἑαυ‐ τῶν ἀδικίας τὴν νίκην τοῦ Θεοῦ λέγετε. | |
30 | «Τί οὖν; προεχόμεθα; Οὐ πάντως. Προαιτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ’ ἁμαρτίαν εἶναι· καθὼς γέγραπται, Ὅτι οὐκ ἔστι δίκαιος οὐ‐ δείς. Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἐχρειώθησαν· οὐκ ἔστι | |
35 | ποιῶν χρηστότητα· οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀν‐ εῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδο‐ λιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς | |
40 | ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἀνθυποφορά. Τί οὖν λέγεις, ὦ Παῦλε, πρότερον μὲν τῇ τιμωρίᾳ; Οὐδὲ μέσως, φησίν· πάντως· οὐ καθόλου ἀναιρῶν τὸ πρῶτον εἶναι ἐν τῇ τιμωρίᾳ τὸν | |
45 | Ἰουδαῖον, καίτοι γε ἀνωτέρω τοῦτο ποιήσας· ἀλλὰ φείδεται, μὴ δόξῃ ὡς ἐχθρὸς κατατρέχειν τῶν Ἰου‐ δαίων, καὶ κατήγορον αὐτῶν παρίστησι τὸν Δαβὶδ, τὰ ἁμαρτήματα αὐτῶν ἐκεῖνον ἐκκαλύπτειν ἐῶν. «Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ | |
95.461(50) | νόμῳ λαλεῖ.» Ἐπειδὴ πολλὴν αὐτῶν κατάῤῥησιν εἰσήγαγεν τὸν | |
Προφήτην λέγοντα, ἵνα μὴ ἀντιλέγῃ ὁ Ἰουδαῖος, ὅτι | 461 | |
95.464 | περὶ τῶν ἐθνῶν τὰ τοιαῦτα λέγει, προλαβὼν αὐτὸ ἀναιρεῖ, φάσκων, ὅτι οὐδήπου ὁ γραπτὸς νόμος Ἰου‐ δαίους ἀφεὶς, ἑτέροις διαλέγεται· νόμον δὲ ἡ Γραφὴ καὶ τοὺς προφήτας φησίν. | |
5 | «Ἵνα πᾶν στόμα φραγῇ.» Αἰνίττεται πάλιν τῶν Ἰουδαίων τὸ φρύαγμα, ἀπο‐ κλείων αὐτοῖς τὴν παῤῥησίαν· οὐ διὰ τοῦτο, φησὶν, [ὅτι διὰ τοῦτο] ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα· ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρ‐ | |
10 | τίαν. «Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Διότι ἐξ ἔργων τοῦ νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» Ὑπόδικός ἐστιν, ὁ ἑαυτῷ μὲν μὴ δυνάμενος βοη‐ | |
15 | θεῖν, τῆς ἑτέρου δὲ χρῄζων ἐπικουρίας. «Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.» Δικαιῶσαι μὲν οὐδένα, φησὶν, ὁ νόμος δύναται· τοῦτο δὲ μᾶλλον ἴσχυεν, τὸ διδάξαι τὴν ἁμαρτίαν· οὐ τοῦτο δὲ λέγει ὡς τοῦ θείου νόμου διδασκάλου ὄν‐ | |
20 | τος τῶν κακῶν· ἀλλ’ ὡς ἐλέγχοντος ἑκάστου, ἣν ἁμαρ‐ τάνει ἁμαρτίαν. Καὶ τοῦτο δὲ γέγονεν ἐκ τῆς Ἰου‐ δαίων ῥᾳθυμίας. Ὁ γὰρ νόμος, ἵνα φυλάττωνται τὸ κακὸν, δέδοται· ἐπειδὴ δὲ ἀναπεπτώκασιν, ἔλεγχος τῆς ἁμαρτίας αὐτῶν ἐστι. | |
25 | «Νῦν δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρω‐ ται.» Ἑλλήνων, φησὶν, τὸν φυσικὸν παραβαινόντων νό‐ μον, Ἰουδαίων δὲ, τὸν γραπτὸν, καὶ αὐτοῦ δὲ ἀσθε‐ νοῦντος δικαιῶσαι, τί ἔδει λοιπὸν, ἢ φανερωθῆναι | |
30 | τὴν τοῦ Θεοῦ δικαιοσύνην; Αὕτη δέ ἐστιν ἡ διὰ πί‐ στεως χάρις. «Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφη‐ τῶν· δικαιοσύνη δὲ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ἐπειδὴ χωρὶς τοῦ νόμου εἶπεν τὴν δικαίωσιν, καὶ | |
35 | εἶδεν τὸν Ἰουδαῖον θορυβούμενον, ἐπήγαγεν, ὡς οὐ καινοτομία τὸ λεγόμενον. Αὐτὸς γὰρ ὁ νόμος καὶ οἱ προφῆται, φησὶν, τὴν αὐτὴν δικαιοσύνην προανεκή‐ ρυττον. «Ἐπὶ πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι δια‐ | |
40 | στολή.» Πάλιν δείκνυσιν μηδὲν πλέον ἔχοντας τῶν ἐθνῶν ἐν τῷ δικαιοῦσθαι· μία γὰρ χάρις τοῖς πᾶσιν ἡπλοῦ‐ ται παρὰ τοῦ Θεοῦ, καὶ οὐκ ἔστι προσωπόληψις παρ’ αὐτῷ. Καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἔστι διαστολή. | |
45 | «Πάντες γὰρ ἥμαρτον.» Εἰ πάντες ὁμοίως ἥμαρτον, καὶ οὐδὲν διαφέρει τοῦ Ἕλληνος ὁ Ἰουδαῖος κατὰ τὴν ἁμαρτίαν· τί ὁ παρα‐ βάτης τὴν σωτηρίαν τὸ πλέον ζητεῖ; «Ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δικαιούμενοι | |
95.464(50) | δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Οἱ παραβαίνοντες τὸν νόμον, φησὶν, τιμωρίας ἀεὶ ὑπεύθυνοι· ὁ δὲ τιμωρίας ὑπεύθυνος, στεφανοῦ‐ σθαι ὀφείλει, ὥστε ὑστερεῖται τοῦ δοξασθῆναι παρὰ | |
55 | Θεοῦ. Ἀλλ’ οὗτοι, φησὶν, οἱ ὑστερούμενοι δικαιοῦν‐ | 463 |
95.465 | ται δωρεάν· καὶ πόθεν, ἢ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ; «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι.» | |
5 | Ὅρα πῶς ἀναμιμνήσκει τῶν ἐν τῇ Παλαιᾷ· οὗτός ἐστι, φησὶν, ὁ τύπος ἦν, ἐκεῖνο τὸ ἱλαστήριον, καὶ τοῦ αἵματος αὐτοῦ σύμβουλον ἐκεῖνο τὸ αἷμα τὸ ἁγιάζον τὸν λαόν. «Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» | |
10 | Ἔνδειξιν δικαιοσύνης, τὸ μὴ μόνον δειχθῆναι τὸν Θεὸν δίκαιον, ἀλλὰ καὶ δικαιοῦντα τοὺς πιστεύοντας εἰς Χριστόν. Ὥσπερ ἀμέλει καὶ ἔνδειξις πλούτου, τὸ καὶ ἑτέρους δύνασθαι πλουτίζειν μένοντα πλού‐ σιον. | |
15 | «Διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημά‐ των ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δι‐ καιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐ‐ τὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν.» Τουτέστι, τὴν νέκρωσιν· ἐνέκρωσαν γὰρ ἡμᾶς τὰ | |
20 | ἁμαρτήματα, κατὰ τὸ, Ψυχὴ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται, «Ποῦ οὖν ἡ καύχησις;» Κατασκευάσας τὸ δεῖσθαι αὐτοὺς τῆς χάριτος, θαῤῥῶν ἐπάγει τὸ μὴ δύνασθαι αὐτοὺς ἔτι καυχᾶσθαι | |
25 | ἐν νόμῳ· οὕτω γε, οὐχ ὅτι σώζειν οὐκ ἴσχυεν αὐτῶν τινα, ἀλλὰ καὶ κατέκρινεν. «Ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων; Οὐχί.» Οὐκ εἶπεν, ἀνῃρέθη, ἢ διέφθαρται, φειδόμενος τοῦ | |
30 | ἀκροατοῦ. «Ἀλλὰ διὰ νόμου πίστεως.» Ἐπειδὴ τῷ ὀνόματι τοῦ νόμου ἔβλεπεν μάλιστα τὸν Ἰουδαῖον προσκείμενον, τούτου ἕνεκα καὶ τὴν διὰ πίστεως χάριν ὀνομάζει πίστεως νόμον. | |
35 | «Λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.» Ἀντὶ τούτου, τὸ θαῤῥοῦμεν, τοῦτο ἐφανερώθη. «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· εἴπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν | |
40 | ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.» Πάλιν κοινὴν πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προ‐ θεὶς, γενναίως ἀγωνίζεται φάσκων· Ἐπειδὴ πάντων ἀνθρώπων ποιητής ἐστιν ὁ Θεὸς, τούτου χάριν τοὺς πάντας σώζει. Οὐ γὰρ ἔχει τις εἰπεῖν, ὡς Ἰουδαίων | |
45 | μέν ἐστι Θεὸς, τῶν δὲ ἐθνῶν οὔ· εἷς δὲ πάντων κτί‐ στης, πάντων ἐστὶ καὶ Σωτὴρ δηλονότι. «Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν.» | |
Ἐπειδὴ εἶπεν τὸν νόμον τῶν ἔργων ἐκκεκλεῖσθαι, | 465 | |
95.468 | ὡς μὴ δύνασθαι ἐν αὐτῷ καυχᾶσθαι, λοιπὸν τούτου χάριν ἐπάγει· Μὴ θορυβηθῇς, φησίν. Οὐ γὰρ νόμον ἡ πίστις ἀναιρεῖ, ἀλλὰ τὸν νόμον συνίστησι. Πῶς δὲ συνίστησιν; εἷς σκοπὸς τῷ νόμῳ, τὸ τὸν ἄνθρωπον | |
5 | σῶσαι· εἰ δὲ ἡ πίστις τοῦτο ποιεῖ, καὶ σώζει τῇ χάριτι, τὸν σκοπὸν δηλονότι τοῦ νόμου συν‐ ίστησιν. ΚΕΦΑΛ. Δʹ. «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά‐ | |
10 | τορα ἡμῶν κατὰ σάρκα;» Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον οἱ Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέ‐ ξατο πρῶτος, βούλεται διδάξαι, ὅτι κἀκεῖνος ἐκ πί‐ στεως ἐδικαιώθη· πατέρα δὲ αὐτὸν κατὰ σάρκα | |
15 | ἐκάλεσεν, ἐκβαλὼν αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. «Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύ‐ χημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει; | |
20 | Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Δύο εἰσὶ καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Πόλυ δὲ μεῖζον τοῦ ἀπὸ τῶν ἔργων τὸ ἀπὸ τῆς πίστεως· ὁ μὲν ἐπὶ τοῖς ἔργοις | |
25 | καυχούμενος, τοὺς οἰκείους ἔχει προβαλέσθαι πόνους, ὁ δὲ ἐπὶ τὸ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολὺ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δο‐ ξάσας καὶ μεγαλύνας τὸν Θεόν· καὶ ὁ μὲν ἐργαζό‐ μενος τὰς ἐντολὰς, ὑπήκουσεν αὐτῷ· ὁ δὲ πιστεύ‐ | |
30 | σας, τὴν προσήκουσαν ἔλαβεν περὶ αὐτοῦ δόξαν, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασεν καὶ ἐθαύμασεν· καὶ ἐκεῖνο μὲν τὸ καύχημα τοῦ κατ‐ ορθοῦντός ἐστιν. Τοῦτο δὲ Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ με‐ | |
35 | γάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν. «Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογί‐ | |
40 | ζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην.» Βούλει, φησὶ, τῆς πίστεως καὶ τῶν ἔργων εἰδέναι τὸ μέσον; Ἕκαστον ἀπὸ τέλους δοκίμαζε, καὶ εὑρή‐ σεις, τῶν μὲν ἐργαζομένων μισθὸν ὄντα τὸ τέλος, τῶν δὲ πιστευόντων δικαιοσύνην ὑπάρχειν τὸ πέρας. | |
45 | Ὁ μὲν γὰρ μὴ φονεύειν ἢ μοιχεύειν κατορθοῖ, ἢ τί τοιοῦτο· ὁ δὲ τὴν προσήκουσαν δόξαν λαμβάνει περὶ Θεοῦ, ὅτι τὸν ἀσεβῆ οὐ μόνον ἀπαλλάξαι δίκης ἰσχύει, ἀλλὰ καὶ δίκαιον ἀποφῆναι. «Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ | |
95.468(50) | ἀνθρώπου, οὗ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι ὧν ἀφεθήσαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.» Εἰπὼν τῆς πίστεως δικαιοσύνην, τὸν μισθὸν ἐπὶ τὸ | |
55 | μεῖζον αὔξων· μακαρισμὸν δὲ νῦν λέγει· ὅμοιον δὲ | 467 |
95.469 | ὡσεὶ λέγοι· εἰς μέσον προάγων μὲν τὸν Δαβίδ· Τίνι τὴν μακαριότητα δίδωσιν; τῷ ἐργαζομένῳ, ἢ τῷ πιστεύοντι; μακαριότητα δὲ λέγει τὴν κορυφὴν τῶν ἁπάντων ἀγαθῶν. | |
5 | «Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὖν ἐλο‐ γίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ’ ἐν ἀκροβυστίᾳ.» | |
10 | Δεῖξαι βούλεται τὴν πίστιν πρὸ περιτομῆς ὑπάρ‐ χουσαν, ἐπειδὴ τῇ περιτομῇ μέγα ἐφρόνουν Ἰου‐ δαῖοι· κατασκευάζει δὲ αὐτὸ ἐκ τοῦ Ἀβραὰμ, δεικνὺς αὐτὸν πρῶτον πιστεύσαντα καὶ δικαιωθέντα, εἶτα μετὰ ταῦτα λαβόντα τὴν περιτομὴν, καὶ αὐτὴν διὰ | |
15 | χρείαν τῶν μετὰ ταῦτα, οὐ δι’ ἑαυτόν. «Καὶ σημεῖον ἔλαβεν περιτομὴν, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίαν, εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην, | |
20 | καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκρο‐ βυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.» Διὰ τοῦτο μετὰ τὴν πίστιν περιετμήθη, φησὶν, ἵνα καὶ τὸ γένος τὸ ἐξ αὐτοῦ κατὰ σάρκα μὴ μισῆται | |
25 | τὴν πίστιν τοῦ Ἀβραὰμ, καὶ γένηται διὰ τῶν ἀμφο‐ τέρων τῆς πίστεως πατὴρ, πρῶτον μὲν τῶν ἐθνῶν, καθὸ καὶ ἐν ἀκροβυστίᾳ ἔσχεν τὴν πίστιν· δεύτερον δὲ τῶν ἐν περιτομῇ· καὶ οὐχ ἁπλῶς τῶν ἐν περι‐ τομῇ, ἀλλὰ τῶν μιμουμένων τὴν πίστιν αὐτοῦ, ἧς | |
30 | καὶ σημεῖον γέγονεν ἡ περιτομή. Διὸ καὶ ἐπήγαγε, τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ· ὥστε εἰ ἐκ‐ βάλλοιεν οἱ Ἰουδαῖοι τὴν πίστιν, λανθάνοντες ἐκβάλ‐ λοντες τὴν περιτομήν. Εἰ γὰρ σημεῖον τῆς πίστεως | |
35 | ἡ περιτομὴ, ἀναιροῦσι δὲ ἐκεῖνο τὸ πρᾶγμα, τουτ‐ έστιν ἧς καὶ σημεῖον ἡ περιτομὴ, τίς ἔτι τῆς σφρα‐ γίδος ἡ χρεία; Εἰ γὰρ οὐ δεικνύει τὸν στρατιώτην, περιττὴ καὶ ἀνόνητος. «Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ | |
40 | τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον εἶναι κόσμου, ἀλλὰ δικαιοσύνης πίστεως.» Δείξας προτερεύουσαν τὴν πίστιν τῆς περιτομῆς, δείκνυσι πάλιν, ὡς καὶ ἡ πλήρωσις τῆς ἐπαγγελίας πρὸς Ἀβραάμ. | |
45 | «Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαῖαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρ‐ | |
95.469(50) | ματι· οὐ τῷ ἐκ τοῦ νόμου, ἀλλὰ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, καθὼς γέ‐ γραπται.» Εἰ ἐκ τῶν ἔργων, φησὶν, τοῦ νόμου πιστεύομεν τὴν ἐπαγγελίαν λαβεῖν, περιττὴ ἡ πίστις. Περιττῆς | |
55 | δὲ γενομένης αὐτῆς καὶ ἀργῆς, οὐ δύναται μένειν ἡ | 469 |
95.472 | ἐπαγγελία. Πῶς δέ, ἄκουε. Νόμος ἐπικαταράτους ποιεῖ καὶ τιμωρίας ἐνόχους· ἄνθρωπος δὲ ὑπεύθυνος κατάρᾳ καὶ δίκῃ οὐδέποτε κληρονομίας ἂν τύχοι. Εἰ δὲ τὸν νόμον παρέντες, σκοπήσομεν τὴν πίστιν τὴν | |
5 | ἄνευ ἔργων δικαιοῦσαν, τῇ δικαιοσύνῃ χάριν ὀφειλο‐ μένην εὑρήσομεν· εἰ δὲ ὀφείλεται χάρις καὶ δικαιο‐ σύνη καὶ ἁγιασμὸς τῷ πιστεύοντι, ὡς ἐν τοῖς ὀπίσω δεδήλωται, δῆλον ὅτι καὶ τῆς κληρονομίας τῆς ἐπαγ‐ γελίας μεταλαβεῖ. Οὐκοῦν εἰ ὁ νόμος ἐπικαταράτους | |
10 | ποιεῖ, ἡ δὲ πίστις δικαιοῖ, τοῖς δικαιουμένοις, οὐ τοῖς καταράτοις, ἡ ἐπαγγελία μένει. «Ὅτι πατέρα πολλῶν ἐθνῶν ἔθηκά σε· κατέναντι οὗ ἐπίστευσεν Θεοῦ.» Τῶν διὰ πίστεως δηλονότι, ἵνα μὴ λέγοιεν οἱ Ἰου‐ | |
15 | δαῖοι, ὅτι Ἰσμαηλιτῶν καὶ Ἀγαρηνῶν, καὶ Ἰδου‐ μαίων, ἐπήγαγεν, οὗ ἐπίστευσεν κατέναντι Θεοῦ· τὸ δὲ, κατέναντι, ἀντὶ τοῦ, ὁμοίως. Λέγει οὖν, ὥσπερ ὁ Θεὸς, ᾧ καὶ ἐπίστευσεν Ἀβραὰμ, πάντων ἐστὶν ἄρχων τῶν ἐθνῶν, ὡσαύτως καὶ Ἀβραὰμ | |
20 | πατήρ ἐστι πάντων τῶν ἐθνῶν. Εἰ δὲ μὴ πάντων, ἀλλὰ τῶν προειρημένων, οὐδὲ χώραν εἶχεν ἡ δωρεὰ, καθὸ μηδὲ διδομένης αὐτῆς, πάντων τῶν ἐξ αὐτοῦ ὑπῆρχεν πατὴρ κατὰ τὸν τῆς φύσεως νόμον, Ἕκα‐ στος γὰρ τῶν ἐξ ἑαυτοῦ ὑπάρχει πατήρ· δείκνυται | |
25 | ἄρα, ὡς πάντων τῶν ἐθνῶν πατέρα αὐτὸν εἶναί φησιν. «Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.» Ὅτι περὶ τῶν ἐθνῶν, τῶν μὴ ἐξ αὐτοῦ τὸ γένος | |
30 | ἐχόντων, πατέρα τίθησι τὸν Ἀβραὰμ, δῆλον μὲν καὶ ἐκ τοῦ κατέναντι εἰπεῖν, καὶ ἐκ τοῦ ἐπαγαγεῖν δὲ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, δηλῶν τὴν ἐκ νε‐ κρῶν σωμάτων τοῦ Ἰσαὰκ γονὴν, ὅτι δι’ αὐτοῦ πολ‐ λῶν γέγονεν πατὴρ ἐθνῶν, διὰ τὴν ἐξ αὐτοῦ συμ‐ | |
35 | βᾶσαν τῷ κόσμῳ σωτηρίαν· τουτέστι Χριστὸν εἰς ὃν πάντα τὰ ἔθνη πιστεύσαντα χώραν δεδώκασι τῷ Ἀβραὰμ αὐτῶν καλεῖσθαι πατέρα. «Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι πατέρα αὐτὸν πολλῶν ἐθνῶν, κατὰ τὸ εἰ‐ | |
40 | ρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθε‐ νήσας τῇ πίστει, κατενόησεν τὸ αὐτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγε‐ λίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυ‐ | |
45 | ναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληρο‐ φορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Παρ’ ἐλπίδα μὲν, τὴν ὅσον ἐν ἀνθρώποις, ἐπ’ ἐλπίδι δὲ, τῇ εἰς Θεὸν λέγει.» | |
95.472(50) | «Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.» | |
Ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; | 471 | |
95.473 | ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου, μᾶλλον δὲ καὶ πολλῷ πλέον· τοσ‐ αύτη γὰρ ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. | |
5 | «Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν.» Ἵνα τὰς ἁμαρτίας ἡμῶν ἀνενέγκῃ ἐπὶ τοῦ ξύ‐ λου. «Καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.» Διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα δι‐ | |
10 | καίους ἡμᾶς ἐργάσηται. ΚΕΦΑΛ. Εʹ. «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ.» | |
15 | Πολλὰ διαλεχθεὶς περὶ πίστεως παραίνεσιν εἰσ‐ φέρει περὶ βίου λαμπροῦ. Ἐπειδὴ τὴν πίστιν τῆς διὰ τῶν ἔργων δικαιοσύνης προέθηκεν, ἵνα μὴ νομίσῃ τὶς ῥᾳθυμίας ὑπόθεσιν γεγραμμένον εἶναι τὸ λεγόμενον, φησὶν, εἰρήνην | |
20 | ἔχωμεν, τουτέστι μηκέτι ἁμαρτάνωμεν· τοῦτο γάρ ἐστιν πόλεμον ἔχειν πρὸς τὸν Θεόν. «Δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν.» Εἰ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμημένους, φησὶν, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ | |
25 | ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαγέναι τῷ Πατρί. «Τῇ πίστει.» Τὰ μὲν αὐτοῦ ποικίλα, φησὶν, καὶ πολλὰ καὶ διά‐ φορα· καὶ γὰρ ἀπέθανεν δι’ ἡμᾶς, καὶ κατήλλαξεν | |
30 | ἡμᾶς καὶ προσήγαγεν, καὶ χάριν δέδωκεν ἄφατον· ἡμεῖς δὲ τὴν πίστιν μόνον εἰσενέγκαμεν. «Εἰς τὴν χάριν αὐτὴν ἐν ᾗ ἑστήκαμεν.» Τὸ ἀξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλά‐ νης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι· τὸ | |
35 | πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγα‐ θῶν. «Καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.» Δύο τέθεικεν, τὰ παρόντα, καὶ τὰ μέλλοντα· τὸ μὲν γὰρ εἰπεῖν τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν, | |
40 | ἅπερ ἐλάβομεν ἀγαθά. Τὸ δὲ εἰπεῖν, καὶ καυχώ‐ μεθα ἐπ’ ἐλπίδι, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλί‐ ψεσιν.» Τί λέγω, φησὶν, τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχή‐ | |
45 | σεως; Αὐτὰ μὲν οὖν τὰ παρόντα λυπηρὰ, ἱκανὰ ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι μεγαλοφρονεῖν ἐπ’ αὐ‐ τοῖς. Καὶ καλῶς, καυχώμεθα, ἵνα κἂν τῷ οἰκείῳ προσώπῳ εἰσάγῃ τὴν παραίνεσιν. «Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, | |
95.473(50) | ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα.» | |
Ἐπειδὴ παράδοξον ἦν τὸ λεγόμενον, τοῦ τὰ λυ‐ | 473 | |
95.476 | πηρὰ ἡδονὴν αὐτοῖς ἐμποιεῖν, καὶ καύχημα, πιστοῦ‐ ται αὐτῷ λογισμῷ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἔχει μὲν καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν ἡ ὑπομονὴ καὶ ἡ θλίψις, καὶ εὐδόκιμον ποιεῖ τὸν πει‐ | |
5 | ραζόμενον· συντελεῖ δέ τι πρὸς τὰ μέλλοντα. Τὴν γὰρ ἐλπίδα ἀκμάζειν ποιεῖ ἐν ἡμῖν· οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συν‐ ειδός. «Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅτι ἡ ἀγάπη τοῦ | |
10 | Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύ‐ ματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἔτι γὰρ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα καὶ τολμᾷ τις ἀποθα‐ | |
15 | νεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Πολλῷ οὖν μᾶλλον δικαιω‐ θέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι’ αὐ‐ τοῦ ἀπὸ τῆς ὀργῆς.» | |
20 | Ἑτέρα πάλιν κατασκευὴ, ἀφ’ ὧν εἰλήφαμεν ἀγα‐ θῶν. «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλα‐ γέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» | |
25 | Ἀπὸ τοῦ μείζονος ἑτέρα κατασκευὴ, πολλῷ πλέον ἦν, φησὶν, ἐχθροὺς ὄντας καταλλαγῆναι, ἢ [τὸ μεῖζον] τὸ καταλλαγέντας ἐν τῇ ἀγάπῃ μεῖναι. Εἰ δὲ τὸ μεῖζον ἐποίησεν ἀποθανὼν ὑπὲρ ἡμῶν ἔτι ὄντων ἁμαρτωλῶν, πῶς οὐχὶ καὶ τὸ ἔλαττον ποιήσει; Σκόπει | |
30 | δὲ διὰ πόσων βούλεται πιστώσασθαι περὶ τῶν μελλόν‐ των αὐτούς. Πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώ‐ μης ἐντρέπει, εἰπὼν ὅτι ἐπληροφορήθη ὁ Ἀβραὰμ, ὅτι ὃ ἐπηγγείλατο ὁ Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι. Δεύτερον, ἀπὸ τῆς χάριτος τῆς δοθείσης. Τρίτον, | |
35 | ἀπὸ τῆς θλίψεως, ὅτι ἱκανή ἐστιν εἰς ἐλπίδα ἡμᾶς ἀγαγεῖν, καὶ ἀπὸ τοῦ Πνεύματος πάλιν, ὅπερ ἐλάβο‐ μεν. Λοιπὸν δὲ, καὶ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τῆς ἡμετέρας κακίας, ἣν πρόσθεν κατεσκεύασεν. Καὶ δο‐ κεῖ μὲν εἶναι τὸ εἰρημένον, εὑρίσκεται δὲ πολλά. | |
40 | Πρῶτον μὲν, ὅτι ἀπέθανεν· δεύτερον, ὅτι ὑπὲρ ἀσε‐ βῶν· τρίτον, ὅτι κατήλλαξεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρο‐ νόμους. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ, | |
45 | διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.» Οὐ μόνον ἐσώθημεν, φησὶν, ἀλλὰ καὶ καυχώμεθα, δι’ αὐτὸ τοῦτο, διὸ νομίζει τις ἡμᾶς αἰσχύνεσθαι· τὸ γὰρ ὑπερβολῇ πονηρίας ζῶντας σωθῆναι, τοῦ σφόδρα | |
95.476(50) | ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος μέγιστον σημεῖόν ἐστιν. Οὐ γὰρ διά τινος ἑτέρου, ἀλλὰ δι’ αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. | |
«Διὰ τοῦτο, ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία | 475 | |
95.477 | εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θά‐ νατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος εἰσῆλθεν.» Ἔστι μὲν δὲ, πάλιν τὸ εἰρημένον τῆς δικαιοσύνης | |
5 | ἡμῶν, ἧς εἰλήφαμεν, κατασκευή· ἐλήφθη δὲ ἐκ τοῦ ἐναντίου. «Ἐφ’ ᾧ πάντες ἥμαρτον.» Τὸ ἐφ’ ᾧ, ἀντὶ τοῦ, δι’ οὗ· λέγει δὲ, ὅτι ὥσπερ ἐκείνου πεσόντος, τουτέστι τοῦ Ἀδὰμ, καὶ οἱ μὴ φα‐ | |
10 | γόντες ἀπὸ τοῦ ξύλου, γεγόνασιν ἐξ ἐκείνου πάντες θνητοί· οὕτω καὶ ἀναστάντος Χριστοῦ καὶ ἐγερθέν‐ τος, πᾶν τὸ σῶμα τῆς ἀθανασίας μετέλαβεν. «Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ.» Τὸ ἄχρι νόμου, ἀντὶ τοῦ, ἕως τῶν τῆς ἐπιδημίας | |
15 | καιρῶν· τέλος γὰρ νόμου Χριστὸς, κατὰ τὸ γε‐ γραμμένον. Λέγει οὖν, ὡς διὰ μὲν τοῦ Ἀδὰμ εἰσῆλ‐ θεν εἰς τὸν κόσμον ἡ ἁμαρτία, ἔμεινεν δὲ μέχρι τῶν καιρῶν τῆς ἐπιδημίας βασιλεύουσα, καταργεῖται δὲ ὑπὸ Χριστοῦ. | |
20 | «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.» Εἰπὼν, πόσον ἐβασίλευσε χρόνον ἡ ἁμαρτία, λέγει καὶ ἐκ ποίου χρόνου εἰς τὸν κόσμον εἰσῆλθεν· καὶ ποῖος ὁ χρόνος, ἢ ὁ τῆς παραβάσεως τῆς ἐντολῆς, ἧς παραβέβηκεν Ἀδὰμ, ἣν καὶ νόμον ἡ θεία προσαγο‐ | |
25 | ρεύει Γραφή; Φησὶν οὖν ὡς διὰ τῆς ἐντολῆς χώραν ἔσχεν ἡ ἁμαρτία. Ἠπάτησε γὰρ δι’ αὐτῆς τὸν Ἀδὰμ ὁ ὄφις. «Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ τοῦ Ἀδὰμ μέ‐ χρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ | |
30 | τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.» Ἐμμένει τῷ διηγήματι περὶ τοῦ χρόνου λέγων τῆς ἁμαρτίας, καὶ πολλάκις περὶ αὐτοῦ ἡμῖν διαλέ‐ γεται, ἵνα μαθόντες ἀκριβῶς τὴν δύναμιν τῆς ἁμαρ‐ τίας, δοξάζωμεν τὸν καταργήσαντα αὐτὴν διὰ τῆς | |
35 | ἰδίας σαρκός· κατήργησεν δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. «Ὅς ἐστι τύπος τοῦ μέλλοντος.» Τοῦ μέλλοντος μὲν, τουτέστι Χριστοῦ. Λέγει δὲ, ὅτι ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε μὴ φαγοῦσιν | |
40 | ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου, τοῦ διὰ τὴν βρῶσιν εἰσαχθέντος, οὕτως καὶ ὁ Χριστὸς τοῖς ἐξ αὐ‐ τοῦ οὐ δικαιοπραγήσασι γέγονε πρόξενος δικαιοσύ‐ νης, ἣν διὰ τοῦ σταυροῦ πᾶσιν ἡμῖν ἐχαρίσατο. «Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρι‐ | |
45 | σμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ, ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.» Εἰ ἁμαρτία, φησὶ, τοσοῦτον ἴσχυσεν, καὶ ἁμαρτία | |
95.477(50) | ἀνθρώπου ἑνός· πῶς οὐχὶ μᾶλλον περισσεύσει μει‐ ζόνως χάρις Θεοῦ; Καὶ χάρις, καὶ οὐ Πατρὸς μόνον, | |
ἀλλὰ καὶ Υἱοῦ. Πολλῷ γὰρ τοῦτο εὐλογώτερον. | 477 | |
95.480 | «Καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χά‐ ρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.» Δείξας ὅτι εὔλογον, δείκνυσιν, ὅτι καὶ ἀναγκαῖον. | |
5 | Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τὸν μὲν θάνατον καὶ τὸ κατάκριμα μία ἴσχυσεν ἁμαρτία εἰσενεγκεῖν· ἡ δὲ χάρις οὐ τὴν μίαν ἐκείνην ἀνεῖλεν ἁμαρτίαν μόνον, ἀλλὰ καὶ τὰς δι’ ἐκείνην ἐπελθούσας. Ἵνα γὰρ μὴ τὸ ὡς οὕτως ἀκούων, ὅμοιον νομίσῃς τῷ κατακρί‐ | |
10 | ματι τὸ χάρισμα· μηδὲ πάλιν τὸν Ἀδὰμ, ἀκούων ἐκείνην ἀνῃρῆσθαι μόνον τὴν ἁμαρτίαν νομίσῃς, ἣν ἐκεῖνος εἰσήνεγκεν, ἀλλὰ καὶ πάσας τὰς λοιπὰς, διδά‐ σκει λέγων· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτω‐ μάτων εἰς δικαίωμα. | |
15 | «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβα‐ σίλευσεν διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβά‐ νοντες ἐν ζωῇ βασιλεύουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χρι‐ στοῦ. Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάν‐ | |
20 | τας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Ἀποφηνάμενος, ὅτι οὐ τοσοῦτον ὠφέλησεν μόνον Χριστὸς, ὅσον ἔβλαψεν ὁ Ἀδὰμ, ἀλλὰ πολλῷ πλέον | |
25 | καὶ μείζονα, ἀναγκαίως τοῦ λόγου ἐπάγει τὴν κατα‐ σκευήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί τὸν θάνατον ὥπλισε; Τὸ φαγεῖν ἀπὸ τοῦ ξύλου μόνον τὸν ἕνα ἄν‐ θρωπον. Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώματος, ὅταν εὑρεθῶσί τινες πολλῷ | |
30 | μείζονα τῆς ἁμαρτίας ἐκείνης λαβόντες χάριν καὶ δικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν ὑπεύθυνοι τῷ θανάτῳ; Καὶ διὰ τοῦτο οὐκ εἶπεν, χάριν, ἀλλὰ περισσείαν χάριτος. Οὐ γὰρ ὅσον ἐχρῄζομεν εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν, τοσοῦτον ἐλάβομεν μό‐ | |
35 | νον ἐκ τῆς χάριτος, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ γὰρ καὶ κολάσεως ἀπηλλάγημεν, καὶ κακίαν ἀπεδυσά‐ μεθα πᾶσαν, καὶ ἀνεγεννήθημεν ἄνωθεν, καὶ ἀνέστη‐ μεν, τοῦ παλαιοῦ ταφέντος ἀνθρώπου, καὶ ἐλυτρώ‐ θημεν καὶ ὑγιάσθημεν, καὶ εἰς υἱοθεσίαν ἀνήχθημεν, | |
40 | καὶ ἐδικαιώθημεν, καὶ ἐγενόμεθα ἀδελφοὶ τοῦ Μονο‐ γενοῦς, καὶ συγκληρονόμοι, καὶ συμμέτοχοι αὐτοῦ κατέστημεν· καὶ σὰρξ αὐτοῦ ἐσμεν, καὶ ὥσπερ σῶ‐ μα κεφαλῇ, οὕτως ἡνώμεθα τῷ Χριστῷ. Καὶ ταῦτα πάντα περισσείαν χάριτος ἐκάλεσεν ὁ Παῦλος, δει‐ | |
45 | κνὺς ὅτι οὐ φάρμακον μόνον ἐλάβομεν ἀντίῤῥοπον τοῦ πράγματος, ἀλλὰ καὶ ἰατρείαν καὶ εὐμορφίαν καὶ τιμὴν, καὶ δόξαν καὶ ἀδοξίαν πολὺ τὴν ἡμετέ‐ ραν ὑπερβαίνοντα φύσιν. Διὰ τί ποτὲ εἰς πάντας ἀνθρώπους, ποτὲ δὲ οἱ | |
95.480(50) | πολλοί; Ἐπειδὴ ὁ μὲν κοινὸς θάνατος κατὰ πᾶν | |
ἐκράτησεν, ὁ δὲ κατὰ προαίρεσιν εἰς πολλούς. Ἀμ‐ | 479 | |
95.481 | φοτέροις ἀντέθηκεν τὴν διὰ τοῦ Χριστοῦ γενομένην ἀναλογίαν. «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώ‐ που ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί.» | |
5 | Πάλιν τῷ προτέρῳ κέχρηται λογισμῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει. «Οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κα‐ τασταθήσονται οἱ πολλοί.» Πάλιν ἐπαγωνίζεται ἐπεξερχόμενος ταῖς κατα‐ | |
10 | σκευαῖς. Ταῦτα δὲ πάντα, φησὶν, διὰ τὸ λέγειν Ἰου‐ δαίους, μὴ δύνασθαι τὸν Χριστοῦ θάνατον δικαιῶσαι τὴν οἰκουμένην. Τὸ δὲ, ἁμαρτωλοὶ κατεστάθησαν πολλοὶ, ἀντὶ τοῦ, ὑπεύθυνοι τῷ διὰ τὴν ἁμαρτίαν θανάτῳ, λέγει. | |
15 | «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παρά‐ πτωμα.» Δείξας ἀπὸ μὲν τοῦ Ἀδὰμ καταδικασθεῖσαν τὴν οἰκουμένην, ἀπὸ δὲ τοῦ Χριστοῦ δικαιωθεῖσαν καὶ σωθεῖσαν ἐκ τῆς καταδίκης, εὐκαίρως καὶ περὶ τοῦ | |
20 | νόμου ζητεῖ τὴν περὶ αὐτοῦ δόξαν ὑποτεμνόμενος. Λέγει οὖν ὡς οὐ μόνον οὐκ ὠφέλησεν οὐδὲν, ἀλλὰ καὶ ηὐξήθη τὸ νόσημα παρεισελθόντος αὐτοῦ· τὸ δὲ, ἵνα πλεονάσῃ, οὐκ αἰτιολόγον ἐστὶν, ἀλλὰ ἀπὸ τῆς ἐκ‐ βάσεως εἰλημμένον. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος | |
25 | ἵνα πλεονάσῃ ἡ ἁμαρτία· ἀλλ’ ἐδόθη μὲν, ὥστε μειῶ‐ σαι τὸ παράπτωμα. Ἐξέβη δὲ εἰς τοὐναντίον, οὐ παρὰ τὴν τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξα‐ μένων ῥᾳθυμίαν. Παρεισῆλθεν δὲ, εἶπεν, καὶ οὐκ, εἰσῆλθεν, δεικνὺς πρόσκαιρον αὐτοῦ τὴν χρείαν, καὶ | |
30 | οὐ κυρίως προηγουμένην. «Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ἵνα, ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου | |
35 | ἡμῶν.» Οὐ γὰρ κολάσεως ἀπήλλαξε μόνον, ἀλλὰ καὶ τὰ μυρία ἃ προείπομεν δέδωκεν ἡμῖν ἀγαθά· πῶς δὲ ἐπλεόνασεν ἡ ἁμαρτία; Μυρίας δέδωκεν ὁ νόμος ἐν‐ τολὰς, βουλόμενος πανταχόθεν στηρίσαι τὸν ἄνθρω‐ | |
40 | πον. Πασῶν δὲ παραβαινομένων, εἰκότως πλείων ἡ ἁμαρτία. ΚΕΦΑΛ. ϛʹ. «Τί οὖν ἐροῦμεν; ἐπιμένω τῇ ἁμαρτίᾳ, ἵνα ἡ χά‐ ρις πλεονάσῃ; Μὴ γένοιτο· οἵτινες ἀπεθάνομεν τῇ | |
45 | ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» Εἰς τὸ προειρημένον πάλιν ἐπανακάμπτει λόγον· ὁ δὲ νοῦς οὗτος· Διασύροντές τινες τὸν Ἀπόστολον, ἔλεγον· Ἐπειδὴ μέγα ἡμάρτομεν, μὴ ἀποστῶμεν ἁμαρτάνοντες, ἵνα πλείων ἡ χάρις δοθῇ· ἀναιρεῖ δὲ | |
95.481(50) | τοῦτο, πρῶτον μὲν, τῇ ἀπαγορεύσει, λέγων, μὴ γέ‐ νοιτο! ὥσπερ ἐπὶ τῶν ὁμολογουμένων κακῶν εἴωθε τίθεσθαι. Ἔπειτα καὶ ἀναντιῤῥήτῳ λογισμῷ· Οἵτι‐ νες, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ζήσομεν | |
ἐν αὐτῇ; Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Νεκροὶ γεγόνα‐ | 481 | |
95.484 | μεν τῇ ἁμαρτίᾳ, πιστεύσαντες καὶ φωτισθέντες· τὸ δὲ νεκροὶ, ὥστε μὴ ὑπακούειν αὐτῇ λοιπόν. «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συν‐ | |
5 | ετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀνα‐ | |
10 | στάσεως ἐσόμεθα.» Ἐπειδὴ ἀσφαλὲς ἦν τὸ εἰρημένον, ἐπεξηγεῖται ἡμῖν αὐτό. Τί οὖν ἐστιν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν ὥσπερ ἐκεῖνος. Σταυρὸς γάρ ἐστι τὸ βάπτισμα· ὅπερ οὖν ὁ | |
15 | σταυρὸς τοῦ Χριστοῦ καὶ ὁ τάφος, τοῦτο ἡμῖν γέγονεν τὸ βάπτισμα, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν. Αὐτὸς μὲν γὰρ σαρκὶ ἀπέθανεν καὶ ἐτάφη, ἡμεῖς δὲ ἁμαρτίᾳ ἀμφότερα. Διὰ τοῦτο οὐδὲ, σύμφυτοι γεγόναμεν τοῦ θανάτου, εἶπεν, ἀλλὰ τῷ ὁμοιώματι τοῦ θανάτου· | |
20 | θάνατος μὲν γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀλλ’ οὐχὶ τοῦ αὐτοῦ ὑποκειμένου· ἀλλ’ ὁ μὲν σαρκὸς, ὁ τοῦ Χρι‐ στοῦ· ὁ δὲ ἁμαρτίας, ὁ ἡμέτερος. «Ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη.» Οὐκ εἶπεν, ἐσταύρωται, ἀλλὰ, συνεσταύρωται, | |
25 | ἐγγὺς φέρων τὸ βάπτισμα τοῦ θανάτου. «Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας.» Σῶμα ἁμαρτίας τὴν πονηρίαν πᾶσαν καλεῖ· ὥσπερ γὰρ ἄνθρωπον παλαιὸν λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶμα τοῦ ἀνθρώπου ἐκείνου, τὴν ἀπὸ δια‐ | |
30 | φόρων μερῶν πονηρίας συγκειμένην κακίαν. «Τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.» Ταύτῃ, φησὶν, αὐτὸ εἶναι βούλομαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ’ ὥστε μὴ | |
35 | ἁμαρτάνειν. Ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τοῦ ἁμαρτάνειν, νεκρὸς κείμενος, οὕτω καὶ τὸν ἀναβάντα ἄγει ἀπὸ τοῦ βαπτίσματος. Ἐπειδὴ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διὰ πάντος τῇ ἁμαρτίᾳ. | |
40 | «Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσωμεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει.» Τὸν στέφανον ἐπάγει ταχέως τῶν ἀγώνων· μέ‐ γιστον δὲ καὶ πρὸ τοῦ στεφάνου ἡμῖν ἀγαθὸν γίνε‐ | |
45 | ται, τὸ κοινωνῆσαι τῷ Δεσπότῃ. «Θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπ‐ έθανεν τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.» Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν τῷ θανάτῳ· ἀλλὰ διὰ τὴν ἁμαρτίαν τὴν ἡμετέραν ἀπέθανεν, ἵνα | |
95.484(50) | αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναμιν ἅπασαν. «Ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» | |
Τουτέστιν ἀκαταλύτως, ὥστε μηκέτι κρατεῖσθαι | 483 | |
95.485 | ὑπὸ τοῦ θανάτου· εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁμαρτίαν, πολὺ μᾶλλον νῦν οὐκ ἀποθανεῖται κατα‐ λύσας αὐτήν. | |
5 | «Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι, νε‐ κροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χρι‐ στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτίᾳ.» Ἐπειδὴ περὶ τῆς τοῦ Χριστοῦ ζωῆς διελέχθη, | |
10 | ἵνα μή τις λέγῃ, Τί οὖν πρὸς ἡμᾶς τὸ εἰρη‐ μένον; τὰ τοιαῦτα ἐπάγει λέγων· Εἰ νεκροὺς ὄντας ἀνέστησεν, πολλῷ μᾶλλον ζῶντας κατασχεῖν δυνήσεται. Οὐκ εἶπεν, τυραννείτω, ὅπερ ἀνάγκη ἦν ἀλλὰ | |
15 | μὴ βασιλευέτω, ὅπερ ἐστὶ προαιρέσεως. «Ἐν τῷ θνητῷ ἡμῶν σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, καὶ τὰ | |
20 | μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσῃ.» Τὸ σῶμα ἡμῶν πρὸ τῆς Χριστοῦ παρουσίας εὐχεί‐ ρωτον ἦν τῇ ἁμαρτίᾳ. Οὔτε γὰρ Πνεῦμα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισμα τὸ νεκρῶσαι δυνάμενον τὴν | |
25 | ἁμαρτίαν. Ἐπειδὴ δὲ Χριστὸς παραγέγονεν, καὶ βάπτισμα ἐλάβομεν, καὶ τὸ Πνεῦμα διὰ βαπτίσμα‐ τος, γέγονεν ἡμῖν εὐχειρῆ τὰ παλαίσματα. «Οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν· τί οὖν, ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλὰ | |
30 | ὑπὸ χάριν; Μὴ γένοιτο!» Τοῦτο δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶ‐ νας. «Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δού‐ λους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, | |
35 | ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιο‐ σύνην;» Ἀντίθεσιν θεὶς τὴν λέγουσαν, Τί οὖν; ἁμαρτή‐ σομεν; καὶ πρώτην αὐτὴν λύσιν ἐπαγαγὼν, τὴν ἐξ ἀπαγορεύσεως, μὴ γένοιτο εἰπὼν, ἐπάγει καὶ τὴν | |
40 | δευτέραν ἀπὸ τοῦ ἐχθροῦ, τρίτην τὴν ἀπὸ τῆς κολά‐ σεως· ἡ δὲ ἀπὸ τοῦ ἐχθροῦ αὕτη ἐστίν· Οὐκ οἴ‐ δατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε; Ὅμοιον ὡσεὶ λέγοι· Οὔπω λέγω τὴν γέενναν, οὐδὲ τὴν πολλὴν | |
45 | ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γένησθε, καὶ ἑκόντες δοῦλοι, καὶ ἁμαρτίᾳ δοῦλοι, καὶ ἐπὶ τῷ τοιούτῳ μισθῷ ὥστε πάλιν ἀπο‐ θανεῖν. Εἰ γὰρ πρὸ τοῦ βαπτίσματος θάνατον εἰρ‐ γάσατο σωματικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θερα‐ | |
95.485(50) | πείας τὸ ἕλκος, ὥστε τὸν Δεσπότην ἁπάντων εἰς θάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, μετὰ τὴν τοσαύτην δωρεὰν καὶ ἐλευθερίαν λαμβάνουσά σε ἑκόντα αὐτὴν πάλιν κλινόμενον, τί οὐκ ἐργά‐ | |
σηται; | 485 | |
95.488 | «Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρ‐ τίας.» Ἀναμιμνήσκει πάλιν τῶν εὐεργεσιῶν, ὅτι τε με‐ γάλων ἀπηλλάγησαν κακῶν· καὶ οὐκ ἐξ οἰκείων | |
5 | πόνων, ἀλλ’ ἐκ χάριτος Θεοῦ. «Ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.» Τὸ μὲν, ἐκ καρδίας, τὸ αὐτεξούσιον δηλοῖ· τὸ παρεδόθητε, τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν αἰνίτ‐ | |
10 | τεται. «Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώ‐ θητε τῇ δικαιοσύνῃ.» Δύο ἐνταῦθα δείκνυνται τοῦ Θεοῦ δωρεαὶ, τό τε ἁμαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιο‐ | |
15 | σύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄμεινόν ἐστι. «Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρ‐ κὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνο‐ μίαν.» | |
20 | Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν βίου, νεκροὺς εἶναι κελεύων, δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογ‐ κον ἀπαιτεῖ, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦ‐ φον, ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει λέγων, ἀνθρώπινον λέγω, ὡσανεὶ ἔλεγεν, ἀπὸ τῶν ἐν συν‐ | |
25 | ηθείᾳ γινομένων. «Οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.» Ὅτε ἐν πονηρίᾳ ἔζητε καὶ ἀσεβείᾳ, μετὰ τοσ‐ | |
30 | αύτης ἔζητε ὑπακοῆς, ὡς μηδὲν καθόλου πράττειν καλόν· τοῦτο γάρ ἐστι τὸ, ἐλεύθεροι ἦτε τῇ δι‐ καιοσύνῃ. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ μετέστητε πρὸς τὴν δικαιοσύνην, ὅλους ἑαυτοὺς ἔκδοτε τῇ ἀρετῇ, μηδὲν καθόλου τῆς κακίας πράττοντες. | |
35 | «Τίνα οὖν καρπὸν ἔχετε τότε, ἐφ’ οἷς νῦν ἐπ‐ αισχύνετε;» Τοιαύτη ἦν ἡ δουλεία, φησὶ, ὡς καὶ τὴν μνήμην αὐτῆς νῦν αἰσχύνην φέρειν. Εἰ δὲ ἡ μνήμη κατ‐ αισχύνει, πολλῷ μᾶλλον ἡ πρᾶξις. | |
40 | Διπλῆ τότε παρεβλάπτεσθε, φησὶν, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐκ εἰδότες αἰσχύνεσθαι. «Τὸ γὰρ τέλος ἐκείνων θάνατος· νῦν δὲ ἐλευθε‐ ρωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ.» | |
45 | Ἐπειδὴ ἡ αἰσχύνη οὐ σφόδρα δοκεῖ φορτικὸν εἶναι, ἐπὶ τὸ πάνυ φοβερὸν ἔρχεται, τὸν θάνατον λέγων. «Ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν· τὸ δὲ τέλος ζωὴν αἰώνιον.» | |
95.488(50) | Ὅρα πῶς τὰ μὲν δείκνυσιν ἤδη δεδομένα, τὰ δὲ ἐν ἐλπίσιν ὄντα. Καὶ ἀπὸ τῶν δεδομένων κἀκεῖνα πιστοῦται, ἀπὸ τοῦ ἁγιασμοῦ τὴν ζωήν. «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος, ἐν Χριστῷ Ἰησοῦ | |
55 | τῷ Κυρίῳ ἡμῶν. Ἐπειδὴ ὅπλων ἐμνημόνευσεν καὶ βασιλείας, ἐπι‐ | |
μένει τῇ μεταφορᾷ· εἰπὼν δὲ ὀψώνια ἐπὶ τῆς | 487 | |
95.489 | ἁμαρτίας, οὐ τὴν αὐτὴν ἐτήρησεν τάξιν ἐπὶ τὸν Χριστὸν, οὐδ’ εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων, ἀλλὰ τὸ χάρισμα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐκ ὀφειλὴν ἀπέλαβον, ἀλλὰ χάριτι | |
5 | πάντα ταῦτα ἐγίνετο. ΚΕΦΑΛ. Ζʹ. «Ἢ ἀγνοεῖτε ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ); Καταλύσας τὸν ἠθικὸν λόγον ἐπὶ τὰ δογματικὰ | |
10 | μεταβαίνει, δεικνὺς ὅτι οὐ μόνον ἁμαρτία αὐτῶν οὐ κυριεύει, ἀλλ’ οὐδὲ νόμος· εἰ δὲ νόμος οὐ κυριεύει, πολλῷ μᾶλλον ἁμαρτία· κατασκευάζει δὲ αὐτὸ ἀπὸ παραδείγματος· ἄρχεται δὲ ἐξ ἐγκωμίων, τῶν ἀκροατῶν καταγλυκαίνων τὴν ἀκοήν. | |
15 | «Ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, καταργεῖται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ | |
20 | ἑτέρῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε καὶ ὑμεῖς, ἀδελφοί μου, ἐθανα‐ τώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἀνδρὶ ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερ‐ | |
25 | θέντι.» Τοῖς ζῶσι, φησὶν, ὁ νόμος κεῖται, τοῖς δὲ τεθνη‐ κόσι οὐκέτι διατάττει. Εἰ δὲ τεθνήκατε καὶ ὑμεῖς, συνταφέντες τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος, οὐκ‐ έτι κυριεύει ὑμῶν ὁ νόμος. Ὅρα δὲ σύνεσιν τοῦ | |
30 | Παύλου· πῶς ἐν μὲν παραδείγματι τὸν νόμον δεί‐ κνυσι τετελευτηκότα, λέγων· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ. Ἐν δὲ τῇ ἐπαγωγῇ οὐκέτι τοῦτο ποιεῖ· τὸ γὰρ ἀκό‐ λουθον ἦν εἰπεῖν· Ὥστε, ἀδελφοὶ, καὶ ὑμεῖς τοῦ νόμου τελευτήσαντος οὐ κρίνεσθε μοιχείας ἀνδρὶ | |
35 | γενόμενοι ἑτέρῳ· ἀλλ’ οὐκ εἶπεν οὕτως τοῦτο, ἀλλ’ ἐθανατώθητε τῷ νόμῳ, ἵνα μὴ ὡς ἐχθροὺς ὑπο‐ πτεύητε κατὰ τοῦ νόμου βλασφημεῖν. Ὅρα δὲ καὶ πάλιν ὑπερβολὴν κατασκευῆς. Δείκνυσι γὰρ αὐτὸν τὸν νόμον τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ | |
40 | καὶ γίνεσθαι ἀνδρὶ ἑτέρῳ· οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι τελευτήσαντος τοῦ προτέρου. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλη‐ μάτων ἡμᾶς ἀποστάντας αὐτοῦ, καὶ αὐτοῦ βούλημα τοῦ νόμου, τὸ γενέσθαι ἡμᾶς τοῦ Χριστοῦ. | |
45 | «Ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί.» Ἀπὸ τοῦ κρείττονος τὴν προτροπὴν ἐργάζεται, Τότε γὰρ, φησὶν, ἐκαρποφορεῖτε τῷ θανάτῳ· νυνὶ δὲ τῷ Θεῷ.» | |
95.489(50) | «Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου, ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ὑμῶν, εἰς τὸ καρποφορῆ‐ σαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ὑπὸ τοῦ νό‐ | |
μου.» | 489 | |
95.492 | Οὐκ εἶπεν, τὰ παθήματα τῶν ἁμαρτημάτων, τὰ ὑπὸ τοῦ νόμου γινόμενα, ἀλλὰ τὰ διὰ τοῦ νόμου. Καὶ οὐ προσέθηκεν, γινόμενα, ἀλλὰ ἁπλῶς, διὰ τοῦ νόμου· τουτέστι, διὰ τοῦ νόμου φαινόμενα. Ἵνα δὲ | |
5 | μηδὲ τῆς σαρκὸς κατήγορος ᾖ, οὐκ εἶπεν, ἃ ἐνεργεῖ τὰ μέλη· ἀλλ’ ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τὴν ἀρχὴν τῆς πονηρίας ἀπὸ τῶν ἐνεργούντων λογισμῶν, οὐκ ἀπὸ τῶν ἐνερ‐ γουμένων μελῶν· οὔτε δὲ τὸ αἴτιον εἶναί φησιν ἁμαρ‐ | |
10 | τημάτων τὸν νόμον, οὔτε ἀπαλλάττειν αὐτὸν ἀπ‐ εχθείας· κατηγόρου γὰρ τάξιν ἐπεῖχεν πικροῦ, ἀπο‐ γυμνῶν τὰ ἁμαρτήματα. Ὁ γὰρ τῷ μηδὲν πείθεσθαι βουλομένῳ πλείονα ἐπιτάττων, πλεονάζει τὸ παρά‐ πτωμα. | |
15 | «Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα.» Τουτέστι τῇ ἁμαρτίᾳ τοῦ παλαιοῦ ἀνθρώπου τοῦ κατεχομένου ἐν αὐτῇ, ἀποθανόντος καὶ ταφέντος. «Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος.» | |
20 | Οὐκ ἔστιν μὲν γράμμα ἔτι τὸ καταδικάζον, φησὶν, τουτέστιν ὁ νόμος ὁ παλαιὸς, ἀλλὰ πνεῦμα βοη‐ θοῦν. «Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γέ‐ νοιτο! | |
25 | Ἐπειδὴ πολλὰ ἔδοξεν κατὰ τοῦ νόμου λέγειν, τὰ παθήματα τῶν ἁμαρτιῶν διὰ τοῦ νόμου ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία ὑμῶν οὐ κυ‐ ριεύσει· Οὐ γάρ ἐστε ὑπὸ νόμον. Καὶ πάλιν, Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Καὶ πάλιν, Νό‐ | |
30 | μος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παρά‐ πτωμα. Καὶ πάλιν, Ὁ νόμος ὀργὴν κατεργάζεται. Ἐπειδὴ ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νό‐ μῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, ἀντι‐ τίθησι καί φησιν· Τί οὖν; ὁ νόμος ἁμαρτία; | |
35 | Μὴ γένοιτο! Πρὸ τῆς κατασκευῆς ἀπηγόρευ‐ σεν, τὸν ἀκροατὴν οἰκειούμενος, καὶ σκανδαλιζόμε‐ νον θεραπεύων. «Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ | |
40 | ὁ νόμος ἔλεγεν. Οὐκ ἐπιθυμήσεις.» Εἰ καὶ σφοδρότερον κεχρῆσθαι δοκεῖ κατὰ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦ‐ λος ἐνίσταται. Τί δὲ ἦν κατεπεῖγον, ἄκουε· Ἰουδαῖοι σφόδρα ἐφιλονείκουν τῇ χάριτι, τὸν νόμον προ‐ | |
45 | κρίνοντες αὐτῆς, καὶ δι’ ἐκεῖνον εἰς αὐτὴν ἐν‐ ύβριζον· σκοπὸς οὖν τῷ Παύλῳ δεῖξαι, ὥσπερ καὶ ἀληθὲς, τὸν μὲν νόμον μηδαμῶς δυνηθέντα τῶν ἀνθρώπων ἀφανίσαι τὴν ἁμαρτίαν· ἀλλὰ δι’ αὐτοῦ μάλιστα τυραννοῦσαν αὐτήν· τὴν δὲ χάριν δι’ ἑαυ‐ | |
95.492(50) | τῆς ἐξαλείψασαν, ἵνα τὸν μὲν νόμον ἀφῶσιν, ἐπὶ δὲ τὴν χάριν ἔλθωσιν· τούτου δὲ ὄντος τοῦ σκοποῦ, ὅρα πῶς λεπτῶς αὐτὸ κατασκευάζει. Τὴν ἁμαρτίαν γὰρ οὐκ ἔγνων, φησὶν, εἰ μὴ διὰ νόμου· ἁμαρτίαν δὲ τὴν ἐπιτεταμένην φησὶν, ἐπεὶ καὶ πρὸ νόμου | |
55 | ἦν. Καὶ πάλιν, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ | |
ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις. Πάλιν τὴν ἐπι‐ | 491 | |
95.493 | τεταμένην λέγων ἐπιθυμίαν καὶ σφόδρα. Οὐδὲ γὰρ διὰ τοῦτο δέδοται νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ’ ἵνα κατασβέσῃ, εἰ καὶ εἰς τοὐναντίον ἐξέβη. Τὸ δὲ αἴτιον, τὸ βασιλεύειν ἦν τὴν ἁμαρτίαν, καὶ μὴ | |
5 | δύνασθαι τὸν νόμον κρατεῖν αὐτῆς. Τοῦτο δὲ ἐποίησεν ἡ χάρις· καὶ γὰρ κατέλυσεν αὐτὴν, καὶ Πνεύματος ἡμᾶς ἐνέπλησεν θείου, ὥστε εὐχερῶς αὐτῆς περι‐ γενέσθαι. «Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντο‐ | |
10 | λῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.» Ἐπειδὴ κρατί· ἐπειδὴ οὔπω ἦν χάρις, δι’ ἧς καὶ ἀναιρεῖται. «Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.» Τουτέστιν, οὐχ οὕτως γνωρίμην, οὐδὲ ἐλεγχομέ‐ | |
15 | νην. ᾜδεσαν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρ‐ τανον. Ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν· διὰ τοῦτο καὶ πλείονος ἦσαν κατηγορίας ὑπεύθυνοι. «Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.» | |
20 | Ἀνατρέχει ἐπὶ τὸν τοῦ νόμου χρόνον, τὸ πάντων ἀνθρώπων ἀναλαμβάνων πρόσωπον, δεικνὺς καὶ ἐν αὐτῷ ἐκείνῳ τῷ χρόνῳ τὴν ἁμαρτίαν κρατοῦσαν. Ἓν δὲ ἐκ πάντων κατασκευάζει, τὴν πολλὴν εὐερ‐ γεσίαν τῆς χάριτος. | |
25 | «Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον.» Οὐ μὴ οὖσαν ἂν ὑπεστήσατο τὴν ἁμαρτίαν ἡ ἐν‐ τολὴ, ἀλλὰ κρυπτομένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόμου. Εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως | |
30 | ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρποῦντο, ἀλλ’ οὖν ἀκριβῶς ἐμάνθανον ὅτι ἡμάρ‐ τανον. «Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὐτὴ εἰς θάνατον.» | |
35 | Οὐκ εἶπεν, γέγονε θάνατος, ἀλλ’ εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας δηλῶν. «Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι’ αὐτῆς ἀπέκτεινεν. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ | |
40 | ἀγαθή· τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; Μὴ γένοιτο.» Ὅρα πῶς πανταχοῦ τῆς ἁμαρτίας μέμνηται, τὸν νόμον ἐγκλημάτων ἀπαλλάττων καὶ κατηγορίας ἁπάσης· διὸ καὶ ἐπάγει, Ὥστε ὁ μὲν νόμος ἅγιος. | |
45 | «Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγα‐ θοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γίνηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.» Ἁμαρτίαν τὸν διάβολόν φησιν, τὸν πατέρα καὶ εὑρέτην τῆς ἁμαρτίας, αὐτὸν τὸν θάνατον, ὃς διὰ | |
95.493(50) | μόνης τῆς τοῦ Χριστοῦ παρουσίας κατήργηται. Καὶ | |
τοῦτο ἔμπροσθεν αὐτὸς ἐδίδαξεν, εἰπὼν τὸ, Τίς με | 493 | |
95.496 | ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, ἐπαγαγών· Χάρις δὲ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χρι‐ στοῦ. Πονηρὸς ὢν ὁ διάβολος, λανθάνειν ἠδύνατο· διὰ | |
5 | δὲ τῆς εἰς ἄνθρωπον ἐπιβουλῆς, καὶ μάλιστα διὰ τοῦ εἰς σωτηρίαν δοθέντος νόμου, παρὰ τούτου φανερὰν ἐποίει δείκνυσθαι τὴν βασιλείαν. «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν.» Ἵνα μὴ θορυβηθῇ ὁ ἀκροατὴς, ἀκούων, ὅτι διὰ | |
10 | τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβεν, καὶ ὅτι ἐλ‐ θούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησεν, καὶ ὅτι δι’ αὐτῆς ἐξηπάτησεν καὶ ἀπέκτεινεν· ἵνα μή τις τῶν τοιούτων ἀκούων, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον εἶναι νομίζῃ, οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττει, | |
15 | ἀλλὰ καὶ ἐγκώμιον πλέκει αὐτῷ μέγιστον, λέγων· Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι, πνευμα‐ τικὸν δὲ αὐτὸν εἰπὼν, διδάσκαλον ἀρετῆς αὐτὸν δείκνυσιν ὄντα καὶ κακίας πολέμιον. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ὁ νόμος ἐποίει, νουθετῶν, φοβῶν, κολάζων, | |
20 | διορθούμενος, τὰ περὶ ἀρετῆς συμβουλεύων, ἀλλ’ οὐκ ἐδυνήθη τὴν ἁμαρτίαν ἀνελεῖν. Εἰκότως· τῆς γὰρ χάριτος μόνης τοῦτο ἔργον ἦν. «Ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.» | |
25 | Μετὰ γὰρ θανάτου, φησὶν, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος. Ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα, ἐδέξατο καὶ ἐπιθυμίαν καὶ ὀργὴν καὶ λύπην, καὶ τὰ ἄλλα πάντα. «Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω.» | |
30 | Τὸ, οὐ γινώσκω, ἀντὶ τοῦ, σκοτοῦμαι, φησὶν, καὶ συναρπάζομαι, καὶ ἐπήρειαν ὑπομένων, οὐκ οἶδα πῶς ὑποσκελίζομαι, ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν· Οὐκ οἶδα ὅπως ὁ δεῖνα ἐλθὼν συνήρπασεν· οὐκ ἄγνοιαν προβαλλόμενοι, ἀλλὰ ἀπάτην τινὰ ἐμ‐ | |
35 | φαίνοντες. «Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργά‐ ζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» | |
40 | Τὸ θέλειν τὸ καλὸν, καὶ μισεῖν τὸ πονηρὸν, γνώ‐ σεως ἀπηρτισμένης ἐστίν· ὅθεν δῆλον ὅτι καὶ τὸ, οὐ θέλω, εἴρηκεν, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βιαστικὴν, ἀλλὰ τὸ μὴ ἐπαι‐ νεῖν τὰ γινόμενα. Τί οὖν ἐστι τὸ, οὐ θέλω; ἀντὶ τοῦ, | |
45 | οὐκ ἐπαινῶ, ὃ οὐκ ἀποδέχομαι «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι.» Οὐ τὸ σῶμα διαβάλλει, ἀλλὰ τὸ ὑπερέχον τῆς | |
95.496(50) | ἁμαρτίας ἔδειξεν, πάλιν τὸ μέγεθος τῆς δωρεᾶς, τῆς διὰ τῆς χάριτος δεδομένης, κατασημᾶναι θέλων. «Τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω.» | |
Πάλιν εἰπὼν, οὐχ εὑρίσκω, οὐκ ἄγνοιαν, φησὶν, | 495 | |
95.497 | ἀλλ’ ἐπήρειάν τινα, καὶ ἐπιβουλὴν τῆς ἁμαρ‐ τίας. «Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ οὐδὲ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ θέλω ἐγὼ, τοῦτο | |
5 | ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Ἐπεξεργασία τοῦ εἰρημένου. «Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.» | |
10 | Μετὰ, τὸ καλὸν, συναπτέον τὸ συνήγορον, καὶ οὕτω σαφὴς γίνεται ἡ διάνοια, λέγουσα· Εὑρίσκω τὸν νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν συν‐ ηγοροῦντα· τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται, εἰ καὶ ἡ ἁμαρτία, φησὶν, ἐπίκειται πρὸς τὸ κακὸν | |
15 | παρεγείρουσα. «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι | |
20 | ἐν τοῖς μέλεσί μου.» Ὅρα, πῶς διαγράφει μάχην νόμου φυσικοῦ καὶ ἁμαρτίας, καὶ νίκην τῆς ἁμαρτίας· τὸ γὰρ, αἰχμ‐ αλωτίζοντά με, τοῦτο ἐδήλωσεν. Νόμον δὲ τὴν ἁμαρ‐ τίαν ἐκάλεσεν, οὐ διὰ τὴν αὐτῆς ἀξίαν, ἀλλὰ διὰ τὴν | |
25 | ὑπακοὴν τῶν πειθομένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν μαμωνᾶ καλεῖ, καὶ Θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμέ‐ νων δουλείαν. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ | |
30 | τοῦ σώματος τοῦ θανάτου τούτου; Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἄρα οὖν αὐ‐ τὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας.» Μετὰ τὸ ἐκτραγῳδῆσαι τὴν βίαν τῆς ἁμαρτίας, | |
35 | ἐπὶ τὸν οἶκτον ἔρχεται. Τίς με ῥύσεται; ἀλλ’ εὐθὺς ἐπάγει τὴν δεδομένην ἐν τοσούτοις κακοῖς σωτηρίας ἐλπίδα· αὕτη δέ ἐστιν ἡ χάρις. Ὅταν δὲ ἀκούσῃς λέγοντας· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατ‐ | |
40 | ηγορεῖν. Οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας, ἀλλὰ σῶμα θανάτου, τουτέστι, τὸ θνητὸν σῶμα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου ΚΕΦΑΛ. Ηʹ. «Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰη‐ | |
45 | σοῦ.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐ τῶν προτέρων ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχεί‐ ρωτοι γεγόναμεν. Τὸ δὲ, μὴ κατὰ σάρκα περιπα‐ τοῦσι, προστέθεικεν, τὸ εὔκολον τοῦ κατορθώματος | |
95.497(50) | δηλῶν. «Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χρι‐ στῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου, τῆς ἁμαρ‐ τίας καὶ τοῦ θανάτου.» Νόμον πνεύματος τὴν χάριν λέγει. Νόμον ἁμαρ‐ | |
55 | τίας, οὐ τὸν Μωΰσεώς φησι· πῶς γὰρ, ὃν δίκαιον | 497 |
95.500 | καὶ ἅγιον πολλάκις ὠνόμασεν; ἀλλὰ τὸν ἀντιστρα‐ τευόμενον τῷ νόμῳ τοῦ νοὸς, τουτέστι τὴν ἁμαρ‐ τίαν. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ | |
5 | τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώ‐ ματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Ὁ νοῦς οὗτος· Ἐπειδὴ ἦλθε, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον διὰ τὸ τυραννεῖν τῆς | |
10 | σαρκὸς τὴν ἁμαρτίαν, τούτου χάριν ἔπεμψε τὸν Μο‐ νογενῆ, ἵνα διὰ τῆς σαρκὸς τῆς ἰδίας αὐτοῦ κατα‐ κρίνῃ ἁμαρτίαν· καλῶς δὲ τὸ ὁμοίωμα σαρκὸς ἁμαρτίας, ὠνόμασεν τοῦ Χριστοῦ τὴν σάρκα. Οὐ γὰρ ἦν σὰρξ ἁμαρτίας καὶ αὐτὴ, ἀλλ’ ὁμοίωμα σαρ‐ | |
15 | κός. Οὐ γὰρ εὑρέθη, φησὶν, δόλος ἐν τῷ στόματι αὐτοῦ. Τὸ δὲ, περὶ ἁμαρτίας, τὴν αἰτίαν τῆς ἀφ‐ ίξεως δηλοῖ· ὅτι διὰ τὸ καταργῆσαι τὴν ἁμαρτίαν ἀπέστειλεν τὸν Υἱὸν ὁ Πατήρ. Σάρκα τὸ σαρκικὸν φρόνημά φησιν. | |
20 | «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦ‐ μα.» Τί ἐστι, τὸ δικαίωμα; ἀντὶ, τὸ τέλος, καὶ ὁ σκο‐ πός. Ὃ γὰρ ἐβούλετο ὁ νόμος ποιεῖν, καὶ οὐκ ἴσχυ‐ | |
25 | σεν· τοῦτο δὲ ἦν τὸ δικαιῶσαι τὸν ἄνθρωπον, τοῦτο πεποίηκεν ὁ Χριστός. Ὅρα δὲ πῶς πανταχοῦ τὸ μὴ κατὰ σάρκα περιπατεῖν τίθησι, μονονουχὶ λέγων· Ἠλευθερώθη σὰρξ τοῦ νόμου τῆς ἁμαρτίας, ἐκ μέσου γενομένης τῆς ἁμαρτίας· μὴ πάλιν αὐθαίρετον δου‐ | |
30 | λείαν ἐπισπασώμεθα. «Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρο‐ νοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα | |
35 | τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.» Ἀντὶ τοῦ, οἱ φρονήματος σαρκικοῦ πεπληρωμέ‐ νοι, τουτέστι κακίας. «Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται.» | |
40 | Φρόνημα σαρκός φησιν, τὸν γεώδη λογισμὸν, τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημέ‐ νον. Οὐ τοῦτο δὲ λέγει, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν· ἀλλ’ ὅτι ἀδύνατον πονηρὸν μὲν ὄντα, ὑποταγῆναι τῷ Θεῷ. Μεταβαλλόμενον μέντοι, καλὸν | |
45 | γενέσθαι καὶ ὑποταγῆναι ῥᾴδιον, καὶ, ὡς ἀληθὴς ὁ λόγος, μεστὴ τῶν παραδειγμάτων ἡ ἱστορία. Παῦλος ἐκ διώκτου κήρυξ τῆς ἀληθείας, ὁ λῃστὴς ἐν παρα‐ δείσου φυτοῖς· ὁ Μανασσῆς, οἱ Νινευῗται, καὶ ἄλλοι μύριοι. | |
95.500(50) | «Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύναν‐ ται.» Σάρκα πάλιν τὸν σαρκικὸν βίον καὶ κοσμικὸν λέ‐ γει, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα τὸν ὅλον σαρ‐ | |
κοποιοῦντα τὸν ἄνθρωπον. | 499 | |
95.501 | «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύ‐ ματι.» Δείκνυσιν ὅτι οὐδὲ ἐν σώματί ἐστιν ὁ ὀρθῶς βιῶν, ἀλλ’ οἷον ἔτι περιπατῶν ἐν γῇ, ἐν οὐρανῷ πολιτεύε‐ | |
5 | ται. «Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Τὸ, εἴπερ Πνεῦμα, πολλαχοῦ τίθησιν, οὐκ ἀμφι‐ βόλως, ἀλλὰ καὶ σφόδρα πιστικῶς, καὶ ἀντὶ τοῦ ἐπεί‐ περ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀντ‐ | |
10 | αποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλίψιν. Ἀντὶ τοῦ, ἐπείπερ τοῦτο δίκαιόν ἐστιν. «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Οὐκ εἶπεν, εἰ δὲ ὑμεῖς οὐκ ἔχετε, ἀλλ’ ἐπ’ ἄλλων | |
15 | προήγαγε τὸ λυπηρόν. «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν.» Πάλιν τὸν Χριστὸν ἐπ’ αὐτῶν, αὔξων αὐτοῖς τὴν ἡδονὴν καὶ τὸν περὶ αὐτοῦ πόθον. «Τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν.» | |
20 | Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἷς Χριστὸς ἐνοικεῖ, τούτων νεκρὸν τὸ σῶμα τῇ ἁμαρτίᾳ· τουτέστι κατ’ οὐδὲν ὑπακούει τῇ ἁμαρτίᾳ, ἀλλ’ οἷον τέθνηκεν αὐτῇ, οὐδὲν διαφέρει τῶν ἐν σορῷ κειμένων σωμάτων τὰ σώματα ἡμῶν, πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. | |
25 | «Τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Δικαιοσύνην αὐτὸν τὸν Χριστόν φησιν. Γέγονε γὰρ ἡμῖν ἀπὸ Θεοῦ δικαιοσύνη, κατὰ τὴν αὐτοῦ τοῦ Ἀποστόλου φωνήν. Ζήσεται οὖν ἡμῶν τὸ πνεῦμα ἔνοικον ἔχον τὸν Χριστόν. | |
30 | «Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος ἡμᾶς ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοι‐ κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ὅμοιον ὡς εἰ λέγοι, Μὴ φοβηθῇς ὅτι νεκρὸν περί‐ | |
35 | κεισαι σῶμα, ἔχε τὸ πνεῦμα, καὶ ἀναστήσεται. Τί οὖν; τὰ μὴ ἔχοντα οὐκ ἀνίστανται; Ναὶ, φησίν· ἀλλ’ οὐκ εἰς ζωήν. Διὰ τοῦτο οὐκ εἶπεν, ἀναστήσει, ἀλλὰ ζωοποιήσει, ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. | |
40 | «Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν.» Δείξας ὅσον τὸ ἔπαθλον τοῦ πνευματικοῦ βίου, ἀναγκαίως ἐπάγει λοιπὸν τὴν παραίνεσιν, λέγων· οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. | |
45 | «Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.» Τὸν θάνατον ἡμῖν ἐκεῖνον αἰνίττεται τὸν ἀθάνατον, τὸν ἐν τῇ γεέννῃ, κόλασίν τε καὶ τιμωρίαν. | |
95.501(50) | «Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.» | |
Καὶ ἕτερον τίθησιν ὑμῖν μισθὸν, προτρεψόμενος | 501 | |
95.504 | πνευματικῶς ὑμᾶς ζῇν. Οὗτος δέ ἐστιν υἱοθεσία. Οὐκ εἶπεν δὲ, Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ’ ἄγονται· δει‐ κνὺς ὅτι οὕτως βεβούληται ἄγειν αὐτὸ, Κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς ὁποιδὰν βούληται, ἄγειν αὐ‐ | |
5 | τόν. «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φό‐ βον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας.» Εἴ τι ἐδόκουν ποιεῖν τῶν ἐντολῶν τοῦ Θεοῦ οἱ ἐν τῇ παλαιᾷ, φόβῳ τῶν κολάσεων ἐποίουν. Ἀθετήσας | |
10 | γάρ τις τὸν νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἀπέθνησκεν. Οἱ δὲ τὸ τῆς χάριτος δεξάμενοι πνεῦ‐ μα, πάντα πόθῳ ποιοῦσι Χριστοῦ. Συγκρίνουσιν οὖν ἐνταῦθα ποιεῖται τῶν ἐν τῷ νόμῳ καὶ τῶν ἐν τῇ χάριτι. | |
15 | «Ἐν ᾧ κράζομεν, Ἀββᾶ, Πατήρ. Πιστοῦται τὴν υἱοθεσίαν ἐκ τῆς προσευχῆς, ἧς προσέταξεν ὁ Κύριος τοὺς πιστεύοντας λέγειν· Πά‐ τερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ δὲ πνεῦμά ἐστι χαρίσματος, καὶ πνεῦμα ἰαμάτων, καὶ πνεῦμα | |
20 | γλωσσῶν, καὶ πνεῦμα προφητείας, οὕτω καὶ πνεῦμα υἱοθεσίας. «Αὐτὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, κληρονόμοι· κλη‐ ρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.» | |
25 | Ὁ Παράκλητος, φησὶν, τῷ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ τοῦ χαρίσματός ἐστι μόνον φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρα‐ κλήτου. Αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξεν διὰ τοῦ χαρί‐ σματος φθέγγεσθαι. | |
30 | «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Εἰ γὰρ ἐν τοῖς λυπηροῖς ἐκοινωνήσαμεν αὐτῷ, | |
35 | μᾶλλον καὶ ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν διωρθωκότας τοσούτοις δωρησάμενος ἀγαθοῖς, ὅταν εἴδῃ καὶ πονέσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκά‐ | |
40 | λυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» Ὅρα πόσα διὰ τούτου κατασκευάζει, καὶ ὑπερ‐ οψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων, καὶ τὸ δεῖξαι πῶς περισπούδαστον τῷ Θεῷ τῶν ἀν‐ θρώπων τὸ γένος ἐστίν· μετὰ δὲ τούτων καὶ τὰ τῶν | |
45 | φιλοσόφων δόγματα πάντα τὰ περὶ τοῦ κόσμου συν‐ τεθέντα αὐτοῖς, ὥσπερ ἀράχνην ἑνὶ τούτῳ καταβάλ‐ λει τῷ δόγματι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἡ αἴτη‐ σις αὐτὴ σφόδρα ὠδίνει ταῦτα ἀναμένουσα, καὶ προσδοκοῦσα τὰ ἀγαθὰ, ἅπερ εἴρηκα νῦν. Ἀποκαρα‐ | |
95.504(50) | δοκία γὰρ ἡ σφόδρα προσδοκία ἐστίν. Ὥστε δὲ ἐμ‐ | |
φαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ | 503 | |
95.505 | τὸν κόσμον ἅπαντα τοῦτον· ὅπερ καὶ οἱ προφῆται ποιοῦσι, ποταμοὺς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτοῦντα· οὐχ ἵνα αὐτὰ ἔμψυχα νομίσωμεν, ἀλλ’ ἵνα τὴν ὑπερβολὴν | |
5 | μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον, καὶ ὄρη, καὶ φατνώματα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα κἂν ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κα‐ | |
10 | κῶν ἐννοήσωμεν. Τούτους οὖν καὶ ὁ Ἀπόστολος μι‐ μούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι, στενάζειν αὐτὴν καὶ ὠδίνειν· οὐκ ἐπειδὴ στε‐ ναγμοῦ τινος ἤκουεν ἀπὸ γῆς καὶ οὐρανοῦ φερομέ‐ νου, ἀλλ’ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν | |
15 | ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν. «Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦ‐ σα.» Ὅμοιον ὡς εἰ λέγοι· Φθαρτὴ γέγονεν ἡ κτίσις. Καὶ | |
20 | τίνος χάριν; Διὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ τὸ σῶμά σου γέγονε θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατ‐ άραν ἐδέξατο, καὶ ἤνεγκεν ἀκάνθας καὶ τριβόλους. Ὅτι δὲ καὶ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος, πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκου‐ | |
25 | σον τῷ Προφήτῃ λέγοντι περὶ τῶν οὐρανῶν· Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ ὥσπερ περιβό‐ λαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. «Ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς | |
30 | φθορᾶς.» Εἰ καὶ φθαρτὴ γέγονεν ἡ κτίσις, φησὶ, δι’ ἐμὲ, ἀλλ’ οὐδὲν ἠδίκηται. Καὶ γὰρ ἄφθαρτος ἔσται δι’ ἐμὲ πάλιν· τοῦτο γάρ ἐστιν τὸ, ἐπ’ ἐλπίδι. Ὅταν δὲ οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν γνώμης δείξῃ | |
35 | οὖσαν, τοῦτο λέγει, ἀλλ’ ἵνα μάθῃς, ὅτι τῆς Χρι‐ στοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, οὐχὶ ἐκείνης κατ‐ όρθωμα τοῦτο. «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. | |
40 | Τουτέστι, διὰ τὴν ἐλευθερίαν. «Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.» Ὅρα πῶς ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ λέ‐ γων, Μὴ γένῃ τῆς κτίσεως χείρων, τοῖς παροῦσιν | |
45 | ἐμφιλοχωρήσας. Οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλ‐ λον σὲ [ἢ] δίκαιον ὄντα τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον | |
95.505(50) | «Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στε‐ νάζομεν.» Τῶν μελλόντων ἤδη γευσάμενοι, τούτων τὸ τέλος | |
ἰδεῖν σπεύδομεν. Εἰ γὰρ ἀπαρχὴ τοσαύτη, ὡς δι’ αὐ‐ | 505 | |
95.508 | τῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύ‐ νης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ, ἐννόησον ἡλίκον τὸ τέλος. «Υἱοθεσίαν ἀπεκδεχόμενοι.» | |
5 | Ἵνα μὴ τοῖς αἱρετικοῖς δῷ λαβὴν, δόξας τὰ παρ‐ όντα διαβάλλειν διὰ τοῦ λέγειν, στενάζομεν, φησὶν, ὅτι ταῦτα λέγω, οὐ τῶν παρόντων κατηγορῶν, ἀλλὰ τῶν μελλόντων ἐφιέμενος. Τοῦτο γάρ ἐστι τὸ, υἱο‐ θεσίαν ἀπεκδεχόμενοι. | |
10 | «Τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.» Τουτέστι τὴν ἀπηρτισμένην δόξαν· τότε γὰρ βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶμα ὑμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. Ἔστι δὲ ἀντιπί‐ πτοντος λύσις, ὡς εἴ τις πρὸς αὐτὸν λέγοι· Ἄνω καὶ | |
15 | κάτω βοᾷς ὅτι γεγόναμεν υἱοὶ, καὶ νῦν ἐν ἐλπίσιν αὐτὸ τίθης. Τί οὖν φησι νῦν; Ἐν ἀδήλῳ τὰ ἡμέ‐ τερα καθέστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς. Πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόναμεν κύνες καὶ αἰχμάλωτοι. Ἂν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε | |
20 | ἀκίνητος ἡ δωρεὰ καὶ σαφεστέρα καὶ μείζων, οὐκέτι τὴν ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου δεδοικυῖα μεταβολήν. «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐντεῦθεν | |
25 | ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. Τοῦτο γὰρ μόνον εἰσηνέγ‐ καμεν τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλ‐ λοντα ἐπαγγειλαμένῳ· καὶ διὰ ταύτης μόνης ἐσώ‐ θημεν τῆς ὁδοῦ. Ἂν οὖν ταύτην ἀπολέσωμεν, τὸ πᾶν τῆς ἡμετέρας εἰσφορᾶς ἀπωλέσαμεν. Ταῦτα δέ φη‐ | |
30 | σιν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εὐγέ‐ νειαν ἡμῶν προδῶμεν, τὴν ἀπὸ τῆς πίστεως. «Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλ‐ πίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.» | |
35 | Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, φησὶ, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἐλπίς; Τὸ τοῖς μέλλουσι θαῤ‐ ῥεῖν. Τοῦτο αἰτεῖ μόνον παρὰ σοῦ ὁ Θεὸς, φησὶν, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σω‐ τηρίαν. Καὶ ἐπειδὴ μικρὸν ἦν καὶ εὐτελὲς, ὅρα καὶ | |
40 | ὅπως αὐτὸ ὑψοῖ, ὑπομονὴν εἶναι λέγων αὐτὸ, δι’ οὗ πόνους καὶ ἱδρῶτας ὑπεσήμανεν, εἰ καὶ οὐχ οὕτως ἔχει τὰ τῆς ἐλπίδος. Ὡς εἰ ἔλεγεν· Ὥσπερ τὸν πο‐ νοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία πάσχοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. Τὸ γὰρ | |
45 | τῆς ὑπομονῆς, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. «Ὡσαύτως καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν.» Δείκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο ὑπομονῆς | |
95.508(50) | πολλῆς ἐπικουρίας τυγχάνομεν. Ὅμοιον δὲ ὡς εἰ λέ‐ γοι· Τὸ μὲν γίνεται σὸν, τὸ τῆς ὑπομονῆς· τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας εἰς τὴν ἐλπίδα ἐπαλείφον‐ | |
τος, καὶ δι’ αὐτῆς πάλιν τὸν πόνον κουφίζοντος. | 507 | |
95.509 | «Τὸ γὰρ, τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδα‐ μεν.» Ταῦτα λέγει, τὴν πολλὴν δηλῶν περὶ ἡμᾶς τοῦ Πνεύματος πρόνοιαν, καὶ παιδεύων μὴ πάντως ἐκεῖνα | |
5 | νομίζειν εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνε‐ ται τοῖς ἀνθρωπίνοις. Ἵνα δὲ μὴ αἰσχύνηται τὴν ἄγνοιαν ὁ μαθητὴς, κοινὸν αὐτὸ πεποίηκεν, εἰπών· οὐκ οἴδαμεν. «Ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς | |
10 | ἀλαλήτοις.» Ἀσαφὲς τὸ εἰρημένον, διὰ τὸ πολλὰ τῶν τότε γινομένων θαυμάτων πεπαῦσθαι νῦν. Διὸ ἀναγκαῖον ταῦτα εἰπεῖν. Τίς οὖν τότε κατάστασις ἦν; Διάφορα τοῖς τότε βαπτιζομένοις ἐδίδου χαρίσματα ὁ Θεὸς, ἃ | |
15 | δὴ καὶ πνεύματα ἐκαλεῖτο. Πνεύματα γὰρ προφη‐ τῶν προφήταις ὑποτάσσεται. Καὶ ὁ μὲν εἶχεν προ‐ φητείας χάρισμα, καὶ προέλεγεν τὰ μέλλοντα· ὁ δὲ σοφίας καὶ ἐδίδασκεν τοὺς πολλούς· ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάμεων, καὶ | |
20 | ἔγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων καὶ εὐχῆς χάρισμα ἦν, ὃ καὶ αὐτὸ πνεῦμα ἐλέγετο, καὶ τοῦτο ἔχων ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. Ἐπειδὴ γὰρ πολλὰ τῶν συμφερόντων ἡμεῖς ἀγνοοῦντες, τὰ μὴ | |
25 | συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε· καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκ‐ κλησίας ἁπάσης, αὐτός τε ὑπὲρ πάντων ἵστατο αὐ‐ τῶν, καὶ τοὺς ἄλλους ἐπαίδευεν. Τὸ πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τὸ χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυ‐ | |
30 | χὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ, καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης κατα‐ ξιωθεὶς χάριτος, ἑστῶς μετὰ πολλῆς τῆς κατανύξεως καὶ μετὰ πολλῶν στεναγμῶν τῶν κατὰ διάνοιαν, τῷ Θεῷ προσπίπτων τὰ συμφέροντα πᾶσιν ᾔτει. | |
35 | Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Ἵνα μάθῃς, ὅτι λόγος ἦν περὶ ἀνθρώπου πνευ‐ ματικοῦ καὶ χάρισμα ἔχοντος εὐχῆς, καὶ οὐ περὶ | |
40 | τοῦ Παρακλήτου, ἐπήγαγε τὸ, Ὁ ἐρευνῶν τὰς καρ‐ δίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Οὐκ ἀγνοοῦντα διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ταῦτα, ἃ χρὴ καὶ αἰτεῖν παρὰ Θεῷ, τὰ δοκοῦντα αὐ‐ | |
45 | τῷ. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.» Καὶ τὰ δοκοῦντα εἶναι λυπηρά φησιν, εἰ ἐπάγοιτο ἡμῖν διὰ Θεὸν, εἰς ἀγαθὸν ἡμῖν ἐκτελευτήσει πέρας. | |
95.509(50) | Τοῦτο ἐποίησε καὶ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, καὶ ἐπὶ τῶν ἀποστόλων. «Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.» Πρόθεσιν ἐνταῦθά φησιν, ἵνα μὴ τὸ πᾶν τῇ κλή‐ σει δῷς, ἐπεὶ ἀντέπιπτε· καὶ τί μὴ πάντες ἐσώθη‐ | |
55 | σαν, | |
«Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους | 509 | |
95.512 | τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρω‐ τότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τού‐ τους καὶ ἐκάλεσεν.» Ἔδειξε τὸ ἀξίωμα, ὡς ἄνωθεν ὁ Θεὸς πρὸς αὐτοὺς | |
5 | διέκειτο. «Καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.» Διὰ λουτροῦ παλιγγενεσίας. «Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.» Διὰ τῶν χαρισμάτων, διὰ τῆς υἱοθεσίας. | |
10 | «Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ, οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυ‐ τὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίση‐ ται;» | |
15 | Εἰ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσι, φησὶν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἔχοιεν εἰπεῖν. Οἷον τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δι‐ καίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δο‐ κούντων εἶναι λυπηρῶν ἐχαρίσατο, καὶ ἅπερ ἐνόμιζες | |
20 | εἶναι σκυθρωπὰ, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;» Ἐνταῦθα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις | |
25 | ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ, ἀπο‐ τείνεται. Εὖ δὲ, τὸ μὴ εἰπεῖν, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; Μηδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, κατὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Ἡ γὰρ ἐκλογὴ, ἀρετῆς ἐστι σημεῖον. | |
30 | «Ὁ Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ.» Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα, ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικα‐ | |
35 | στοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; Οὐκοῦν μηδὲ τοὺς πειρα‐ σμοὺς φοβώμεθα· ὑπὲρ γὰρ ἡμῶν ἐστιν ὁ Θεός. Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις; ἢ στενοχωρία; ἢ | |
40 | διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μά‐ χαιρα; καθὼς γέγραπται. Ἀνθρωπινότερον διαλέγεται καὶ συγκαταβατικώ‐ τερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι, πρότερον εἰπὼν τὸ, Ἐν δεξιᾷ, τότε | |
45 | ἐπήγαγεν, Ὃς ἐντυγχάνει ὑπὲρ ἡμῶν. Ὅ τε γὰρ τὴν ὁμιλίαν ἔδειξε καὶ τὴν ἰσότητα. «Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.» Ἵνα μὴ δόξῃ τὰ εἰρημένα ἐγκαταλείψεως εἶναι, καὶ τὸν Προφήτην ἐπάγει προαναφωνοῦντα τὰ αὐτὰ | |
95.512(50) | ἐκ πολλοῦ τοῦ χρόνου. «Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα οὐκ ἀνθίσταται σφα‐ | |
ζόμενα, οὕτως οὐδὲ ἡμεῖς. | 511 | |
95.513 | «Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.» Τοῦτο γὰρ δή ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι νικῶμεν μόνον, ἀλλ’ ὅτι δι’ ὧν καὶ ἐπιβουλευόμεθα νικῶμεν· | |
5 | καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλὰ καὶ ὑπερνικῶμεν. «Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγά‐ | |
10 | πης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν, καὶ τὰ τοῦ βίου τούτου συγκεκληρωμένα δεινά; Κἂν γὰρ τὰ μέλ‐ λοντα εἴποι τις πράγματα καὶ δυνάμεις· πράγματα | |
15 | μὲν, ὡς θάνατον καὶ ζωήν· δυνάμεις δὲ, ὡς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ πᾶσαν τὴν ἄνω κτίσιν, ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ· οὔτε γὰρ εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα καὶ ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ, οὔτε εἰ ζωὴν ἐπηγ‐ | |
20 | γείλατο τὴν ἄπειρον, κατεδεξάμην ἄν· καὶ τί δεῖ λέγειν βασιλεῖς τοὺς κάτω; Κἂν γὰρ ἀγγέλους μοι εἴπῃς καὶ πάσας τὰς ἄνω δυνάμεις, κἂν πάντα τὰ ὄντα καὶ μέλλοντα, καὶ πάντα ἐμοὶ μικρὰ καὶ τὰ ἐν γῇ καὶ τὰ ἐν οὐρανῷ πρὸς τὸ φίλτρον ἐκεῖνο. Εἶτα ὡς | |
25 | οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενός φησιν· οὔτε τις κτίσις ἑτέρα. ΚΕΦΑΛ. Θʹ. «Ἀλήθειαν δὲ λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμ‐ | |
30 | μαρτυρούσης μοι τῆς συνειδήσεως ἐν Πνεύματι ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.» Ὡς περὶ μεγάλων μέλλων λέγειν καὶ ἀπιστεῖσθαι διὰ τὸ μέγεθος, ὅρκον προβάλλεται. | |
35 | «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Καὶ αὕτη ἑτέρα ἀπόδειξις ὁμοία ταῖς προλαβού‐ σαις. Κατασκευάζει γὰρ καὶ αὕτη ὃ εἶχεν περὶ τὸν | |
40 | Χριστὸν φίλτρον. Καὶ πῶς; τὴν αἰτίαν ἄκουε. Ἐπει‐ δὴ πάντες ἔλεγον κατηγοροῦντες τοῦ Θεοῦ, ὅτι υἱοὶ τοῦ Θεοῦ ἀξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαν‐ τες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκου‐ | |
45 | μένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ τὸ κατὰ σάρκα· τοῦτο γάρ ἐστι τὸ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα· καὶ ἐκβέβληνται, ἠτίμηνται· ἀντεισ‐ | |
95.513(50) | ήχθησαν δὲ ἀντ’ ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι ἐξ ἐθνῶν. Ἐπεὶ οὖν ταῦτα λέγοντες, τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνά‐ | |
θεμα εἶναι καὶ ἐκπεσεῖν τῆς δόξης ἐκείνης ἧς λαμ‐ | 513 | |
95.516 | βάνουσιν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ τοῦ χοροῦ τοῦ ἀποστολικοῦ (οὐ γὰρ δὴ τῆς ἀγάπης τοῦ Χριστοῦ), ἵνα παύσηται ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. «Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, | |
5 | καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ ἐπαγγε‐ λίαι.» Ὅμοιον ὡσεὶ λέγοι· Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι, καὶ τοῦτο ἐδήλωσε δι’ ὧν ἔμπροσθεν ἐποίησεν, καὶ δι’ ὧν ἐξ ἐκείνων ὁ Χριστὸς τὸ κατὰ | |
10 | σάρκα ἐγένετο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» | |
15 | Εἰ καὶ ἕτεροι βλασφημοῦσι, φησὶν, ἀλλ’ ἡμεῖς οἱ τὰ ἀπόῤῥητα αὐτοῦ εἰδότες ἴσμεν σαφῶς, ὅτι οὐ βλασφημεῖσθαι, ἀλλὰ τοῦ δοξάζεσθαι ἄξιος. Ἅμα δὲ καὶ ἕτερόν τι ἐκδιδάσκει ἡμᾶς θεῖον μυστήριον, ὅτι ὁ γεννηθεὶς κατὰ σάρκα Χριστὸς, αὐτός ἐστιν ὁ ἐπὶ | |
20 | πάντων Θεός. «Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ | |
25 | τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.» | |
30 | Καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, φησὶν, οὐκ ἀποροῦμεν τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία· πῶς οὖν ἕστηκεν ἡ ἐπαγγελία; Εἶπεν ὁ Θεὸς, Τῷ σπέρματί σου δώσω τὴν γῆν· σπέρμα δὲ τοῦ Ἀβραὰμ τὰ ἔθνη λέγων. Καὶ τοῦτο πόθεν ἐστὶ δῆ‐ | |
35 | λον; ἐκ τοῦ, Ἐν Ἰσαὰκ, εἰπεῖν αὐτὸν, κληθήσεταί σοι σπέρμα. Τουτέστιν ὥσπερ ὁ Ἰσαὰκ δι’ ἐπαγγε‐ λίας γεννηθεὶς γνήσιος υἱὸς, οὕτω καὶ ὁ δι’ ἐπαγγε‐ λίας γνήσιον σπέρμα προσαγορεύσειεν τοῦ Ἀβραάμ. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην | |
40 | ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· μήπω γὰρ γεν‐ νηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον (ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ), οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· | |
45 | Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.» Τί θαυμάζεις, φησὶν, εἰ Ἰουδαίων, οἱ μὲν ἐσώ‐ θησαν, οἱ δὲ οὐκ ἐσώθησαν, Καὶ γὰρ ἄνωθεν τοῦτο ἐπὶ τῶν πατριαρχῶν γινόμενον ἴδοι τις ἄν· καὶ οὐ μόνον ἐπὶ τῶν πατριαρχῶν, ἀλλὰ καὶ ἐπὶ τῶν Ἰσραη‐ | |
95.516(50) | λιτῶν. Καίτοι γὰρ ὄντος κοινοῦ τοῦ ἁμαρτήματος, | 515 |
95.517 | οἱ μὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· καὶ ἐπὶ τῶν κολαζομένων δὲ τοῦτο, φησὶν, ἴδοι τις ἄν. Τῶν γὰρ Αἰγυπτίων οἱ μὲν ἐσώθησαν, οἱ δὲ τετιμώρηνται· καὶ ἐπὶ τῶν Ἰουδαίων, τὸν οὐ λαὸν ἐκάλεσε λαόν· | |
5 | καὶ οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς. Τὸ γὰρ ἐγκατάλειμμα σέσωσται μόνον. Ταῦτα δὲ πάντα τὰ ἄπορα μέσα θεὶς, ὕστερον ἐπάγει τὴν λύσιν· ποία δέ ἐστιν ἡ λύσις, ἢ ὅτι ἐξ ἔργων, οὐκ ἐκ πίστεως, καὶ τὸ ἀγνοεῖν αὐτοὺς τὴν τοῦ Θεοῦ δικαιοσύνην, | |
10 | καὶ τὴν ἰδίαν ζητεῖν στῆσαι· τίνος δὲ χάριν εἰς τοσαύτην ἀπορίαν ἐξήγαγε τὸν ἀκροατήν; ἵνα μονον‐ ουχὶ λέγῃ πρὸς Ἰουδαίους. Τοσαῦτα ἀποροῦντες, καὶ οὐδὲν τούτων λύειν δυνάμενοι, πως ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως πράγματα ἡμῖν παρέχετε· καί‐ | |
15 | τοι γε ἐχόντων ἡμῶν δικαίαν αἰτίαν εἰπεῖν, δι’ ἣν ἐκεῖνοι μὲν ἐσώθησαν, ὑμεῖς δὲ ἐξεπέσατε. Καὶ ποία αὕτη; Ὅτι ἐκεῖνοι μὲν ἐκ πίστεως, ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου προσεκόψατε λίθῳ. «Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ | |
20 | γένοιτο.» Οὐκοῦν οὐδὲ ἐφ’ ἡμῶν καὶ τῶν Ἰουδαίων. «Τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» Οὐ σόν ἐστιν εἰδέναι, φησὶν, ὦ Μωϋσῆ, τίνες | |
25 | ἄξιοι τῆς φιλανθρωπίας, ἀλλ’ ἐμοὶ παραχώρει τοῦτο. Εἰ δὲ Μωϋσέως οὐκ ἦν εἰδέναι, πολὺ μᾶλλον ἡμῶν. «Ἄρα οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ | |
30 | Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐν‐ δείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγ‐ γελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Διὰ μέσου πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. «Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. | |
35 | Ἐρεῖς μοι οὖν· Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ὦ ἄνθρωπε μενοῦνγε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ | |
40 | φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγει, εἰς πλῆθος ἀπο‐ ρίας ἐνάγων τὸν ἀκροατήν. Καὶ οὐ λύει πρῶτον, ἀλλ’ ἐπιστομίζει λέγων· Τίς εἶ σὺ, ὁ ἄνθρωπος, | |
45 | ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; ἀντὶ τοῦ ἀντι‐ λέγων. «Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸν δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μα‐ κροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· | |
95.517(50) | καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους.» Ὃ λέγει τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραῶ, | |
τουτέστιν ἄνθρωπος τοῦ Θεοῦ τὴν ὀργὴν ἐξάπτων | 517 | |
95.520 | διὰ τῆς οἰκείας σκληρότητος. Πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας οὐκ ἐγένετο βελτίων, ἀλλ’ ἀδιόρθωτος ἔμεινεν. Διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ καὶ κατηρτισμένον εἰς ἀπώλειαν· τουτέστι | |
5 | ἀπηρτισμένον, οἴκοθεν μέντοι καὶ παρ’ ἑαυτοῦ οὔτε γὰρ ὁ Θεὸς παρέλιπέ τι τῶν εἰς κατόρθωσιν ἡκόντων τὴν ἐκείνου· οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώ‐ μης, ἀλλ’ ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν | |
10 | πολλῇ μακροθυμίᾳ, βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν. Εἰ γὰρ μὴ τοῦτο ἤθελεν, οὐδ’ ἂν ἐμακρο‐ θύμησεν. Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι τοῦ Θεοῦ, ἀλλ’ ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρ‐ | |
15 | θωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπου‐ δαιοτέρους ποιῶν, καὶ τὴν δύναμιν αὐτοῦ δι’ αὐτοῦ δεικνύς. «Ἃ προητοίμασεν εἰς δόξαν· οὓς καὶ ἐκάλε‐ σεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.» | |
20 | Ἐπειδὴ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόμιζον, ἐκ πολλῆς τῆς περι‐ ουσίας, ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰ γὰρ τῷ Θεῷ τὸ πρᾶγμα δόξαν ἤνεγκεν, πολλῷ μᾶλλον ἐκείνοις δι’ ὧν καὶ Θεὸς ἐδοξάσθη. | |
25 | «Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην· καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. Ἡσαΐας δὲ κράζει περὶ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν | |
30 | Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ἐγκατά‐ λειμμα σωθήσεται.» Καὶ ἑτέρωθεν ἀξιόπιστον ποιεῖται τὸν λόγον, προ‐ φήτας ἐπάγων ταῦτα λέγοντας. «Λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύ‐ | |
35 | ριος ἐπὶ τῆς γῆς· καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλειπεν ἡμῖν σπέρμα.» Οὐ περιόδου χρεία καὶ πόνου, τῆς ἀπὸ τῶν ἔργων τῶν νομικῶν, φησὶν, ἀλλὰ μετὰ πολλῆς τῆς συν‐ τομίας ἔσται ἡ σωτηρία. Τοιοῦτον γὰρ ἡ πίστις· | |
40 | ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν «Ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Καὶ ἐνταῦθα δείκνυσιν, ὅτι οὐδὲ αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ | |
45 | ἀγαθότητι. «Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δι‐ καιοσύνην κατέλαβε δικαιοσύνην· δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασεν. Διὰ τί; ὅτι οὐκ ἐκ πίστεως, | |
95.520(50) | ἀλλ’ ἐξ ἔργων νόμου.» Ἡ σαφεστάτη λύσις αὕτη ἐστίν· Ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, λέγων, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προ‐ | |
γόνων, τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ, καὶ τῶν κολα‐ | 519 | |
95.521 | σθέντων καὶ σωθέντων· ἀπὸ τῶν προφητῶν τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαΐου, τὴν κυριωτάτην ἐπάγει λύσιν. Πρότερον τὴν ἀπορίαν αὐξήσας· καὶ γὰρ δύο ἦν τὰ ζητούμενα· ὅτι τὰ ἔθνη ἐπέτυχεν, καὶ μὴ διώκοντα | |
5 | ἐπέτυχεν, καὶ ὅτι Ἰσραὴλ οὐκ ἐπέτυχεν, καὶ διώκοντα οὐκ ἐπέτυχεν. Τίς οὖν ἡ λύσις ἡ αὕτη; Σὺ μὲν, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες. Παρέβης γὰρ αὐτὴν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ. Οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, καὶ | |
10 | ἑτέραν ὁδὸν μείζονα ταύτην εὗρον, δικαιοσύνην τὴν ἀπὸ τῆς πίστεως. «Προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμμα‐ τος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ | |
15 | οὐ καταισχυνθήσεται.» Προσκόμματος λίθον καὶ πέτραν σκανδάλου, φησὶν, ἀπὸ τῆς γνώμης καὶ τοῦ τέλους τῶν ἀπιστησάν‐ των. ΚΕΦΑΛ. Ιʹ. | |
20 | «Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.» Μέλλων αὐτῶν καθάπτεσθαι, πλέον νῦν ἢ πρό‐ τερον πάσης ἀπεχθείας ὑπόνοιαν ἀναιρεῖ. Καὶ γὰρ εὐδοκίαν ἐνταῦθα, τὴν σφόδρα ἐπιθυμίαν φησίν. | |
25 | «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν.» «Καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. «Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ | |
30 | τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Δείκνυσιν ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον, ἢ ἐξ ἀγνοίας πλανωμένους. Τὸ δὲ εἰπεῖν, τὴν ἰδίαν ζητοῦντες στῆσαι δεικνύντος ἐστὶν, ὅτι οὐδὲ ἐκεί‐ | |
35 | νην τὴν δικαιοσύνην τὴν ἀπὸ τοῦ νόμου ἐστήσαντο. Ἰδίαν δὲ δικαιοσύνην αὐτῶν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. Τοῦτο οὐ περὶ Ἰουδαίων εἴρηται μόνων, ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. | |
40 | «Τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἐπειδὴ εἶπε, δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, δείκνυσιν ὅτι μία ἐστὶ δικαιοσύνη, | |
45 | καὶ ἐκείνην εἰς ταύτην ἀνακεφαλαιοῦται· ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν ἐκ πίστεως, κἀκείνην ἐπλήρω‐ σεν· ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης ἐξέπεσεν. Εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει· ὁ δὲ τὸν | |
95.521(50) | Χριστὸν ἔχων, κἂν μὴ κατωρθωκὼς τὸν νόμον ᾖ, τὸ πᾶν εἴληφεν. Ὥσπερ γὰρ τέλος ἰατρικῆς ὑγεία, καὶ | |
ὁ δυνάμενος ὑγιῆ ποιεῖν, κἂν μὴ ἰατρικὴν ἔχῃ, τὸ | 521 | |
95.524 | πᾶν ἔχει· ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τῷ νόμῳ καὶ τῆς πίστεως· ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων | |
5 | ἐστὶν ἀλλότριος· τί γὰρ ἐβούλετο ὁ νόμος; Δίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ’ οὐκ ἴσχυσεν οὐδεὶς αὐ‐ τὸν πληρῶσαι. Τοῦτο οὖν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν, καὶ διὰ τοῦτο πάντα ἐγέ‐ νετο, καὶ ἑορταὶ, καὶ θυσίαι, καὶ ἐντολαὶ, καὶ τὰ | |
10 | λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος. Ἀλλ’ αὐτοῦ τὸ τέλος ἦν ἐν Χριστῷ μειζόνως διὰ τῆς πίστεως. «Μωϋσῆς γὰρ γράφει, ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὁ ποιήσας ἄνθρωπος, ζήσεται ἐν αὐτῇ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως λέγει.» | |
15 | Τὰς κατασκευὰς ἀπὸ τῶν Γραφῶν πιστοῦται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι. Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ποία ἐστὶ, καὶ πόθεν συν‐ ίσταται. Πόθεν οὖν, ἢ ἀπὸ τοῦ πληρωθῆσαι πάσας τὰς ἐντολάς; Τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. | |
20 | «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.» Ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, πῶς ηὗρον μείζονα | |
25 | δικαιοσύνην οὗτοι, τὴν ἐλάττω μὴ εὑρόντες, λέγει λογισμὸν ἀναντίῤῥητον, ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. Αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεῖ πάντων, ἡ δὲ ἐκ πίστεως δικαιοσύνη ῥήματι ἔχει τὴν σωτη‐ ρίαν. | |
30 | Ἵνα μὴ δόξῃ τὸ εὔκολον, εὐκαταφρόνητον αὐτὴν ποιεῖν καὶ εὐτελῆ, ὅρα πῶς πλατύνει τὸν περὶ αὐτῆς λόγον, ὥσπερ τῇ ἀρετῇ διὰ τῶν ἔργων ἀνθίσταται ῥᾳθυμία, τοὺς πόνους ἐκλύουσα, καὶ δεῖ σφόδρα ἀγρυ‐ πνούσης ψυχῆς, ὥστε μὴ εἴκειν. Οὕτως ὅταν πιστεῦ‐ | |
35 | σαι δεηθῇ, λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι τὴν τῶν πολλῶν διάνοιαν, καὶ δεῖ νεανικωτέρας ψυ‐ χῆς, ὥστε αὐτοὺς διακρούεσθαι. «Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ | |
40 | ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν. Ὅτι, ἐὰν ὁμολογή‐ σῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς, καὶ πι‐ στεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς σω‐ τηρίαν. Λέγει γὰρ ἡ Γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ | |
45 | αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος.» Τουτέστιν εὔκολον· ὅταν οὖν καὶ μείζων ἡ δικαιο‐ σύνη, καὶ κούφη, καὶ εὐπαράδεκτος, καὶ ἄλλως δι‐ καιωθῆναι μὴ ᾖ, ἐσχάτης φιλονεικίας τοῖς ἀδυνάτοις | |
95.524(50) | ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια. | 523 |
95.525 | Εἶδες ὅτι ὁ βραχὺς οὗτος ὁ λόγος οὐ σωτηρίαν ἤνεγκε μόνον, ἀλλὰ καὶ δικαιοσύνην. «Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάν‐ τας τοὺς ἐπικαλουμένους αὐτόν· πᾶς γὰρ ὃς ἂν ἐπι‐ | |
5 | καλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ὅπερ ἄνω περὶ τοῦ Πατρὸς εἴρηκεν, τὸ, ἢ Ἰου‐ δαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐθνῶν; τοῦτο καὶ ἐνταῦ‐ θα περὶ τοῦ Υἱοῦ λέγει. «Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; | |
10 | πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκού‐ σονται χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσι, ἐὰν μὴ ἀποσταλῶσιν, καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.» Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν· κατασκευά‐ | |
15 | ζει δὲ τοῦτο, κατ’ ἐρώτησιν προάγων τὸν λόγον, σα‐ φέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατ’ ἀντίθεσιν καὶ λύσιν ἅπαν ὑφάναι τὸ χωρίον. Σκόπει δέ· ἄνωθεν εἶπεν, φησὶν, ὁ Προφήτης· Πᾶς ὃς ἂν ἐπικαλέση‐ ται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ’ ἴσως ἂν | |
20 | ἔχοι τις εἰπεῖν· Καὶ πῶς ἐδύναντο ἐπικαλεῖσθαι τοῦ‐ τον ὃν οὐκ ἐπίστευσαν; Εἶτα ἐρώτησις παρ’ αὐτοῦ μετὰ τὴν ἀντίθεσιν· Καὶ διὰ τί οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις. Πάντως ἔχοι τις ἂν εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Εἶτα πάλιν ἡ λύσις· | |
25 | Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθε‐ σις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; Εἶτα πάλιν ἡ λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστά‐ λησαν εἰς αὐτὸ τοῦτο πολλοί· καὶ πάλιν ἀντίθεσις· Καὶ πόθεν δῆλον, ὅτι οὗτοί εἰσιν ἐκεῖνοι οἱ ἀποστα‐ | |
30 | λέντες; Καὶ πάλιν λύσις ἐκ προφητικῆς μαρτυρίας· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. Καὶ ὅρα πῶς ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος δεί‐ κνυσι τοὺς κήρυκας. Οὐδὲν γὰρ ἄλλο περιῄεσαν παν‐ ταχοῦ λέγοντες, ἀλλ’ ἢ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, | |
35 | καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γεγενημένην εἰρή‐ νην· Ὥστε ἀπιστοῦντες οὐχ ἡμῖν ἀπιστεῖτε, φησὶν, ἀλλὰ τῷ Ἡσαίᾳ. Ἡ δὲ ὅλη κατασκευὴ αὕτη ἐστίν. Τὸ μὲν σωθῆναι, φησὶν, ἐκ τοῦ ἐπικαλεῖσθαι· τὸ δὲ ἐπικαλεῖσθαι, ἐκ τοῦ πιστεῦσαι· τὸ δὲ πιστεῦσαι, ἐκ | |
40 | τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι, ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι, ἐκ τοῦ ἀποσταλῆναι. Ἀπεστάληναν δὲ καὶ ἐκήρυξαν· καὶ μετ’ αὐτῶν προφήτης περιῄει, δει‐ κνὺς αὐτοὺς, καὶ ἀνακηρύττων, ὅτι οὗτοί εἰσιν οὓς πρὸ πολλῶν ἐδηλοῦμεν χρόνων. Εὔδηλον ὡς τὸ μὴ | |
45 | πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνον. «Ἀλλ’ οὐ πάντες ἐπίστευσαν τῷ Εὐαγγελίῳ. Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» Ἑτέρα πάλιν ἀντίθεσις· Καὶ μὴν εἰ ἦσαν καὶ οὗ‐ | |
95.525(50) | τοι ἀπεσταλμένοι καὶ παρὰ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι. Ἡ δὲ λύσις πάλιν ἐκ μαρτυρίας προφητικῆς· ἀλλὰ καὶ τοῦτο ἄνωθεν, φησὶν, εἶπεν Ἡσαΐας, μᾶλλον δὲ καὶ τούτου μεῖζον. Ὑμεῖς μὲν | |
γὰρ λέγετε· Διὰ τί μὴ πάντες ὑπήκουσαν; Ὁ δὲ | 525 | |
95.528 | Ἡσαΐας πλεῖον τούτου λέγει· Τίς γὰρ, φησὶν, ἐπί‐ στευσε τῇ ἀκοῇ ἡμῶν; «Ἄρα ἡ πίστις ἐξ ἀκοῆς· ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.» | |
5 | Ἐπειδὴ καθ’ ἕκαστον καιρὸν σημεῖα ἐζήτουν οἱ Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως, τούτου χά‐ ριν φησίν· Καὶ μὴν ὁ προφήτης οὐ ταῦτα ἐπηγγεί‐ λατο, ἀλλ’ ὅτι ἐξ ἀκοῆς δεῖ ἡμᾶς πιστεῦσαι. Καὶ ἵνα μὴ δόξῃ εὐτελὲς εἶναι τὸ τῆς ἀκοῆς, αὐτὴν ταύτην | |
10 | τὴν ἀκοὴν διὰ ῥήματός φησι Θεοῦ εἶναι. «Ἀλλὰ λέγω· μὴ οὐκ ἤκουσαν; Μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Πάλιν ἀντίθεσις· Εἰ ἀπεστάλησαν, φησὶν, οἱ κη‐ | |
15 | ρύττοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, ἔμελλον ἀκούειν. Λύεται δὲ ἐξ ὑπερβολῆς. Οὐδὲ γὰρ ἀνήκοον γεγενῆσθαί φησι τῆς ἐκείνων ἀκοῆς· καὶ τοῦτο δὲ πάλιν ἐκ μαρτυρίας ἀρχαίας. «Ἀλλὰ λέγω· μὴ Ἰσραὴλ μὴ ἔγνω;» | |
20 | Πάλιν ἀντίθεσις· Τί οὖν, εἰ ἤκουσαν μὲν, οὐκ ἐνόη‐ σαν δὲ τὰ εἰρημένα, οὔτε συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀπεσταλμένοι; «Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει· ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.» | |
25 | Αὕτη τῆς ἀντιθέσεως λύσις. Ἀπὸ μαρτυρίας τῶν παλαιῶν ἦν γνωρίσαι, φησὶν, αὐτούς· οὐκ ἀφ’ ὧν ἠπίστησαν μόνον, οὐδὲ ἀφ’ ὧν ἐκήρυττον ἐκεῖνοι τὰ ἀγαθὰ ἐκεῖνα ἃ εὐηγγελίζοντο, ἀλλὰ καὶ ἀφ’ ὧν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι | |
30 | τιμῇ. Τὸ δὲ, Παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, τὸ τῶν Ἑλλήνων φησίν· τί γὰρ Ἑλλήνων ἀσυνετώτε‐ ρον; τί δὲ εὐτελέστερον; «Ἡσαΐας δὲ λέγει· Εὑρέθην τοῖς μὴ ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» | |
35 | Ἐβιάσατο, φησὶν, καὶ ἐφιλονείκησεν μηδὲν συν‐ εσκιασμένον εἰπεῖν, ἀλλὰ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα, μᾶλλον δὲ ἑλόμενος κιν‐ δυνεύειν ἐκ τοῦ προφανῶς εἰπεῖν, ἢ συσκιάσαι τι τῶν μελλόντων πραχθήσεσθαι. | |
40 | «Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Ἡμέραν ἐνταῦθα πάντα τὸν χρόνον τῶν κηρύκων λέγων· τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ | |
45 | ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ. ΚΕΦΑΛ. ΙΑʹ. «Λέγω οὖν· μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρ‐ ματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ | |
95.528(50) | Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.» | 527 |
95.529 | Κατὰ διαπόρησιν εἰσάγει τὸν λόγον· λέγει δὲ ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκεν· διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, τὸν λαὸν αὐ‐ τοῦ, ἀλλὰ προσέθηκεν, ὃν προέγνω. Εἶτα ἐπαγαγὼν | |
5 | ἀπόδειξιν τοῦ μὴ ἀπώσασθαι τὸν λαὸν, φησίν· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. «Ἢ οὐκ οἶδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου | |
10 | κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.» Λύσιν ἐπάγει ἐξ ἱστορίας τῆς ἀντιθέσεως ἧς οὕτω τίθησι· τίς δὲ ἡ ἀντίθεσις; Οὕτως ἡμᾶς, φησὶν, ἀπα‐ τᾷς, καὶ παραλογίζῃ τὸν λαὸν ἅπαντα, σεαυτὸν τιθεῖς | |
15 | καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς φυσᾶς ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολομένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης. Ταύτης οὔσης τῆς ἀντιθέσεως, ὅρα πῶς ἐπάγει τὴν λύσιν ἀπὸ ἱστορίας κατασκευάζων· ἡ δὲ | |
20 | πᾶσα οἰκονομία τοῦ λόγου αὕτη· οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν. Εἰ γὰρ ἀπώσατο, οὐδένα ἀνεδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Εἶτα ἀντίθεσις· Καὶ μὴν, φησὶν, εἰ μὴ πάντας ἀπώσατο, πάντας ἐδέξατο. Εἶτα ἡ λύσις· Οὐδαμῶς, φησίν· καὶ γὰρ ἐν Ἠλίᾳ ἐν | |
25 | ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας· καὶ νῦν δὲ πολλοὶ οἱ πεπιστευκότες. Εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἠγνόει. «Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλειψα | |
30 | ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἐκάμ‐ ψαντο γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λείμματα κατ’ ἐκλογὴν χάριτος γέγονεν.» Ἵνα μὴ λέγοιεν, Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα; φησίν· λέγει, ναὶ μὲν οὖν. Δείκνυται γὰρ ἐντεῦθεν | |
35 | ὅτι τοὺς ἀξίους ὁ Θεὸς ἀεὶ σώζειν εἴωθεν, κἂν πρὸς ἅπαν ἔθνος ἡ ἐπαγγελία κειμένη. Διὸ καὶ ἐπάγει· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε. Σημαίνει δὲ καὶ ἕτερόν τι ἐκ τού‐ του, τὸ μὴ ξένην εἶναι τὴν χάριν καὶ πρᾶγμα και‐ | |
40 | νὸν, ἀλλὰ καὶ ἑπτακισχιλίους δι’ αὐτῆς σεσῶσθαι. «Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.» Πάλιν κἀντεῦθεν ἀποστερεῖ συγγνώμης τοὺς Ἰου‐ δαίους. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προφῆται | |
45 | μὲν ἐκάλουν, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζή‐ λωσις ἡμᾶς πεῖσαι ἦν ἱκανή· φορτικὰ δὲ τὰ ἐπιτατ‐ τόμενα ἦν. Οὐδὲ γὰρ ταῦτα, φησὶν, εἰπεῖν ἔχετε· πῶς γὰρ ἂν ταῦτα ἀπῄτησε, φησὶν, ὁ Θεὸς παρ’ ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ ἐπισκιάζειν ἔμελ‐ | |
95.529(50) | λεν. «Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυ‐ | |
χεν.» | 529 | |
95.532 | Διὰ τὴν ἀπιστίαν δηλονότι· ταῦτα γὰρ καὶ ὀπίσω πάλιν κατεσκεύασεν. «Ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθη‐ σαν, καθὼς γέγραπται.» | |
5 | Τὴν δικαιοσύνην. ὑπακούσασα τῇ πίστει. «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως.» Κατάνυξιν, τὴν διάθεσιν καὶ τὴν παράνομον κακίαν φησίν· ὅταν δὲ τὸ, ἔδωκεν, ἀκούεις, καὶ τὸ, παρ‐ έδωκεν, μὴ ὡς εἰς τοῦτο αὐτοὺς ὠθοῦντος τοῦ Θεοῦ, | |
10 | ἀλλ’ ἀντὶ τοῦ, εἴασεν, δέχου τὴν λέξιν. «Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» Ἐπειδὴ αὐτοὶ αὐτῶν ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς, καὶ ἔφραξαν τὰ ὦτα, κατὰ τὴν Ἡσαΐου φωνὴν, καὶ | |
15 | οὐκ ἠβουλήθησαν οὔτε ὁρᾷν, οὔτε ἀκούειν, τούτου χάριν εἴασεν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα πορεύε‐ σθαι τῶν καρδιῶν αὐτῶν. Τὸ γὰρ ἄκοντας ἕλκειν εἰς τὸ καλὸν, τοῦτο ἦν ἀναιροῦντος τὸ αὐτεξούσιον. «Καὶ Δαβὶδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν | |
20 | εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς ἀνταπόδομα αὐ‐ τοῖς, καὶ εἰς σκάνδαλον· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Δείκνυσιν ὡς αὐτὸ τοῦτο καμμῦσαι αὐτοὺς ὀφθαλ‐ μοὺς, αἴτιον αὐτοῖς γέγονε τιμωρίας· τὸ γὰρ τὴν | |
25 | τράπεζαν γενηθῆναι εἰς παγίδα, τουτέστι πᾶσαν αὐτῶν μεταβληθῆναι τὴν εὐημερίαν. Ὅτι δὲ δικαίως ἐπενήνεκται ἡ θεία ὀργὴ, ἐδίδαξεν εἰπών· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. «Καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» | |
30 | Τὸ διηνεκὲς τῆς τιμωρίας δηλοῖ· οὐδὲ γὰρ ἐλεη‐ θήσονται πρότερον, πρὶν μετανοήσαντες τὴν πίστιν δέξωνται. «Λέγω οὖν, μὴ ἔπταισαν, ἵνα πέσωσι; Μὴ γέ‐ νοιτο. | |
35 | Ἐκτραγῳδήσας αὐτῶν τὰς συμφορὰς, καὶ δείξας μέγα τὸ πτῶμα, καὶ κειμένους χαμαὶ, καὶ πάσης ἐλπίδος ἀφῃρημένους, ἵνα μὴ ἀπευδοκήσουσι τῆς σω‐ τηρίας, ὅρα πῶς παραμυθεῖται κειμένους· τῷ δὲ, Ἔπταισαν ἵνα πέσωσιν, εἰς τὸ διηνεκὲς, προσθε‐ | |
40 | τέον. Οὕτω γὰρ μικράν τινα παραμυθίαν λαμβάνον‐ τες, ἐπὶ τὴν μετάνοιαν ἤρχοντο, ὅσα γε ἐκ τῶν λό‐ γων, εἰ καὶ μὴ οὕτως ἐξέβη διὰ τὸ τῆς γνώμης δύσ‐ κολον. «Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς | |
45 | ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς.» Εἰ καὶ μὴ αὕτη τῶν πραγμάτων φύσις, ἀλλ’ οὕτω λέγει παραμυθούμενος τὴν μεγάλην αὐτῶν, ὡς ἔφην ἔκπτωσιν. Οὐ γὰρ διὰ τοῦτο ἔπταισαν, ἵνα σωθῇ τὰ ἔθνη, ἀλλ’ ἐπειδὴ ἠπίστησαν αὐτοὶ, ἐκηρύχθη τοῖς | |
95.532(50) | ἔθνεσιν. Ἔδει δὲ πρῶτον αὐτοὺς εἰσελθεῖν, εἶτα τὰ ἔθνη. Καὶ τοῦτο ἔκ τε τῶν παραβολῶν ὧν ἐν τοῖς Εὐαγγελίοις ἔστιν ἰδεῖν, ὧν πρὸς τοὺς ἀποστόλους ἔφασκεν ὁ Κύριος, τὸ πορεύεσθαι μᾶλλον εἰς τὰ πρό‐ βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· τὸ γὰρ, μᾶλ‐ | |
55 | λον, δηλοῖ, ὡς ἐκείνων μὲν πρῶτον ὀφειλόντων, εἶτα | 531 |
95.533 | τούτων δεύτερον. Καὶ τὸ παρὰ τοῦ Παύλου δὲ πρὸς Ἰουδαίους ῥηθὲν οὐδὲν ἧττον ταύτην βεβαιοῖ τὴν γνώμην. Ποῖον δὴ τοῦτο τὸ; Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι πρῶτον τὸν λόγον τοῦ Θεοῦ. | |
5 | «Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. Ἐφ’ ὅσον μὲν οὖν εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακο‐ νίαν μου δοξάζω, εἰ πῶς παραζηλώσω μου τὴν | |
10 | σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;» Ἀπ’ ἐκείνης ἧς εἶπεν διανοίας, τουτέστι τῆς σκο‐ πὸν ἐχούσης τὴν παραμυθίαν, καὶ τούτους ἡγησώμεθα | |
15 | τοὺς λόγους. «Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν, ἐνεκεντρίσθης ἐν αὐτοῖς.» | |
20 | Ἀπαρχὴν τοὺς περὶ Ἀβραάμ φησιν. «Καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σε. Ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεν‐ | |
25 | τρισθῶ. Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν. Σὺ δὲ τῇ πίστει ἕστηκας.» Ἵνα μὴ τὸ παρὰ φύσιν ἀκούων, ἔλαττον δῷς ἔχειν τοὺς ἐξ ἐθνῶν τῶν ἐξ Ἰσραὴλ, τούτου χάριν, συγκοι‐ νωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος ἐγένου, προσ‐ | |
30 | έθηκεν, ἵνα δείξῃ τῆς αὐτῆς ἐκείνους μετασχόντας πολιτείας καὶ ἁγιότητος. «Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ Κύριος τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φεί‐ σεται. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ἐπὶ | |
35 | μὲν τοὺς πεσόντας, ἀποτομία· ἐπὶ δὲ σὲ, χρηστότης Θεοῦ, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκ‐ κοπήσῃ. Κἀκεῖνοι δὲ ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Δυνατὸς γὰρ ὁ Θεὸς πάλιν ἐγκεν‐ τρίσαι αὐτούς.» | |
40 | Ὅρα σύνεσιν τοῦ Παύλου· πῶς ἀμφοτέροις ἐπάγει τὰ πρόσφορα. Τοῖς μὲν γὰρ Ἰουδαίοις πεσοῦσι καὶ ἐν πτώματι μεγάλῳ κειμένοις παραμυθίαν ἐγείρει πολλὴν, μὴ ἐῶν εἰς ἀπόγνωσιν· τοῖς δὲ ἔθνεσι δεξα‐ μένοις τὴν πίστιν καὶ δεδοξασμένοις διὰ τῶν χα‐ | |
45 | ρισμάτων, φόβον προσάγει, ὅπως μὴ δι’ ὧν ηὐπόρη‐ σαν ἀγαθῶν ὑψωθέντες εἰς φρόνημα, τῆς χάριτος ἐκπέσωσιν. «Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγρι‐ ελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλι‐ | |
95.533(50) | έλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρι‐ σθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυ‐ τοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τοῦ Ἰσ‐ | |
ραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσ‐ | 533 | |
95.536 | έλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει τὰς ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη· ὅταν ἀφελῶμαι τὰς ἁμαρτίας αὐτῶν.» | |
5 | Παρὰ φύσιν, καὶ κατὰ φύσιν, ὅταν ἀκούσῃς, μὴ τὴν ἀκίνητον αὐτὴν φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ τὸ εἰκὸς, καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν, τούτοις δηλοῦνται τοῖς ὀνόμασιν· οὐ γὰρ φύσει τὰ καλὰ καὶ τὰ κακὰ, ἀλλὰ ἐκ γνώμης καὶ προαιρέσεως | |
10 | μόνης. «Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι’ ἡμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας· ἀμετα‐ μέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» | |
15 | Ἐπειδὴ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. Ὁ δὲ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν αὐτῶν τὴν κλῆσιν, ἀλλὰ ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν μέλ‐ λοντας πιστεύειν, εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξου‐ σιν. | |
20 | «Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἐλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ νῦν ἐλεη‐ θῶσι. Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπεί‐ θειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.» | |
25 | Δείκνυσι τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους, ὡς καὶ ἡ τοῦ Εὐαγγελίου παραβολὴ ἡ ἐπὶ τῶν δύο παίδων, οἷς ὁ πατὴρ εἶπεν· Πορεύου εἰς τὸν ἀγρόν. Ὥσπερ γὰρ τὸ, Παρέδωκεν εἰς πάθη ἀτιμίας, καὶ | |
30 | τὸ, Ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸν Θεὸν ἀναφέρει ἡ Γραφὴ, διὰ τὴν συγχώρησιν αὐτοῦ ἑκάστῳ ὡς βούλεται πράττειν, καὶ μὴ κωλύειν διὰ τὸ αὐτεξούσιον· οὕτως καὶ ἐνταῦθα νοηθείη δ’ ἂν τὸ, συνέκλεισεν, καὶ ἐπὶ τοῦ συνεῖχεν ἄφυκτος ἀρᾷ· διὸ | |
35 | τὸν τῆς ἀπειθείας κατέστησεν ἔλεγχον. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.» Οὐ γὰρ μόνον καταληφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ’ οὐδὲ ἐξερευνηθῆναι. | |
40 | «Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Τουτέστιν, αἱ ἐπαγγελίαι. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Οὐδὲ ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ηὗρον ἅπαντα, ἀλλὰ μέρος τι μικρόν· μόνος γὰρ αὐτὸς οἶδεν τὰ | |
45 | ἑαυτοῦ σαφῶς. «Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ’ ἑτέρου σοφός ἐστιν, ἀλλὰ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. | |
95.536(50) | «Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται | |
αὐτῷ;» | 535 | |
95.537 | Χαρισάμενος ἡμῖν, φησὶν, οὐ παρ’ ἑτέρου δανει‐ σάμενος, ταῦτα ἔδωκεν, ἀλλ’ οἴκοθεν ἀναβλύσας· οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ’ αὐ‐ τοῦ· ἀλλὰ αὐτὸς κατάρχων ἐν παντὶ τῶν εὐεργε‐ | |
5 | σιῶν. «Ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Αὐτὸς ηὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκρατεῖ. Καὶ γὰρ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ’ ἑτέρου | |
10 | λαβεῖν. Καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. Καὶ τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλὰ αὐτὸς μόνος· αὐτὸς ὁ πλούσιος καὶ σο‐ φός. «Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» | |
15 | Ὅταν μέγα τι λέγει καὶ καινὸν καὶ παράδοξον, θαυμάζων εἰς δόξαν καταλήγει· τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησεν· καὶ γὰρ ἐκεῖ θαυμάσας, αὐτὸ δὴ τοῦτο, ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν, Ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα, ὁ ἐπὶ πάντων Θεὸς εὐλογητὸς | |
20 | εἰς τοὺς αἰῶνας. Ἀμήν. ΚΕΦΑΛ. ΙΒʹ. «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρ‐ μῶν τοῦ Θεοῦ.» Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλε‐ | |
25 | χθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, ἐπὶ τὴν παραίνεσιν μεταβαίνων, τοὺς οἰκτιρμοὺς προ‐ βάλλει τοῦ Θεοῦ, δι’ ὧν ἐσώθησαν· ὥσπερ ἄν τις τὸν μεγάλα εὐεργηθέντα ἐντρέψαι βουλόμενος, αὐ‐ τὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. | |
30 | «Παραστῆναι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ Θεῷ εὐάρεστον.» Ἵνα μή τις νομίσῃ λέγειν κατασφάξαι σώματα, ταχέως ἐπήγαγεν τὸ ζῶσαν. Πῶς δὲ γένοιτο θυσία ζῶσα; Ἐὰν μηδὲν ἄτοπον πράττῃ τὸ σῶμα, ἐὰν μὴ | |
35 | ὁ ὀφθαλμὸς βλέπῃ πονηρὸν, μὴ γλῶττα λαλήσῃ αἰ‐ σχρὸν, μηδὲ χεὶρ ἅψηται παρανομίας. Οὕτω γίνεται ὁλοκαύτωμα. Οὐκ εἶπε, ποιῆσαι, ἀλλὰ παραστῆσαι, ὡς ἂν εἰ ἔλεγεν· Μηδὲν ἔχετε λοιπὸν κοινὸν πρὸς αὐτά· ἑτέ‐ | |
40 | ρῳ αὐτὰ ἐξεδώκατε. Παραστήσας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου τὰ μέλη, φησὶ, καὶ τῇ παρατάξει τῇ φοβερᾷ, μὴ κάθελκε πρὸς ἰδιωτικὰς αὐτὰ δια‐ κοσμήσεις. Ζῶσαν, φησὶ, πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς, | |
45 | τῆς διὰ τῶν σφαζομένων· πάλιν λογικὴν, πρὸς ἀντι‐ διαστολὴν τῆς ἀλόγου, τῆς διὰ τῶν θρεμμάτων. Πρῶτον δὲ πάντων τὴν σωφροσύνην εἶπεν, ὥσπερ κρηπῖδά τινα καὶ θεμέλιον τῶν λοιπῶν ἀρετῶν. «Τὴν λογικὴν λατρείαν ὑμῶν.» | |
95.537(50) | Λογικὴν λατρείαν, τὴν πνευματικὴν διακονίαν καὶ τὴν πολιτείαν τὴν κατὰ Θεὸν, φησὶν, τὴν μηδὲν ἔχουσαν σωματικόν. | |
«Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ | 537 | |
95.540 | μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα Θεοῦ τὸ ἀγαθὸν, τὸ εὐάρεστον καὶ τέλειον.» Μὴ πλάσῃς σαυτὸν, φησὶν, κατὰ τὸ σχῆμα τοῦ | |
5 | παρόντος βίου. Οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βεβηκός ἐστιν. «Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθεί‐ σης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν.» | |
10 | Ἀνωτέρω εἰπὼν, Διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παρακαλῶ ὑμᾶς, ἐνταῦθα πάλιν λέγει, διὰ τῆς χά‐ ριτος. Συνεχῶς τῶν εὐεργεσιῶν αὐτοὺς ἀναμιμνή‐ σκων, ὥστε εὐγνωμονεστέρους αὐτοὺς ποιῆσαι. Ἔστι δὲ τὸ ὅλον περὶ ταπεινοφροσύνης. | |
15 | «Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ’ ἵνα εἰς σω‐ φροσύνην. Νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν, ἀπὸ τοῦ σώας | |
20 | ἔχειν τὰς φρένας. «Ἑκάστῳ ὡς Θεὸς ἐμέρισε μέτρον πίστεως.» Πίστιν ἐνταῦθα τὸ χάρισμα καλεῖ. Εἰπὼν δὲ ὅτι ἐμέρισεν, καὶ τὸν ἔλαττον εἰληφότα παρεμυθήσατο, καὶ τὸν μείζονος ἀπολαύσαντα κατέστειλεν· εἰ γὰρ | |
25 | ὁ Θεὸς ἐμέρισεν, καὶ μὴ σὸν τὸ κατόρθωμα· τί μέγα φρονεῖς; «Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχο‐ μεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· τὸ δὲ | |
30 | καθ’ εἷς, ἀλλήλων μέλη.» Τίνος ἕνεκεν μέγα φρονεῖς, φησὶν, ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαν‐ τες ἓν, καὶ μεγάλοι, καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν, καὶ ἀλλήλων μέλη, τί τῇ | |
35 | ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ ἐκεῖνος σοῦ μέλος, οὕτως κἀκείνου σύ. «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖ‐ σαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀνα‐ λογίαν τῆς πίστεως, εἴτε ὁ διακονῶν ἐν τῇ διακο‐ | |
40 | νίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρα‐ καλῶν ἐν τῇ παρακλήσει.» Βούλεται αὐτοὺς σπουδαιοτέρους ἐργάσασθαι, δει‐ κνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι τοῦ μείζονα ἢ ἐλάττω λαβεῖν. Διό φησιν, κατὰ τὴν ἀναλογίαν | |
45 | τῆς πίστεως. Λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρι‐ σεν μέτρον πίστεως. Λέγει δὲ καὶ παρ’ αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύμους. «Ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν | |
95.540(50) | σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκρι‐ τος. Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· τῇ σπουδῇ μὴ ὀκ‐ νηροί· τῷ πνεύματι ζέοντες. | |
55 | Δείκνυσιν ὡς οὐδὲν ὄφελος ἀρετῆς, εἰ μὴ μετὰ | 539 |
95.541 | τοῦ προσήκοντος γίνεται. Ὅρα γὰρ πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ· οὐ γὰρ εἶπεν, μεταδίδοτε, μό‐ νον, ἀλλὰ μετὰ δαψιλείας· οὐδὲ, προΐστασθε, ἀλλὰ μετὰ σπουδῆς· οὐδὲ, ἐλεεῖτε, ἀλλὰ ἱλαρῶς· οὐδὲ, | |
5 | τιμᾶτε, ἀλλὰ προηγεῖσθε οὐδὲ, ἀγαπᾶτε, ἀλλὰ ἀνυπο‐ κρίτως· οὐδὲ ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε· οὐδὲ, ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ, κολλᾶσθε· οὔτε, φιλεῖτε, ἀλλὰ, φιλοστόργως· οὐδὲ, σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς· οὐδὲ, πνεῦμα ἔχοντες, ἀλλὰ ζέον | |
10 | τὸ πνεῦμα· ὅταν γὰρ σχῇς ἅπαντα τὰ προειρημένα, ἐπισπάσῃ τὸ πνεῦμα. Ἑαυτῷ γὰρ δίδωσι, ἑαυτῷ προΐσταται. Ἀγαπη‐ τὸν γὰρ μηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν μετὰ τοῦ χαίρειν παράσχῃς. Ἐπειδὴ γὰρ οὐδὲν | |
15 | οὕτως αἰσχρὸν ἀνθρώποις εἶναι δοκεῖ, ὡς τὸ παρ’ ἑτέρων λαμβάνειν, ἂν μὴ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶ δείξῃς ὅτι λαμβάνεις μᾶλλον ἢ δίδως, κατέβαλες μᾶλλον, ἢ ἀνέστησας τὸν λαμ‐ βάνοντα. Τίς δὲ βασιλείαν λαμβάνων σκυθρωπός | |
20 | ἐστι; τίς ἁμαρτημάτων συγχώρησιν κατηφὴς μέ‐ νει; Οὐκ εἶπεν, ἀπεχόμενοι, ἀλλὰ, μισοῦντες. Καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα μισοῦντες. Τὸ γὰρ ἀπὸ ῥῆμα πολλαχοῦ ἐπιτάσεώς ἐστι παρ’ αὐτοῦ, ὡς | |
25 | τὸ ἀπεκδεχόμενοι καὶ ἀπολύτρωσιν, καὶ ἀποκαρα‐ δοκίαν. Ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσιν, αὐτὸς καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, ἔχθραν ἔχειν πρὸς τὴν κακίαν καὶ μῖσος. | |
30 | Οὐκ εἶπε, ποιοῦντες, μόνον, ἀλλὰ καὶ διακεί‐ μενοι· τοῦτο γὰρ τὸ κελεῦσαι, κολλᾶσθαι ἐδήλωσεν. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ, ἔλεγεν· Προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐ‐ τοῦ. | |
35 | Ὅταν περὶ τῶν ἔξω λέγῃ· Εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Ὅταν δὲ περὶ τῶν οἰκείων, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστορ‐ γοι. Ἀδελφοὶ, φησὶν, ἔστε, οὐκοῦν διὰ τοῦτο δί‐ καιοι ἂν εἴητε ἀγαπᾷν ἀλλήλους. | |
40 | «Τῷ Κυρίῳ δουλεύοντες.» Διὰ τούτων ἁπάντων ἐστὶ δουλεύειν τῷ Θεῷ. «Τῇ ἐλπίδι χαίροντες.» Οὐδὲν γὰρ οὕτως πρὸς ἀνδρείαν ἐγείρει ὡς ἐλ‐ πὶς χρηστή. | |
45 | «Τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρ‐ τεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν, φιλοξενίαν διώκοντες. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Χαίρειν μετὰ χαιρόν‐ των, καὶ κλαίειν μετὰ κλαιόντων τὸ αὐτὸ εἰς ἀλλή‐ | |
95.541(50) | λους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι.» Καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι μέγα καρπώσει καλὸν ἀπὸ τῆς θλίψεως, τὸ καρτερικῶς | |
καὶ δόκιμος γίνεσθαι. | 541 | |
95.544 | Οὐκ εἶπεν, παρέχετε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι μεῖζον λαμβάνουσιν, ἢ διδόασι· καὶ ὅτι ἐμπο‐ ρία τὸ πρᾶγμά ἐστιν. Κοινὸν γάρ ἐστιν. Εἰσφέρεις χρήματα, εἰσφέρουσί σοι τὴν πρὸς Θεὸν δόξαν ἐκεῖ‐ | |
5 | νοι. Οὐκ εἶπεν, ἐργαζόμενοι, ἀλλὰ, διώκοντες, παι‐ δεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλὰ αὐτοὺς ἐπιτρέχειν καὶ κατα‐ διώκειν. | |
10 | «Γενναίας γὰρ σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιμοῦντι μὴ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ συν‐ ήδεσθαι. «Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.» | |
15 | Τουτέστι, μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς· οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νο‐ μίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. «Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώ‐ πων.» | |
20 | Ὅμοιον τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν. Τοῦτο δέ φησιν, οὐχ ἵνα πρὸς κενοδοξίαν ζήσωμεν, ἀλλ’ ἵνα μὴ παρασχῶμεν λαβὴν τοῖς ἀνθρώποις καθ’ ἡμῶν. «Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώ‐ | |
25 | πων εἰρηνεύοντες, μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγα‐ πητοί.» Εὖ τὸ, εἰ δυνατόν· ἔστι γὰρ ὅπου οὐ δυνατὸν, οἷον, ὅταν περὶ εὐσεβείας ὁ λόγος, ἢ ὅταν περὶ ἀδι‐ κουμένων ὁ ἀγών. | |
30 | «Ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις. Ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.» Ποίᾳ ὀργῇ, ἢ τῇ τοῦ Θεοῦ, φησίν; Ἐπειδὴ γὰρ μάλιστα τοῦτο ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικῆσαι. ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μάλιστα μετὰ πολ‐ | |
35 | λῆς δίδωσι τῆς περιουσίας· ἂν γὰρ αὐτὸς μὴ ἀμύ‐ νῃ, φησὶν, ὁ Θεὸς ἔσται τιμωρός. Συγχώρησον οὖν αὐτῷ, φησὶν, ἐπεξελθεῖν. Καὶ τοῦτο ἐστὶ τὸ, δότε τόπον τῇ ὀργῇ. Εἶτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. | |
40 | «Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν. Οὕτω γὰρ ποιῶν ἄνθρα‐ κας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» Ἐπὶ τὸ μεῖζον αὔξει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τί λέγω, φησὶν, ὅτι εἰρηνεύειν δεῖ; εὐεργετεῖν μὲν οὖν | |
45 | μάλιστα κελεύω. Οἶδα γὰρ ὅτι κἂν θηρίον ᾖ ὁ ἐχ‐ θρὸς, κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψω‐ μίζων αὐτὸν καὶ ποτίζων οὐδὲ αὐτὸς λοιπὸν τῆς τιμωρίας μνημονεύει τῆς ἐκείνου. Διὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγματος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλ’ | |
95.544(50) | ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ· οὐ γὰρ εἶπε τιμωρή‐ σεις αὐτὸν, ἀλλὰ, Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ | |
τὸ κακόν.» | 543 | |
95.545 | Ἠρέμα πῶς ᾐνίξατο, μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν. ΚΕΦΑΛ. ΙΓʹ. «Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασ‐ | |
5 | σέσθω.» Πολὺν τῆς πρὸς ἄρχοντας ὑποταγῆς ποιεῖται λό‐ γον, δεικνὺς, ὡς οὐκ ἐπὶ ἀνατροπῇ τῆς κοινῆς πο‐ λιτείας ὁ Χριστὸς τοὺς παρ’ ἑαυτοῦ νόμους εἰσ‐ ήγαγεν· ὅπερ ὠνείδιζόν τινες· ἀλλ’ ἐπὶ διορθώσει | |
10 | βελτίονι. «Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ, τεταγμέναι εἰσίν.» Πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας καὶ λογισμὸς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. Οὐ | |
15 | τοῦτο δὲ λέγει, ὡς πᾶς ἄρχων ὑπὸ Θεοῦ χειροτονεῖ‐ ται, οὐδὲ περὶ τῶν καθ’ ἕκαστον ἀρχόντων ὁ λόγος, ἀλλὰ περὶ τοῦ αὐτοῦ πράγματος. Τὸ γὰρ ἀρχὰς εἶ‐ ναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνεδὴν ἅπαντα φέρεσθαι ὥσπερ κυμάτων | |
20 | τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Διὰ τοῦτο οὐκ εἶπεν· οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ Θεοῦ· ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται λέγων. Οὐ γάρ ἐστιν ἐξ‐ ουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Ὥσπερ γὰρ ὅταν περὶ | |
25 | ἀνδρὸς καὶ γυναικὸς λέγῃ, ὅτι παρὰ Κυρίου ἁρμό‐ ζεται γυνὴ ἀνδρὶ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν· οὕτω καὶ ἐνταῦθα περὶ τοῦ καθόλου ἐκ‐ ληπτέον τὸν λόγον. «Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ | |
30 | διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ, ἀλλὰ τῷ κακῷ. Θέλεις δὲ μὴ φο‐ βεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς | |
35 | τὸ ἀγαθόν· ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Θεοῦ γὰρ διάκονός ἐστι, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Διὸ ἀνάγ‐ κη ὑποτάσσεσθαι.» Ἵνα μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, | |
40 | καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας ἄρχουσιν ὑποτάτ‐ των, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πά‐ λιν ὑποτάττει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· ὅτι ὁ μὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεμεῖ τῷ αὐτὸν νομο‐ | |
45 | θετήσαντι· καὶ τοῦτο σπουδάζει πανταχοῦ δεῖξαι, ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ’ ὀφείλο‐ μεν. Οὕτω γὰρ, κἂν καὶ τοὺς ἄρχοντας τοὺς ἀπί‐ στους μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. | |
95.545(50) | «Οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συν‐ είδησιν. Οὐ μόνον, φησὶν, ἀντίστασαι Θεῷ, μὴ ὑποτασσό‐ μενος, καὶ κακὰ σαυτῷ προξενεῖς, ἀλλὰ καὶ ἐν τοῖς μεγίστοις εὐεργέται σου γίνονται, εἰρήνης ὄν‐ | |
55 | τες πρόξενοι καὶ οἰκονομίας πολιτικῆς. «Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.» Ἀφεὶς εἰπεῖν τὰς εὐεργεσίας κατὰ μέρος, τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν | |
εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, ἐξ ἑνὸς | 545 | |
95.548 | τούτου τὸ πᾶν ἐνδείκνυται. Ποίου; Ὅτι εὐεργετού‐ μεθα παρ’ αὐτῶν, φησίν· σὺ μαρτυρεῖς μισθὸν αὐτῷ τελῶν. «Λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσ‐ | |
5 | καρτεροῦντες.» Τὸν πόνον αὐτῶν διὰ τούτου δείκνυσι, καὶ τὴν ταλαιπωρίαν τὴν περὶ τὰς φροντίδας. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύσῃς εἰ‐ ρήνης. | |
10 | «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φό‐ βον, τῷ τὴν τιμὴν τὴν τιμήν.» Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον αὐ‐ τοῖς κελεύων τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. | |
15 | Εἰ δέ τίς φησιν, ὅτι ἀνωτέρω εἶπεν, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; γνώτω, ὡς ἕτερον λέ‐ γει φόβον, τὸν ἐκ τοῦ πονηροῦ συνειδότος. Εὖ δὲ καὶ τὸ, ἀπόδοτε, ἵνα τὸ ὀφειλόμενον δηλώσῃ. Οὐδὲ γὰρ χαρίζει, φησὶ, τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι | |
20 | τὸ πρᾶγμα. «Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγα‐ πᾷν.» Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, | |
25 | τὴν ἀγάπην φημί. «Ὁ γὰρ ἀγαπῶν τὸν ἕτεραν, νόμον πεπλήρωκεν. Τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐστὶν ἐντολή.» | |
30 | Μηγάρτοι τοῦτο χάριν εἶναι νομίσῃς, φησίν. Καὶ γὰρ αὐτὸ ὀφειλὴ ἐστίν. «Ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται. Οὐκ εἶπεν, ἁπλῶς, πληροῦται, ἀλλὰ ἀνακεφα‐ λαιοῦται· τουτέστι, συντόμως καὶ ἐν βραχεῖ τὸ | |
35 | πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν ἔργον. Καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη. «Ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἡ ἀγάπη τοῦ πλησίον κακὸν οὐκ ἐργάζεται· πλή‐ ρωμα οὖν νόμου ἡ ἀγάπη.» | |
40 | Οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμέ‐ νην. «Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἤδη ἡμᾶς ἐξ ὕπνου ἐγερθῆναι.» Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν | |
45 | αὐτοὺς ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατ‐ επείγοντος. Ἐπὶ θύραις γὰρ, φησὶν, ὁ τῆς κρίσεως ἕστηκε καιρός. «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπι‐ στεύσαμεν.» | |
95.548(50) | Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ σπουδαιο‐ τέρους εἶναι, ἀκμάζοντος ἐν αὐτοῖς τοῦ πόθου, προελθόντος δὲ τοῦ χρόνου ἀσθενεστέραν γενέσθαι τὴν σπουδήν· φησὶν, ὅτι τὸ ἐναντίον δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι, προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον | |
55 | ἀκμάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάζεσθαι, ἐπειδὴ καὶ τὰ βρα‐ | |
βεῖα ἐγγύς. Ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν· | 547 | |
95.549 | ὅταν πρὸς τῷ τέλει τῷ δρόμου γίνωνται, καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται μειζόνως. «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ παρα‐ | |
5 | γίνεται, τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ τὰ ταύ‐ της. «Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐν‐ δυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.» Ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, | |
10 | φησίν· οὐδὲν γὰρ τῶν ἐν ὀνείροις φαντασμάτων τὰ τῇδε διαφέρουσι πράγματα. «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατῶμεν.» Οὐκ εἶπε, περιπατεῖτε, ἀλλὰ, περιπατήσωμεν· ὥστε ἀνεπαχθῆ ποιῆσαι καὶ κούφην τὴν ἐπίπλη‐ | |
15 | ξιν. «Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελ‐ γείαις.» Οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως· οὐδὲ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μὴ μετὰ παροινίας, οὐδὲ | |
20 | τὸ μίγνυσθαι γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. «Μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ’ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν.» Οὐδὲν γὰρ οὕτω φιλονεικίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. Διὰ τοῦτο πρότερον | |
25 | εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, μὴ ἔριδι καὶ ζήλῳ. «Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπι‐ θυμίαν.» Ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ με‐ | |
30 | θύειν, οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαῖνον. Ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει Τιμοθέῳ, φησίν· Ὀλί‐ γῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυ‐ κνάς σου ἀσθενείας. Οὐκοῦν πρὸς ὑγείαν προνόει, | |
35 | φησὶ, μὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ εἴη τοῦτο πρό‐ νοια λοιπὸν, ὁπηνίκα τὴν φλόγα ἀνάπτῃς αὐτῆς, καὶ χαλεπὴν τὴν κάμινον ποιῇς. ΚΕΦΑΛ. ΙΔʹ. «Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, | |
40 | μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.» Πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων. ἔτι τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει μετὰ τὴν πίστιν, τῶν βρωμάτων ἐφύλαττον τὴν παρατήρησιν, οὔπω | |
45 | θαῤῥοῦντες τέλειον ἀποστῆναι τοῦ νόμου, εἶτα ὥστε μὴ γενέσθαι εὐφώρατοι τῶν χοιρίων ἀπεχόμενοι μό‐ νον, πάντων ἑξῆς ἀπείχοντο κρεῶν, καὶ ἤσθιον λά‐ χανα, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ, ἀλλὰ μὴ νόμου παρατήρησις· ἕτεροι δὲ πάλιν ἦσαν τελειότεροι οὐδὲν | |
95.549(50) | τοιοῦτο παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι | |
φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες καὶ εἰς | 549 | |
95.552 | ἀθυμίαν ἐμβάλλοντες αὐτούς. Δεδοικὼς τοίνυν ὁ Παῦ‐ λος μὴ μικρὸν κατορθῶσαι βουλόμενοι τὸ πᾶν ἀνα‐ τρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐ‐ τοὺς ἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς | |
5 | ἐκπεσεῖν παρασκευάσωσιν, ὅρα τί ποιεῖ. Οὔτε γὰρ ἐτόλμα τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ὅτι Κακῶς ποιεῖτε ἐπιτιμῶντες, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῷ παρα‐ τηρεῖσθαι, οὔτε πάλιν ὅτι καλῶς, ἵνα μὴ σφοδρο‐ τέρους αὐτοὺς τῶν μὴ ἐσθιόντων κατηγόρους ἐργά‐ | |
10 | σηται· ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτί‐ μησιν, καὶ δοκεῖ μὲν τοῖς ἰσχυροῖς ἐπιτιμᾷν. Τὸ δὲ ἀκριβὲς εἰς τοὺς ἐσθίοντας τὸ πᾶν ἀποτείνεται τῶν λόγων. Αὕτη γὰρ μάλιστα ἔσται διόρθωσις, ὅταν ὡς πρὸς ἄλλον τείνοντες τὸν λόγον, ἕτερον πλήξωμεν | |
15 | τὸν ἐργαζόμενον τὸ κακὸν, καὶ λανθανόντως τὴν διόρ‐ θωσιν ποιησώμεθα. Ὅρα τοίνυν πῶς αὐτὸ συνετῶς ποιεῖ, λέγων, Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει, εὐθέως πρώτην δίδωσι πληγήν· εἰπὼν γὰρ τὸν ἀσθε‐ νοῦντα, ἔδειξεν ἄῤῥωστον. Εἶτα δευτέραν προστί‐ | |
20 | θησι, λέγων, προσλαμβάνεσθε. Δείκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστίν. Δηλοῖ τοιοῦτο αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς ἀντεχομένους αὐτοῦ τῆς βοηθείας, διακρίνεσθαι. | |
25 | «Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω.» Οὐκ εἶπεν, ἐάτω· οὐκ εἶπε, μὴ ἐγκαλείτω· οὐκ εἶπε, μὴ διορθούσθω, ἀλλὰ, μὴ ὀνειδιζέτω, μηδὲ διαπτυέτω. «Ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω.» | |
30 | Ὥσπερ γὰρ οἱ τελειότεροι τοὺς ἀσθενεστέρους ηὐ‐ τέλιζον ὡς ὀλιγοπίστους, καὶ νόθους, καὶ Ἰουδαΐ‐ ζοντας· οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανο‐ μοῦντας, ἢ ὡς λαιμαργίᾳ προσέχοντας. «Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· σὺ τίς εἶ ὁ | |
35 | κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει.» Τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδεί‐ ξατο χάριν. «Σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι | |
40 | αὐτόν.» Δείκνυσιν ἔτι χρῄζοντα τῆς προσοχῆς, καὶ τοσαύ‐ της ἐπιμελείας δεόμενον, ὡς καὶ τὸν Θεὸν εἰς ταῦτα καλεῖν βοηθόν. «Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ’ ἡμέραν· ὃς δὲ | |
45 | κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πλη‐ ροφορείσθω.» Ἐνταῦθα δοκεῖ ἠρέμα περὶ νηστείας αἰνίττεσθαι. Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ νη‐ στεύοντας διηνεκῶς κρίνειν. | |
95.552(50) | «Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ | |
φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, | 551 | |
95.553 | Κυρίῳ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.» Οὐ περὶ τὰ καίρια, φησὶ, τὸ πρᾶγμά ἐστιν· τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν οὗτος κἀκεῖνος | |
5 | ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευ‐ τῶσιν. Καὶ γὰρ καὶ οὗτος καὶ ἐκεῖνος εὐχαριστοῦσι τῷ Θεῷ. «Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· | |
10 | ἐάν τε ἀποθνήσκομεν, τῷ Κυρίῳ ἀποθνήσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυ‐ ρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ σὺ τί ἐξουθενεῖς τὸν | |
15 | ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βή‐ ματι τοῦ Θεοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύ‐ ριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· μηκέτι οὖν ἀλλή‐ | |
20 | λους κρίνωμεν.» Σαφέστερον ἐδήλωσεν ὅτι ὁ τὸ νόμῳ ζῶν, οὐ δύ‐ ναται τῷ Χριστῷ ζῇν. «Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ, ἢ σκάνδαλον.» | |
25 | Ἀμφοτέροις ἁρμόζειν δύναται, καὶ τοῦ τελείου σκανδαλιζομένου ἐπὶ τῇ τῶν βρωμάτων παρατη‐ ρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφο‐ δρᾷ ἐπιπλήξει. «Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν | |
30 | κοινὸν δι’ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν· εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατ’ ἀγάπην περιπατεῖς.» Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι αὐτοῦ τὸν ἀδελ‐ φὸν, τότε λοιπὸν καὶ ὑπὲρ δόγματος ἀποφαίνεται. | |
35 | «Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.» Χριστὸς μὲν ὑπὲρ αὐτοῦ ἀπέθανε, φησίν· σὺ δὲ τοσοῦτον τὸν ἀδελφὸν οὐ τιμᾷς, ὡς μηδὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; | |
40 | «Μὴ βλασφημείσθω οὖν ἡμῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.» Ἀγαθὸν ἐνταῦθα τὴν ἀπηρτισμένην εὐσέβειάν | |
45 | φησιν. «Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ, εὐάρε‐ στος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.» | |
95.553(50) | Οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, φησὶν, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες. Τούτου μὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσουσιν, ἐκείνου δὲ, μόνος αὐτός. «Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ | |
55 | Θεοῦ.» Τὴν σωτηρίαν τοῦ ἀδελφοῦ φησι. | |
«Πάντα μὲν καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ | 553 | |
95.556 | τῷ διὰ προσκόμματος ἐσθίοντι. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει.» Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν | |
5 | ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. «Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ.» Ὃ λέγει τοσοῦτόν ἐστι· Θέλεις μοι δεῖξαι ὅτι τέ‐ | |
10 | λειος εἶ, καὶ ἀπηρτισμένος, φησίν; Μὴ ἐμοὶ δεί‐ κνυε, ἀλλὰ ἀρκείτω σου τὸ συνειδός. Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. «Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμά‐ | |
15 | ζει.» Ἐπειδὴ εἶπεν, καθ’ ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίζῃ μικρὸν τὸ δικαστήριον, τοῦτο λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον· κἂν πάντες σου κατηγορήσωσιν, σὺ δὲ σαυτὸν μὴ κρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβη‐ | |
20 | ται, μακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν· εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες· οὗτοι πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλ’ ἐπὶ τῆς προκειμένης ὑποθέ‐ σεως. | |
25 | «Ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται.» Πάλιν παρακαλῶν φείσασθαι τῶν ἀσθενεστέρων, τοῦτό φησιν· Τί γὰρ ὄφελος ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν; Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχο‐ μαι, τὸν, φησὶν, καὶ ἐσθίοντα, καὶ μὴ μετ’ ἀμφι‐ | |
30 | βολίας. Ὁρᾷς ὅπως αὐτὸν ἐνάγει, οὖν εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. «Ὅτι οὐκ ἐκ πίστεως.» Κατακρίνεται, φησὶν, οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ’ | |
35 | ἐπειδὴ οὐκ ἐκ πίστεως. Οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ’ ὡς ἀκαθάρτου ἥψατο. Δείκνυσι δὲ διὰ τοῦτο αὐτοῖς, καὶ τὴν βλαβὴν ὅσην ἐργάζον‐ ται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν | |
40 | διὰ τούτου ἀπόσχωνται τοῦ ἐπιπλήττειν. «Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί.» ΚΕΦΑΛ. ΙΕʹ. «Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. | |
45 | Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρε‐ σεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνει‐ διζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ | |
95.556(50) | τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ | |
παρακλήσεως δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις | 555 | |
95.557 | κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στό‐ ματι δοξάζητε τὸν Θεὸν καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλή‐ λους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς | |
5 | δόξαν Θεοῦ.» Ὅταν γὰρ μὴ θαῤῥῇ, φησὶν, μηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐ ἥμαρτεν; Ταῦτα δὲ πάντα ἐπὶ τῆς προκειμένης ὑποθέσεως αὐτῷ εἴρηται. Ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι· ἐξῆν μὴ παθεῖν | |
10 | ἅπερ ἔπαθεν, εἴ γε ἤθελεν τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλὰ καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δό‐ ξαν, ἀσθενὴς εἶναι νομισθείς. Ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὰ ἑαυτοῦ παρεῖδεν. Δείκνυσιν οὐ μόνον τὸν Υἱὸν ὀνειδισθέντα, ἀλλὰ | |
15 | καὶ τὸν Πατέρα· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲ ξένον. Οἱ γὰρ ἐπὶ τῆς παλαιᾶς μελετήσαντες αὐτὸν ὀνειδίζειν, οὗτοι καὶ κατὰ τοῦ παιδὸς ἐμάνησαν. «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περι‐ | |
20 | τομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων.» Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας διαλέγε‐ ται, ἔτι τοῦ κεφαλαίου ἐχόμενος· ὁ δὲ νοῦς οὗτος· Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέ‐ | |
25 | γουσα· Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος τοῦ Ἀβραὰμ ἅπαντες. Ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγ‐ γελίας ἐστέρει λοιπὸν ἐκείνης τῆς διδομένης περὶ αὐ‐ | |
30 | τῶν πρὸς τοὺς πατέρας. Παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόμον πληρώσας καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφήκει δια‐ | |
35 | πεσεῖν τὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, καὶ ἐπι‐ τηδείους λοιπὸν ἐποίησεν τοὺς μέλλοντας δέχεσθαι | |
40 | τὴν ἐπαγγελίαν. «Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράν‐ θητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν· Αἰνεῖτε, | |
45 | πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ τὰ ἔθνη ἐλπιοῦσιν. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς, καὶ εἰρήνης ἐν τῷ | |
95.557(50) | πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου.» Τοῦτο κατασκευάζει τῷ λόγῳ, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ μειζόνων εἰσὶ, | |
καὶ δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ | 557 | |
95.560 | Ἰουδαίων. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων ἥψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει αὐτῶν τὴν ἀπόνοιαν. Ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίας πατέρων δείκνυσι διδόμενα τὰ ἀγαθά· τοῖς δὲ ἐξ ἐθνῶν ἐξ | |
5 | ἐλέου καὶ φιλανθρωπίας μόνης. Τὸ δὲ, δοξάζειν τὸν Θεὸν, τοῦτό ἐστι, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμο‐ θυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. Διὸ καὶ μαρτυρίας ἐπάγει πολλὰς, δι’ ὧν δείκνυσιν ὅτι δεῖ | |
10 | συνῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν. Ταύτας δὲ πάσας παράγει τὰς μαρτυρίας, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται, τῶν προ‐ φητῶν πάντων καλούντων αὐτοὺς, τοὺς ἐξ ἐθνῶν φημι, καὶ τὸν ἐξ ἐθνῶν πείσῃ μετριάζειν, τοῦ δεῖξαι | |
15 | πλείονος ὑπεύθυνον ὄντα χάριτος. «Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης.» Τουτέστιν, ὁ ἐπιτιμῶν καὶ ἐγκαλῶν. —Τὴν ὁλό‐ κληρον ἀρετὴν οὕτω καλεῖ. | |
20 | «Πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.» Ἐπειδή εἰσί τινες φιλόστοργοι μὲν, οὐκ εἰδότες δὲ τῷ πράγματι χρήσασθαι καλῷ. «Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ, ἀπὸ | |
25 | μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσαν μοι ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λει‐ τουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Πάλιν τὰ τῆς ταπεινοφροσύνης φησίν· τούτου γὰρ | |
30 | μάλιστα ἔδει αὐτοῖς. «Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσ‐ δεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων, ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς, εἰς | |
35 | τοῦτο ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος. Πῶς δὲ γένοιτο εὐπρόσδεκτος ἐν Πνεύματι ἁγίῳ, ἀλλ’ ἢ ὅταν ἡμῖν πρὸς τῇ πίστει καὶ πολιτεία προσγένηται πνευ‐ ματικὴ, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἡμῖν; | |
40 | «Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ πρὸς τὸν Θεόν.» Ἐπειδὴ σφόδρα ἑαυτὸν ἐταπείνωσεν, πάλιν ἐπαί‐ ρει τὸν λόγον· καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξῃ εὐκαταφρόνητος εἶναι. | |
45 | «Οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύ‐ ματος Θεοῦ. Οὐδὲν γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόμπος | |
95.560(50) | μου τὰ ῥήματα. Τῆς γὰρ χειροτονίας μου ἔχω δεῖ‐ ξαι τὰ τεκμήρια. «Ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χρι‐ στοῦ· οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι.» | |
55 | Ἀριθμεῖ καὶ πόλεις καὶ χώρας, οὐ τὰς ὑπὸ Ῥω‐ | 559 |
95.561 | μαίους μόνον, ἀλλὰ καὶ πάντα τὰ βάρβαρα ἔθνη· οἷον Πέρσας καὶ Σαρακηνοὺς καὶ Ἀρμενίους, καὶ τὰ ἕτερα τῶν βαρβάρων ἐθνῶν. Τοῦτο γὰρ, τῷ κύ‐ κλῳ, σημαίνει. | |
5 | «Οὐχ ὅπου ὠνομάσθη Χριστός.» Τοσοῦτον ἀπεῖχεν τοῦ ἐπιῤῥίπτειν ἑαυτὸν ἀλλο‐ τρίοις μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζεν τοὺς μὴ ἀκηκοότας διδάσκειν. «Ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομήσω· | |
10 | ἀλλὰ καθὼς γέγραπται· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἀλλότριον οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητά | |
15 | φησιν, οὐδὲ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον. Ἐπεὶ οὐ τὰ κηρύγματα ἀλλότρια ἦν, ἀλλ’ ὅσον εἰς μισθὸν ἀλλότριον. Ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλό‐ τριος ἦν. | |
20 | «Νῦν δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τού‐ τοις.» Ὅρα πῶς δείκνυσιν, ὡς οὐ τῆς παρ’ αὐτῶν ἐφιέ‐ μενος δόξης ἔγραφέν τε καὶ παρεγίνετο. «Ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ | |
25 | ἱκανῶν ἐτῶν.» Ἵνα μὴ δόξῃ εὐτελίζειν αὐτοὺς τῷ λέγειν, Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης λόγον κινεῖ, εἰπών· Ἐπι‐ ποθίαν ἔχων ἐλθεῖν πρὸς ὑμᾶς. | |
30 | «Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ πορευόμενος θεάσασθαι ὑμᾶς.» Ἵνα μὴ πάλιν αὐτοὺς φυσήσῃ, ὅρα πῶς αὐτοὺς καταστέλλει εἰπών· Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι | |
35 | ὑμᾶς. Ὁμοῦ γὰρ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ καταλῦσαι καταλαζονεύεσθαι ἐκείνους. «Καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.» Ἵνα πάλιν μὴ λυποῖντο ὡς ὁδοῦ πάρεργον αὐτοὺς | |
40 | θεωροῦντος τοῦ Ἀποστόλου, φησὶν τὸ ὑφ’ ὑμῶν προπεμφθῆναι, τουτέστιν, ἵνα ὑμεῖς μοι μαρτυρές ἐστε, ὡς οὐ καταφρονῶν ὑμῶν, ἀλλὰ ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω· καὶ ἐπιτείνων τοιοῦτόν φησιν· Ἐὰν ἀφ’ ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμ‐ | |
45 | πλησθῶ. «Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις.» Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκέτι ἔχω ἐν τοῖς κλίμασι τούτοις· καὶ ἐπιποθίαν ἔχω ἀπὸ πολλῶν | |
95.561(50) | ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλεν δὲ ἔτι βραδύνειν, ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι’ ἣν ἀναβάλλεται. Καὶ δοκεῖ μὲν τὴν πρό‐ φασιν λέγειν τῆς μελλήσεως. Διδάσκει δὲ καὶ ἕτερον λεληθότως, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην, | |
55 | καὶ σπουδαιοτέρους ποιῆσαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, | 561 |
95.564 | ἤρκει εἰπεῖν τὸ, Πορεύομαι εἰς Ἱερουσαλήμ· νῦν δὲ προσέθηκεν, διακονήσων τοῖς ἁγίοις. «Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαία.» Τουτέστιν, ἐδοκίμασαν, ἐπεθύμησαν. | |
5 | «Κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐδόκησαν γὰρ, καὶ ὀφει‐ λέται εἰσὶν αὐτῶν.» Οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ, κοινωνίαν· τὸ δὲ, τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἵνα μὴ δόξῃ | |
10 | αὐτοὺς ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, εἰς τοὺς πτωχοὺς, ἀλλ’ εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Καὶ οὐ τούτῳ μόνῳ ἠρκέσθη, ἀλλ’ ἐπήγαγε καὶ, ὅτι ὀφειλέται εἰσίν. «Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν | |
15 | τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆ‐ σαι αὐτοῖς.» Ὃ λέγει τοιοῦτόν ἐστι· Δι’ αὐτοὺς ἦλθεν, φησὶν, ὁ Χριστός· αὐτοῖς ἦν ἅπαντα ἐπαγγειλάμενος, τοῖς ἐξ Ἰουδαίων· ἐξ αὐτῶν ὁ Χριστός· διὸ ἔλεγεν, Ἐκ | |
20 | τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία. Ἐκεῖθεν οἱ ἀπό‐ στολοι· ἐκεῖθεν οἱ προφῆται· ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκου‐ μένη. Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶν, ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι καὶ | |
25 | μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, κοινωνῆσαι, ἀλλὰ, λειτουργῆσαι, ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς καὶ τῷ βασιλεῖ τελούντων φόρους. «Τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον.» | |
30 | Τουτέστιν, ὡς εἰς βασιλικὰ ταμεῖα ἀποτιθέμενος, ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ. Καὶ οὐκ εἶπεν, ἐλεημοσύνην, ἀλλὰ πάλιν, τὸν καρπὸν, δεικνὺς κερ‐ δαίνοντας τοὺς παρέχοντας. «Ἀπελεύσομαι δι’ ὑμῶν εἰς Σπανίαν.» | |
35 | Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον, καὶ τὸ περὶ ἐκείνους θερμόν. «Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ἡμᾶς, ἐν πληρώματι εὐλογίας Χριστοῦ τοῦ Εὐαγγελίου ἐλεύσομαι.» Ὡσανεὶ ἔλεγεν· Οἶδα ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς | |
40 | ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγα‐ θοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ Εὐαγ‐ γέλιον. Καὶ τοῦτο δὲ τρόπος συμβουλῆς θαυ‐ μαστὸς, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου | |
45 | ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύ‐ ματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προ‐ βάλλεται, καὶ οὐδαμοῦ μὲν μέμνηται τοῦ Πατρός. | |
95.564(50) | Ταῦτα δὲ λέγει, ἵνα ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνον, μήτε τὸν Υἱὸν, μήτε τὸ Πνεῦμα ἀθετῇς. Καὶ οὐκ εἶπε, Πνεῦμα, ἀλλὰ, ἀγάπης Πνεύματος. Καθάπερ γὰρ Χριστὸς ἠγάπησε | |
τὸν κόσμον, καὶ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. | 563 | |
95.565 | «Ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰου‐ δαίᾳ.» Δείκνυσι μὲν τὸ μέγεθος ὃ εἶχεν ἀγῶνος. Ἀπὸ δὲ τούτου καὶ δεύτερον κατασκευάζει· τὸ δεῖξαι ὅτι | |
5 | δικαίως ἀνεδέξατο διακονῆσαι τοῖς ἁγίοις. Οἱ γὰρ μεταξὺ τῶν οὕτω πονηρῶν κείμενοι, καὶ λιμῷ ἀπόλ‐ λυσθαι ἔμελλον. «Καὶ ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσ‐ δεκτος τοῖς ἁγίοις γένηται, ἵνα ἐν χαρᾷ ἔλθω | |
10 | πρὸς ὑμᾶς, διὰ θελήματος Θεοῦ συναναπαύσωμαι ὑμῖν.» Τουτέστιν, ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. Ὅρα δὲ πάλιν πῶς ἐπαίρει τὸ ἀξίωμα τῶν λαμβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήμου | |
15 | τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα. «Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.» Εὐχῇ σφραγίζει τὸν λόγον. ΚΕΦΑΛ. Ιϛʹ. | |
20 | «Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις, ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι. Καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγεννήθη, καὶ ἐμοῦ. | |
25 | Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· καὶ τὴν κατ’ οἶκον αὐτῶν Ἐκκλησίαν. Ἀσπάσασθε | |
30 | Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵ τινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, | |
35 | καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στά‐ χυν τὸν ἀγαπητόν μου. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀρι‐ | |
40 | στοβούλου. Ἀσπάσασθε Ἡρωδίονα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγα‐ πητὴν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Ἀσπάσασθε | |
45 | Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἀσπάσασθε Φιλόλογον, καὶ Ἰουλίαν, καὶ Νηρέα, καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, | |
95.565(50) | καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε | |
ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ | 565 | |
95.568 | Ἐκκλησίαι τοῦ Χριστοῦ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελ‐ φοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ | |
5 | ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυ‐ τῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Ἐφ’ ὑμῖν οὖν χαίρω· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκε‐ | |
10 | ραίους δὲ εἰς τὸ κακόν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συν‐ τρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν. Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συν‐ εργός μου, καὶ Λούκιος, καὶ Ἰάσων, καὶ Σωσίπατρος | |
15 | οἱ συγγενεῖς μου. Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ. Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς Ἐκκλησίας ὅλης. καὶ Κούαρτος ὁ ἀδελφός. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν «Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ‐ | |
20 | λιόν μου.» Πάλιν ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. Ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν. Νυνὶ δὲ εὐχόμενος μὲν τούτων, τίθησι τὴν ἱκετείαν· εἰπὼν δὲ, στηρίξαι, | |
25 | τοῦτο δηλοῖ, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ’ εἰστή‐ κεισαν μὲν, ἐσαλεύοντο δέ «Καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ κατὰ ἀποκά‐ λυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου.» Τουτέστιν, ὃ αὐτὸς ἐκήρυξεν· εἰ δὲ αὐτὸς ἐκήρυ‐ | |
30 | ξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ’ ἐκείνου οἱ νόμοι. «Φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητι‐ κῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως.» Ἐνταῦθα τὸν φόβον ἐκλύει τοῦ ἀσθενοῦς. Τί γὰρ | |
35 | δέδοικας, φησὶν, μὴ ἀποστῇς τοῦ νόμου; τοῦτο βού‐ λεται ὁ νόμος· τοῦτο ἄνωθεν προὔλεγεν. Εἰ δὲ ἐξ‐ ετάζεις διὰ τί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς μυστήρια, τοῦ Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν. Διὸ ἐπήγαγεν, εἰς ὑπακοὴν πί‐ | |
40 | στεως. Ὑπακοῆς γὰρ ἡ πίστις δεῖται μόνης, οὐ πο‐ λυπραγμοσύνης. Καὶ ὅταν Θεὸς ἐπιτάττῃ πείθεσθαι, οὐ περιεργάζεσθαι δεῖ. «Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας | |
45 | τῶν αἰώνων. Ἀμήν.» Οὐδὲν γὰρ σὺ μόνος, φησὶν, ἀλλ’ ἡ οἰκουμένη πᾶσα οὕτω πιστεύει, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν λαμ‐ βάνουσα διδάσκαλον. Διὸ ἐπήγαγεν, διὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβε‐ | |
95.568(50) | βαιώθη. Ἀμφότερα δὲ αὐτοῦ ἔργα. Διὸ καὶ οὕτως ἀναγνωστέον· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἀμφότερα αὐτῷ ἀνατίθησιν, καὶ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν | |
δόξαν τὴν εἰς τὸν Πατέρα. Διὸ ἔλεγεν, ᾯ ἡ δόξα εἰς | 567 | |
95.569 | τοὺς αἰῶνας. Ἀμήν. Δοξάζει δὲ πάλιν, τὸ ἀκατά‐ ληπτον τῶν μυστηρίων ἐκπληττόμενος. Οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη δυνατὸν αὐτὸ λογισμοῖς καταλαβεῖν, ἀλλὰ διὰ πίστεως ἐπιγνῶναι χρή· ἄλλως γὰρ οὐκ | |
5 | ἔνι· εὖ δὲ καὶ, Τῷ μόνῳ σοφῷ Θεῷ, εἰπεῖν. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε, καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, καὶ ἀπεγνωσμένους ἔσωσε, καὶ τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανὸν ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας, εἰς τὴν ἀθάνα‐ | |
10 | τον καὶ ἀπόῤῥητον ζωὴν ἐκείνην εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους, ἀγγέλους ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἤνοιξε, καὶ τὰ παλαιὰ πάντα κακὰ ἔλυσε· καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι’ ὁδοῦ βρα‐ χείας καὶ συντομωτάτης, τότε γνώσῃ τὴν σοφίαν· | |
15 | καὶ ὅταν ἴδῃς, ὃ μὴ ἄγγελοι, μήτε ἀρχάγγελοι ἔγνω‐ σαν, ἐξαίφνης τοὺς ἐξ ἐθνῶν μεμαθηκότας διὰ Ἰησοῦ Χριστοῦ. Πρὸς Ῥωμαίους, στίχων τηʹ. Ἐγράφη ἀπὸ Κορίνθου. | |
t19 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Αʹ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. | |
20 | ΥΠΟΘΕΣΙΣ. Ἀκηκοὼς ὁ Ἀπόστολος, ὡς πολλὴ παρὰ Κοριν‐ θίοις διχόνοια γέγονε, ψευδαποστόλων τινῶν σχί‐ σματα ἐν αὐτοῖς ποιησάντων, γράφει τὴν ἐπιστο‐ λὴν διορθούμενος ἅπαντα. Ἦν δὲ ταῦτα αὐτῶν τὰ | |
25 | ἁμαρτήματα. Πρῶτον μὲν, τὸ μερίδας πολλὰς γε‐ νέσθαι παρ’ αὐτοῖς· καὶ τοῖς μὲν ὡς πλουσίοις προσ‐ κεῖσθαι αὐτοὺς, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυ‐ ναμένοις διδάσκειν αὐτούς. Δεύτερον, τὸ ταῖς μη‐ τρυίαις συγγίνεσθαι, καὶ ἐπὶ τούτῳ μεγαφρονεῖν. | |
30 | Καὶ μετὰ τοῦτο περὶ γαστριμαργίας· εἰς τοσοῦτον γὰρ ἐκρατήθησαν τῷ πράγματι, ὡς καὶ εἰδωλοθύτων ἅπτεσθαι. Ἄλλοι πάλιν μάχας ἔχοντες καὶ φιλονει‐ κείας περὶ χρημάτων, τοῖς ἔξω δικαστηρίοις ἐπέτρε‐ πον ἑαυτούς. Ἦν τι καὶ ἕτερον πλημμέλημα παρ’ | |
35 | αὐτοῖς, τὸ καθ’ ἑαυτοῖς ἐσθίειν ἐν ἐκκλησίαις, καὶ μὴ μεταδιδόναι τοῖς δεομένοις. Μετὰ τούτων καὶ ἕτερον ἐπλημμέλουν ἐπὶ τοῖς χαρίσμασι μέγα φυ‐ σῶντες, καὶ ἀπὸ τούτου ἐκπίπτοντες. Εἶχον γὰρ καὶ ζηλωτύπως ἰδεῖν πρὸς ἀλλήλους, καὶ διέσπων τὴν | |
40 | Ἐκκλησίαν· καὶ ὁ περὶ τῆς ἀναστάσεως δὲ αὐτοῖς ἐχώλευε λόγος. Ταῦτα αὐτῷ ὑπόθεσις γέγονεν τῆς ἐπιστολῆς, καὶ ἕτερα δὲ ἃ οὐκ ἔστιν λέγειν κατὰ μέρος. ΚΕΦΑΛ. Αʹ. | |
45 | «Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλη‐ σίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ· ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπι‐ καλουμένοις τὸ ὄνομα Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
95.569(50) | ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν.» | 569 |
95.572 | Ἐπειδὴ εἰς μερίδας πολλὰς κατετέμνοντο, καὶ οἱ μὲν τούτου, οἱ δὲ ἐκείνου προσηγορεύοντο, τοῦτο δὲ αὐτοῖς ἀνῄρητο καὶ Χριστιανοῖς ἔτι προσαγορεύεσθαι· ὅρα πῶς ἐν ἀρχαῖς διὰ πάντων αὐτοὺς ἀναμιμνήσκει | |
5 | τοῦ ὀνόματος τοῦ Χριστοῦ, λέγων· Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασμένοις ἐν Χρι‐ στῷ Ἰησοῦ· τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χάρις ὑμῖν ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχα‐ | |
10 | ριστῶ ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἀπεκα‐ λύφθη ἐν ὑμῖν, ἀπεκδεχομένοις τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βε‐ βαιώσει ὑμᾶς ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυ‐ | |
15 | ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα τὴν συνέχειαν τοῦ ὀνόματος τοῦ Χριστοῦ· ὅθεν δῆλον, ὅτι οὐκ εἰκῆ | |
20 | τοῦτο καὶ ἁπλῶς ἐποίει, ἀλλὰ τῇ πυκνότητι τῆς καλῆς ταύτης προσηγορίας, τὴν πρόσκλησιν, καὶ τὴν ἀπόσχισιν, καὶ τὴν ἀφ’ ἑτέρων προσηγορίαν αὐτῶν ἀφαιρῶν. Κλητὸς, οὐκ αὐτοχειροτόνητος ἀπόστολος, ὡς | |
25 | ὑμεῖς χειροτονητοὶ διδάσκαλοι· ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. «Τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» | |
30 | Διὰ τίνος ἐδόθη; ἆρα δι’ ἐμοῦ, ἢ δι’ ἑτέρου ἀπο‐ στόλου; Οὐδαμῶς, φησὶν, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Τὸ γὰρ, ἐν Χριστῷ Ἰησοῦ, τοῦτό ἐστι. «Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.» | |
35 | Εἰ τοίνυν ἐβεβαιώθητε καὶ ἐστηρίχθητε διὰ ση‐ μείων καὶ χάριτος, τίνος ἕνεκεν παρασαλεύεσθε; «Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρί‐ σματι.» Δείκνυσιν ὅσον μέλλουσιν ἑαυτῶν ἀποστερεῖν, τοῖς | |
40 | ψευδοδιδασκάλοις προσκείμενοι. «Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» | |
45 | Ὅμοιον ὡς εἰ λέγοι· Τί θορυβεῖσθε; τί ταράττε‐ σθε, ὅτι οὐ πάρεστι Χριστός; Πάρεστι μὲν οὖν, καὶ ἡμέρα ἐπὶ θύραις· καὶ πολλῆς ἀρετῆς, καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ τέλος ἐλθεῖν. Ἀποκάλυψιν δὲ λέγει, δεικνὺς ὅτι, εἰ καὶ μὴ ὁρᾶται, | |
95.572(50) | ἀλλ’ ἔστι καὶ πάρεστι, καὶ νῦν καὶ τότε φανήσεται. «Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε | |
55 | πάντες.» Ὅμοιον ὡς εἰ λέγοι· Εἰς κοινωνίαν τοῦ Μονογε‐ | |
νοῦς ἐκλήθητε, καὶ ἀνθρώποις ἑαυτοὺς προσνέμετε, | 571 | |
95.573 | τί ταύτης ἀθλιότητος χεῖρον; Πῶς δὲ ἐκλήθησαν; Διὰ τοῦ Πατρός. Ἐπειδὴ γὰρ, Δι’ αὐτοῦ, καὶ, ἐν αὐτῷ, συνεχῶς λέγει περὶ τοῦ Υἱοῦ, ἵνα μὴ νομί‐ σωσιν, ὅτι ὡς ἐλάττονος αὐτοῦ οὕτω μέμνηται, προσ‐ | |
5 | ένειμεν αὐτὰ τῷ Πατρί. Τῷ δὲ, εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, ὅμοιον τὸ ἀλλαχοῦ εἰρημένον, εἰ συμ‐ πάσχομεν, καὶ συμβασιλεύσομεν. Ταῦτα δὲ προοι‐ κονομεῖ ἐν τῷ λόγῳ νῦν, ὥστε μὴ μέγα τὸ σφοδρὸν τῶν ἐγκλημάτων, εἰς ἀπόγνωσιν αὐτοὺς ἐμπεσεῖν. | |
10 | «Καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.» Τοῦ σχίσματος ἡ ἔμφασις ἰσχυρόν ἐστι κατηγο‐ ρίας ὄνομα. Τὸ γὰρ ὁλόκληρον ὅταν εἰς πολλὰ διαι‐ ρεθῇ, οὐ μόνον πολλὰ οὐ γίνεται, ἀλλὰ καὶ τὸ ἓν ἀπόλλυται. | |
15 | «Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ.» Ἐπειδὴ σφόδρα καθήψατο τῇ προσηγορίᾳ τοῦ σχίσματος, πάλιν πραΰνει τὸν λόγον, λέγων· ἵνα ἦτε κατηρτισμένοι· ὅμοιον δὲ ὡς εἰ λέγοι· Μὴ νο‐ | |
20 | μίσητε ὅτι μέχρι ῥημάτων συμβουλεύω τὴν ὁμόνοιαν· τὴν γὰρ ἀπὸ διανοίας ἐπιζητῶ. «Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει.» | |
25 | Πάλιν τῇ τῆς ἀδελφότητος προσηγορίᾳ ἐκκαλεῖται αὐτοὺς εἰς πειθώ. «Ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλώ· ἐγὼ δὲ Κηφᾶ.» Οὐχ ὅτι Παύλου ἑαυτοὺς ἢ Κηφᾶ προσηγόρευον, | |
30 | ἀλλὰ τὰ ἐκείνων ὀνόματα εἰς ἑαυτὸν μετασχηματίζει, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς δηλοῖ. Σημαίνει δὲ τούτῳ, ὅτι εἰ Παύλου, καὶ Πέτρου, καὶ Ἀπολλὼ οὐκ ἐχρῆν ἐπιφημίζειν αὐτοῖς ὀνόματα, πολλῷ μᾶλλον δὲ ἑτέρων. | |
35 | «Ἐγὼ δὲ Χριστοῦ.» Οὐ τοῦτο ἐγκαλεῖ, ὅτι καί τινες καὶ Χριστοῦ προσ‐ ηγόρευον ἑαυτοὺς, ἀλλ’ ὅτι μὴ πάντες, ἀλλ’ ὡς ἐν μερίδι τινὶ δέδοται ὁ Χριστός. «Μεμέρισται ὁ Χριστός.» | |
40 | Ὃ λέγει τοιοῦτόν ἐστι· Κατετέμνετε, φησὶν, τὸν Χριστόν. Διείλετο αὐτοῦ σῶμα· διενείματο πρὸς ἀνθρώπους, καὶ ἐμερίσατο τὴν Ἐκκλησίαν, καὶ μοῖ‐ ραν τὴν μὲν αὐτὸς ἔλαβε, τὴν δὲ ἐκείνοις ἔδωκεν. «Μὴ Παῦλος ἐσταύρωται ὑπὲρ ὑμῶν;» | |
45 | Ὅρα φιλοχρίστου γνώμην· πῶς ἐπὶ τοῦ οἰκείου λοιπὸν ὀνόματος προάγει τὸ πᾶν, ἐκ περιουσίας δεικνὺς, ὅτι οὐδενὶ προσήκει αὕτη ἡ τιμή. Ὅπερ δὲ ἦν πολλῆς κηδεμονίας, τοῦτο τίθησι, τὸν σταυρὸν καὶ τὸ βάπτισμα, καὶ τὰ ἐξ αὐτῶν ἀγαθά. Δείκνυσι μὲν | |
95.573(50) | γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ ἡ τοῦ κόσμου δημιουργία, μάλιστα δὲ ἡ διὰ τοῦ σταυροῦ συγκα‐ τάβασις. | |
«Ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;» | 573 | |
95.576 | Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἐγίνετο σχισμάτων τὸ ἀπὸ τῶν βαπτισάντων καλεῖσθαι, καὶ τοῦτο διορθοῦ‐ ται λέγων· Μὴ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; μὴ γὰρ εἴπῃς, φησίν· Τίς ἐβάπτισεν; ἀλλ’ εἰς τὸ τί‐ | |
5 | νος ὄνομα· οὐ γὰρ ὁ βαπτίσας, ἀλλ’ εἰς τὸ τίνος ὄνομα ζητεῖται. Αὐτὸς γὰρ, φησὶν, ἀφίησι τὰ ἁμαρ‐ τήματα. «Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον, ἵνα μή τις εἴπῃ ὅτι εἰς | |
10 | τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον. Λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβά‐ πτισα.» Ὅμοιον ὡς εἰ λέγοι· Τί μέγα φρονεῖς ἐπὶ τῷ βαπτίσαι, ὅπου γε ἐγὼ καὶ εὐχαριστῶ ὅτι οὐκ ἐποί‐ | |
15 | ησα τοῦτο; Ταῦτα δὲ λέγων, καθαιρεῖ τὸ ἐπὶ τοῦτο φύσημα οἰκονομικῶς, οὐχὶ τὴν δύναμιν τοῦ βαπτί‐ σματος, μὴ γένοιτο, ἀλλὰ τὴν ἄνοιαν τῶν μέγα ἀπὸ τοῦ βαπτίζειν φρονούντων. Μέγα μὲν γὰρ τὸ βάπτι‐ σμα, ἀλλὰ μέγα αὐτὸ οὐχ ὁ βαπτίζων ποιεῖ, ἀλλ’ ὁ | |
20 | καλούμενος εἰς τὸ βάπτισμα. Λέγει δὲ καὶ τὴν αἰτίαν δι’ ἣν εὐχαριστεῖ· ἵνα μή τις εἴπῃ, φησὶν, ὅτι Εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Οὐχ ὅτι δὲ περὶ ἐκείνων τοῦτο ἔλεγεν, ἀλλ’ ὅτι ἐφοβεῖτο, μὴ εἰς τοῦτο προβῇ τὸ κακὸν τὸ νόσημα. | |
25 | «Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι.» Τί οὖν ἐβάπτιζες; φησίν. Οὐκ ἐναντιούμενος, φη‐ σὶν, τῷ πέμποντι, ἐβάπτιζον, ἀλλ’ ὡς ἐκ περιουσίας τοῦτο ποιῶν. Καὶ ὥσπερ ἐπὶ τῶν χηρῶν εἰπόντων | |
30 | τῶν ἀποστόλων, Οὐκ ἔστιν ἀρεστὸν καταλειπόντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, διηκο‐ νήσατο, οὐκ ἐναντιούμενος ἐκείνοις, ἀλλ’ ἐκ περιου‐ σίας τοῦτο ποιῶν· οὕτω καὶ ἐνταῦθα. «Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς | |
35 | τοῦ Χριστοῦ. Καθελὼν τὸ φύσημα τῶν διὰ τὸ βαπτίζειν μέγα φρονούντων, μεθίσταται λοιπὸν πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κομπάζοντας, καὶ κατ’ αὐτῶν ὁπλίζεται σπουδαιότερον. Πρὸς μὲν γὰρ τοὺς ἐπὶ τὸ βαπτίζειν | |
40 | πεφυσιωμένους ἔλεγε· Εὐχαριστῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα· καὶ ὅτι Οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν· καὶ οὔτε σφοδρῶς, οὔτε κατασκευαστι‐ κῶς κέχρηται τῷ λόγῳ. Ἐνταῦθα δὲ ἐκ προοιμίων πληγὴν δίδωσι μεγάλην, ἵνα μὴ κενωθῇ, λέγων, | |
45 | ὁ σταυρὸς τοῦ Χριστοῦ. Τί τοίνυν μέγα φρονεῖς, ἐφ’ ᾧ καὶ ἐρυθριᾷν ἔδει; Εἰ γὰρ καὶ πολεμεῖ τῷ σταυρῷ, καὶ μάχεται τοῖς Εὐαγγελίοις ἡ σοφία αὕτη, οὐκ αὐχεῖν ἐπ’ αὐτῇ, ἀλλὰ καταλύεσθαι δεῖ. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυ‐ | |
95.576(50) | μένοις μωρία, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις | |
Θεοῦ ἐστιν.» | 575 | |
95.577 | Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τῇ σοφίᾳ δῆθεν τῇ παρ’ ἑαυτῶν ἀντίστασθαι, καὶ πολεμεῖν θορυβουμέ‐ νους, τοῖς ἀπὸ τῶν Ἑλλήνων λεγομένοις παραμυ‐ | |
5 | θούμενος ὁ Παῦλος, φησίν· Μὴ νομίσητε ξένον τι γί‐ νεσθαι καὶ παράδοξον. Ταύτην ἔχει φύσιν τὸ πρᾶγμα, ὥστε ἀπὸ τῶν ἀπολλυμένων μὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναμιν. Ἐξεστήκασι γὰρ καὶ παραφρονοῦσι, καὶ διὰ τοῦτο λοιδοροῦνται, καὶ ἐπαχθῶς ἔχουσι τὰ | |
10 | σωτήρια φάρμακα. «Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σο‐ φός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» | |
15 | Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλεν, πρὸς οὐδὲν χρήσιμον λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυ‐ τῆς αὐτὴν ἐνδείξασθαι, καὶ διὰ τῶν κτισμάτων ἰδεῖν τὸν Δεσπότην, οὐκ ἠθέλησεν. «Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κό‐ | |
20 | σμου;» Ἀντὶ τοῦ, μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πί‐ στεως κατάληψιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπ’ αὐτῇ, ἤλεγξεν αὐτὴν ταχέως· ποία γὰρ σοφία, ὅταν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ εὑρίσκῃ; | |
25 | «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πι‐ στεύοντας.» Τῇ διὰ τῶν ἔργων φαινομένῃ, δι’ ὧν ἠθέλησε γνω‐ | |
30 | σθῆναι. Διὰ τοῦτο αὐτὰ καὶ τοσαῦτα κατεσκεύαζεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωμένων ὁ ποιητὴς θαυμά‐ ζηται. Μέγας ὁ οὐρανὸς καὶ ἀπειροπληθὴς ἡ γῆ. Θαύμασον τοίνυν τὸν πεποιηκότα. Καὶ γὰρ ὁ μέγας οὗτος ἔργον ἐστὶ τῶν δακτύλων αὐτοῦ. Καὶ περὶ τῆς | |
35 | γῆς γέγραπται, ὅτι τὴν δὲ γῆν ἐποίησεν ὡς οὐ‐ δέν. Ἐπειδὴ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλη‐ σεν ὁ κόσμος γνωρίσαι τὸν Θεὸν, διὰ τῆς δοκούσης μωρίας εἶναι τοῦ κηρύγματος, ηὐδόκησεν σώζειν αὐτὸν, οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ πίστεως· λοιπὸν | |
40 | ὅπου σοφίας οὐκ ἔστι χρεία ἀνθρωπίνης. Ἐπειδὴ δὲ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλλη‐ νες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χρι‐ στὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε | |
45 | καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σο‐ φίαν. Ὅταν εἴπωμεν, φησὶν, Ἰουδαίοις, Πιστεύσατε, λέ‐ γουσιν, Ἀναστήσασθε νεκρούς· ἰάσασθε δαίμονας· δείξατε σημεῖα· ἡμεῖς δὲ ἀντὶ τούτων τί λέγομεν; | |
95.577(50) | Ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. Τοῦτο ἱκανὸν οὐ μόνον τοὺς μὴ βουλομένους μὴ ἐφελκύσασθαι, ἀλλὰ καὶ βουλομένους διακρούεσθαι. Ἀλλ’ ὅμως οὐ διακρούεται, ἀλλὰ καὶ ἀφέλκεται. Πάλιν Ἕλληνες ἀπαιτοῦσιν ἡμᾶς ῥητορείαν λόγων | |
55 | καὶ δεινότητα σοφισμάτων· ἡμεῖς δὲ καὶ τούτοις | |
σταυρὸν κηρύττομεν, καὶ ὅπερ ἐπὶ Ἰουδαίων ἀσθέ‐ | 577 | |
95.580 | νεια εἶναι δοκεῖ, τοῦτο ἐπὶ Ἑλλήνων μωρία. Ὅταν οὖν μὴ μόνον αἰτοῦσι μὴ παρασχῶμεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦσι λέγωμεν, εἶτα διὰ τῶν ἐναντίων πείσον‐ ται, πῶς οὐκ ἄφατος αὐτοῖς ἐστιν ἡ τοῦ κηρυττομέ‐ | |
5 | νου δύναμις; «Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώ‐ πων ἐστίν.» Περὶ τοῦ σταυροῦ λέγει τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὃν, ἀλλὰ τὸ δοκοῦν. Πρὸς γὰρ τὴν ἐκείνων ὑπό‐ | |
10 | ληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα μω‐ ρία κατώρθωσεν. «Καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀν‐ θρώπων ἐστίν.» | |
15 | Πόθεν γὰρ ἀνθρώποις ἰδιώταις καὶ ἀγραμμάτοις, πράγμασιν ἐπιχειρῆσαι τηλικούτοις, καὶ ἐν βραχεῖ καιρῷ πρὸς τὴν οἰκουμένην ἅπασαν παρατάξασθαι, εἰ μὴ θεία τις ἦν ἐν αὐτοῖς ἰσχὺς, ἡ διακυβερνῶσα τὰ γινόμενα; | |
20 | «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα.» Ἀντὶ τοῦ, κατὰ τὸ φαινόμενον, καὶ κατὰ τὸν παρ‐ όντα βίον, καὶ κατὰ τὴν ἔξωθεν παίδευσιν. Ἵνα δὲ μὴ ἑαυτῷ περιπίπτῃ· ἦσαν γὰρ καὶ σοφοὶ εἰς αὐ‐ | |
25 | τοὺς καὶ εὐγενεῖς· τὸ, οὐ πολλοὶ, προσέθηκεν. Εἰ γὰρ καὶ τούτους ἐδέχετο, ἀλλὰ πολλῷ πλείους ἐκεῖ‐ νοι ἦσαν. Τί δήποτε; ὅτι ὁ κατὰ σάρκα σοφὸς, πολ‐ λῆς γέμει τῆς ἀπονοίας· καὶ οὗτός ἐστιν ὁ μωρὸς, ὅταν διεφθαρμένην διδασκαλίαν ἐκβάλλειν μὴ βού‐ | |
30 | ληται. «Οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς.» Καὶ γὰρ οὗτοι τύφῳ πεπληρωμένοι εἰσίν· οὐδὲν δὲ οὕτω πρὸς ἀκριβῆ θεογνωσίαν ἄχρηστον, ὡς ἀπο‐ νοίᾳ κεχρῆσθαι καὶ πλούτῳ. | |
35 | «Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς.» Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ. Οὐ γὰρ οὕτω καταισχύνονται Ἕλληνες, ὅταν διὰ τῶν σοφῶν ἡττηθῶσιν. | |
40 | «Καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός.» Οὐ γὰρ ἰδιώτας μόνον, ἀλλὰ καὶ πένητας, καὶ εὐκαταφρονήτους, καὶ ἀσήμους ἐκάλεσεν, ἵνα τοὺς | |
45 | ἐν δυναστείαις αὐτὸς ταπεινώσῃ. «Καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Καὶ τίνα τὰ μὴ ὄντα καλεῖ; τοὺς μηδὲν εἶναι λο‐ γιζομένους διὰ τὴν πολλὴν εὐτέλειαν. Οὕτω τὴν πολ‐ λὴν δύναμιν ἐπεδείξατο, διὰ τῶν μηδὲν εἶναι δοκούν‐ | |
95.580(50) | των τοὺς μεγάλους κατενεγκών. «Ὅπως μὴ καυχήσεται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» | |
Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ, ἵνα τὸν τύφον | 579 | |
95.581 | καὶ τὸ φρόνημα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθ‐ έλῃ. Ἀπὸ γὰρ τούτου ἡ ἁμαρτία· σοφώτεροι τῶν τοῦ Θεοῦ νόμων εἶναι ἐφιλονείκησαν· οὐ θέλοντες αὐτοὺς μαθεῖν, ὡς αὐτὸς ἐνομοθέτησεν, διὰ τοῦτο | |
5 | οὐδὲ ὅλως ἔμαθον. «Ἐκ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Παῖδές ἐστε, φησὶν, τοῦ Θεοῦ, διὰ τοῦ Χριστοῦ | |
10 | τοῦτο γενόμενοι. Ἐπειδὴ γὰρ εἶπεν, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο καὶ τὰ ἀγενῆ, δείκνυσιν ὅτι πάντων εἰσὶν εὐγενέστεροι, τὸν Θεὸν ἔχοντες πα‐ τέρα· τῆς δὲ εὐγενείας ταύτης, φησὶν, οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ’ ὁ Χριστὸς αὐτός ἐστιν αἴτιος, σο‐ | |
15 | φοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους. Τοῦτο γάρ ἐστι τὸ, «Ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυ‐ ρίῳ καυχάσθω.» | |
20 | ΚΕΦΑΛ. Βʹ. «Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον, οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν.» Διὰ τοῦτο καὶ σφοδρῶς κατέδραμεν τῆς τῶν Ἑλ‐ λήνων σοφίας, ἵνα τοῦτο πείσῃ τοὺς ἀνθρώπους· | |
25 | ὡσπεροῦν καί ἐστι δίκαιον ἐν Κυρίῳ καυχᾶσθαι. Ὅταν γὰρ παρ’ ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶμεν, οὐδὲν μωρότερον, οὐδὲ ἀσθενέστερον ἡμῶν γίνεται. Γλῶτταν γὰρ ἔχειν ἠκονημένην δυνατὸν, δόγματα δὲ ἰσχυρὰ ἀμήχανον. | |
30 | «Τὸ μαρτύριον τοῦ Θεοῦ.» Ἀντὶ τοῦ, τὸ κήρυγμα ὃ μαρτυροῦμεν, φησὶν, ὅτι ἐσταυρώθη, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν. «Οὐ γὰρ ἔκρινα εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» | |
35 | Τοῦτο λέγει, ὅτι ἄμοιρός ἐστι καθόλου τῆς ἔξωθεν σοφίας. Οὐ γὰρ ἦλθον λογισμοὺς πλέκων, φησὶν, οὐδὲ σοφίσματα, οὐδὲ ἄλλο τι λέγων ὑμῖν, ἢ ὅτι Χριστὸς ἐσταυρώθη. «Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ | |
40 | πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.» Τοὺς κινδύνους φησὶ, καὶ τὰς ἐπιβουλὰς, καὶ τὸ καθ’ ἡμέραν ἐλαύνεσθαι. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ’ ἀσθένεια τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, | |
45 | οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν. «Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίαν λόγοις.» Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. «Ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.» | |
95.581(50) | Ταῖς ἐνεργείαις λέγει, αἷς ἐποίει διὰ τοῦ Πνεύμα‐ | 581 |
95.584 | τος. Τίς γὰρ ὁρῶν νεκροὺς ἀνισταμένους, καὶ δαί‐ μονας ἐλαυνομένους, οὐκ ἂν κατεδέξατο; «Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ.» | |
5 | Σαφῶς διὰ πάντων ἀπέδειξεν πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ μέγα τῆς σοφίας τὸ βλάβος. Αὕτη μὲν γὰρ ἐκένου τὸν σταυρόν· Ἵνα μὴ κενωθῇ γὰρ ὁ σταυρὸς τοῦ Χριστοῦ· ἐκείνη δὲ ἐκήρυττεν τοῦ σταυροῦ τὴν δύναμιν. | |
10 | «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δείκνυσιν αὐτὴν σο‐ φίαν οὖσαν. Ὅταν γὰρ ὁ νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύγματα τοὺς σοφοὺς περιγίνηται, οὐ διὰ | |
15 | μωρίας σοφίας περιγίνεται, ἀλλὰ διὰ σοφίας τελειο‐ τέρας, καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι. Σοφίαν δὲ λέγει τὸ κήρυγμα καὶ τὸν τρόπον τῆς σωτηρίας, τὸ διὰ σταυροῦ σωθῆναι. Τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι | |
20 | τέλειοι, οἱ τὰ ἀνθρώπινα εἰδότες, ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν. «Σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρ‐ χόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων.» Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα κα‐ | |
25 | ταστρέφουσα, καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα μὴ δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρ‐ χοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίμονάς τινας λέγει, ἀλλὰ τοὺς φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους. Καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημαγωγοὶ πολλάκις | |
30 | ἐγίνοντο. Τοῦ δὲ αἰῶνος ἐκάλεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγαγε, τῶν καταργουμένων. «Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.» | |
35 | Μυστήριον τὴν οἰκονομίαν καλεῖ· ἐπειδὴ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναμις ᾔδει πρὶν γενέσθαι. Διὸ ἀλλαχοῦ φησιν· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ ποικίλος | |
40 | σοφία τοῦ Θεοῦ. «Ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων.» Τοῦτό φησιν, τὴν περὶ ἡμᾶς κηδεμονίαν δεικνύμε‐ νος τοῦ Θεοῦ. Καὶ γὰρ ἐκεῖνοι μάλιστα καὶ τιμᾷν καὶ φιλεῖν ἡμᾶς νομίζονται, ὡς ὑπὲρ ἂν ἄνωθεν | |
45 | ὦσιν ἡμᾶς παρασκευασάμενοι εὖ ποιεῖν. «Εἰς δόξαν ἡμῶν.» | |
Τουτέστιν, εἰς δόξαν τὴν ἡμετέραν ἀποκεκρυμμέ‐ | 583 | |
95.585 | νην· ὅταν οὐδεὶς πρὸ ἡμῶν ἔμαθε τῶν ἄνω δυνάμεων τὸ μυστήριον. «Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς | |
5 | δόξης ἐσταύρωσαν.» Πιλάτον καὶ Ἡρώδην φησί· περὶ μὲν γὰρ τοῦ Πι‐ λάτου ἡ Γραφὴ λέγει, ὅτι οὐκ ᾔδει. Εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι· εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων τις εἰρῆσθαι εἴποι, οὐκ ἂν ἁμάρτοι. Οὐδὲ γὰρ ἐκεῖνοι | |
10 | ἔγνωσαν. Τὸν Χριστὸν ἔγνωσαν γὰρ, ἀλλὰ οὐ τὴν ἐν αὐτῷ τῷ πράγματι οἰκονομίαν· οἷόν τι ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεσαν. Διὰ τοῦτο οὐκ ἔλεγεν, ὅτι Οὐκ οἴδασιν ἐμέ· ἀλλ’ Οὐκ οἴδασι τί ποιοῦσι· τουτέστι τὴν οἰκονομίαν τὴν τελουμέ‐ | |
15 | νην, καὶ τὸ μυστήριον ἀγνοοῦσιν. Οὐ γὰρ οἴδασιν ὅτι οὕτως ἔχει λάμψαι ὁ σταυρὸς, καὶ τῆς οἰκουμένης ἔσεσθαι σωτηρία, καὶ τῷ Θεῷ πρὸς τοὺς ἀνθρώπους καταλλαγή. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν, ἐπειδὴ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ. | |
20 | «Ἀλλὰ καθὼς γέγραπται· ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐ‐ τόν.» Εἰπὼν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυρωθέντος, | |
25 | δείκνυσιν ἐκ μαρτυρίας οἷα ἀποκείσεται τοῖς αὐτὸν ἐγνωκόσι, καὶ ὁμολογήσασι Κύριον. Αὐτὸν δὲ τὸν Κύριον τῆς δόξης φημὶ, τὸν ἐσταυρωμένον. «Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ.» | |
30 | Οὐ διὰ τῆς ἔξωθεν σοφίας· ἅμα δὲ καὶ τὸ μέγεθος δείκνυσι τῆς εἰς ἡμᾶς τιμῆς, τὸ διὰ τοῦ Πνεύματος αὐτοῦ μαθεῖν. Εἰ μὴ γὰρ τὸ Πνεῦμα τὸ ἐπιστά‐ μενον τὰ ἀπόῤῥητα τοῦ Θεοῦ ἀπεκάλυψεν, οὐκ ἂν ἐμάθομεν. | |
35 | «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Οὐκ ἀγνοίας, ἀλλ’ ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν· ταύτῃ γὰρ τῇ λέξει καὶ ἐπὶ τοῦ Πατρὸς κέχρηται λέγων· Ὁ δὲ ἐρευνῶν τὰς | |
40 | καρδίας. «Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ | |
45 | τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Τάχα περὶ τῆς τοῦ Πνεύματος γνώσεως λέγει, δεικνὺς ὅτι οὕτως ἐξισοῖ πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτήν. | |
95.585(50) | «Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτικοῖς Πνεύματος.» | |
Δείκνυσιν ὅτι πάντα ἐκεῖθεν ἐμάνθανεν. | 585 | |
95.588 | «Πνευματικοῖς πνευματικὰ συγκρίνοντες.» Ὅταν τι πνευματικὸν καὶ ἀπόῤῥητον ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς μαρτυρίας ἄγομεν· οἷον, ὅταν λέγω, ὅτι ἀνέστη Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη, παρ‐ | |
5 | άγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις· τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τόκους, τῆς Σάῤῥας καὶ Ῥεβέκκας, καὶ τῶν λοιπῶν· ὅταν πάλιν ἐκ Παρθένου λέγω γεγεννῆσθαι Χριστὸν, τὴν ἐν τῷ | |
10 | παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέν‐ των, οὐκ αὔλακος ἀνατμηθείσης. Τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο, ὡς ἐν σκιᾷ τοῖς προ‐ τέροις, ἵνα πιστευθῇ ταῦτα παραγινόμενα. Καὶ | |
15 | δείκνυμι πάλιν πῶς ἀπὸ γῆς ἄνθρωποι, πῶς ἀπὸ ἀνθρώπου μόνου γυνὴ, καὶ οὐδαμοῦ συνουσίᾳ· πῶς αὐτὴ ἡ γῆ ἀπ’ οὐδενὸς, τῆς δυνάμεως τῷ Δημιουργῷ πρὸς πάντα ἀρκούσης· οὕτω πνευματικοῖς πνευ‐ ματικὰ συγκρίνω, καὶ οὐδαμοῦ χρείαν ἔχω τῆς ἔξω‐ | |
20 | θεν σοφίας, οὐδὲ λογισμῶν, οὐδὲ παρασκευῶν. «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύ‐ ματος τοῦ Θεοῦ.» Ψυχικός ἐστιν, ὁ τὸ πᾶν τοῖς λογισμοῖς τῆς ψυχῆς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοη‐ | |
25 | θείας, ὅπερ ἐστὶν ἀνοίας. Καὶ γὰρ ἔδωκεν ἡμῖν τὸν λογισμὸν ὁ Θεὸς, ἵνα μανθάνῃ καὶ δεῆται τὰ παρ’ αὐτοῦ, οὐχ ἵνα ἐξαρκεῖν ἑαυτῷ νομίζῃ. «Μωρία γὰρ αὐτῷ ἐστιν.» Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγματος, ἀλλὰ τῆς | |
30 | ἀσθενείας τοῦ μὴ δυνηθέντος τοῦ μεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς ὄψεων. «Καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνα‐ κρίνεται.» Τὴν αἰτίαν παρατίθεται· λέγει δὲ, ὅτι πίστεως | |
35 | δεῖται τὰ λεγόμενα, καὶ λόγοις νῦν καταλαμβάνειν οὐκ ἔνι. Ὑπερβαίνει γὰρ αὐτῶν τὸ μέγεθος τῆς ἡμετέρας διανοίας τὴν εὐτέλειαν. «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα· αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.» | |
40 | Ὥσπερ γὰρ ὁ βλέπων, πάντα μὲν αὐτὸς ὁρᾷ τὰ τοῦ μὴ βλέποντος· τὰ δὲ ἐκείνου τοῦ βλέποντος, δη‐ λονότι τῶν μὴ βλεπόντων οὐδεὶς ὁρᾷ. Οὕτω καὶ ἡμεῖς τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν· τὰ δὲ ἡμῶν, ἐκεῖνοι λοιπὸν οὐκέτι. Τὸ δὲ ἀνακρίνει, | |
45 | ἀντὶ τοῦ, ἐλέγχει, φησίν. Καὶ γὰρ ἴσμεν τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις, τίς δὲ ἡ τῶν μελ‐ λόντων ἀξία, καὶ ὅτι τὰ μέλλοντά ἐστιν ἀθάνατα καὶ ἀκίνητα, τὰ δὲ παρόντα φθαρτὰ καὶ πρόσκαιρα. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει | |
95.588(50) | αὐτόν;» Εἰπὼν ὅτι ὁ ψυχικὸς ἄνθρωπος οὐδὲν ἐπίσταται, ἐπάγει τούτου κατασκευὴν λέγων· καὶ εἰκότως οἶδεν οὐδέν. Οὐ γὰρ ἔγνω τὸν νοῦν τοῦ Κυρίου, τουτ‐ έστι τὴν ἀποκάλυψιν τοῦ Πνεύματος, ἥ τις τοῖς | |
55 | πιστοῖς τῶν ὄντων καὶ τῶν μελλόντων παρέχει τὴν | 587 |
95.589 | γνῶσιν· τὸ δὲ, τίς συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃν ἤδη εἶπεν, ὅτι τὸν πνευ‐ ματικὸν οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι οὐδεὶς δύ‐ ναται τῶν ψυχικῶν τὸν τοῦ Χριστοῦ νοῦν, πολλῷ | |
5 | μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι οὐ δυνήσεται. Τοῦτο γάρ ἐστι τὸ συμβιβάσαι. «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Τουτέστι τὴν γνῶσιν ἣν ἔχομεν τῶν κατὰ τὴν πίστιν πραγμάτων πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ’ | |
10 | οὐδενὸς ἀνακρινόμεθα. Οὐδὲ γὰρ οἷόν τε τὰ θεῖα εἰδέναι ἄνθρωπον ψυχικόν. ΚΕΦΑΛ. Γʹ. «Κἀγὼ δὲ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς. Ὡς νηπίοις | |
15 | ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε.» Καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ τὸν τῦφον αὐτῆς καταβαλὼν ἅπαντα, ἐφ’ ἑτέραν ὑπόθεσιν ἔρ‐ χεται. Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ μὲν | |
20 | τὰ Πλάτωνος, ἢ Πυθαγόρου, ἢ τινὸς τῶν φιλοσόφων ἀπηγγέλλομεν, εἰκότως, οὕτως μακρότερον καθ’ ἡμῶν ἀπέτεινες λόγον. Εἰ δὲ τὰ τοῦ Πνεύματος κατ‐ αγγέλλομεν, τίνος ἕνεκεν τὴν ἔξω σοφίαν ἄνω καὶ κάτω προφέρεις ἡμῖν; Πῶς οὖν πρὸς τοῦτο ἵσταται; | |
25 | ἄκουσον. Κἀγὼ οὐκ ἠδυνήθην λαλῆσαι ὡς πνευ‐ ματικοῖς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Μάλιστα μὲν εἰ καὶ τέλειοι ἦτε ἐν τοῖς πνευματικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι, οὐδὲ τὰ ὑμέτερα καταγγέλλειν ἅπερ οὗτοι οἴκοθεν εὑρήκατε. Νυνὶ δὲ οὐδὲ ταῦτα | |
30 | ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ μαθηταί ἐστε καὶ πάντων ἔσχατοι, ὥστε εἰ μὲν ἐπὶ τῆς ἔξωθεν σοφίας φρο‐ νεῖτε μέγα, ἐλήλεγκται ὡς οὐδὲν οὖσα, ἀλλὰ καὶ ἐναντία ὑμῖν. Εἰ δὲ ἐπὶ τοῖς πνευματικοῖς, καὶ ἐν τούτοις τὸ ἧττον ἔχετε, καὶ ἐν τοῖς ἐσχάτοις ἑστή‐ | |
35 | κατε. «Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε. Ἔτι γὰρ σαρκικοί ἐστε.» Τὸ μὴ δύνασθαι, αὐτοῖς ἀπὸ τοῦ μὴ θέλειν ἦν. Ὅπερ αὐτοῖς μὲν ἔφερεν κατηγορίαν, τῷ διδασκάλῳ | |
40 | συγγνώμην. «Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» Τὸ εἶδος λέγει, τὸ ποιοῦν αὐτοὺς σαρκικούς. «Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου. | |
45 | ἕτερος δὲ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;» Δείκνυσιν ὅτι τοῦτο οὐ μόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν μειζόνων ὠφέλειαν ἐνεπόδισεν. Ὁ γὰρ ζῆλος σαρκικοὺς ἐποίησεν· τὸ δὲ γενέσθαι σαρκικοὺς, οὐκ | |
95.589(50) | ἀφῆκεν ἀκοῦσαι τῶν ὑψηλοτέρων. «Τί οὖν ἐστιν Ἀπολλώς; τί δέ ἐστιν Παῦλος;» Μετὰ τὴν διὰ τῶν πραγμάτων κατασκευὴν, γυμνό‐ | |
τερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ, καὶ τὸ ἑαυτοῦ | 589 | |
95.592 | ὄνομα τίθησιν, περιαιρῶν πᾶσαν τραχύτητα, καὶ οὐκ ἐῶν ὀργισθῆναι πρὸς τὰ λεγόμενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι, καὶ οὐκ ἠγανάκτει, πολλῷ μᾶλλον ἐκεί‐ νους δυσχεραίνειν οὐκ ἐχρῆν. | |
5 | «Διάκονοι δι’ ὧν ἐπιστεύσατε.» Εἰ τοίνυν ἑτέρῳ διακονεῖτε, φησὶ, πῶς αὐτοὶ τὴν ἀξίαν ἁρπάζετε, καὶ τὴν προσηγορίαν τοῖς μαθηταῖς ἀφ’ ἑαυτῶν δίδοτε; «Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν.» | |
10 | Οὐδὲ τοῦτο, φησὶν, τὸ μικρὸν παρ’ ἑαυτῶν ἔχομεν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν.» Τουτέστι, πρῶτος κατέβαλον τὸν λόγον, ὥστε μὴ | |
15 | ξηρανθῆναι τοῖς πειρασμοῖς τὰ σπέρματα. Ἀπολλὼς τὰ παρ’ ἑαυτοῦ προσέθηκεν. Τὸ δὲ πᾶν τοῦ Θεοῦ γέγονεν. «Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων Θεός.» | |
20 | Ὅρα πῶς αὐτοὺς παραμυθεῖται· πρῶτον μὲν τὴν ἐπὶ τοῦ οἰκείου προσώπου προσάγει τὴν ἐξουδέ‐ νωσιν· Τίς γάρ ἐστι Παῦλος; φησίν· Δεύτερον δὲ τῷ τὸ πᾶν ἀναθῆναι τῷ τὰ πάντα δεδωκότι Θεῷ. «Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν.» | |
25 | Ἕτερα ἐπαγωγὴ πάλιν πρὸς θεραπείαν αὐτῶν· διὰ δὲ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαί‐ ρεσθαι κατ’ ἀλλήλων· ἓν δὲ εἰδέναι αὐτοὺς, τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὔξοντος Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὔτε τοὺς πολλὰ κάμνοντας ἀφῆκεν κατεξανίστασθαι | |
30 | τῶν τὰ ἐλάττονα ἐργασαμένων, οὔτε ἑτέρους τὰ ἐλάτ‐ τονα, τοῖς τὰ μείζονα φθονεῖν. «Ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Ἐπειδὴ τοῦτο ῥᾳθυμοτέρους ἐποίει, τὸ πάντα | |
35 | μηδὲν εἶναι νομίζεσθαι, τοὺς πολλὰ καμόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο εἰπών· ὡς ἕκαστος ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, ὡς εἰ ἔλεγε· Μὴ φοβοῦ ὅτι εἶπον, Ἕν εἰσιν, ἐπεὶ πόνων ἕνεκεν οὐκ εἰσὶν ἕν. Τὸ γὰρ Θεοῦ ἔργον ἐργα‐ | |
40 | ζόμενοί εἰσιν, ἀλλ’ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. «Θεοῦ γάρ ἐσμεν συνεργοί.» Πλέον αὐτοὺς ἔτι ἐπεκούφισεν, καὶ εἰς πόθον τοῦ ἐργάσασθαι ἀνήγαγεν. | |
45 | «Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.» Οὐκ οὖν ἀπὸ τῶν γεωργούντων ὑμᾶς, ἀλλὰ ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον. Οὐ γὰρ ἀγρὸς τοῦ γεωρ‐ γοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκοδεσπότου· ὥσπερ ἀμέλει καὶ ἡ οἰκοδομὴ, οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου | |
95.592(50) | ἐστίν. Εἰ δὲ οἰκοδομή ἐστε, οὐ χρὴ διασπᾶσθαι, ἐπεὶ οὐκ ἂν εἴητε οἰκοδομή· καὶ εἰ γεώργιόν ἐστε, διαι‐ ρεῖσθαι οὐ χρὴ, ἀλλ’ ἑνὶ φραγμῷ τὸ τῆς ὁμονοίας | |
τειχίζεσθαι. | 591 | |
95.593 | «Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.» Σοφὸν ἑαυτὸν ἐνταῦθα καλεῖ οὐκ ἐπαίρων, ἀλλὰ τύπον ἑαυτὸν διδοὺς, καὶ δεικνὺς ὅτι τοῦτό ἐστι σο‐ | |
5 | φοῦ, τὸ ἕνα θεῖναι θεμέλιον. Ὅρα γοῦν πῶς μετριά‐ ζει. Εἰπὼν γὰρ αὐτὸν σοφὸν, οὐκ ἀφῆκεν ἑαυτοῦ τοῦτο εἶναι, ἀλλ’ ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε οὕτως ἐκάλεσεν σοφόν· Κατὰ γὰρ τὴν χά‐ ριν Θεοῦ, φησὶν, τὴν δοθεῖσάν μοι. | |
10 | «Ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.» Ἐνταῦθα λοιπὸν εἰς τὸν περὶ τῆς πολιτείας αὐ‐ τοὺς ἐμβάλλει ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησεν. | |
15 | «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται παρὰ τὸν κείμενον θῆναι, ὅς ἐστι Χριστὸς Ἰησοῦς.» Ὃ λέγει τοιοῦτόν ἐστι· Κατήγγειλα τὸν Χριστόν· παραδέδωκα ὑμῖν τὸν θεμέλιον· σκοπεῖτε πῶς οἰκο‐ δομεῖτε· μὴ κενοδόξως, μὴ πρὸς ἀνθρώπους ἀποσπῶν‐ | |
20 | τες τοὺς μαθητάς. Μὴ τοίνυν προσέχωμεν ταῖς αἱρέ‐ σεσι. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. Ἐπὶ τούτου δὲ μᾶλλον ἐποικο‐ δομῶμεν, καὶ ὡς θεμελίου ἐχώμεθα. «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, | |
25 | χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, κα‐ λάμην.» Τὸν μὲν θεμέλιον φανερῶς οὕτως ἐδήλωσεν εἰπὼν, ὅτι ὁ Χριστός ἐστιν. Ἡ δὲ οἰκοδομὴ δῆλον ὅτι περὶ πράξεων εἴρηται ἀγαθῶν. Τὸ δὲ διάφορον τῆς ὕλης | |
30 | τῶν ἐποικοδομουμένων τὴν πολυειδῆ προαίρεσιν τῶν ἐργαζομένων σημαίνει, ἐπειδὴ οἱ μὲν σπουδαιότεροι, οἱ δὲ ῥᾳθυμότεροί εἰσιν· καὶ οἱ μὲν ἀκριβέστεροι, οἱ δὲ καταδεέστεροι· καὶ οἱ μὲν τὰ ἐλάττω, οἱ δὲ τὰ μείζονα κατορθοῦσι· καὶ οἱ μὲν χαλεπώτερα, οἱ δὲ | |
35 | ἐλάττονα πλημμελοῦσιν. «Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμά‐ σει.» | |
40 | Ἀπὸ τῶν μελλόντων αὐτοὺς φοβεῖ, τὴν δὲ ἡμέραν αὐτοῖς ἐκείνην μηνύων τὴν φοβερὰν, τὴν τοῦ θείου δικαιωτηρίου, καθ’ ἣν καθεζομένου τοῦ κριτοῦ, πο‐ ταμὸς ἔμπροσθεν αὐτοῦ εἵλκει πυρός. «Εἴ τινος τὸ ἔργον μένῃ, ὃ ἐπῳκοδόμησεν, μισθὸν | |
45 | λήψεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθή‐ σεται.» Ὃ λέγει τοιοῦτόν ἐστι· εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, προσέσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου. Τὸ δὲ κατα‐ | |
95.593(50) | καήσεται, τουτέστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύ‐ μην, ἀλλ’ ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθῃ πο‐ | |
ταμὸν πυρὸς, φαιδρότερον διαβαίνει. Εἰ δὲ χόρτον | 593 | |
95.596 | ἔχων διέλθῃ, οὐ μόνον οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἀπόλ‐ λυσιν, οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. «Αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπο‐ | |
5 | λεῖται, ὡς τὰ ἔργα εἰς τὸ μηδὲν χωρῶν, ἀλλὰ μένει ἐν πυρί. Σωτηρίαν οὖν τὸ πρᾶγμα καλεῖ· Διὰ γὰρ τοῦτο προσέθηκεν, ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, τῶν μὴ κατακαιο‐ μένων καὶ κατατεφρουμένων εὐθέως ὑλῶν. Ὅμοιον | |
10 | οὖν ὡσεὶ λέγοι· Μὴ, ἐπειδὴ πῦρ [φησὶν] ἤκουσας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους. Μὴ θαυμάσῃς δὲ εἰ καὶ αὐτὴν τὴν τιμωρίαν καλεῖ. Ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι χρήσασθαι, οἷον, Ἐβασίλευσεν ἡ ἁμαρτία· καίτοι | |
15 | τὸ τῆς βασιλείας ὄνομα εὔφημόν ἐστιν· οὕτω καὶ ἐν‐ ταῦθα εἰπὼν, σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτα‐ σιν τῆς τιμωρίας ᾐνίξατο· ὡσανεὶ ἔλεγεν, αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα | |
20 | τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Φοβήσας ἀπὸ τῆς μελλούσης ἡμέρας, καὶ ἀπὸ τῆς παρούσης φοβεῖ. Καθάπτεται γὰρ λοιπὸν καὶ αὐτοῦ τοῦ πεπορνευκότος· σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ | |
25 | αἰνιττόμενος τὸν διεφθαρμένον αὐτοῦ βίον, καὶ ἐπαί‐ ρων τὸ ἁμάρτημα, ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δω‐ ρεᾶς. Τὸ δὲ, φθερεῖ τοῦτον ὁ Θεὸς, οὐ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. «Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε | |
30 | ὑμεῖς.» Ὁ δὲ πόρνος βέβηλος. Ἵνα δὲ μὴ δόξῃ πρὸς ἐκεῖ‐ νον ἀποτείνεσθαι, ἐπήγαγεν, οἵτινές ἐστε ὑμεῖς.» «Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ» | |
35 | Παρεμβαλὼν ὀλίγα πρὸς τὸν πεπορνευκότα, λόγου ἐπείγεται πάλιν ἐπὶ τὴν μάχην τῆς σοφίας τῆς ἔξω‐ θεν. «Μωρὸς γενέσθω, ἵνα γένηται σοφός.» Ὥσπερ νεκρὸν τῷ κόσμῳ κελεύει γενέσθαι. Εἰ | |
40 | γὰρ νεκρότης αὕτη οὐδὲν παραβλάπτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γινομένη, οὕτω καὶ μωρὸν κε‐ λεύει τῷ αἰῶνι τούτῳ γενέσθαι, σοφίαν ἡμῖν ἐντεῦ‐ θεν τὴν ἀληθῆ προξενῶν· μωρὸς δὲ τῷ κόσμῳ γίνε‐ ται, ὁ τὴν ἔξω σοφίαν ἀτιμάζων, καὶ πεπεισμένος | |
45 | μηδὲν ἑαυτῷ συντελεῖν πρὸς τὴν τῆς ἀληθείας κατά‐ ληψιν, καὶ ὥσπερ ἡ πενία ἡ κατὰ Θεὸν, πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, οὕτω καὶ τὸ μωρὸν γενέσθαι, σοφώτερον πάντων ποιεῖ. «Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ | |
95.596(50) | Θεῷ ἐστιν.» Οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει. | |
Δεῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης. | 595 | |
95.597 | «Γέγραπται γάρ· Ὁ δραττόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.» Οὐ ταῖς οἰκείαις μόνον ἀρκεῖται κατασκευαῖς, ἀλλὰ καὶ μαρτυρίαν ἐπάγει· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· | |
5 | Ἐπειδὴ τῇ σοφίᾳ, φησὶν, ἀπεχρήσαντο εἰς τὸ μὴ δεηθῆναι Θεοῦ, δι’ αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι μάλιστα δέονται Θεοῦ. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι μωροὶ γενόμενοι δι’ αὐτῆς, εἰκότως δι’ αὐτῆς ἑάλω‐ σαν. Οἱ γὰρ νομίζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύ‐ | |
10 | την κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆναι λοιπόν. «Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.» «Ὅταν οὖν, φησὶν, ὁ μόνος σοφὸς Θεὸς τοιαῦτα περὶ | |
15 | αὐτῶν ψηφίζεται καὶ ἀποφαίνεται, ποίαν ἑτέραν ζη‐ τεῖς ἀπόδειξιν τῆς ἐσχάτης αὐτῶν ἀνοίας; «Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις.» Τιμωρία, φησὶν, ἡ ἔξωθεν ἀποδέδεικται σοφία· τί ὡς ἐπὶ σοφοῖς τοῖς διδασκάλοις φρονεῖτε μέγα; | |
20 | «Πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος, εἴτε Ἀπολ‐ λῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνα‐ τος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα.» Ἐπαίρει τὴν τάξιν τῶν μαθητῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τέκνα γεγόνατε τοῦ Χρι‐ | |
25 | στοῦ, κατὰ τὸ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδω‐ κεν ὁ Θεὸς, παρ’ αὐτοῦ λεγόμενον τοῦ Χριστοῦ, τούτου πάντα ὑμῖν δέδοται, φησί. Κἂν γὰρ διδασκά‐ λους εἴπῃς, κἂν τὸν δεῖνα καὶ τὸν δεῖνα, κἂν τοὺς πρώτους τῶν ἀποστόλων, κἂν τὸν κόσμον αὐτὸν, | |
30 | Πάντα δι’ ὑμᾶς. Πῶς οὖν, πῶς ἀνθρώποις, φησὶν, προσνέμετε ἑαυτούς; τὸ δὲ, εἴτε κόσμος, ἐπειδὴ δι’ ἀνθρώπους ὁ κόσμος ἐκτίσθη φησί· τὸ δὲ, εἴτε ζωὴ, ὅμοιον. Τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. Τὸ δὲ, εἴτε θάνατος, φησὶν, ὅτι Κἂν εἰς θάνατον | |
35 | παραδιδώμεθα κηρύττοντες ὑμῖν στέργομεν ὑμῶν τὴν σωτηρίαν. Τὸ δὲ, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, δηλοῖ τὰ διδόμενα καὶ δοθησόμενα αὐτοῖς ἀγαθά. Δέ‐ δοται γὰρ, ἐν μὲν τῷ ἐνεστῶτι βίῳ αὕτη ἡ τῶν ἁμαρ‐ τημάτων ἄφεσις, ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὰ διὰ | |
40 | τοῦ Πνεύματος χαρίσματα. Ὅτι δὲ καὶ τῶν μελλόν‐ των τεύξονται, ἀναμφίβολον, διὰ τὸν εἰρηκότα, Δεῦτε οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμέ‐ νην ὑμῖν βασιλείαν. «Πάντα γὰρ ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χρι‐ | |
45 | στὸς δὲ Θεοῦ.» Καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα, καὶ ἡ ἡμέρα, ζωὴ καὶ ὁ θάνατος καὶ ὁ κόσμος, ὑμῶν ἔσται, φησὶν ἐπειδὴ ἐπιστεύσατε εἰς Χριστὸν, ὅς ἐστιν Υἱὸς τοῦ | |
Θεοῦ | 597 | |
95.600 | ΚΕΦΑΛ. Δʹ. «Οὕτως ὑμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Μὴ τοίνυν τὸν Δεσπότην ἀφέντες, φησὶν, ἀπὸ τῶν | |
5 | ὑπηρετῶν καλεῖσθε. «Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πι‐ στός τις εὑρεθῇ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδ’ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· | |
10 | ἀλλὰ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ τότε γενήσεται ὁ ἔπαινος ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» | |
15 | Τουτέστιν, ἵνα μὴ τὰ Δεσποτικὰ ἰδιοποιήσηται. «Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν, καὶ Ἀπολλῶ δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιῶσθε κατὰ τοῦ ἑτέρου.» | |
20 | Ἕως μὲν αὐτῷ τῶν φορτικῶν χρεία ῥημάτων ἦν, ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο. Ἐπειδὴ ἀνιέναι λοιπὸν δεῖ, τότε δείκνυσι τὰ κρυπτόμενα πρόσ‐ ωπα ἐν τῇ τὸ ὑπ’ (sic) αὐτοῦ καὶ Ἀπολλῶ προσηγο‐ ρίᾳ. Τοῦτο δὲ πεποίηκεν, δεικνὺς ὅτι εἰ ἐπ’ ἐκείνων | |
25 | τὸν λόγον ἐσχημάτισεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδὲ ἂν ἐδέξαντο τὴν προαίρεσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοῖς περὶ Παῦ‐ λον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν· τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί | |
30 | βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελ‐ φοῦ σου, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖς; «Τί γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες;» Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχον‐ | |
35 | τας τρέπεται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· πόθεν δῆ‐ λον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγο‐ νεν, ἡ ἐξέτασις προεχώρησεν· δοκιμασία δὲ ὅλως, ἡ βάσανος ἀκριβής. Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν· εἰ δὲ ἄνθρωποι ψηφίζονταί σοι, οὐκ ὀρθὴ τούτων ἡ κρίσις, | |
40 | οὐδὲ οὕτως ἐχρῆν μέγα φρονεῖν· οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ πάντα λαβών. «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Ἀλλ’ ἔλαβες, φησιν, καὶ διὰ τοῦτο μέγα φρονεῖς; ἀλλὰ δι’ αὐτὸ μὲν τοῦτο ἔδει συνεστάλθαι. Οὐ γὰρ | |
45 | σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλα‐ βες, παρ’ ἐκείνου ἔλαβες· εἰ δὲ παρ’ ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες. Εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, | |
ὁ μὴ σὸν ἔχων; | 599 | |
95.601 | «Ἤδη κεκορεσμένοι ἐστέ· ἤδη πλουτήσατε.» Καλῶς τὸ, ἤδη, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπί‐ θανον αὐτῶν, καὶ τὴν ἀνάλογον οἴησιν. «Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασι‐ | |
5 | λεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Δοκῶ γὰρ, ὁ Θεὸς ἡμᾶς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Βουλόμενος αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ | |
10 | αἰσχύνεσθαι χρὴ, πρῶτον μὲν αὐτοὺς καταιδεῖ τῷ, Ἤδη κεκορεσμένοι ἐστέ. Νυνὶ δὲ λέγων πάλιν, Χω‐ ρὶς ἡμῶν ἐβασιλεύσατε, τοιοῦτόν τι σημαίνει· Λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς, οὐ τιμῆς, οὐ δόξης, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ καὶ ὑβρίζεσθαι καὶ διώ‐ | |
15 | κεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὑμεῖς μὲν οἱ μαθηταὶ, καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδά‐ σκαλοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μι‐ σθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ | |
20 | ὡς ἐπιθανάτιοι, τουτέστι κατάδικοι, διόλου ἐν ἀτι‐ μίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν. Ὑβριζόμε‐ νοί τε, ὡς μωροὶ κατελαυνόμενοι, καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα αὐτοὺς ἐκ τού‐ των ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι | |
25 | ζηλοῦν, τοὺς κινδύνους, καὶ τὰς ὕβρεις, οὐ τὰς τι‐ μὰς καὶ τὰς δόξας. Οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαι‐ τεῖ τὸ κήρυγμα. «Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέ‐ λοις, καὶ ἀνθρώποις.» | |
30 | Οὐκ ἐν μιᾷ πόλει, φησὶν, ἢ ἐν μέρει τῆς οἰκου‐ μένης ταῦτα πάσχομεν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων. Τὸ δὲ, καὶ ἀγγέλοις, τοῦτό ἐστι δηλοῦντος, ὡς τὰ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγ‐ γελικῆς θέας ἄξια εἶναι. Ὅρα δὲ πῶς ἑαυτὸν ἐξ‐ | |
35 | ευτελίζει· πῶς μέγα δείκνυσιν· ἀφ’ ὧν δὲ ἐκεῖνοι μέγα φρονῶσι· πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει. Ἐπειδὴ γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνε‐ σθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίμους εἶναι τοῦ ἐνδόξους ὁρᾶσθαι εὐτελέ‐ | |
40 | στερον εἶναι δοκεῖ· καὶ τὰ μὲν ἐκείνοις μέλλει ῥίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώ‐ πων, ἀλλὰ καὶ αὐτὸν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θέαν ἐπέστρεψεν τὴν ἑαυτῶν. | |
45 | «Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν, ἐρ‐ | |
95.601(50) | γαζόμενοι ταῖς ἰδίαις χερσίν.» Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἶπεν· ἐπειδὴ γὰρ αὐτοὶ μὲν ἐτύπτοντο καὶ ἠτιμάζοντο, ἐκεῖνοι δὲ | |
ἐτιμῶντο καὶ σοφοὶ ὑπωπτεύοντο, πῶς ἔνι, φησὶ, | 601 | |
95.604 | τοὺς τὰ τοιαῦτα κηρύττοντας ἐν τοῖς ὑπεναντίοις ὑπο‐ πτεύεσθαι εἶναι. Τουτέστιν, Οὐ παλαιὰ διηγοῦνται πράγματα, ἀλλ’ ἅπερ καὶ ὁ παρών μοι καιρὸς μαρτυρεῖ. —Πρὸς | |
5 | τοὺς τρυφῶντας. —Ἐλαυνόμεθα, φησὶ, πρὸς τοὺς πλουτοῦντας. —Πρὸς τοὺς ψευδοαποστόλους, τοὺς οὔτε ἐργάζεσθαι, οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους ἑαυτούς. «Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχό‐ | |
10 | μεθα· δυσφημούμενοι, παρακαλοῦμεν, ὡς περικα‐ θάρματα τοῦ κόσμου ἐγενήθημεν.» Οὐκ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι ἐπὶ τούτοις δυσχε‐ ραίνομεν. Τοῖς γὰρ ἐναντίοις τοὺς κακῶς ποιοῦντας ἀμειβόμεθα· καὶ μέγα ἐστὶ τὸ κακῶς πάσχοντας | |
15 | φέρειν γενναίως· ἡμεῖς οὐ μόνον τοῦτο κατορθοῦ‐ μεν, ἀλλὰ καὶ χαίρομεν καὶ ἀγαλλόμεθα. «Πάντων περίψημα ἕως ἄρτι.» Οὐ τῶν διωκόντων, ἀλλὰ τῶν δι’ οὓς ταῦτα πά‐ σχομεν. | |
20 | «Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέ‐ κνα μου ἀγαπητὰ νουθετῶ.» Ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐ‐ τὴν ἐθεράπευσεν. Οὐχ ὡς καταισχύνων ὑμᾶς, φησὶ, ταῦτα λέγω. Λέγει γὰρ πεποιηκέναι μὲν, οὐ μὴν | |
25 | διανοίᾳ πονηρᾷ καὶ μισούσῃ, ἀλλὰ μᾶλλον φιλούσῃ καὶ ἐπανορθοῦν βουλομένῃ. «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χρι‐ στῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰη‐ σοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» | |
30 | Οὐ τὸ ἀξίωμα ἐνταῦθα ἐμφαίνει, ἀλλὰ τῆς ἀγά‐ πης τὴν ὑπερβολήν· καὶ οὐδὲ ἐκείνους ἔπληξεν τὸ, ἐν Χριστῷ, προσθεὶς, καὶ συγχωρήσας ἐκείνοις πολ‐ λὰ περὶ αὐτῶν πεποιηκέναι· τοῦτο γὰρ ὁ παιδαγω‐ γός· τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταμιεύεται. | |
35 | Τοιοῦτον γὰρ ὁ πατήρ. —Οὐκ ἐμαυτῷ τοῦτο λογί‐ ζομαι. Πάλιν δὲ τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει. «Παρακαλῶ οὖν ὑμᾶς· μιμητάς μου γίνεσθε.» Οὐκ ἐπαίρων ἑαυτὸν ταῦτά φησιν, ἀλλὰ δεικνὺς | |
40 | εὔκολον οὖσαν τὴν ἀρετήν. «Διὰ τοῦτο ἔπεμψα ὑμῖν τὸν Τιμόθεον.» Ἐπειδὴ ὡς τέκνων φείδομαι. «Ὅς ἐστί μου τέκνον ἀγαπητὸν, καὶ πιστὸν ἐν Κυρίῳ.» | |
45 | Τοῦτό φησιν, τὴν ἀγάπην, ἐμφαίνων, κἀκείνους κατασκευάζων αἰδεσίμως αὐτὸν ἰδεῖν. Καὶ οὐχ ἁπλῶς εἶπεν πιστὸν, ἀλλὰ ἐν Κυρίῳ· τουτέστιν ἐν τοῖς κατὰ Κύριον πράγμασιν «Ὃς ὑμᾶς ἀναμνήσει.» | |
95.604(50) | Οὐκ εἶπεν, διδάξει, ἵνα μὴ δυσανασχετῶσιν, ὡς παρ’ αὐτοῦ μανθάνοντες. «Τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω.» Τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, | |
55 | τοὺς κανόνας, τοὺς θεσμοὺς τοὺς ἀποστολικοὺς, τὰ | |
ἄλλα πάντα. Ἐπειδὴ γὰρ εἶπεν, Γυμνητεύομεν, καὶ | 603 | |
95.605 | κολαφιζόμεθα, καὶ ἀστατοῦμεν· καὶ ταῦτα πάντα, φησὶν, ὑμᾶς ἀναμνήσει. Καὶ ἀνώτερον τὸν λόγον ἄγων, ἐπήγαγεν τὰς ἐν Χριστῷ, πάντα ὡς εἴωθεν ἀνατιθεὶς τῷ Δεσπότῃ, καὶ δεικνὺς ἅμα ὅτι οὐδὲν | |
5 | ἔχουσιν ἄνθρωποι, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοη‐ θείας ἅπαντα κατορθοῖ. «Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώ‐ θησάν τινες. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἂν Κύριος θελήσῃ.» | |
10 | Μέλλων δὲ ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, θυμοῦ γέμοντας εἰσφέρει τοὺς λό‐ γους, οὐκ αὐτὸς δὲ τοῦτο πάσχων, ἀλλ’ ἐκείνους διορθούμενος. Καὶ τὸν πεπορνευκότα ἀφεὶς, τοῖς ἄλλοις διαλέγεται, οὐκ ἀξιῶν ἐκεῖνον οὐδὲ τῶν παρ’ | |
15 | αὐτοῦ λόγων. Κατασείει δὲ αὐτῶν τὸ φρόνημα φιλ‐ αρχίας ἐγκλήματι, ὡς τῇ ἀπουσίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κεχρημένων. «Καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ | |
20 | Θεοῦ, ἀλλ’ ἐν δυνάμει.» Οὐδὲ γὰρ ἀπὸ κατορθωμάτων, ἀλλὰ ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν, καὶ οὐκ εἶπεν, γνώσομαι τὴν σοφίαν, ἀλλὰ, τὴν δύναμιν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ δι’ εὐγλωττίας ἐκρατήσαμεν, | |
25 | ἀλλὰ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βα‐ σιλείαν καταγγέλλειν τῶν οὐρανῶν, μεγίστην ἀπό‐ δειξιν παρεχόμενοι τὰ σημεῖα, ἃ ποιοῦμεν τῇ δυνά‐ μει τοῦ Πνεύματος. «Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν | |
30 | ἀγάπῃ, πνεύματί τε πραΰτητος;» Καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗ‐ τος. Τί δέ ἐστιν, ἐν ῥάβδῳ; ἐν κολάσει, ἐν τιμωρίᾳ· σκόπει δὲ καὶ φιλοσοφίαν τοῦ Παύλου. Τὴν ἐξουσίαν γὰρ αὐτὸς ἔχων καὶ τούτου κἀκείνου, ἑτέρους ποιεῖ‐ | |
35 | ται κυρίους, λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται, φησίν. ΚΕΦΑΛ. Εʹ. «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία.» | |
40 | Οὐκ εἶπε, Τολμᾶται πορνεία, ἀλλὰ, ἀκούεται πορ‐ νεία. Καὶ τὸ, ἐν ὑμῖν δὲ ἐμφατικῶς εἴρηται, τουτ‐ έστιν ἐν ὑμῖν τοῖς πιστοῖς, τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. «Ἥ τις οὐκ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» | |
45 | Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνῶν ὀνειδίζει τοῖς πιστοῖς. Καὶ γὰρ καὶ Θεσσαλονικεῦσιν γράφει λέγων· Ἕκα‐ στος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας· καθὼς καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα Θεόν. | |
95.605(50) | Ὥστε γυναῖκα τοῦ πατρὸς ἔχειν.» Οὐκ εἶπε, μητρυῖαν, ἀλλὰ γυναῖκα πατρός· ὡς πολλῷ πλῆξαι χαλεπώτερον. «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ;» Ὡς εἰ λέγοι· Μή μοι εἴπῃς ὅτι εἷς ἐστιν ὁ πεπορ‐ | |
55 | νευκώς· κοινὸν πάντων γέγονεν τὸ ἔγκλημα. Κοινὸν | 605 |
95.608 | δὲ οὐκ ἐπὶ τῷ ἁμαρτήματι λέγω, ἀλλ’ ἐπὶ τῇ διδα‐ σκαλίᾳ τῇ παρ’ ἐκείνου. Εἰ καὶ οὐχ οὕτως εἴρηκεν, ἀλλὰ ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Εἷς δὲ τῶν διδασκάλων πορνεύσας ἦν. | |
5 | «Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.» Ὅτι εἰς τὸ κοινὸν, φησὶ, τῆς Ἐκκλησίας ἡ δια‐ βολὴ προεχώρησεν. Καὶ οὐκ εἶπεν· οὐχὶ μᾶλλον ἐξεβάλετε, ἀλλ’ ὡς ἐπὶ νόσου τινὸς καὶ λοιμοῦ πέν‐ | |
10 | θους χρείαν πεποίηκεν. «Ἐγὼ μὲν γὰρ ὡς παρὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.» Οὐκ ἀναμεῖναι αὐτοῦ τὴν παρουσίαν φησὶν, οὐδὲ ἐκδέξασθαι αὐτὸν, καὶ τότε πρᾶξαι· ἀλλ’ ὥσπερ | |
15 | τινὰ λοιμὸν ἀπελαύνειν μέλλων, πρὶν ἣ διαδοθῆναι εἰς τὸ λοιπὸν σῶμα ἐπείγεται κατασχεῖν. Διὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών. Τοῦτο δὲ ἔλεγεν οὐ μόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφα‐ σιν, καὶ οὐκ ἀφεὶς ἄλλοτι βουλεύσασθαι, ἀλλὰ καὶ | |
20 | φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησό‐ μενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύματι ὥσπερ ὁ Ἐλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία μου μετὰ σοῦ; «Ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατ‐ | |
25 | εργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ Πνεύ‐ ματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ.» Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι. Καὶ γὰρ | |
30 | ἐξήνεγκα τὴν ἀπόφασιν, ὡς παρὼν, φησίν. Εἶτα ἵνα μὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντεία, ὅρα πῶς κοι‐ νωνοὺς καὶ αὐτοὺς ποιεῖ τοῦ κρίματος, εἰπὼν, Συναχθέντων ὑμῶν. Τὸ δὲ, ἐν ὀνόματι τοῦ Κυ‐ ρίου ἡμῶν, τουτέστι, τὸν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ | |
35 | ἐνυβρίσαντα, τὸν μετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυμον ἐκείνης τῆς προσηγορίας, τοιαῦτα τολμήσαντα, τοῦτον παράδοτε τῷ Σατανᾷ. Εὖ δὲ καὶ τὸ παραδοῦναι τῷ Σατανᾷ, ἀλλὰ μὴ ἐκδοῦναι, ὡς ἀνοίγων αὐτῷ τῆς μετανοίας τὰς θύρας. Καὶ πάλιν τὸν τοιοῦ‐ | |
40 | τον, ὡς μὴ ἀνεχόμενον μηδὲ τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι. Τουτέστι, κατὰ Θεόν· μὴ ἀνθρωπίνῃ κατεχόμενον ὑπολήψει, ἤγουν αὐτοῦ τοῦ ὀνόματος ὑμᾶς συλλέγον‐ τος ὑπὲρ οὗ συνέρχεσθε. | |
45 | Αὖ πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵνα ὅταν δι‐ κάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέ‐ μωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης αὐτὸν ἀξιῶ‐ σαι, εἰδὼς ὅτι Παῦλος εἴσεται τὰ λεγόμενα. Τουτέστιν, Ὁ Χριστὸς δύναται τοιαύτην ἡμῖν | |
95.608(50) | χάριν διδόναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι Καὶ αὐτὸς μεθ’ ἡμῶν κατ’ αὐτοῦ ἐπαίρει τὴν ψῆφον. «Εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ | |
55 | στοῦ.» | 607 |
95.609 | Ἵνα μαστίξῃ αὐτὸν ἕλκει πονηρῷ ἢ νόσῳ ἑτέρᾳ· καὶ αὐτὸ δὲ τοῦτο τῷ Θεῷ δοκοῦν ἐγένετο, ὥστε κο‐ λάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς σαρκὸς αἱ ἐπιθυμίαι τίκτονται, αὐτὴν κολάζει, ἵνα | |
5 | τὸ πνεῦμα σωθῇ, ἀλλ’ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καλῶς αὐ‐ τοὺς καὶ εὐκαίρως τῆς ἡμέρας ἐκείνης ἀναμιμνή‐ σκων, ἵνα καὶ αὐτοὶ προθυμότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν. Ἤδη δὲ καὶ νόμους φαίνεται τῷ διαβόλῳ τιθεὶς, οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὡς | |
10 | καὶ Θεὸς αὐτῷ περὶ τοῦ Ἰὼβ ἔλεγε· Πλὴν τῆς ψυ‐ χῆς αὐτοῦ μὴ ἅψῃ. «Οὐ καλὸν τὸ καύχημα ὑμῶν.» Ἐπάγει πάλιν ἐπιτίμησιν πρὸς ἐκείνους ἀποτει‐ νόμενος, δεικνὺς, ὅτι ἐκεῖνοι μέχρι τοῦ παρόντος | |
15 | οὐκ εἴασαν αὐτὸν μετανοῆσαι, καυχώμενοι ἐπ’ αὐτῷ. «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυ‐ μοῖ.» Δηλοῖ διὰ τούτου, ὡς οὐκ ἐκείνου φειδόμενος μό‐ νον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων. Ὅμοιον | |
20 | δὲ ὡς εἰ λέγοι· Εἰ καὶ ἐκείνου τὸ ἁμάρτημα, ἀλλὰ ἀμελούμενον δύναταί τε καὶ τὸ λοιπὸν τῆς Ἐκκλη‐ σίας σῶμα λυμήνασθαι. Ὅταν γὰρ ὁ πρῶτος ἁμαρ‐ τὼν μὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι τὰ τοιαῦτα πλημμελοῦσι. | |
25 | «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην.» Τουτέστιν, τὸν πονηρὸν τοῦτον. Μᾶλλον δὲ οὐ περὶ τούτου μόνον φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται. Οὐ γὰρ πορνεία μόνον παλαιὰ ζύμη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλὰ, Ἐκκάθαρατε· | |
30 | ὅ ἐστιν, μετὰ ἀκριβείας καθάρατε, ὥστε μηδὲ λεί‐ ψανον, μηδὲ σκιὰν εἶναι τοιαύτην. «Ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» Δηλοῖ καὶ ἐμφαίνει οὐ σφόδρα πολλῶν κρατοῦ‐ σαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυμοι, | |
35 | οὐ τοῦτο λέγει ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ Καθὼς πρέπει εἶναι ὑμᾶς. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χρι‐ στὸς, ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλι‐ | |
40 | κρινείας καὶ ἀληθείας. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις. Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις.» Τῶν εὐεργεσιῶν πάλιν ἀναμιμνήσκει αὐτούς. Ἑορ‐ | |
45 | τῆς γὰρ, φησὶν, ὁ παρὼν καιρός. Διὰ τί δὲ πάλιν τὴν ζύμην καλεῖ, ἢ διὰ τὸ τὸν ἡμῶν βίον τοιοῦτον εἶναι; «Ἐπεὶ ὠφείλετε ἄρα τοῦ κόσμου ἐξελθεῖν. Νῦν δὲ ἔγραψα ὑμῖν, μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελ‐ | |
95.609(50) | φὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης.» Ἵνα γὰρ μὴ νομίσαντες, ὅτι ὡς ἀτελεστέροις αὐ‐ τοῖς τοῦτο οὐκ ἐπέταξεν, καὶ ὡς τέλειοι δῆθεν αὐτοὶ | |
πρᾶξαι ἐπιχειρήσουσι, δείκνυσιν ὅτι οὐδὲ δύναται | 609 | |
95.612 | τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο, ἐπεὶ, φησὶν, ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. «Ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρ‐ παξ, τῷ τοιούτῳ μὴ συνεσθίειν.» | |
5 | Ἐπὶ τούτοις παρέμιξεν καὶ προκατέλαβεν τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μικρὸν ὕστερον μέλλει γυμνάζειν. «Τί γάρ μοι καὶ τοῖς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;» | |
10 | Τοὺς δὲ ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλεῖ; «Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ. Ἐπειδὴ γὰρ εἶπε, Τί μοι τοὺς ἔξω κρίνειν; Ἵνα μήτις νομίσῃ ἀτιμωρήτους τούτους εἶναι, ἕτερον | |
15 | δικαστήριον αὐτοῖς ἐφίστησι φοβερώτερον τούτου. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος· καὶ δείκνυσιν ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος τῆς διηνεκοῦς ἐξαρπά‐ ζει. Ὃ καὶ δηλῶν ἀλλαχοῦ ἔλεγε· Νυνὶ δὲ κρινό‐ | |
20 | μενοι, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατα‐ κριθῶμεν. «Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.» Μαρτυρίαν ἐκ τῆς Παλαιᾶς τίθησι, δηλῶν ὅτι οὐ καινοτομία τὸ τοιοῦτο, ἀλλὰ καὶ ἄνωθεν αὐτῷ ἔδω‐ | |
25 | κεν τῷ νομοθέτῃ. ΚΕΦΑΛ. ϛʹ. «Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐκ ἐπὶ τῶν ἁγίων.» Περὶ πλεονεκτῶν διαλεγόμενος, ζέων τῇ φροντίδι | |
30 | τῆς διορθώσεως τῶν ἁμαρτανόντων, οὐκ ἀνέχεται διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸ πρότερον ἐπάνεισιν. Ὅρα δὲ πῶς ἐκ τῶν ὀνομάτων γυμνάζων, καὶ ἀποτρέπει καὶ ἐγκαλεῖ. Ὃ | |
35 | δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Μάλιστα μὲν ἤδη κρί‐ νεσθαι ἐπὶ τῶν ἀδίκων οὐ δεῖ· πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον μικροψυχοῦντα τὸν ἐχθρὸν διαλλάκτην λαμβάνειν; ἢ πῶς οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, ὅταν ὁ Ἕλλην τῷ Χριστιανῷ καθέζεται δικάζων; Εὖ δὲ | |
40 | καὶ τὸ μὴ, ἐπὶ τῶν ἀπίστων, εἰπεῖν, ἀλλ’, ἐπὶ τῶν ἀδίκων. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτοῦ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν οὕτως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ δικαίου παρὰ τοῖς ἀκού‐ ουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, μονονουχὶ λέγων· | |
45 | Καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων ὧν ἐπι‐ θυμεῖς, καὶ ὑπὲρ τοῦ τυχεῖν τοῦ δικαίου ἀδικῆσαι ἐπιτρέπων ἀνθρώποις. Δείκνυσιν ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρα‐ | |
νομίας. | 611 | |
95.613 | «Ἦ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρίνου‐ σιν;» Ἐπειδὴ γὰρ εὐκαταφρόνητον ἐδόκει τὸ παρὰ τοῖς ἔνδοθεν δικάζεσθαι, ἀνθρώποις ἰδιώταις καὶ πολλῶν | |
5 | ἀπείροις πραγμάτων, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει. Ὅμοιον γὰρ ὡς εἰ λέγοι· Σὺ ὁ μέλλων ἐκείνους κρί‐ νειν τότε, πῶς ὑπ’ ἐκείνων ἂν ἔχεις κρίνεσθαι νῦν; κρίνουσι δὲ τὸν κόσμον οἱ ἅγιοι, οὐκ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατακρίνοντες. Διὸ καὶ | |
10 | ἐπάγει, ἐν ὑμῖν ὁ κόσμος κρίνεται. Οὐκ εἶπεν, ὑφ’ ὑμῶν, ἀλλὰ, ἐν ὑμῖν· ὡς ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. | |
15 | «Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος.» Ἵνα μὴ δόξῃ περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινο‐ ποιεῖ τὸν λόγον. «Ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων.» Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησίν. Ἐπειδὴ | |
20 | γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰ‐ σχύνεσθαι, φησὶν, ὡς Τὸ ἐναντίον ἐστὶν ἡ αἰσχύνη, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε. Ἐκεῖνα γὰρ ἐλάχιστα κριτήρια, οὐ ταῦτα. «Οὐκ οἴδατε ὅτι τοὺς ἀγγέλους κρινοῦμεν; μή τί | |
25 | γε βιωτικά;» Περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμέ‐ νον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ αὐτὸς δέ φησιν ὁ Ἀπόστολος ὅτι οἱ ἄγγελοι, τοῦ | |
30 | Σατανᾶ δηλονότι, μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Πάλιν δὲ καὶ ἐπὶ τούτων τὸ, κρινοῦμεν, ἀντὶ τοῦ, κατακρινοῦμεν. Ὅταν γὰρ ἐκεῖναι αἱ ἀσώ‐ ματοι δυνάμεις ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι | |
35 | δίκην. «Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξου‐ θενημένους ἐν τῇ Ἐκκλησίᾳ τούτους καθίζετε· πρὸς ἐντροπὴν ὑμῖν λέγω.» Μεθ’ ὑπερβολῆς διδάξαι βούλεται, ὅτι οὐδ’ ἂν | |
40 | ὁτιοῦν ᾖ τοῖς ἔξωθεν τὴν δίκην ἐπιτρέπειν χρή· ἀναιρεῖ δὲ τὴν δοκοῦσαν ἀντίθεσιν, μονονουχὶ λέ‐ γων· Τί ἐρεῖτε, ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς, οὐδὲ ἱκα‐ νὸς διακρῖναι; καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, τοῖς ἐλαχίστοις ἐπίτρεψον. Τὸ δὲ, πρὸς ἐν‐ | |
45 | τροπὴν ὑμῖν λέγω; ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς ψευδῆ οὖσαν καὶ περιττήν. «Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσε‐ ται διακρῖναι ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται. Καὶ ταῦτα ἐπὶ | |
95.613(50) | ἀπίστων;» «Ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν, ὅτι κρῖ‐ μα ἔχετε μεθ’ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Ἀλλ’ ὑμεῖς ἀδι‐ κεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἢ οὐκ | |
55 | οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσου‐ | |
σιν;» | 613 | |
95.616 | Διπλοῦν τὸ ἔγκλημα, ὅτι καὶ κρίνεται, καὶ ἐπὶ ἀπίστων. «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε | |
5 | πλεονέκται, οὔτε κλέπται.» Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας ἅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἀπεξέρχεται τοῖς πλημμελήμασι. Διὸ φησὶ, Μὴ πλανᾶσθε. Πλάνης γὰρ ἐσχάτης καὶ | |
10 | ἀπάτης, ἐλπίσαντας χρηστὰ τῶν ἐναντίων τυχεῖν. «Οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασι‐ λείαν τοῦ Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε, ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ | |
15 | Θεοῦ ἡμῶν.» Καὶ ταῦτα τῶν ἐσχάτων ἁμαρτημάτων ἐστὶν, τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας. Καὶ γὰρ καὶ ὁ Χρι‐ στὸς τὸν καλέσαντα τὸν ἀδελφὸν αὐτοῦ μωρὸν τῇ γεέννῃ παραδέδωκεν· καὶ ὁ τῶν Ἰουδαίων λαὸς | |
20 | μεθυσθεὶς εἰς εἰδωλολατρείαν ἐξέκλινεν. Ἐννοήσατε, φησὶν, τῆς φιλανθρωπίας τὸ μέγεθος. Οὐ γὰρ τῶν ἁμαρτημάτων ἀπήλλαξεν μόνον, ἀλλὰ καὶ ἡγίασεν, καὶ ἐδικαίωσεν. Ταῦτα δὲ εἶπεν, σφό‐ δρα ἐντρέψαι βουλόμενος. | |
25 | «Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει.» Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορ‐ νεία ἀπὸ τρυφῆς καὶ λαιμαργίας, τούτου χάριν σφο‐ δρῶς κολάζει τὸ πάθος. Ὅμοιον δὲ ὡς εἰ λέγοι. Ἔξ‐ | |
30 | εστι φαγεῖν φησὶν, ἀλλὰ μὴ μετὰ ἀσωτίας. «Πάντα μοι ἔξεστι, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.» Διὰ τούτου δείκνυσιν, ὅτι τὰ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ’ οὐδὲ ἐξουσία ἐστὶν, ἀλλὰ | |
35 | δουλεία· οἷον κύριος εἶ τοῦ φαγεῖν· οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐ‐ τὸς αὐτοῦ κύριός ἐστιν. Ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι ἐστὶ κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς | |
40 | ἀδδηφαγίας ἐν αὐτῷ τυραννούσης. Ἴδε πῶς τὸν νο‐ μίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπ’ ἐξουσίαν ὄντα. Τοῦτο γὰρ ἔθος αὐτῷ ἀεὶ εἰς τὸ ἐναντίον περιτρέπειν ἀντιθέσεις. Σκόπει δέ· ἐκείνων ἕκαστος ἔλεγεν, ἔξ‐ εστί μοι τρυφᾷν. Αὐτὸς δὲ φησίν· Οὐχ οὕτως αὐτὸ | |
45 | ποιεῖς ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ’ ὡς αὐτὸς ὑπο‐ κείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος εἶ· ἀλλὰ αὕτη σου τὴν ἐξουσίαν ἔχει. Τοῦτο δὲ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. | |
95.616(50) | «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώ‐ μασι.» Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γα‐ | |
στριμαργίαν φησὶν, ὡς ὅταν λέγῃ· Ὧν ὁ Θεὸς ἡ | 615 | |
95.617 | κοιλία, οὐ περὶ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδδη‐ φαγίας. Καὶ ὅτι οὐ σῶμα διαβάλλει, ἄκουε πῶς φησιν· Τὸ δὲ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυ‐ ρίῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· τὰ βρώματα πρὸς | |
5 | τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς αὐτὰ, καὶ οὐ δύναται ἡμᾶς πρὸς τὸν Χριστὸν ἄγειν, ἀλλὰ πρὸς αὐτὰ ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστιν, καὶ δουλεύειν ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. | |
10 | «Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ· καὶ ὁ Κύριος τῷ σώματι.» Οὐ τὴν γαστέρα λέγει, ἀλλὰ τὴν ἄμετρον ἐπιθυ‐ μίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. | |
15 | Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἄσωτος ᾖς καὶ πορνεύῃς, ὥσπερ οὐδὲ κοιλία, ἵνα γαστριμαργῇς, ἀλλ’ ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύ‐ ριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι, τοῦ ἄνω καθημένου ἀξιωθέντες γενέσθαι μέλη, | |
20 | τοσούτοις κακοῖς καταισχύνομεν ἑαυτούς. «Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Κατηγορήσας ἱκανῶς τῶν γαστριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ταύτης ἀπάγει. | |
25 | Σκόπει δὲ πῶς ἐπὶ μὲν τοῦ Κυρίου ἁπλῶς εἶπεν, Τὸν Κύριον ἤγειρεν· ἐπὶ δὲ τῶν ἡμετέρων σωμάτων προσέθηκεν τὸ, διὰ τῆς δυνάμεως αὐτοῦ, τῇ ἀξιο‐ πιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζε‐ | |
30 | ται τοῦ Χριστοῦ, μηδὲν ὑμᾶς τοῦτο θορυβείτω. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Υἱοῦ τοῦτο τέθεικεν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ πάλιν· Ἐξ‐ ουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν | |
35 | ἔχω λαβεῖν αὐτήν. Καὶ ὁ Λουκᾶς ἐν τοῖς πράξεσί φησιν· Οἷς παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν οὕτως φησίν; Ἵνα τοῦτο νοῇς, ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ. Ὡς γὰρ αὐτὸς ὁ Κύριός φησιν· Ἃ γὰρ | |
40 | ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἐμνη‐ μόνευσεν, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδδηφαγίας τὴν τυραννίδα. «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ | |
45 | ἐστιν;» Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην μετα‐ βὰς, πάλιν ἀπὸ τούτου ἐπ’ ἐκεῖνον ἔρχεται· οὐκέτι λοιπὸν αὐτῷ διαλεγόμενος, ἀλλὰ τοῖς ἄλλοις τοῖς μὴ πεπορνευκόσι, καὶ διὰ τούτου ἀσφαλιζόμενος μή | |
95.617(50) | ποτε περιπέσωσι τοῖς αὐτοῖς. «Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. Οὐκ οἴδατε, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν. Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν | |
55 | πνεῦμά ἐστι.» | |
Ἐπὶ τὸ φρικωδέστερον μεταφέρει τὸν λόγον. Οὐ | 617 | |
95.620 | γὰρ εἶπε, συνάψω τῇ πόρνῃ, ἀλλὰ, ποιήσω πόρνης μέλη. «Φεύγετε τὴν πορνείαν.» Οὐκ εἶπεν, ἀπόσχεσθε πορνείας, ἀλλὰ, φεύγετε· | |
5 | τουτέστι μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ. «Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. Ὃ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν | |
10 | ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν. Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ. Τοῦ Κυριακοῦ δηλονότι· ἐπειδὴ γὰρ πολὺν ἀν‐ | |
15 | ήλωσε λόγον, μέλη Χριστοῦ ὄντας δεικνὺς καὶ σῶμα αὐτοῦ, καὶ αὐτὸν ἔχειν κεφαλὴν, ἵνα μή τις ἐκεῖνο ὑπολάβοι, ὡς αὐτοῦ τοῦ Χριστοῦ τὸ σῶμα μιαίνεται, ἐὰν πορνεύσῃ ἄνθρωπος, λέγει· ὡς ὅταν τις κολ‐ λᾶται τῇ πόρνῃ, οὐκέτι οὐδὲ σῶμα, οὐδὲ μέλη Χρι‐ | |
20 | στοῦ ἐστιν, ἀλλ’ εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· φεύγουσα γὰρ ἡ χάρις τὸν πορνεύοντα, ἀφαιρεῖται αὐτῷ τοῦ ἔτι εἶναι σῶμα Χριστοῦ, ὥστε συμβαί‐ νειν αὐτῷ εἰς τὸν ἴδιον σῶμα τὴν ἁμαρτίαν ποιεῖν. | |
25 | Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ τὴν χεῖρα μιαίνει; Τί δὲ ὁ πλεονέκτης καὶ ἅρπαξ; Παντί που δῆλον· ἀλλ’ ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν, ὅτι πόρνου οὐ‐ δὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶμα γίνεται μιαρόν· | |
30 | ὥσπερ γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐμπίπτων, καὶ τῷ μολυσμῷ βαπτόμενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡμῖν ἔθος. Ἀπὸ γὰρ τῆς πλεονεξίας καὶ τῆς ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλάνειον ἐλ‐ θεῖν, ἀλλὰ ἀδιαφόρως ἐπὶ τὴν οἰκείαν ἄνεισιν· ἀπὸ | |
35 | δὲ μίξεως πόρνης, καθάπερ ὅλως γενόμενος ἀκάθαρ‐ τος, ἐπὶ τὸ λούσασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχρο‐ τέραν. Ἀμφότερα μὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐμβάλλουσιν. | |
40 | Ἀλλ’ ἐπειδὴ οἰκονομικῶς πάντα ὁ Παῦλος ἐποίει, οἷς εἶχεν, τούτοις ηὔξησεν τὸ τῆς πορνείας ἔγκλημα. Οὐχ ἁπλῶς εἶπε, πνεύματος, ἀλλὰ τοῦ ἐν ὑμῖν, ὅπερ ἦν καὶ παραμυθουμένου, καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν καὶ | |
45 | φοβῶν· καὶ τῷ μεγέθει τῆς παρακαταθήκης καὶ τῇ ἀξίᾳ τοῦ παρακαταθεμένου. Πρὸς γὰρ ἐκείνους οὐ δυσχεραίνει, ἀλλὰ καὶ νο‐ μοθετεῖ περὶ αὐτῶν, λέγων· Ἔχοντες τροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα· | |
95.620(50) | ἀλλὰ ταύτην βάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν | |
αὐτοῦ μετὰ τὴν συμβουλὴν ἐπιτρέψας εὐχῇ. | 619 | |
95.621 | Τοῦτο δὲ οὐκ ἐντρέποντος μόνον, ἀλλὰ καὶ βια‐ ζομένου πρὸς ἀρετήν· τί γὰρ παραιτεῖς ἃ θέλεις, φησίν; οὐκ εἶ σαυτοῦ κύριος; διὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε τιμῆς. | |
5 | ΚΕΦΑΛ. Ζʹ. «Περὶ δὲ ὧν ἐγράψατέ μοι.» Διορθώσας τὰ χαλεπώτερα ἐγκλήματα, ἓν μὲν τὸ διασπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τὸ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, χρῆται | |
10 | λοιπὸν ἡμερωτέρῳ λόγῳ, καὶ μεταξὺ τίθησι παραί‐ νεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας. «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰ πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, | |
15 | καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ. Ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή.» | |
20 | Εἰ μὲν τὸ καλὸν ζητεῖς, φησὶ, καὶ σφόδρα ὑπερέχον, βέλτιον μηδὲ ὅλως, ὁμιλεῖν γυναικί. Εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθενεία, ὁμίλει γάμῳ. «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ | |
25 | συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ νη‐ στείᾳ.» Μὴ ἐγκρατευέσθω ἡ γυνὴ, φησὶν, τοῦ ἀνδρὸς ἄκοντος, μηδὲ ὁ ἀνὴρ, τῆς γυναικὸς μὴ βουλο‐ μένης. Καὶ τί δήποτε; Ὅτι μεγάλα ἐκ τῆς ἐγκρα‐ | |
30 | τείας ταύτης τίκτεται τὰ κακὰ, καὶ πορνεῖαι, καὶ μοιχεῖαι, καὶ οἴκων ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. «Καὶ τῇ προσευχῇ· καὶ πάλιν ἐπὶ τῷ αὐτῷ συνέρχησθε, ἵνα μὴ ἐπιχειρῇ πειράζειν ὑμᾶς ὁ | |
35 | Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην.» Τὴν μετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγει. «Οὐ κατ’ ἐπιταγήν· θέλω δὲ πάντας ἀνθρώπους | |
40 | εἶναι ὡς καὶ ἐμαυτόν.» Ἐν ἐγκρατείᾳ δηλονότι. Πολλαχοῦ δὲ τοῦτο ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγμάτων. «Ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· ὃς μὲν οὕτως· ὃς δὲ οὕτως. Λέγω δὲ τοῖς ἀγά‐ | |
45 | μοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς, ἵνα μένωσιν ὡς κἀγώ.» Ἐπειδὴ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν, διὰ τὴν ἀκρασίαν ὑμῶν, πάλιν αὐτοὺς παρεμυθήσατο, εἰπὼν ἔχειν χάρισμα ἐκ Θεοῦ. | |
95.621(50) | «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν.» Οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα εἰς τὴν ἐγκράτειαν, δεδοικὼς μὴ παράπτωμα γένηται. «Κρεῖσσον γάρ ἐστι γαμεῖν ἢ πυροῦσθαι. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος, | |
55 | γυναῖκα, ἀνδρὸς μὴ χωρισθῆναι. Ἐὰν δὲ χωρισθῇ, | |
μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ | 621 | |
95.624 | ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Τοῖς δὲ λοιποῖς λέγω, οὐχ ὁ Χριστός.» Ἐνέφηνεν ὅση. τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Εἰ πολλὴν ὑπομένεις βίαν καὶ | |
5 | πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ παρατραπῇς. «Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς | |
10 | συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐ‐ τόν.» Τὸν πρὸ τῆς χάριτος ἔχοντα ἄπιστον γυναῖκα, οὐ κελεύει ἀφιέναι μετὰ τὴν χάριν· τὸν δὲ ἤδη τὴν χάριν δεξάμενον κωλύει ἄπιστον λαμβάνειν γυ‐ | |
15 | ναῖκα. «Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυ‐ ναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.» | |
20 | Ἵνα μὴ φοβῆται ἡ γυνὴ ὡς ἀκάθαρτος γινομένη διὰ τὴν μίξιν, τοῦτό φησιν· ἓν μὲν γὰρ σῶμά ἐστιν, ἀλλ’ οὐ γίνεται ἀκάθαρτον. Νικᾷ γὰρ ἡ καθα‐ ριότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαριότης τοῦ ἀνδρὸς τὸ ἀκάθαρτον τῆς | |
25 | ἀπίστου γυναικός. «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιού‐ τοις.» Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐ‐ | |
30 | τῷ τῆς ἀσεβείας διὰ τοῦ γάμου, ἢ ἀναχωρεῖν, βέλτιον ἀνασπασθῆναι τὸν γάμον, ἢ τὴν εὐσέ‐ βειαν. «Ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ Θεός. Τοῦτό φησιν, ἵνα μὴ καθ’ ἑκάστην ἡμέραν πολε‐ | |
35 | μοὺς ἔχωσιν περὶ τοῦ πράγματος. «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτως περιπατείτω, καὶ οὕτως ἐν ταῖς Ἐκκλησίαις | |
40 | πάσαις διατάσσομαι.» Μένε καὶ παράμενε, φησὶ, καὶ συμβούλευε, καὶ πεῖθε. Οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχύσαι δυνή‐ σεται, ὡς γυνή. «Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. | |
45 | Ἐν ἀκροβυστίᾳ τις κέκληται; μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ἐν ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Δοῦλος ἐκλή‐ θης; μή σοι μελέτω.» | |
95.624(50) | Ταῦτα, φησὶν, εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, μὴ τοίνυν φιλονείκει, μηδὲ θορυβοῦ. Ἡ γὰρ πίστις πάντα ἐξέβαλε ταῦτα. Τὸ δὲ, μὴ ἐπισπάσθω, ἀντὶ τοῦ, μὴ ἐκ περιτομῆς ἀκροβυστίαν ποιείτω. Ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον | |
55 | χρῆσαι.» Τουτέστι, μᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν | |
δυνάμενον ἐλευθερωθῆναι, κελεύει μεῖναι δοῦλον; | 623 | |
95.625 | θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ. «Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν. Ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦ‐ | |
5 | λός ἐστι Χριστοῦ.» Ὅρα πῶς παρεμυθήσατο τὴν δουλείαν· τὸν μὲν καλούμενον δοῦλον, ἀπελεύθερον εἶναι Χριστοῦ· τὸν δὲ καλούμενον ἐλεύθερον, δοῦλον λέγων Χρι‐ στοῦ. Πλέον τι τῷ δούλῳ ἐν τῷ λόγῳ διδοὺς, εἰ καὶ | |
10 | μὴ ἴσοι ἀμφότεροι κατὰ τὸν τῆς κλήσεως λό‐ γον. «Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώ‐ πων. Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω παρὰ Θεῷ. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν | |
15 | Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυ‐ | |
20 | ναῖκα. Ἐὰν δὲ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· θλῖψιν δὲ τῇ σαρκὶ ἕξου‐ σιν οἱ τοιοῦτοι. Ἐγὼ δὲ ὑμῶν φείδομαι. Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες | |
25 | ὦσιν· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τού‐ τῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι· | |
30 | ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Ὁ δὲ γαμήσας, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ κόσμῳ· μεμέρισται. Καὶ ἡ γυνὴ ἡ παρθένος, ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Ἡ δὲ γαμήσασα, | |
35 | μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ | |
40 | ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει, ποιείτω. Οὐχ ἁμαρτάνει· γαμείτωσαν. Ὃς δὲ ἕστη‐ κεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξου‐ σίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ | |
45 | παρθένον, καλῶς ποιεῖ· ὥστε ὁ ἐγγαμίζων, καλῶς ποιεῖ· ὃ δὲ μὴ ἐγγαμίζων, κρεῖσσον ποιεῖ· γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, | |
95.625(50) | ἐὰν οὕτω μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας μόνον, ἀλλὰ καὶ πρὸς ἐλευθέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα μὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶ‐ | |
55 | ναι. Πῶς δὲ ὁ δοῦλος, οὐκ ἔσται δοῦλος; ἀλλ’ ἢ ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, καὶ μηδὲν κατ’ ὀφ‐ | |
θαλμοδουλίαν πράττῃ. Πάλιν δὲ ὁ ἐλεύθερος οὐκ | 625 | |
95.628 | ἔσται ἐλεύθερος ὅταν διακονῆται ἀνθρώποις, καὶ πάντα ποιῇ κατὰ τὸ ἐκείνοις ἀρέσκον. ΚΕΦΑΛ. Ηʹ. «Περὶ δὲ τῶν εἰδωλοθύτων.» | |
5 | Πολλοὶ παρὰ τοῖς Κορινθίοις μαθόντες, ὅτι οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκ‐ πορευόμενα· καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίμονες, καὶ οὔτε βλάψαι, οὔτε ὠφελῆσαι δυνάμενα, ἀμέτρῳ τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρην‐ | |
10 | το, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν αὐτῶν βλάβην· καὶ γὰρ εἰς εἰδώλεια εἰσῄεσαν, καὶ τῶν τραπεζῶν αὐτῶν μετεῖχον, καὶ μέγαν ἐντεῦθεν ὄλεθρον ἔτι‐ κτον. Οἵ τε γὰρ ἔτι τῶν εἰδώλων ἔχοντες φόβον, οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον ἑτοίμως τῶν | |
15 | εἰδωλοθύτων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο πονοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο. Οὐδὲ γὰρ τῇ ὁμοίᾳ ἐκείνοις γνώσει ἥπτοντο αὐτῶν, ἀλλ’ ὡς θυσιῶν· καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο· καὶ αὐτοὶ δὲ οἱ δῆθεν τέλειοι, οὐχ | |
20 | ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν μεταλαμβάνοντες τραπεζῶν. Τούτου ὄντος τοῦ ἐγκλήματος, ὅρα πῶς ὁ Ἀπόστολος τὸν λόγον μεταχειρίζεται. «Οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.» Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ ποιεῖ, τοῖς ἰσχύ‐ | |
25 | ουσι διαλέγεται πρώτοις. Πρῶτον μὲν οὖν αὐτῶν τού‐ των καταστέλλει τὸν τύφον, φάσκων τοὺς πάντας ἔχειν τὴν γνῶσιν. Οἱ γὰρ ἔχοντές τι μέγα καὶ καλὸν, ὅταν μόνοι κατέχωσι, μᾶλλον ἐπαίρονται. Ἐὰν δὲ μετ’ ἄλλων φανῶσιν αὐτὸ κεκτημένοι, οὐκέτι ὁμοίως | |
30 | τοῦτο πάσχουσι· ποιεῖ οὖν αὐτὸ κοινὸν, ἐπειδὴ καὶ ἐκεῖνοι ἑαυτῶν εἶναι ἐνόμιζον αὐτὸ μόνον. «Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.» Ὅταν γὰρ χωρὶς ἀγάπης ᾖ, εἰς ἀπόνοιαν ἐπαίρει φυσῶσα τὸν ἔχοντα, καὶ διαιρεῖν εἴωθεν ἡ ἀλαζο‐ | |
35 | νεία· οὐ κωλύει δὲ τὸ τελείαν ἔχειν τὴν γνῶσιν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν κελεύει. Ἐπειδὴ χωρὶς ἀγάπης κέρδος οὐδὲν, ἀλλὰ καὶ βλάβος. «Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι. Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνω‐ | |
40 | σται ὑπ’ αὐτοῦ.» Ὅρα δι’ ὅσων αὐτῶν κατήνεγκε τὸ ὕψωμα. Πρῶ‐ τον μὲν γὰρ ἔδειξεν, ὅτι οὐ μόνον ἐπίστανται ἅπερ ἴσασι. Πάντες γὰρ, φησὶν, γνῶσιν ἔχομεν. Ἔπειτα ὅτι βλαβερὸν τὸ πρᾶγμα τοῦτο χωρὶς ἀγάπης. Ἡ | |
45 | γνῶσις γὰρ, φησὶ, φυσιοῖ· ὅτι καὶ μετὰ ἀγάπης οὐκ ἀπηρτισμένον ἐστὶν, οὐδὲ τέλειον. Εἴ τις γὰρ δοκεῖ εἰδέναι τι, φησὶν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι. Πρὸς τούτοις, ὅτι οὐδὲ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δωρησαμένου. Οὐ γὰρ εἶπεν, | |
95.628(50) | ἔγνω τὸν Θεὸν, ἀλλ’, ἔγνωσται ὑπ’ αὐτοῦ. Εἶτα | |
ὅτι ἀπὸ ἀγάπης γίνεται τοῦτο αὐτὸ, ἣν οὐκ ἔχουσιν | 627 | |
95.629 | ὡς χρή. Εἰ γάρ τις, φησὶν, ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. «Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδα‐ μεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς | |
5 | ἕτερος, εἰ μὴ εἷς.» Ἀμφότερα βούλεται κατασκευάσαι· ὅτι τε ἀπ‐ αναίνεσθαι δεῖ τῆς τοιαύτης τραπέζης, καὶ ὅτι ἰσχὺν οὐκ ἔχει εἰς τὸ βλάψαι τοὺς μετέχοντας, ἅπερ ἐναν‐ τία ἀλλήλων ἐστί. Γνόντες γὰρ ὅτι οὐκ ἔχει βλάβην, | |
10 | οὕτως διαφόρως ἔμελλον ἐπιτρέχειν, κωλυθέντες δὲ αὐτῶν ἅπτεσθαι, πάλιν ὑπώπτευον, ὅτι ὡς ἰσχὺν ἐχόντων εἰς τὸ βλάπτειν ἐκωλύθησαν. Διὸ δὴ πρῶτον καθέλει τὴν τῶν εἰδώλων ὑπόνοιαν. Τὸ γὰρ, εἶναι, ἐπὶ τοῦ, μὴ ἔχειν ἰσχὺν αὐτὰ, τέθειται. | |
15 | «Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί.» Ἐπειδὴ, εἶπεν, οὐδὲν εἴδωλον, καὶ οὐδεὶς Θεὸς, εἰ μὴ εἷς· ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγό‐ μενοι. Ἵνα μὴ δόξῃ τοῖς φανεροῖς μάχεσθαι, ἐπάγει λέγων τό· Εἴπερ εἰσὶ λεγόμενοι θεοί. Καὶ ὥσπερ | |
20 | οὖν εἰσιν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόμενοι· καὶ οὐκ ἐν πράγματι, ἀλλ’ ἐν ῥήματι τοῦτο ἔχοντες. «Εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί.» Ἐν οὐρανῷ τὸν ἥλιον λέγων, καὶ τὴν σελήνην, καὶ | |
25 | τῶν λοιπῶν τῶν ἀστέρων χορόν· καὶ γὰρ αὐτὰ προσεκύνησαν Ἕλληνες ὡς θεούς· ἐπὶ γῆς δὲ δαί‐ μονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαν‐ τας. «Ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.» | |
30 | Πρότερον εἰπὼν, ὅτι οὐδεὶς Θεὸς ἄλλος, εἰ μὴ εἷς, νῦν τοῦτο προστίθησιν, εἶτα καὶ τὸ, Ἀλλ’ ἡμῖν· τὸ Πατήρ· εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα θεότητος, καὶ τοῦτο ἐπάγει, ἐξ οὗ τὰ πάντα, λέγων· τοῦτο γὰρ δείκνυσι, κἀκείνους οὐκ ὄντας θεούς· Θεοὶ γὰρ | |
35 | οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπο‐ λέσθωσαν, φησίν. «Καὶ ἡμεῖς εἰς αὐτόν.» Ὅταν μὲν ἐξ αὐτοῦ πάντα λέγῃ, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρ‐ | |
40 | αγωγήν· ὅταν δὲ εἴπῃ, καὶ ἡμεῖς εἰς αὐτὸν, τὸν τῆς πίστεως καὶ οἰκειώσεως λέγει λόγον· διπλῇ γάρ ἐσμεν ἐξ αὐτοῦ, καὶ τῷ μὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ καὶ τὸ πιστεῦσαι εἰς αὐτὸν κτίσις καλεῖται· ἵνα γὰρ κτίσῃ, φησὶ, τοὺς δύο λαοὺς | |
45 | εἰς ἕνα καινὸν ἄνθρωπον. «Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις.» | |
Ἐπὶ τοῦ Χριστοῦ πάλιν καὶ τοῦτο νοητέον. Δι’ | 629 | |
95.632 | αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώ‐ πων γένος, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθε· ὥστε τὸ, ἐξ οὗ, τοῦτο οὐκ ἔστι χωρὶς τοῦ Χριστοῦ. Ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν. | |
5 | Οὐ μὴν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλεν, τῷ μὲν Υἱῷ τὸ Κύριος, τῷ δὲ Πατρὶ τὸ Θεὸς προσ‐ νείμας. Οἶδεν γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Καὶ πάλιν· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ | |
10 | Θεός σου. Καί· Ἐξ οὗ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μεταβαίνοντα τὰ ὀνόματα. Εἰ δέ τινες λέγοιεν, Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐ‐ | |
15 | τῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν· διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, Κύριον τὸν Υἱὸν ἐκάλεσεν. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησε καλέσαι Κύριον νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ’ ἐκείνοις ὑποπτεύηται λέγειν κυρίους· οὐδὲ τὸν Υἱὸν | |
20 | Θεὸν μετὰ τοῦ Πατρὸς, ἵνα μὴ δύο λέγειν νομίζηται θεοὺς, τί θαυμάζεις, εἰ τοῦ Πνεύματος οὐκ ἐμνη‐ μόνευσε; πρὸς γὰρ ἐκείνους ἦν τέως αὐτῷ ὁ ἀγὼν, καὶ τὸ δεῖξαι ὅτι οὐκ ἔστι πολυθεία παρ’ ἡμῖν. Διὸ τὸ εἷς συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς εἰ μὴ | |
25 | εἷς. Καὶ πάλιν· Ἡμῖν εἷς Θεὸς, καὶ εἷς Κύριος. Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκου‐ όντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ «Τινὲς δὲ τῇ συνηθείᾳ τοῦ εἰδώλου.» Οὔτε ἐκκαλύπτει αὐτοὺς σαφῶς, ἵνα μὴ πλήξῃ, | |
30 | οὔτε παρατρέχει καθόλου, ἀλλ’ ἀορίστως αὐτῶν μέ‐ μνηται. «Ἕως ἄρτι ὡς εἰδωλόθυτα ἐσθίουσιν.» Μετὰ τοσαύτης διανοίας μεθ’ ἧς τὸ πρότερον. «Καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύ‐ | |
35 | νεται.» Οὐδέπω δυναμένη καταφρονῆσαι, οὐδὲ καθάπαξ αὐτῶν καταγελᾶσαι, ἀλλ’ ὥσπερ διακρινομένη. Οὐ‐ δαμοῦ δὲ περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστησιν, ἀλλὰ ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ | |
40 | μεταλαβόντος στρέφεται. Δέδοικε γὰρ μὴ θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. «Βρῶμα δὲ ὑμᾶς οὐ παραστήσει τῷ Θεῷ.» Ὅρα πῶς πάλιν αὐτῶν καθεῖλεν τὸ φρόνημα· λέ‐ | |
45 | γων, ὅτι εἰ καὶ μηδεὶς ἐβλάπτετο, μηδὲ ἡ τοῦ πλη‐ σίον προσῆν διαστροφὴ, οὐδὲ οὕτως ἔδει τοῦτο ποιεῖν· ματαιοπονεῖν γὰρ τοῦτό ἐστιν· ὁ γὰρ ἀκού‐ σας ὅτι βλάπτεται μὲν ἕτερος, αὐτὸς δὲ ἔχει τι κέρ‐ δος, οὐ σφόδρα ἀφίσταται, ἀλλὰ τότε μᾶλλον, ὅταν | |
95.632(50) | μάθῃ ὅτι αὐτὸς οὐδὲν ὠφελεῖται ἐκ τοῦ πράγμα‐ τος. Διὰ τοῦτό φησιν· Βρῶμα ὑμᾶς οὐ παραστή‐ σει τῷ Θεῷ. | |
«Οὔτε γὰρ, ἐὰν φάγωμεν, ὑστερούμεθα.» | 631 | |
95.633 | Τουτέστιν, οὐκ ἔλαττόν τι ἔχομεν. «Οὔτε ἐὰν μὴ φάγωμεν, περισσεύομεν.» Τουτέστιν, οὐκ εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα. | |
5 | «Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσ‐ κομμα γένηται τοῖς ἀσθενοῦσιν.» Οὐκ εἶπεν, ἡ γνῶσις ὑμῶν, οὐδὲ, ἡ τελείωσις ὑμῶν, ἀλλ’, ἡ ἐξουσία, ὅπερ προπετείας εἶναι μᾶλλον καὶ αὐθαδείας εἶναι δοκεῖ. Καὶ οὐκ εἶπεν, τοῖς ἀδελφοῖς, | |
10 | ἀλλὰ τοῖς ἀσθενέσι, τῶν ἀδελφῶν αὔξων τὴν κατ‐ ηγορίαν· ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ τοῦτο ἀδελφῶν. «Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν, ἐν εἰδω‐ λείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθε‐ | |
15 | νοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ εἰδωλόθυτα ἐσθίειν;» Τουτέστι τὸν τέλειον. «Καὶ ἀπόλλυται οὖν ὁ ἀσθενῶν ἀδελφὸς ἐν τῇ γνώσει σου, δι’ ὃν Χριστὸς ἀπέθανεν.» | |
20 | Τέσσαρα τίθησιν ἐγκλήματα καὶ σφοδρὰ μέγιστα, ὅτι καὶ ἀσθενῶν, καὶ ἀδελφὸς, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ βρῶμα ἀπόλ‐ λυται. | |
25 | «Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ὅρα πῶς κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν τὸ ἁμάρτημα ἀνήγαγεν. Καὶ πάλιν τῆς | |
30 | ἀσθενείας ἐμνημόνευσεν τῆς ἐκείνων, ἵνα ὅπερ ἐνό‐ μιζον οἱ ἐσθίοντες ὑπὲρ αὐτῶν εἶναι, τοῦτο παντα‐ χοῦ εἰς τὴν ἑαυτῶν εὕρωσιν περιτρεπόμενον κεφα‐ λήν. Πῶς δὲ εἰς Χριστὸν ἁμαρτάνουσιν; Ἑνὶ μὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται. Δευ‐ | |
35 | τέρῳ δὲ, ὅτι εἰς τὸ σῶμα αὐτοῦ καὶ εἰς τὸ μέλος τε‐ λοῦσιν οἱ τυπτόμενοι. Τρίτῳ δὲ, ὅτι ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰκείας ᾠκοδόμησε σφαγῆς, τοῦτο καθαι‐ ροῦσι. «Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, | |
40 | οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίζω.» Τοῦτο ἀρίστου διδασκάλου, τὸ δι’ ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, εἴτε δικαίως, εἴτε ἀδίκως, ἀλλ’, ὁπωσοῦν. | |
45 | ΚΕΦΑΛ. Θʹ. «Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος;» Ἵνα μή τις λέγῃ· Κομπάζεις εἰκῆ· δεῖξον διὰ τῶν ἔργων τίνος κατεφρόνησας, ὑπὲρ τοῦ μὴ σκαν‐ δαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν | |
95.633(50) | εἰς τὴν ἀπόδειξιν τούτων ἐλθεῖν. Ὁ δὲ νοῦς οὗτος αὐτῷ· τί χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων, φησί; τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύσσοντας ἐκ τῶν μαθητευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα, ἀλλ’ εἱλόμην λιμῷ μᾶλλον καταλῦσαι | |
55 | τὸν βίον, ἢ λαβεῖν τι παρὰ τῶν κατηχουμένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔμελλον, ἀλλ’ ἐπειδὴ οἰκονο‐ μεῖσθαι αὐτοὺς ἠβουλόμην. Καὶ ἵνα μή τις λέγῃ, ὅτι | |
Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ μὴ ἐξὸν ἦν, οὐκ ἔλαβες. | 633 | |
95.636 | Διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας δι’ ἃς εὐλόγως ἀνέλαβεν, εἴπερ ἐβούλετο λαβεῖν. Εἶτα, ἵνα μὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα λέγειν· καὶ γὰρ ἐλάμβανον ἐκεῖνοι πρότερον· δείκνυσιν ὅτι ἐξῆν | |
5 | ἐκείνοις λαμβάνειν. Εἶτα πάλιν, ἵνα μή τις εἴποι ὅτι Πέτρῳ μὲν ἐξῆν, σοὶ δὲ οὐκ ἐξῆν, προλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ, δι’ ἀνάγκην ταῦτα ποιῶν. «Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; | |
10 | οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.» Ἵνα μή τις πάλιν λέγῃ· Ἀλλ’ ἔχουσι πλέον ἐκεῖνοι, τὸ μετὰ Χριστοῦ γενέσθαι· οὐ μικρὸν γὰρ καὶ τοῦτο ἀξίωμα ἦν κατὰ τὸ λεχθέν· Πολλοὶ προφῆται καὶ | |
15 | δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· εἶπεν· Οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑώρακα; Καὶ ἵνα μή τις εἴπῃ· Οὐδὲν ἐπεδείξω ἀπο‐ στόλου ἔργον, διὰ τοῦτό φησι· Τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ. Καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, τὸ, ἐν | |
20 | Κυρίῳ, προστίθησι, τουτέστι τοῦ Θεοῦ τὸ ἔργον ἐστὶν, οὐκ ἐμόν. «Ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ· ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη· Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ | |
25 | πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς οἱ λοιποὶ ἀπόστολοι, καὶ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;» Τουτέστιν ἡ ἀπόδειξις· κἂν βούληταί τις μαθεῖν, | |
30 | πόθεν ἀπόστολός εἰμι, ὑμᾶς προβάλλομαι. Πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην. Κατευνάζοντες δὲ ταῖς ἐπιεικείαις τὰς σωματικὰς ἡδονὰς, καὶ τὸ τῆς φιλοσαρκίας ἀπαμβλύνοντες κέν‐ τρον, ὀλιγοσιτεῖν εἰθίσμεθα, καὶ τὸ τρυφᾷν οὐ τῶν | |
35 | ἀρίστων εἶναί φαμεν. «Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τῶν καρπῶν αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποί‐ μνης οὐκ ἐσθίει;» | |
40 | Ἐπειδὴ ὅπερ ἦν ἰσχυρώτατον, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται, καὶ τὴν κοινὴν συνήθειαν ἐκ τούτων πάλιν τῶν λόγων ἰσχυροποιῶν. «Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ | |
45 | νόμος ταῦτα λαλεῖ; Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέ‐ γραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι’ ἡμᾶς πάντως λέγει; Δι’ ἡμᾶς | |
γὰρ ἐγράφη.» | 635 | |
95.637 | Μὴ ἐξ ἀνθρωπίνων μόνον παραδειγμάτων ἰσχυρί‐ ζομαι; «Ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι. Εἰ | |
5 | ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, οὐ μᾶλλον ἡμεῖς;» Τῆς μελλούσης λέγει. «Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ | |
10 | πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δίδωμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Τουτέστιν, οὐκ ἐλάβομεν. «Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν;» | |
15 | Ἀπὸ τοῦ νόμου τὸ ἔχειν ἐξουσίαν λαμβάνειν ἐπι‐ δειξάμενος, μεταφέρει τὸν λόγον καὶ εἰς τὸ Εὐαγγέ‐ λιον, καὶ ἐκ τούτου αὐτὸν ἰσχυροποιῶν. Εὖ δέ· τὸ μὴ εἰπεῖν ἐκ τῶν προσφερόντων λαμβάνουσιν, ἀλλ’ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, ἵνα μήτε οἱ λαμβάνοντες ὀνει‐ | |
20 | δίζωνται, μήτε οἱ παρέχοντες ἐπαίρωνται. «Οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσια‐ στηρίῳ συμμερίζονται. Οὕτως καὶ ὁ Κύριος διέτα‐ ξεν τοῖς Εὐαγγέλιον καταγγέλλουσι, ἐκ τοῦ Εὐαγ‐ γελίου ζῇν.» | |
25 | Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσ‐ ενεγκόντων ἦσαν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστη‐ ρίου. Τὸ δὲ συμμερίζονται, οὐ τὴν ἐξ ἴσου διανομὴν δηλοῖ, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παρα‐ μυθίαν. | |
30 | «Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτως γένηται ἐν ἐμοί.» Ὅμοιον ὡς εἰ λέγοι, πολλῶν μοι παραδειγμάτων παρεχόντων ἐξουσίαν τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ’ | |
35 | ἡμῶν εἰς ὑμᾶς γενομένων, τῶν παρ’ ἡμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Κυρίου, οὐδενὶ τούτων ἂν ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. «Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά | |
40 | μου, ἵνα τις κενώσῃ.» Αἱροῦμαι μᾶλλον, φησὶν, ἀποθανεῖν λιμῷ, ἢ τού‐ των ἀποστερηθῆναι τῶν στεφάνων. Εὖ δὲ, καὶ τὸ καύχημα εἰπεῖν, καὶ μὴ τὸν σκοπὸν ἢ τὸ δόξαν κα‐ λόν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ποιεῖ μὲν αὐτὸ, οὐ | |
45 | χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνάμενος, τούτου χά‐ ριν τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων, καὶ τὸ μέγεθος τῆς προθυμίας, καύχημα τὸ πρᾶγμα καλεῖ. Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοί ἐστιν, ἐὰν | |
95.637(50) | μὴ εὐαγγελίζωμαι.» Τοῦτό φησιν, οὐχ ὡς μείζονος ὄντος τοῦ εὐαγγε‐ λίσασθαι, τοῦ ἀδάπανον θεῖναι τὸ εὐαγγέλιον, ἀλλ’ ὡς ἑτέρωθεν ἔχοντος τὸ πλέον. Οἷον, ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα. | |
55 | Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει μισθόν· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησιν, τὸ μὴ λαμβάνειν τοῦ εὐαγγελί‐ | |
σασθαι πλέον εἶναι οὐκ αὐτὴν τοῦ πράγματος τὴν | 637 | |
95.640 | φύσιν· τί γὰρ τοῦ κηρύξαι ἴσον, ὃ καὶ πρὸς τοὺς ἀγγέλους ἡμᾶς ἁμιλλᾶσθαι ποιεῖ; Ἀλλ’ ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλή· τὸ δὲ προαιρέ‐ σεως φιλοτιμία, κατὰ τοῦτο αὐτῷ τὸ μὴ λαμβάνειν, | |
5 | πλέον τι τοῦ κηρύττειν ἔχει. «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω. Εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι, τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι | |
10 | τῇ ἐξουσίᾳ μου ἐν τῷ Εὐαγγελίῳ.» Τὸ, ἑκὼν καὶ ἄκων, ἐπὶ τὸ ἐγχειρεῖσθαι, καὶ μὴ ἐγχειρεῖσθαι λαμβάνει. Οὕτω καὶ τὸ, ἀνάγκη μοι ἐπίκειται, νοητέον· οὐχ ὡς ἄκοντός τι τούτου ποιοῦν‐ τος, ἀλλ’ ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι· διὸ | |
15 | οὐκ εἶπεν, εἰ δὲ ἄκων οὐκ ἔχω μισθὸν, ἀλλ’ οἰκονο‐ μίαν πεπίστευμαι, δεικνὺς ὅτι καὶ αὐτὸς ἔχει μι‐ σθὸν, ἀλλὰ τοιοῦτον οἷον ὁ τὸ ἐπίταγμα ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος, καὶ ὑπερβὰς τὸ ἐπίταγμα. | |
20 | «Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.» Πάλιν ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ πολὺ μεῖζον ἐκείνου. Τί δέ ἐστιν ὃ φησίν; Ὅτι οὐ μόνον οὐκ ἔλαβον οὐδὲ | |
25 | ἐχρησάμην τῇ ἐξουσίᾳ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δουλείαν μεγάλην καὶ παντοδαπήν· καὶ ἐδού‐ λωσα ὑποκείμενος οὐδενὶ κατ’ οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων. Τοῦτο γάρ ἐστι τὸ ἐλεύθερος ὢν ἐκ πάντων. Καὶ γὰρ κηρύξαι μόνον ἐπετάττετο, καὶ καταγγέλ‐ | |
30 | λειν τὰ ἐμπιστεύοντα· τὸ δὲ μυρία μηχανήσασθαι. καὶ ἐπινοεῖν, λοιπὸν τῆς ἐκείνου σπουδῆς ἦν. «Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω.» Καὶ πῶς ἐγένετο, ἢ ὅτε περιέτεμεν Τιμόθεον, ἵνα | |
35 | καθέλῃ περιτομήν; Διὰ τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ’ ὡς Ἰουδαῖος. Οἰκονομία γὰρ τὸ πρᾶγμά ἐστι. «Τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.» Ὅτε ἐξύρατο, ὅτε ἔθυσεν. Ἐγίνετο δὲ ταῦτα, οὐ | |
40 | τῆς γνώμης αὐτοῦ μεταβαλλομένης, ἀλλὰ τῆς ἀγά‐ πης συγκαταβαινούσης. «Τοῖς ἀνόμοις ὡς ἄνομος· μὴ ὢν ἄνομος Θεῷ, ἀλλ’ ἔννομος Χριστῷ.» Οἱ ἄνομοι, οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Ἕλληνες, | |
45 | ἀλλ’ ἐκτὸς νόμου ζῶντες· οἷος ἦν ὁ Κορνήλιος καὶ ὁ Μελχισεδέκ. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ὑπ’ ἐκείνων. Τινὲς δέ φασιν καὶ τὴν | |
ἀπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν | 639 | |
95.641 | αὐτῷ γενομένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Καὶ ἵνα μή τις νομίσῃ μεταβολὴν εἶναι τὸ πρᾶγμα. Μὴ ὣν ἄνομος Θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ. | |
5 | «Ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθε‐ νέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω.» Τὴν αἰτίαν τῆς συγκαταβάσεως λέγει. «Τοῖς πᾶσιν γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.» | |
10 | Ἵνα μὴ καθ’ ἕκαστον λέγων διατρίβῃ, τῷ γενικῷ χρῆται ὀνόματι. «Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοι‐ νωνὸς αὐτοῦ γένωμαι.» Τουτέστιν, ἵνα δόξω τι κἀγὼ συνεισενηνοχέναι | |
15 | οἴκοθεν, καὶ μετασχῶ τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, ἐκ τοῦ Εὐαγγελίου ζῇν, τουτέστιν ἐκ τῶν πιστευόντων, οὕτως καὶ ἐν‐ ταῦθα, συγκοινωνὸς γένωμαι τοῦ Εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς [ἐν] τῷ Εὐαγγελίῳ πε‐ | |
20 | πιστευκόσι. Τοῦτο δὲ καὶ ταπεινοφροσύνης μεγά‐ λης ἐπίδειξιν ἔχει. Ἕνα γὰρ τῶν πολλῶν ἑαυτὸν τί‐ θησι, πάντων πλεῖον καμών; «Οὐκ οἴδατε, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως | |
25 | τρέχετε, ἵνα καταλάβητε.» Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ τοῦτο ἡ ἄκρα τελειότης, πληκτικώτερον πάλιν αὐτῶν καθάπτεται αἰνιττόμενος, ὅτι τοῦτο τὸ παρ’ αὐτῶν γινόμενον καὶ δοκοῦν εἶναι τελειότης, ματαιοπονία | |
30 | ἐστὶ περιττή. Ἀλλ’ οὐ λέγει οὕτω σαφῶς, ἵνα μὴ ἀπαισχυνθῶσιν· δι’ ὧν δὲ κατασκευάζει, τοῦτο δη‐ λοῖ· τὸ δὲ λέγειν, ὅτι εἷς ἐκ πάντων λαμβάνει τὸ βραβεῖον, οὐχ ὡς ἑνὸς μέλλοντος σώζεσθαι μόνον, ἀλλ’ ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν | |
35 | σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ πολλῶν καθιέντων εἰς τὸ στάδιον οὐ στεφανοῦνται πολλοὶ, ἀλλ’ εἰς ἕνα περι‐ ίσταται· καὶ οὐκ ἀρκεῖ τὸ καθιέναι εἰς τὸν ἀγῶνα, οὐδὲ τὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα, οὐκ ἀρκεῖ τὸ πιστεῦσαι, καὶ ὡς ἔτυχεν ἀγωνίσα‐ | |
40 | σθαι, ἀλλ’ ἂν μὴ οὕτω δράμωμεν, ὥστε μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γε‐ νέσθαι τοῦ βραβείου, οὐδὲν ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νομίζεις σαυτὸν κατὰ τὴν γνῶσιν, ἀλλ’ οὔπω τοῦ παντὸς ἐπελάβου· ὅπερ αἰνιττόμενος ἔλε‐ | |
45 | γεν, ἵνα καταλάβητε. «Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ἐκεῖνοι μὲν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡμεῖς δὲ, ἀδιάφθαρτον.» Τί ἐστι, τὰ πάντα ἐγκρατεύεται; Οὐχὶ τοῦδε μὲν | |
95.641(50) | ἀπέχεται, ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστρι‐ | |
μαργίας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν | 641 | |
95.644 | παθῶν. Εἰ δὲ ἐκεῖ πάντα, ὅπου εἰς ἕνα ὁ στέφανος· πολλῷ μᾶλλον ἐνταῦθα ὅπου πλείων ἡ φιλοτιμία. «Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως.» Ἐντρέψας αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς | |
5 | μέσον ἄγει λοιπόν. Τί δέ ἐστι τὸ, οὐκ ἀδήλως; πρὸς σκοπόν τινα ἐκεῖνο, φησὶν, οὐκ εἰκῆ καὶ μάτην καθ‐ άπερ ὑμεῖς. τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐπιδεί‐ κνυσθαι; Οὐδέν· ἀλλ’ οὐκ ἐγὼ τοιοῦτος· ἀλλὰ πάντα | |
10 | ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον ἀγάπης ποιῶ καὶ σωτηρίας, κἂν τελειότητα ἐπιδείξωμαι, δι’ αὐτούς· κἂν συγκατάβασιν, δι’ αὐτούς. «Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.» Πάλιν τὸ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό | |
15 | φησιν. «Ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ.» Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους, καὶ προσχήματι τελειότητος, τὴν γα‐ στριμαργίαν πληροῦντας τὴν ἑαυτῶν. | |
20 | «Μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γέ‐ νωμαι.» Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπιστεύσατε, ἀρκεῖν τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρύξαι, καὶ διδάξαι μυρίους οὐκ ἀρκεῖ πρὸς σωτη‐ | |
25 | ρίαν, πολλῷ μᾶλλον ὑμῖν. ΚΕΦΑΛ. Ιʹ. «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέ‐ ρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋ‐ | |
30 | σῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέ‐ τρα ἦν ὁ Χριστός.» | |
35 | Πάλιν ἐπὶ τὰ τῆς παλαιᾶς πρόεισιν ἱστορίας· τὸ δὲ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, δεικνύοντός ἐστιν, ὡς οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Τίνος δὲ ἕνεκεν τὸ ὑπόδειγμα τίθησιν, ἢ ἵνα δείξῃ, ὅτι, ὥσπερ οὐκ ὤνησεν ἐκείνους τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, | |
40 | οὕτως οὐδὲ τούτους τοῦ βαπτίσματος τυχεῖν, καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. Διὸ καὶ τοῦ βαπτίσματος καὶ τῶν μυστηρίων παράγει τοὺς τύ‐ πους. Τί δέ ἐστι τὸ, εἰς τὸν Μωϋσῆν ἐβαπτίσθη‐ | |
45 | σαν; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες, καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν κοινωνήσαντες· βαπτιζόμεθα γὰρ ὑπὲρ τῶν νεκρῶν, τουτέστι σωμάτων· οὕτω καὶ ἐκεῖνοι θαρ‐ σήσαντες τῷ Μωϋσῇ, τουτέστιν, ἰδόντες αὐτὸν δια‐ | |
95.644(50) | βάντα πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων· ἀλλ’ ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν | |
τοῦ λούτρου σύμβολον· τὰ δὲ μετὰ ταῦτα, τῆς | 643 | |
95.645 | ἱερᾶς τραπέζης. Καθάπερ γὰρ ἡμεῖς τὸ σῶμα ἐσθίο‐ μεν τὸ Δεσποτικὸν, οὕτω κἀκεῖνοι τὸ μάννα· καὶ ὥσπερ ἡμεῖς τὸ αἷμα πίνομεν τὸ Δεσποτικὸν, οὕτω κἀκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ | |
5 | διδόμενα, ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν· καὶ μετὰ τοῦ σώματος τὴν ψυχὴν ἔτρεφεν, εἰς πίστιν ἐνάγοντα. Διὰ τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν· ἐπὶ δὲ τοῦ πότου, ἐπειδὴ ὁ | |
10 | τρόπος μόνος τῆς χορηγίας, μόνος ἦν παράδοξος, καὶ κατασκευῆς ἐδεήθη, διὸ εἰπὼν ὅτι τὸ αὐτὸ ἔπινον πόμα πνευματικὸν, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐδὲ γὰρ ἡ τῆς πέτρας φύσις τὸ | |
15 | ὕδωρ ἠφίει. Ἢ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυσεν, ἀλλ’ ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν ὁ Χριστὸς, ὁ παρὼν πανταχοῦ, καὶ πάντα θαυματουργῶν. Διὰ γὰρ τοῦτο καὶ εἶπεν, ἀκολου‐ θούσης. | |
20 | «Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός.» Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ’ ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν ὅτι πλείους. Ἐπειδὴ τοῖς περὶ γεέννης λόγοις οἱ | |
25 | πολλοὶ ἀπιστοῦσιν, ὡς μὴ παροῦσι, μηδὲ φαινομέ‐ νοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν ὅτι κο‐ λάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις ἀγα‐ θὸς ᾖ. «Κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.» | |
30 | Τὴν ἄπιστον αὐτῶν ἀπώλειαν κατασημαίνει. «Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπ‐ εθύμησαν, μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται.» | |
35 | Ἵνα μὴ λέγωσι· Καὶ τί πρὸς ἡμᾶς ἡ ἐκείνων ἀπ‐ ώλεια; τοῦτο γὰρ δι’ ἡμᾶς, ὥστε σωφρονεστέρους γε‐ νέσθαι τοῖς ὑποδείγμασιν ἐκείνοις. «Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστη‐ σαν παίζειν· μηδὲ πορνεύωμεν, καθώς τινες ἐπόρ‐ | |
40 | νευσαν αὐτῶν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.» Ὥσπερ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολα‐ τρείαν ἐξέβησαν, οὕτω δέος μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκπέσητε. | |
45 | «Μηδὲ ἐκπειράζωμεν τὸν Κύριον, καθὼς καί τι‐ νες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζετε, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθε‐ | |
95.645(50) | σίαν ἡμῶν.» Διὰ τούτου ἕτερον αἰνίττεται ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν· ἐξελοῖντο | |
γὰρ, λέγοντες· Πότε ἥξει τὰ ἀγαθώτερα ἔπαθλα; | 645 | |
95.648 | Διὸ καί φησι· Μηδὲ γογγύζωμεν. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, τὸ πάσχειν ὑπὲρ Χριστοῦ, ἀλλὰ τὸ μετὰ ἡδονῆς πάντα πάσχειν ὑπὲρ Χριστοῦ. «Εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν.» | |
5 | Πάλιν ἐκφοβεῖ, τὰ τέλη λέγων, καὶ μείζονα τῶν γεγενημένων τὴν προσδοκίαν παρασκευάζων. «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Πάλιν τὸν τύφον καθεῖλεν τῶν ἐπὶ γνώσει μέγα φρονούντων· Καὶ εἰπὼν, Δοκῶν ἑστάναι, δείκνυσιν | |
10 | ὡς οὐδὲ ἑστάναι τοῦτο ἐστὶ τὸ θαῤῥεῖν ἐφ’ ἑαυτῷ. Ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται. «Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπι‐ νος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ‐ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ | |
15 | καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολα‐ τρείας.» Τουτέστι, μικρὸς καὶ βραχὺς καὶ σύμμετρος. Τὸ γὰρ, ἀνθρώπινος, τὸ μικρὸν σημαίνει, ὡς ὅταν λέγῃ· | |
20 | Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρ‐ κὸς ὑμῶν. Μὴ τοίνυν μέγα φρονῆτε, φησὶν, ὡς πε‐ ριγενόμενοι. «Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.» Ἐπειδὴ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν | |
25 | ηὔξησεν, τὴν εἰδωλολατρίαν εἰπὼν, ἵνα μὴ δόξῃ τρα‐ χύνειν αὐτοὺς, καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν καθίζει τὴν κρίσιν, καὶ μετ’ ἐγκωμίου κα‐ θίζει τοὺς δικάζοντας, λέγων· Ὡς φρονίμοις ὑμῖν λέγω. | |
30 | «Τὸ ποτήριον τῆς εὐλογίας, οὗ εὐλογοῦμεν.» Εὐλογίαν ὅταν εἴπῃ, τὴν εὐχαριστίαν λέγει. Εὐ‐ χαριστίαν δὲ λέγων, πάντα ἀναπτύσσει τὸν τῆς εὐερ‐ γεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν μεγάλων ἀναμι‐ μνήσκει δωρεῶν, ὅτι ἐλπίδα μὴ ἔχοντας, καὶ ἀθέους | |
35 | ὄντας ἐν τῷ κόσμῳ, ἀδελφοὺς αὐτοῦ κατεσκεύασεν καὶ συγκληρονόμους. «Οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν;» Τὸ ἐν τῷ ποτηρίῳ, φησὶν, ἐκεῖνό ἐστιν, τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ ἐκείνου μετέχομεν. | |
40 | «Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώμα‐ τος τοῦ Χριστοῦ ἐστιν;» Καὶ διὰ τί οὐκ εἶπε, μετοχήν; Ὅτι πλεῖόν τι ἐμφα‐ νίσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συν‐ άφειαν. Οὐ γὰρ τῷ μετέχειν μόνον, καὶ μεταλαμβά‐ | |
45 | νειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν. Καθάπερ τὸ σῶμα ἥνωται τῷ Λόγῳ, οὕτω καὶ | |
ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. | 647 | |
95.649 | «Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Τί λέγω κοινωνίαν, φησὶν, αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Ὁ γὰρ ἄρτος σῶμά ἐστι Χριστοῦ, καὶ οἱ μετα‐ | |
5 | λαμβάνοντες δὲ, σῶμα γίνονται, οὐχὶ σώματα πολ‐ λὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμῶς φαίνεσθαι τοὺς κόκκους, ἀλλ’ εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐ‐ τῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ, οὕτω καὶ ἀλ‐ | |
10 | λήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐδὲ γὰρ ἐξ ἄλλου μὲν σώματος ἄλλος, ἐξ ἄλλου δὲ ἄλλος τρέφε‐ ται, ἀλλ’ ἐξ αὐτοῦ πάντες. Διό φησιν· Οἱ γὰρ πάν‐ τες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ | |
15 | τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα κατὰ τοῦτο ἕν; «Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα. Οὐχὶ οἱ ἐσθίον‐ τες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου οὐκ εἰσίν; τί οὖν; φημί.» | |
20 | Ἐπειδὴ πολλοὶ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, ἀπὸ τῶν προτέρων αὐτοὺς πείθει καὶ συνήθων. Καὶ καλῶς σάρκα φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε. | |
25 | «Ὅτι εἴδωλον, τὶ ἐστίν; ἢ ὅτι εἰδωλόθυτον, τὶ ἐστίν; ἀλλ’ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.» Εἰπὼν ὅτι κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, φοβη‐ | |
30 | θεὶς μὴ δόξῃ ὥσπερ ἰσχὺν ἐχόντων τῶν εἰδώλων δια‐ λέγεσθαι, καὶ δυναμένων βλάψαι, ὅρα πῶς αὐτὰ καθαιρεῖ, μονονουχὶ λέγων· Ταῦτα λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων, καὶ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ εἰσιν· ἀλλὰ βούλομαι | |
35 | καταφρονεῖν αὐτῶν ὑμᾶς, καὶ τούτου χάριν, μετὰ σπουδῆς ἀποτρέπω τῶν τοιούτων βρωμάτων, ὅτι οὐ προσάγεται τῷ Θεῷ. Διό φησιν· Ἃ γὰρ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. «Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτή‐ | |
40 | ριον δαιμονίων. Οὐ δύνασθε τραπέζης Κυρίου μετ‐ έχειν, καὶ τραπέζης δαιμονίων.» Χρησάμενος τῷ κατὰ παραίνεσιν λόγῳ, χρῆται λοιπὸν καὶ τῷ ἀποφαντικῷ καὶ αὐθεντικῷ, καὶ ἀρκεῖ‐ ται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγὴν, Κυρίου | |
45 | ποτήριον, καὶ δαιμόνων ποτήριον, λέγων. «Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» Τουτέστι, Πειράζομεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν αὐτὸν, πρὸς τοὺς ὑπεναν‐ | |
95.649(50) | τίους ἀποχωροῦντες. Τοῦτο δὲ εἶπεν, ἀναμιμνήσκων | |
αὐτοὺς παλαιᾶς ἱστορίας. Διὸ καὶ τῇ λέξει ταύτῃ κέ‐ | 649 | |
95.652 | χρηται, ᾗ καὶ πρὸς τοὺς Ἰουδαίους Μωϋσὴς ἐχρή‐ σατο, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ. Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ. | |
5 | «Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ ἑτέρου ἕκαστος.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι, καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύο‐ | |
10 | μαι τῶν προκειμένων, τούτου χάριν φησί· Ναὶ τέ‐ λειος εἶ, καὶ σαυτοῦ κύριος, ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ’ εἰ μὲν βλάβην ἔχει τὸ τιμώμενον καὶ καταστρο‐ φήν. «Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν | |
15 | ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν | |
20 | φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον αὐτοῖς ἐνθεὶς, ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν αὐτοὺς ἐξωθήσῃ, ὡσεὶ καὶ ἀναγ‐ κασθῶσι πλείονι περιεργίᾳ τοῦ δέοντος χρήσασθαι, ἀφεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης ἐλευθέρους, φη‐ | |
25 | σίν· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ, φησὶν, ἀγνοῶν φά‐ γῃς, καὶ μὴ ἴδῃς, οὐχ ὑπόκεισαι τιμωρίᾳ. Τῆς γὰρ ἀγνοίας τὸ πρᾶγμα λοιπὸν, οὐ τῆς λαιμαργίας. Τὸ γὰρ μανθάνειν τὸ προκείμενον, ὅ τί ποτέ ἐστιν, ταυ‐ | |
30 | τόν ἐστι τὰς ἀφορμὰς διδόναι τῆς συνειδήσεως. «Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.» Οὐχὶ τῶν δαιμονίων. Εἰ δὲ ἡ γῆ, καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα. Εἰ δὲ αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον, ἀλλ’ ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ | |
35 | τῆς παρακοῆς. «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Ὅρα πάλιν τὴν συμμετρίαν. Οὐ γὰρ ἐπέταξεν | |
40 | καὶ ἐνομοθέτησεν ἀπιέναι, οὐδὲ ἐκώλυσεν. Ἀπιόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. Διὰ τί; ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. «Ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο εἰδωλόθυτόν ἐστιν, | |
45 | μὴ ἐσθίετε, δι’ ἐκεῖνον τὸν μηνύσαντα, καὶ τὴν συν‐ είδησιν. Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἐμαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου.» Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ’ ὡς ἐβδελυγμέ‐ νων ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα | |
95.652(50) | καταβλάψαι φεῦγε· οὐδεμίαν γὰρ ἔχουσιν ἰσχύν. | |
Ἀδιαφόρως μέτεχε· ἐχθρῶν γάρ ἐστιν καὶ ἠτιμωμέ‐ | 651 | |
95.653 | νων τράπεζα. Διὸ ἔλεγε, Διὰ τὸν μηνύσαντα καὶ τὴν συνείδησιν, ἵνα μὴ βλαβῇ. «Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;» | |
5 | Ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέ‐ γων. Τοῦτο γὰρ ἐλευθερία ἐστὶν, Ἰουδαϊκῆς ἀπηλ‐ λαγμένης δουλείας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐλεύ‐ θερόν με πεποίηκεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώ‐ τερον, ἀλλ’ οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλο‐ | |
10 | σοφίᾳ, οὐδὲ τὴν τοῦ Δεσπότου μου φιλοτιμίαν συν‐ ορᾷ· ἀλλὰ καταγνώσεται, καὶ ἐρεῖ πρὸς αὐτὸν, ὡς δοκοῦντες ἀπέχεσθαι τῶν εἰδώλων, τῶν ἐκείνοις προσαγομένων ἔχονται. «Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ | |
15 | οὗ ἐγὼ εὐχαριστῶ; εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Τίνος μετέχει χάριτι, ἢ τῶν τοῦ Θεοῦ δωρεῶν; ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι τὴν ψυ‐ χὴν ἀμόλυντον, καὶ ἀνωτέραν πάσης κηλίδος. | |
20 | «Ἀπρόσκοποι γίνεσθε, καὶ Ἰουδαίοις, καὶ Ἕλ‐ λησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Τουτέστιν, Μηδεμίαν παρέχετε βλάβην μηδενί. Οὐ γὰρ μόνον ἀδελφοὺς οὐ δεῖ πλήττειν, ἀλλ’ οὐδὲ τοὺς ἔξωθεν. | |
25 | «Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σω‐ θῶσι.» ΚΕΦΑΛ. ΙΑʹ. «Μιμηταί μου γίνεσθε, ὡς κἀγὼ Χριστοῦ.» | |
30 | Ἐπειδὴ ὑπευθύνους αὐτοὺς ἐποίησεν, καὶ τῆς τῶν Ἑλλήνων βλάβης, καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ λεγόμενον ἦν, εὐπαράδεκτον αὐτὸ καὶ κοῦφον ποιεῖ αὐτὸ, εἰς μέσον ἑαυτὸν ἄγων, καὶ τὸ τῶν ἄλ‐ λων συμφέρον λέγων ζητεῖν. Ὁ γὰρ κανών ἐστι τοῦ | |
35 | τελειοτάτου Χριστιανοῦ, καὶ ὅρος ἠκριβωμένος, καὶ ἡ ἀνωτάτω κορυφὴ, τὸ κοινῇ συμφέρον ζητεῖν. Καὶ οὐδὲν οὕτω δύναται ποιῆσαι μίμησιν τοῦ Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. Διὸ τὸ, Μιμηταί μου γίνεσθε, προσέθηκεν. | |
40 | «Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ὅτι πάντα μου μέ‐ μνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε. Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.» | |
45 | Ἀπαρτίσας τὰ περὶ τῶν εἰδωλοθύτων, λόγον ἐφ’ ἕτερον μέτεισιν, τὸ μὴ τὰς γυναῖκας ἀκατακαλύ‐ πτως εὔχεσθαι, ἢ προφητεύειν, καὶ τὸ μὴ τοὺς ἄν‐ δρας κομᾷν. Ἤδη δὲ ἦν καὶ περὶ τούτων παραινέ‐ σας, διὸ καὶ μνημονεύειν αὐτούς φησιν αὐτοῦ, εἰ | |
95.653(50) | καὶ μὴ πάντες ἐδέξαντο τὴν παραίνεσιν. «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ | |
κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ.» | 653 | |
95.656 | Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ, πολλὰ μὲν καὶ ἕτερα· τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς. Μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν κατακαλύπτε‐ σθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. Εἰ τοί‐ | |
5 | νυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι, τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους· καὶ ὁ μὲν, εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν· ἡ δὲ ἐπανι‐ σταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. | |
10 | «Πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ· εἰ γὰρ οὐ κατακαλύπτεται γυνὴ, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι, ἢ ξυρᾶσθαι, κατακα‐ | |
15 | λυπτέσθω.» Ἦσαν γὰρ γυναῖκες, τοῦτο τὸ χάρισμα ἔχουσαι, ὡς αἱ Φιλίππου θυγατέρες, καὶ ἕτεραι πρὸ ἐκείνων, καὶ μετ’ ἐκείνας, περὶ ὧν καὶ προφητεία ἦν λέγου‐ σα· Καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ | |
20 | θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν | |
25 | γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.» Ἄλλη πάλιν αἰτία, ἡ κωλύουσα κατακαλύπτεσθαι, καὶ ποία αὕτη, ἢ τὸ ἄρχοντα αὐτὸν εἶναι τῆς γυ‐ ναικός; Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα, τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν | |
30 | ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ βασιλεῖ, οὕτω μηδὲ σὺ, φησὶ, χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ κατακα‐ λύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίσῃς, καὶ σεαυτὸν, καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς | |
35 | γυναικὸς εἴποι τις ἄν. Καὶ γὰρ ἐκείνῃ ὕβρις, τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. «Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.» Διὰ τοῦτο, ποῖον; Διὰ τὰ εἰρημένα, λέγει, πάντα. | |
40 | Καὶ πρῶτον μὲν, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός. Δεύτερον δὲ, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή. Τρίτον, ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυ‐ ναικὸς, ἀλλ’ ἐκείνη ἐξ ἡμῶν. Τέταρτον, ὅτι οὐχ ἡμεῖς διὰ τὴν γυναῖκα, ἀλλ’ ἐκείνη δι’ ἡμᾶς. Πέμ‐ | |
45 | πτον, διὰ τοὺς ἀγγέλους τοὺς παρεστηκότας, καὶ συναντιλαμβανομένους τῷ προσευχομένῳ. «Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς, οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀν‐ δρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα | |
95.656(50) | ἐκ τοῦ Θεοῦ· ἐν ὑμῖν αὐτοῖς κρίνατε. Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; ἢ οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστιν; ὅτι ἀντὶ περιβολαίου αὐτῇ δέδοται.» | |
55 | Ἐπειδὴ πολλὴν ὑπεροχὴν τῷ ἀνδρὶ εἰπὼν, ὅτι ἐξ | 655 |
95.657 | αὐτοῦ ἡ γυνὴ, καὶ δι’ αὐτὸν, ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταλαιπω‐ ρήσῃ, ἐπήγαγεν τὴν διάθεσιν. «Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην | |
5 | συνήθειαν οὐκ ἔχομεν.» Μεμετρημένην τὴν ἐπιτίμησιν ἐποίησεν, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὅθεν καὶ βαρύτερον ἐποίησε τὸν λόγον. «Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.» | |
10 | Δείκνυσιν ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι, καὶ ἐναντιοῦνται οἱ μὴ εἴκοντες. «Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ.» Ἐφ’ ἕτερον μεταβαίνει ἔγκλημα. Τοῦτο δέ ἐστι, τὸ κοινῇ συνιόντων αὐτῶν εἰς ἑστίασιν, ἐξουθενεῖ‐ | |
15 | σθαι παρὰ τῶν πλουσίων τοὺς πένητας. Τοῦτο δὲ τὸ ἔθος, ἄνω μὲν ἦν, ἐπὶ τῶν τρισχιλίων καὶ πεντα‐ κισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων· οὐ μὴν ἔσωσεν ἐπὶ τῶν ὕστερον τῶν νῦν ἐγκαλουμένων τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο κάλ‐ | |
20 | λιστον ὂν (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν), πληκτικῶς κέχρηται τῷ λόγῳ, βοῶν, ὅτι Οὐκ ἀποδέχομαι ὑμᾶς, ὅτι εἰς ἀνάγκην με κατεστήσατε συμβουλῆς· οὐδὲ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκάλου εἰς τοῦτο. «Ὅτι οὐκ εἰς τὸ κρεῖσσον, ἀλλ’ εἰς τὸ ἧττον συν‐ | |
25 | έρχεσθε· πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν Ἐκκλησίᾳ.» Τουτέστιν, ὅτι οὐκ εἰς ἐπίδοσιν ἀρετῆς. Δέον γὰρ ἐπιδοῦναι, καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν· ὑμεῖς καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἄκυρον ἐπεδείξατε, | |
30 | καὶ παραγγελίας ἐδεήθητε παρ’ ἐμοῦ, ἵνα εἰς τὴν προτέραν ἐπανέλθητε τάξιν. «Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν.» Ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας μόνον ταῦτα λέ‐ γειν, οὐκ εὐθέως εἰς τὸ περὶ τῶν τραπεζῶν ἐμβάλλει | |
35 | λόγον, ὥστε μὴ εὐκαταφρόνητον ποιῆσαι τὴν ἐπί‐ πληξιν. Διό φησιν· Ἀκούω ἐν ὑμῖν σχίσματα ὑπάρχειν. Καὶ οὐκ εἶπεν· Ἀκούω ὑμᾶς κατ’ ἴδια ἑστιάσασθαι, καὶ μὴ μετὰ τῶν πενήτων. «Καὶ μέρος τι πιστεύω.» | |
40 | Ἵνα μὴ λέγωσιν, ὅτι Ψεύδονται οἱ διαβάλλοντες, οὔτε ὅτι Πιστεύω, εἶπεν, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· οὔτε πάλιν, ὅτι Ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν· ἀλλ’ ἐκ μέρους εἶπεν πιστεύειν, ἐναγω‐ νίους αὐτοὺς ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως κα‐ | |
45 | λῶν ἐπάνοδον. «Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι.» Αἱρέσεις ἐνταῦθα, οὐ τὰς τῶν δογμάτων, ἀλλὰ τὰς τῶν σχισμάτων φησί. Τοῦτο δὲ λέγει, οὐκ ἀνάγ‐ κην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως | |
95.657(50) | ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προ‐ λέγων, ὅπερ ἤμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤ‐ | |
ῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην. | 657 | |
95.660 | Οὐ γὰρ ἐπειδὴ προεῖπεν, ἐγένετο, ἀλλ’ ἐπειδὴ πάν‐ τως ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν. «Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Ἵνα λάμψωσι μειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, | |
5 | τοιοῦτόν ἐστιν, ὅτι Τοὺς δοκίμους καὶ στερεοὺς, οὐ μόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι μᾶλλον, καὶ λαμπροτέρους ἀποφαίνει· τὸ γὰρ, ἵνα, οὐκ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ, καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως· οἷον ὅταν ὁ Χριστὸς λέγῃ· | |
10 | Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ μὴ βλέποντες τυφλοὶ ὦσι. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέ‐ ποντες τυφλοὶ γένωνται, ἀλλὰ τὸ ἐναντίον, ἵνα οἱ τυφλοὶ βλέψωσι· συνέβη δὲ τοῦτο. Οὕτω καὶ ἐνταῦθα | |
15 | γνῶναι δεῖ τὸ, Ἵνα οἱ δόκιμοι φανεροὶ γένων‐ ται. «Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν.» Οὐκ εἶπε, συνερχομένων ὑμῶν, οὐκ ἔστι κοινῇ | |
20 | φαγεῖν, ἀλλὰ πάλιν ἑτέρως καὶ πολὺ φοβερῶς αὐτῶν καθάπτεται, εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν ἑσπέραν, ἐν ᾗ τὰ σεπτὰ καὶ φρικτὰ μυστήρια παρ‐ έδωκεν ὁ Χριστός. «Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν | |
25 | τῷ φαγεῖν.» Ὅρα πῶς δείκνυσιν αὐτοὺς ἑαυτοὺς καταισχύνον‐ τας, ὅπου γε τὸ Κυριακὸν ἰδιωτικὸν ποιοῦσιν. Λέγει οὖν, ὡς δεῖ τὸ Κυριακὸν δεῖπνον κοινὸν εἶναι. «Καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.» | |
30 | Εἰρηκὼς, προλαμβάνει καὶ ἠρέμα πλήξας, εἰς λαιμαργίαν ἐπάγει, καὶ τὸ ἑξῆς πληκτικὸν ὂν, τὸ μεθύειν, ἅπερ ἀμφότερα ἀμετρίας ἦν. «Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρο‐ | |
35 | νεῖτε;» Ὅρα πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον. «Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω | |
40 | ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.» Τοῦτό φησι, δεικνὺς, ὡς οὐ τοσοῦτον τοῖς πένησι τροφῆς μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινο‐ μένης. «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρ‐ | |
45 | έδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπεν· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ | |
95.660(50) | δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ δια‐ θήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν | |
ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο | 659 | |
95.661 | πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως,» Θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, | |
5 | ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Ὁ δεσπότης σου τῆς αὐτῆς πάντας ἠξίωσε τραπέζης, καὶ τῆς σφόδρα φρικτῆς οὔσης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαλλούσης ἀξίαν, σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους ἡγῇ τῆς μικρᾶς ταύ‐ | |
10 | της καὶ εὐτελοῦς; Ἐκείνου δὲ μέμνηται τοῦ δείπνου, ἵνα μεθ’ ὑπερβολῆς κατανύξῃ. Ἐπειδὴ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον ἦν αἱ σπονδαί. Καὶ γὰρ μετὰ τὸ θῦσαι, ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι, οὕτως ἔσπενδον. Ἐπεὶ οὖν | |
15 | ἀντὶ αἵματος ἀλόγου αἷμα εἰσήγαγε τὸ αὑτοῦ, ἵνα μὴ θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς διαθήκης ἐκείνης. «Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. | |
20 | Τί δήποτε; ὅτι ἐξέχεε καὶ οὗτος τὸ αἷμα, ὥσπερ ἐκεῖνοι οἱ κεντήσαντες, οὐχ ἵνα πίωσιν, ἀλλ’ ἵνα ἐκχέωσι. «Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ | |
25 | γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρΐμα ἑαυτῷ ἐσθίει καὶ πίνει.» Ἔθος τοῦτο τῷ Παύλῳ, μὴ μόνον ἐκεῖνα ἐργά‐ ζεσθαι ἅπερ ἐστὶν αὐτῷ προκείμενα, ἀλλὰ κἂν παρ‐ εμπέσῃ λόγος εἰς τὴν ὑπόθεσιν, καὶ τοῦτο μετὰ | |
30 | πολλῆς ἐπεξιέναι τῆς σπουδῆς· καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων, καὶ κατεπειγόντων ἦν. Ἐπειδὴ γὰρ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον ἡγήσατο ἐπεξελθεῖν τῇ ὑποθέσει. Οὔτε γὰρ ἡ τυχοῦσα ἦν. Διὸ καὶ σφόδρα περὶ αὐτῆς δια‐ | |
35 | λεχθεὶς, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζει, τὸ μετὰ ἀγαθοῦ συνειδότος προσιέναι αὐτοῖς. «Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί.» | |
40 | Τουτέστι, μὴ ἐξετάζων, μὴ ἐννοῶν τὸ μέγεθος τῶν προκειμένων. «Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. | |
45 | Ταῦτα λέγει, ὁμοῦ καὶ τοὺς ἀῤῥώστους παραμυ‐ θούμενος, καὶ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. «Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ, ὡς ἂν | |
95.661(50) | ἔλθω διατάξομαι.» | 661 |
95.664 | Τουτέστιν, εἰς κόλασιν καὶ τιμωρίαν, τὴν Ἐκκλη‐ σίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα συνδεθῆτε πρὸς ἀλλήλους· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς | |
5 | ἐν οἴκῳ ἑστιᾶσθαι τοῦτο [ἵνα] δὲ ἔλεγεν, ἵνα ἐφελκύ‐ σηται πλέον. ΚΕΦΑΛ. ΙΒʹ. «Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.» | |
10 | Ἐκ τῶν χαρισμάτων τῶν δεδομένων τοῖς πιστεύ‐ σασιν εἰς Χριστὸν, σχίσματα ἐγίνετο ἐν τῇ Ἐκκλη‐ σίᾳ, καὶ κατέτρεχον τῶν ἐχόντων τὴν προφητείαν οἱ λαλοῦντες γλώσσαις. Ἐπειδὴ γὰρ τοῦτο πρῶτον ἐδόθη τοῖς ἀποστόλοις ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, | |
15 | τούτου χάριν μέγα ἐφρόνουν οἱ ἔχοντες ἐπ’ αὐτῷ. Διὸ ταῦτα ἀκούσας ὁ Ἀπόστολος, ὅρα πῶς τὴν ἔριν ἐκβάλλει. «Οἴδατε, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα ἄφωνα ὡς ἂν ἤγεσθε, ἀναγόμενοι. Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς | |
20 | ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Πρὶν ἄρξηται καταστέλλειν τὴν στάσιν, ἕτερον δι‐ δάσκει. Τοῦτο δέ ἐστι, τὸ γνῶσιν ἔχειν προφήτου καὶ | |
25 | ψευδοπροφήτου. Ἐβάσκηνεν γὰρ τούτῳ τῷ χαρί‐ σματι ὁ διάβολος, καὶ πολλοὺς ψευδοπροφήτας ἐποίησε, βουλόμενος τὸ πνευματικὸν ἀμβλῦναι χά‐ ρισμα. Τίθησιν οὖν διαφορὰς, καὶ πρώτην ταύτην, τοῦτον προφήτην φωτιζόμενον ἀπὸ τοῦ Πνεύματος | |
30 | τάξει διδάσκειν· τὸν δὲ ψευδοπροφήτην ἀγόμενον, καὶ μαινόμενον, καὶ σκοτούμενον, ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος λαλεῖν. Δεύτερον δὲ ὅτι ὁ μὲν προφητεύων, ἐν τῷ ὀνομάζειν Κύριον τὸν Ἰησοῦν, ἀληθής ἐστιν· ὃς δὲ τοῦτο οὐ ποιεῖ, ἀλλὰ ἀναθεματίζει, | |
35 | ψεύστης ἐστί. «Διαιρέσεις δὲ χαρισμάτων εἰσίν.» Δεδωκὼς τὴν διαφορὰν, ἄρχεται παραμυθεῖσθαι τοὺς τὸ ἔλαττον χάρισμα ἔχοντας Ὅμοιον ὡς εἰ λέγοι· Τίνος ἕνεκεν ἀθυμεῖς, ὅτι οὐκ ἔλαβες ὅσον ὁ | |
40 | ἕτερος; ἀλλ’ ἐννόησον ὅτι χάρισμά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. Διὰ τοῦτο, Διαιρέσεις χαρισμάτων, εἶπε, καὶ οὐ σημείων, οὐδὲ θαυμάτων, πείθων αὐτὸν τῷ ὀνόματι τῆς δωρεᾶς, μὴ μόνον ἀλγεῖν, ἀλλὰ καὶ χάριν ἔχειν. | |
45 | Ὁρᾷς, ὅτι οὐδεμίαν διαφορὰν δείκνυσιν ἐν ταῖς δωρεαῖς, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τὴν ὁμοτιμίαν ἐμφαίνων. «Τὸ δὲ αὐτὸ Πνεῦμα.» Εἰ καὶ τῷ μέτρῳ, ἠλάττωσαι, φησὶν, ἀλλὰ καὶ ἐξ | |
95.664(50) | ἐκείνου ἔλαβες τὸ μεῖζον. «Καὶ διαιρέσεις διακονιῶν εἰσὶν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν.» Χάρισμα, καὶ ἐνέργεια, καὶ διακονία ταυτόν ἐστιν, ὀνομάτων δὲ μόνον διαφορά· ἐπεὶ πράγματα τὰ | |
55 | αὐτά. Ὃ γάρ ἐστι χάρισμα, τοῦτο καὶ διακονία· | 663 |
95.665 | καὶ ὅ ἐστι διακονία, τοῦτό ἐστιν καὶ ἐνέργεια. Τὴν γὰρ διακονίαν μου, φησὶ, πεπληροφόρηκα· καὶ, Τὴν διακονίαν μου δοξάζω. Καὶ Τιμοθέῳ, Ἀνα‐ μιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, | |
5 | ὅ ἐστι ἐν σοί. Καὶ Γαλάταις· Ὃ γὰρ ἐνεργήσας Πέτρῳ εἰς περιτομὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεμία ἐστὶν διαφορὰ χαρίσματος, καὶ διακονίας, καὶ ἐνεργείας. Ὅρα πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσ‐ | |
10 | θήκην, ἐν τῷ αὐτῷ Πνεύματι, λέγων· καὶ, κατὰ τὸ αὐτὸ Πνεῦμα. Οἶδεν γὰρ μεγάλην οὖσαν τὴν ἐντεῦ‐ θεν παράκλησιν. Ὥστε εἰ τοῦτο σπουδάζεις ἐπι‐ δείξασθαι, ὅτι Πνεῦμα ἔχεις, τούτου ἔχεις τὴν ἀπό‐ δειξιν ἀπὸ τοῦ βαπτισθῆναι. Τῷ δὲ ἀπίστῳ οὐδαμό‐ | |
15 | θεν ἔσται τοῦτο καταφανὲς, ἀλλ’ ἢ ἀπὸ τῶν σημείων, ὥστε κἂν ἐντεῦθεν πάλιν, οὐ μικρὰ παραμυθία. Εἰ γὰρ καὶ τὰ χαρίσματα διάφορα, ἀλλ’ ἡ ἔν‐ δειξις μία, κἂν πολὺ μεῖζον, ἢ ὀλίγον, ὁμοίως εἰς αὐτόν. | |
20 | «Ὁ δὲ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύ‐ ματος πρὸς τὸ συμφέρον.» Ἵνα μή τις λέγῃ, Εἰ καὶ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Θεὸς, ἀλλ’ ἐγὼ ἔλαττον εἴ‐ | |
25 | ληφα· φησὶν, Οὕτω συνέφερεν. Ὅταν οὖν, φησὶ, καὶ εἷς ὁ δεδωκὼς, καὶ χάρισμα τὸ σοὶ δοθὲν, καὶ ἡ φανέρωσις ἐντεῦθεν γίνεται, καὶ τοῦτο μᾶλλον συμ‐ φέρει, μὴ ἄλγει ὡς καταφρονηθείς. Οὐ γὰρ ἀτιμάζων σε τοῦτο πεποίηκεν, ἀλλὰ τὸ συμφέρον σκοπῶν. Φανέ‐ | |
30 | ρωσιν δὲ Πνεύματος λέγει, τὸ, ἕν τι τῶν χαρισμάτων λαβεῖν. Ἐμοὶ μὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦμα ἔχων. «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ τὸ | |
35 | Πνεῦμα. Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ δὲ προφη‐ τεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων.» Τί ἐστι λόγος σοφίας; τὸ καὶ αὐτὸν σοφὸν εἶναί | |
40 | τινα, καὶ ἄλλους δύνασθαι τοῦτο ποιεῖν. Τί δὲ λόγος γνώσεως; τὸ γνῶσιν μὲν ἔχειν καὶ εἰδέναι τὰ μυστή‐ ρια, διδάσκειν δὲ μὴ δύνασθαι, μηδὲ εἰς ἄλλον ἐξ‐ ενεγκεῖν εὐκόλως ἅπερ ἐστίν. Τί δέ ἐστι πίστις; οὐκ αὐτὴ ἡ τῶν δογμάτων, ἀλλ’ ἡ τῶν σημείων, περὶ | |
45 | ἧς ἔλεγον οἱ ἀπόστολοι, Πρόσθες ἡμῖν πίστιν· καὶ περὶ ἧς εἴρηται, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως. Αὕτη γὰρ ἡ μήτηρ τῶν σημείων ἐστίν. Ἄλλο δέ ἐστιν ἐνεργήματα δυνάμεων, καὶ χαρίσματα ἰαμάτων ἔχειν. Ὁ μὲν γὰρ χαρίσματα ἰαμάτων ἔχων, | |
95.665(50) | ἰᾶται μόνον· ὁ δὲ ἐνεργήματα δυνάμεων κεκτημένος, οὐκ ἰᾶται μόνον, ἀλλὰ καὶ κολάζει· ὥσπερ ὁ Ἀπό‐ στολος ἐπώρωσε τὸν μάγον· ὥσπερ ὁ Πέτρος ἀνεῖλε τὸν Ἀνανίαν. Διάκρισις δὲ πνευμάτων ἐστὶ, τὸ εἰ‐ δέναι τίς ὁ πνευματικὸς, καὶ τίς ὁ μὴ πνευματικός· | |
55 | τίς ὁ προφήτης, καὶ τίς ὁ ἀπατεών. | 665 |
95.668 | «Ἑτέρῳ δὲ γένη γλωσσῶν· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.» Ὁ μὲν γὰρ ᾔδει τί ἔλεγεν αὐτὸς, ἄλλῳ δὲ ἑρμη‐ | |
5 | νεῦσαι οὐκ ἠδύνατο. Ὁ δὲ ἀμφότερα ταῦτα ἐκέκτητο. Ἐδόκει δὲ τοῦτο χάρισμα εἶναι μέγα, ἐπειδὴ καὶ πρῶ‐ τον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι. Ἐπειδὴ τοίνυν τοῦτο αὐτοὺς μάλιστα ἐπῆρεν, τὸ πρῶτον εἰς τοὺς ἀποστό‐ λους κατενεχθῆναι τὸ χάρισμα, ἐν τῷ λόγῳ ὕστερον | |
10 | τίθησιν. Εἰ ἔλαττον τὸ Πνεῦμα, καὶ ἑτέρας οὐσίας, καθώς τινές φασιν, οὐδὲν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι, τὸ αὐτὸ Πνεῦμα. Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν, μεγίστην ἂν ταύτην σχοῖ τὴν παρα‐ | |
15 | μυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν. Ὁ δὲ παρὰ τοῦ δού‐ λου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ, ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ ἅγιον Πνεῦμα. | |
20 | Ὅπερ ἀνωτέρω περὶ τοῦ Πατρὸς εἶπεν, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, τοῦτο κἀνταῦθα περὶ τοῦ Πνεύ‐ ματος. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, πανταχοῦ τὴν ὁμοτιμίαν δηλῶν. Τὸ δὲ, ἐν πᾶσιν, περὶ ἀνθρώπων λέγει· οὐδέπω δὲ μετὰ | |
25 | τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμήσεις. «Διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Οὐ παραμυθεῖται μόνον, ἀλλὰ καὶ ἐπιστομίζει τὸν λέγοντα. Εἰ γὰρ, ὡς βούλεται, διαιρεῖ ἑκάστῳ, ὁ ἀδημονῶν ἐπὶ χαρίσματι, ἐγγὺς ἀντιλέγει τῷ | |
30 | βουλήματι τοῦ Πνεύματος, ὡς οὐκ ὀρθῶς διελόν‐ τος. «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα.» | |
35 | Παραμυθησάμενος ἐκ τοῦ χάρισμα εἶναι τὸ δι‐ δόμενον, καὶ ἐκ τοῦ πάντας ἐξ ἑνὸς λαμβάνειν, καὶ ἐκ τοῦ συμφερόντως δίδοσθαι, καὶ μετὰ τοῦτο καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος, καὶ ἐξ ἑτέρου αὐτοὺς λοιπὸν παραμυ‐ | |
40 | θεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐ‐ τὴν καταφεύγει. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἐστιν ἔτι ἡ διαφορά; ποῦ τὸ ὑπέροχον; ποῦ τὸ ἔλαττον; Οὐκ εἶπε, πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, | |
45 | ἀλλὰ, αὐτὸ τὸ σῶμα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ μέλη, τοῦτό ἐστι τὸ ἕν. «Οὕτω καὶ ὁ Χριστός. Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες.» Δέον εἰπεῖν, οὕτω καὶ ἡ Ἐκκλησία· τοῦτο μὲν οὔ | |
95.668(50) | φησιν· ἀντ’ ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἄγων τὸν λόγον, καὶ μειζόνως ἐντρέπων τὸν ἀκροα‐ τήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὕτω καὶ τὸ Χρι‐ στοῦ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ σῶμα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ τὴν | |
55 | Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν εἶναί φησιν. «Εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε | |
Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι.» | 667 | |
95.669 | Καὶ ἐφ’ ἕτερον ἔρχεται κεφάλαιον πνευματικόν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τὸ κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεννῆσαν ἡμᾶς, ἕν ἐστιν. Οὐ γὰρ ἐν ἄλλῳ μὲν αὐτὸς, ἐν ἑτέρῳ δὲ ἐκεῖνος ἐβα‐ | |
5 | πτίσθη Πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ βεβάπτικεν. Οὐκ ἂν οὖν ἐσμεν, φησὶ, δίκαιοι ἀθυμεῖν. Οὐ γὰρ ἔχει χώραν ἡ δια‐ φορά. Οὔτε γὰρ ἵνα διαφορὰ γένηται σώματα, ἀλλ’ ἵνα πάντες τὴν ἑνὸς σώματος ἀκρίβειαν πρὸς ἀλλή‐ | |
10 | λους διασώζωμεν, ἐβαπτίσθημεν. «Καὶ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.» Τουτέστιν, Ὑπὸ τὴν αὐτὴν ἤλθομεν μυσταγωγίαν, τῆς αὐτῆς τραπέζης ἀπολαύομεν. Εἰ τοίνυν καὶ ἓν | |
15 | Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς Πνεῦμα ἡμεῖς καὶ εἰς σῶμα ἐβαπτίσθημεν, καὶ μίαν τράπεζαν ἡμῖν ἐχαρίσατο, τί μοι τὴν διαφορὰν προσφέρεις, ὡς ἐπὶ φυτῶν ὅτι ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἀρδεύεται; | |
20 | «Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώμα‐ τος; καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; | |
25 | Ἀνεπαχθῆ βουλόμενος ποιῆσαι τὸν λόγον καὶ εὐ‐ παράδεκτον, τὰ μέλη εἰσάγει λεγόμενα· τὸν πόδα λέγειν τῇ χειρὶ, καὶ τὸ οὖς τῷ ὀφθαλμῷ, τὰ πλησίον ἀλλήλων μέλη, καὶ οὐ τὸν πόδα τῷ ὀφθαλμῷ. Ἐπειδὴ οὐ σφόδρα τοῖς ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβε‐ | |
30 | βηκόσι φθονεῖν εἰώθαμεν. Οὐδὲ γὰρ τὸν μὲν ἠλατ‐ τῶσθαι, τὸν δὲ ὑπερέχειν, ἀφίησιν εἶναι ἐκ τοῦ σώ‐ ματος· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, τοῦτο δὲ τόπου διαφορά· ἀλλὰ ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπ‐ έχεσθαι. | |
35 | «Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις;» Ἐπειδὴ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, εἰς ἔννοιαν αὐτοὺς ἐλαττώσεως καὶ ὑπεροχῆς ἤγαγεν, ὅρα πῶς αὐτοὺς παραμυθεῖται, δεικνὺς πῶς τοῦτο | |
40 | συμφέρον ἦν. Τὸ γὰρ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ ἓν σῶμα εἶναι. «Νῦν δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; νῦν δὲ πολλὰ μὲν μέλη ἓν | |
45 | σῶμα.» Πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βούλησιν ἀναφέρει τὸν λόγον, ἵνα μὴ ἀντιλέγωμεν τῷ οὕτω προστάξαντι, μηδὲ λέγωμεν, Διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω; Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω | |
95.669(50) | δυνάμεθα δεῖξαι ὅτι καλῶς. Ὡς ὅταν εἴπωμεν, Ὡς | 669 |
95.672 | ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτως ἐγένετο. Ὡς γὰρ συμφέρον ἐστὶν, οὕτως βούλεται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον. Κἂν ἀντιλέγῃ τὴν τάξιν, καὶ | |
5 | τὴν ἰδίαν χώραν ἀφεὶς ἐφ’ ἑτέραν ἔλθῃ, τὸ πᾶν ἀπώ‐ λεσεν. Τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Ἀφ’ ὧν ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτου δείκνυσιν ἰσο‐ | |
10 | τίμους. Εἰ μὴ ἦν, φησὶν, ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα ἕν. Σῶμα δὲ οὐκ ὄντες ἓν, οὐκ ἂν ἦτε ἰσότιμοι. Νῦν δὲ ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχοντες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν διαφέρετε κατὰ | |
15 | τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν. «Οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω.» Καταστείλας τῶν ἐλασσόνων τὴν ἀθυμίαν, ταπει‐ | |
20 | νοῖ καὶ τῶν μειζόνων τὸν τύφον. «Ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶν, Χρείαν ὑμῶν οὐκ ἔχω.» Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, φησὶν, ἀλλὰ ἀναγ‐ καῖον. Ὥσπερ γὰρ ἐκείνου οὐκ ὄντος, πολλὰ ἐμπο‐ | |
25 | δίζεται, οὕτως καὶ τούτου χωρὶς χωλοῖ τὸ πλήρωμα τῆς Ἐκκλησίας. «Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμώτερα μέλη εἶναι τοῦ σώματος, | |
30 | τούτοις τιμὴν περισσοτέραν παρατίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν, εὐσχημοσύνην περισσοτέραν ἔχει· τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει, ἀλλὰ ὁ Θεός.» Καὶ ἑτέραν ὑπερβολὴν τίθησι· λέγει ὅτι οὐ χρείαν ἔχει τὰ μείζονα τῶν ἐλασσόνων, ἀλλ’ ὅτι καὶ πολλὴν | |
35 | χρείαν. Ὅρα δὲ ὅπως ἐπὶ τῶν ἀσθενεστέρων, τὰ δοκοῦντα φησίν. Ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προσ‐ τίθησι τὰ δοκοῦντα, ἀλλ’ αὐτὸς ἀποφαίνεται, ὅτι ἀναγκαῖά ἐστιν. Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν ἀτιμώτερον | |
40 | ἐν ἡμῖν εἶναι δοκεῖ; Ἀλλ’ ὅμως χρήσιμα διὰ τὴν παιδοποιίαν· διὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων, τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη, καὶ ποιοῦντας εὐνούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαι‐ νομένους, καὶ αὐτῇ τῇ φύσει ἐπηρεάζοντας. Ἀλλ’ | |
45 | ἀπόλοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργή‐ ματα ἀποβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς μοιχευομένας, οὕτω καὶ τὰ μέλη ταῦτα αἰσχρὰ εἶναι ἐνόμισαν, διὰ τοὺς οὐκ εἰς δέον | |
95.672(50) | αὐτοῖς χρωμένους. Ἀλλ’ οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ’ ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμήματος τὸ πλημ‐ μέλημα. | |
«Συνεκέρασεν τὸ σῶμα.» | 671 | |
95.673 | Εἰ δὲ συνεκέρασεν, οὐκ ἀφῆκε τοῦ ἀτιμώτερον φαίνεσθαι. «Τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν.» Ἐπειδὴ γὰρ καὶ πολλῆς παραμυθίας τυχόντες ἐλυ‐ | |
5 | ποῦντο ὡς ἔλαττον λαβόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν. Τῷ γὰρ ὑστερουμένῳ, φησὶ, τιμὴν πε‐ ρισσοτέραν ἔδωκεν. «Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· καὶ εἴτε πάσχει | |
10 | ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Τὸν λόγον τῆς περισσοτέρας τιμῆς ἀποδέδωκεν, ἀπὸ τοῦ συμφέροντος κατασκευάζων αὐτὸν, ἵνα μὴ ᾖ σχίσματα, λέγων. Ἄν τε γὰρ ὀφθαλμὸς, ἄν τε | |
15 | ῥὶς, διατηρῶσι τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφελος οὐδὲν ἔσται λοιπόν. Ἂν δὲ τούτου μένοντος ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται, καὶ πρὸς ὑγείαν ἐπάνεισι ταχέως. «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ.» | |
20 | Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ. «Καὶ μέλη ἐκ μέρους.» Ἡ Ἐκκλησία ἡ παρ’ ὑμῖν, φησὶ, μέρος ἐστὶ τῆς πανταχοῦ Ἐκκλησίας, ὥστε οὐχὶ πρὸς ἀλλήλους | |
25 | μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν τὴν κατὰ τὴν οἰκου‐ μένην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους.» | |
30 | Κατάλογον ποιεῖται τῶν χαρισμάτων, καὶ πρώ‐ τους γε τάττει τοὺς ἀποστόλους, οἳ καὶ πανταχοῦ ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. «Δεύτερον προφήτας.» Καὶ γὰρ ἐν τῇ χάριτι ἦσαν οὗτοι προφητεύοντες, | |
35 | οἷον Ἄγαβος, καὶ οἱ μετ’ αὐτοῦ. «Τρίτον διδασκάλους.» Ἐπισκόπους φησίν. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων.» Ὁ δύναμιν ἔχων, καὶ κολάζειν, καὶ ἰᾶσθαι ἠδύ‐ | |
40 | νατο. Ὁ δὲ χάρισμα ἰαμάτων ἔχων, ἐθεράπευε μό‐ νον. Προτάττει δὲ τοῦ χαρίσματος τῶν ἰαμάτων τὸν λόγον τῆς διδασκαλίας. Μεῖζον γὰρ τὸ καταγγεῖλαι τὸν λόγον καὶ τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, τοῦ δυνάμεις ποιεῖν. | |
45 | «Ἀντιλήψεις.» Τὸ ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν. «Κυβερνήσεις.» Τὸ οἰκονομεῖν πνευματικά. Καὶ τὰ ἡμέτερα δὲ κατορθώματα πνευματικὰ λέγει, δεικνὺς ὅτι τῆς | |
95.673(50) | τοῦ Θεοῦ πανταχοῦ δεόμεθα βοηθείας. «Γένη γλωσσῶν.» Ὕστερον τίθησιν, ἐφ’ ᾧ μάλιστα ἐκεῖνοι μέγα ἐφρόνουν, διδάσκων αὐτοὺς μὴ φυσιοῦσθαι. | |
«Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; | 673 | |
95.676 | μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν;» Ἐπειδὴ εἰκὸς ἦν ταῦτα ἀκούσαντας λέγειν, Καὶ | |
5 | διὰ τί μὴ πάντες ἀπόστολοι ἐγενόμεθα; Τοῦτό φησιν, ἐπιπληκτικώτερον χρώμενος τῷ λόγῳ· καὶ τοῦτο ἐκ τοῦ σώματος πάλιν κατασκευάζει. «Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα, καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.» | |
10 | ΚΕΦΑΛ. ΙΓʹ. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ ἴδω τὰ μυστήρια ἅπαντα, καὶ πᾶσαν τὴν γνῶσιν, | |
15 | καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστά‐ νειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφε‐ λοῦμαι.» | |
20 | Τοῦτο εἰπὼν, ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάσ‐ σονα λαμβάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα. Ἔστι δὲ πολὺ μείζων ἡ ἀγάπη πάντων τῶν χαρισμάτων. Κατασκευάζει δὲ τοῦτο καὶ τὴν σύγ‐ κρισιν δεικνὺς, ὡς πάντα τὰ ἄλλα χαρίσματα οὐδέν | |
25 | ἐστι τῆς ἀγάπης ἀπούσης. Ὅρα δὲ πῶς αὐτὸ κατα‐ σκευάζει. Οὐ γὰρ εἶπεν, Ἐὰν ἴδω γλώσσας, ἀλλ’ Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐὰν προφητεύω, ἀλλ’ Ἐὰν ἴδω τὰ μυ‐ στήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, μετὰ ἐπι‐ | |
30 | τάσεως. Καὶ οὐκ εἶπε, Δῶ τὰ ὑπάρχοντα, ἀλλὰ ψωμίσω, ἵνα πρὸς τῇ δαπάνῃ καὶ διακονία προσῇ. Πάντα οὖν μετ’ ἐπιτάσεως δείξας, δείκνυσι πολὺ ἥττονα τῆς ἀγάπης. Ὥστε εἰ μεγάλων χαρισμά‐ των ἐρᾶτε, τὴν ἀγάπην ἐπιτηδεύετε, φησί. | |
35 | Εἰκότως μείζων τῶν χαρισμάτων ἡ ἀγάπη· εἴ γε ταῦτα μὲν διέσχισαν, αὕτη δὲ ἑνοῖ τοὺς διαστάντας. Ὅρα πόθεν ἄρχεται, ἀπὸ τοῦ μεγάλου δοκοῦντος παρ’ αὐτοῖς τοῦ τῶν γλωσσῶν, καὶ οὐ μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀγγέλων. Γλῶτταν δὲ ἀγγέ‐ | |
40 | λων ἐνταῦθα, οὐχὶ σῶμα περιθεὶς ἀγγέλοις. Ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς νό‐ μος ἀγγέλοις πρὸς ἀλλήλους διαλέγεσθαι. Ὡς ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ γόνατα καὶ ὀστᾶ | |
45 | περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἀλλὰ τὴν ἐπι‐ τεταμένην προσκύνησιν διὰ τοῦ παρ’ ἡμῖν σχήματος αἰνίξασθαι βούλεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσε, τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμιλίαν τῷ γνω‐ ρίμῳ παρ’ ἡμῖν τρόπῳ ἐνδείξασθαι βουλόμενος. | |
95.676(50) | «Ἡ ἀγάπη μακροθυμεῖ.» Σκόπει, πῶς πρῶτον αὐτὴν τίθησι τὸ πάντων | |
ἀστειότατον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; μακρο‐ | 675 | |
95.677 | θυμία; καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον πάντα διακρουό‐ μενον τὰ λυπηρὰ ῥᾳδίως ἡ μακροθυμία. Μακροθυμία δὲ λέγεται, διὰ τὸ μακράν τινα καὶ μεγάλην ἔχειν ψυχήν. Τὸ γὰρ μακρὸν καὶ μέγα λέ‐ | |
5 | γεται. «Χρηστεύεται ἡ ἀγάπη.» Ἐπειδὴ ἔστι μακροθυμεῖν καὶ ἐπὶ τὸ διαῤῥῆξαι τὸν ἐναντίον ἀποκρίσεως μὴ τυγχάνοντα, τούτου χάριν, φησὶ, χρηστεύεται. Ὅμοιον δὲ ὡς εἰ λέγοι, | |
10 | Οὐκ ἐπὶ τῷ πλῆξαι τὸν ἐναντίον, ἀλλ’ ἐπὶ τῷ κα‐ ταπραῦναι. «Οὐ ζηλοῖ ἡ ἀγάπη.» Ἐπειδὴ ἔστι καὶ μακρόθυμον εἶναι καὶ βάσκανον. Καὶ τοῦτο ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα | |
15 | «Οὐ περπερεύεται.» Τουτέστιν, οὐ προπετεύεται. Καὶ γὰρ συνετὸν ἐργάζεται, καὶ βαρὺν, καὶ βεβηκότα. «Οὐ φυσιοῦται.» Οὐ φρονεῖ μέγα, φησὶν, ἐπὶ τοῖς κατορθώμασιν, | |
20 | οὐδὲ εἰς ὕβριν ἐπαίρεται. «Οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς.» Τὰ μεγάλα, φησὶ, ἀδικούμενοι καὶ ὑβριζόμενοι, οὐκ ἀσχημοσύνην τὸ πρᾶγμα ἡγοῦνται. «Οὐ παροξύνεται, οὐ λογίζεται, τὸ κακόν.» | |
25 | Ὅρα πάλιν τὴν ἀγάπην οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ’ οὐδὲ ἀφεῖσαν αὐτὴν συστῆναι τὴν ἀρχήν. Καὶ οὐκ εἶπεν, Ἐργάζεται τὸ κακὸν, ἀλλ’, οὐδὲ λο‐ γίζεται «Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ.» | |
30 | Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσι. «Συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει.» Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν. «Πάντα ἐλπίζει.» | |
35 | Πάντα χρηστὰ, φησίν· οὐκ ἀπογινώσκει τοῦ ἀγα‐ πωμένου. «Πάντα ὑπομένει.» Οὐχ ἁπλῶς ἐλπίζει, ἀλλὰ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν. | |
40 | «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Τουτέστιν, οὐ διαλύεται, οὐ διακόπτεται. «Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσ‐ σαι παύσονται.» Εἰ γὰρ ἀμφότερα ταῦτα ἕνεκεν τῆς πίστεως εἰσ‐ | |
45 | ενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, ἀργεῖ τούτων ἡ χρεία λοιπόν. Ἀλλ’ οὐδὲ τὸ ἀγαπᾷν ἀλλή‐ λους παύσεται, ἀλλὰ καὶ ἐπικρατήσει μειζόνως, καὶ ἐνταῦθα, καὶ εἰς τὸν μέλλοντα. «Εἴτε γνώσεις καταργηθήσονται. Ἐκ μέρους γὰρ | |
95.677(50) | γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον.» Καὶ ποία γνῶσις καταργεῖται; ἡ μερική. Ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, φησὶ, τὸ ἐκ μέρους καταρ‐ γηθήσεται. Ὅρα δὲ ὡς ἐπὶ ὑποδείγματος τὸν | |
55 | λόγον. Ἐσφάζετο πρόβατον, ἐχρίοντο τῷ αἵματι αἱ | |
πύλαι, ἀλλὰ αὕτη ἡ γνῶσις, ἐλθόντος τοῦ Υἱοῦ | 677 | |
95.680 | τοῦ Θεοῦ, τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ, καὶ σφαγέντος, ἀργεῖ. «Τὸ ἐκ μέρους καταργηθήσεται. Ὅτε ἤμην νή‐ πιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλο‐ | |
5 | γιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήρ‐ γηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπ‐ τρου, ὡς ἐν αἰνίγματι.» Ἀντὶ τοῦ, πέρας ἥξει, καὶ στήσεται. «Τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γι‐ | |
10 | νώσκω ἐκ μέρους. τότε δὲ ἐπιγινώσκομαι καθὼς καὶ ἐπεγνώσθην. Νῦν δὲ μένει.» Ἀντὶ τοῦ σαφέστερον καὶ τρανότερον. «Πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.» | |
15 | Ἡ μὲν πίστις καὶ ἐλπὶς, τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων ἀγαθῶν παραγινομένων, παύεται. Ἡ δὲ ἀγάπη τότε μέγα ἐπαίρεται, καὶ γίνεται σφο‐ δροτέρα. ΚΕΦΑΛ. ΙΔʹ. | |
20 | «Διώκετε τὴν ἀγάπην.» Καὶ γὰρ δρόμου σφόδρα ἡμῖν εἰς αὐτὴν χρεία. «Ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προ‐ φητεύητε.» Ἵνα μή τις νομίζῃ, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης | |
25 | εἰσήγαγεν λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, τούτου χάριν ἐπήγαγε, λέγων· Ζηλοῦτε τὰ πνευματικά· σύγκρισιν δὲ ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον, οὔτε σφόδρα ὠφέλιμον καθ’ ἑαυτὸ δεικνύς. | |
30 | «Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· πνεύματι δὲ λαλεῖ μυστήρια. Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκο‐ δομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων, Ἐκ‐ | |
35 | κλησίαν οἰκοδομεῖ.» Τὸ μὲν λαλεῖν τῷ Θεῷ, μέγα δείκνυσιν, τὸ δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν, μικρόν. Τοῦτο γὰρ πανταχοῦ ζητεῖ, τὴν οἰκοδομὴν τῶν πολλῶν. «Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον | |
40 | δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσαις.» Ἵνα μὴ νομίσωσιν ὅτι βασκαίνων αὐτοῖς καθαιρεῖ τὰς γλώσσας, διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, τοῦτό φησιν. | |
45 | «Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ Ἐκκλησία οἰ‐ κοδομὴν λάβῃ.» Ἔλαττον, φησὶ, τοῦ προφητεύειν τὸ γλώσσαις λα‐ λεῖν· εἰ μή τις ἄρα καὶ διερμηνεύῃ τὰ γλώσσας, οὐκ ἂν γένηται τοῦ προφητεύοντος ἴσος | |
95.680(50) | «Νῦν δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς λαλῶν, τί ὑμᾶς ὠφελήσω;» Τί λέγω τοὺς ἄλλους, φησί; Κἂν γὰρ ἐγὼ αὐ‐ | |
τὸς γλώσσαις ἔλθω λαλῶν, οὐδὲν ἔσται πλέον τοῖς | 679 | |
95.681 | Ἀκούουσι. Ταῦτα δὲ λέγει δεικνὺς, ὅτι τὸ ἐκείνων συμφέρον ζητεῖ, οὐ πρὸς τοὺς χάρισμα ἔχοντας ἀπ‐ εχθῶς ἔχει. «Ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν | |
5 | γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ.» Ἐὰν μὴ εἴπω, φησὶ, τὸ δυνάμενον ὑμῖν εὔληπτον γενέσθαι, ἀλλ’ ἐπιδείξω μόνον ὅτι γλώσσης ἔχω χά‐ ρισμα, οὐδὲν ἂν κερδήσαντες ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς ἧς οὐ συνιεῖτε; | |
10 | «Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον, ἢ τὸ κιθαριζόμε‐ νον; Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Οὕτως καὶ ὑμεῖς διὰ | |
15 | τῆς γλώσσης.» Τί λέγω, φησὶν, ὅτι ἐφ’ ὑμῶν τὸ πρᾶγμα ἀκερδές ἐστι; καὶ ἐπὶ τῶν ἀψύχων τοῦτο εἴδοι τις ἂν, καὶ ἐπὶ τῆς κιθάρας, καὶ ἐπὶ σάλπιγγος. «Ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται | |
20 | τὸ λαλούμενον.» Ἀντὶ τοῦ, Ἐὰν μὴ διερμηνεύητε. «Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.» Τουτέστιν, οὐδενὶ φθεγγόμενοι, πρὸς οὐδένα λα‐ λοῦντες. | |
25 | «Τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον. Ἐὰν οὖν μὴ εἴδω τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λα‐ λῶν ἐμοὶ βάρβαρος· οὕτως καὶ ὑμεῖς.» Τουτέστι, τοσαῦται γλῶσσαι, τοσαῦται φωναὶ, | |
30 | Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν. «Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων εἰς τὴν οἰκοδο‐ μὴν τῆς Ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε. Διὸ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω, ἵνα διερμη‐ | |
35 | νεύῃ.» Εἰ ζηλοῦν δεῖ, τὰ χαρίσματα ταῦτα ζηλοῦτε, ἃ τὴν Ἐκκλησίαν οἰκοδομεῖ. Διὸ ἐπάγει λέγων, Προσ‐ ευχέσθω, ἵνα διερμηνεύῃ. «Ἐὰν γὰρ εὔχωμαι γλώσσῃ, τὸ Πνεῦμά μου | |
40 | προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι;» Τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι, καὶ κινοῦν τὴν γλῶσσαν. «Προσεύξομαι πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ· | |
45 | ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ. Ἐπεὶ ἐὰν εὐ‐ λογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώ‐ του, πῶς ἐρεῖ τὸ Ἀμὴν, ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπει‐ δὴ τί λέγεις οὐκ οἶδεν.» Ὥσπερ τινὸς λέγοντος, Τί οὖν ἐστι τὸ διδακτικὸν, | |
95.681(50) | καὶ ὠφέλιμον; Καὶ πῶς χρὴ λέγειν; Καὶ τί χρὴ αἰτεῖν παρὰ τοῦ Θεοῦ; Ἀποκρίνεται λέγων τὸ, καὶ τῷ πνεύματι, τουτέστι τῷ χαρίσματι καὶ τῇ διανοίᾳ προσεύχεσθαι, ἵνα καὶ ἡ γλῶσσα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Καὶ γὰρ ἐὰν μὴ τοῦτο | |
55 | ᾖ, καὶ ἑτέρα σύγχυσις γίνεται. Οὐ γὰρ οἶδεν ὑποφω‐ | |
νεῖν ὁ λαϊκὸς τὸ Ἀμήν· οὐκ οἶδε γὰρ τί λέγεις. | 681 | |
95.684 | «Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ἕτερος οὐκ οἰκοδομεῖται.» Ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα, τοῦτό φησι· τοῦτο δὲ καὶ ἀνωτέρω ἐποίησεν ὅτε ἔλε‐ | |
5 | γεν, Ὁ λαλῶν μυστήριον, καὶ τῷ Θεῷ λαλεῖ, καὶ ἑαυτὸν οἰκοδομεῖ. Σὺ οὖν, φησὶ, καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ’ ἐκεῖνος οὐ‐ δὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν, οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν. | |
10 | «Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσῃ λαλῶν· ἀλλ’ ἐν Ἐκκλησίᾳ» Ἵνα μὴ δόξῃ κατατρέχειν ὡς ἐστερημένος τοῦ χαρίσματος, τοῦτό φησι. «Θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ | |
15 | ἄλλους κατηχήσω.» Τουτέστι, νοῶν ἃ λέγω, καὶ δυνάμενος καὶ ἑτέροις ἑρμηνεῦσαι. «Ἢ μυρίους λόγους ἐν γλώσσῃ.» Τοῦτο μὲν γὰρ ἐπίδειξιν ἔχει μόνην, φησι· ἐκεῖνο | |
20 | δὲ πολλὴν τὴν ὠφέλειαν. «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνε‐ σθε.» Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνεν, | |
25 | τῶν δὲ σφόδρα μεγάλων οὐ τοσοῦτον ἔχει θαῦμα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔλαττον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε ταῖς φρεσί· τουτ‐ έστι, μὴ ἀνόητοι, ἔνθα συνετοὺς εἶναι χρή. Ἀλλὰ | |
30 | ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα κενοδοξία, ἔνθα φυ‐ σίωμα. Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ, ἢ τὸ μὴ εἰ‐ δέναι τί ποτέ ἐστι κακία; «Ἐν τῷ [νόμῳ] γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ | |
35 | οὐδ’ οὕτως ἀκούσονταί μου, λέγει Κύριος.» Νόμον ἡ θεία Γραφὴ, καὶ τοὺς προφήτας φη‐ σίν. Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πι‐ στεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ | |
40 | τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συν‐ έλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσ‐ σαις λαλῶσιν, εἰσέλθωσι δὲ καὶ ἰδιῶται, ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφη‐ τεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχε‐ | |
45 | ται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν | |
95.684(50) | ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυ‐ ψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γενέσθω. Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ· | |
55 | ἑαυτῷ δὲ λαλείτω, καὶ τῷ Θεῷ. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ἐὰν | |
δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ.» | 683 | |
95.685 | Τουτέστιν ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον. «Ὁ πρῶτος σιγάτω.» Οὐ γὰρ ἔδει, τούτου κινηθέντος πρὸς προφητείαν, ἐκεῖνον λέγειν. | |
5 | «Δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶν‐ ται.» Τοῦτό φησι, τὸν ἐπιστομηθέντα παραμυθούμε‐ νος. | |
10 | «Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσε‐ ται» Ἵνα μὴ φιλόνεικός τις ᾖ, ἢ βάσκανος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσόμενον. Πνεῦμα γὰρ ἐν‐ ταῦθα τὴν ἐνέργειαν λέγει· εἰ δὲ τὸ πνεῦμα ὑπο‐ | |
15 | τάσσεται, πολλῷ δ’ ἂν σύ. «Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰ‐ ρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διατάσσομαι.» Δείκνυσιν ὡς καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἵνα κρῖμα | |
20 | ἔχων ὁ ἀντιταττόμενος, μὴ φιλονεικῇ. «Αἱ γυναῖκες ἐν ταῖς Ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτασσέσθω‐ σαν, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν θέ‐ λωσιν ἐν οἴκῳ, τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. | |
25 | Αἰσχρὸν γάρ ἐστι γυναικὶ λαλεῖν ἐν Ἐκκλησίᾳ.» Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωσσῶν, καὶ τῶν προφητειῶν, λοιπὸν ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην μεταβαίνει, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως. | |
30 | Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίε‐ ται λαλεῖν, πολλῷ μᾶλλον ἐκείναις. Τοὺς ἄνδρας δὲ ἐφίστησιν αὐτῶν διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας γὰρ κοσμίας κατασκευάζει, τούτους δὲ ἐν‐ αγωνίους ποιεῖ, ἅτε δὴ μέλλοντας ἅπερ ἤκουσαν μετὰ | |
35 | πολλῆς ἀκριβείας ταῖς γυναιξὶ παρατίθεσθαι. Ὅρα δὲ ἀπὸ πόσων τοῦτο κατασκευάζει. Πρῶτον μὲν ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ, ἔπειτα ἀπὸ τοῦ λογισμοῦ τοῦ κοινοῦ καὶ τῆς συνηθείας. Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῶν πᾶσι δοκούντων καὶ πανταχοῦ τυπωθέντων ἐν‐ | |
40 | τρέπει. Τοῦτο γάρ ἐστιν ὃ λέγει, Ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνον κατ‐ ήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον πιστευθείσας τὸν νόμον. Οὐ μόνον δὲ ἀπὸ τούτων, ἀλλὰ καὶ ὅπερ ἦν ἰσχυρότερον πάντων, τί‐ | |
45 | θησι τὸ ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν προστάττει δι’ ἐμοῦ. Γινωσκέτω γὰρ ταῦτα ἃ γράφω, φησὶν, ὅτι Κυρίου εἰσὶν ἐντολαί. «Ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Εἴ τις δοκεῖ προφήτης, | |
95.685(50) | εἶναι, ἢ πνευματικὸς, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν ἐντολαί.» Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ’ ἑτέρων μανθάνειν· οὔτε ὅτι ἐνταῦθα | |
55 | ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ παρ’ ἑτέρων τὰ παραδείγματα δέχεσθαι. «Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.» | |
Τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; Δείκνυσιν ὅτι οὔτε | 685 | |
95.688 | βιάζεται, οὔτε φιλονεικεῖ· ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ αὑτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέ‐ ρον σκοπούντων. Διὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, τὴν τοιαύτην συνήθειαν | |
5 | οὐκ ἔχομεν. Ἀλλ’ οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ’ ἔνθα μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων μᾶλλον. Ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγη‐ ται, οὐ λέγει οὕτως. Ἀλλὰ πῶς; Μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κλη‐ | |
10 | ρονομήσουσι. Καὶ πάλιν· Ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφε‐ λήσει. Ἐνταῦθα δὲ ἐπειδὴ περὶ σιγῆς ἦν ὁ λόγος, οὐ σφόδρα ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς περισπώμενος. | |
15 | «Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσας.» Ἐπὶ τὴν προτέραν πάλιν ὑπόθεσιν ἔδραμεν. Ὅρα δὲ πῶς μέχρι τούτου τὴν διαφορὰν ἐφύλαξε, τὸ μὲν σφόδρα ἀναγκαῖον, τὸ δὲ οὐχ οὕτως, τιθείς· διὸ | |
20 | ἐπ’ ἐκείνου μὲν, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κω‐ λύετε. «Πάντα δὲ εὐσχημόνως, καὶ κατὰ τάξιν γινέ‐ σθω.» Ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος, ἐπήγαγε | |
25 | τὸν λόγον. ΚΕΦΑΛ. ΙΕʹ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον ὃ εὐ‐ αγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστή‐ κατε.» | |
30 | Ἀπαρτίσας τὸν τῶν πνευματικῶν λόγον, ἐπὶ τὸν πάντων ἀναγκαιότατον ἔρχεται, τὴν περὶ τῆς ἀνα‐ στάσεως ὑπόθεσιν· καὶ γὰρ ἐπὶ τοῦτο σφόδρα ἔκα‐ μνον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος. Καὶ ποτὲ μὲν ἀν‐ | |
35 | ῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι ὡς ἐπιστέλλοντι Τιμοθέῳ ἔλεγεν, ᾯ ἐστιν Ὑμε‐ ναῖος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγο‐ νέναι. Ποτὲ πάλιν ἔλεγον, ὅτι τὸ σῶμα οὐκ ἀνίστα‐ | |
40 | ται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις. Πρὸς ταύτας οὖν τὰς δόξας ἀνθιστάμενος, ὅρα πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσφέρει, οὐδὲ ξένον. Οὐ γὰρ γνωρίζων τὸ ἤδη γνωρισθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει, πάλιν εἰς μνήμην | |
45 | φέρων. Εὖ δὲ καὶ τὸ Εὐαγγέλιον εἰπεῖν. Τοῦτο γάρ ἐστι τῶν εὐαγγελίων τὸ κεφάλαιον ἡ ἀνάστασις. «Δι’ οὗ καὶ σώζεσθε.» Τὸ κέρδος δείκνυσι τοῦ πιστεύειν εἰς τὴν ἀνάστα‐ σιν. | |
95.688(50) | «Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε· ἐκτός» Οὐκ αὐτὸ δεῖσθε μαθεῖν τὸ δόγμα, φησὶν, ἀλλ’ ὑπο‐ | |
μνησθῆναι μόνον. | 687 | |
95.689 | «Εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον.» Ἐπειδὴ εἶπεν, ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ῥᾳθυμο‐ τέρους ποιήσῃ, ἐκφοβεῖ πάλιν. | |
5 | «Ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ ἁμαρτιῶν ἡμῶν.» Οὐκ εἶπεν εὐθέως, ὅτι ἀνάστασίς ἐστι σωμάτων, ἀλλὰ αὐτὸ μὲν τοῦτο κατασκευάζει, ἅμα δὲ καὶ τῆς ἀγάπης αὐτοὺς ὑπομιμνήσκει τῆς πολλῆς, ἧς ἐνεδεί‐ ξατο ὁ Θεὸς, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτῶν. | |
10 | «Κατὰ τὰς Γραφάς.» Ὁ γὰρ Θεὸς διὰ τοῦ προφήτου φησίν, Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ, Ὁ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. | |
15 | «Καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέ‐ ρᾳ, κατὰ τὰς Γραφάς.» Πάλιν Ἡσαΐας μαρτυρῶν, ὅτι Ἐκ μέσου ἦρται ἡ ταφὴ αὐτοῦ. Καὶ πάλιν· Κύριος βούλεται καθα‐ ρίσαι ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς. Καὶ ὁ | |
20 | Δαβὶδ, Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, περὶ τοῦ Χριστοῦ. «Καὶ ὅτι ὤφθη Κηφᾷ.» Τὸν ἀξιόπιστον τῶν ἀποστόλων πρῶτον παράγει μάρτυρα. Ὅρα δὲ πῶς τοὺς προφήτας, καὶ τοὺς ἀπο‐ | |
25 | στόλους μαρτυροῦντας ἐπάγει τῷ πράγματι. «Εἶτα τοῖς ἕνδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακο‐ σίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι· τινὲς δὲ καὶ ἐκοιμήθησαν.» Μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ | |
30 | μετὰ τὴν ἀνάστασιν εὐθέως. «Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστό‐ λοις πᾶσιν.» Οὐκ εἶπεν, ἀπέθανον, ἀλλ’ ἐκοιμήθησαν, καὶ ταύ‐ τῃ τῇ λέξει πάλιν βεβαιῶν τὴν ἀνάστασιν. | |
35 | «Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀπο‐ στόλων· ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Χάριτι δὲ Θεοῦ εἰμὶ, ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ | |
40 | κενὴ ἐγενήθη· ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.» Τοῦτο ταπεινοφροσύνης τὸ ῥῆμά ἐστιν. «Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, | |
45 | καὶ οὕτως ἐπιστεύσατε. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται,» Παρ’ οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε. Οὐδὲν διαφέρομεν. «Πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νε‐ | |
95.689(50) | κρῶν οὐκ ἔστιν;» | 689 |
95.692 | Οἱ προφῆται, φησὶ, τοῦτο προεκήρυξαν, καὶ αὐτὸς ἐδίδαξεν διὰ τῆς ὄψεως, καὶ ταῦτα ἡμεῖς κηρύττο‐ μεν, καὶ ὑμεῖς ἐπιστεύσατε. Πῶς οὖν μετὰ τοσαύ‐ την ἀπόδειξιν ἀπιστοῦσι, φησὶ, διὸ τὸ, Πῶς, λέγου‐ | |
5 | σιν; «Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται.» Διὰ γὰρ τοῦτο ἀπέθανεν, ἵνα ἀναστήσῃ τὴν ἡμετέ‐ ραν φύσιν. Εἰ οὐκ ἀνιστάμεθα οὖν, τίνος χάριν ἀπ‐ | |
10 | έθανε Χριστός; «Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κή‐ ρυγμα ἡμῶν· κενὴ καὶ ἡ πίστις ὑμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγει‐ | |
15 | ρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς οὐκ ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν.» Ὅρα πόσα τὰ ἄτοπα· τὸ μάταιον τοῦ κηρύγμα‐ τος, ὁμοίως ἡ μαρτυρία ἡ παρὰ τοῦ Πατρός. Ὅρα | |
20 | εἰς πόσην ἁμαρτίαν ἐξάγει τὸν λόγον ἐκείνων τῶν λεγόντων, Οὐκ ἀνίστανται οἱ νεκροί. «Καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.» Εἰ γὰρ οὐκ ἠγέρθη, οὔτε ἀπέθανεν, οὔτε τὴν ἁμαρτίαν ἔλυσεν. Ὁ γὰρ θάνατος αὐτοῦ τῆς ἁμαρ‐ | |
25 | τίας ἐστὶ λύσις. Ἴδε γὰρ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴ‐ ρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πῶς δὲ αἴρων, ἢ τῷ θανάτῳ δηλονότι; Διὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφατ‐ τόμενον. Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη. Εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε. Εἰ δὲ | |
30 | ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκήρυξα, εἰκῆ καὶ ἐπιστεύσατε ὅτι ἀπηλλάγητε. Ἄλλως δὲ καὶ ἀθάνατος θάνατος μένει, εἰ μὴ ἀνέστη. «Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.» Τοὺς μαρτυρήσαντας δι’ αὐτόν φησιν. | |
35 | «Εἰ ἐν τῇ ζωῇ ταύτῃ, ἠλπικότες ἐσμὲν μόνον ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.» Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει. Εἰ δὲ τοῦτο ἔσται, οὐδενὸς ἀπολαύομεν καλοῦ. Εἰ δὲ οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοι‐ | |
40 | βῶν. Τί οὖν ἡμῶν ἀθλιώτερον, κατὰ τοῦτο πανταχοῦ διωκομένων; «Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν.» Δείξας ὅσα ἐκ τοῦ μὴ δέχεσθαι τὴν ἀνάστασιν τί‐ κτεται κακὰ, ἀναλαμβάνει τὸν λόγον συνεχῶς τὸ, ἐκ | |
45 | τῶν νεκρῶν, προστιθεὶς, ὥστε ἀποφράξαι τῶν αἱρε‐ τικῶν τὰ στόματα. «Ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.» Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ. Τῇ γὰρ | |
ἀρχῇ πάντως ἕπεται τὰ μετὰ ταύτην. | 691 | |
95.693 | «Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀν‐ θρώπου ἀνάστασις ἐκ νεκρῶν.» Αἰτιολογία. Ἐπειδὴ γὰρ πάντα ἀποφαντικῶς εἶ‐ πεν, ἀνάγκῃ καὶ αἰτιολογεῖ, εὐπαράδεκτον τοῖς πολ‐ | |
5 | λοῖς κατασκευάζων τὸν λόγον. «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν ἀναμαχέσασθαι ἔδει τὴν καταβληθεῖσαν φύσιν αὐτὴν καὶ νικῆσαι. | |
10 | Οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο. «Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χρι‐ στός.» Μὴ ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπολαύειν. | |
15 | «Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.» Τουτέστιν, οἱ πιστοὶ καὶ εὐδοκιμηκότες. «Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.» Ὅταν γὰρ ἀναστῶσιν ἐκεῖνοι, τὰ πράγματα πάντα | |
20 | λήψεται τέλος. Οὐ καθάπερ νῦν ἀναστάντος τοῦ Χρι‐ στοῦ, τὰ πράγματα ἔστησαν ἔτι μετέωρα. Διὸ προσ‐ τίθησι, ἡμεῖς ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μάθῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. «Ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξου‐ | |
25 | σίαν καὶ δύναμιν.» Τουτέστιν, ὅταν δι’ αὐτοῦ προσαγάγῃ πάντα τὰ ἔθνη δουλεύειν τῷ Πατρί. Οὐδεὶς γὰρ ἔρχεται, φη‐ σὶ, πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. «Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας | |
30 | τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπ‐ έταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς κατ‐ αργεῖται ὁ θάνατος. Ὅταν δὲ εἴπῃ ὅτι ὑποτέτακται, δῆλον ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς | |
35 | ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;» Τὸ, ἄχρι, οὐκ ἔστι χρόνου σημαντικὸν παρὰ τῇ Γραφῇ, ὥσπερ οὐδὲ τὸ, ἕως· κατὰ τὸ εἰρημένον, | |
40 | ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Ἵνα μή τις δύο ἀρχὰς ἀνάρχους ὑποπτεύῃ. Τινὲς τῆς κακίας δηλοῦντα τὴν ἀναίρεσιν τοῦτό φασιν αὐ‐ τὸν εἰρηκέναι. «Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζον‐ | |
45 | ται ὑπὲρ αὐτῶν;» Τοῦτό φησιν, ὅτι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦ‐ μεν ἐν τῷ βαπτίσματι. «Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;» Οὐκ εἶπεν, ἐγὼ, ἀλλ’, ἡμεῖς, παραλαμβάνων | |
95.693(50) | πάντας τοὺς ἀποστόλους· καὶ ταύτῃ μετριάζων, καὶ ἀξιόπιστον τὸν λόγον ποιῶν. «Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύ‐ χησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ.» Ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέγει. Πῶς δὲ ἀπο‐ | |
55 | θνήσκει καθ’ ἑκάστην ἡμέραν, ἢ τῇ προθυμίᾳ; | 693 |
95.696 | «Εἰ (κατὰ ἄνθρωπον) ἐθηριομάχησα ἐν Ἐφέ‐ σῳ.» Τουτέστιν, ὅσον εἰς ἀνθρώπους ἧκεν, εἰ καὶ ὁ Θεὸς ἐῤῥύσατο. | |
5 | «Τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; φά‐ γωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Μὴ πλανᾶσθε· φθείρουσι γὰρ [ἤθη] χρηστὰ ὁμιλίαι κα‐ καί.» Τάδε πάντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος | |
10 | καὶ ἐν αὐτῷ τῷ πάσχειν. Οὐ γὰρ ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ αὐτῷ ἦν ἀντίδοσις τὸ ποιῆσαι τὸ δο‐ κοῦν τῷ Θεῷ· ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν. Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χρι‐ στῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων | |
15 | ἀνθρώπων ἐσμὲν, διὰ τὴν αὐτὴν αἰτίαν λέγει, καὶ ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης διασεῖσαι αὐ‐ τῶν τὴν ἀπιστίαν περὶ τῆς ἀναστάσεως. «Ἐκνήψατε δικαίως.» Τουτέστιν, ἐπὶ τῷ συμφέροντι· ὡς πρὸς μεθύον‐ | |
20 | τας καὶ μαινομένους. «Καὶ μὴ ἁμαρτάνετε.» Δεικνὺς ὅτι ἀπὸ πονηροῦ βίου τὰ σπέρματα αὐτῆς τῆς ἀπιστίας. Καὶ γὰρ πολλοὶ τῶν πονηρὰ συνειδό‐ των ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, καὶ | |
25 | εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες, καθ’ ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. «Ἀγνωσίαν γὰρ Θεοῦ τινὲς ἔχουσιν.» Ὅρα πῶς πάλιν εἰς ἐκείνους μεταφέρει τὰ ἐγκλή‐ | |
30 | ματα. Τὸ γὰρ τῇ ἀναστάσει διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύναμιν, τὴν ἄμαχον, καὶ πρὸς πάντα ἀρκοῦσαν. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ διαλυθέντα ἀναστῆσαι δυ‐ νήσεται. | |
35 | «Πρὸς ἐντροπὴν ὑμῖν λέγω.» Τουτέστιν, ὥστε διορθῶσαι, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους. «Ἀλλ’ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;» | |
40 | Ἀντίθεσιν λύει παρ’ Ἑλλήνων εἰσαγομένην. «Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ; καὶ ὃ σπείρεις,» Τουτέστιν, Παρὰ σαυτῷ τὴν ἀπόδειξιν ἔχεις τού‐ των, δι’ ὧν πράττεις καθ’ ἑκάστην ἡμέραν, καὶ ἀντι‐ | |
45 | λέγεις ἔτι; φησί. Διὸ καὶ ἄφρονά σε καλῶ, ὅτι τὰ καθ’ ἡμέραν ὑπὸ σοῦ γινόμενα ἀγνοεῖς. Καὶ ὅρα τὴν ὑπερβολήν. Ὃ γὰρ ἐποίουν ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν. Καὶ γὰρ ἔλεγον, Οὐκ ἀνίσταται, ἐπειδὴ ἀπέθανεν. Ὁ | |
95.696(50) | δὲ ἀντιστρέψας, φησὶν, Καὶ μὴν εἰ μὴ ἀπέθανεν, οὐκ ἂν ἀνέστη. «Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις.» Τουτέστιν, οὐ στάχυν ὁλόκληρον, οὐ σῖτον νέον, οὐ καλάμην ἔχοντα, οὐκ ἄχυρον. Ἐνταῦθα γὰρ οὐκέτι | |
55 | πρὸς τὴν ἀνάστασιν ὁ λόγος, ἀλλὰ πρὸς τὸν τρόπον | |
τῆς ἀναστάσεως· ποταπὸν σῶμα τὸ μέλλον ἀνίστα‐ | 695 | |
95.697 | σθαι, οἷον εἰ τὸ αὐτὸ, ἢ καὶ βέλτιον καὶ λαμπρότε‐ ρον. Καὶ ἀμφότερα ἐκ τοῦ αὐτοῦ ὑποδείγματος λαμ‐ βάνει, δεικνὺς ὅτι πολλῷ βέλτιον. «Εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν.» | |
5 | «Τοῦτό φησιν, ἵνα μὴ ἄλλο τις ὑποπτεύσῃ σῶμα εἰρῆσθαι.» «Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε.» Μὴ τοίνυν περιεργάζου, μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα | |
10 | ἀκούσῃς. «Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.» Ἐπειδή τινες ἠπόρουν περὶ τῆς ἀναστάσεως, καὶ ἔλεγον Ποίῳ δὲ σώματι ἔρχονται; τούτου χάριν ὑποφέρει ὡς ἐπὶ ὑποδείγματος, τὸ τῶν σπερμάτων | |
15 | ἴδιον σῶμα λέγων. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. «Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ κτηνῶν, ἄλλη δὲ ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώ‐ | |
20 | ματα ἐπίγεια· ἀλλ’ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Οὕτω καὶ ἀνάστασις τῶν νεκρῶν· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ‐ | |
25 | σίᾳ.» Ἵνα μὴ ἐκ τοῦ ὑποδείγματος ὁμοτιμίαν πάντες νομίσωσιν ἐν τῷ μέλλοντι λαμβάνειν, φησίν· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Ὅμοιον ὡς εἰ λέγοι· Τί λέγω, φησὶν, ἐπὶ τῶν σπερμάτων; Ἐπὶ τῶν σωμά‐ | |
30 | των γυμνάσωμεν τοῦτο αὐτὸ, περὶ οὗ ὁ λόγος ἡμῖν νῦν· ἐπειδὴ τὸν τῆς ἀναστάσεως κατεσκεύασε λόγον, δείκνυσι λοιπὸν, ὅτι πολλὴ ἡ τῆς δόξης τότε διαφορὰ, εἰ καὶ ἀνάστασις μία. Καὶ διαιρέσεις δύο, εἰς τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώ‐ | |
35 | ματα ἀνίσταται, ἔδειξεν διὰ τοῦ σίτου. Ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. Δείκνυ‐ σιν οὖν ὡς καὶ τῶν δικαίων πολλὴ ἡ διαφορὰ, τὸν μὲν ἡλίῳ, τὸν δὲ ἀστέρι παρεικάζων· καὶ τῶν ἁμαρ‐ τωλῶν πολλὴ ἡ διαφορὰ, ζώων σώματα λέγων, καὶ | |
40 | ἰχθύων, καὶ κτηνῶν· καὶ ὅλως δι’ ὑποδειγμάτων ἄγει τὸν λόγον, καὶ ἐπὶ τῶν ἄνω, καὶ ἐπὶ τῶν κάτω. «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ.» Τί γὰρ ἀτιμότερον ὄζοντος σώματος καὶ διαῤ‐ ῥέοντος; | |
45 | «Σπείρεται ἐν ἀσθενείᾳ.» Οὔπω γὰρ ἡμέραι τριάκοντα, καὶ τὸ πᾶν δια‐ λύεται. «Ἐγείρεται ἐν δυνάμει.» Τότε γὰρ αὐτοῦ οὐδὲν περιέσται λοιπόν. | |
95.697(50) | «Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευ‐ ματικόν.» Τοῦτό φησιν, οὐχ ὡς μὴ ὄντος καὶ νῦν, διὰ τὸν ἀῤῥαβῶνα [τοῦ Πνεύματος], τοῦ σώματος πνευματι‐ | |
κοῦ, ἀλλ’ ὡς τότε πολλῷ πλέον ὄντος. Νῦν μὲν γὰρ | 697 | |
95.700 | οὐ μένει τὸ Πνεῦμα· πολλάκις γὰρ ἁμαρτανόντων ἀφί‐ σταται· τότε δὲ βεβαία αὐτῷ ἔσται ἡ παραμονή. «Εἰ ἔστι σῶμα ψυχικὸν, ἔστι καὶ πνευματικόν. Οὕτω καὶ γέγραπται·» | |
5 | Ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ’ ἀέρος ὀχεῖσθαι. «Ἐγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ | |
10 | πνευματικόν. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουρά‐ νιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσα‐ μεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα | |
15 | τοῦ ἐπουρανίου. Τοῦτο δέ φημι, ἀδελφοὶ,» Τουτέστι, παχὺς καὶ τοῖς παροῦσιν προσηλωμένος. Ἅμα δὲ καὶ τὸν περὶ πολιτειῶν εἰσάγει λόγον. «Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆ‐ σαι οὐ δύνανται.» | |
20 | Σάρκα καὶ αἷμα ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί. Καὶ πάλιν, Οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύ‐ νανται. «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. Ἰδοὺ | |
25 | μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα.» Τουτέστιν ἡ κακία, τὴν δόξαν ἐκείνην, καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυσιν. «Ἐν ἀτόμῳ.» | |
30 | Τουτέστιν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ. «Ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ· καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι.» Τοῦτο ἑρμηνεία τοῦ πρώτου· οἷον εἰς ὅσον εἰς τὸ καμμύσαι μόνον. | |
35 | «Καὶ ἡμεῖς ἀλλαγησόμεθα.» Περὶ τῶν τότε ζώντων εὑρισκομένων τοῦτό φησιν. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνη‐ | |
40 | τὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λό‐ γος ὁ γεγραμμένος·» Πάλιν περὶ τὸ ὑπόδειγμα ἔρχεται καὶ τὸν τῆς ἀνα‐ στάσεως λόγον, τὰ περὶ πολιτείας ἀφείς. «Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, | |
45 | τὸ νῖκος; Ποῦ σου, ᾅδη, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.» Πάλιν ἐκ προφητείας ἡ ἀπόδειξις. «Ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος. Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου | |
95.700(50) | ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν· πραττομένη μὲν, | |
οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν | 699 | |
95.701 | ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ τοῦτό φησιν, ὅτι εἰσήνεγκεν ὁ νόμος τὴν ἁμαρτίαν, ἀλλ’ ὅτι ἐπέτεινε τὴν κόλασιν. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, | |
5 | ἀμετακίνητοι,» Εὔκαιρος λοιπὸν ἡ παραίνεσις. «Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυ‐ ρίῳ.» | |
10 | Τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ. ΚΕΦΑΛ. Ιϛʹ. «Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους.» Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων λόγον, καὶ μέλλων εἰς τὸν ἠθικὸν μεταβαίνειν, πάντα τὰ ἄλλα | |
15 | ἀφεὶς, τὸν περὶ τῆς ἐλεημοσύνης κινεῖ λόγον. Λογίαν δὲ συλλογὴν τῶν χρημάτων φησίν. «Ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.» Οὐκ εἶπε, παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ δι‐ | |
20 | έταξα, ὅπερ αὐθεντικώτερον. «Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ’ αὐτῷ τιθέτω, ὅ τι ἂν εὐοδωθῇ.» Ἀναμνήσθητε γὰρ, φησὶν, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ ἐν ταύτῃ | |
25 | γέγονεν, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμε‐ τέρας· μετὰ δὲ τούτων, καὶ τὸ μυστήριον ἐν αὐτῇ κοινωνεῖν. Ὅρα πῶς καὶ ἀπὸ τοῦ καιροῦ συμβου‐ λεύει, καὶ ἀπὸ τοῦ τρόπου. «Ἵνα μὴ ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὅταν | |
30 | δὲ παραγένωμαι,» Ἡ γὰρ προσδοκία τοῦ Παύλου προθυμοτέρους αὐτοὺς ποιεῖ. «Οὓς ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ.» | |
35 | Ἀνύποπτον ποιεῖ τὸν λόγον, μὴ λέγων τὸν δεῖνα, ἢ τὸν δεῖνα. Εὖ δὲ καὶ τὴν χάριν, μὴ τὴν ἐλεημο‐ σύνην, εἰπεῖν. «Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακε‐ | |
40 | δονίαν διέλθω. Μακεδονίαν γὰρ διέρχομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν καταμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς ἐμὲ προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν.» Ἐνταῦθα πάλιν δαψίλειαν συμβουλεύει. | |
45 | «Ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Ἐὰν ἔλθῃ Τιμό‐ θεος, βλέπετε,» | |
95.701(50) | Ταῦτα ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐπιδεικνύ‐ μενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνοντας σωφρονίζων. «Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.» Τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξαναστῇ τῶν κατ‐ | |
εγνωσμένων ἐκείνων. | 701 | |
95.704 | «Καὶ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ.» Ἀπὸ τῆς διακονίας ἀξιόπιστον αὐτὸν δείκνυσι. «Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ.» | |
5 | Ἐπειδὴ καὶ νέος ἦν, καὶ μόνος ἐνεχειρίσθη τοσού‐ του λαοῦ διόρθωσιν. «Ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν, καὶ πάντως | |
10 | οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ. Ἐλεύσεται δὲ ὅταν εὐ‐ καιρήσῃ. Γρηγορεῖτε,» Καὶ τοῦτο φοβοῦντος ἦν, ἵνα εἰδότες, ὅτι ἐρεῖ πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται. Καὶ ἀγάπην δὲ εἰς ἐκείνους ἐνδείκνυται πολλὴν, ὅτι | |
15 | τὸν οὕτω χρήσιμον, δι’ ἑαυτοὺς ἔπεμψεν. «Στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.» Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξωθεν. «Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ καὶ Φουρ‐ | |
20 | τουνάτου, ὅτι ἐστὶν» Ἐπειδὴ καὶ τὰ εἰρημένα πάντα, φησὶν, ἐγκλήματα ἐκ τοῦ ταύτην ἠμελῆσθαι περίεστιν. «Ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτοὺς, ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε | |
25 | τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κο‐ πιῶντι.» Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων, Ἐβά‐ πτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρ‐ χὴν αὐτὸν, οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης | |
30 | τῆς Ἑλλάδος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώ‐ μιον, τὸ πρῶτον τῷ Χριστῷ προσελθεῖν. Διὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἱ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ οὐκ εἶπεν· ὅτι πρῶτον ἐπίστευσαν, ἀλλὰ ἀπαρχὴ | |
35 | ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο. «Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρ‐ τουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα, καὶ | |
40 | τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τούτους· αὐτοὶ γὰρ ἦσαν οἱ ἐλθόντες καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν. Τούτου χάριν φησὶν, ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα, Καὶ τὸ, ὑμῶν, δεικνὺς ἀντὶ πάν‐ | |
45 | των ἐλθόντας καὶ ἑλομένους ἀποδημίαν στέλλεσθαι τοσαύτην ὑπὲρ αὐτῶν. «Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ’ οἶκον αὐτῶν Ἐκκλησίᾳ. Ἀσπάζονται | |
95.704(50) | ὑμᾶς οἱ ἀδελφοὶ πάντες.» Ἐπισυνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ ἀσπα‐ σμοῦ. «Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.» | |
Ταύτην τὴν τοῦ ἁγίου ἀσπασμοῦ ἐνταῦθα μόνον | 703 | |
95.705 | τίθησι προσθήκην, ἐπειδὴ σφόδρα διεστήκεσαν ἀφ’ ἑαυτῶν, τῷ λέγειν, Ἐγὼ μέν εἰμι τοῦδε, ἐγὼ δὲ τοῦδε. «Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» | |
5 | Δείκνυσι μετὰ πολλῆς σπουδῆς τὴν ἐπιστολὴν συν‐ τεθεῖσθαι. «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα.» Δι’ ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησεν, τοὺς | |
10 | τὰ μέλη ἑαυτῶν ποιοῦντας μέλη πόρνης, τοὺς σκαν‐ δαλίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς τῇ ἀναστάσει ἀπιστοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξεν τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τὴν τῆς κακίας δυσσέβειαν. | |
15 | «Μαραναθᾶ.» Ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν, καὶ τούτων δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον ἦν τῶν κακῶν, καταστέλλων αὐ‐ τὴν οὐδὲ Ἑλλάδι κέχρηται φωνῇ, ἀλλὰ τῇ Ἑβραΐδι, | |
20 | δεικνὺς, ὅτι οὐ μόνον καταισχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς θερμότητος ἀσπάζεται. Τί δέ ἐστιν τὸ, Μαραναθᾶ; ὅτι Ὁ Κύριος ἦλθεν. Τίνος δὲ ἕνεκεν αὐτό φησιν, ἢ τὸν οἰκονομίας βε‐ βαιῶν λόγον, ἐξ οὗ μάλιστα τὰ σπέρματα τῆς ἀνα‐ | |
25 | στάσεως συνέθηκεν; Ὡσανεὶ ἔλεγεν, Ὁ κοινὸς πάντων Δεσπότης κατα‐ βῆναι τοσοῦτον κατηξίωσε, καὶ ὑμεῖς ἐν τοιούτοις ἐστέ; «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.» | |
30 | Τοῦτο γὰρ διδασκάλου, τὸ μὴ μόνον συμβουλεῦ‐ σαι, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. «Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, Ἀμήν.» Ἐπειδὴ σφοδρῶς αὐτῶν ἥψατο, καταπραΰνει λοι‐ | |
35 | πόν, ἵνα δὲ μὴ νομίσωσιν, ὅτι ἱκετεύων αὐτοὺς εἰς τοῦτο κατέληξεν, προσέθηκε τὸ, Ἐν Χριστῷ· οὐδὲν γὰρ ἀνθρώπινον ἔχει, οὔτε σαρκικὸν, ἀλλὰ πνευμα‐ τική τίς ἐστιν. Πρὸς Κορινθίους αʹ στίχων, ͵ωμβʹ. Ἐγράφη | |
40 | ἀπὸ Φιλίππων διὰ Στεφανᾶ, καὶ Φουρτουνάτου, καὶ Ἀχαϊκοῦ, καὶ Τιμοθέου. Ἀναγνώσεις, εʹ κε‐ φάλαια θʹ, μαρτύρια ιζʹ, στίχοι ὀκτακόσιοι ἑβδο‐ μήκοντα. | |
t44 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ. | |
45 | ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ τοῦ θε‐ | |
λήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός.» | 705 | |
95.708 | Αἰτία δευτέρας ἐπιστολῆς Ἐγένετο τῷ Ἀποστόλῳ, τὸ ὑποσχέσθαι ἐν τῇ προτέρᾳ αὐτὸν ταχέως ἥξειν πρὸς αὐτοὺς, καὶ μὴ ἐκγενέσθαι τοῦτο ποιῆσαι. Καὶ ἑτέρα αἰτία, τὸ βελτιωθῆναι αὐτοὺς ἐκ τῆς Ἐπιστο‐ | |
5 | λῆς τῆς πρώτης. Προγράφει οὖν καὶ περὶ τοῦ βρα‐ δῦναι ἀπολογούμενος, καὶ τὴν ἐκ τῆς προτέρας Ἐπιστολῆς γενομένην διόρθωσιν ἀποδεχόμενος. «Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συνάγων εἰς | |
10 | ἕν. «Τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν | |
15 | Ἰησοῦ Χριστοῦ.» Ἀπὸ τοῦ ἔθνους προσαγορεύει, καὶ τούτων τι‐ μῶν τοὺς Κορινθίους. «Ὁ πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης πα‐ ρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει | |
20 | ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλού‐ μεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.» Τὴν αἰτίαν λέγει τῆς ἀπολείψεως. Φησὶν οὖν· Οἶδα μὲν ὑποσχόμενος ἥξειν· ἐπειδὴ δὲ διὰ τὰς θλί‐ | |
25 | ψεις ἐνεποδίσθην, σύγγνωτε. καὶ μὴ καταγνῶτέ τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν. «Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χρι‐ στοῦ εἰς ἡμᾶς, οὕτω καὶ διὰ τοῦ Χριστοῦ περισσεύει ἡ παράκλησις ἡμῶν· εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς | |
30 | ἡμῶν παρακλήσεως καὶ σωτηρίας,» Ἵνα μὴ καταβάλῃ τοὺς μαθητὰς τὸ σφόδρα ἐπαί‐ ρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περι‐ ουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν τὴν διάνοιαν· οὐ μόνον τοῦτο, ἀλλὰ τῷ ἀνα‐ | |
35 | μνῆσαι τοῦ Χριστοῦ, καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα. Εἰπὼν δὲ μίαν καὶ πρώτην παρακλή‐ σεως παραμυθίαν, τὸ κοινωνῆσαι Χριστῷ, λέγει καὶ δευτέραν, τὸ τὴν τῶν μαθητευομένων ἐντεῦθεν κατα‐ σκευάζεσθαι σωτηρίαν. Κατασκευάζει δὲ τοῦτο οὕ‐ | |
40 | τως· Εἰ μὴ ἐκηρύξαμεν, φησὶν, ὑμῖν, φοβούμενοι τὰ δεινὰ, ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα· νῦν δὲ ὅσῳ ἂν ἐπιτείνηται τὰ τῶν διωγμῶν τῶν ἡμετέρων, τοσούτῳ μᾶλλον ἐπιδιδόναι τὰ τῆς χρηστῆς ἐλπίδος προσδοκᾷν δεῖ. | |
45 | «Τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν πα‐ θημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὸ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας,» Δείκνυσιν ὅτι μετὰ τῆς αὐτῶν ὠφελείας καὶ ἡ | |
95.708(50) | χάρις πολλὰ ἐνίσχυσεν ἐνεργοῦσα ἐν αὐτοῖς. «Ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Οὐ γὰρ θέλω μὲν ὑμᾶς | |
ἀγνοεῖν, ἀδελφοὶ, ὑπὲρ τῆς θλίψεως ἡμῶν, τῆς γενο‐ | 707 | |
95.709 | μένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ἐβα‐ ρύνθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν.» Ὥσπερ διωκομένων ἡμῶν ἀλγεῖτε, φησὶν, ὡς αὐ‐ | |
5 | τοὶ τοῦτο πάσχοντες, οὕτως ἴσμεν ὅτι καὶ παρακα‐ λουμένων, αὐτοὶ τούτων ἀπολαύετε. «Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανά‐ του ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ.» | |
10 | Τουτέστι, τὴν κρίσιν καὶ τὴν προσδοκίαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τοιαύτην προσδοκίαν εἶχε τὰ πράγματα, ὅτι ἀποθανούμεθα πάντες, ἀλλ’ οὐ προέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ἡμετέρας ἐννοίας ἔστη. Τὸ δὲ, ἵνα μὴ πεποιθότες ὦμεν, οὐκ ἐπειδὴ αὐτὸς | |
15 | οὕτω διέκειτο λέγει, ἀλλὰ τοὺς ἄλλους ἐν τοῖς ὡς περὶ αὐτοῦ λεγομένοις ῥυθμίζων. «Τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται· εἰς ὃν ἠλπί‐ καμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ | |
20 | ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει.» Πάλιν τοὺς περὶ ἀναστάσεως αὐτοῖς κινεῖ λό‐ γους. «Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν.» | |
25 | Ἵνα τὰ πολλὰ πρόσωπα, φησὶν, αὐτῷ εὐχαρι‐ στήσῃ, ἐπειδὴ καὶ τὰ πολλὰ τὴν χάριν ἔλαβεν. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων εὐχὰς αὐτοὺς διεγείρων, ὁμοῦ δὲ καὶ ταπεινοφροσύνην αὐ‐ τοὺς διδάσκων, καὶ εἰς ἀγάπην ἄγων. Πρὸς δὲ τού‐ | |
30 | τοις κἀκεῖνο, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ποιήσῃ Θεὸς μέγα, ἐνταῦθα καὶ εὐχὴ συμβάλλεται. «Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι,» Τρίτην αἰτίαν παρακλήσεως τίθησιν. Αὕτη δέ | |
35 | ἐστιν, ἡ ἐν καθαρῷ συνειδότι πανταχοῦ τῆς οἰκου‐ μένης ἀναστρέφεσθαι. Ταῦτα δὲ λέγει, παιδεύων αὐτοὺς καὶ ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ὅταν τὸ συνειδὸς καθαρὸν ἔχωσιν. Ὁ δὲ νοῦς οὕτως· Ἡ καύ‐ χησις ἡμῶν αὕτη ἐστὶ, φησὶν, ἡ συνείδησις ἡμῶν, | |
40 | οὐκ ἔχουσα ἡμᾶς καταδικάζειν ὡς ἐπὶ πονηροῖς πράγμασιν ἐλαυνομένους. «Καὶ εἰλικρινείᾳ τοῦ Θεοῦ.» Τουτέστιν, οὐδὲν δολερόν. «Οὐκ ἐν σοφίᾳ σαρκικῇ.» | |
45 | Τουτέστιν, οὐκ ἐν κακουργίᾳ, οὐδὲ δεινότητι λό‐ γων, ἢ συμπλοκῇ σοφοῖς χαρισμάτων. «Ἀλλ’ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κό‐ σμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.» Τὴν παρ’ αὐτοῦ δύναμιν δεδομένην ὑμῖν διὰ τῶν | |
95.709(50) | σημείων ἐνδεικνύμενοι. «Οὐ γὰρ ἄλλα γράφομεν ἡμῖν, ἀλλ’ ἢ ἃ ἀναγι‐ νώσκετε, ἢ καὶ ἐπιγινώσκετε.» | |
Ἐπειδὴ μεγάλα ἐφθέγξατο περὶ ἑαυτοῦ, ὅπερ ἦν | 709 | |
95.712 | φορτικὸν, αὐτοὺς παράγει μάρτυρας τῶν λεγομέ‐ νων. «Ἐλπίζω δὲ κἀγὼ, ὅτι ἕως τέλους ἐπιγνώσεσθε, καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους. | |
5 | Ἀπὸ τῶν παρελθόντων πιστοῦται τὰ μέλλοντα. Εἶτα, καὶ οὐχ ἁπλῶς τοῦτο ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπιῤῥίπτων τῷ Θεῷ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι. «Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.» | |
10 | Ἐνταῦθα τὸν ἐκ τῶν εἰρημένων ὑποτέμνεται φθόνον ἢ ἔριδας, αὐτοὺς καὶ κοινωνοὺς ποιῶν τῆς δόξης τῶν αὐτοῦ κατορθωμάτων. Οὐ γὰρ μέχρις ἡμῶν κατήντησε, φησὶ, ἀλλὰ καὶ εἰς ἡμᾶς δια‐ βαίνει. | |
15 | «Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, καὶ δι’ ὑμῶν ἀπελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ’ ἡμῶν προ‐ πεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόμε‐ | |
20 | νος,» Τὸ σφόδρα θαῤῥεῖν ὑμῖν, τὸ καυχᾶσθαι ἐφ’ ὑμῖν, καὶ καύχημα ἡμῶν ὑμᾶς εἶναι. «Μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύο‐ μαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ | |
25 | Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ;» Τίνος ἕνεκεν οὐκ ἦλθον, φησίν; ἆρα ὡς κοῦφος καὶ εὐριπιστής; οὐδαμῶς. Ἀλλὰ διὰ τί; Ὅτι ἃ βου‐ λεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ | |
30 | τοῖς παροῦσι πράγμασι προσηλωμένος, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέ‐ ναι δύναται, καὶ πλανᾶσθαι ὅπου βούλεται. Ὁ δὲ ὑπὸ τοῦ Πνεύματος ἀγόμενος, οὐ τῆς ἑαυτοῦ γνώ‐ μης πανταχοῦ δύναται κύριος εἶναι, τῆς ἐκεῖθεν | |
35 | ἐξουσίας ἐξαρτήσας αὐτὴν, ἀλλ’ ὅπου ἂν ἐκεῖνο βούληται, ἄγεται, δεσποτικοῖς παλαίσμασι χρώμε‐ νος. Τοῦτο οὖν φησιν, ὅτι Οὐκ εἰμὶ τῆς τοῦ Πνεύ‐ ματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδί‐ ζειν ὅπου βούλομαι. Καὶ γὰρ ὑπόκειμαι τῷ ἐπι‐ | |
40 | τάγματι τοῦ Παρακλήτου, καὶ ἐπιτάττομαι. Διὰ τοῦτο οὐκ ἠδυνήθην ἐλθεῖν, οὐ γὰρ ἔδοξε τῷ Πνεύ‐ ματι. Τοῦτο δὲ καὶ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπται. Ἀλλαχοῦ γὰρ Προαιρούμενον ἐλθεῖν, τὸ Πνεῦμα ἀλλαχοῦ βαδίζειν ἐκέλευσεν. Ὥστε οὐ τῆς | |
45 | ἐμῆς ἐλαφρίας, τουτέστιν, οὔτε τῆς κουφότητος τὸ μὴ ἐλθεῖν, ἀλλὰ τὸ, τῷ Πνεύματι ὑποκείμενον, ἐκείνῳ πείθεσθαι. «Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ, καὶ, Οὔ.» | |
95.712(50) | Ἀντίθεσιν ἀνακύπτουσαν λύει. Εἰ οὐκ ἔστι, φησὶ, παρὰ σοὶ τὸ Ναὶ, καὶ, Οὒ, ἀλλὰ ἃ νῦν λέγεις, ἀνα‐ τρέπεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆς ἐπιδημίας τῆς σῆς ἐποίησας, οὐαὶ ἡμῖν μή ποτε καὶ ἐν τῷ κηρύ‐ γματι τοῦτο γέγονεν. Ἵνα οὖν μὴ ταῦτα ἐννοοῦντες | |
55 | πράττωνται, φησὶν ὅτι οὐκ ἐπὶ τοῦ κηρύγματος | |
οὕτως ἐγένετο. Τὰ μὲν γὰρ ἀνθρώπινα οἴονται δια‐ | 711 | |
95.713 | ψευσθῆναι, τὰ δὲ τοῦ Θεοῦ οὐχ οὕτως. Διό φησι· Πιστὸς ὁ Θεὸς, τουτέστιν ἀληθής. Μὴ τοίνυν ὑπό‐ πτευε τὰ ἐκείνου οὕτως· οὐδὲν γὰρ ἐν αὐτοῖς ἀν‐ θρώπινον. | |
5 | «Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθεὶς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τι‐ μοθέου, οὐκ ἐγένετο ναὶ, καὶ, οὔ.» Ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν ποῖον λόγον φησί. Τὸ δὲ, ναὶ, καὶ, οὐ, τοῦτο σημαίνει. Οὐκ | |
10 | ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύ‐ γματι. Οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανη‐ μένης διανοίας ἐστίν. «Ἀλλὰ, ναὶ, ἐν αὐτῷ γέγονε.» | |
15 | Τουτέστιν ὅπερ εἶπον, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει. «Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τῷ ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ, ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι’ ἡμῶν.» | |
20 | Τοῦτό φησι, διὰ τὸ πολλὰ τὸ κήρυγμα ὑπισχνεῖ‐ σθαι, καὶ αὐτοὺς τὰ πολλὰ ταῦτα ἐπαγγέλλεσθαι, καὶ κηρύττειν. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἄθλων, καὶ περὶ τῶν ἀποῤῥήτων ἐκείνων | |
25 | ἀγαθῶν. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν φησὶν ἀκινήτους. Οὐ γὰρ ἐγένετο ἐν αὐτοῖς ναὶ καὶ οὐ, τουτέστιν, οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ’ ἀεὶ ἀληθῆ. | |
30 | Εἰ δὲ ἃ ὑπέσχετο, βέβαια, πολλῷ μᾶλλον αὐτὸς, καὶ ὁ περὶ αὐτοῦ λόγος. «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρί‐ σας ἡμᾶς Θεὸς, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. | |
35 | Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν.» Τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν, πῶς τὰ | |
40 | μέλλοντα οὐ δίδωσι; Τὸ δὲ χρίσας ἡμᾶς καὶ σφρα‐ γισάμενος, τὴν τοῦ Πνεύματος δωρεὰν σημαίνει. «Ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόριν‐ θον· οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλ’ ὅτι συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Τῇ γὰρ πίστει | |
45 | ἑστήκατε.» ΚΕΦΑΛ. Βʹ. «Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς.» Βέλτιον γὰρ ἐνόμισα ἐνδοῦναι εἰς τὸ μετανοῆσαι, | |
95.713(50) | φησὶν, ἢ παρὼν ἐπεξελθεῖν καὶ παροξυνθῆναι μει‐ ζόνως. «Καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» Εἰ καὶ ἐν λύπῃ, φησὶν, ἔμελλον εἶναι, ἀναγκαζό‐ | |
55 | μενος ὑμῖν ἐπιτιμᾷν καὶ ὁρᾷν λυπουμένους, ἀλλ’ | |
ὅμως καὶ δι’ αὐτὸ τοῦτο εὐφραίνομαι. Μεγίστης γὰρ | 713 | |
95.716 | τοῦτο ἀγάπης τεκμήριον, τὸ τοσούτου παρ’ ὑμῖν ἄξιον εἶναί με, ὡς δύνασθαι δάκνειν ὑμᾶς ἀποστρε‐ φόμενον. «Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν λύ‐ | |
5 | πην ἔχω, ἀφ’ ὧν ἔδει με χαίρειν· πεποιθὼς ἐπὶ πάν‐ τας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.» Τοῦτο λέγει, τὸ εἰπεῖν, ὅτι Διὰ τοῦτο οὐκ ἦλθον, φειδόμενος ὑμῶν. «Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας | |
10 | ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην, ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.» Φιλοστοργίαν πολλὴν ἐνδείκνυται, εἴ γε αὐτὸς πολλῷ πλέον τῶν ἡμαρτηκότων ἀλγεῖ. | |
15 | «Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.» Οἶδα, φησὶν, ὅτι συνελυπήθητέ μοι, καὶ συνηγα‐ νακτήσατε ἐπὶ τῷ πεπορνευκότι, καὶ ἐκ μέρους πάν‐ τας ὑμᾶς ἐλύπησε τὸ συμβάν. Διὰ τοῦτο δὲ εἶπον, ἐκ | |
20 | μέρους, οὐχ ὡς ὑμῶν ἐλάττονα ἀλγησάντων ἢ ἐγὼ, ἀλλ’ ἵνα μὴ βαρήσω τὸν πορνεύσαντα. «Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων.» Οὐ λέγει, τῷ πεπορνευκότι, ἀλλὰ, τῷ τοιούτῳ, | |
25 | κουφίζων τὸ βάρος. «Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ κατα‐ ποθῇ ὁ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῷ | |
30 | τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.» Οὐ μόνον κελεύει λύσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ παραμυθίαν εἰσενεγκεῖν εἰς πάντα. Ἐγκωμιάζει δὲ, τῆς προτέρας ὑπακοῆς ἀναμνήσας, καὶ εἰς μέσον αὐτὴν ἄγων. | |
35 | «ᾯ δέ τι χαρίζεσθε, κἀγώ.» Ὅρα πῶς τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους μὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόμενον δεικνύς· ὅπερ δύ‐ ναται μάλιστα μαλάξαι θρασυνομένην γνώμην. «Καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι δι’ | |
40 | ὑμᾶς.» Ἵνα μὴ ὑπτίους ποιήσῃ ὡς κυρίους ὄντας, πάλιν αὐτοὺς ἄγχει πρὸς τὸ ὑπακούειν, λέγων· Καὶ τοῦτο γὰρ αὐτὸ δι’ ὑμᾶς ἐποίησα. «Ἐν προσώπῳ Χριστοῦ.» | |
45 | Εἰς δόξαν Χριστοῦ λέγει, ἢ ὡς τοῦ Χριστοῦ καὶ τοῦτο κελεύοντος· ὃ μαλίστα αὐτοὺς ἔπειθεν. «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾷ.» Καλῶς πλεονεξίαν ὠνόμασεν· οὐδὲ γὰρ τὰ ἐν αὐ‐ τῷ λαμβάνει λοιπὸν, ἀλλὰ τὰ ἡμῶν ἁρπάζει. Γέγονε | |
95.716(50) | γὰρ ὁ μετανοήσας ἀμείνων. | |
«Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» | 715 | |
95.717 | Ὅτι καὶ προσχήματι εὐλαβείας ἀπόλλυσιν, οὐ μό‐ νον τῷ εἰς πορνείαν ἀγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τοὐναν‐ τίου δύναται διαφθεῖραι, ἐκ τῆς ἀμέτρου λύπης τῆς ἐπὶ τῇ μετανοίᾳ. | |
5 | «Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα διὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐ‐ τοῖς, ἐξῆλθον εἰς Μακεδονίαν.» | |
10 | Εἰπὼν ἐν ἀρχαῖς ὅτι ἐν τῇ Ἀσίᾳ ἐβαρήθη ὑπὲρ δύναμιν, καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρελθὼν ἀναγκαίως, διδάσκει πάλιν, ὅτι καὶ ἑτέ‐ ρως ἐθλίβη. Πῶς οὖν καὶ τίνι τρόπῳ; τῷ μὴ εὑρεῖν Τίτον. Οὗτος δὲ ἐν Κορίνθῳ διέτριβεν. | |
15 | «Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ.» Ἵνα μὴ δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χά‐ ριν ἀναπέμπει τῷ Θεῷ· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. Πανταχοῦ θλίψις, πανταχοῦ στενοχωρία. Ἦλθον εἰς | |
20 | τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναμιν. Ἦλθον εἰς Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ἡμᾶς, οὐ μικράν μοι καὶ τοῦτο ἀθυμίαν ἐποίησεν· ἀλλ’ ἐν τούτοις πᾶσι, φησὶν, οὐκ ἀλγοῦμεν, ἀλλὰ καὶ χαίρομεν, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ | |
25 | διὰ τὰ παρόντα, ὅτι ἐν αὐτοῖς λαμπροί ἐσμεν καὶ προσφανεῖς. Διὸ τοῦτο καὶ θρίαμβον τὸ πρᾶγμα κα‐ λεῖ. Ὁ γὰρ θρίαμβος τοῦτό ἐστι, τὸ πᾶσι γενέσθαι περιφανή. Καὶ οὐχ ἁπλῶς θριαμβεύοντι, εἶπεν, ἀλλὰ καὶ ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν καὶ τὸ κή‐ | |
30 | ρυγμα. «Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμέ‐ νοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ | |
35 | ὀσμὴ ζωῆς εἰς ζωήν.» Δείκνυσιν ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν· καὶ ἑτέρᾳ δὲ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Εἶτα ἐπειδὴ εἶπε, Καὶ ἐν τοῖς ἀπολλυμένοις εὐωδία ἐσμὲν, ἵνα | |
40 | μή τις νομίσῃ ὅτι κἀκεῖνοι εὐπαράδεκτοί εἰσι, παρ‐ ήγαγεν· Οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. Ὃ δὲ λέγει τοι‐ οῦτόν ἐστι· τὴν εὐωδίαν ταύτην, φησὶν, οἱ μὲν οὕτως προσίενται ὥστε σωθῆναι, οἱ δὲ οὕτως ὥστε | |
45 | ἀπολέσθαι· ὥστε κἂν ἀπόλλυταί τις, παρ’ αὐτοῦ ἡ αἰτία. Ἐπεὶ πολλάκις λέγεται τὸ μύρον πνίγειν τοὺς χοίρους, καὶ τοὺς ἀσθενεῖς τῶν ὀφθαλμῶν τὸ φῶς σκοτίζει. «Καὶ πρὸς ταῦτα τίς ἱκανός;» | |
95.717(50) | Ἐπειδὴ μεγάλα ἐφθέγξατο, ὅτι θυσία ἐσμὲν τοῦ Χριστοῦ, καὶ εὐωδία, καὶ ἐθριαμβευόμεθα παντα‐ χοῦ, πάλιν τῷ Θεῷ ἀνατίθησι ταῦτα· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; τὸ γὰρ πᾶν τοῦ Χρι‐ στοῦ, φησὶ, καὶ οὐδὲν ἡμέτερον. | |
55 | «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν | 717 |
95.720 | λόγον τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ Θεοῦ.» Εἰ μεγάλα ἐφθεγξάμεθα, ἀλλ’ οὐδὲν τὸ ἡμέτερον ἔφανεν εἶναι κατόρθωμα, ἀλλὰ πάντα τοῦ Χριστοῦ. | |
5 | Οὐ γὰρ μιμούμεθα τοὺς ψευδαποστόλους, τοὺς τὰ πολλὰ αὐτῶν λέγοντας εἶναι. Τοῦτο γάρ ἐστι τὸ κα‐ πηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, καὶ ὅταν τις χρημάτων πωλῇ, ὃ ἐκελεύσθη δωρεὰν δοῦναι. «Καὶ ἐνώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.» | |
10 | Οὐκ ἀπατῶντες ὑμᾶς αὐτὸ κηρύττομεν, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σοφίᾳ, ἀλλὰ τῇ παρ’ ἐκείνου δυνάμει χορηγούμενοι. ΚΕΦΑΛ. Γʹ. «Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν, εἰ μὴ | |
15 | χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν συστατικῶν. Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν· γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων.» Ὅπερ ἔμελλεν αὐτῷ παρ’ ἐκείνων ἀνθυποφέρε‐ | |
20 | σθαι, ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν αὐτὸς λύει. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τοσοῦτον ἀπέχομεν τοῦ δεηθῆναι πρὸς ὑμᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑμᾶς ἀντ’ ἐπιστολῆς ἔχειν. Λέγει δὲ, ὡς Εἰ ἔδει πρὸς ἑτέρους συστῆναι, ὑμᾶς ἂν παρηγάγομεν εἰς μέσον | |
25 | ἀντὶ ἐπιστολῆς. «Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, δια‐ κονηθεῖσα ὑφ’ ὑμῶν.» Ἐνταῦθα οὐ μόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατ‐ ορθώματα μαρτυρεῖ. | |
30 | «Ἐγγεγραμμένη, οὐ μελάνι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρ‐ δίας σαρκίναις.» Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑμᾶς παντα‐ χοῦ περιφέρομεν, καὶ ἐν νῷ ἔχομεν. | |
35 | «Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν.» Πάλιν τὸ ὅλον ἀνατίθησι τῷ Θεῷ. Τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. «Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίσασθαί τι | |
40 | ὡς ἐξ ἑαυτῶν.» Ὅρα πάλιν ἑτέραν διόρθωσιν. Λέγει δέ· οὐχ οὕτως εἶπον, πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθησι καὶ λογίζεται. | |
45 | «Ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκά‐ νωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμμα‐ τος, ἀλλὰ πνεύματος.» Τὸ δὲ, ἱκάνωσεν, τουτέστι, δυνατοὺς ἐποίησε καὶ ἐπιτηδείους. Οὐ μικρὸν γὰρ προκομίσαι τῇ οἰκου‐ | |
95.720(50) | μένῃ τοιαύτας νίκας, καὶ ἐντολὰς πολλῷ μείζους τῶν προτέρων. Διὸ καὶ ἐπήγαγεν, οὐ γράμματος, ἀλλὰ πνεύματος. «Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωο‐ ποιεῖ.» | |
55 | Ταῦτά φησιν, ἐκείνους καθαιρῶν τοὺς μεγαλοφρο‐ νοῦντας ἐπὶ τῷ Ἰουδαϊσμῷ. Οὐ γὰρ πνεῦμα, φησὶν, ἐκόμιζεν Μωϋσῆς, ἀλλὰ γράμματα· ἡμεῖς δὲ ἐπι‐ | |
στεύθημεν πνεῦμα διδόναι. Γράμμα δὲ ἐνταῦθα, | 719 | |
95.721 | τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ, τὴν χάριν τὴν διὰ τοῦ Πνεύματος, τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου.» | |
5 | Ἔτι τὴν σύγκρισιν ἐξεργάζεται. Ὃ δὲ νοῦς οὗτος. Εἰ ἐκείνη μὲν θανάτου, αὕτη δὲ δόξης διακονία, ἀναμφίβολον ὅτι ἡ δόξα αὕτη ἐκείνης μείζων ἐστί· διακονίαν δὲ θανάτου, τὸν νόμον λέγει. Διακονεῖ γὰρ εἰς θάνατον, ἐλέγχων τὰ ἁμαρτήματα. | |
10 | «Ἐν γράμμασιν, ἐντετυπωμένη ἐν λίθοις, ἐγεν‐ νήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ; | |
15 | Εἰ γὰρ ἡ διακονία κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Καθαιρεῖ πάλιν τὸ Ἰουδαϊκὸν φρόνημα. «Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης. | |
20 | Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.» Ἂν συγκρίνωμεν, φησὶ, ταύτην δόξαν ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς παλαιᾶς. Οὐχ ἁπλῶς δὲ τὸ μὴ εἶναι δόξαν κατασκευάζει. Διὸ ἐπάγει, ἐν τούτῳ τῷ | |
25 | μέρει, τουτέστιν κατὰ τὸν τῆς συγκρίσεως λόγον. «Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ.» Ἐπεὶ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς | |
30 | περὶ τῆς καινῆς ἐζήτει, καὶ ὀφθαλμοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζει πρὸς τὸν μέλλοντα αἰῶνα. «Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ τέλος τοῦ καταργουμένου.» | |
35 | Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, φησὶ, καθάπερ Μωϋ‐ σῆς. Δυνατοὶ γὰρ ἡμεῖς ἰδεῖν εἰς τὴν δόξαν ταύτην, ἣν περικείμεθα, καίτοι πολλῷ μείζονα οὖσαν ἐκείνης. «Ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν.» | |
40 | Τὰ μέλλοντα, φησὶ, προέγραψεν ὁ νόμος. Οὐ γὰρ μόνον τότε οὐκ εἶδον, ἀλλ’ οὐδὲ νῦν ὁρῶσι τὸν νόμον· καὶ ἡ αἰτία παρ’ αὐτοῖς. Ἡ γὰρ πώρωσις, γνώμης ἐστὶν ἀναισθήτου καὶ ἀγνωμοσύνης. «Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ | |
45 | τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνα‐ καλυπτόμενον.» Τί θαυμάζετε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύνανται, ὅπου γε καὶ τὴν ἐλάττω τὴν Μωϋσέως οὐκ εἶδον, οὔτε εἰς τὸ πρόσωπον ἀτενίσαι ἰσχύσαντο | |
95.721(50) | ἐκείνου; Τί δὲ ταράττεσθε εἰ οὐ πιστεύουσιν Ἰου‐ δαιοῖ Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ νομίμως; Διὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν, ἐπειδὴ οὐδὲ τὴν Παλαιὰν Διαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν. Δόξα γὰρ νόμου, τὸ πρὸς Χριστὸν ἐπι‐ | |
55 | στρέψαι. | 721 |
95.724 | «Ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ’ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Τοῦτο, φησὶν, οὐ δύνανται εἰδεῖν, ὅτι πέπαυται, | |
5 | ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ Χρι‐ στοῦ πέπαυται, πῶς οἱ μὴ δεχόμενοι τὸν Χριστὸν δυνήσονται εἰδεῖν, ὅτι οὐ κατήργηται ὁ νόμος; «Ἡνίκα δὲ ἀνεπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖ‐ ται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· οὗ | |
10 | δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Δείκνυσι τὸν τρόπον τῆς διορθώσεως. «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι,» Ἡμεῖς, φησὶν, οὐκ ἐδεήθημεν καλύμματος ὥσπερ | |
15 | ἐκεῖνοι. «Τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δό‐ ξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἅμα τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἦ ψυχὴ λάμπει τῶν καθαιρομένων· καὶ οὐ μόνον ὁρῶ‐ | |
20 | μεν εἰς δόξαν τοῦ Θεοῦ, ἀλλὰ κἀκεῖθεν δεχόμεθά τινα τὴν ἀστραπὴν, ὥσπερ εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκ‐ πέμψειεν. ΚΕΦΑΛ. Δʹ. | |
25 | «Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.» Αἰσθόμενος τῆς ὑπερβολῆς καὶ τοῦ μεγέθους τῶν εἰρημένων, μετριάζει πάλιν, καὶ ταῦτα ἀπὸ ἐλέους ἔχειν λέγων, καὶ φιλανθρωπίας Θεοῦ. | |
30 | «Ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες.» Οὐκ ἐπαγγελλόμεθα, φησὶ, καὶ ὑπισχνούμεθα μεγάλα, ἕτερα δὲ ἐπὶ τῶν ἔργων φέρομεν, καθά‐ περ ἐκεῖνοι· ἀλλὰ τοιοῦτοί ἐσμεν, οἷον ὁρώμεθα. | |
35 | «Ἐν πανουργίᾳ.» Δόξαν γὰρ εἶχον μὴ λαμβανόντων ἐκεῖνοι, καὶ ἐλάμβανον, καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων δοκίμων. Ἦσαν δὲ μυρίων γέμοντες κα‐ κῶν, ἀλλ’ ἡμεῖς τούτοις ἀπειπάμεθα, φησίν. Ταῦτα | |
40 | γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ. «Μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων, ἐνώπιον τοῦ Θεοῦ.» | |
45 | Καὶ οὐκ ἐν τῷ βίῳ, φησὶ, μόνον τούτῳ, ἀλλὰ καὶ ἐν τῷ κηρύγματι. «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον.» Ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπ‐ | |
95.724(50) | ήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ τῆς ἐκεί‐ νων ἀναισθησίας. «Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου, ἐτύφλωσε τὸ | |
νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν | 723 | |
95.725 | φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.» Τουτέστιν, ὁ νομισθεὶς ἐν τῷ αἰῶνι τούτῳ Θεός. Λέγει δὲ τὸν Σατανᾶν. | |
5 | «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰη‐ σοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους διὰ Ἰησοῦν.» Εἰς ἐκείνους αἰνίττεται, ὡς ἐπαίροντας ἑαυτοὺς, καὶ πείθοντας τοὺς μαθητὰς ἀπ’ αὐτῶν αὐτοὺς ὀνο‐ μάζειν, ὅπερ καὶ ἐν τῇ προτέρᾳ ἔλεγε. Ἐγὼ μὲν | |
10 | εἰμὶ Παύλου, ἐγὼ δὲ, Ἀπολλῶ. «Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἐκάλυψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρα‐ | |
15 | κίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν.» Διὰ τοῦτο δουλεύω, φησὶν, ἐπειδὴ κατηξίωσε λάμ‐ ψαι εἰς τὰς καρδίας ὑμῶν. Σκότος γὰρ ἦν ἐπάνω τῆς ἀβύσσου, φησὶ, καὶ | |
20 | εἶπεν ὁ Θεός· Γενηθήτω φῶς. «Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι.» Ἔτι μένει δεικνὺς ὅτι τῆς τοῦ Θεοῦ δυνάμεως | |
25 | ἔργον τὸ πᾶν ἐστι, καταστέλλων ἐκείνων τὰ φρονή‐ ματα. Τί δέ ἐστι τὸ ἐν παντί; Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις, ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς τῶν ἄλλων χρείαις. «Καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. Πάν‐ | |
30 | τοτε.» Οἱ μὲν πειρασμοὶ συμβαίνουσι, φησὶν, τὰ δὲ ἀπὸ τῶν πειρασμῶν, οὐκέτι· καὶ τοῦτο δὲ διὰ τὴν τοῦ Θεοῦ δύναμιν καὶ χάριν. «Τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ, ἐν τῷ σώματι | |
35 | περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώ‐ ματι ἡμῶν φανερωθῇ.» Τοὺς θανάτους λέγει τοὺς καθημερινοὺς, δι’ ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φη‐ σὶν, ὅτι ἀποθανὼν Ἰησοῦς ἀνέστη, ἡμᾶς ὁρῶν τοὺς | |
40 | καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκοντας καὶ ἀνισταμέ‐ νους, πιστευέτω λοιπὸν τῇ ἀναστάσει. «Ἀεὶ γὰρ ὑμεῖς οἱ ζῶντες, εἰς θάνατον παρα‐ διδόμεθα διὰ Ἰησοῦν Χριστὸν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ ἡμῶν σαρκί.» | |
45 | Διὰ τοῦτο παραδιδόμεθα, φησὶν, ἵνα ἡ δύναμις αὐτοῦ τῆς ζωῆς φανερωθῇ, μὴ συγχωροῦντος σάρκα ἀνθρωπίνην τοσαῦτα πάσχουσαν ὑπὸ τῆς νιφάδος | |
τῶν κακῶν νικηθῆναι. | 725 | |
95.728 | «Ὥστε θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.» Οὐκέτι περὶ τοῦ Ἰησοῦ θανάτου λέγει, ἀλλὰ περὶ πειρασμῶν καὶ ἀνέσεως. Ἡμεῖς μὲν γὰρ ἐν κινδύ‐ | |
5 | νοις· καὶ πειρασμοῖς, φησίν· ὑμεῖς δὲ ἐν ἀδείᾳ τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωὴν, καὶ τὰ μὲν ἐπικίνδυνα ἡμεῖς ὑπομένομεν, τῶν δὲ χρηστῶν ὑμεῖς ἀπολαύετε. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ | |
10 | τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν.» Ἀνέμνησεν αὐτοὺς ψαλμοῦ ἱκανοῦ μάλιστα ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ ᾠδὴν ταύτην ἐν τοῖς αὐτοῖς κινδύνοις ὢν ὁ δίκαιος ἐκεῖνος ἐφθέγξατο. | |
15 | Τὸ δὲ, αὐτὸ Πνεῦμα συμμαχίας, τουτέστιν ἀπὸ τῆς αὐτῆς δημιουργίας, ἀφ’ ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα. «Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ἡμῖν. | |
20 | Τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλὰ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνα‐ καινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» | |
25 | Εἰπὼν, ὅτι καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λα‐ λοῦμεν, τί πιστεύομεν ἐπιφέρει; Ὅτι καὶ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ Ἰησοῦ· Πάλιν δὲ πληροῖ αὐτοὺς φρονήματος, ἵνα μὴ ἀνθρώποις χά‐ ριν εἴδωσι, τοῖς ψευδαποστόλοις. | |
30 | «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν, αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν.» Ὅρα πόσον τῶν κινδύνων ἐκούφισε, καὶ τοῦ χρό‐ νου ὑφελὼν, καὶ τοῦ μεγέθους. Παραυτίκα γὰρ, | |
35 | φησὶ, καὶ ἐλαφρὸν, ἅμα δὲ καὶ ἀντιπαρατίθησι Τὸ μὲν γὰρ, παραυτίκα, πρὸς τὸ αἰώνιον, τὸ δὲ, ἐλα‐ φρὸν, πρὸς τὸ βαρὺ, τὴν θλίψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ προϋποφέρει, καὶ τὸ καθ’ ὑπερβολήν. | |
40 | «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.» Τὸν τρόπον λέγει, πῶς ἐλαφρὸν τὸ τοσοῦτο τῶν θλίψεων. Καὶ πῶς, ἢ ἀπὸ τῆς μελλούσης ἐλπί‐ | |
45 | δος; ΚΕΦΑΛ. Εʹ. «Οἶδα μὲν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.» | |
95.728(50) | Οὐ δεῖ, φησὶ, θορυβεῖσθαι εἰ κακῶς πάσχομεν. | |
Καὶ γὰρ πολλὰ ἐντεῦθεν καρπούμεθα. Ὅρα δὲ πῶς | 727 | |
95.729 | δείκνυσι τὴν ὑπερβολὴν τῶν μελλόντων πρὸς τὰ πα‐ ρόντα. Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐράνιον· εἰπὼν, οἰκείαν σκήνους, καὶ τὸ εὐδιάλυτον δείξας, ἀντέθηκε, τὴν αἰώνιον. | |
5 | «Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν, τὸ ἐξ οὐρανοῦ, ἐπενδύσασθαι ἐπιποθοῦν‐ τες.» Καὶ ποῖον οἰκητήριον; Τὸ σῶμα τὸ ἄφθαρτον. Καὶ διὰ τί, ἐν τούτῳ στενάζομεν; Ἐπεὶ πολλῷ βέλτιον | |
10 | ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ τοῦτο, φησὶ, διὰ τὸ ἄφθαρ‐ τον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι τὸ σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν χάριν πεμπομένην δηλοῖ τῷ ὀνόματι τούτῳ. Ὡς ἂν εἰ λέγοι· Στένεις, ὅτι φθείρεταί σου ὁ ἔξω ἄνθρωπος; οὕτως στενάζων, ὅτι μὴ μεθ’ | |
15 | ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλόκληρος φθεί‐ ρεται. «Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησό‐ μεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπ‐ | |
20 | ενδύσασθαι.» Τουτέστι, καὶ εἰ ἐκεῖ τὴν ἀφθαρσίαν λαβόντες μὴ γυμνοὶ τῆς δόξης καὶ τῆς ἀσφαλείας ὀφθῶμεν. Τοῦτο δέ φησιν, ἵνα μὴ ἀπὸ τῆς ἀναστάσεως μόνον πάντες θαῤῥῶμεν, ἀλλὰ ἐπιτηδεύσωμεν καὶ ἔργα | |
25 | λαμπρά. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ’ οἱ μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτι‐ μίᾳ· καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν. «Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Οὐ λέγω, φησὶν, ὅτι στενάζομεν, ἵνα τὸ σῶμα ἀπο‐ | |
30 | θώμεθα, ἀλλ’ ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρ‐ σίαν. Καὶ γὰρ βαρυνόμεθα, οὐχ ὅτι σῶμα ἔχομεν, ἀλλ’ ὅτι φθαρτὸν περικείμεθα. «Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός.» | |
35 | Δείκνυσιν ἄνωθεν ταῦτα προτυπωθέντα. Οὐ γὰρ νῦν, φησὶ, τοῦτο ἔδοξεν, ἀλλ’ ὅτε ἐξ ἀρχῆς ἔπλατ‐ τεν ἡμᾶς ἀπὸ γῆς. Πῶς δὲ γίνεται, τοῦτο μὴ ζή‐ τει, φησίν· ἃ γὰρ ὁ Θεὸς ποιεῖ, μὴ περιεργάζου. Διὸ φησὶν, Ὁ δὲ κατεργασάμενος. | |
40 | «Καὶ διδοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ πνεύμα‐ τος.» Συνεχῶς ἀῤῥαβῶνα καλεῖ, ὀφειλετὴν ἑαυτὸν δεί‐ ξαι βουλόμενος τοῦ παντός. «Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες, ὅτι ἐνδη‐ | |
45 | μοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυ‐ ρίου. Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴ‐ δους.» Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους. Ὡς εἰ ἔλεγεν· ἐλαύ‐ | |
95.729(50) | νει τις, καὶ διώκει, καὶ ἀναιρεῖ; μὴ καταπέσῃς. Ὑπὲρ γάρ σου γίνεται. «Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆ‐ σαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύ‐ ριον. Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε | |
55 | ἐκδημοῦντες.» | 729 |
95.732 | Τὸ μεῖζον πάντων, ὕστερον τέθεικεν. Τοῦ γὰρ οἰ‐ κίαν ἄφθαρτον λαβεῖν, τὸ μετὰ Χριστοῦ εἶναι βέλ‐ τιον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν, ὁ διώκων καὶ ἀναιρῶν. Οὐ γὰρ μόνον | |
5 | φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Θεῷ παραπέμπει ταχέως. Ὅρα δὲ πῶς ἔκρυψεν τὰ λυ‐ πηρὰ καὶ τὸ ὄνομα τοῦ θανάτου καὶ τῆς τελευτῆς, καὶ τὰ σφόδρα ποθεινὰ ἀντέθηκεν, ἐπιδημίαν αὐτὰ καλῶν πρὸς τὸν Κύριον, καὶ τὰ δοκοῦντα γλυκέα, | |
10 | ἀφεὶς τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ τοῦ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν. Τοῦτο δὲ ἔλεγεν, ἵνα μηδεὶς μήτε τοῖς παρ‐ οῦσι ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλ‐ λων τελευτᾷν λυπῆται, καὶ χαίρῃ ὡς εἰς μείζονα | |
15 | ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μή τις εἴπῃ, ἀκούων ὅτι ἐκ‐ δημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις; ἀλλο‐ τριούμεθα οὖν ἐνταῦθα ὄντες; προδιώρθωσεν τοῦτο, εἰπών· Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους. Ὡς εἰ ἔλεγε· Καὶ ἐνταῦθα μὲν αὐτοῦ ἐσμεν, | |
20 | ἀλλ’ οὐχ οὕτω σαφῶς. Καὶ τοῦτό ἐστιν ὃ ἀλλαχοῦ ἔλεγεν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι. «Εὐάρεστοι αὐτῷ εἶναι.» Τὸ γὰρ ζητούμενον, τοῦτό ἐστι, φησίν· ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν, | |
25 | καὶ ἵνα πάλιν μὴ εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν, λυπῶνται πρὸς τὴν μέλλησιν τῆς ἐκδημίας. Ἐντεῦ‐ θεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν καλῶν. Τί δὲ τοῦτό ἐστι τὸ, εὐαρέστους εἶναι; Οὐδὲ γὰρ τὸ ἐξελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ καὶ τὸ εὐδοκιμοῦντας | |
30 | ἀπελθεῖν. «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπρο‐ σθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκα‐ στος τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.» | |
35 | Ἐπειδὴ οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγ‐ καίως ἐνταῦθα καταπαύει τὸν λόγον. Καὶ πάλιν ἐν‐ ταῦθα φοβῶν, οὐ χωρὶς τὸν Χριστὸν τέθεικε. Ταῦτα δὲ λέγων, καὶ τοὺς κεκμηκότας καὶ ἐλαυνομένους | |
40 | ἀνίστησι ταῖς ἐλπίσι, καὶ τοὺς ἀναπεπτωκότας σπουδαιοτέρους τῷ φόβῳ ποιεῖ. «Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα. Ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.» | |
45 | Τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν γινώσκοντες, φησὶ, πάντα πράττωμεν ὥστε μὴ δοῦναι λαβὴν, οὔτε πρόσκομμα. «Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὸ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα | |
95.732(50) | ἔχετε πρὸς τούς.» Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. «Ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρδίᾳ.» Τουτέστιν, ἐν τοῖς ὁρωμένοις, καὶ πρὸς ἐπίδει‐ | |
55 | ξιν. | 731 |
95.733 | «Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.» Εἴτε τι, φησὶν, μέγα φθεγξώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιοῦμεν, ἵνα μὴ ὑμεῖς νομίζοντες ἡμᾶς | |
5 | εὐτελεῖς καταφρονήσητε, καὶ ἀπόλησθε. Εἴτε μέτριον καὶ ταπεινὸν, δι’ ὑμᾶς, ἵνα μάθητε ταπει‐ νοφρονεῖν. «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρί‐ ναντας τοῦτο,» | |
10 | Οὐ γὰρ ὁ τῶν μελλόντων μόνον φόβος, φησὶν, ἀλλὰ καὶ τὰ ἤδη γενόμενα, οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυ‐ μῆσαι, οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησιν εἰς τοὺς ὑπὲρ ἡμῶν πόνους. «Ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες | |
15 | ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν.» Τίνα ἐστὶ τὰ ἤδη γεγενημένα λέγει. Ταῦτα δέ ἐστιν ὁ θάνατος τοῦ Χριστοῦ. Σπουδάσωμεν οὖν, φησὶν, ἕως ἐσμὲν ἐν τῷ παρόντι βίῳ, πάντας εἰσ‐ αγαγεῖν ὑπὲρ ὧν ἐκεῖνος ἀπέθανεν. Ἐνταῦθα γάρ | |
20 | εἰσιν αἱ τῆς σωτηρίας ἀφορμαὶ, ἐκεῖ δὲ οὐκέτι. «Ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι.» Εἰ τοίνυν, φησὶν, οὐκέτι δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶν, μηδὲ θορυβεῖσθε ὑπὲρ αὐ‐ | |
25 | τῶν. Ὅρα δὲ τὴν ὑπερβολὴν, φησὶν, ὅτι ἡμεῖς μὲν δι’ αὐτῶν ζῶμεν, αὐτὸς δὲ δι’ ἡμᾶς ἀπέθα‐ νεν. «Ὥστε ὑμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα.» | |
30 | Ἀνέστησαν γὰρ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Οὐδένα οὖν, φη‐ σὶν, οἴδαμεν κατὰ σάρκα τῶν πιστῶν. Εἰ γὰρ καὶ ἐν σαρκί εἰσιν, ἀλλ’ ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπ‐ ώλετο, καὶ ἄνωθεν ἐγεννήθημεν πνεύματι. | |
35 | «Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Πάλιν αὐτοῦ τούτου, τοῦ ἀναγεννηθῆναι ὑμᾶς ἀρχηγὸν ὄντα τὸν Χριστὸν δείκνυσιν. Ἡμῶν γὰρ τὸ κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις· Χριστοῦ δὲ τὸ | |
40 | κατὰ σάρκα, τὸ ἐν πάθεσι γίνεσθαι τῆς φύσεως. Οἷον ἐν τῷ πεινῇν καὶ διψῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν, ἐν οἷς ἦν τὰ ἡμέτερα. Ἁμαρτίαν γὰρ οὐκ ἐποίησε. Τὸ δὲ μὴ κατὰ σάρκα αὐτὸν εἶναι, οὐ τοῦτο λέγει, τὸ ἐκτὸς σαρκὸς αὐτὸν εἶναι. Καὶ γὰρ μετ’ | |
45 | αὐτῆς ἀνέβη, κατὰ τὸ εἰρημένον· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Καὶ οὕτω πῶς; ἐν σαρκὶ, καὶ μετὰ τοῦ σώματος, ἀλλὰ τὸ μηκέτι εἶναι αὐτὸν παθητὸν, ὡς εἰρήκαμεν. | |
95.733(50) | «Ὥστε εἴ τις ἐν Χριστῷ κοινὴ κτίσις.» | |
Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἀνῆλ‐ | 733 | |
95.736 | θεν δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύματος, ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ’ ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον· ἀλλ’ ὅτι | |
5 | καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. «Τὰ ἀρχαῖα παρῆλθεν. Ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Ἢ τὰ ἁμαρτήματά φησιν, ἢ τὰ Ἰουδαϊκὰ πάντα, μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνα λέγει. | |
10 | «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.» Καὶ γὰρ αὕτη ἡ ἄφεσις τῶν ἁμαρτημάτων, καὶ ἡ ἐλευθερία, καὶ ἡ δόξα ἡ ἄφθαρτος, δι’ αὐτοῦ ἡμῖν δεδώρηται. «Τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χρι‐ | |
15 | στοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυ‐ τῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.» Ἀπὸ γὰρ τῆς καταλλαγῆς πάντα ὑμῖν ὑπῆρξε τὰ | |
20 | ἀγαθά· καταλλαγὴ δέ ἐστιν ἡ φιλία. Οὐκοῦν φίλους ἡμᾶς ποιήσας αὐτὸς, καὶ τῶν ἄλλων ἐνέπλησεν ἀγα‐ θῶν. Δείκνυται δὲ καὶ τὸ τῶν ἀποστόλων ἀξίωμα, ἡλίκον πρᾶγμα ἐγχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ ἡ ὑπερβολή. | |
25 | «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ.» Ἔπεμψεν τὸν Υἱὸν, φησὶν, ὁ Πατὴρ παρακαλέσαι καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ὑπὲρ αὐτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, | |
30 | ἡμεῖς δὲ ἐδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ’ αὐτοῦ καὶ ὑπὲρ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσοῦτο τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα, εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀπο‐ στόλους ἡμᾶς δι’ ὑμᾶς πεπρίηκεν. Ὥστε εἰκότως καὶ | |
35 | ἔλεγε, Πάντα δι’ ὑμᾶς. Τὸ οὖν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ ἡμεῖς διεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι τοῦτο δοκεῖ, ἄκουε καὶ ὅτι ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσιν. Διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, ὡς τοῦ Θεοῦ παρακα‐ | |
40 | λοῦντος δι’ ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρ‐ εκάλεσε μόνον, ἀλλὰ καὶ δι’ ἡμῶν τῶν τοῦ Υἱοῦ αὐ‐ τοῦ ἀναδεξαμένων ἔργον. Ταῦτα δὲ λέγων, τὴν ὑπερ‐ βολὴν ἐπιδείκνυται τῆς φιλανθρωπίας τοῦ Θεοῦ. «Καταλλάγητε τῷ Θεῷ.» | |
45 | Οὐκ εἶπε, καταλλάξατε τὸν Θεὸν ἐν ἑαυτοῖς. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ’ ὑμεῖς. «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρ‐ τίαν ἐποίησεν.» Οὐ λέγω, φησὶ, τὰ πρότερα, ὅτι ὑβρίσατε οὐδὲν | |
95.736(50) | ἠδικηκότα, ἀλλὰ καὶ εὐεργετήσαντα, καὶ ὅτι δίκας οὐκ ἀπῄτησεν ὑμᾶς, οὐδὲ ὅτι παρακαλεῖ πρῶτος ὑβρισθεὶς, ἀλλὰ διὰ ταῦτα ἃ ἐποίησε νῦν. Τί δὲ ἐποίη‐ σε; Τὸν Υἱὸν ὑπὲρ τῶν ὑβρικότων ἔδωκε, τὸν μηδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων ἀποθανεῖν εἴασε. | |
55 | Καὶ οὐχ ἁπλῶς οὕτως εἴρηται, ἀλλὰ ὃ πολλῷ τούτου | |
μεῖζόν ἐστιν, τοῦτο ἔθηκε. Τί δέ ἐστι τοῦτο; Τὸν μὴ | 735 | |
95.737 | γνόντα ἁμαρτίαν, φησὶν, τουτέστι τὸν αὐτὸν δικαιο‐ σύνην ὄντα, ἁμαρτίαν ἐποίησεν, τουτέστιν ὡς ἁμαρ‐ τωλὸν κατακριθῆναι ἀφῆκεν. «Ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» | |
5 | Διὰ τοῦτο, φησὶν, ἔδωκε πρὸς αἰσχύνην τὸν Υἱὸν, ἵνα τὰ μεγάλα ἡμῖν χαρίσηται ἀγαθὰ, ἃ οὐδέποτε προσεδοκήσαμεν. ΚΕΦΑΛ. ϛʹ. «Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κε‐ | |
10 | νὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Ἐπειδὴ μεγάλα εἶπεν, ὅτι Θεὸς παρεκάλει, καὶ ἡμεῖς πρεσβεύομεν, ἵνα μὴ ἀναπέσωσιν ἐντεῦθεν, | |
15 | πάλιν αὐτοὺς φοβεῖ, λέγων· Μὴ εἰς κενὸν τὴν χά‐ ριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ πα‐ ρακαλεῖ, φησὶ, καὶ ἔπεμψε πρεσβεύοντας, διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ μᾶλλον ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι αὐτῷ, ἵνα μὴ τῶν τοιούτων ἐκπέσητε ἀγα‐ | |
20 | θῶν. «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» Τὸν τῆς δωρεᾶς, φησὶν, τὸν τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων, οὐδὲ | |
25 | δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς, καὶ μυρίων ἀπολαύομεν καλῶν. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαι‐ ρον, ἀλλ’ ἐπιδειξώμεθα ἄξιον τῆς χάριτος τὴν σπου‐ δήν. «Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ | |
30 | μωμηθῇ ἡ διακονία· ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυ‐ τοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψε‐ σιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυ‐ πνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν | |
35 | μακροθυμίᾳ, ἐν χρηστότητι. Τουτέστι, μέμψιν, κατάγνωσιν μηδενὶ παρέχοντες καθ’ ἡμῶν. «Ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας.» | |
40 | Ἐν αὐτῷ γὰρ, φησὶ, ταῦτα πάντα κατορθοῦμεν· ἢ ἐκεῖνο λέγει, ὅτι καὶ Πνεύματος ἁγίου πεπληρώ‐ μεθα. «Ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύ‐ νης.» | |
45 | Τοῦτο ἀεὶ λέγει, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ. «Τῶν δεξιῶν καὶ ἀριστερῶν· διὰ δόξης καὶ ἀτι‐ μίας· διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι.» Ἀριστερὰ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρὰ, καίτοι | |
95.737(50) | ταῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα, ἀλλὰ κατὰ τὴν ὑπό‐ ληψιν τῶν πολλῶν καλεῖ. Δεξιὰ δὲ, τὰς δυνάμεις τὰς ἐνεργουμένας. «Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν.» Τοῦτο λέγει, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ δύνα‐ | |
55 | μιν. | 737 |
95.740 | «Ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι.» Καὶ τοῦτο λέγει, δεικνύων καὶ τίνος ἕνεκεν ταῦτα συγχωρεῖ ὁ Θεός· ὃν γὰρ ἀγαπᾷ Κύριος, καὶ παι‐ δεύει. | |
5 | «Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.» Παρὰ μὲν γὰρ τοῖς ἔξω ὑποπτευόμεθα ἐν ἀθυμίᾳ εἶναι, ἡμεῖς δὲ τὴν ἡδονὴν ἀκμάζουσαν ἔχομεν. Ταῦτα | |
10 | δὲ πάντα λέγει, κελεύων μὴ ταράττεσθαι ταῖς τῶν πολλῶν δόξαις, κἂν πλάνους λέγωσι, κἂν καταδίκους νομίσωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν. «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι.» | |
15 | Διηγησάμενος τὰ περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον· ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐκ ἀνεχόμεθα σιωπᾷν πρὸς ὑμᾶς, ἀλλὰ καὶ ἐπιθυμοῦμεν φθέγξασθαι καὶ διαλέ‐ γεσθαι ὑμῖν, ὅπερ ἔθος τῶν ἀγαπώντων ἐστίν. | |
20 | «Ἡ καρδία ἡμῶν πεπλάτυται.» Θερμὴ γὰρ οὖσα ἡ ἀγάπη, καὶ τὸ στόμα ἀνεπτέ‐ ρωσε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόματι φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συν‐ ᾴδουσαν ἔχω. | |
25 | «Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.» Πάντας ἔνδον ἔχομεν, φησὶ, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετὰ εὐρυχωρίας πολλῆς. «Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν.» | |
30 | Καὶ ἡ ἐπιτίμησις μετὰ φειδοῦς πολλῆς προσάγε‐ ται. Οὐκ εἶπε γὰρ, οὐ φιλεῖτε ἡμᾶς, ἀλλ’ ὅτι οὐ μετὰ τοῦ αὐτοῦ μέτρου. «Ὡς τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ | |
35 | δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ» Ἀντὶ τοῦ, οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν, βούλο‐ μαι φιλεῖσθαι παρ’ ὑμῶν. «Πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστῳ;» | |
40 | Ὁ ἀποστάτης; τῇ Ἑβραίων φωνῇ. «Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεός.» Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει τι κοινὸν πρὸς αὐτόν. | |
45 | Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; οὔτε τὰ πράγματα· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός.» | |
95.740(50) | Φεύγων τὴν κολακείαν μαρτυρίᾳ πιστοῦται τὸ εἶναι αὐτοὺς ναοὺς Θεοῦ. «Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, | |
λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσ‐ | 739 | |
95.741 | δέξομαι ὑμᾶς· καὶ ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι, εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.» ΚΕΦΑΛ. Ζʹ. | |
5 | «Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην.» Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἄλλων ἡμῖν χρεία πρὸς τὸ γενέσθαι ἁγίους, | |
10 | σπουδῆς, προσοχῆς, εὐσεβείας, καὶ ἁπλῶς εἰπεῖν ἀρετῆς πάσης. «Ἐν φόβῳ Θεοῦ.» Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν· ἄλλως τε καὶ τὴν ὁδὸν | |
15 | τῆς σωφροσύνης ἡμᾶς διδάσκει, μονονουχὶ λέγων· εἰ καὶ τυραννικὸν ᾖ ἐπιθυμία, ἀλλ’ ἐὰν ἐπιτυχήσῃς τὸν τοῦ Θεοῦ φόβον, καταλύσεις αὐτῆς τὴν μανίαν. Ἁγιωσύνην δὲ ἐνταῦθα, οὐ τὴν σωφροσύνην λέγει μόνον, ἀλλὰ καὶ πάσης ἁμαρτίας ἀπαλλαγήν. | |
20 | «Χωρήσατε ὑμᾶς.» Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιμήσεως. Ὅρα δὲ πῶς καὶ ἐλεεινῶς τὸ, Χωρήσατε. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Τίς ἡμᾶς ἀπήλασεν, φησὶ, τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑμετέ‐ | |
25 | ρας; πόθεν στενοχωρούμεθα ἐν ὑμῖν; «Οὐδένα ἠδικήσαμεν.» Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς εὐεργεσίας, ἀλλ’ ἐπαχθέστερον καὶ πληκτικώτερον τὸν λόγον ποιεῖ. «Οὐδένα ἐφθείραμεν.» | |
30 | Τουτέστιν, οὐδένα ἠπατήσαμεν, ὥσπερ καὶ ἀλλα‐ χοῦ λέγει· Μήπως ὡς ὁ ὄφις Εὖαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. «Οὐδένα ἐπλεονεκτήσαμεν.» Οὐχ ἡρπάσαμεν, φησὶ, τά τινων χρήματα. | |
35 | «Οὐ πρὸς κατάκρισιν λέγω.» Ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται πά‐ λιν. «Προείρηκα γὰρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε, εἰς τὸ συναποθανεῖν καὶ συζῇν.» | |
40 | Αὕτη μεγίστη φιλίας ἀπόδειξις, ὅταν καταφρονού‐ μενος καὶ συναποθανεῖν αὐτοῖς αἱρῆται καὶ συζῆσαι. Τοῦτο δέ φησιν, ἐπιτείνων τὴν ἀγάπην. Ἔνι γὰρ καὶ φιλεῖν καὶ κινδύνους φεύγειν, ἀλλ’ οὐχ ἡμεῖς οὕτω, φησίν. Ὁ δὲ νοῦς οὗτος. Ἂν συμβῇ, φησὶν, | |
45 | ἐπενεχθῆναι κίνδυνον, πάντα ἕτοιμός εἰμι ὑπὲρ ὑμῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή μοί τι κατὰ τοῦτο φαίνεται· ἀλλ’ ἔνθα ἐὰν ζῆτε ὑμεῖς, τοῦτο ἐμοὶ προ‐ τιμώτερον, καὶ θάνατος ζωῆς, καὶ ζωὴ θανάτου. «Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς· πολλή μοι καύ‐ | |
95.741(50) | χησις ὑπὲρ ὑμῶν.» Διὰ τοῦτο, φησὶ, τοιαῦτα λέγειν τολμῶ, οὐ πρὸς κατάκρισιν, ἀλλὰ διὰ τὴν πολλὴν παῤῥησίαν. «Πεπλήρωμαι τῇ παρακλήσει.» Ποία παρακλήσει, ἢ τῇ παρ’ ὑμῶν, ὅτι διορθω‐ | |
55 | θέντες, φησὶν, διὰ τῶν ἔργων παρακαλέσατέ με; | 741 |
95.744 | «Ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν.» Τουτέστι, πλεῖον οὐ λελύπημαι, τεθεράπευμαι, «Οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν.» | |
5 | Ἐπειδὴ εἶπεν, τὴν θλίψιν, λέγει καὶ ποταπὴ ἡ θλίψις, καὶ ἐπαίρει αὐτὴν τῷ λόγῳ, ἵνα δείξῃ πόσην σπουδὴν ἐκ τούτων, καὶ παραμυθίαν, καὶ χαρὰν ἐποίησεν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην. «Ἀλλ’ ἐν παντὶ θλιβόμενοι.» | |
10 | Καὶ πῶς; δηλοῦται διὰ τῶν ἑξῆς. «Ἔξωθεν μάχαι.» Παρὰ τῶν ἀπίστων. «Ἔσωθεν φόβος· ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπει‐ νοὺς ὁ Θεὸς, παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τί‐ | |
15 | του. Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει· ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, ἀναγγέλλων ἡμῖν.» Διὰ τοὺς ἀσθενεῖς τῶν πιστῶν, μὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κορινθίοις μόνον τοιαῦτα ἐσήμανεν, | |
20 | ἀλλὰ καὶ ἀλλαχοῦ. «Τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε ἐμὲ μᾶλλον χαρῆναι.» Ἐπειδὴ μεγάλα αὐτοῖς ἐμαρτύρησεν, ἵνα μὴ δόξῃ κολακεύειν, μάρτυρα αὐτοῖς παράγει Τίτον, ὃς παρ’ | |
25 | αὐτῶν ἀφίκετο πρὸς Παῦλον μετὰ τὴν προτέραν ἐπι‐ στολήν. «Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν ἐλύπησεν | |
30 | ὑμᾶς, νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε,» Ταῦτα ἀπήγγελλεν, ὅτι τοσαύτην μετάνοιαν τὴν Κορινθίων, τὸν ζῆλον. Ζῆλον δέ φησι, τὸν αὐτοῦ. Λέγει οὖν· Ἐπυρώθητε, καὶ ἐξεκάητε, δεξάμενοί μου τὰ γράμμα, διὰ ταῦτα περισσεύω τῇ χαρᾷ. | |
35 | «Ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.» Ἀπολογεῖται λοιπὸν ὑπὲρ τῆς ἐπιστολῆς, ὅτι ἀκίνδυνον ἦν αὐτοὺς θεραπεύειν τῆς ἁμαρτίας τῆς διορθωθείσης. Ὅμοιον δὲ ὡς εἰ λέγοι· εἰ καὶ τοιαῦτα ἦν τὰ γραφέντα παρ’ ἐμοῦ, ὥστε ὑπερβαίνειν τὸ | |
40 | μέτρον τῆς ἐπιτιμήσεως, καὶ ποιῆσαί με μεταμελη‐ θῆναι, ἀλλὰ τὸ πολὺ, κέρδος τὸ ἐξ αὐτῶν οὐκ εἴασέ με μεταμεληθῆναι. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμέ‐ τρως ἐπιτιμήσας, ἀλλὰ τὰ ἐγκωμία αὐτῶν αὔξων. Τοιαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, ὥστε εἰ | |
45 | καὶ ἔτυχον σφοδρότερον ἐπιπλήξας, καὶ οὕτως ὡς καὶ καταγνῶναι ἐμαυτοῦ, ἐπαινεῖν νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους. «Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζη‐ μιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετά‐ | |
95.744(50) | νοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην | |
κατειργάσατο ὑμῖν σπουδήν;» | 743 | |
95.745 | Τὴν αἰτίαν εἶπε, τοῦ μηκέτι αὐτὸν λυπεῖσθαι. Τὸ μὲν γὰρ λυπηρὸν βραχὺ, φησὶ, τὸ δὲ ὠφέλιμον, δι‐ ηνεκές. «Ἀλλὰ ἀπολογίαν.» | |
5 | Πρὸς ἐμέ. «Ἀλλὰ ἀγανάκτησιν.» Πρὸς ἐκεῖνον τὸν ἡμαρτηκότα. «Ἀλλὰ φόβον.» Καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ, | |
10 | καὶ ἡ ταχυτάτη διόρθωσις. «Ἀλλὰ ἐπιποθίαν.» Τὴν πρὸς ἐμέ. «Ἀλλὰ ζῆλον.» Τὸν ὑπὲρ τοῦ Θεοῦ. | |
15 | «Ἀλλ’ ἐκδίκησιν.» Καὶ γὰρ ἐξεδικήσατε, φησι, τοὺς τοῦ Θεοῦ νό‐ μους ὑβρισθέντας. «Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τὸ πρᾶγμα.» | |
20 | Οὐ τὸ μὴ κοινωνεῖν μόνον· τοῦτο γὰρ φανερὸν ἦν, ἀλλὰ καὶ τὸ μὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προ‐ τέρᾳ Ἐπιστολῇ αὐτὸ τοῦτο ἐνεκάλει αὐτοῖς, λέγων· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ· ἐνταῦθά φησι· Καὶ ὑμεῖς ἀπηλλάξατε ἑαυτοὺς τῆς ὑποψίας. | |
25 | «Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπου‐ δὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ. Διὰ τοῦτο παρακεκλήμεθα, ἐπειδὴ τῇ παρα‐ κλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ | |
30 | χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. Ὅτι εἴ τι αὐτοῦ ὑπὲρ ὑμῶν κεκαύ‐ χημαι, οὐ κατῃσχύνθην, ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλάλησα ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ πρὸς Τίτον, ἀλήθεια ἐγενήθη, καὶ τὰ σπλάγχνα αὐτοῦ | |
35 | περισσοτέρως εἰς ὑμᾶς, ἀναμιμνησκομένου τὴν πάν‐ των ὑμῶν ὑπακοὴν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν.» Ἵνα μὴ λέγωσι, Τί ἐπιτιμᾷς ἡμῖν, εἰ ἁγνοί ἐσμεν | |
40 | τῷ πράγματι; λέγει· Διὸ οὕτω ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε πῶς ὑμᾶς φιλῶ. ΚΕΦΑΛ. Ηʹ. «Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακε‐ | |
45 | δονίας, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν.» Τὸν περὶ ἐλεημοσύνης αὐτοῖς κινεῖ λόγον· ἵνα δὲ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ ἑτέρων διηγούμενος, σπουδαιοτέρους αὐτοὺς ἐργά‐ | |
95.745(50) | ζεται. «Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευ‐ σεν,» Τουτέστι. πολλὴ καὶ ἄφατος ἔδειξεν αὐτῶν τὴν | |
ἁπλότητα. | 745 | |
95.748 | «Εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· ὅτι κατὰ δύναμιν μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως, δεόμενοι ἡμῶν τὴν χά‐ ριν.» | |
5 | Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψίλειαν ἡ πτωχεία, φησὶν, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τῆς πε‐ ρισσεύσεως. ᾯ γὰρ μᾶλλον ἦσαν πένητες, τοσοῦτον μᾶλλον ἐφιλοτιμοῦντο. «Καὶ κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, | |
10 | καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶ‐ τον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν αὐτήν.» Ὅρα πῶς πάλιν ἐπαίρει τὸ πρᾶγμα σεμνοῖς ὀνό‐ | |
15 | μασιν. «Ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ὑμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ χάριτι περισ‐ σεύητε.» | |
20 | Ὅρα δὲ πάλιν μετὰ ἐγκωμίου τὴν προτροπὴν γι‐ νομένην. Πίστιν δὲ τὴν τῶν χαρισμάτων λέγει, καὶ λόγον τὸν τῆς σοφίας, καὶ γνῶσιν τὴν τῶν δογμά‐ των. Πᾶσαν δὲ σπουδὴν, τὴν περὶ τὴν ἄλλην πᾶ‐ σαν ἀρετήν. | |
25 | «Οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δο‐ κιμάζων.» Ἀνεπαχθῆ πάλιν τὸν λόγον ποιεῖ. «Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
30 | Χριστοῦ, ὅτι δι’ ἡμᾶς ἐπτώχευσεν πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε, καὶ γνώμην ἐν τούτῳ δίδωμι. Τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρ‐ ξασθε ἀπὸ πέρυσι.» | |
35 | Τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον, καὶ ἐκ τού‐ του ἐπὶ τὴν ἐλεημοσύνην προτρέπων. «Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθά‐ περ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τοῦ ἐπιτε‐ λέσαι ἐκ τοῦ ἔχειν. Εἰ γὰρ ἡ προθυμία πρόκειται, | |
40 | καθ’ ὃ ἂν ἔχῃ, εὐπρόσδεκτος, οὐ καθ’ ὃ οὐκ ἔχει. Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις, ἀλλ’ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ, τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα· ὅπως γένηται ἰσό‐ | |
45 | της, καθὼς γέγραπται.» Ἡ προθυμία, φησὶν, ἐκ τῆς γνώμης· τὸ δὲ ποιῆ‐ σαι, ἐκ τοῦ ἔχειν. «Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.» | |
95.748(50) | Ἐκ τούτου κατασκευάζει τὴν προθυμίαν αὐτῶν σφοδροτάτην, δεικνὺς ὅτι εἰ μὴ μεταδοῖεν ἑτέροις, οὐχ ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες· καὶ παραφέρει ἱστορίαν παλαιάν· οἱ γὰρ πολὺ συνάγον‐ τες, οὐ μεῖζον τῶν ἔλαττον μέτρον συναγόντων εὑ‐ | |
55 | ρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν αὐτῶν τοῦ Θεοῦ | 747 |
95.749 | ταύτην κολάζοντος. Ταῦτα δὲ λέγει, ἅμα καὶ φοβί‐ ζων αὐτοὺς ἀπὸ τῶν τότε γενομένων, καὶ πείθων μηδαμοῦ τοῦ πλείονος ἐφίεσθαι. «Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν | |
5 | ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου· ὅτι τὴν μὲν παρά‐ κλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαί‐ ρετος ἐξῆλθε πρὸς ὑμᾶς.» Ἐπειδὴ περὶ ἐλεημοσύνης διελέχθη, διαλέγεται λοιπὸν καὶ ὑπὲρ τῶν μελλόντων λαμβάνειν τὰ χρή‐ | |
10 | ματα, καὶ ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ προτρέπε‐ ται πρὸς τὸ πλείω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσ‐ φερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονοῦντος, καὶ μὴ ὑποπτεύων αὐτὸν, μετὰ πλείονος αὐτὰ τῆς δαψιλείας ἐπιδίδωσιν. | |
15 | Ἢ τὴν ὑπὲρ Θεσσαλονικέων ἔσχεν, ἢ τὴν αὐτὴν ἐμοί. «Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλη‐ σιῶν.» | |
20 | Καὶ τίς οὗτος, ἢ πηλίκος, οὗ καὶ τὴν πρᾶξιν ση‐ μαίνει, ἐπαινετὸν αὐτὸν ἐκ τοῦ εὐαγγελίζεσθαι λέ‐ γων; Τινὲς τὸν Λουκᾶν φασι, τινὲς τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγμα τὸ Εὐαγγέλιόν ἐστιν. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν | |
25 | Ἐκκλησιῶν, συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν, στελλόμενοι τοῦτο.» Ἀπὸ τούτου ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων εὐδο‐ κιμεῖ. | |
30 | «Μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν, προνοούμενοι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδο‐ κιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ | |
35 | δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς, εἴτε ὑπὲρ Τίτου κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργὸς, εἴτε ἀδελφοὶ ἡμῶν ἀπόστολοι Ἐκκλησιῶν, δόξα Χριστοῦ.» Διὰ τοῦτο τοιούτους ὑμῖν ἐπέμψαμεν, φησὶν, ἵνα | |
40 | μή τις ὑποπτεύῃ τὴν διακονίαν ἡμῶν, ὡς παρακλε‐ πτόντων ἡμῶν μέρος τι τῶν χρημάτων. «Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν Ἐκκλησιῶν.» | |
45 | Τοῦτο γάρ ἐστι, φησὶν, ὁ βίος αὐτοῖς, ὥστε τὸν Χριστὸν δι’ αὐτῶν δοξάζεσθαι. Ὅμοιον δὲ τῷ, Λαμ‐ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς. Ἅμα δὲ | |
95.749(50) | καὶ ἄλλο τι δηλοῦν βούλεται· Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δό‐ ξαν τοῦ Χριστοῦ, ὡς καὶ ὑμεῖς εἰς δόξαν τοῦ Χρι‐ στοῦ ποιοῦντες. Διὸ καὶ ἐπάγει· Τὴν οὖν ἔνδειξιν | |
τῆς ἀγάπης ὑμῶν. | 749 | |
95.752 | ΚΕΦΑΛ. Θʹ. «Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τοῦ γράφειν ὑμῖν. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακε‐ | |
5 | δόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς, ἵνα μὴ τὸ καύχημα ὑμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ. Ἵνα καθὼς ἔλε‐ γον, παρεσκευασμένοι ἦτε· μήπως ἐὰν ἔλθωσι σὺν | |
10 | ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευά‐ στους, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν ὑμεῖς) ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως. Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελ‐ φοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι | |
15 | τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν ταύτην, ἑτοί‐ μην εἶναι οὕτως.» Τοσαῦτα περὶ αὐτῆς εἰπόντι, φησὶ, περιττόν μοι γράφειν ὑμῖν. Καὶ οὐ τοῦτο μόνον τὸ συνετὸν αὐ‐ τοῦ, ἀλλὰ καὶ ὅ τι πάλιν λέγει περὶ αὐτῆς. | |
20 | «Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Τοῦτο δὲ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερί‐ σει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ | |
25 | Θεός· δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθὸν, καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δι‐ καιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» | |
30 | Μὴ ἄκοντες, φησὶ, μηδὲ ἀναγκαζόμενοι, ἀλλ’ ἑκόντες, καὶ προαιρούμενοι. «Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπό‐ ρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιο‐ | |
35 | σύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ὑμῶν εὐχαριστίαν τῷ Θεῷ.» Δείκνυσιν ὅτι καὶ αὐτὰ τὰ διδόμενα ἐκ τοῦ Θεοῦ ἐστιν, ἵνα μὴ μεγάλα τις φρονῇ, ὡς οἰκεῖα διδούς. | |
40 | Σπέρμα γὰρ νῦν τὴν ἐλεημοσύνην καλεῖ. Δείκνυσι δὲ αὐτοῖς καὶ μέγαν ὄντα τὸν μισθὸν τοῦ ἀποτελέσμα‐ τος, γεννήματα δικαιοσύνης λέγων. «Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης, οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, | |
45 | ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξά‐ ζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐ‐ | |
95.752(50) | τῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ’ ὑμῖν. Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.» | |
Ἡ διακονία τῆς ἐπιστολῆς, τουτέστιν ἡ φιλο‐ | 751 | |
95.753 | τιμία τῶν χρημάτων, καὶ ἡ λειτουργία ἡμῶν αὕτη ἡ πνευματικὴ, καὶ ἡ δι’ ἡμῶν διακονία, οὐ μόνον τοῦτο κατορθοῖ, ὅτι τὰ ὑστερήματα τῶν ἁγίων πληροῖ, καὶ διορθοῦται αὐτῶν τὴν πενίαν, ἀλλ’ ὅτι διὰ πολλῶν καὶ | |
5 | ὑπὲρ πολλῶν εὐποιίαν, εὐχαριστίαν ἀναπέμπεσθαι παρασκευάζει. Τοῦτο γάρ ἐστι τὸ, Ἀλλὰ καὶ περισ‐ σεύουσα διὰ πολλῶν εὐχαριστιῶν. Ἐκεῖνοι γὰρ ἀποδεχόμενοι τὰ χρήματα, δοξάζουσι τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέ‐ | |
10 | λιον. Ἵνα δὲ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦν‐ τας μόνον διὰ τὸ λαβεῖν, ὅρα πῶς αὐτοὺς ὑψηλοὺς ποιεῖ. Δοξάζουσι, φησὶν, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς εἰσφέρειν· τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπι‐ | |
15 | τάττει. ΚΕΦΑΛ. Ιʹ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Ἀπαρτίσας τὸν περὶ τῆς ἐλεημοσύνης λόγον, ὡς | |
20 | ἔδει, ἐπιτιμικωτέρων ἅπτεται λόγων, τοὺς ψευδ‐ αποστόλους αἰνιττόμενος διὰ τῆς πραότητος καὶ ἐπιεικείας, σφόδρα αὐτοὺς ἐντρέψαι βουλόμενος. Προβάλλεται οὖν τὴν πραότητα καὶ τὴν ἐπιείκειαν. ταύτῃ μείζονα ποιῶν τὴν κατηγορίαν. | |
25 | «Ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς.» Τοῦτό φησιν, εἰς ἐκείνους αἰνιττόμενος τοὺς ψευδ‐ αποστόλους τοὺς λέγοντας, ὅτι Αἱ ἐπιστολαὶ βα‐ ρεῖαι, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής. Ἢ | |
30 | οὕτως· Ἢ ὅτι κἂν μεγάλα φθέγξωμαι, οὐκ ἐξ ἀπο‐ νοίας, ἀλλ’ ἐκ τοῦ θαῤῥεῖν ὑμῶν φθέγγομαι. «Δέομαι δὲ, τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθή‐ σει, ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας.» Δέομαι ὑμῶν, φησὶ, μή με ἀναγκάζετε δεῖξαι, | |
35 | ὅτι καὶ παρὼν ἰσχυρός εἰμι, καὶ δύναμιν ἔχω. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ἀπὼν πάνυ ὑμῖν θαῤῥῶ, τούτοις κέχρηται τοῖς ῥήμασι. «Τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περι‐ πατοῦντας.» | |
40 | Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀπατεῶνα. «Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ. Σάρκα γὰρ περικεί‐ | |
45 | μεθα, ὁμολογῶ· κατὰ σάρκα οὐδὲ ζῶμεν. Στρα‐ τείαν δὲ ὠνόμασεν ταύτην, μάλιστα ἐκφοβῶν. «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν, οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ.» Ὅπλα σαρκικὰ, πλοῦτός ἐστι, δόξα, δυναστεία, | |
95.753(50) | εὐγλωττία, δεινότης, περιδρομαὶ, κολακεῖαι, ὑπο‐ κρίσεις, καὶ τὰ ἄλλα ταῦτα τοῖς τοιούτοις ἐοικότα. Τὰ δὲ ἡμέτερα οὐ τοιαῦτα, φησὶν, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Καλῶς δὲ πάλιν πᾶσαν τὴν δύναμιν αὐτοῦ ἀνατίθησι τῷ Θεῷ. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐχ ἡμεῖς, φησὶν, | |
55 | αὐτὰ τοιαῦτα κατεσκευάσαμεν, ἀλλὰ αὐτὸς ὁ Θεός. | |
Ἐπειδὴ γὰρ μαστιζόμενοι καὶ ἐλαυνόμενοι ἐκρά‐ | 753 | |
95.756 | τουν, λέγει, ὅτι τὸ διὰ τῶν ὅπλων τούτων τοῦ κρα‐ τεῖν θαῤῥεῖν, τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστιν. Αὐτὸς γὰρ ποιεῖ αὐτὰ ἰσχυρὰ, ὥστε εἰ καὶ ἡμεῖς αὐτὰ πε‐ ρικείμεθα, ἀλλ’ αὐτός ἐστιν ὁ δι’ αὐτῶν πολεμῶν καὶ | |
5 | ἐνεργῶν. «Πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθ‐ αιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Καὶ ἵνα μὴ ἀκούσας ὀχυρώματα, αἰσθητόν τι νο‐ | |
10 | μίσῃς, ἐπάγει τὸ, λογισμοὺς καθαιροῦντες. Διὰ μὲν γὰρ τῆς προτάσεως τὴν ἔμφασιν δείκνυσιν. Διὰ δὲ τῆς ἐπαγωγῆς, τὸ νοητὸν τοῦ πολέμου παραδηλοῖ. Ὀχύρωμα δὲ λέγει τὸν τύφον τὸν Ἑλληνικὸν, καὶ τῶν σοφισμάτων καὶ τῶν συλλογισμάτων τὴν ἰσχύν. | |
15 | «Καὶ αἰχμαλωτεύοντες πᾶν νόημα εἰς τὴν ὑπ‐ ακοὴν τοῦ Χριστοῦ.» Λαμπρὰν καὶ περιφανῆ τὴν νίκην ποιεῖ. Οὐ γὰρ λόγοις πολεμοῦμεν, φησὶν, ἀλλ’ ἔργοις πρὸς λόγους. «Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρα‐ | |
20 | κοὴν, ὅταν πληρωθῇ πρότερον ὑμῶν ἡ ὑπακοή.» Ὑμᾶς μὲν γὰρ, φησὶν, ἀναμένομεν, ἵνα ὅταν διὰ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς, καὶ ἐξενέγκωμεν, καὶ ἀποστήσωμεν τῆς ἐκεί‐ νων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων τῶν | |
25 | τὰ ἀνίατα νοσούντων, ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν ὁλοκλήρους ἴδωμεν ὑμᾶς ἀποστάντας τούτων. Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. Διὸ οὐκ εἶπεν, ὅταν ὑπακούσητε, ἀλλ’ ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. | |
30 | «Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ’ ἑαυτοῦ.» Οὐ μικρὸν τὸ ἔγκλημα, ἀλλὰ καὶ σφόδρα μέγα. Εὐαπατήτων γὰρ ἀνθρώπων ἡ κατηγορία. Λέγει δὲ, | |
35 | ὅτι ἀπὸ τῶν φαινομένων δοκιμάζεται, ἀπὸ τῶν σαρ‐ κικῶν. Τί δέ ἐστιν, ἀπὸ τῶν σαρκικῶν; Εἴ τις πλου‐ τεῖ, εἴ τις φυσιοῦται, εἴ τις πολλοὺς περιβέβληται κόλακας. «Ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς | |
40 | Χριστοῦ. Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσω‐ μαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν.» Οὐ βούλεται ἐκ προοιμίων σφόδρα γενέσθαι φορ‐ τικὸς, ἀλλὰ κατὰ μικρὸν αὔξεται καὶ κορυφοῦται. | |
45 | «Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν. Οὐκ αἰσχυνθήσομαι, ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φη‐ σὶν, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώμα‐ τος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενούμενος. Τοῦτο λο‐ | |
95.756(50) | γιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν ἐν τῷ λόγῳ δι’ | |
ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. | 755 | |
95.757 | Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυ‐ τοὺς συνιστανόντων, ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν.» | |
5 | Ὅρα πῶς πάλιν παραμυθεῖται τὸν φθόνον. «Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι μέχρι καὶ ὑμῶν. Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς. | |
10 | Ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ· οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἀλλ’ ἐν ἀλλοτρίοις τόποις.» Καὶ γὰρ οἱ ψευδαπόστολοι τοῦτο ἔλεγον, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς | |
15 | ἀφικόμεθα· ἅμα δὲ ἔνδειξίς ἐστι τῆς ταπεινοφροσύ‐ νης αὐτοῦ. «Ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελί‐ | |
20 | σασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι, εἰς τὰ ἕτοιμα καυ‐ χήσασθαι. Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκιμος· ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν.» Ἐλπίζω, φησὶν, ὑμῶν ἐπιγνόντων, ὅτι καὶ | |
25 | περαιτέρω κανὼν ἡμῶν ἐκταθήσεται. Προβησόμεθα γὰρ καὶ περαιτέρω, ὥστε κηρύξαι καὶ καμεῖν, οὐχ ὥστε λόγοις κομπάζειν ὑπὲρ ὧν ἔκαμον ἕτεροι. Κα‐ λῶς δὲ καὶ κανόνα ἐκάλεσε, καὶ μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης εἰσελθὼν καὶ κληρονομίαν | |
30 | ἀρίστην, καὶ δεικνὺς τοῦ Θεοῦ τὸ ἔργον ὅλον. Ἔχον‐ τες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδο‐ κῶντες, οὐ κομπάζομεν ὡς ἐκεῖνοι μηδὲν ἔχοντες, οὐδ’ ἑαυτοῖς λογιζόμεθα, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν. Διὸ καὶ ἐπάγει, ὥστε ὁ καυχώμενος, ἐν Κυρίῳ καυ‐ | |
35 | χάσθω. ΚΕΦΑΛ. ΙΑʹ. «Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.» Μέλλων εἰσβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολ‐ | |
40 | λῇ ἀποκέχρηται τῇ προθεραπείᾳ. «Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Οὐκ εἶπεν, Ἀγαπῶ ὑμᾶς, ἀλλ’ ὃ πολλῷ τούτου σφο‐ | |
45 | δρότερον ἦν, τοῦτο τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ σφόδρα τῶν ἐρωμένων περικαιόμεναι. Καὶ οὐκ ἂν ἄλλως τεχθῇ ἡ ζηλοτυπία, εἰ μὴ ἀπὸ σφοδρᾶς φιλίας. «Φοβοῦμαι δὲ μήπως ὡς ὄφις ἐξηπάτησεν Εὖαν | |
95.757(50) | ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν.» Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλ’ ἡ ἀθυμία κοι‐ νή· τὸ δὲ, μήποτε, οὔτε καταδικάζοντός ἐστιν, | |
οὔτε σιωπῶντος. Οὐδ’ ἕτερον γὰρ ἀσφαλὲς, οὔτε τὸ | 757 | |
95.760 | εἰπεῖν φανερῶς, οὔτε τὸ κρύψαι διηνεκῶς· καὶ τῇ μνήμῃ δὲ τῆς ἱστορίας, εἰς φόβον αὐτοὺς ἐμβάλλει πολύν. «Ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς | |
5 | τὸν Χριστόν.» Δείκνυσιν ὡς ἀπλάστου καὶ ἀφελοῦς ψυχῆς δεῖται ἡ πίστις. «Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύττει, ὃν οὐκ ἐκηρύξαμεν.» | |
10 | Δείκνυσιν ἐνταῦθα οὐχὶ Κορινθίους ὄντας τοὺς ἀπατῶντας, ἀλλ’ ἔξωθεν προσφερομένους αὐτοῖς. Τοῦτο δέ, φησιν, ἐπειδὴ ἐκόμπαζον ἐκεῖνοι ὡς ἀτε‐ λῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτοὶ πλεῖόν τι εἰσφέροντες ἐν οἷς ἔλεγον. Ἐπειδὴ οὖν πλείονα | |
15 | εἰρηκὼς αὐτοὺς κομπάζειν τῇ ἔξωθεν σοφίᾳ ἀπο‐ χρησαμένους, τοῦτό φησιν, ὅτι εἰ μέν τι τελειότε‐ ρον ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Ἰησοῦν, ὃν οὐ κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελείψαμεν, καλῶς ἂν εἴχεσθε. Διὰ γὰρ τοῦτο προσέθηκεν, ὃν οὐκ ἐκη‐ | |
20 | ρύξαμεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; Ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. «Ἢ Πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε.» Τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιῆσαι κατὰ τὴν | |
25 | χάριν. «Ἢ Εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἂν εἴχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων.» Οὐδὲ τοῦτο πάλιν τῆς κομψείας ἐκείνων ἐδεῖτο. | |
30 | Οὐδὲν οὖν, φησὶ, τελειότερον παρ’ αὐτῶν εἰσενή‐ νεκται. Εἴτε γὰρ Ἰησοῦν κηρύσσωσιν, ἐκηρύξα‐ μεν· εἴτε ἕτερον Πνεῦμα, εἰπὼν, προσέθηκεν, ὃ οὐκ ἐλάβετε· Ἢ Εὐαγγέλιον ἕτερον πάλιν, εἰπὼν, προσέθηκεν, ὃ οὐκ ἐδέξασθε, διὰ πάντων δηλῶν, | |
35 | ὅτι οὐχ ἁπλῶς, εἰ πλεῖόν τι λέγουσι, προσέχειν δεῖ· ἀλλ’ εἴ τι πλέον ἔλεγον ὃ λεχθῆναι ἔδει, καὶ παρ’ ἡμῶν παρελείφθη. Εἰ δὲ οὐκ ἔδει, διὰ τοῦτο οὐδὲ παρ’ ἡμῶν εἴρηται· τί τοίνυν τοιαῦτα λέγοντας πρὸς ἐκείνους κεχήνατε; | |
40 | «Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώ‐ σει.» Ἐπειδὴ μεγάλα ἐκόμπαζον ἐκεῖνοι ἐπὶ σοφίᾳ Ἑλληνικῇ, τοῦτο οὕτω τίθησι, δεικνὺς ὅτι οὐκ αἰ‐ σχύνεται τοῦτο, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Οὐδενὸς | |
45 | γὰρ ἡγεῖται ἀξίαν λόγου τὴν ἔξω σοφίαν, ἀλλὰ καὶ μωρίαν. «Ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.» Διαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν πανουργίᾳ | |
95.760(50) | περιπατοῦντας. | |
«Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα | 759 | |
95.761 | ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ Εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν. Καὶ πα‐ ρὼν πρὸς ὑμᾶς, καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα | |
5 | οὐθενός. Τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ, ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐν στενοχωρίᾳ διῆγον καὶ πενίᾳ ἐσχάτῃ, παρ’ ὑμῖν ὢν, καὶ κηρύττων ὑμῖν | |
10 | τὸν λόγον. Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν, καὶ τοῦτο ἥμαρτον, ὅτι εἱλόμην ἐμαυτὸν θλίψαι, ἵνα ὑμεῖς ὠφεληθῆτε. Τοῦτο γάρ ἐστι τὸ, ὑψωθῆτε. «Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί.» Μὴ νομίσητε, φησὶν, ὅτι διὰ τοῦτο εἶπον ἵνα λάβω. | |
15 | Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοί. «Ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. Ὃ δὲ ποιῶ, καὶ ποιήσω.» Καύχησιν δὲ τὸ πρᾶγμα καλεῖ. | |
20 | «Ἵνα δὲ ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν· ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.» Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον ἐκεῖνοι, λαβήν τινα εὑρεῖν κατ’ αὐτοῦ ὡς φιλοχρημάτου, καὶ ταύτην | |
25 | ἀναιρεῖν ἐσπούδαζεν. «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματί‐ ζεται εἰς ἄγγελον φωτός.» | |
30 | Διὰ τοῦτο, φησὶ, ψευδαποστόλους καλῶ, ὅτι τοι‐ αῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατήσωσιν. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαρά‐ δεκτοι, τὸ πρόσωπον λαμβάνουσι τῆς ἀληθείας, ἵνα τὸ δράμα τῆς πλάνης ὑποκρίνωνται, καὶ χρήματα | |
35 | φάσκουσι μὴ λαμβάνειν, ἵνα πλείονα λάβωσιν. «Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχη‐ ματίζονται.» Ἄγγελον φωτὸς, τὸν παῤῥησίαν ἔχοντα ἄγγελον λέγει. Εἰσὶ γὰρ ἄγγελοι σκότους οὗτοι, οἱ τοῦ δια‐ | |
40 | βόλου. «Ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.» Ὅπερ ἡμεῖς ἐσμεν, φησὶν, οἱ τὸ Εὐαγγέλιον κη‐ ρύττοντες. | |
45 | «Πάλιν λέγω (μή τις με δόξῃ ἄφρονα εἶναι).» Καὶ γὰρ ἤδη προδιωρθώσατο. «Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με.» Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ αἰτίας μὴ οὔσης καυχᾶσθαι. | |
95.761(50) | «Ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ.» Πάλιν τῇ προσθήκῃ τοῦ μικροῦ ἐπικουφίζει τὸ βάρος. | |
«Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.» | 761 | |
95.764 | Ὅρα πῶς τὸ καυχᾶσθαι οὐ κατὰ Κύριον. Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν. «Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυ‐ | |
5 | χήσομαι. Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρό‐ νιμοι ὄντες. Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.» Τουτέστιν, ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ | |
10 | πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτομὴν ἔχειν, καὶ προγόνους Ἰουδαίους. «Κατὰ ἀτιμίαν λέγω.» Οὐχ ὅτι τύπτεσθε, ἀλλ’ ὅτι εἰς ὄψιν τῶν τυπτομέ‐ νων οὐκ ἐλάττονα πάσχετε. | |
15 | «Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν· ἐν ᾧ δ’ ἄν τις τολ‐ μᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Ἑβραῖοί εἰσι; κἀγώ. Ἰσραηλῖταί εἰσι; κἀγώ. Σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπ‐ | |
20 | ερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα.» Μὴ γὰρ οὐκ ἐδυνάμεθα, φησὶ, καὶ ἡμεῖς τοιαῦτα ποιεῖν ὑμῖν; Ἀλλ’ οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων τοιαῦτα | |
25 | ποιεῖν; Ἔγκλημα μὲν γὰρ ὑμῖν, καὶ τὸ μωραινόν‐ των ἀνέχεσθαι. Τὸ δὲ καὶ ἁρπαζόντων, καὶ κατα‐ φρονούντων, καὶ τυπτόντων, οὐδὲ ἀπολογίαν ἔχει. «Παρὰ μίαν ἔλαβον.» Διὰ τί παρὰ μίαν; Νόμος ἦν παλαιὸς τὸν πλέον | |
30 | τῶν τεσσαράκοντα λαβόντα ἄτιμον εἶναι παρ’ αὐ‐ τοῖς. Ἵνα οὖν μὴ ἡ τοῦ τύπτοντος ῥύμη καὶ ὁρμὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθμοῦ, ἄτιμον ποιήσῃ τὸν μαστιγούμενον, ὥρισαν παρὰ μίαν τύπτεσθαι, ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, μὴ ὑπὲρ τεσσαράκοντα ἐκ‐ | |
35 | πέσῃ, ἀλλὰ εἴσω τοῦ ἀριθμοῦ τοῦ σεσοφισμένου μεί‐ νας, μὴ ἀτιμάσῃ τὸν τυπτόμενον. «Τρὶς ἐῤῥαβδίσθην· ἅπαξ ἐλιθάσθην.» Καὶ τί τοῦτο πρὸς τὸ Εὐαγγέλιον; ὅτι μακρὰς ὁδοὺς ἐστέλλετο, καὶ διαποντίους ἀποδημίας. | |
40 | «Τρὶς ἐναυάγησα.» Μυστικῶς αἰνιττόμενος λέγει τὴν ἀνθρωπότητα τρίτον ναυαγῆσαι· τί γάρ φησι, Τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα; Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν παραδείσῳ διὰ | |
45 | τῆς παραβάσεως· δεύτερον πάλιν ἐν τῷ κατακλυ‐ σμῷ Νῶε. Τρίτον, μετὰ τὸ δέξασθαι τὸν νόμον, πρὸς | |
τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν | 763 | |
95.765 | ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐμμέσῳ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς Οὐρανόπολιν πλοῦν ᾠκονόμησε. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα.» | |
5 | Νύκτα λέγει, τὴν πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν. Ἡμέραν δὲ λέγει, τὴν μετὰ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βα‐ πτίσματι διαγωγήν. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ὁδοιπορίαις | |
10 | πολλάκις,» Οἱ μὲν γάρ φασιν, ὅτι ἐν μέσῳ πελάγει πλέων· οἱ δὲ, ὅτι νηχόμενος ἐν μέσῳ πελάγει, ἔνθα οὐ γῆν, οὐκ ὄρος ἦν ἰδεῖν, ὅπερ καὶ ἀληθέστερον. Ἐπεὶ ἐκεῖνό γε οὐδὲ θαύματος ἄξιον, οὐδ’ ἂν μετὰ τὰ | |
15 | ναυάγια αὐτὸ τέθεικεν ὡς τῶν ναυαγίων μεῖζον ὄν. «Κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύ‐ νοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πό‐ λει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις.» | |
20 | Ἠναγκάζετο γὰρ διαπορθμεύειν ποταμούς. «Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς, ἡ ἐπισύστασίς μου ἡ καθημέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. | |
25 | Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ, τὰς ἀσθε‐ νείας μου καυχήσομαι. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶ‐ νας, οἶδεν ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρ‐ | |
30 | χης Ἀρέτα τοῦ βασιλέως, ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων, καὶ διὰ θυρί‐ δος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξ‐ έφυγον τὰς χεῖρας αὐτοῦ.» ΚΕΦΑΛ. ΙΒʹ. | |
35 | «Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.» Τοῦτό φησιν, οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ’ ἐπειδὴ μέλλει μεταβαίνειν εἰς ἕτερον καυχήσεως εἶδος, ὃ λαμπρότερον αὐτὸν δείκνυσι καὶ ἐπισημότερον. | |
40 | Ταῦτα δέ φησιν ἐν ἑαυτῷ, ἐκείνους παιδεύων ταπει‐ νοφρονεῖν. Εἰ γὰρ ὁ τοσαῦτα ἔχων, τοιοῦτος, τί οὐκ ὤφειλον ἐκεῖνοι ποιεῖν; «Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσά‐ ρων· εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώ‐ | |
45 | ματος, οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦ‐ τον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄν‐ θρωπον· εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παρά‐ δεισον, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀν‐ | |
95.765(50) | θρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθε‐ νείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσο‐ | |
μαι ἄφρων. Ἀλήθειαν γὰρ ἐρῶ. Φείδομαι δὲ, μή τις | 765 | |
95.768 | εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί.» Πολλῶν οὐσῶν ἀποκαλύψεων, μίαν ταύτην τίθησιν· | |
5 | ὅτι δὲ ἦσαν πολλαὶ, αὐτὸς ἐπεξιὼν εἶπεν, ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι. Διὰ τοῦτο δὲ καὶ τὸν χρόνον τίθησι τῶν δεκατεσσάρων ἐτῶν, ἵνα δείξῃ, ὅτι οὐκ ἂν ὁ τοσοῦτον καρτερήσας χρόνον, νῦν ἂν ἐξεῖπεν, εἰ μὴ πολλὴν ᾔδει τὴν ἀνάγκην. | |
10 | «Ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπερ‐ αίρωμαι.» Σατὰν ὁ ἀντικείμενος λέγεται τῇ τῶν Ἑβραίων φωνῇ. Τοῦτο γὰρ ἐπὶ Σολομῶντος διηγουμένη φησὶν ἡ Γραφή· Οὐκ ἦν Σατὰν ἐν ταῖς ἡμέραις αὐτοῦ· | |
15 | τουτέστι πολεμῶν, ἀντικείμενος. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐκ εἴασεν ὁ Θεὸς ἀπονητὶ προχω‐ ρῆσαι τὸ κήρυγμα, καταστέλλων ἡμῶν τὸ φρόνημα· ἀλλὰ συνεχώρησε τοῖς ἀντικειμένοις ἐπιτίθεσθαι ἡμῖν. Ἄγγελον τοίνυν Σατανᾶ λέγει, Ἀλέξανδρον | |
20 | τὸν χαλκέα, Ὑμέναιον καὶ Φιλητὸν, τοὺς τὴν ἀνά‐ στασιν λέγοντας ἤδη γεγονέναι, καὶ πάντας τοὺς ἀντικειμένους τῷ λόγῳ τοῦ κηρύγματος, καὶ φιλο‐ νεικοῦντας αὐτῷ, καὶ πολεμοῦντας, καὶ ἐμβάλλοντας εἰς δεσμωτήρια. Ὥσπερ οὖν υἱοὺς διαβόλου καλεῖ | |
25 | τοὺς Ἰουδαίους, τὰ ἐκείνου ζηλοῦντας, οὕτω καὶ ἀγγέλους Σατανᾶ πάντα τὸν ἀντιπίπτοντα τῷ κη‐ ρύγματι. Τοῦτο οὖν, ἐδόθη μοι σκόλοψ, φησὶν, ἵνα με κολαφίζῃ· οὐχ ὡς τοῦ Θεοῦ τοὺς τοιούτους ὁπλί‐ ζοντος· μὴ γένοιτο· οὐδὲ κολάζοντος, οὐδὲ τιμω‐ | |
30 | ρουμένου τέως, ἀλλὰ συγχωροῦντος, καὶ ἀφιέντος ἐν ἡμέρᾳ κρίσεως. «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ.» Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ μὴ | |
35 | κρύψαι. «Καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου.» Τουτέστιν, ὅτι Νεκροὺς ἐγείρεις, καὶ τυφλοὺς θε‐ ραπεύεις, καὶ τὰ ἄλλα τῶν σημείων ποιεῖς. «Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» | |
40 | Ἐλαυνόμενοι γὰρ, καὶ διωκόμενοι, πάντων πε‐ ριεγένοντο. «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθε‐ νείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» | |
45 | Ἵνα μὴ καταπέσωσι, τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναντίοις καυχωμένων, καὶ ὄντων τούτων ἐν διωγ‐ μοῖς, δείκνυσιν ὅτι διὰ τούτων λαμπρότεροι γί‐ νονται. «Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγ‐ | |
95.768(50) | καις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ.» | 767 |
95.769 | Ἵνα μή τις νομίσῃ σωματικὴν ἀσθένειαν λέγειν αὐτὸν, καὶ κατ’ εἶδος τὴν ἀσθένειαν διηγήσατο, λέ‐ γων· Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες ὅπως αὐτὸν νῦν ἀπεκάλυψεν, | |
5 | ὃν εἶπεν ἄνω Σατανᾶν, καὶ οὐχὶ ἄλγος, ὥς φασιν οἱ ληροῦντες, περὶ τὴν κεφαλὴν εἶχεν. «Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» Ἔνθα θλίψις, ἐκεῖ καὶ παράκλησις. Καὶ ἔνθα πα‐ ράκλησις, ἐκεὶ καὶ χάρις. Ὅτε γοῦν εἰς τὸ δεσμω‐ | |
10 | τήριον ἔπεσε, τότε θαυμαστὰ ἐποίησεν ἐκεῖνα. Ὅτε ἐναυάγησεν, καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη. Ὅτε εἰς τὸ δεσμωτήριον εἰσῆλθε, τότε καὶ τοῦ δικαστοῦ περιεγένετο. «Γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκά‐ | |
15 | σατε. Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. Οὐ‐ δὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· τὰ μέντοι σημεῖα τοῦ Ἀποστόλου κατ‐ ειργάσθη ἐν ὑμῖν, ἐν πάσῃ ὑπομονῇ, σημείοις τε, καὶ τέρασι, καὶ δυνάμεσι. Τί γάρ ἐστιν ὃ ἡττήθητε | |
20 | ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν;» Καυχώμενος. Ἀπαρτίσας δὲ τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου ἀλλὰ ἀπο‐ λογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων | |
25 | αἰτεῖ. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ καυχώμενος, καὶ ἐκεῖνοι μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν ἐκεῖνοι πλάνης, οὐκ ἂν οὕτως προ‐ ήχθην εἰς τούτους ἐμαυτὸν ἀγαγεῖν λόγους. Ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, εἰς τὸ συμφέρον | |
30 | ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. «Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ κατα‐ ναρκήσω. Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ’ | |
35 | οἱ γονεῖς τοῖς τέκνοις. Ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι.» Ἐγκώμιον ἐκείνων τίθησιν, εἴ γε ἀδικίαν οἰκείαν εἶναι νομίζουσι, τὸ μὴ καταδέξασθαι τὸν Ἀπόστολον | |
40 | λαβεῖν τι παρ’ αὐτῶν, μηδὲ ἀνασχεθῆναι τραφῆναι ἐκεῖθεν. «Εἰς τοῦτο δὲ ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα | |
45 | ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέσταλκα τὸν ἀδελφόν. Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι; Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατ‐ έναντι τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Τὰ δὲ πάντα | |
95.769(50) | ἀγαπητοὶ, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. Φοβοῦμαι γὰρ | 769 |
95.772 | μήπως ἐλθὼν, οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε.» Ἄρα ἔχει τις εἰπεῖν, ὡς Ἐγὼ μὲν οὐκ ᾔτησά τι, οὐδὲ ἔλαβον· πανοῦργος δὲ ὢν, παρεσκεύασα τοὺς | |
5 | ὑπ’ ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ’ ὑμῶν. Καὶ δι’ ἐκείνων αὐτὸς ἐγὼ ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἔξω ἐμαυτὸν τιθείς. Ἀλλ’ οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν, καὶ μάρτυρες ὑμεῖς. Τῷ δὲ αὐτῷ πνεύματι, ἢ τῇ αὐτῇ προαιρέσει λέγει, ἢ τῇ | |
10 | αὐτῇ διακονίᾳ τῆς χάριτος, ὅτι ὁμοίαν ἡμῖν τὸ Πνεῦμα πολιτείαν ἐχαρίσατο. «Μήπως ἔρεις, ζῆλος, θυμοὶ, ἐριθεῖαι, καταλα‐ λιαὶ, ψιθυρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι· μὴ πά‐ λιν παρελθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς | |
15 | ὑμᾶς.» Ὃ πρῶτον ἔμελλεν θεῖναι, τὸ κατὰ τὴν φυσίωσιν, τοῦτο ὕστερον τίθησι. Κατ’ αὐτοῦ γὰρ ἀπενοοῦντο· ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον. Ταῦτα γὰρ πάντα ἀπὸ βασκα‐ | |
20 | νίας ἐτίκτοντο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ δια‐ στάσεις. «Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορ‐ νεία, καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.» | |
25 | Οὐκ εἶπε πάντας, ἀλλὰ πολλούς· καὶ οὐδὲ τού‐ τους ποιεῖ φανεροὺς, διδοὺς ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον. ΚΕΦΑΛ. ΙΓʹ. «Ἰδοὺ τοῦτο τρίτον ἔρχομαι πρὸς ὑμᾶς.» | |
30 | Δείκνυσι πολὺν μὲν ἐν ταῖς παραγγελίαις ἑαυτὸν ὄντα καὶ σφοδρότερον, ὀκνηρὸν δὲ καὶ μελλητὴν ἐν ταῖς τιμωρίαις. «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν, σταθή‐ σεται πᾶν ῥῆμα. Προείρηκα, καὶ προλέγω ὡς παρὼν | |
35 | τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτη‐ κόσι, καὶ τοῖς λοιποῖς πᾶσιν.» Ἀντὶ μαρτύρων τὰς παρουσίας αὐτοῦ τίθησι, καὶ τὰς παραγγελίας. Ἅπαξ, φησὶν, εἶπον, καὶ δεύτε‐ ρον, ὅτε παρεγενόμην, λέγω καὶ νῦν διὰ γραμμάτων. | |
40 | Κἂν μὲν ἀκούσητε, ὅπερ ἐπεθύμουν γέγονεν· ἂν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. «Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα | |
45 | πῶς καὶ τοῦτο διορθοῦται λέγων· Ἐὰν ἔλθω, οὐ φείσομαι. «Ἐπεὶ δοκιμὴν ζητεῖτε, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.» | |
95.772(50) | Τοῦτο πρὸς τοὺς κωμῳδοῦντας αὐτὸν, καὶ χλευά‐ | |
ζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ | 771 | |
95.773 | ὁ λόγος ἐξουθενούμενος. Καθαπτόμενος λέγει· Ἐπειδὴ βούλεσθε δοκιμάζειν, εἰ ἐν ἐμοὶ Χριστὸς οἰκεῖ· καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως | |
5 | ἐκείνης· εἴσεσθε, ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν· ὃ μὴ γένοιτο· οὐκ εἶπε δὲ, τοῦ ἐνοικοῦν‐ τος, ἀλλὰ, τοῦ λαλοῦντος, πνευματικὰ ὄντα δεικνὺς τὰ ῥήματα. «Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ | |
10 | δυνάμεως Θεοῦ.» Τρία σημαίνει τὸ τῆς ἀσθενείας ὄνομα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώματος ἀῤῥωστία, κατὰ τὸ εἰρημένον ὑπὲρ Λαζάρου· Κύριε, ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Καὶ πάλιν ἀσθενεῖ τῷ μὴ πεπηγέναι ἐν τῇ | |
15 | πίστει καλῶς, κατὰ τὸ εἰρημένον ἐν τῷ Παύλῳ· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις λογισμῶν. Καὶ πάλιν κατὰ τρίτον τρόπον ἀσθένειαι οἱ διωγμοὶ καὶ ἐπιβουλαί. Καὶ τοῦτο πάλιν ἔστιν ἐκ τοῦ Παύλου ἰδεῖν λέγοντος· | |
20 | Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Κατὰ τοῦτον δὴ τὸν τρίτον τρόπον τὸ τῆς ἀσθενείας ἐκδέχεται ὄνομα. Λέγει οὖν, ὅτι Εἰ καὶ ἐσταυρώθη κίνδυνον ὑπομείνας | |
25 | καὶ ἐπιβουλὴν, ἀλλ’ ὅμως οὐδὲν παρεβλάβη, ἀλλὰ δυνατός ἐστιν ὁ Θεὸς, εἰ καὶ διὰ τὴν οἰκονομίαν πέ‐ πονθεν ἑκών. «Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζή‐ σομεν σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. Ἑαυ‐ | |
30 | τοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει· ἑαυτοὺς δοκι‐ μάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν; εἰ μή τι ἄρα ἀδόκιμοί ἐστε. Ἐλπίζω δὲ ὅτι γνώσεσθε, ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.» | |
35 | Τουτέστι, Διωκόμεθα, ἐλαυνόμεθα, καὶ τὰ ἔσχατα πάσχομεν. Τουτέστι, διὰ τὸ κήρυγμα καὶ τὴν εἰς αὐτὸν πί‐ στιν. «Εὐχόμεθα δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς | |
40 | κακὸν μηδέν· οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε.» Παρακαλῶ τὸν Θεὸν, φησὶ, μηδὲν εὑρεῖν ἀδιόρ‐ θωτον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν. Εἰ γὰρ μείνητε ἀμετανόητα ἁμαρ‐ | |
45 | τάνοντες, ἀνάγκη ὑμᾶς κολάζειν, καὶ δοῦναι δοκι‐ μὴν τῆς δυνάμεως· ὃ καὶ ἐποίησαν ἐπὶ Σαπφείρας, καὶ τοῦ μάγου Ἐλύμα. Ἀλλ’ οὐκ εὐχόμεθα τοῦτο, φησὶν, ἀλλὰ τοὐναντίον, ἵνα μήτε ὑμεῖς ἁμάρτητε, μήτε ἡμεῖς ὡς ἀδόκιμοι φανῶμεν. Τουτέστιν, Ἵνα | |
95.773(50) | μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τὸ κολάζειν ὑμᾶς. καὶ τιμωρεῖσθαι ἁμαρτάνοντας, καὶ ἀνίατα νοσοῦντας. Ἀλλὰ τί; Ἵνα ὑμεῖς τὸ κακὸν ποιῆτε. Τοῦτο γὰρ εὐχόμεθα, στε‐ | |
φανωθέντας ὁρᾷν. | 773 | |
95.776 | «Ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.» Οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν ἀδόκιμοι, ἀλλ’ ὡς ἀδόκι‐ μοι. Οὐ γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκό‐ | |
5 | λαζεν. «Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας.» Ὃ ἡ τοῦ πράγματος, φησὶν, ἀπαιτεῖ φύσις, τοῦτο ποιοῦμεν. Κἂν γὰρ ἴδωμεν ὑμᾶς εὐδοκιμοῦν‐ τας διὰ τῆς μετανοίας, οὐ δυνάμεθα κολάσαι λοι‐ | |
10 | πόν. «Ἀλλ’ ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γάρ.» Ὅταν νομιζώμεθα ἀσθενεῖς, οὐχ ὅταν ἐσμὲν ἀσθε‐ νεῖς. «Ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε, | |
15 | Τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Διὰ τοῦτο ἀπὼν ταῦτα γράφω, ἵνα παρὼν μὴ ἀποτό‐ μως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ὁ Κύριος ἔδωκέ μοι.» Τουτέστι, δόκιμοι καὶ εὐάρεστοι. | |
20 | «Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν. Λοιπὸν, ἀδελφοὶ, χαίρετε.» Δείκνυσιν ὅτι οὐκ ἐπεθύμει τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων χρήσασθαι τιμωρίαν. «Καταρτίζεσθε.» | |
25 | Τέλειοι γίνεσθε, φησὶ, πληροῦντες τὰ λείποντα. «Παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν. Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι· ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. Ἡ χάρις τοῦ Κυ‐ | |
30 | ρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτό φησιν, ἐπειδὴ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, καὶ μεγάλοι οἱ κίνδυνοι. | |
35 | Ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ τοῦ Λουκᾶ καὶ Τίτου. Πρὸς Κορινθίους βʹ, στί‐ χοι χιβʹ. | |
t38 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΓΑΛΑΤΑΣ. | |
39 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. | |
40 | «Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρός.» Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁμοῦ μὲν τῇ προ‐ λήψει τοῦ Ἰουδαϊσμοῦ κατεχόμενοι, ὁμοῦ δὲ κενο‐ | |
45 | δοξίᾳ μεθύοντες, καὶ βουλόμενοι διδασκάλων ἀξιώ‐ | 775 |
95.777 | ματα ἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος, ἐδίδασκον ὅτι δεῖ περιτέμνεσθαι, καὶ Σάββατα, καὶ Νεομηνίας τηρεῖν, καὶ μὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος. Οἱ γὰρ περὶ Πέτρον καὶ Ἰάκω‐ | |
5 | βον, καὶ Ἰωάννην, φησὶν, ταῦτα οὐ κωλύουσιν, οἱ πρῶτοι τῶν ἀποστόλων. Οὗτος μὲν γὰρ χθὲς καὶ σήμερον ἐφάνη, ἐκεῖνοι δὲ πρῶτοι, οἱ περὶ Πέτρον· καὶ οὗτος μὲν μαθητὴς τῶν ἀποστόλων, ἐκεῖνοι δὲ τοῦ Χριστοῦ· καὶ οὗτος μόνος, ἐκεῖνοι δὲ πολλοὶ, | |
10 | καὶ στύλοι τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν ἔμπροσθεν εἶδεν ἔθνος ὁλόκληρον, καὶ πυρὰν ἐκ τῆς Γαλατῶν ἀναφθεῖσαν Ἐκκλησίας, γράφει τὴν ἐπιστολὴν πρὸς ἅπαντα ταῦτα ἀπολογούμενος, καὶ ἐκ προοιμίων εὐθέως πρὸς ἐκεῖνο ἀνατείνεται, ὃ διορύττοντες | |
15 | αὐτοῦ τὴν ὑπόληψιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ, οὗτος δὲ τῶν ἀποστόλων γέγονεν μαθητής. Τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.» Διὰ τί οὐκ ἀπὸ τῶν θεοπρεπῶν ἤρξατο, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ πάθους; Ὅτι ἐπειδὴ ὡς μέλλοντες τι‐ | |
20 | μωρεῖσθαι, εἰ ἀποσταῖεν τοῦ νόμου, ἐστασίαζον πρὸς αὐτὸν, διὰ τοῦτο πράγματος μέμνηται δι’ οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν. Λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως αἰτίαν γενομέ‐ νην ἅπασι σωτηρίας. | |
25 | «Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί.» Πρὸς ἐκεῖνο πάλιν ἀποτείνεται, τὸ λέγειν ἐκείνους, ὅτι ὁ μὲν Παῦλος εἷς, οἱ δὲ ἀπόστολοι, πολλοί· διὸ πλῆθος ἐπεισήγαγε σὺν αὐτῷ, καὶ οὐχ ὥσπερ ἐν ἑτέραις, ἢ Παῦλος μόνον, ἢ Παῦλος καὶ Τιμόθεος, ἢ | |
30 | καὶ Σιλουανός. «Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Δείκνυσι τὸ ἀναγκαῖον τῆς ἐπιστολῆς, ὅτι οὐ μία κινδυνεύουσα Ἐκκλησία ἤγειρεν αὐτοῦ τὴν το‐ σαύτην σπουδὴν, ἀλλὰ πλῆθος Ἐκκλησιῶν. | |
35 | «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς κα Κυρίου Ἰησοῦ Χριστοῦ.» Πανταχοῦ μὲν τοῦτο τίθησι, μάλιστα δὲ Γαλά‐ ταις ἐπιστέλλων νῦν, ἐπειδὴ τῆς χάριτος ἐκινδύ‐ νευον ἐκπεσεῖν, τὸ πάλιν ἐλθεῖν περιτέμνεσθαι. | |
40 | «Τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.» Μυρίοις, φησὶν, περιεπάρημεν κακοῖς, καὶ τῆς ἐσχάτης ἦμεν ὑπεύθυνοι κολάσεως· καὶ ὁ μὲν νό‐ μος οὐ μόνον οὐ κατήλλαξεν, ἀλλὰ καὶ κατεδίκασεν, τὸ μὲν ἁμάρτημα φανερὸν καθιστὰς, ἐλευθερῶσαι | |
45 | δὲ οὐκ ἰσχύων, οὐδὲ παῦσαι τοῦ Θεοῦ τὴν ὀργήν. Ὁ δὲ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἀδύνατον δυνατὸν ἐποίη‐ σε, τὰς ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας. «Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος πονη‐ | |
95.777(50) | ροῦ.» Οὐ τὸν χρόνον εἶπεν, ἀλλὰ τὴν παροῦσαν ζωὴν | |
πονηρὰν ἐκάλεσε. | 777 | |
95.780 | «Τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.» Γὰς πράξεις λέγει τὰς πονηρὰς, τὴν προαίρεσιν | |
5 | τὴν διεστραμμένην. «Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ.» Τοῦτό μοι, φησὶ, τὴν πολλὴν ἔκπληξιν ἤγει‐ ρεν, ὅτι οἱ οὕτως τὸ τῆς χάριτος διδαχθέντες μυ‐ | |
10 | στήριον, ὡς δύνασθαι καὶ ἑτέρων διδάσκαλοι γί‐ νεσθαι, οὗτοι εὐχερῶς οὕτως τοῖς ἀπατῶσι πείθον‐ ται. «Εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο.» Ὡς γὰρ ὁ Πέτρος φησὶν, ὅτι Οὐκ ἔστιν ἕτερον | |
15 | ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώ‐ ποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. «Εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέ‐ λοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» Εὖ τὸ, ταράσσοντες, οὐ διδάσκοντες, οὐδὲ | |
20 | πείθοντες· ἵνα δείξῃ ἀπάτης μόνης τὸ πρᾶγμα ὄν. «Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐ‐ αγγελίζηται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα | |
25 | ἔστω.» Ὅρα σύνεσιν ἀποστολικήν· Ἵνα γὰρ μή τις λέγῃ, ὅτι κενοδοξίας ἕνεκεν τὰ ἴδια συγκροτεῖ δόγματα, καὶ αὐτὸν ἀνεθεμάτισεν· ἐπειδὴ δὲ εἰς ἀξιώματα κατέφυγον, Ἰάκωβον καὶ Ἰωάννην, διὰ τοῦτο καὶ | |
30 | ἀγγέλων ἐμνήσθη. Μὴ γάρ μοι Ἰάκωβον εἴπῃς καὶ Ἰωάννην. Κἂν γὰρ τῶν πρώτων ἀγγέλων ᾖ τις, φησὶν, διαφθείρων τὸ κήρυγμα, ἀνάθεμα ἔστω. «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν;» Εἰ καὶ ὑμᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, μὴ καὶ | |
35 | τὸν Θεὸν παραλογίσασθαι δύναμαι, τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά μοι σπουδὴ καὶ διὰ πάντων ἀρέσκειν; «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος ἂν ἤμην. Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέ‐ | |
40 | λιον, τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.» Εἰ ἤθελον ἀνθρώποις ἀρέσαι, φησὶν, ἔτι μετὰ Ἰουδαίων ἤμην, καὶ τὴν Ἐκκλησίαν ἐπόρθουν. Εἰ δὲ ἔθνους ὁλοκλήρου καὶ συγγενῶν καὶ δόξης κατ‐ | |
45 | εφρόνησα, καὶ ἀντηλλαξάμην διωγμοὺς, καὶ πολέ‐ μους, καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων ἐφιέμενος δόξης λέγω. Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον. Ἵνα οὖν μὴ | |
95.780(50) | νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος τοῦτο ποιεῖ, καὶ ἐπαρθῶσιν, διὰ τοῦτο φησιν· Ἄρτι γὰρ ἀνθρώ‐ | |
πους πείθω. | 779 | |
95.781 | «Οὐδὲ γὰρ ἐγὼ παρ’ ἀνθρώπου παρέλαβον αὐ‐ τὸ, οὐδὲ ἐδιδάχθην· ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Ὅρα πῶς ἄνω καὶ κάτω διισχυρίζεται, ὡς τοῦ | |
5 | Θεοῦ γέγονε μαθητὴς, διὰ τὸ τοὺς ἀναγκάζοντας περιτέμνεσθαι Γαλάτας, λέγειν· ὡς ἐκεῖνοι οἱ τοῦ Χριστοῦ γεγονότες μαθηταὶ, Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἐῶσι τὴν περιτομὴν, οὗτος δὲ μαθη‐ τῶν ἐστι μαθητὴς, καὶ οὐ δεῖ ἐκείνοις μᾶλλον ἢ τού‐ | |
10 | τῳ προσέχειν; «Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκ‐ κλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτὴν, καὶ προ‐ έκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας | |
15 | ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεός.» Ἔστι μὲν τὸ κατασκευαζόμενον ὅλον ἀπόδειξις τοῦ μὴ παρ’ ἀνθρώπου, παραλαβεῖν αὐτὸν τὸ μυ‐ | |
20 | στήριον. Ἡ γὰρ τοσαύτη ἀθρόως γενομένη μετα‐ βολὴ οὐκ ἂν δι’ ἀνθρώπου ᾖ δυνατὸν γίνεσθαι. Ἡ γὰρ ἐξ ἀνθρώπων διδασκαλία κατ’ ὀλίγον ἐστὶ προ‐ κόπτουσα. Ἔχει δὲ καὶ ἄλλην τινὰ λανθάνουσαν κατασκευήν. Ἠρέμα γὰρ αὐτοὺς διδάσκει μὴ πράσ‐ | |
25 | σειν τὰ νομικά· εἰ γὰρ ὁ τοσαύτην, φησὶ, σπουδὴν ἐν τῷ νόμῳ ἐνδειξάμενος, τὰ τοῦ νόμου ἀφεὶς, ἐπὶ τὴν ἐκ πίστεως ἦλθε σωτηρίαν, εὔδηλον ὡς τελειῶ‐ σαι τὸν νόμον μὴ δυνηθέντα καταλέλοιπε. Πολλῷ οὖν μᾶλλον οἱ τῇ πίστει προσδεδραμηκότες, οὐκ | |
30 | ὀφείλουσι διώκειν τὸν μὴ δυνάμενον τελειοῦν. «Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν.» | |
35 | Εἰ ἐκ κοιλίας ἐκλήθη μητρὸς, εἰς τὴν ἀποστολὴν δη‐ λονότι, πῶς διώκτης ἐγένετο; Τοῦτο δὲ τὸ ἄπορον αὐτὸς ἐν ἑτέρῳ ἔλυσεν τόπῳ, εἰπών· «Ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυ‐ μίαν αὐτοῦ, εἰς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν | |
40 | ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. «Εὐθέως οὐ προανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱερουσαλὴμ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ἐπέστρεψα εἰς Δαμασκόν.» | |
45 | Πάλιν κατασκευαστικὸν, τὸ μὴ παρ’ ἀνθρώπων αὐτὸν τὴν περὶ Χριστοῦ διδασκαλίαν δέξασθαι. Πῶς γὰρ καὶ ἔμελλεν ἀνθρώποις ἀναθέσθαι, ὁ τῆς ἄνω‐ θεν διδασκαλίας ἠξιωμένος; «Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα, | |
95.781(50) | ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέ‐ ρας δέκα καὶ πέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συ‐ | |
55 | ρίας καὶ τῆς Κιλικίας. Ἤμην δὲ ἀγνοούμενος τῷ | 781 |
95.784 | προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούσαντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει· καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.» | |
5 | ΚΕΦΑΛ. Βʹ. «Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.» Οὐκ ἦλθον διδαχθῆναι, φησὶν, ἀλλ’ ἱστορῆσαι· | |
10 | ὅπερ ἐστὶ μόνον τιμῶντος αὐτόν. «Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.» Κατ’ ἀρχὰς μὲν τοῦ δέξασθαι τὸ Εὐαγγέλιον οὐκ | |
15 | ἀνῆλθεν, οὐδὲ ἀνέθετο αὐτὸ τοῖς ἀποστόλοις. Οὐδὲ γὰρ ἐδεῖτο παρὰ Χριστοῦ μαθὼν τῆς ἐκείνων διδα‐ σκαλίας. Προϊόντος δὲ τοῦ χρόνου, καὶ κηρύττοντος αὐτοῦ τοῖς ἔθνεσιν ἄνευ περιτομῆς τὸ Εὐαγγέλιον, ἐσκανδαλίζοντό τινες, τῶν μὲν περὶ Πέτρον μὴ ἀναι‐ | |
20 | ρούντων τὴν περιτομὴν, τούτου δὲ μόνου ἀναιροῦν‐ τος. Διὸ τοῦτο τὸ σκάνδαλον τῶν ἄλλων τὸ Πνεῦμα τὸ ἅγιον ἐκκόψαι βουλόμενον, προσέταξεν αὐτῷ μετὰ μαρτύρων ἀνελθεῖν, καὶ ἀναθέσθαι τοῖς ἀποστόλοις τὸ ἄνευ περιτομῆς κηρύσσειν, ἵνα καὶ ἐκείνων συνθε‐ | |
25 | μένων αὐτῷ, τοῦτο λυθῇ τῶν ἀνθρώπων τὸ σκάνδα‐ λον. «Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγ‐ κάσθη περιτμηθῆναι.» Ὑπὸ τῶν ἀποστόλων δηλονότι· ὅπερ ἀπόδειξις | |
30 | ἦν μεγίστη τοῦ μὴ καταγινώσκειν αὐτοὺς τοῦ Ἀπο‐ στόλου, τὰ ἔθνη μὴ περιτέμνοντος. «Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτι‐ νες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ.» | |
35 | Τὸ διὰ, ἀντὶ τοῦ, κατὰ, κεῖται. Ὁ δὲ νοῦς οὗτος. Οἱ ἀπόστολοι, φησὶν, οὐκ ἠνάγκασαν ἀκρόβυστον ὄντα τὸν Τίτον περιτμηθῆναι, καίτοι τῶν παρεισ‐ άκτων ψευδαδέλφων αὐτὸ τοῦτο παρατηρούντων, καὶ ἀναγκαζόντων περιτέμνειν· τὸ ξένον περὶ τὴν | |
40 | ἀλήθειαν ἐν τάξει κατασκόπων προσαγορεύσας αὐ‐ τούς. «Ἵνα ἡμᾶς καταδουλώσωσιν.» Εἰς τὴν δουλείαν, φησὶ, πάλιν εἰσαγάγωσι τοῦ νόμου. Διὸ καὶ ἀλλαχοῦ φησι· Χριστὸς ἡμᾶς ἐξ‐ | |
45 | ηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. «Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.» Οὐδὲ πρὸς βραχὺ, φησὶν, ὑπετάγημεν αὐτοῖς, παρεισάκτοις δηλονότι, ἵνα μὴ ἄλλα εἰπόντες περὶ | |
95.784(50) | τοῦ Εὐαγγελίου, ἄλλα πράττοντες εὑρεθῶμεν. Τί δὲ | |
εἶπε, περὶ τοῦ Εὐαγγελίου; Ὥστε εἴ τις ἐν Χρι‐ | 783 | |
95.785 | στῷ, καινὴ κτίσις. Καὶ, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Καὶ, τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν. «Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε | |
5 | ἦσαν, οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώ‐ που οὐ λαμβάνει. Ἐμοὶ γὰρ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο.» Τὸ μὲν, δοκούντων, ἀντὶ τοῦ, ὄντων· ὡς καὶ περὶ ἑαυτοῦ εἶπε· Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ | |
10 | ἔχειν. Ὁ δὲ νοῦς οὗτος· Οἱ περὶ Πέτρον, φησὶ, τί ποτε σκοποῦντες συγκατέβαινον τῇ περιτομῇ, οὐκ οἶδα, οὐδὲ φιλονεικῶ περὶ τούτου· οὗτοι δὲ ἴσασι, ὡς λόγον δώσοντες τῷ Θεῷ. Ἓν δὲ οἶδα, ὅτι ἐλθόντι οὐδὲν πλέον εἶπον περὶ τοῦ κηρύγματος. Εὖ εἶπε | |
15 | καὶ τὸ ὁποῖοι ἦσαν, ἀλλ’ οὐκ εἰσὶν, ἵνα τῇ ἀρχῇ τοῦ κηρύγματος δῷ κἀκείνων τὴν συγκατάβα‐ σιν. Ἀντὶ τοῦ, ἐναντιώθησαν. Ἀλλὰ τοὐναντίον ἰδόντες, ὅτι πεπίστευμαι τὸ | |
20 | Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς (ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς περιτομὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη)· καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάν‐ νης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ | |
25 | καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν.» Τῷ, ἀλλὰ τοὐναντίον ἰδόντες, συναπτέον τὸ, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ. Λέγει δὲ τὰ διὰ μέσου, πάλιν δεικνὺς, ὡς οὐ παρὰ ἀνθρώπων εἰς τὸ | |
30 | κηρύσσειν τοῖς ἔθνεσι κεχειροτόνηται, ὅπερ οἱ ἐχθροὶ ἔλεγον περὶ αὐτοῦ. «Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.» Αἱ συνθῆκαι, φησὶ, τοιαῦται γεγόνασι, ὥστε καὶ | |
35 | ἐκείνους μὲν τοῖς Ἰουδαίοις, ἡμᾶς δὲ κηρύσσειν τοῖς ἔθνεσι. Κοινὴ δὲ γέγονεν ἀμφοτέροις ἡ τῶν πενήτων φροντίς. Οὗτοι δὲ ἦσαν οἱ πένητες, οἱ ἐξ Ἰουδαίων πιστεύσαντες εἰς Χριστὸν, οἳ καὶ τῶν ἰδίων οἴκων ὑπὸ τῶν Ἰουδαίων ἀπεστερήθησαν· καὶ οὗ‐ | |
40 | τοί εἰσιν οἷς ἔγραφεν, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπ‐ αρχόντων ἡμῶν μετὰ χαρᾶς προσεδέξασθε. «Ὅτε δὲ ἦλθε Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσ‐ ωπον αὐτῷ ἀντέστην.» Ἐν Ἱεροσολύμοις ὑπάρχων ὁ Πέτρος, συγκατ‐ | |
45 | έβαινε τῷ Ἰουδαϊσμῷ, μὴ κωλύων τὴν περιτομὴν τέως, μήτε τὰ Σάββατα. Κατελθὼν δὲ εἰς τὴν Ἀν‐ τιόχειαν, ἀδιαφόρως συνήσθιε τοῖς πιστεύσασιν ἐξ ἐθνῶν εἰς τὸν Κύριον. Εἶτα κατελθόντων τινῶν ἀπὸ Ἱεροσολύμων, ἐφοβήθη σκανδαλίσαι αὐτοὺς, καὶ | |
95.785(50) | ἐχώρισεν ἑαυτὸν ἀπ’ ἐκείνων, μεθ’ ὧν συνδιῃτᾶτο | 785 |
95.788 | πρώην. Ἀλλὰ πεποίηκέ τινα οἰκονομίαν μετ’ αὐτοῦ ὁ Παῦλος, ἔμπροσθεν πάντων ἐπιτιμήσας αὐτῷ, διὰ τὸ ἀναγκάζειν Ἰουδαΐζειν τὰ ἔθνη, ὅπως ἂν τοῦ διδα‐ σκάλου ταῦτα ἀκούοντος καὶ σιωπῶντος, ἐκεῖνοι διὰ | |
5 | τῆς ἐπιτιμήσεως αὐτοῦ τοῦ διδασκάλου μάθωσιν ὡς οὐ δεῖ φυλάττειν τὰ Ἰουδαϊκὰ ἔθη. Οἰκονομία δὲ ὅλον τὸ πρᾶγμα ἦν, ἐκ συνέσεως ἀμφοτέρων διὰ τὴν ὠφέλειαν τῶν μαθητῶν, ὥστε κἂν ὑποκρίνεσθαι λέγῃ τὸν Πέτρον, κἂν μὴ ὀρθοποδεῖν πρὸς ὠφέλειαν, | |
10 | τῇ οἰκονομίᾳ τῆς χρείας, τὰς φωνὰς λογισώμεθα. «Ὅτι κατεγνωσμένος ἦν. Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνικῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτόν.» Ὑπὸ τῶν κατελθόντων δηλονότι ἀπὸ Ἱεροσολύ‐ | |
15 | μων. «Φοβούμενος τοὺς ἐκ περιτομῆς.» Μὴ σκανδαλίσῃ αὐτοὺς, δηλονότι, μή τι πάθῃ δει‐ νὸν παρ’ αὐτῶν. «Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰου‐ | |
20 | δαῖοι, ὥστε καὶ Βαρνάβα συναναχθῆναι αὐτῶν τῇ ὑποκρίσει.» Ὑπόκρισιν, τὴν φυλακὴν τοῦ νόμου καλεῖ, διδά‐ σκων ταύτης χωρίζεσθαι. «Ἀλλ’ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν | |
25 | ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων.» Τουτέστι, παντελῶς οὐ παύεσθαι τῆς τοῦ νόμου παραδόσεως. Ὡς δὲ εἴπομεν ἤδη, τῇ χρείᾳ τῆς οἰ‐ κονομίας πλάττει τὰς φωνάς· οἰκονομία γὰρ ὅλον τὸ | |
30 | γινόμενον ἦν, καὶ ἡ ἐπίπληξις τοῦ Παύλου, καὶ ἡ σιωπὴ καὶ συγκατάθεσις τοῦ Πέτρου. Ἓν γὰρ ἐζή‐ τουν ἀμφότεροι, τὸ παῦσαι τοὺς πιστεύοντας εἰς Χρι‐ στὸν τοῦ τὸν νόμον ἐπιτηρεῖν. «Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς, καὶ οὐχὶ | |
35 | Ἰουδαϊκῶς.» Τουτέστιν, Οὐ τηρεῖς τὴν τοῦ νόμου φυλακὴν, ἀλλ’ ὥσπερ οἱ πιστεύσαντες τῶν ἐθνῶν, οὔτε Νου‐ μηνίας, οὔτε Σάββατα φυλάττεις ἔτι. «Πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;» | |
40 | Καὶ ἐκ τούτου ἡ οἰκονομία τοῦ πράγματος δείκνυ‐ ται. Καίτοι γε μὴ ἀναγκάζοντος αὐτοῦ, μήτε πεί‐ θοντος Ἰουδαΐζειν τὰ ἔθνη, τοῦτό φησιν ὁ Παῦλος ποιεῖν, ἵνα εὐάφορμος αὐτῷ ὡς ὑπὲρ ἰδίων μαθη‐ τῶν ἡ πρὸς τὸν Πέτρον ἐπιτίμησις εὑρεθῇ. Λελη‐ | |
45 | θότως δὲ διὰ παντὸς τοῦ διηγήματος, παιδεύει Γα‐ λάτας τὸ βαρὺ τῆς ἐπιπλήξεως ῥᾳδίως φέρειν. Εἰ γὰρ ὁ Πέτρος ἐξ Ἰουδαίων ὢν, καὶ Ἰουδαΐζειν πεί‐ θων ἐπετιμήθη, καὶ ἤνεγκεν τὴν ἐπιτίμησιν, ὡς καλῶς γινομένην, πολλῷ πλέον Γαλάται ἐξ ἐθνῶν | |
95.788(50) | ὄντες, καὶ πιστεύσαντες εἰς Χριστὸν, καὶ πάλιν ὑπο‐ θέντες ἑαυτοὺς τῇ δουλείᾳ τοῦ νόμου, ἐπιπληττόμενοι δέχεσθαι ὀφείλουσι τὴν ἐπίπληξιν. | |
«Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρ‐ | 787 | |
95.789 | τωλοί. Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δι‐ καιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων | |
5 | νόμου, δίοτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα ἡ σάρξ.» Κατασκευάσας ἐκ τῶν περὶ Πέτρον τὸ μὴ δεῖν περιτέμνεσθαι, καθολικώτερον τοῦτο κατασκευάζει. Εἰ γὰρ οἱ ἐκ παιδὸς Ἰουδαῖοι, καὶ οὐ προσήλυτοι, | |
10 | ἀλλ’ ἐντραφέντες τῷ νόμῳ, τὴν ἀσθένειαν ἑωρακότες τοῦ νόμου εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον, εἰς τὴν διὰ πίστεως μετέστησαν χάριν, πόσῳ μᾶλλον οἱ ἐξ ἀρχῆς μὴ ὄντες τοῦ νόμου, ἀλλ’ ἐκ τῶν ἐθνῶν, εἶτα πιστεύσαντες εἰς Χριστὸν, οὐκ ὀφείλουσι προσκλῖναι | |
15 | τῷ ἀσθενοῦντι πρὸς διόρθωσιν νόμῳ. «Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθη‐ μεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἆρα Χριστὸς ἁμαρτίας διάκονος;» Ὅρα εἰς ὅσην ἀτοπίαν ἐξάγει τοὺς προσκειμένους | |
20 | τῷ νόμῳ. Εἰ οὐκ ἰσχύει, φησὶν, ἡ εἰς Χριστὸν πίστις δικαιῶσαι, ἀλλὰ ἀνάγκη πάλιν τῷ νόμῳ ἔχεσθαι, τὸν νόμον ἀφέντες διὰ Χριστὸν, καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως, ἀλλὰ κατακρινόμενοι, τῆς κατακρί‐ σεως εὑρήσομεν αὐτὸν ἡμῖν γινόμενον αἴτιον, δι’ | |
25 | ὂν τὸν νόμον ἀφέντες πρὸς τὴν πίστιν ἐδράμο‐ μεν. «Μὴ γένοιτο.» Ἑωρακὼς τὴν συμβαίνουσαν ἐκ τοῦ δόγματος ἀτοπίαν, ταχέως ἀποπηδᾷ, τῷ, Μὴ γένοιτο, χρώμε‐ | |
30 | νος. «Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, πα‐ ραβάτην ἐμαυτὸν συνίστημι.» Ἐκείνων λεγόντων, ὡς ὁ μὴ φυλάττων τὸν νόμον παραβάτης ἐστὶν, οὕτως ἐκ τοῦ ἐναντίου παραβά‐ | |
35 | την ἑαυτὸν καλεῖ φυλάττοντα τὸν νόμον. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Πέπαυται ὁ νόμος, καὶ τοῦτο ὡμολογή‐ σαμεν, δι’ ὧν ἀφέντες αὐτὸν ἐπὶ τὴν ἐκ πίστεως κατεφύγομεν σωτηρίαν. Ἂν τοίνυν φιλονεικήσωμεν στῆσαι τὸν νόμον, αὐτῷ τούτῳ παραβάται γινόμεθα, | |
40 | τὰ παρὰ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι.» Διπλῆν ἔχει τοῦτο θεωρίαν. Ἢ γὰρ νόμον τὸν τῆς χάριτός φησιν, ἢ μόνον τὸν παλαιὸν λέγει, δει‐ | |
45 | κνὺς ὅτι δι’ αὐτοῦ τοῦ νόμου νόμῳ ἀπέθανεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Αὐτὸς ὁ νόμος με ἐξήγαγεν εἰς τὸ προσέχειν αὐτῷ. Εἰ τοίνυν μέλλοιμι αὐτῷ προσ‐ έχειν, καὶ αὐτὸν παραβαίνω· πῶς, καὶ τίνι τρόπῳ Μωϋσῆς εἶπεν· Ὅτι προφήτην ἀναστήσει ὑμῖν | |
95.789(50) | Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε, περὶ Χριστοῦ λέγων; Ὥστε οἱ μὴ τού‐ τῳ πειθόμενοι, παραβαίνουσι τὸν νόμον. Τί δέ ἐστι, τῷ νόμῳ ἀπέθανον; Ὥσπερ τὸν νεκρὸν οὐκ ἔστιν | |
ὑπαγαγεῖν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως οὐδὲ | 789 | |
95.792 | ἐμὲ τὸν ἐκ τῆς κατάρας τοῦ νόμου τῆς ἐκείνου τελευτήσαντα. Ὁ γὰρ νόμος ἐπικατάρατον ἐποίει πάντα τὸν μὴ πληροῦντα τὰ ἐν τῷ νόμῳ. Οὐδεὶς δὲ δυνατὸς πληρῶσαι ἦν. | |
5 | «Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Τῷ νόμῳ, φησὶν, ἢ ὅσον κατὰ τὸν νόμον. | |
10 | «Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Διὰ τῆς χάριτος ἠλευθέρωμαι, φησίν. Οὐκοῦν οὐχ ὑποστρέφων πάλιν εἰς τὸν νόμον, ὑβρίζω τὴν χάριν, ὡς μὴ δυναμένην ζωοποιεῖν. «Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δω‐ | |
15 | ρεὰν ἀπέθανεν.» Ἀπέθανε, φησὶν, ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ἵνα ἡμᾶς ἀναστήσῃ, δικαιώσας, καὶ τὴν ἁμαρτίαν ποιήσῃ ἐκ μέσου. Εἰ δὲ ὅσοι περιτέμνειν πείθοντες, λέγουσιν ἐν νόμῳ δικαιοῦσθαι τὸν ἄνθρωπον, περιττὸς ὁ Χρι‐ | |
20 | στοῦ θάνατος γέγονεν. ΚΕΦΑΛ. Γʹ. «Ὦ ἀνόητοι Γαλάται.» Δείξας τὸ ἄτοπον καὶ τὸ βλάσφημον, θαῤῥῶν ἐπ‐ ήγαγε τὴν ἐπίπληξιν. | |
25 | «Τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθε‐ σθαι;» Ἔδειξεν καλῶς πράττοντας πειθομένους τῇ πίστει. Εἰ μὴ γὰρ τῶν πραττόντων καλῶς ἡ βασκανία οὐ λέγεται. Τοῦτο δὲ λέγων, ἐκκαλεῖται πάλιν εἰς τὴν | |
30 | διὰ πίστεως χάριν. «Οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν.» Συνεχῶς ἀναμιμνήσκει αὐτοὺς τοῦ θανάτου καὶ | |
35 | τοῦ σταυροῦ, δι’ οὗ τῆς ἁμαρτίας ἀπαλλαγέντες ἐζήσαμεν. Τὸ δὲ, Προεγράφη πρὸ ὀφθαλμῶν, εἴ‐ ρηκε, δεικνὺς τὸν ἄπληστον αὐτῶν πρότερον περὶ τὸν Χριστὸν πόθον, ὡς διὰ παντὸς ἐν ὀφθαλμοῖς ὁρᾷν τὸ μυστήριον. | |
40 | «Ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε.» Πολλοὶ τῶν βαπτισθέντων εἰς Χριστὸν, καὶ λαβόν‐ των Πνεῦμα ἅγιον πολλὰς ἐνεργείας ἐποίουν δι’ αὐ‐ τοῦ καὶ σημεῖα μεγάλα. Αὐτῶν οὖν ἐκείνων αὐτοὺς | |
45 | ἀναμιμνήσκει. Εἰ τὰς θεοσημείας, φησὶν, οὐχ ὁ νό‐ μος παρέσχε ποιεῖν, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις, πῶς τὸν τὰ τηλικαῦτα παρεσχηκότα ἀφέντες, ἐπὶ τὸν ἀσθενοῦντα κατατρέχετε νόμον; «Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖ‐ | |
95.792(50) | σθε;» Ἔδειξεν αὐτοὺς τὴν τάξιν ἀντι[σ]τρέψαντας. Ἀπὸ γὰρ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικώτερα ἔρχε‐ ται· οἱ δὲ τοὐναντίον, πρῶτον λαβόντες τὰ πνευμα‐ τικὰ, μετέστησαν εἰς τὰ σαρκικὰ, τὴν περιτομήν | |
55 | φημι. Εὖ δὲ καὶ τὸ, ἐπιτελεῖσθε, ὡς ἐπὶ ἀλόγων, | 791 |
95.793 | αὐτοῖς παρέθηκεν, ὡς εἰ ἔλεγε σαφέστερον· Ὥσπερ ἄλογα θρέμματα παρέχετε ἑαυτοὺς εἰς τὸ κατα‐ τέμνεσθαι. «Τοσαῦτα ἐπάθετε εἰκῆ; Εἴ γε καὶ εἰκῆ.» | |
5 | Τῶν ἀγώνων ἐκείνων καὶ τῶν ἄθλων αὐτοὺς ἀνα‐ μιμνήσκει, ὧν ἔπαθον διὰ τὸ κήρυγμα. Λέγει οὖν· Μὴ τὸν πρότερον ὑμῶν ἐκεῖνον πάντα κόπον ἀργὸν ἐργάσησθε. Τοῦτο γὰρ δηλοῖ τὸ, Εἴ γε καὶ εἰκῆ, ἀντὶ τοῦ, Εἰ μὴ μετανοήσαντες αὐτὸν φυλάξητε. | |
10 | «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνερ‐ γῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;» Ὃ εἶπεν ἀνωτέρω, καὶ νυνὶ ἐπιλαμβάνει, ἐκδυ‐ σωπῶν αὐτοὺς τῇ δωρεᾷ ὧν εἰλήφεσαν χαρισμά‐ | |
15 | των. «Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογί‐ σθη αὐτῷ εἰς δικαιοσύνην.» Ἐπειδὴ οἱ Ἰουδαΐζειν ἀναγκάζοντες, πρεσβύτερον ἔλεγον τὸν νόμον τῆς πίστεως, ἐκ τοῦ ἐναντίου δείκνυ‐ | |
20 | σιν ὁ Παῦλος πρεσβυτέραν τὴν πίστιν ἐκ τῆς περι‐ τομῆς. Καὶ ἐπειδὴ μέγα ἐφρόνουν τῷ προπάτορι Ἀβραὰμ, καὶ ἐκ τούτου πάλιν αὐτοὺς ἐκδυσωπεῖ. Εἰ γὰρ Ἀβραὰμ ἐφ’ ᾧ φρονοῦσι μέγα, φαίνεται πρῶτος τὴν πίστιν δεξάμενος, καὶ δι’ αὐτῆς φίλος προσηγο‐ | |
25 | ρευόμενος Θεοῦ, πόσῳ μᾶλλον οὗτοι προσδραμοῦνται αὐτῇ, εἴ γε τὴν ἐκείνου αὐχοῦσι συγγένειαν; «Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ.» Δείκνυσιν τὰ ἔθνη μᾶλλον διὰ τῆς πίστεως αὐχοῦντα | |
30 | πατέρα τὸν Ἀβραὰμ, ἢ τοὺς ἐκ περιτομῆς. Τὸν γὰρ Ἀβραὰμ φίλον ἐποίησε Θεοῦ ἡ πίστις, οὐχ ἡ περι‐ τομὴ, εἴ γε σφραγὶς καὶ σημεῖον τῆς πίστεως γέγο‐ νεν ἡ περιτομή· τὸ δὲ σημεῖον ἐκείνου οὗ ἐστι σημεῖον, ἔλασσόν ἐστιν, ὥστε οἱ ἐκ πίστεως, μᾶλλον κληθεῖεν | |
35 | εἰκότως τοῦ Ἀβραὰμ υἱοὶ, ἢ οἱ ἐκ τῆς περιτομῆς, καὶ τοσούτῳ ὅσῳ χρυσὸς τῆς σφραγίδος αὐτοῦ. «Προϊδοῦσα ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός.» Ἵνα μὴ δόξῃ ἐνθυμηματικῶς τοῦτο κατασκευάζειν, | |
40 | καὶ τὴν Γραφὴν περὶ τούτου μαρτυροῦσαν φέρει. «Προευηγγελίσατο τῷ Ἀβραάμ.» Ὅρα πῶς τὴν περὶ τῶν ἐθνῶν συγγένειαν γι‐ νομένην πρὸς Ἀβραὰμ, Εὐαγγέλιον ἐκάλεσεν ἡ Γραφή. | |
45 | «Ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Διὰ τῆς ὁμοίας πίστεως. «Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν | |
95.793(50) | εἰσίν. Γέγραπται γὰρ, ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Δείξας ὡς ἡ πίστις τὰ ἔθνη δικαιοῖ, καὶ τούτου | |
μαρτυρίαν ἐκ τῆς θείας Γραφῆς δεδωκὼς, δείκνυ‐ | 793 | |
95.796 | σιν ὡς καὶ κατάρατοι γίνονται οἱ ἐμμένοντες τῷ νόμῳ. «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος | |
5 | οὐκ ἔστιν ἐκ πίστεως, ἀλλὰ ὁ ποιήσας αὐτὰ, ζήσε‐ ται ἐν αὐτοῖς.» Ὡς ὁμολογούμενον ἐδέξατο τὸ μὴ δικαιοῦσθαι ἐν νόμῳ τινά. Ἐπειδὴ γὰρ προεῖπεν, ἐπικατάρατον ὄντα τὸν μὴ πληροῦντα πάντα τὸν νόμον, ἀδύνατον | |
10 | δὲ ἦν ἄνθρωπον πληρῶσαι αὐτὸν, τούτου χάριν θαῤ‐ ῥῶν ἀπεφήνατο. «Χριστὸς ὑμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγρα‐ πται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύ‐ | |
15 | λου.» Ὁ μὲν λαὸς κατάρᾳ ὑπεύθυνος ἦν τῇ καταδικα‐ ζούσῃ τὸν μὴ ἐμμένοντα πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου. Ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἀντηλλάξατο τὴν λέγουσαν· Ἐπι‐ | |
20 | κατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν καὶ ὁ κρεμάμενος ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος, τὸν μέλλοντα δὲ ἐκείνην λύειν τὴν κατάραν, ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῇ, ἔδει δὲ δέξασθαι κατάραν ἀντ’ ἐκείνης, τῆς | |
25 | καταδικαζούσης λέγω, τὸν μὴ ἐμμένοντα πᾶσι τοῖς γεγραμμένοις, τούτου χάριν, τῆς μὲν ἐλεύθερος γέ‐ γονεν· Οὐχ εὑρέθη γὰρ δόλος ἐν τῷ στόματι αὐ‐ τοῦ· ταύτην δὲ ἔλαβεν, τὴν ὑπεύθυνον ἑαυτῇ ποιοῦ‐ σαν τὸν κρεμάμενον ἐπὶ ξύλου, καὶ δι’ αὐτῆς ἐκείνην | |
30 | ἔλυσεν· καὶ καθάπερ τινὸς καταδικασθέντος ἀπο‐ θανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος ὑπὲρ ἐκείνου ἀποθανεῖν ἐξαρπάζει τῆς τιμωρίας αὐτὸν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ὥσπερ οὖν ὁ ἀποθανὼν ἀνεύ‐ θυνος τοὺς ἀποθανεῖν μέλλοντας ἐξείλετο θανάτου τῷ | |
35 | ἑαυτοῦ θανάτῳ, οὕτω καὶ κατάραν δεξάμενος ὁ Χρι‐ στὸς, τῆς κατάρας ἀπήλλαξεν. «Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένη‐ ται ἐν Χριστῷ Ἰησοῦ.» Πῶς εἰς τὰ ἔθνη; Ἐν τῷ σπέρματί σου, φησὶν, | |
40 | εὐλογηθήσονται τὰ ἔθνη, τουτέστι Κυρίου. Ὡς γὰρ αὐτός πού φησιν· Οὐκ εἶπε, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλὰ, Τῷ σπερματί σου, ὡς ἐφ’ ἑνὸς, τουτέστι Χριστῷ. Οὐδὲ γὰρ δυνατὸν ἦν διὰ τῶν Ἰουδαίων εὐλογεῖσθαι τὰ ἔθνη. Πῶς γὰρ οἱ | |
45 | ἐκ τοῦ νόμου ὄντες ἐπικατάρατοι, ἑτέροις εὐλογίας γίνονται πρόξενοι; «Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» Ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς | |
95.796(50) | ἀκάθαρτον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον, τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν. Ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν, ἡ δὲ πίστις τὴν δικαιοσύνην εἰσήγαγεν, ἡ δὲ δικαιο‐ | |
55 | σύνη τὴν χάριν τοῦ Πνεύματος ἐπεσπάσατο. | |
«Κατὰ ἄνθρωπον λέγω, ἀδελφοί· ὅμως ἀνθρώπου | 795 | |
95.797 | κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσ‐ σεται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί | |
5 | σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προ‐ κεκυρωμένην ὑπὸ τοῦ Θεοῦ, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κλη‐ ρονομία, οὐκέτι ἐξ ἐπαγγελίας. Τῷ δὲ Ἀβραὰμ δι’ | |
10 | ἐπαγγελίας κεχάρισται ὁ Θεός.» Ἐξ ἀνθρωπίνων μὲν παραδειγμάτων ὁ λόγος, φησί· τοῦτο γάρ ἐστι τὸ, κατὰ ἄνθρωπον λέγω. Ὁ δὲ νοῦς οὗτος· Ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ σπέρματος αὐτοῦ εὐλογῆσαι τὰ ἔθνη· σπέρμα δὲ αὐ‐ | |
15 | τοῦ ἐστι κατὰ σάρκα ὁ Χριστός. Ἦλθε μετὰ τετρα‐ κόσια καὶ τριάκοντα ἔτη νόμος. Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας καὶ τὴν ζωὴν καὶ τὴν δικαιο‐ σύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν. Εἶτα ἀν‐ θρώπου μὲν οὐδεὶς ἀθετεῖ διαθήκην· τοῦ δὲ Θεοῦ | |
20 | μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ δια‐ θήκη. Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δί‐ δωσιν, ἀλλ’ ἕτερος ἀντ’ ἐκείνης, τουτέστιν ὁ νόμος, ἐκβέβληται ἡ διαθήκη· καὶ πῶς ἂν ἔχοι τοῦτο λό‐ γον; | |
25 | Ἀντὶ τοῦ, ἢ προστίθησιν. «Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσ‐ ετέθη.» Ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰ πάνυ | |
30 | χρησίμως ἐδόθη, ἵνα μὴ ἐξῇ Ἰουδαίους ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλὰ ἀντὶ χα‐ λινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυ‐ θμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ’ ὅμως κἂν ἐνίας τῶν ἐντολῶν. Ὥστε οὐ μικρὸν τὸ | |
35 | κέρδος τοῦ νόμου. Ἀλλ’ ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπηγγείλατο. «Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται διὰ διαταγῆς δι’ ἀγγέλων.» Σπέρμα μὲν τὸν Χριστόν φησι. Λέγει δέ· Μέχρι | |
40 | τῆς Χριστοῦ παρουσίας δέδοται· τί περαιτέρω καὶ καρὰ καιρὸν αὐτὸν ἕλκεις; «Ἐν χειρὶ Μεσίτου. Ὁ δὲ Μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν.» Τὸν Χριστὸν ἐνταῦθά φησι, τὸν καὶ πάλαι δεδω‐ | |
45 | κότα τὸν νόμον. Εἰ δὲ τὸν νόμον αὐτὸς ἔδωκε, κύ‐ ριος ἂν εἴη καὶ λῦσαι πάλιν. «Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωο‐ ποιῆσαι, ὄντως ἐκ νόμου ἦν ἡ δικαιοσύνη.» | |
95.797(50) | Εἰ γὰρ τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ εὐλογίαι δέ‐ δονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ὁ νόμος. Πῶς οὖν λύει αὐτὸν, σκόπει. Πρῶτον μὲν τῇ ἀπαγορεύσει τὸ, Μὴ γένοιτο, λέγων· ὅπερ [ἦν] σφόδρα ἀτοπώτατον, τίθεται ἔπειτα | |
55 | λογισμῷ βεβαίῳ. Ἔστι δὲ οὗτος· Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τῷ νόμῳ τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, ἴσως καλῶς ταῦτα ἔλεγον. Εἰ δὲ ἀπὸ τῆς πίστεως ἡ σω‐ | |
τηρία ἡμῖν καὶ ἡ ζωὴ, κἂν ἐπικαταράτους ἐκείνους | 797 | |
95.800 | ποιήσῃ, οὐδὲν ἐβλάβημεν ἐρχομένης ἐκείνης, καὶ πάντα λυούσης. «Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ ἅπαντα ὑφ’ ἁμαρ‐ τίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ | |
5 | δοθῇ τοῖς πιστεύουσι. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλ‐ λουσαν πίστιν ἀποκαλυφθῆναι.» Ἐπειδὴ μεγάλα ἐφρόνουν Ἰουδαῖοι, καὶ τοῦτο ἦν αὐτοὺς τὸ ταλαιπώρους ἐργασάμενον, τούτου χάριν ὁ | |
10 | νόμος ἐδόθη, ἐλέγχων αὐτῶν τὴν ἁμαρτίαν, καὶ ὑπὸ κατάραν ποιῶν, ἵνα εἰδότες ὡς ἐν ἐσχάτοις εἰσὶ, τὴν πίστιν ποθήσωσι τὴν διὰ Χριστοῦ, τὴν καὶ λύουσαν τὴν ἁμαρτίαν. «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς | |
15 | Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.» Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντίος τῷ διδασκάλῳ, ἀλλὰ προοδοποιῶν αὐτῷ. Εἰ δέ τις ἐν ἕξει γένηται μαθημάτων παρὰ τοῦ διδασκάλου, αἰσχύνεται λοιπὸν | |
20 | ἐμμένειν ἔτι τῷ παιδαγωγῷ. «Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Ἀλλ’ οὐ διὰ τοῦ νόμου φησίν. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν | |
25 | ἐνεδύσασθε.» Ἐπειδὴ μέγα εἶπε, καὶ θαυμαστὸν, τοὺς ὑπὸ κατά‐ ραν ἐκ τοῦ νόμου γεγενημένους, διὰ τῆς πίστεως υἱοὺς προσαγορευθῆναι Θεοῦ, κατασκευάζει αὐτὸ, πρῶτον μὲν τῷ ἐνδύσασθαι τὸν Χριστόν. Εἰ δὲ ὁ Χρι‐ | |
30 | στὸς Υἱὸς Θεοῦ, σὺ δὲ αὐτὸν ἐνεδύσω, φησὶ, τὸν Υἱὸν ἔχων ἐν σαυτῷ, καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν ἤχθης. «Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ | |
35 | ὑμεῖς εἷς ἐν Χριστῷ Ἰησοῦ.» Ἐπὶ πλεῖον διηγεῖται τὴν ἀγαθότητα τοῦ Θεοῦ, ὅπου γε πᾶσι τὴν ἴσην δέδωκε δωρεάν. «Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, κατ’ ἐπαγγελίαν κληρονόμοι.» | |
40 | Εἰ ὁ Χριστὸς σπέρμα τοῦ Ἀβραὰμ, ὑμεῖς δὲ Χρι‐ στὸν ἐνεδύσασθε, καὶ σῶμα αὐτοῦ γεγόνατε, δῆλον ὅτι σπέρμα τοῦ Ἀβραάμ ἐστε. Οὐκοῦν καὶ κληρονό‐ μοι. Τῷ σπέρματι γὰρ αὐτῷ ἡ ἐπαγγελία. ΚΕΦΑΛ. Δʹ | |
45 | «Λέγω δὲ ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιος ἐστιν, οὐδὲν διαφέρει δούλου, Κύριος πάντων ὣν, ἀλλ’ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ Πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλω‐ | |
95.800(50) | μένοι. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου. ἐξαπ‐ έστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γεννώμενον ἐκ γυ‐ ναικὸς, γεννώμενον ὑπὸ νόμου, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Νήπιος, οὐ τὴν ἡλικίαν, ἀλλὰ τὴν γνώμην φησί· | |
55 | δεικνὺς ὅτι καὶ ἐξ ἀρχῆς μὲν ἐβούλετο ὁ Θεὸς ταῦτα | 799 |
95.801 | χαρίσασθαι. Ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκεί‐ μεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι Νουμηνίας καὶ Σάββατα. Αἱ γὰρ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ δὲ καὶ | |
5 | νῦν ἡμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ’ ἢ καὶ ἐν τῷ χρόνῳ τῆς τελείας ἡλικίας, εἰς τοὐπίσω πάλιν ἀπάγουσι, καὶ δούλων οὐδὲν διαφέρειν ποιοῦσιν. «Ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» | |
10 | Καλῶς εἶπεν, ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο ἐπὶ τοῦ Ἀβραάμ. «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλε τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός. Εἰ δὲ υἱὸς, | |
15 | καὶ κληρονόμος Θεοῦ διὰ Χριστόν.» Ἄνω καὶ κάτω τὸν περὶ τῆς υἱοθεσίας αὐτοῖς προ‐ φέρει λόγον. Καὶ ἤδη μὲν ἔδειξεν ἐν τοῖς ἀνωτέρω διὰ τοῦ εἰπεῖν, Χριστὸν ἐνεδύσασθε· νῦν δὲ καὶ ἑτέρου τοῦ εἰπεῖν, ὅτι οὐκ ἂν ἐδυνάμεθα Πατέρα κα‐ | |
20 | λεῖν τὸν Θεὸν, καὶ τὸ Πνεῦμα αὐτοῦ λαβεῖν, εἰ μὴ υἱοὶ αὐτοῦ ἐγεγόνειμεν. «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. Νῦν δὲ γνόντες Θεὸν, μᾶλ‐ λον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέψετε πάλιν | |
25 | ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνω‐ θεν δουλεύειν θέλετε;» Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀπο‐ τείνεται· ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακή. | |
30 | «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς.» Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιτομὴν αὐτοὶ ἐκήρυττον ἐκείνην μόνην, ἀλλὰ καὶ τὰς ἑορτὰς, καὶ τὰς Νουμηνίας τηρεῖν. | |
35 | «Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» Δέδοικα, φησὶν, οὐ μὴν ἀπέγνωκα. Κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι. «Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοὶ, | |
40 | δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε.» Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων λέγει. Διὸ καὶ ἑαυ‐ τὸν εἰς μέσον ἄγει, πείθων αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν, μιμουμένους αὐτόν. «Οἴδατε, ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελι‐ | |
45 | σάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμόν μου, τὸν ἐπὶ τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύ‐ σατε, ἀλλ’ ὡς ἄγγελον Θεοῦ ἐδέξασθε ἐμὲ, ὡς Χρι‐ στὸν Ἰησοῦν.» Κηρύσσων ὑμῖν, φησὶν, ἠλαυνόμην, ἐμαστιγού‐ | |
95.801(50) | μην, θανάτους ὑπέμενον, καὶ οὐδὲ οὕτω κατεφρονή‐ σατέ μου. Τοῦτο γάρ ἐστι, Τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύ‐ σατε. Πῶς οὖν οὐκ ἄτοπον, διωκόμενον ὡς ἄγγελον δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα, μὴ δέχε‐ | |
55 | σθαι. | 801 |
95.804 | «Ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαν‐ τες ἐδώκατέ μοι. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;» | |
5 | Ἐνταῦθα διαπορεῖ καὶ ἐκπλήττεται, καὶ παρ’ αὐ‐ τῶν ζητεῖ τὴν αἰτίαν τῆς μεταβολῆς μαθεῖν. Οὐχ ὑμεῖς ἦτε, φησὶν, οἵ με μεθέποντες καὶ θεραπεύον‐ τες, καὶ τῶν ὀφθαλμῶν ἡγούμενοι τιμιώτερον. Πόθεν οὖν ἡ ἔχθρα; πόθεν ἡ ὑποψία; ὅτι τὰ ἀληθῆ πρὸς | |
10 | ὑμᾶς εἶπον· ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὸ τἀληθῆ λέγειν ὑμῖν. «Ζηλοῦσιν ὑμᾶς, οὐ καλῶς.» Ζῆλον ὑμᾶς, φησὶν, ἐρεθίζουσιν ἔχειν, οὐ καλόν. Πῶς γὰρ ἐκεῖνος καλὸς, ὁ πάλιν εἰς τὸν ζυγὸν αὐ‐ | |
15 | τοὺς καταφέρων τῆς δουλείας; «Ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζη‐ λῶτε.» Ἐκκλεῖσαι μὲν τῆς εὐαγγελικῆς χάριτος. Τοῦτο γὰρ ἐποίουν, τοὺς μὲν [γὰρ] τελείας γνώσεως ἐκβα‐ | |
20 | λεῖν θέλοντες, εἰς δὲ τὴν νόθον πάλιν ἀνάγοντες, δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα αὐτοὶ μὲν ἐν τάξει διδασκάλων γένωνται, Γαλάτας δὲ ἐν τάξει καταστήσωσι μαθη‐ τῶν. «Καλῶς δὲ ζηλοῦσθε ἐν καλῷ πάντοτε, καὶ μὴ | |
25 | μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.» Ἐνταῦθα αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τοῦτο μακάριον, τὸ καὶ ἀπόντος τοῦ διδασκάλου τὴν δέουσαν τάξιν σώζειν τοὺς μαθη‐ τάς. | |
30 | «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἐφθείρατε, φησὶ, τὴν εἰκόνα, ἀπωλέσατε τὴν μορ‐ φὴν, ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ ἀναπλάσεως, διδαχῆς δηλονότι· πάλιν γεννῶ διὰ κατηχήσεως. | |
35 | «Ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλά‐ ξαι τὴν φωνήν μου.» Τίνος ἕνεκεν ζητεῖ τὴν παρουσίαν λέγει, καὶ τίνος ἢ τοῦ ἀλλάξαι τὴν φωνὴν, ἀντὶ τοῦ δακρῦσαι καὶ θρηνῆσαι, καὶ ὀλοφύρασθαι, καὶ πάντας εἰς θρῆνον | |
40 | ἐπισπᾶσθαι; Διὰ γὰρ ἐπιστολῆς οὐκ ἦν δάκρυα δεῖ‐ ξαι, οὐδὲ ὀλοφυρμόν. «Ὅτι ἀποροῦμαι ἐν ὑμῖν.» Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω· πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τοῦ οὐρανοῦ τὴν κορυφὴν διὰ τῶν κινδύ‐ | |
45 | νων ὧν ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων ὧν ὑπεδείξατε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ Σάββατα κατασύρεσθαι. «Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν | |
95.804(50) | νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ | |
τῆς ἐλευθέρας. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ | 803 | |
95.805 | σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι’ ἐπαγ‐ γελίας.» Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ὑμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι | |
5 | εἰς τοὺς μὴ γεννωμένους ἐξ ἐκείνου, τούτους υἱούς φησιν εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκο‐ λουθίαν, οὐδὲ κατὰ γάμου νόμον, οὐδὲ κατὰ σαρκὸς δύναμιν γεννώμενος, καὶ υἱὸς, καὶ γνήσιος ἦν, ἀπὸ | |
10 | νεκρῶν σωμάτων φῦναι κελευσθείς. Μὴ θορυβείτω τοίνυν ὑμᾶς, φησὶ, τὸ μὴ κατὰ σάρκα γεγεννῆσθαι. Διὰ γὰρ τοῦτο μάλιστα συγγενεῖς ὑμεῖς αὐτοῦ, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε. Οὐ γὰρ τιμιωτέρους τοῦτο τὸ κατὰ σάρκα, ἀλλὰ καὶ ἀτιμωτέρους ἐργάζεται. | |
15 | Θαυμαστότερος γὰρ ὁ τόκος, ὁ μὴ κατὰ σάρκα, καὶ πνευματικώτερος. Καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέν‐ των. Ἐτέχθη κατὰ σάρκα ὁ Ἰσμαὴλ, ἀλλὰ δοῦλος ἦν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας. Ὁ δὲ κατ’ ἐπαγγελίαν τεχθεὶς | |
20 | Ἰσαὰκ, ἅτε υἱὸς ὢν γνήσιος καὶ ἐλεύθερος, κύριος ἁπάντων ἦν. «Ἅτινά ἐστιν ἀλληγορούμενα.» Ἡ μὲν ἱστορία αὐτὴ, φησὶν, οὐ τοῦτο δὲ μόνον πα‐ ραδηλοῖ ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀγορεύει· | |
25 | διὸ καὶ ἀλληγορία καλεῖται. «Αὗται γάρ εἰσι δύο διαθῆκαι.» Οἱ δύο νόμοι, ὁ νομικὸς καὶ ὁ εὐαγγελικός. «Μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ γὰρ Σινᾶ ὄρος ἐστὶν ἐν Ἀρα‐ | |
30 | βίᾳ.» Ἄγαρ ἐλέγετο ἡ δούλη. Τὸ δὲ Σινᾶ ὄρος, οὕτω μεθερμηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν διαλέκτῳ· ὥσ‐ τε τοὺς ἐκ τῆς παλαιᾶς τικτομένους, πάντας ἀνάγκη δούλους εἶναι. | |
35 | «Συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ· δουλεύει δὲ μετὰ τῶν τέκνων αὑτῆς.» Οὐ μόνον, φησὶν, ἐκείνη δούλη ἦν, ἀλλὰ καὶ δού‐ λους ἔτεκεν. Ἀλλὰ καὶ αὐτὴ ἡ διαθήκη, τουτέστιν ἧς τύπος ἡ δούλη. Καὶ γὰρ Ἱερουσαλὴμ ἐκ γειτόνων | |
40 | κεῖται τῷ ὄρει τῷ ὁμωνύμῳ τῇ δούλῃ· ἐν τούτῳ δὲ τῷ ὄρει καὶ ἡ διαθήκη δέδοται. «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Γέγραπται γάρ· Εὐφράν‐ θητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ | |
45 | οὐκ ὠδίνουσα.» Τῆς μὲν Ἱερουσαλὴμ τῆς κάτω τύπος ἡ Ἄγαρ· καὶ δῆλον ἐκ τοῦ ὄρους τοῦ οὕτω καλουμένου· τῆς δὲ ἄνω ἡ Σάῤῥα. Ἄνω δὲ Ἱερουσαλὴμ καλή· καὶ αὕτη γὰρ ἦν πάλαι στεῖρα, ὥσπερ καὶ ἡ Σάῤῥα. Ὅτι δὲ | |
95.805(50) | περὶ τῆς Ἐκκλησίας ὁ λόγος, καὶ τὸν προφήτην παρ‐ ήγαγεν μάρτυρα λέγοντα· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. «Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, ἢ τῆς ἐχούσης | |
τὸν ἄνδρα.» | 805 | |
95.808 | Ἔρημον, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν λέγει, τὴν πάλαι ἐν ἐρημίᾳ καὶ ἀγνωσίᾳ ὑπάρχουσαν τοῦ Θεοῦ. Ἔχουσαν δὲ τὸν ἄνδρα, τὴν συναγωγὴν, διὰ τὸ δεδό‐ σθαι αὐτῇ τὸν νόμον. Ἀλλ’ ὅμως πολυπλάσια γέγονε | |
5 | τῆς στείρας τὰ τέκνα· καθὸ ἡ μὲν ἔχουσα τὸν ἄνδρα, ἓν μόνον ἔτεκεν ἔθνος, ἡ δὲ στεῖρα, πάντα ἐποίησε τὰ ἔθνη. «Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.» | |
10 | Οὐ γὰρ μόνον ὅτι στεῖρα ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, ἀλλὰ καθάπερ ἐκείνῃ οὐχ ἡ φύσις, ἀλλὰ ἡ ἐπαγγελία τοῦ Θεοῦ πεποίηκε τὴν γονὴν, οὕτω καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας, φύσις μὲν οὐ‐ δεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ, ἃ ἴσασιν οἱ πιστοὶ, | |
15 | ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ διαπλάττει, καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον. Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν, ἐλεύθεροί ἐσμεν. «Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.» | |
20 | Ἵνα μὴ λέγωσι· Καὶ ποία αὕτη ἡ ἐλευθερία, ὅπου Ἰουδαῖοι κατέχουσι καὶ μαστίζουσι τοὺς πιστούς; δείκνυσιν καὶ τούτου τὸν τύπον ἄνωθεν ὄντα Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην, καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς | |
25 | τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἡμεῖς δὲ, ἀδελφοὶ οὐκ ἐσμέν.» Δείξας ἄνωθεν τὸν τύπον τοῦ διωγμοῦ, οὐκ ἐᾷ καταπίπτειν εἰς ἀκηδίαν αὐτοὺς, διδάσκων ἐκ τῆς ἱστορίας πάλιν καὶ ποῖον ἔσται τῶν διωκτῶν τέλος, | |
30 | τὸ μὴ μόνον ἐκβληθῆναι τῆς οἰκίας, ἀλλὰ καὶ τῆς οὐσίας ἔκπτωσιν ὑπομεῖναι. Εὖ δὲ καὶ υἱὸν παιδί‐ σκης εἶπεν, καὶ μὴ Ἀβραάμ· ἵνα ἀπὸ τοῦ φαυλο‐ τέρου αὐτοὺς προσαγορεύσῃ. Παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθε‐ | |
35 | ρίᾳ οὖν Χριστὸς ἡμᾶς ἠλευθέρωσε.» ΚΕΦΑΛ. Εʹ. «Στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Ἑτέραν αἰτίαν τίθησι, τὴν πείθουσαν αὐτοὺς μέ‐ νειν ἐπὶ τῶν δογμάτων. Λέγει δέ· Μὴ γὰρ ἑαυτοὺς | |
40 | ἠλευθερώσατε; Ἄλλος ἐστὶν ὑμᾶς ὁ ἠγορακώς· ἄλλος ὁ τιμὴν δοὺς ὑπὲρ ὑμῶν. Τὸ δὲ στήκετε, εἰπὼν, τὸν σάλον τὸν γεγενημένον ἔδειξε· τῷ δὲ, ζυγοῦ, ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς καταση‐ μαίνει. Τὸ δὲ πάλιν, εἰπὼν, πολλὴν αὐτῶν δεί‐ | |
45 | κνυσιν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι τοῦ πά‐ θους ἦτε ἐκείνου, φησὶν, οὐ τοσούτων ἦτε ἐγκλημά‐ των ἄξιοι. «Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν.» Θαῤῥοῦντος ἡ φωνή. | |
95.808(50) | «Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφε‐ λήσει.» Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεμνόμενον ὁ Χρι‐ στός; ἄκουε. Ὁ περιτεμνόμενος, ὡς νόμον δεδοικὼς | |
περιτέμνεται. Ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάμει | 807 | |
95.809 | τῆς χάριτος· ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης. «Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περι‐ τεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆ‐ | |
5 | σαι. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ.» Ἵνα γὰρ μὴ νομίσῃς κατ’ ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν μόνον λέγω, φησὶν, ἀλλὰ καὶ παντὶ ἀν‐ θρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἀλλήλων γὰρ ἔχεται τὰ νόμιμα. | |
10 | Καὶ πῶς, ἄκουε. Ἡ περιτομὴ θυσίαν ἔχει συνεζευ‐ γμένην, ἡμέρας παρατήρησιν· ἡ θυσία πάλιν, καὶ ἡμέρας καὶ τόπου φυλακήν· ὁ τόπος, μυρίων καθαρ‐ μῶν τρόπους. Οἱ καθαρμοὶ, πλῆθος παρατηρήσεων εἰσάγουσιν. Οὐκ ἐᾶται γὰρ ἀκάθαρτος θύειν, οὐχ | |
15 | ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέμις. Διὸ καὶ πολλὰ ἐφέλκεται διὰ μιᾶς ἐν‐ τολῆς ὁ νόμος. Ἂν τοίνυν περιτ[ε]μ[ν]ηθείης μὲν, μὴ ἐν τῇ ὀγδόη ἡμέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ μὲν, μὴ θύσῃς δὲ ἢ θύσῃς μὲν, μὴ ἐν τῷ ὡρισμένῳ δὲ τόπῳ· ἢ ἐν τῷ | |
20 | ὡρισμένῳ τόπῳ, μὴ τὰ νενομισμένα δέ· ἢ τὰ νενο‐ μισμένα μὲν, μὴ καθαρὸς δέ· ἢ καθαρὸς μὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσμοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα. Διὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. | |
25 | «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξ‐ επέσετε.» Καὶ διὰ τῆς κολάσεως ἐκφοβεῖ. Τί γὰρ τὸ λειπό‐ μενον τῆς χάριτος ἐκπίπτουσιν, ἀλλ’ ἢ κόλασις ἀπαραίτητος; | |
30 | «Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως, ἐλπίδα δι‐ καιοσύνης ἀπεκδεχόμεθα.» Πτοήσας διὰ τῆς κολάσεως, πάλιν ἐπὶ λιμένα παραμυθίας αὐτοὺς ἄγει, λέγων· Οὐδὲν ἐκείνων δεό‐ μεθα τῶν νομίμων, φησίν. Ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν | |
35 | Πνεῦμα παρασχεῖν, καὶ δι’ αὐτῆς δικαιοσύνην, καὶ πολλὰ μεγάλα ἀγαθὰ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργου‐ μένη. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ | |
40 | μὴ πείθεσθαι;» Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησίν. «Ἡ πεισμονὴ, οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.» Οὐ διὰ τοῦτο ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω | |
45 | σαλεύεσθαι· οὔτε ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν. «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Ἵνα μή τις λέγῃ, Τί τὸ πρᾶγμα ἐπαίρεις τῷ λόγῳ; μίαν ἐντολὴν μόνην ἐφυλάξαμεν τοῦ νόμου, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς ἐκφοβεῖ διὰ τοῦ | |
95.809(50) | παραδείγματος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ἡ ζύμη μικρά τις οὖσα ὅλον τὸ φύραμα εἰς ἑαυτὴν | |
μετατίθησιν, οὕτω καὶ ὑμᾶς δύναται, φησὶν, τὸ μι‐ | 809 | |
95.812 | κρὸν τοῦτο κακὸν μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν. «Ἐγὼ δὲ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.» | |
5 | Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ’ ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι Διορθωθήσεσθε. «Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.» Εὖ τὸ μηδαμοῦ ὄνομα τῶν ταρασσόντων θεῖναι, | |
10 | ἵνα μὴ ἀναισχυντότεροι γένωνται. «Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι;» Ἐπειδὴ διέβαλλον αὐτὸν ὡς πανταχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶ | |
15 | ὃ ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν. Οἴδατε, φησὶν, καὶ ὑμεῖς, ὅτι διωγμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου. Εἰ δὲ περι‐ τομὴν κηρύσσω, τί διώκομαι; οὐδὲν γὰρ ἕτερον ἐγ‐ καλεῖν μοι ἔχουσιν οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο. | |
20 | «Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.» Οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι, καὶ σκανδαλίζειν ἑτέρους. Οὔτε γὰρ οὕτως ὁ σταυρὸς ἦν ὁ σκανδαλίζων τοὺς Ἰουδαίους, ὡς τὸ μὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόμοις. Καὶ γὰρ | |
25 | Στέφανον προσενεγκόντες, οὐκ εἶπον ὅτι Οὗτος τὸν ἐσταυρωμένον προσεκύνει, ἀλλ’ ὅτι Κατὰ τοῦ νό‐ μου καὶ τοῦ τόπου λέγει τοῦ ἁγίου. «Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί.» | |
30 | Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν μοι μέλει ἐκείνων. Εἰ βούλονται, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ ἀποτεμνέσθωσαν. «Μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.» Ἀπήλλαξεν ὑμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ | |
35 | τῆς δουλείας, κυρίους ἀφῆκεν πράττειν ὅ τι βού‐ λεσθε, οὐχ ἵνα τῇ ἐξουσίᾳ εἰς κακίαν χρησώμεθα, ἀλλ’ ἵνα μείζονος μισθοῦ λάβωμεν πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἰόντες. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον, καὶ οὐ τῆς | |
40 | κατάρας ἀπαλλαγὴν, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανό‐ μως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων· Οὐχ ἵνα παρανόμως γένηται ἡ πολιτεία, ἀλλ’ ἵνα ὑπὲρ νόμον ἡ φιλοσοφία. Ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμά· καὶ ἐγὼ | |
45 | ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ’ ἵνα ὑψηλό‐ τεροι γενώμεθα. | |
«Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Ὁ | 811 | |
95.813 | γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγα‐ πήσεις τὸν πλησιόν σου ὡς σεαυτόν. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Λέγω δὲ, Πνεύματι περιπατεῖτε, καὶ | |
5 | ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Δείκνυσι τὸν τρόπον δι’ οὗ ῥᾳδίως τὸν εὐαγγελι‐ κὸν πληρώσωσι νόμον, ἅμα δὲ καὶ πόθεν γέγονεν τῆς περιτομῆς ἡ ἀρχή. Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βου‐ λόμενοι, ἐσχίσθητε, φησὶ, δουλεύσατε ἀλλήλοις. Οὕτω | |
10 | γὰρ συναχθήσεσθε πάλιν. Λεληθότως δὲ τοῦτο λέγει, καὶ οὐ φανερῶς. «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» | |
15 | Σάρκα φησὶ, τὴν προαίρεσιν τὴν πονηρὰν, πνεῦμα δὲ, τὴν προαίρεσιν τὴν ἀγαθὴν, τὴν ἄνω τρέχειν σπουδάζουσαν. Ἡ μὲν κακία ἀντίκειται τῇ ἀρετῇ· ἡ δὲ ἀρετὴ πάλιν ἐναντιοῦται τῇ κακίᾳ, παιδαγωγοῦ τινος τάξιν | |
20 | ἀναπληροῦσα, καὶ μὴ ἐῶσα ὑμᾶς κατὰ τὰς ἐπιθυμίας τὰς φαύλας πορεύεσθαι. «Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοι‐ χεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, | |
25 | φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ ταῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ὁ δὲ καρπὸς τοῦ Πνεύματός | |
30 | ἐστι, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» Ὁ Πνεῦμα ἔχων ὡς χρὴ, διὰ τούτου σβέννυσι πο‐ νηρὰν ἐπιθυμίαν ἅπασαν. Ὁ δὲ τούτων ἀπαλλαγεὶς, | |
35 | οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου εὐαγγελίας γενόμενος. Ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος μὴ μοιχεύειν; Τίς γὰρ διαλέξεται περὶ | |
40 | τοῦ καρποῦ τῆς κακίας, τῷ τὴν ῥίζαν αὐτῆς ἀνασπά‐ σαντι; Ὁρᾷς ὅτι οὐ τὴν σάρκα φησὶν ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισμόν. Αἱ γὰρ ἔχθραι, καὶ οἱ ζῆλοι, καὶ αἱ αἱρέσεις, πῶς ἂν εἶεν σαρκός; | |
45 | «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρω‐ σαν σὺν τοῖς παθήμασι καὶ ἐπιθυμίαις.» Σάρκα πάλιν ἐνταῦθα, τὰς πονηρὰς πράξεις καλῶν. «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.» | |
95.813(50) | Κατὰ τοὺς ἐκείνου νόμους πολιτευώμεθα. Τοῦτο γάρ ἐστι τὸ, στοιχῶμεν. Λέγει δέ· Ἀρκεσθῶμεν τῇ τοῦ Πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ | |
τοῦ νόμου προσθήκην | 813 | |
95.816 | «Μὴ γινώμεθα κενόδοξοι.» Δείκνυσιν ἐκείνους τοὺς εἰσάγοντας τὴν περιτομὴν, διὰ φιλοδοξίαν τοῦτο ποιοῦντας. «Ἀλλήλους προκαλούμενοι.» | |
5 | Εἰς φιλονεικίας δηλονότι καὶ ἔρεις. «Ἀλλήλοις φθονοῦντες.» Ἀπὸ γὰρ τῆς κενοδοξίας ὁ φθόνος. ΚΕΦΑΛ. ϛʹ. «Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι | |
10 | παραπτώματι.» Οὐκ εἶπεν, ἐὰν πράξῃ, ἀλλ’ ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὅρα δὲ πῶς εὐφυῶς κἀ‐ κείνους τοὺς κηρύσσοντας περιτομὴν εἰς τὴν πίστιν εἰσάγει, ἐν προλήψει καὶ συναρπαγῇ λέγων αὐτῶν τὸ | |
15 | ἁμάρτημα, καὶ τοὺς ἄλλους πείθει μὴ συνάπτεσθαι αὐτοῖς. Πῶς γὰρ συναπαχθεῖεν, οἱ καὶ διορθοῦσθαι ἐκείνους κελευόμενοι; «Ὑμεῖς οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοι‐ οῦτον.» | |
20 | Οὐκ εἶπεν, κολάζετε, οὐδὲ καταδικάζετε, ἀλλὰ διορθοῦτε. «Ἐν πνεύματι πραότητος.» Τοιοῦτον νόμον τοῖς διδασκάλοις εἰσφέρει τὸ πάντα μετὰ πραΰτητος λέγειν. Εὖ δὲ, τὸ μὴ μόνον ἐν | |
25 | πραΰτητι, ἀλλὰ, ἐν πνεύματι πραΰτητος εἰπεῖν· ἵνα δείξῃ, ὅτι καὶ τῷ Πνεύματι αὐτὰ δοκεῖ, καὶ τὸ μετ’ ἐπιεικείας διορθοῦσθαι, χαρίσματός ἐστι πνευματικοῦ. «Σκοπῶν ἑαυτὸν, μὴ σὺ πειρασθῇς.» | |
30 | Λεληθότως καθαιρεῖ τὸ φρόνημα, τὸ ἐκ τῆς δι‐ δασκαλίας γινόμενον. Ἵνα γὰρ μὴ δι’ αὐτὸ τὸ διδάσκειν ἐπαιρώμεθα καὶ ἡμεῖς, ἐν φόβῳ καὶ ἀγω‐ νίᾳ καθίστησιν. «Ἀλλήλων τὰ βάρη βαστάζετε.» | |
35 | Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλατ‐ τώματος εἶναι· παραινεῖ μὴ ἀκριβεῖς εἶναι ἐξετα‐ στὰς τῶν ἑτέροις πεπλημμελημένων. «Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χρι‐ στοῦ. Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὢν, ἑαυτὸν | |
40 | φρεναπατᾷ.» Δι’ ὃν ἀλλήλους φέρετε. Οἷον, Ὁ δεῖνά ἐστιν ὀργί‐ λος, σὺ δὲ ὑπνηλός; φέρε αὐτοῦ τὴν ὁρμὴν τὴν σφο‐ δρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν· καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήσεται ὑπὸ σοῦ βασταζόμενος, οὔτε | |
45 | σὺ πλημμελήσεις ἐν οἷς εἶ βαρὺς, ἀνεχομένου σου τοῦ ἀδελφοῦ. «Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος.» Οἷον εἰ ἐποίησας ἀγαθὸν, σκόπει σὺ μήποτε διὰ κενοδοξίαν, ἢ δι’ ἀνάγκην, ἢ ὑποκρίσει τοῦτο ἐποίη‐ | |
95.816(50) | σας, ἢ δι’ ἄλλην τινὰ ἀνθρωπίνην αἰτίαν. «Καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Ταῦτα οὐ νομοθετῶν λέγει, ἀλλὰ συγκαταβαίνων, | |
ὡς ἂν εἰ ἔλεγε· Τὸ καυχᾶσθαι μὲν οὐ καλόν. Εἰ δὲ | 815 | |
95.817 | ἄρα βούλῃ, μὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος. Καὶ τοῦτο δὲ συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ μικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον, καὶ μὴ καθ’ ἑτέρων, καὶ τοῦτο ταχέως διορθώσεται τὸ ἐλάτ‐ | |
5 | τωμα. «Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.» Δοκεῖ μὲν τιθέναι λογισμὸν κωλύοντα καθ’ ἑτέρου καυχᾶσθαι. Διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδὲ ἐφ’ ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἀγαγὼν | |
10 | αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου πιέζων αὐτοῦ τὸ συνειδός. «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο | |
15 | καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον, τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν.» Ἐνταῦθα περὶ τῶν διδασκάλων πάλιν ὁ λόγος αὐ‐ | |
20 | τῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομέ‐ νων θεραπείας. Τοῦτο καὶ ὁ Χριστὸς ἐνομοθέτησε. Καὶ διὰ τί; ἄκουε. Ἐπειδὴ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις κατεφύσα τοὺς ἔχοντας, καταπαίων αὐτῶν τὸ φρόνημα, εἰς ἀνάγκην αὐτοὺς κατέστησε τοῦ δεῖ‐ | |
25 | σθαι τῶν μαθητευομένων, κἀκείνους πάλιν εἰς ἀφορ‐ μὴν ἤγαγεν τοῦ πρὸς εὐποιίαν εὐκολωτέρους γίνε‐ σθαι, γυμνάζων αὐτοὺς ἡμέρους εἶναι. Φησὶ δὲ, ἐν πᾶσιν ἀγαθοῖς, ὥστε πᾶσαν ἐπιδείκνυσθαι εἰς αὐ‐ τοὺς δαψίλειαν. | |
30 | «Καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι.» Οὐχ ὥσπερ ὁ σαρκικὸς ἄπορος, φησὶ, καὶ ἐν τῷ ἀμητῷ πολὺν ἔχει κόπον, οὕτω καὶ ὁ πνευματικὸς, ἀλλ’ ἐν ἀναπαύσει γίνεται πολλῇ. «Ἀλλὰ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ | |
35 | ἀγαθὸν πρὸς πάντας, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως.» Τάχος καὶ σπουδὴν περὶ τὴν ἐλεημοσύνην εἰσφέ‐ ρειν παρακελεύεται. Οὔτε γὰρ πάντοτε τοῦ ἐλεεῖν ἐσμεν κύριοι. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν | |
40 | μυριάκις βουληθῶμεν, οὐδὲν περαίνομεν πλέον. Τὸ δὲ, πρὸς πάντας, πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκείνοις μὲν γὰρ τὰ τῆς φιλανθρω‐ πίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν. Ἡ δὲ τῆς χά‐ ριτος φιλανθρωπία, γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν | |
45 | τῆς ἐλεημοσύνης μετάληψιν καλεῖ, καὶ πλείονα πρὸς τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. «Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.» Πάντα δέχεσθαι τὸν λόγον αὐτοῦ παραινεῖ, καὶ τὸ | |
95.817(50) | μέγεθος τῶν δογμάτων, διὰ τὸ, πηλίκοις, εἰπεῖν, | 817 |
95.820 | κατασημάνας, καὶ τὸ, τῇ ἐμῇ χειρί· καὶ ἄλλο καὶ διὰ τούτου δηλοῦται. Ποῖον; Ἐπειδὴ συκοφαντοῦντες αὐτὸν ἔλεγον περιτομὴν αὐτὸν καταγγέλλειν, καὶ ὑποκρίνεσθαι, ὡς οὐ καταγγέλλει, διὰ τοῦτο ἠναγ‐ | |
5 | κάσθη ἰδιόγραφον ποιήσασθαι τὴν ἐπιστολὴν, μαρτυ‐ ρίαν ἔγγραφον ἀποθέμενος. «Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι.» Δείκνυσι κἀκείνους διὰ φιλοδοξίαν μόνον ποιουμέ‐ | |
10 | νους τὸ κήρυγμα, οὐ δι’ αὐτὸ τὸ οὕτως ὀφεῖλον γενέ‐ σθαι. «Μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκων‐ ται.» Ἑτέρα πάλιν αἰτία τοῦ μὴ ἀπὸ γνώμης κηρύττειν | |
15 | αὐτοὺς, τὸ μὴ διώκεσθαι παρὰ τῶν Ἰουδαίων αὐ‐ τούς· τὸ δὲ κατὰ φόβον, ἢ κατὰ κενοδοξίαν γινόμε‐ νον, τοῦτο οὐχ ὡς ὀφειλόμενον πράττεται. Οὐκοῦν εἰ καὶ κηρύσσεται περιτομὴ παρ’ αὐτῶν, οὐχ ὡς ἀναγκαία κηρύσσεται. | |
20 | «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι, αὐτοὶ νόμον φυ‐ λάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι.» Ἀπόδειξις τοῦ μὴ κατὰ γνώμην κηρύσσειν αὐ‐ τοὺς, τὸ μὴ φυλάττειν αὐτοὺς ταῦτα ἃ κηρύσσουσιν. «Ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.» | |
25 | Μαθητὰς ἔχοντες, καὶ ὄντες διδάσκαλοι. «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ; ὅτι ὁ Χριστὸς δούλου μορφὴν ἔλαβεν, καὶ ἔπαθεν, ἅπερ ἔπαθεν δι’ | |
30 | ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἄφρονα· οὕτω με ἠγάπησεν, ὡς ἑαυτὸν ἐκδοῦναι. «Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται.» Κόσμον, τὰ βιωτικὰ πράγματά φησιν· τὸν ἔπαι‐ νον τὸν παρὰ ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν. | |
35 | Ταῦτα, φησὶν, ἐμοὶ νεκρὰ γέγονε, τὰ οὕτω λαμπρὰ καὶ μεγάλα. «Κἀγὼ τῷ κόσμῳ.» Διπλῆν τὴν νέκρωσιν λέγει, ὅτι καὶ ἐκεῖνα ἐμοὶ νεκρὰ, καὶ ἐγὼ ἐκείνοις, καὶ οὔτε αὐτὰ ἀνελεῖν με | |
40 | δύνανται, καὶ χειρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ· οὔτε ἐγὼ ἐπιθυμῆσαι αὐτῶν· νεκρὸς γὰρ αὐτοῖς εἰμι κἀγώ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.» | |
45 | Βλέπε πόσην κηρύττει τὴν δύναμιν τοῦ σταυροῦ· οὐ γὰρ δὴ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρω‐ σεν ἐν ἑαυτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς πα‐ λαιᾶς ἀνωτέρω πολλῷ κατέστησεν. Λέγει δὲ τὴν καινὴν κτίσιν, τὴν δεδομένην διὰ πίστεως. | |
95.820(50) | «Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ | |
Θεοῦ.» | 819 | |
95.821 | Οἱ ταῦτα διώκοντες, φησὶν, οὗτοι καὶ εἰρήνης, καὶ φιλανθρωπίας ἀπολαύοντες, καὶ τῷ τοῦ Ἰσραὴλ ὀνό‐ ματι κυρίως ἂν καλοῖντο. «Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω.» | |
5 | Ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδὲ ὡς περικακήσας ταῦτα φθέγγεται, ἀλλὰ ἀναστέλλων αὐτῶν τὴν ῥᾴθυ‐ μον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβαλὼν, καὶ πηγνὺς τοὺς παρ’ αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν αὐτοὺς ἀεὶ κινεῖν. | |
10 | «Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» Παντὸς λόγου καὶ πάσης φωνῆς, φησὶ, λαμπρότε‐ ρον διὰ τῶν στιγμάτων ἀπολογοῦμαι πρὸς τοὺς λέ‐ γοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρω‐ | |
15 | παρεσκίαν λέγειν. Στίγματα τὰς πληγὰς λέγει, τὰ τραύματα, τὰ διὰ τὸν Χριστόν. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.» Τῷ τελευταίῳ ῥήματι τούτῳ πάντα τὰ ἔμπροσθεν | |
20 | ἐπεσφράγισεν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, μεθ’ ὑμῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, μετὰ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι’ ἧς πάσης αὐτοὺς ἱκα‐ | |
25 | νὸς ἦν Ἰουδαϊκῆς ἀπαγαγεῖν πλάνης. Τὸ γὰρ Πνεῦμα λαβεῖν, οὐ διὰ νομικῆς ἦν περιφανείας, ἀλλὰ διὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης. Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης, στίχων ςϟγʹ. | |
t29 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. | |
30 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήμα‐ τος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πι‐ στοῖς ἐν Χριστῷ Ἰησοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. | |
35 | Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ.» Ὥσπερ τὰ ἄλλα Θεοῦ ἔργα, οὕτως καὶ τὴν ἀποστο‐ λὴν τὴν ἑαυτοῦ ἐκ Θεοῦ μέν φησιν, ἐνεργουμένην δὲ ὑπὸ Χριστοῦ, ὡς δυνάμεως ὄντος Θεοῦ. | |
40 | Τὸ κεφάλαιον τῆς ἐπιστολῆς ἐστιν, τὸ διδάξαι αὐ‐ τοὺς περὶ τῆς Χριστοῦ χάριτος. Αὕτη δὲ ἡ χάρις, ἐστὶν ἀνάληψις ἡμῶν ἐν αὐτῷ, καὶ ἁγιασμὸς, καθὸ καὶ σῶμα αὐτοῦ γεγόναμεν, καὶ κεφαλὴν ἐσχήκαμεν. αὐτόν. Τὸ δὲ αἴτιον ταύτης τῆς χάριτος, ἡ ἀγαθότης | |
45 | τοῦ Θεοῦ, ἡ εἰς αἰῶνας ὑμνουμένη. Ἡ δὲ ὁδὸς ἡ εἰς ταύτην, ἡ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ ἀπολύτρω‐ | |
σις. | 821 | |
95.824 | «Ὁ εὐλογήσας ὑμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Αὐτὸς ἔσται, φησὶν, ἡ εὐλογία ἡμῶν· τουτέστιν ἡ δωρεὰ ἡ παρὰ Θεοῦ, εἰς τὸ πνευματικῶν ἡμᾶς ἀπο‐ | |
5 | λαῦσαι ἀγαθῶν. Τούτων δὲ ἡ ἀπόλαυσις οὐκ ἔστιν ἐπὶ γῆς· ἐπεὶ οὐδὲ σαρκικαὶ αἱ εὐλογίαι, ἀλλ’ ἀΐδιος τόπος αὐτοῖς ὁ οὐράνιος. «Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον | |
10 | αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς ἑαυτόν.» Ἡ χάρις τοῦ Πνεύματος ἐφανερώθη μὲν νῦν, προϋπῆρχε δὲ ἐξ ἀρχῆς παρὰ Θεῷ τοῖς ἐκλεκτοῖς ἐπι‐ νεμομένη, οὓς καὶ προώρισεν παραστάτας εἶναι | |
15 | Θεοῦ, διὰ τῆς δεδομένης ἁγιότητος. «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς.» Ἐχαρίτωσεν ἡμᾶς ἑκουσίῳ χάριτι, οὐ τῇ ἐξ ἔργων ἡμῶν ἀντιδόσει, θέμενος ἡμᾶς υἱούς. | |
20 | «Ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρω‐ σιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παρα‐ πτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει.» Ἐπειδὴ ἄνω καὶ κάτω λέγουσιν αἱ Γραφαὶ, ὅτι | |
25 | ὑπήκοος γέγονεν τῷ Πατρὶ μέχρι θανάτου, καὶ ἐπειδὴ ἔλεγεν ὁ Χριστός· Ὁ Θεὸς, Θεός μου, εἰς τί με ἐγκατέλιπες; ἵνα μή τις ὑπολάβῃ ἀληθῶς ἐγκατα‐ λελεῖφθαι αὐτόν· εἰ καὶ ὑπὲρ τοῦ ἡμῶν προσώπου τὰς τοιαύτας ἔλεγε φωνάς· τούτου χάριν πανταχοῦ | |
30 | ἠγαπημένον καὶ ἀγαπητὸν αὐτὸν ἡ θεία κηρύττει Γραφή. «Γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑ‐ τοῦ.» Οὕτω γὰρ μόνως εἰς ἡμᾶς ἡ Χριστοῦ χάρις χωρεῖ‐ | |
35 | ται διὰ τῆς γνώσεως· ὃ ἐπὶ τοῖς ἀγνοοῦσιν οὐκ ἐφαρ‐ μόζεται. «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν.» Εὐδόκησε γὰρ ἐπὶ τῇ εὐεργεσίᾳ ταύτῃ πρὸ αἰῶνος· | |
40 | ὥριστο δὲ αὐτῇ καὶ χρόνος, ὅτε τὰ προωρισμένα πέ‐ ρας ἐδέξατο ἱκανόν. «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ.» Ὅσον ὁ Ἀδὰμ ἁμαρτήσας ἀπεστερήθη τούτων | |
45 | πάντων, ἀνανέωσις γέγονεν ἐν Χριστῷ. Τίνων οὖν ἀπεστερήθη; ἄφθαρτος ὢν, εἰς φθορὰν ἦλθε, καὶ ἀθά‐ | |
νατος ὢν, εἰς θάνατον, καὶ ἀπὸ παραδείσου, ἔξω πα‐ | 823 | |
95.825 | ραδείσου. Ταῦτα οὖν προέκειτο παρὰ Θεῷ, εἰς τὸ ἀνακεφαλαιώσασθαι καὶ ἀνανεῶσαι, καὶ ὑπὲρ τούτων γέγονεν ὁ Μονογενὴς ἄνθρωπος, ἵνα καταλύσῃ θάνα‐ τον, καὶ ἀνέλῃ τὴν φθορὰν, καὶ τὴν ἁμαρτίαν ἐκβάλῃ, | |
5 | ὃ καὶ γέγονε παραγενομένου Χριστοῦ. Τὸ δὲ, ἐν τοῖς οὐρανοῖς, τοῦτον ἔχει τὸν τρόπον· ὅτι λύπη ἦν με‐ γάλη καὶ ἀδιάλειπτος τοῦ κόσμου ἁμαρτάνοντος τοῖς ἀγγέλοις, καὶ ὑπὸ κατάραν ὄντος· καὶ δῆλον ἐν τῷ εἰπεῖν τὸν Κύριον, ὅτι Χαρὰ ἐν οὐρανῷ γίνεται ἐπὶ | |
10 | ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· λέγει οὖν, ὡς ἐλθὼν ὁ Κύριος, καὶ τὰ ἐπὶ τῆς γῆς ἀνενέωσεν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ἐκείνης παύσας τοὺς ἀγγέλους τῆς λύ‐ πης, ἧς ἐλυποῦντο ἐπὶ τῇ τῶν ἀνθρώπων φθορᾷ. Ἀνήγαγε γὰρ αὐτοὺς ἐπὶ τὴν προτέραν χαρὰν, τὴν | |
15 | ὑπὲρ τῶν σωζομένων. «Ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.» | |
20 | Ἐν Χριστῷ, φησὶ, γιγνόμενοι, μερὶς γινόμεθα Θεοῦ. «Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀλη‐ θείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγε‐ | |
25 | λίας τῷ ἁγίῳ.» Τῶν προεγνωσμένων ἐστὲ καὶ ὑμεῖς, φησὶν, οἰ‐ κειούμενοι Χριστῷ δι’ ὑπακοῆς, καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως, καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ Πνεύματος | |
30 | μεταλήψεως. Παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας, ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ; ἐκεῖ γὰρ ἐκήρυττεν· διὸ καὶ ὑψηλότερον αὐτοῖς διαλέγε‐ ται ὁ Παῦλος, ἅτε ἐκ τῆς ἐκείνου διδασκαλίας προκατ‐ ηρτισμένοις. Λίαν γὰρ ὑψηλὸς εἰς θεολογίαν ὁ ἀνήρ. | |
35 | «Ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δό‐ ξης αὐτοῦ.» Ἀῤῥαβῶνα λέγει ἀρχὴν κτήσεως. Φησὶν οὖν, ὡς Δεξάμενοι τὸ Πνεῦμα, ἠρξάμεθα ἤδη κτήματα εἶναι | |
40 | Χριστοῦ καὶ Θεοῦ. «Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα | |
45 | ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀκηκοὼς, φησὶ, τὴν πίστιν ὑμῶν, καθ’ ἣν ἀναφέ‐ ρεσθε εἰς Χριστὸν, καὶ τὴν ἀγάπην τὴν ἑπομένην τῇ πίστει, χάριν ἀναφέρω ὑπὲρ ὑμῶν, καὶ ταύτην οὐκ εἰς ἅπαξ, ἀλλὰ καὶ διὰ παντός. | |
95.825(50) | «Ὁ Πατὴρ τῆς δόξης.» Τουτέστιν, ἀρχηγὸς παντὸς τοῦ διδομένου εἰς ἡμᾶς θείου χαρίσματος, ὅπερ ἐν Πνεύματι διὰ τοῦ Λόγου | |
χορηγεῖται. | 825 | |
95.828 | «Δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δό‐ | |
5 | ξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις.» Τὸ ἐλλεῖπον ἦν ἡ σοφία καὶ ἡ γνῶσις, καὶ ἵνα λόγῳ καὶ σοφίᾳ πράττωσι τὰ τῆς ἀγάπης, εἰδότες, δι’ ὃ πράττουσι καὶ ἐπὶ ποίῳ τέλει, καὶ τίνων ἤδη κατ‐ ηξίωνται κατὰ τὴν δοθεῖσαν χάριν. | |
10 | «Καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐ‐ τοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ.» Μεγίστην ὑπερβολὴν δυνάμεως λέγει, χορηγούσης εἰς ἡμᾶς τὴν νεκρῶν ζωοποίησιν. Μέγα γὰρ τὸ τοὺς | |
15 | ἐξ αἰῶνος ἀναστῆναι θνητοὺς, τῷ πλήθη ζῶντας δι’ ὀλίγου παραστῆναι. Διὸ τοῖς ἀπίστοις ἄπιστος ἡ ὑπερ‐ βολὴ, κατὰ τὸ εἰρημένον· Ἐν τῷ πλήθει τῆς δυ‐ νάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. «Ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ | |
20 | νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρα‐ νίοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυ‐ νάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνο‐ μαζομένου.» Ἔδειξε, φησὶν, ἡμῖν ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος | |
25 | καὶ τὴν ὑπερβολὴν ὧν ἡμῖν ἐχαρίσατο. Συνήγειρεν γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπου‐ ρανίοις. Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι’ ἑαυτοῦ δεκτικὸν τῆς δυνάμεως καὶ τῆς ἐνεργείας τῆς ζωοποιοῦ, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας | |
30 | ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ Μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρ‐ τητον αὐτὸ φυλάξας, καὶ τῆς ζωῆς, καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γενέσθαι δεκτικόν. Καὶ τοῦτό ἐστι τὸ, συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς οὐρα‐ | |
35 | νίοις. «Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐ‐ τοῦ.» Διηνεκὴς ἡ δόξα, ἀρξαμένη μὲν ἀπὸ τοῦ παρόντος | |
40 | αἰῶνος, παρατείνουσα δὲ εἰς τὸν ἄπειρον αἰῶνα· ὅτι τοῦτο ἡ δύναμις τῆς ἀφθάρτου καὶ ἐνδόξου διαμονῆς ἡμῶν, τὸ τὸν ἀρχηγὸν τῆς ζωῆς διαμένειν εἰς αἰῶ‐ νας. «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκ‐ | |
45 | κλησίᾳ.» Ὡς μηκέτι τὰς οὐρανίους δυνάμεις εἶναι κεφαλὴν ἐφ’ ἡμῖν, καθὸ καὶ ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἡμῶν, κατὰ τὴν ἱερὰν τοῦ Ἀποστόλου φωνήν. «Ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ.» | |
95.828(50) | Σῶμα αὐτοῦ, ἡ Ἐκκλησία κατὰ τὴν μετάληψιν τοῦ | |
ἁγίου Πνεύματος. | 827 | |
95.829 | «Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμέ‐ νου.» Ἡ Ἐκκλησία ἐστὶν, ἡ δεκτικὴ, φησὶ, τοῦ διήκον‐ τος, τῶν οὐρανίων μὲν πάλαι, νῦν δὲ καὶ ἐπιγείων. | |
5 | ΚΕΦΑΛ. Βʹ. «Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος | |
10 | ἐν τοῖς υἱοῖς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν | |
15 | πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Χάριτί ἐστε σεσωσμένοι.» Ὑμᾶς, φησὶ, τοὺς ἐξ ἐθνῶν ἐξαιρέτους ὄντας τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν ἐν ᾗ ἐζῆτε ὑπὸ τοῦ πονη‐ | |
20 | ροῦ δαίμονος τοῦ ἄρξαντος διὰ τῶν εἰσπορευομένων ὑμῖν πονηρῶν ἐννοιῶν, ἐλέου ἀξιώσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἐν τῇ ἁμαρτίᾳ νεκρότητα ὑμῶν μετέβαλεν εἰς ζωὴν κοινωνίᾳ τῇ πρὸς τὸν Χρι‐ στόν. Ὅπερ γάρ ἐστι τῷ Χριστῷ, τοῦτο εἰς ἡμᾶς | |
25 | χωρεῖ συναπτομένους αὐτῷ. Καὶ τοὺς ἔχοντας δὲ νό‐ μον, τὰ ὅμοια τῶν ἐθνῶν πεπονθέναι, φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσε. | |
30 | «Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρα‐ νίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πί‐ | |
35 | στεως, καὶ τοῦτο οὐκ ἐξ ἡμῶν.» Σάρξ ἐσμεν τοῦ Χριστοῦ, καὶ μέλη, καὶ σῶμα, καὶ κεφαλὴν ἡμῶν αὐτὸν ἔδωκεν ὁ Πατήρ. Ἤδη ἐσμὲν ἐν οὐρανῷ, καθό ἐσμεν ἐν Χριστῷ, καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἕξομεν εἰς ὕστερον, ὅτε τὰ ἐν Χριστῷ | |
40 | ἀγαθὰ πρόεισιν εἰς τὸ ἐμφανὲς, ἀνεξήγητα ὄντα νυνὶ, καὶ ἀνεξαρίθμητα· διὸ καὶ πλοῦτον αὐτὸν λέγει χά‐ ριτος ὑπερβάλλοντα. «Θεοῦ τὸ δῶρον.» Χάρις, τὸ παρὰ Θεοῦ, πίστις, τὸ παρ’ ἡμῶν. Ὅθεν | |
45 | οὖν οἷς μὴ πάρεστι τὸ δεκτικὸν, οὐδὲ ἡ χάρις παρα‐ γίνεται. Οὐκ ἐξ ἡμῶν οὖν, ἀλλὰ Θεοῦ τὸ δῶρον· οὐκ ἐν τῷ λαμβάνοντι, ἀλλ’ ἐν τῷ διδόντι, τὸ εὐεργετῆ‐ σαι. «Οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» | |
95.829(50) | Ὅτι καὶ τῶν ἔργων ὄντων, οὐκ ἐξ αὐτῶν ἡ σωτη‐ ρία, καὶ μὴ ὄντων, παρεγένετο τοῖς πιστεύσασι τῆς σωτηρίας ἡ κοινωνία. «Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπ’ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, | |
55 | ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.» | 829 |
95.832 | Οὐχ ἑαυτοὺς, φησὶ, καινὴν κτίσιν ἀπεργαζόμεθα· οὐδὲ γὰρ δυνατόν. Ἀλλ’ ὁ κτίζων ἡμᾶς ἐστι Θεὸς ἐν Χριστῷ, οὗ τὴν ὁμοίωσιν ἐπιτελοῦμεν τῇ μιμήσει τῶν ἔργων, ἅπερ αὐτὸς εἰργάσατο, προετοιμάζων | |
5 | ἡμῖν τὴν μετάληψιν καὶ ὁμοίωσιν. «Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί.» Ἐπειδὴ ἡ τῶν προτέρων ἀνάμνησις τὴν ἐπὶ τοῦ παρόντος εὐχαριστίαν κατασκευάζει, μνημονεύειν | |
10 | ἐκείνων παρακελεύεται. «Οἱ λεγόμενοι ἀκροβυστία ἀπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν.» | |
15 | Σαρκικὸν ἰδίωμα ἡ ἀκροβυστία καὶ ἡ περιτομή· τὰ δὲ σαρκικὰ οὐκ ὄντως ὄντα ἐστί. Διὸ λεγόμενα εἶ‐ πεν αὐτά. Οἶδε γὰρ τὴν ἀληθῆ περιτομὴν, τὴν ἐν καρδίᾳ περιαίρεσιν τῶν ἐπιγινομένων τῇ καρδίᾳ παρὰ τὴν φυσικὴν κατασκευήν. Εἰ δὲ τοῦτο περιτομὴ ἀλη‐ | |
20 | θὴς, ἀκροβυστία ἀληθής ἐστιν ἡ τῆς καρδίας ἀκα‐ θαρσία. «Τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Διάφοροι μὲν αἱ ἐπαγγελίαι, ὥσπερ καὶ αἱ διαθῆ‐ | |
25 | και. Μίαν δὲ αὐτὴν εἶπε, καθὸ πάντας εἰς ἓν ἄγει Χριστός. «Νυνὶ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μα‐ κρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Μακρὰν ἦμεν Θεοῦ τῇ ζωῇ τῇ κοσμικῇ διωρισμέ‐ | |
30 | νοι. Ταύτης δὲ λύσιν εἰργάσατο ὁ θάνατος τοῦ Χρι‐ στοῦ, καὶ οἱ τούτῳ συμμορφούμενοι, οὐκέτι μακράν εἰσι Θεοῦ, ἀλλ’ ἐγγύτητα λαμβάνουσι τὴν ἐν πνεύ‐ ματι, συσταυρούμενοι Χριστῷ, κατὰ τὸν Ἀπόστολον. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ | |
35 | ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντο‐ λῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ.» Τὸ διορίζον ἐξέκοψεν ἐκ μέσου, ὅπερ ἐστὶ σὰρξ | |
40 | διὰ τὴν ἐν αὐτῇ ἁμαρτίαν, πάντη μὲν ἀπαλλοτριοῦσα τοὺς οὐδὲ νόμου χωριζομένους ἀπὸ τῆς σαρκικῆς κακίας, οὐ μὴν οὐδὲ τοὺς ὑπὸ νόμον ὄντας καθαροὺς ἀφιεῖσα τῆς δι’ αὐτὴν ἀλλοτριώσεως. Ὅθεν ὁ τὴν ἁμαρτίαν λύων τὴν διὰ σαρκὸς, ἅμα καὶ τὸν νόμον | |
45 | περιεῖλε τὸν ἐπὶ σαρκὶ τεθέντα. Ἀντεισήγαγε δὲ ἀντὶ νόμου δόγμα, ὅπερ ἐστὶ τὸ τῆς ψυχῆς ἑκούσιον εἰς λατρείαν Θεοῦ. «Εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ | |
95.832(50) | Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐ‐ τῷ, καὶ ἐλθών.» Τοῦ σταυροῦ πέρας ἐπιθέντος τῇ ζωῇ τῇ παρούσῃ, | |
καὶ τὴν σάρκα περιτεμόντος, εἷς ἄνθρωπος ἀποδεί‐ | 831 | |
95.833 | κνυται πᾶς ὁ κατὰ Χριστὸν χαρακτηριζόμενος, εἴτε ἐν περιτομῇ, εἴτε ἐν ἀκροβυστίᾳ κατὰ τὴν καινὴν ζωήν. Θανάτῳ μὲν οὖν τὸ σῶμα παραδοθὲν, τὴν ἔχθραν ἔλυσεν· εἰς ζωὴν δὲ ἀναστὰν, τὴν φιλίαν εἰς | |
5 | αἰῶνα κατεσκεύασεν. «Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Μακρὰν τὰ ἔθνη, φησὶ, διὰ τὴν πλάνην· ἐγγὺς δὲ τοὺς διὰ νόμου, τοῦ Χριστοῦ διδασκομένους μυστή‐ | |
10 | ριον. «Ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφό‐ τεροι, ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ | |
15 | τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Οὐδὲν μᾶλλον ἡμῶν, φησὶν, οἰκείως ἔχουσι πρὸς Θεὸν οἱ πρότερον ὄντες ἐγγὺς, ἀλλὰ μία ἀμφοτέρων προσαγωγὴ, δι’ ἑνὸς ἁγίου Πνεύματος. Ἐν ἑνὶ δὲ | |
20 | σώματι προειπὼν ἡμᾶς κατηλλάχθαι Θεῷ, νῦν ἐν ἑνὶ πνεύματι προῆχθαι Θεῷ φησι, μετόχους δεικνύων τοῦ ἑνὸς πνεύματος διὰ τοῦ ἑνὸς σώματος γενομέ‐ νους. Ἔχει δὲ καὶ ἡ τῶν ὀνομάτων παράληψις οἰ‐ κείως. Ὅπου μὲν γὰρ καταλλαγὴν εἶπε, Θεὸν | |
25 | εἴρηκεν. Ὅπου δὲ προσαγωγὴν λέγει, Πνεῦμα κα‐ λεῖ. «Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.» Παραδείγματι χρώμενος τῷ γωνιαίῳ λίθῳ, τῷ τὴν | |
30 | ὅλην οἰκοδομὴν ὑποστηρίζοντι, διδάσκει ὅτι ἐν Χρι‐ στῷ στηριζόμεθα. Λίθον δὲ εἰπὼν, καὶ συνάρτησιν αὐτοῦ τὴν πρὸς τοὺς οἰκοδομουμένους, τὴν πρὸς ἡμᾶς ὁμογένειαν ἔδειξε, τῆς κατὰ σάρκα γεννήσεως τοῦ Μονογενοῦς. Ἐπειδὴ γὰρ, φησὶ, τὰ παιδία κε‐ | |
35 | κοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς πα‐ ραπλησίως μετέσχε τῶν αὐτῶν. «Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικη‐ τήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Ναῷ δηλονότι. | |
40 | ΚΕΦΑΛ. Γʹ. «Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ, ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ | |
45 | μυστήριον.» Ταύτης, φησὶν, τῆς εἰς ὑμᾶς χάριτος ὑπηρέτης ἐγὼ καὶ ἀγωνιστὴς ἄχρι δεσμῶν, καὶ διὰ τοῦτο μυ‐ στήριον ἀπεκαλύφθη, ἵνα εἰς ὑμᾶς ἐξαγγελθῇ δι’ ἐμοῦ. | |
95.833(50) | «Καθὼς προέγραψα ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυ‐ στηρίῳ τοῦ Χριστοῦ. Βραχὺς ὁ λόγος, φησὶ, καὶ σύντομος ἡ διδασκαλία, καὶ ὀλίγον τὰ πολλὰ σπερματικῶς ἐδίδαξα, τοσοῦτον | |
55 | ἀποκαλύψας, ἐφ’ ὅσον καὶ συνιέναι δύνασθε· συν‐ ιέναι δὲ ἐκ πλείονος ἀναγνώσεως, οὐκ ἐκ παρέργου | |
ἢ παραδρομῆς. | 833 | |
95.836 | «Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστό‐ λοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα | |
5 | τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ Εὐαγ‐ γελίου, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέρ‐ γειαν τῆς δυνάμεως αὐτοῦ.» Καὶ λαλούμενον γὰρ ἐν προφήταις μυστήριον ἦν· | |
10 | ἐξεπλήττοντο γοῦν οἱ μετὰ τοῦ Πέτρου. Καὶ αὐτὸς δὲ τότε ὁ Πέτρος συνίει διὰ τῆς τοῦ Πνεύματος ἀπο‐ καλύψεως, ὅτι καὶ τὰ ἔθνη προσδέδεκται ὁ Θεός. Ἐν ἀδήλῳ γὰρ ἔτι τὰ τῶν προφητῶν ἔκειτο, καὶ δι’ αἰ‐ νιγμάτων τὰ πολλὰ καὶ τῆς πείρας ἐπίγνωσιν ἔμε‐ | |
15 | νεν. Τοῖς οὖν μετόχοις, φησὶ, τῆς τοῦ Πνεύματος χάριτος σαφὴς ἀποκεκάλυπται νῦν ἡ κοινωνία τῶν ἐθνῶν, ἡ πρὸς τὸν Ἰσραὴλ, εἰς τὴν ἐπαγγελίαν τὴν αὐτὴν εἰσαγομένων καὶ τῶν ἐθνῶν, διὰ τὴν μίαν εἰς Χριστὸν προσαγωγήν. | |
20 | «Ἐμοὶ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χά‐ ρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι.» Ἐλάχιστον τῶν ἁγίων ἑαυτὸν καλεῖ, διὰ τὸ προ‐ διῶξαι τὴν Ἐκκλησίαν, προτιμοτέρους ἑαυτοῦ τιθεὶς τοὺς προκεκλημένους, καὶ πρὸ ἐκχύσεως ἁγίων αἱ‐ | |
25 | μάτων τὴν ἀποστολὴν ἐγχειρισθέντας. «Τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φω‐ τίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου, ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.» | |
30 | Πλοῦτον ἀμέτρητον Χριστοῦ λέγει, τὴν τοῦ παν‐ τὸς κόσμου σωτηρίαν· οἰκονομίαν δὲ τοῦ μυστη‐ ρίου τὴν ἀνάληψιν πάντων ἀνθρώπων εἰς ἕνα Χρι‐ στόν. Τοῦτο δὲ τὸ μυστήριον, φησὶν, οὐχ ὕστερον ἐπεσκέφθη παρὰ Θεῷ, ὅτι μηδὲν ἐπιγενόμενον βού‐ | |
35 | λημα παρ’ αὐτῷ, ἀλλὰ αἰώνιον ἅπαν, ἅμα τῷ κτί‐ ζειν, καὶ τὴν σωτηρίαν καταβαλλομένῳ. «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξου‐ σίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πο‐ λυποίκιλος σοφία τοῦ Θεοῦ.» | |
40 | Ἵνα οἱ ἄρχοντες, φησὶ, τοῦ κόσμου, οἱ τὴν σοφίαν ἀγνοήσαντες, τὴν πρὸς ἡμᾶς προορισθεῖσαν, ἐπι‐ γνῶσι νῦν ἐκ τῆς Ἐκκλησίας οἰκοδομουμένης τὸν κτίστην τῆς νέας κτίσεως, πέρας μὲν ἐπιθέντα τῇ προτέρᾳ κτίσει διὰ τοῦ θανάτου, ἀρχὴν δὲ τῆς δευ‐ | |
45 | τέρας εἰσαγαγόντος διὰ τῆς ἀναστάσεως. «Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χρι‐ στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ἐν ᾧ ἔχομεν τὴν παῤ‐ ῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς | |
95.836(50) | θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.» Ἐξ αἰώνων, φησὶν, ἡ τοῦ Θεοῦ σοφία προέθετο, καὶ προδιατέταχε τὴν ἐν Χριστῷ σωτηρίαν, ἐν αὐτῷ ποιησαμένη τὴν ὅλην πρόθεσιν τῆς οἰκονομίας, καθὸ δὴ ἔμελλε κεφάλαιον ἔσεσθαι τῆς πάντων ἀνακαινί‐ | |
55 | σεως. Ἐν ἡμῖν γὰρ ἡ κάθαρσις, ἐν αὐτῷ δὲ ἡ καθα‐ | 835 |
95.837 | ρότης· καὶ ἡ διὰ τῆς πίστεως συνάφεια μεταδίδωσιν ἡμῖν τῆς δι’ αὐτοῦ παῤῥησίας. «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα | |
5 | πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.» Διπλοῦν τὸ ἔργον τῶν ἀποστόλων, διδασκαλία καὶ προσευχὴ, καθ’ ἃ λέγουσιν οἱ περὶ τὸν Πέτρον· Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λό‐ γου προσκαρτερήσομεν. Ἡ δὲ τῶν γονάτων κλί‐ | |
10 | σις τὸν προσπίπτοντα τῷ Θεῷ δηλοῖ. Πατριαὶ δὲ νῦν ἐπὶ τῆς γῆς διχῶς ὀνομάζονται, τῶν μὲν κατὰ σάρκα τῶν δὲ κατὰ πνεῦμα πατέρων ὄντων. Ἐν οὐρανῷ δὲ πνευματικῶς μόνως ὀνομάζεσθαι δύνανται. Οἷος ἦν ὁ τοῦ Ἰσραὴλ διδάσκαλος, ὁ τὸν νόμον κομί‐ | |
15 | σας ἄγγελος. Πολλὰ δὲ καὶ μείζονα ἀγγέλων, καὶ ἡγεμονικώτερά ἐστι πνεύματα· ὡς Ἡσαΐας δηλοῖ λέ‐ γων· Οὐ πρέσβυς, οὐκ ἄγγελος, μεῖζόν τι τοῦ ἀγ‐ γέλου τὸν πρέσβυν δηλῶν, ὃν καὶ Πατέρα ἀκόλουθον καλεῖσθαι παρὰ τῷ Ἀποστόλῳ. | |
20 | «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· ἐν ἀγάπῃ ἐῤῥιζω‐ μένοι, καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλα‐ | |
25 | βέσθαι σὺν πᾶσι τοῖς ἁγίοις.» Ἡ αἴτησις μεγάλη, ὡς παρὰ μεγάλου, φησὶ, τοῦ διδόντος. Νῦν γὰρ τῷ ὄντι ἀξίως τῆς τοῦ Θεοῦ δόξης τὰς εὐχὰς ἐδιδάχθημεν, ὅτε μὴ γήϊνα ζητεῖν ἐπαι‐ δεύθημεν, ἀλλ’ οὐράνια. Ἡ δὲ αἴτησις, ἀνακαίνισις | |
30 | ψυχῆς καὶ ἐπισκευὴ εἰς τὸ ἐν Πνεύματι δυνατὸν, ὥσπερ ἡμᾶς ἀπολελοίπει διαστάντας Θεοῦ. «Τί τὸ πλάτος, καὶ μῆκος, καὶ βάθος, καὶ ὕψος.» Τὸ μὲν ἀσώματον ἐστὶν ἀμέτρητον, ἀλλὰ διὰ τῶν | |
35 | μετρουμένων σωμάτων ὑπέδειξεν αὐτοῦ τὸ ἄπειρον καὶ ἀπερίληπτον. Ὕψος δὲ καὶ βάθος φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀγγέλου· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ τοῖς ἐπὶ γῆς γὰρ ἐφήπλωσε τὴν χάριν διὰ τῆς τοῦ Λόγου παρουσίας. | |
40 | «Γνῶναι τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ.» Ἐν τῇ μεταλήψει τοῦ Χριστοῦ ἡ ἀληθὴς γνῶσις· διὰ δὲ τῆς γνώσεως ἡ ἀγάπη ἔνδον ἐπὶ τῆς ψυχῆς οὖσα, καὶ γινωσκομένη, γνῶσιν ἀπόῤῥητον ποιεῖ, ἣν | |
45 | καὶ μείζονα λέγει τῆς ἐμφανοῦς καὶ διὰ λόγων γι‐ | |
νομένης. | 837 | |
95.840 | «Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.» Ἵνα προστεθειμένης, φησὶν, τῆς ἁγιαζομένης Ἐκκλησίας τῆς οὐρανίου, τὸ πᾶν πλήρωμα τοῦ Θεοῦ | |
5 | συνιστῇ διά τε τῶν οὐρανίων καὶ ἐπιγείων. «Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκ‐ περισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν, κατὰ τὴν δύνα‐ μιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς | |
10 | τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.» ΚΕΦΑΛ. Δʹ. «Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.» Οὐδὲ ἑαυτῷ δίδωσι τὸ πάντα συνιέναι ὁ Παῦλος, Θεῷ δὲ ἀνατίθησι, τὸ καὶ μείζονα ὧν αἰτούμεθα χα‐ | |
15 | ρίζεσθαι· ἐπειδὴ καὶ ἡ χορηγουμένη δύναμις ἡμῖν νῦν οὔπω τὸ σύμπαν τῆς χάριτος ἀποδίδωσιν. Ἐν Χριστῷ δὲ Ἰησοῦ τὴν δόξαν τὴν ἀληθῆ λέγει, καὶ ἐν τῇ Ἐκκλησίᾳ τὸ ὁμοίωμα. «Ἀξίως περιπατήσατε τῆς κλήσεως ἧς ἐκλήθητε, | |
20 | μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος· μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπου‐ δάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Ἐπὶ ἁγίᾳ ζωῇ, φησὶ, κέκλησθε, καὶ ἀπαιτεῖ κλῆ‐ | |
25 | σις τὸ πνευματικόν· τοῦτο δὲ ἐξ ἐναντίου τοῦ σαρκι‐ κοῦ γνωρίζεται. Εἰ δὲ ἐν τοῖς σαρκικοῖς ὑπερηφα‐ νία, καὶ ὕψος, καὶ ὀξυθυμία, καὶ ἔνστασις ἡ πρὸς ἀλλήλους, τὰ ἐναντία δῆλον ὅτι ὁ λόγος ἐφ’ ἡμῖν ζητεῖ. | |
30 | «Ἓν σῶμα.» Διὰ τοῦ συνιέναι ἀλλήλους. «Καὶ ἓν Πνεῦμα, καθὼς ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν.» Διὰ τοῦ ὁμοφρονεῖν· ἀμφότερα γὰρ ἀλλήλων δεῖ‐ | |
35 | ται. Καὶ τὸ μὲν κατὰ σῶμα, μὴ παρόντος τοῦ κατὰ πνεῦμα, μᾶλλον στάσεως αἴτιον· τὸ δὲ κατὰ πνεῦμα, μὴ φυλαττομένου καὶ τοῦ κατὰ σῶμα, κατ’ ὀλίγον ἀμαυροῦται. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς | |
40 | καὶ Πατὴρ πάντων, καὶ ὁ ἐπὶ πάντων, καὶ διὰ πάν‐ των, καὶ ἐν πᾶσιν ἡμῖν.» Ἐκ πάντων ἕνωσιν εἰσηγεῖται. Εἷς Κύριος οὖν, ὃν ἐπικαλούμεθα· μία πίστις, δι’ ἧς εἰσήχθημεν· ἓν βάπτισμα, δι’ οὗ ἐκαθαρίσθημεν. Εἷς ὁ ἐπὶ πάντων | |
45 | Πατὴρ, ὃς καὶ διὰ πάντων διὰ τὸν ἐξ αὐτοῦ Λόγον, καὶ ἐν πᾶσι διὰ τοῦ αὐτοῦ Πνεύματος. Τῆς δὲ θείας ἑνότητος τὴν ὁμοίωσιν ἐν ἡμῖν καταυγάζεσθαι βου‐ λόμενος, τὰ τῆς Τριάδος ἰδιώματα ἐν ἑνὶ τῷ Θεῷ | |
ἐκήρυξεν. | 839 | |
95.841 | «Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέ‐ τρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν.» Εἰ καὶ διάφορα, φησὶ, τὰ χαρίσματα, μετρουμέ‐ | |
5 | νης τῆς χάριτος πρὸς τὴν ἑκάστου δύναμίν τε καὶ πρόθεσιν, ἀλλ’ ὅμως μὴ μεριζέσθω τὰ τῆς ἑνότητος. «Καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.» Δηλοῖ, φησὶ, καὶ ὁ ψαλμῳδὸς τὸ πλῆθος τῶν δο‐ μάτων, τῶν μετὰ τὴν ἄνοδον τοῦ Σωτῆρος δὲ δομένων, | |
10 | ὅτε τοὺς αἰχμαλωτισθέντας ὑπὸ τοῦ θανάτου, ἀντ‐ ῃχμαλώτευσε διὰ τῆς ἰδίας ζωῆς τε καὶ ἀναβιώσεως. Δέδωκε δὲ εἰπὼν, ἀντὶ τοῦ εἰρημένου ἐν τῷ ψαλμῷ, ἔλαβε, δείκνυσιν ὅτι τὰ ἐπὶ Χριστοῦ σαρκικῶς λε‐ γόμενα οὐκ ἀναιρετικὰ τῶν πνευματικῶν καὶ θείων | |
15 | ἐστὶν, οὐδὲ ὅτι τὸ, ἔλαβε, τὸ ἀνθρωπίνως λεγόμε‐ νον, ἀναιρεῖ τὸ, ἔδωκε, τὸ θεϊκῶς. «Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ κατα‐ βὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, | |
20 | ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναβῆναι, φησὶν, οὐκ ἔστι Θεὸν, τὸν μὴ κατα‐ βάντα, καὶ δῆλον ὅτι ἐκεῖ ἡ ἀνάβασις, ὅθεν ἡ κατά‐ βασις. Ἐπεὶ τοίνυν ἐξ οὐρανοῦ καταβέβηκεν, ἀνα‐ βαίνει ὑπεράνω πάντων οὐρανῶν· καταβὰς, οὐ | |
25 | μόνον εἰς γῆν, ἀλλὰ καὶ ὑπὸ γῆν. Καταβὰς δὲ διὰ τοῦτο, ἵνα πάντα ᾖ πεπληρωμένα θεότητος. «Καὶ αὐτὸς ἔδωκε, τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμέ‐ νας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν | |
30 | ἁγίων εἰς ἔργον διακονίας ἐπ’ οἰκοδομὴν τοῦ σώμα‐ τος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλι‐ κίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἵνα μηκέτι | |
35 | ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀν‐ θρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλά‐ νης. Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα· ὅς ἐστιν ἡ κεφαλὴ Χριστὸς, ἐξ οὗ πᾶν τὸ | |
40 | σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας κατὰ ἐνέργειαν, ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώμα‐ τος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.» Ὃς μὲν ἀποστολικὴν ἔλαβε χάριν, φησὶν, καὶ | |
45 | ἐξαγγέλλει τὴν ἀπόκρυφον σοφίαν τῆς οἰκονομίας· ὃς δὲ προφητικὴν ὑπουργίαν ὑπουργεῖ, εἰς ἔνδειξιν τῆς ἐν ἡμῖν ἐκ πνεύματος προγνώσεως. Ἄλλος δὲ Εὐαγγελισμὸν ποιεῖται, διὰ λόγων ἢ γραμμάτων, ὡς Φίλιππος μὲν διὰ λόγων, οἱ δὲ γράψαντες τὰ Εὐαγ‐ | |
95.841(50) | γέλια, διὰ γραμμάτων· ὃς δὲ Ἐκκλησίαν ἐγχειρι‐ σθεὶς ποιμαίνειν. Πάντα οὖν τὰ χαρίσματα, φησὶ, πρὸς τὸ τοὺς ἁγιασθέντας ἐν πίστει καταρτίζεσθαι | |
πρὸς τελείωσιν, διακονούντων εἰς τὸ κοινὸν τῶν τὰ | 841 | |
95.844 | χαρίσματα εἰληφότων. Ἀναγκαία δὲ ἡ τῶν χαρι‐ σμάτων ἐνέργεια, μέχρις ἂν οἱ νῦν νήπιοι τέλειοι γένωνται κατὰ τὴν πνευματικὴν τελείωσιν τὴν ἐν ὁμοιώσει Χριστοῦ, καὶ μηκέτι νήπιός τις ᾖ, πολλὰς | |
5 | δεχόμενος τροπὰς ἐκ τῶν διαφόρων λόγων τῶν ἐν πανουργίᾳ προσαγομένων, καὶ πλανώντων, ἀλλὰ ὥσπερ ἐν σώματος αὐξήσει, φθάσωμεν εἰς τοσοῦτον ὕψος ἅπαντες, ὡς πρὸς τὴν κεφαλὴν ἡμῶν συναρμο‐ σθῆναι τὸν Χριστόν. Ὃς ἐφεστὼς ἡμῖν κατὰ τὴν | |
10 | θεϊκὴν ἐξοχὴν, μεταδίδωσιν ἡμῖν ἑαυτὸν κατὰ τὴν οἰκονομίας συνάφειαν, ἑαυτῷ συνάπτων ἡμᾶς καὶ ἀλλήλοις, καθ’ ἣν ἔχομεν πρὸς ἀλλήλους ὥσπερ ἐν οἰκοδομῇ συναρμογὴν, καὶ καθὸ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος ἕκαστος δύναται δέχεσθαι, τῆς ἐπὶ τῇ | |
15 | αὐξήσει τελειώσεως εἰς ἀγάπην συνκεφαλαιουμένης. «Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μη‐ κέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη πε‐ ριπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμέ‐ νοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς | |
20 | τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Οἵ τινες ἀπηλγη‐ κότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης.» Ὡς ἐπὶ Χριστοῦ μάρτυρος λέγει, τὸ μεμνῆσθαι | |
25 | τῆς κλήσεως τῆς ἐπὶ ἁγιασμὸν, καὶ μὴ ἀνατρέχειν εἰς τὸν πρὸ κλήσεως βίον, τὸν οὐκ ἔχοντα σκοπὸν, οὐδὲ τέλος, ἀλλὰ ματαίως φερόμενον. «Ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν.» | |
30 | Πλεονεξία φιλοσαρκίας ἐστὶν ἀναγκαῖον παρακο‐ λούθημα, διὰ τὸ τοσοῦτον ἐθέλειν ἔχειν, πόθεν εἰς τὰς ἡδονὰς ἀναλώσουσιν. «Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς | |
35 | κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρω‐ πον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπά‐ της. Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι τῆς ἀληθείας. | |
40 | Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκα‐ στος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.» Τοῦτό φησιν, ἐπειδὴ οὐ παρ’ αὐτοῦ διδαχθέντες ἦσαν, ἀλλὰ παρὰ τοῦ Ἰωάννου τοῦ εὐαγγελιστοῦ. | |
45 | Λέγει οὖν ἤδη πρὸς ὑμᾶς ἐλθοῦσα διδασκαλία, εἴπερ ἦλθεν τῷ ὄντι κατὰ Χριστὸν, οὐ τὴν φιλήδονον, καὶ τὴν ἐν ἀγνοίᾳ ζωὴν ἐπιτρέπει, ἥτις οὐδὲν ἀγαθὸν ἔχει, οὐδὲ ἀληθές. Ὁ γὰρ κατὰ Χριστὸν μαθὼν, τὸ ἀγαθὸν μεμάθηκε καὶ τὸ ἀληθὲς, τὴν ἐν σαρκικῷ | |
95.844(50) | βίῳ παλαίωσιν μεταβάλλειν διδασκόμενος εἰς καινό‐ | |
τητα τὴν ἐν Πνεύματι. | 843 | |
95.845 | «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερ‐ | |
5 | σὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λό‐ γος σκληρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» Εἰ καὶ ὀργῇ προσπέσοι, φησὶ, μὴ εἰς τὸ ἁμαρτά‐ | |
10 | νειν ἐπικρατείτω, ἀλλὰ καὶ πρὸ τοῦ ἡμέραν ἐπι‐ στῆναι δευτέραν, παυέσθω. Ἐὰν γὰρ ταῦτα ἐν ὑμῖν κρατῇ, διαβόλου διδάγματα ὄντα, ὁ διδάσκαλος διὰ τῶν ἰδίων αὐτοῦ διδαγμάτων ἐπεισελεύσεται. «Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐν ᾧ | |
15 | ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὸ Πνεῦμα ὑμᾶς ἀποστραφήσεται, φησὶ, καθάπερ λυπούμενον, ὅτι ὥσπερ ἐν σφραγισμῷ δοθὲν ὑμῖν εἰς ἕνωσιν, οὐκ ἐπιτηδείους πρὸς ἕνωσιν εὑρίσκει τοὺς δεδεγμένους τὴν χάριν εἰς τὸ διαφυγεῖν τὴν | |
20 | κόλασιν τῆς διαφθορᾶς. «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ βλα‐ σφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο.» | |
25 | Ἅπερ ἐστὶ, φησὶ, τῆς σαρκικῆς ἀγνωσίας, ταῦτα ἀπολειπέτω ὁ κατασκευαζόμενος πνευματικῶς. ΚΕΦΑΛ. Εʹ. «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγα‐ πητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς ὁ Χριστὸς | |
30 | ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Δεῖ, φησὶ, μιμεῖσθαι Θεὸν εἰς τὸ χαρίζεσθαι τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς, ἵνα ὦμεν μιμηταὶ Θεοῦ. Τὸν δὲ θάνατον, οὐ θάνατον ὠνόμασεν, ἀλλὰ Θεοῦ | |
35 | προσφοράν· οὐ γὰρ ἦν θανάτου σκῦλον ὁ Κύριος, ἀλλὰ αἰχμαλωτίζων εἰς ζωὴν τοὺς ἐν θανάτῳ, οὐδὲ ὑπὸ θανάτου κατεχόμενος, ἀλλὰ παρὰ Θεῷ, καὶ τότε ὢν δεκτὸς καὶ τίμιος, καὶ δῶρον ὑπὲρ κόσμου παν‐ τὸς εὐωδέστατον κατὰ τὴν ἁγιότητα. | |
40 | «Πορνεία δὲ, καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης, καὶ μωρολογία, καὶ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία.» Τὰ πρὸς ἀλλήλους ὠφέλιμα διελθὼν, τὸ καθ’ ἑαυ‐ | |
45 | τὸν ἑκάστου σῶφρον καὶ καθαρὸν ἐπιφέρει. Οὐδὲ ἐν‐ ταῦθα τοῦ νόμου μέτρῳ χρώμενος, ἀλλ’ ὑπὲρ τοῦτο. Ἐκεῖ μὲν γὰρ τὸ, οὐκ ἔσται πορνεύων, οὐδὲ πορ‐ νεύουσα· λέγεται, ἐνταῦθα δὲ τὸ, μηδὲ ὀνομαζέσθω, | |
ἢ ἀκουέσθω. | 845 | |
95.848 | «Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Διὰ | |
5 | ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὡς τέκνα φωτὸς περιπατεῖτε. Ὁ γὰρ καρπὸς τοῦ Πνεύ‐ ματος ἐν πάσῃ ἀγαθοσύνῃ καὶ δικαιοσύνῃ, καὶ | |
10 | ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις ἀκάρποις τοῦ σκό‐ τους, μᾶλλον δὲ καὶ ἐλέγχετε.» Μὴ νομίζετε, φησὶν, ἀπὸ τοῦ βίου τῇ πίστει μὴ συμπαρόντος, τὴν πίστιν ὑμᾶς μετόχους ἀποφαίνειν | |
15 | τῆς Χριστοῦ βασιλείας, ἥτις ἐστὶ τοῦ Θεοῦ βασι‐ λεία· μηδέ τις ἀπατάτω κενῷ λόγῳ, ὡς πίστεως ἀληθοῦς οὔσης ἐν τοῖς παρανόμως βιοῦσι, καὶ σώ‐ ζειν αὐτοὺς δυναμένης, ἐφ’ οἷς ὀργίζεται κατὰ τοῦ κόσμου Θεός. Ἃ γάρ ἐστι γνωρίσματα τῆς ἀπει‐ | |
20 | θείας, ἄτοπον ταῦτα παρεῖναι τοῖς υἱοῖς τῆς πίστεως, καὶ κοινωνοὺς ἡμᾶς εἶναι τούτων, ὧν ἡ πίστις ἐχώ‐ ρισεν. Ἀλλὰ δεῖ τὴν εἰς φῶς ἀναγέννησιν ἡμῶν ἔργοις μαρτυρεῖσθαι, καὶ νόμον αὐτοὺς ἡμᾶς ἑαυ‐ τοῖς γίνεσθαι ἔλεγχον τῆς πονηρᾶς ἀνθρώπων ζωῆς | |
25 | παρεχομένους, τὴν ἀγαθὴν ἡμῶν πολιτείαν «Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα, ὑπὸ τοῦ φωτὸς φανεροῦται. Πᾶν γὰρ τὸ φανερούμενον, φῶς ἐστι. Διὸ λέγει· Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ | |
30 | τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε.» Οὐ τῷ λόγῳ, φησὶν, ἐλέγξαι τοιοῦτόν ἐστιν, οἷον τὸ δι’ ἔργων· λόγῳ μὲν γὰρ αἰσχρὸν καὶ λέγειν ἃ πράττουσιν, ἅπερ καὶ αὐτοὶ αἰσχυνόμενοι συγκα‐ | |
35 | λύπτουσιν. Ἐὰν δὲ φῶς ὦμεν, καὶ φανεροῦν τὸ σκό‐ τος δυνάμεθα τῇ τοῦ φωτὸς ἀντιθέσει, ἔλεγχος οὗτος ὁ κάλλιστος. Φῶς δὲ ἐσόμεθα διαναστάντες ἀπὸ τοῦ ὕπνου τοῦ θανατηφόρου, καὶ μετασχόντες Χριστοῦ, κατὰ τὸ λεγόμενον· Ἔγειραι ὁ καθεύδων. Οὐκ εἶπεν | |
40 | τίς ὁ λέγων, ἢ ποῦ τῶν ἁγίων γραμμάτων γέγραπ‐ ται· ἀλλ’ ἦν πολλὰ ἐξ ἁγίου Πνεύματος λαλούμενα ἐν τοῖς τότε, καὶ μὴ γραφόμενα. Τὸν ἐν ἁμαρτίαις φησίν. «Μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί· ἐξαγοραζόμενοι | |
45 | τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, | |
95.848(50) | ᾄδοντες καὶ ψάλλοντες.» Μὴ ὡς ἄσοφοι, φησὶ, δελεάζεσθε, ἀλλ’ ὡς σοφοὶ τὴν ἰδίαν ὁδὸν φυλάσσετε, τῷ μὴ ἐφελκυσθῆναι τῷ καιρῷ τῆς πονηρίας. «Ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.» | |
55 | Τοῦτό φησιν, ἵνα ὅλος ἡμῶν ὁ νοῦς πρὸς Κύριον | |
συντείνηται, καὶ μὴ μόνον μελῳδῶμεν τοῖς χείλεσιν. | 847 | |
95.849 | «Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνό‐ ματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί.» Μυστήρια τῷ Θεῷ προσήκει τελεῖν, ὑμνοῦντας | |
5 | αὐτὸν, καὶ διεξίοντας τὰς εὐεργεσίας ἃς ἐπιτελεῖ Χριστός. «Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.» Ὥσπερ ἡ ἐπανάστασις ἡ ἐπ’ ἀλλήλους, διάστασιν ποιεῖ, οὕτως ἡ ὑποταγὴ συνάφειαν. Ἀλλήλοις δὲ | |
10 | ὑποτάσσεσθαι δεῖ διὰ Χριστὸν, ὡς Χριστῷ λάτρευμα τοῦτο τελοῦντες. «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός | |
15 | ἐστι σωτὴρ τοῦ σώματος· ἀλλ’ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν.» Περὶ τῶν ἐν οἴκοις καθηκόντων διαλέγεται, ἅτινά | |
20 | ἐστιν ἡγεμονικὰ καὶ ὑποταγῆ. Τρία δὲ εἴδη τούτων· δύο μὲν τὰ κατὰ φύσιν, γυνὴ καὶ ἀνὴρ, τέκνα καὶ γονεῖς· ἓν δὲ τὸ κατὰ νόμον. Τοῦτο γάρ ἐστιν δοῦ‐ λός τε καὶ δεσπότης. Τῷ μὲν οὖν ὑπηκόῳ, τὴν ὑπο‐ ταγὴν εἰσηγεῖται· τῷ δὲ ἄρχοντι τὸ κηδεμονικὸν | |
25 | πρὸς τὸ ὑπήκοον. Τύπῳ οὖν τῷ πρὸς Χριστὸν κε‐ λεύει τὴν γυναῖκα ὑποτάττεσθαι τῷ ἀνδρὶ, ἵνα μὴ σωματικὸν ᾖ τὸ τῆς ὑποταγῆς μόνον, ἀλλὰ καὶ πνευ‐ ματικὸν γένηται. «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, | |
30 | καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλη‐ σίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιού‐ των· ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλου‐ | |
35 | σιν οἱ ἄνδρες ἀγαπᾷν ἑαυτῶν τὰς γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ.» Τὸ ἡγεμονικὸν οὐ βούλεται σκληρὸν εἶναι τῷ ὑπη‐ κόῳ. Αὕτη γὰρ ἀληθὴς ἀρχὴ, τὸν ἄρχοντα κήδεσθαι | |
40 | τῶν ὑφ’ αὐτὸν, ἥτις ἐν Χριστῷ πέφηνεν, μὴ ζητή‐ σαντι τὸ ἑαυτῷ πρέπον, ἀλλὰ τὸ τῇ Ἐκκλησίᾳ συμ‐ φέρον. Ἡ μὲν γὰρ αὐτοῦ δόξα ἐν ἀθανασίᾳ ἦν, καὶ αὐτὴ ὀφειλομένη τε καὶ πρέπουσα· ἡ δὲ τῆς Ἐκκλη‐ σίας σωτηρία ἐν καθάρσει τῆς ἁμαρτίας ἥτις οὐχ | |
45 | ἁπλῶς ἐγίνετο, εἰ μὴ τῆς ῥυπωθείσης ζωῆς μετά‐ θεσιν εἰργάσατο Χριστὸς, τὸ ὁμοίωμα ταύτης κατα‐ λύσας θανάτῳ, ἵνα συναποθνήσκοντες αὐτῷ λυθῶμεν τῆς ζωῆς ἧς ἐζῶμεν. Ταύτης δὲ τῆς καθάρσεως αἴ‐ τιον τὸ ἅγιον βάπτισμα. Πρόσεστι γὰρ ἐκείνῳ τῷ | |
95.849(50) | ὕδατι ἡ διὰ ῥήματος ἐπίκλησις, ἅγιον αὐτὸ ἀποφαί‐ νουσα. Ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. «Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει, καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Κύ‐ | |
55 | ριος τὴν Ἐκκλησίαν. Ὅτι μέλη ἐσμὲν τοῦ σώματος | 849 |
95.852 | αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐ‐ τοῦ. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα | |
5 | μίαν.» Εἰ σὰρξ τοῦ ἀνδρὸς ἡ γυνὴ, κηδέσθω αὐτῆς, φη‐ σὶν, ὡς σαρκός· καὶ εἰ Χριστὸν ἴσμεν ὥσπερ ἄνδρα τῆς Ἐκκλησίας ὄντα, καὶ μέλη ἡμᾶς ἑαυτοῦ κατ‐ εσκευακότα διὰ τῆς ἐν Πνεύματι ζωῆς, μιμείσθωσαν | |
10 | τὴν ἀγαπὴν τοῦ Χριστοῦ τὴν πρὸς τὴν Ἐκκλησίαν. «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν.» Συνῆψε τὸ πνευματικὸν τῷ σαρκικῷ, τύπον ἐκείνῳ τούτου ἀποδείξας. Οὕτως γὰρ γίνεται μυστήριον | |
15 | ἐγκεκρυμμένης τῆς ἀληθείας ἐν τῷ τύπῳ, ὅτι Χρι‐ στὸν ἐτύπου καὶ τὴν Ἐκκλησίαν ἡ τῆς γυναικὸς λῆψις ἐξ ἀνδρὸς, καὶ συνάφεια πρὸς τὸν ἄνδρα. Καὶ γὰρ ἀπὸ Χριστοῦ τὸ εἶναι ἔχομεν κατὰ τὴν ἁγιότητα, καὶ ἁγιασθέντες Χριστῷ ἑνούμεθα. | |
20 | «Πλὴν καὶ ὑμεῖς οἱ καθένα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.» ΚΕΦΑΛ. ϛʹ. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυ‐ | |
25 | ρίῳ. Τοῦτο γάρ ἐστι δίκαιον. Καθολικὸς μὲν οὖν ὁ λόγος εἰς ὅλην τὴν Ἐκκλη‐ σίαν ἑνουμένην Χριστῷ. Ἔστω δὲ ἐν ἑκάστῃ γυ‐ ναικὶ, καὶ ἐν ἑκάστῳ ἀνδρὶ τελειούμενος ὁ τύπος, ἐν ἀγάπῃ μὲν ἀνδρὸς, ὑποταγῇ δὲ γυναικὸς ἐν φόβῳ. | |
30 | «Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» | |
35 | Δευτέρα ἀρχὴ, ἡ τῶν παίδων, ἐπειδὴ καὶ δεύτερόν ἐστι μετὰ τὸν γάμον παιδοποιία, καὶ τὸν νόμον εἰσ‐ άγει μάρτυρα. Πάντα γὰρ ὅσα τελοῦμεν διὰ Χριστὸν, μαρτυρεῖται ὑπὸ τοῦ νόμου καλά τε εἶναι καὶ δίκαια, ἢ αὐτολεξεὶ λεγόμενα, ἢ τυπικῶς ὑποδεικνύμενα, | |
40 | καὶ καλὴ τῆς τελείας διδασκαλίας ἡ παιδαγωγικὴ μαρτυρία. Τιμίαν δὲ τὴν ἐντολὴν ἀποφαίνων τὴν περὶ γονέων, φησὶν αὐτὴν, καὶ πρώτην καὶ μετ’ ἐπαγγελίας εἰρῆσθαι, ἥτις ἐπαγγελία ἐν Δεκαλογίᾳ κεῖται. Τύπον γὰρ ὁ νόμος τῆς αἰωνίου ζωῆς μιμεῖ‐ | |
45 | ται τὴν μακροημερίαν. Πρώτῃ δὲ ἐντολῇ ταύτην τὴν ἐπαγγελίαν ἔζευξεν ὁ Θεὸς, προεισάγων ἄλλας τέσ‐ σαρας τὰς εἰς Θεὸν ἀνηκούσας· ὅτι τῶν μὲν εἰς αὐτὸν τιμῶν πρόδηλος ἡ ἀνταπόδοσις παρὰ τοῦ τιμωμένου. Ἡ δὲ εἰς γονέας τιμὴ, παρ’ αὐτῶν οὐκ ἔχουσα τὴν | |
95.852(50) | ἀνταπόδοσιν λόγου ἀξίαν, παρὰ τοῦ Θεοῦ ταύτην δι’ | |
ἐπαγγελίας ἐκομίσατο. | 851 | |
95.853 | «Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ, μὴ κατ’ ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦν‐ | |
5 | τες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ’ εὐνοίας δου‐ λεύοντες τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνίεντες τὴν | |
10 | ἀπειλὴν, εἰδότες, ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐσ‐ τιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ’ αὐτῷ.» Πάλιν τὸ ὑπήκοον ὑποτάττει πρῶτον, εἶτα τὸ ἡγεμονικὸν διδάσκει χρηστότητα. Κυρίους δὲ κατὰ | |
15 | σάρκα λέγει, ὅτι οὐ φυσικὸν ἡ δεσποτεία, οὐδὲ πε‐ ποίηταί τις δοῦλος ἑτέρου, καθάπερ τὰ ζῶα τὰ ἄλογα. Τῆς θείας δὲ δουλείας, ἣν ὑπέμεινεν ὁ ἐν δούλου μορφῇ γενόμενος, τύπος γίνεται ἡ ἀνθρωπίνη ὑπη‐ ρεσία τῶν καθαρῶς δουλευόντων καὶ ἑκουσίως, ὡς εἰς | |
20 | Θεὸν ἀναγομένης τῆς δουλείας. «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι.» Δύναμιν προσγενέσθαι δεῖ τὴν παρὰ Θεοῦ, τοῖς εἰς | |
25 | ἀσθένειαν καταπεσοῦσιν ἀνθρώποις, ἵνα λύσῃ τὴν ἀσθένειαν ἡ τῆς δυνάμεως ἐπανάληψις. Τὴν δὲ δύ‐ ναμιν ταύτην εἰκάζει πανοπλίᾳ, δηλῶν, ὅτι καθά‐ περ ὁ γυμνὸς οὐ δυνατός ἐστιν εἰς πόλεμον, οὕτως ὁ Πνεύματος ἀμέτοχος, οὐ δυνατὸς πρὸς τὸν τὴν κα‐ | |
30 | κίαν ἐξεργαζόμενον τὸν διάβολον. «Πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνεύματα τῆς πονηρίας ἐν | |
35 | τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασαμένοι στῆναι.» Μεθοδείαν αὐτὴν καλεῖ, τὴν τοῦ διαβόλου κακουρ‐ γίαν, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι | |
40 | δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ’ ἕτε‐ ρον ἑαυτῷ περιτιθεὶς προσωπεῖον, ἕτερα τεκταίνει· καὶ καθάπερ πολέμιος κακουργὸς πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύλακτος, καὶ κατορθῶσαι ἅπερ | |
45 | ἐσπούδακεν. «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιο‐ σύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἐπὶ πᾶσιν ἀναλαβόν‐ | |
95.853(50) | τες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος· ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν | |
55 | παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπ‐ | |
νοῦντες ἐν πάσῃ καρτερήσει καὶ δεήσει.» | 853 | |
95.856 | Διὰ τί, ἐν ἀληθείᾳ; ἐμπαιγμὸς δὲ, καὶ ψεῦδος ἡ ἐπιθυμία· οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς· τουτέστι τῇ ἀληθεῖ ἡδονῇ τῇ σωφροσύνῃ. «Περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι | |
5 | δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥη‐ σίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Ἵνα δὲ ἴδητε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ, τί πράσσω. | |
10 | Εὐχαῖς ἀδιαλείπτοις προσκαρτερεῖν καὶ ὁ Κύριος κελεύει, καὶ ὁ Παῦλος, ἐν πνεύματι δὲ τὰς εὐχὰς, τουτέστιν ἐν νῷ, μὴ ἐν στόματι μόνον. Πολλαὶ δὲ αἱ εὐχαὶ, ὅτι καὶ περὶ πολλῶν, ὑπὲρ πάντων δὲ ἁγίων, καὶ ὑπὲρ αὐτοῦ· ἐπειδὴ καὶ ἐναγώνιον αὐτῷ τὸ | |
15 | ἔργον, ὡς καὶ δεσμώτην αὐτὸν ὑπὲρ αὐτοῦ παρα‐ πεπέμφθαι. «Πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελ‐ φὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ | |
20 | παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Εἰρήνη τοῖς ἀδελ‐ φοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. | |
25 | Χαίρουσι γὰρ οἱ ἅγιοι τοῦ ἁγίου κατευθυνομένου ἔργου. Διὸ μηνύει τὰ καθ’ ἑαυτὸν ταῖς Ἐκκλησίαις. Πρὸς Ἐφεσίους ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχι‐ κοῦ, στίχων τιβʹ. | |
t29 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. | |
30 | ΚΕΦΑΛΑΙΟΝ Αʹ. «Παῦλος καὶ Τιμόθεος δοῦλος Ἰησοῦ Χριστοῦ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου | |
35 | Ἰησοῦ Χριστοῦ.» Ταύτην γράφει τὴν ἐπιστολὴν ἀνδράσιν ἐν τῇ δι‐ δασκαλίᾳ προκόψασι. Διὸ καὶ δογμάτων μὲν οὐχ ἅπτεται, ἐπειδὴ καὶ ἱκανῶς εἶχον τῆς περὶ τούτων γνώσεως, ἅτε πλουσίως παρ’ αὐτοῦ τοῦ Ἀποστόλου | |
40 | τῶν τοιούτων ἀπολαύσαντες. Δύο δὲ αὐτοῖς σχεδὸν, ὡς εἰπεῖν, δι’ ὅλης τῆς ἐπιστολῆς παραινεῖ, τὸ μὴ ὑψοῦσθαι, ἐπειδὴ καὶ τοῦτο οἶδεν ὥσπερ ἀκόλουθον τοῖς ἐγγὺς τοῦ κατορθωκέναι γενομένοις, καὶ τὸ χαί‐ ρειν διὰ παντός. Σφόδρα γὰρ ἠθύμουν, τὰ δεσμὰ τοῦ | |
45 | Ἀποστόλου ἀκούοντες, καὶ τὴν μέλλουσαν κρίσιν, | 855 |
95.857 | καὶ τὸν προσδοκώμενον αὐτοῦ θάνατον. Οὔτε γὰρ ἤλπιζον αὐτὸν τὰς χεῖρας ἐκφεύξεσθαι τοῦ Νέρωνος, ἀνδρὸς τά τε ἄλλα μεμηνότος καὶ περὶ φόνους ἐπτοη‐ μένου. Διὸ καὶ λέοντα αὐτὸν ἐν τῇ πρὸς Τιμόθεον | |
5 | Ἐπιστολῇ καλεῖ. Ὁ Κύριος γάρ μοι παρέστη, φησὶν, καὶ ἐῥῥύσθην ἐκ στόματος λέοντος. Τὰ δὲ ἄλλα πάντα ἃ παραινεῖ αὐτοῖς, ὡς ἐν ἐπιδρομῇ παραινεῖ αὐτοῖς, ἐπειδήπερ, ὡς ἔφην, πολὺν παρ’ αὐτοῖς διατρίψας χρόνον, πλεῖστα αὐτοῖς ὠφελήσας ἦν. | |
10 | Ἐπειδὴ τοῦτον αὐτοῖς τὸν Τιμόθεον ἐν αὐτῇ ἐπι‐ στολῇ ἐπαγγέλλεται μικρὸν ὕστερον πέμψαι, τούτου χάριν κοινοποιεῖ τὴν ἐπιστολὴν, προεθίζων αὐτοὺς διδάσκαλον αὐτὸν δέχεσθαι. Εἰ γὰρ τῆς νῦν πεμπο‐ μένης αὐτοῖς διδασκαλίας κοινωνὸν αὐτὸν ὁ Παῦλος | |
15 | ἐποιήσατο, πῶς οὐχὶ καὶ παρεσόμενον μικρὸν ὕστε‐ ρον δέξονται τοῦτον, οὗ ἤδη τῆς διδαχῆς ἀκηκόασιν; Ἰστέον δὲ ὡς ὅλῃ χώρᾳ καὶ ὅλῳ ἔθνει ἐκπέμπει τὴν ἐπιστολήν· καὶ τοῦτο δῆλον ἐκ τοῦ, σύμπασιν ἐπι‐ σκόποις, εἰπεῖν. | |
20 | «Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς, τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέ‐ ρας ἄχρι τοῦ νῦν, πεποιθὼς αὐτῷ τοῦτο, ὅτι ὁ ἐργα‐ | |
25 | σάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Χριστοῦ.» Προκοπὴν αὐτοῖς πολλὴν μαρτυρεῖ, ὅπου γε μεμνημένος αὐτῶν, οὐ μετὰ δακρύων ἢ στεναγμῶν, ὥσπερ ἐπὶ τῶν σαλευομένων μέμνηται, ἀλλὰ μετὰ | |
30 | πολλῆς εὐχαριστίας, ὅπερ ἴδιον τῶν κατορθούντων ἐστί. Ποῖον δὲ αὐτῶν τὸ κατόρθωμα, ἢ ὅτι κοινω‐ νήσαντες αὐτῷ τοῦ Εὐαγγελίου, ἀπὸ τῆς ἀρχῆς μέχρι καὶ νῦν μεμενήκασι κοινωνοὶ, ἐν μηδενὶ τὸ παράπαν παρασαλευόμενοι; ὅπερ αὐτῷ καὶ τὴν ἀγαθὴν τοῦ | |
35 | μέλλοντος ἐλπίδα παρέχει. Οἶδα γὰρ, φησὶν, ὡς ἐπι‐ τελέσετε τοῦτο τὸ ἔργον, ἕως ἂν αὐτῷ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου προσενέγκητε σῶον. «Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, | |
40 | ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ, καὶ βε‐ βαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς μοι τῆς χά‐ ριτος πάντας ὑμᾶς ὄντας.» Ἐπειδὴ πεποίθησιν εἶπεν ἔχειν ἐπ’ αὐτοῖς, δι‐ καίαν λέγει ταύτην ἔχειν τὴν πεποίθησιν. Θαῤῥεῖν | |
45 | γάρ φησιν, ὡς πάντων αὐτῷ ἔσονται κοινωνοὶ, τῶν δεσμῶν, τῆς ἀπολογίας, τῆς χάριτος. Τὸ οὕτω περὶ τῶν πιστευσάντων θαῤῥεῖν, μεγάλη ἐστὶν αὐτῶν βε‐ βαιότητος μαρτυρία. «Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ | |
95.857(50) | πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ | |
δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς | 857 | |
95.860 | καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.» Ἐπειδὴ πολλὴν εἶπεν ἔχειν εἰς αὐτοὺς ἀγάπην, | |
5 | ὡς μηδαμοῦ αὐτοὺς παραλιπεῖν, μὴ ἐν δεσμοῖς ὄντα, μὴ ἐν ἀπολογίᾳ, τούτου χάριν μάρτυρα ἐπὶ τοσούτῳ πράγματι ἐπικαλεῖται τὸν Θεόν. Ἵνα δὲ μή τις ὑπολάβοι, ὡς διὰ τὴν διακονίαν ἣν ἀπέστελλον αὐτῷ, κολακεύων τὰ τοιαῦτα λέγει, ἐπήγαγεν, ἐν σπλάγ‐ | |
10 | χνοις Χριστοῦ Ἰησοῦ, δεικνὺς ὅτι ἡ ἀγάπη αὐτῷ διὰ τὸ εἰς Χριστὸν γνήσιόν ἐστιν, καὶ τοῦτο εὔχεται, τοῦ προκόπτειν αὐτοὺς ἐν ἐπιγνώσει καὶ αἰσθήσει, καὶ δοκιμαστὰς ἀκριβεῖς γενέσθαι τῶν καλῶν· οὕτω γὰρ ἔσονται ἀπρόσκοποι εἰς τὴν παρουσίαν τοῦ Χρι‐ | |
15 | στοῦ, τουτέστι κατὰ μηδένα τρόπον προσκόπτοντες. Οἱ γὰρ τοιοῦτοι, φησὶ, πλήρεις εὑρεθήσονται δικαιο‐ σύνης καρποί· καὶ δικαιοσύνης, οὐ τῆς ἐν νόμῳ· ταύτην γὰρ καὶ ἐν τοῖς ἑξῆς ἀναιρεῖ· ἀλλὰ τῆς διὰ Χριστοῦ, ἥ τις καὶ εἰς δόξαν, καὶ ἔπαινον γίνεται | |
20 | Θεοῦ. Ἡ γὰρ κατὰ Θεὸν πολιτεία δοξάζει τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. «Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ’ ἐμὲ, μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλή‐ λυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν | |
25 | ὅλῳ τῷ πραιτορίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Γράφει μὲν αὐτοῖς τὴν ἐπιστολὴν ἀπὸ Ῥώμης ἐν | |
30 | πολλῇ οὖσιν ἀθυμίᾳ διὰ τὰ δεσμά. Ἐφ’ οἷς δεσμοῖς τοσοῦτον ἀποτρέπει τοῦ λυπεῖσθαι, ὡς καὶ χαρὰν μεγάλην αὐτοὺς ἔχειν, διδάσκειν δι’ αὐτὰ, ὅτι δι’ αὐτῶν πλεονάζει τὸ κήρυγμα, καὶ ἡ πλάνη ἐξορί‐ ζεται. | |
35 | «Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν.» Οἱ ἐχθροὶ τοῦ κηρύγματος, δεθέντος τοῦ Ἀποστόλου διὰ τὸ κηρύσσειν τὸν Ἰησοῦν, βουλόμενοι πλέον κι‐ νῆσαι τὸν Νέρωνα, καὶ αὐτοὶ ἐκήρυττον τὸν Ἰησοῦν, | |
40 | καὶ συνέβαινεν αὐτοῖς τὸ ἐναντίον οὗ ἐβούλοντο ποιεῖν. Θέλοντες γὰρ καταλύσαι τὸ κήρυγμα, ηὔξανον μᾶλλον, εἰ καὶ οὐχ ἁγνῶς ἐκήρυσσον, τουτέστιν ἀπὸ καρδίας, καὶ αὐτὸ τοῦτο σπουδάζοντες, οὐ τὸ μαθεῖν ἀνθρώπους τὴν ἀλήθειαν, ἀλλὰ διὰ τὸ ἐγείρειν θλίψιν | |
45 | τῷ Ἀποστόλῳ. «Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἱ οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δε‐ σμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπο‐ λογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ | |
95.860(50) | τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγ‐ γέλλεται.» Ὅσοι ἁγνῶς, φησὶ, κηρύττουσι, θαῤῥοῦντες τῇ ἐμῇ ἀπολογίᾳ τοῦτο ποιοῦσιν. ᾜδεσαν γὰρ ὡς κοινὴ ἔσται ὑπὲρ αὐτῶν ἀπολογία ἡ παρὰ τοῦ Ἀποστόλου | |
55 | γινομένη. | 859 |
95.861 | «Χαίρω· ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύ‐ ματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ | |
5 | ἐλπίδα μου.» Τοσοῦτον ἀπέχω, φησὶ, τοῦ ἀλγεῖν ἐπὶ τοῖς δε‐ σμοῖς καὶ τῇ μελλούσῃ ἀπολογίᾳ, οὐ μόνον τῇ ὑπὲρ ὧν ἐγὼ κηρύσσω, ἀλλὰ καὶ ὑπὲρ ὧν ἐκεῖνοι, ὥστε καὶ χαρὰν ἡγοῦμαι τὸ πρᾶγμα. Ἀποβήσεται γὰρ | |
10 | ἡμῖν εἰς σωτηρίαν· καὶ εὐθέως εἰσάγει τὸ μέτριον διὰ τῆς αὐτῶν δεήσεως καὶ χορηγίας τοῦ Πνεύματος, ταύτην αὐτῷ γίνεσθαι λέγων τὴν σωτηρίαν. «Ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσᾳ παῤῥησίᾳ, ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χρι‐ | |
15 | στὸς ἐν τῷ σώματί μου.» Τουτέστιν, οὐ φόβῳ τῶν δεσμῶν, οὐ τῆς ἀπολο‐ γίας, οὐκ αὐτοῦ τοῦ θανάτου, προδώσω τὸ κήρυγμα. «Εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου.» Κἂν ζῶ, φησὶ, πλεονάσω τῷ κηρύγματι, κἂν | |
20 | ἀποθάνω, πάλιν δοξάζεται Χριστὸς, ὅτι τοιούτους ἔσχε τοὺς ὑπηρέτας τὸ αὐτοῦ κήρυγμα, ὡς καὶ αὐτοῦ καταφρονῆσαι τοῦ θανάτου. «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστός.» Βλέπε διὰ πόσων ἀπάγει αὐτοὺς τῆς λύπης. πρώ‐ | |
25 | του μὲν, τοῦ μὴ αἰσχύνεσθαι· δευτέρου, τοῦ μεγα‐ λύνεσθαι [διὰ] τὸν Χριστόν· τρίτου, τοῦ διὰ Χρι‐ στὸν μόνον αἱρεῖσθαι τὸ ζῇν, ἵνα τὴν διακονίαν αὐτοῦ πληρώσῃ. «Καὶ τὸ ἀποθανεῖν κέρδος.» | |
30 | Μὴ ἀλγεῖτε, φησὶν, ἐπὶ τοῖς δεσμοῖς μου. Καὶ αὐτὸ γὰρ τὸ ἀποθανεῖν ὑπὲρ τοῦ Χριστοῦ κέρδος μέγιστον. «Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν | |
35 | δύο, τὴν ἐπιθυμίαν ἔχων» Ἐπεξεργάζεται τὰ προειρημένα, καὶ οἷον ἑρμη‐ νεύει, ὅ τι ἐστὶ τὸ, ἐμοὶ ζῆν ὁ Χριστός· λέγει οὖν, ὡς τὸ ζῇν Χριστὸς ταύτην τὴν ζωὴν, οὐδὲν ἄλλο ἐστὶν, ἢ ἐργασία πνευματικὴ, ἧς ὀφείλεταί μοι | |
40 | καρπός. «Εἰς τὸ ἀναλύσαι, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι’ ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.» | |
45 | Καὶ νῦν μὲν ἦν μετὰ Χριστοῦ, κατὰ τὸ, Εἰ δοκι‐ μὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἀλλ’ οὐχ οὕτως ὡς τότε. Νῦν μὲν γὰρ, φησὶν, ὁρῶμεν δι’ ἐσόπτρου καὶ αἰνίγματος, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. | |
95.861(50) | «Εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.» Ὅρα πάλιν πόσην αὐτοῖς μαρτυρεῖ ἐργασίαν | |
καλοῦ. Ὁ γὰρ προκόπτων, βαδίζων προκόπτει. | 861 | |
95.864 | Ποῦ δὲ προκόπτουσιν, ἢ εἰς τὴν χαρὰν τῆς πίστεως; Ὁ δὲ εἰς ταύτην προκόπτων, καυχήσεται, φησὶν, ἐν Χριστῷ. «Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολι‐ | |
5 | τεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν.» Μαρτυρήσας αὐτοῖς πολλὴν προκοπὴν, ἠρέμα καταστέλλει αὐτοὺς, ἵνα μὴ φυσηθῶσιν ἀκούσαντες, ὡς προέκοψαν. Καταστέλλει δὲ, ἀξίαν αὐτοὺς τοῦ | |
10 | Εὐαγγελίου πολιτείαν ἐπιτηδεύειν παραινῶν. «Ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συν‐ αθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ μὴ πτυρό‐ μενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥ τις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας,» | |
15 | Εἰπὼν αὐτοῖς ἀξίους τοῦ Εὐαγγελίου πολιτεύεσθαι, λέγει καὶ τὸ εἶδος τῆς πολιτείας. Τοῦτο δέ ἐστι τὸ περὶ τὴν πίστιν γνήσιον. Ἄλλως γὰρ οὐ δύνασθε ἓν πνεῦμα γενέσθαι, ἢ οὕτως· ἔπειτα τὸ καὶ μίαν ἔχειν ψυχήν. Τοῦτο δὲ ὑπερβαλλούσης ἀγάπης ἀπόδειξις. | |
20 | Μέγαν δὲ λέγει εἶναι τὸν ἐκ τούτων ἆθλον. Καὶ ποῖον τοῦτο, ἢ τὸ ἀθλητὰς αὐτοὺς γενέσθαι ὑπὲρ τοῦ Εὐαγγελίου; Ἦσαν γὰρ πολλοὶ οἱ ἀντικείμενοι οἱ τῆς περιτομῆς. «Ἡμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· ὅτι | |
25 | ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐ‐ τὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.» Ὅρα πάλιν ὡς ἠρέμα καταστέλλει. Εἰπὼν γὰρ ὅτι ἀθληταί ἐστε ὑπὲρ τοῦ Εὐαγγελίου, ἐπήγαγεν ὅτι αὐτὸ τοῦτο ἀπὸ Θεοῦ ἔρχεται· καὶ τοῦτο ὑμῖν | |
30 | ἐχαρίσθη τὸ πάσχειν ὑπὲρ αὐτοῦ. Τοῦτο δὲ, φησὶν, οὐ τὰ τοῦ φρονήματος διαλύων, οὐ τὰ τῆς προθέ‐ σεως· δεῖ γὰρ ἀγαθήν με ἔχειν πρόθεσιν, πάντα δὲ ἀγαθὰ ἡγεῖσθαι ἐκ Θεοῦ. Οὐκ ἐγὼ γὰρ, ἀλλ’ ἡ χάρις ἡ σὺν ἐμοί. | |
35 | «Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί.» Δύο χρήσιμα ἐνταῦθά ἐστι, καὶ τὸ μὴ ὑψοῦσθαι ὡς μόνους ἀθλητὰς, ὅπου γε κατὰ μίμησιν αὐτοῦ ἀθλοῦσι. Καὶ τοῦ μὴ δειλιᾷν ἐπὶ τοῖς δεσμοῖς, καὶ | |
40 | τῇ προσδοκίᾳ τοῦ θανάτου, ὅπου γε καὶ μιμεῖσθαι αὐτοὺς ἑαυτὸν παρακελεύεται. Ὅρα δὲ πόση ἀγωνία τῷ Παύλῳ περὶ τῶν μαθητῶν, ὡς καὶ κατορθούντων αὐτῶν, καὶ δεδιότων, ἀγωνιᾷν· κατορθούντων μὲν διὰ τὸ ὕψωμα, δεδιότων δὲ, διὰ τὴν τῆς δειλίας γενο‐ | |
45 | μένην ὑποστολήν. ΚΕΦΑΛ. Βʹ. «Εἴ τις οὖν παράκλησιν ἐν Χριστῷ, εἴ τι παρα‐ μύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαρὰν, | |
95.864(50) | ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, | |
σύμψυχοι, τὸ ἓν φρονοῦντες.» | 863 | |
95.865 | Μέλλων αὐτοῖς παραινεῖν ὁμοπίστοις εἶναι καὶ ὁμοψύχοις, ὥσπερ ὅρκῳ αὐτῶν προκαταλαμβάνει τὰς ψυχὰς, μονονουχὶ λέγων· πρὸς αὐτῆς τῆς παρα‐ κλήσεως ὑμᾶς ὁρκίζω, ἧς παρεκάλεσεν ἡμᾶς ὁ | |
5 | Χριστὸς, καὶ τῆς ἀγάπης, καὶ τῆς κοινωνίας τοῦ Πνεύματος, πρὸς αὐτῶν τῶν σπλάγχνων, πρὸς αὐτῶν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, πληρώσατέ μου τὴν χαράν. Αὕτη δέ ἐστι τὸ, ὁμοπίστους ὑμᾶς εἶναι καὶ ὁμοψύ‐ χους. | |
10 | «Μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.» Τοῦτο γάρ ἐστι μάλιστα τὸ τὰς αἱρέσεις ποιοῦν, ἔρις καὶ κενοδοξία. | |
15 | «Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.» Μὴ τοῦτο σκόπει, φησὶν, ὅπως διδάσκαλος καὶ μέγας τις ὀνομασθῇς, ἀλλ’ ὅπως μὴ σκανδαλίσῃς τὸν ἀδελφόν. | |
20 | «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γε‐ νόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐτα‐ | |
25 | πείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερ‐ ύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, τῶν ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, | |
30 | καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰη‐ σοῦς Χριστός.» Περὶ ταπεινοφροσύνης ἦν αὐτῷ ὁ λόγος, εἰ καὶ δόγματος ἅπτεται. Ὅρα δὲ πόση ἀκρίβεια τοῦ δόγ‐ ματος. Ὅτι καὶ ἴσος τῷ Πατρὶ ὁ Χριστὸς, καὶ ὅτι | |
35 | ἑαυτὸν ἐκένωσε, καὶ ὅτι ἄνθρωπος γέγονε, καὶ ὅτι ἑκών. Ἵνα γὰρ μή τις ἀκούσας ὡς ὑπήκοος γέγονε τῷ Πατρὶ, ἀνάγκην νομίσῃ ἐπενέχθαι αὐτῷ, ὡς ἀπὸ μείζονος πρὸς ἐλάττονα, τούτου χάριν πολλαχοῦ τὸ, ἑαυτὸν, προσάπτει, ἑαυτὸν ἐκένωσε λέγων, καὶ | |
40 | ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος. Τοῦτο δὲ λέγει, ἓν τὸ θέλημα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δη‐ λῶν. Καὶ οὐ μόνον ταῦτα τὰ δόγματα δηλοῖ, ἀλλ’ ὅτι καὶ ὑπέμεινε θάνατον, γενόμενος ἄνθρωπος, ὁ ἐν ἰσότητι τοῦ Πατρός· καὶ οὐχ ἁπλῶς θάνατον, ἀλλὰ | |
45 | θάνατον, τὸν διὰ σταυροῦ. Καὶ ὅτι οὐχὶ ἐκρατήθη θα‐ νάτῳ. Ὕψωσε γὰρ αὐτὸν, φησὶν, ὁ Θεός. Ὅταν δὲ τὸ, ὕψωσε καὶ ἤγειρε, καὶ τὰ τοιαῦτα ἀκούσῃς, τὴν οἰκονομίαν ἐννόει· μὴ γὰρ δὴ ὡς ἐλαττούμενον δυ‐ νάμεως αὐτὸν ἐννοήσῃς· αὐτὸς γάρ ἐστιν ἡ δύναμις | |
95.865(50) | τοῦ Πατρός. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. «Εἰς δόξαν Θεοῦ Πατρός. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε.» Ἵνα οὕτω δοξάζηται, φησὶν, ὡς καὶ ὁ Πατὴρ, | |
55 | ἴσος τε καὶ ὅμοιος αὐτῷ. «Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν | |
πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου.» | 865 | |
95.868 | Μᾶλλον γὰρ τὴν ἀγάπην ἐνδείκνυται τὴν πρὸς τὸν διδάσκαλον, ὁ παρὰ τὴν ἀπουσίαν ἀκούων αὐ‐ τοῦ. Ὁ μὲν γὰρ παρόντι πειθόμενος, ἴσως καὶ αἰσχυ‐ νόμενος τοῦτο ποιεῖ· ὁ δὲ παρὰ τὴν ἀπουσίαν | |
5 | ἀκούων, μέγα δείκνυσι τῆς εἰς τὸν διδάσκαλον ἀγά‐ πης τὸ γνήσιον. «Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.» Πάλιν ἀγωνιᾷν αὐτοὺς ποιεῖ· τοσοῦτον αὐτῶν τὴν | |
10 | ἐκ τοῦ κατορθοῦν κατασπᾷ ὀφρύν. «Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Καὶ τοῦτό φησιν, οὐχ ὡς τῆς προαιρέσεως καθ‐ αιρετικὸν, ἀλλ’ ὡς φοβούμενος πάλιν μὴ ἐπαρθῶσιν. | |
15 | Ὅτι γὰρ ἡ γνώμη αἰτία τοῦ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ πονηροὺς, ἐδήλωσε διὰ τοῦ παραινέσαι μετὰ φόβου τὴν ἑαυτῶν σωτηρίαν ἐργάζεσθαι. «Πάντα ποιεῖτε χωρὶς γογγυσμοῦ καὶ διαλο‐ γισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα | |
20 | Θεοῦ ἀμώμητα.» Ὁ γὰρ τὰς ἐντολὰς ἐργαζόμενος μετὰ γογγυσμοῦ, ὡς βαρείων οὐσῶν, ἀπόλλυσι τὸν ἐπὶ ταύταις μι‐ σθόν. Τὸ δὲ, καὶ διαλογισμῶν, τοῦτο δηλοῖ, τὸ ἀδιστάκτως καὶ ἀνενδυάστως, καὶ μηδὲν διακρινο‐ | |
25 | μένους. Ὁ γὰρ οὕτως αὐτὰς ἐργαζόμενος ἔσται, φησὶν, ἄμεμπτος. Διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν. «Ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης.» Γενεὰν σκολιὰν, τὴν τῶν Ἰουδαίων φησὶ, κατὰ | |
30 | τὸ εἰρημένον πρὸς αὐτοὺς ὑπὸ τοῦ Κυρίου· Γενεὰ σκολιὰ καὶ διεστραμμένη. «Ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες.» Οἱ γὰρ δυνάμενοι λέγειν, Ἐσημειώθη ἐφ’ ὑμᾶς | |
35 | τὸ φῶς τοῦ προσώπου σου, Κύριε, οὗτοι δύνανται φωστῆρες γενέσθαι. Λόγον δὲ ζωῆς, τὸν εὐαγγελι‐ κόν φησιν. Εἰς καύχημα ἐμοὶ, καὶ εἰς ἡμέραν Χριστοῦ· ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.» | |
40 | Μέγα γὰρ ὄντως διδασκάλων καύχημα ἡ τῶν μαθητῶν προκοπή. Μέχρι τίνος δὲ τὴν προκοπὴν φθάσαι δεῖ, ἢ μέχρι τῆς παρουσίας Χριστοῦ; τοῦτο δὲ λέγει, ἵνα αὐτὴν ἔχοντες ἀποθάνωμεν, μηδὲν αὐ‐ τῆς παρασαλεύσαντες. Οὕτω γὰρ αὐτὴν σῶαν ἐπι‐ | |
45 | δειξόμεθα. «Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λει‐ τουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε, καὶ συγ‐ χαίρετέ μοι.» | |
95.868(50) | Σπονδὴν ἀεὶ τὸν θάνατον ἑαυτοῦ φησιν, καὶ ἐν τῇ πρὸς Τιμόθεον ὁμοίως· Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου πάρεστι. Λέγει οὖν, ὅτι Καὶ ἀποθνήσκω, καὶ θάνατόν μου καταψη‐ | |
φίζονται οἱ τῆς ἀληθείας ἐχθροὶ διὰ τὸ κήρυγμα, | 867 | |
95.869 | οὐχ ὅτι λυποῦμαι, ἀλλὰ χαίρω σφόδρα. Οὐκοῦν καὶ αὐτοὶ χαίρειν ὀφείλετε. «Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ | |
5 | ὑμῶν.» Πέμπω, φησὶν, ὑμῖν Τιμόθεον, ἵνα ἀκούων τὰ περὶ ὑμῶν, χαίρω. Οὐχ ὅτι ἠγνόει· αὐτὸς γὰρ ἔλε‐ γεν εὐχαριστεῖν ὑπὲρ αὐτῶν καθ’ ἑκάστην δέησιν. Τί οὖν ἐστι τὸ χαίρειν περὶ Τιμοθέου, ἢ ὅτι πεποί‐ | |
10 | θασι καὶ χαίρουσιν ἐπὶ τοῖς δεσμοῖς τοῖς διὰ τὸ κή‐ ρυγμα; τοῦτο γὰρ αὐτοῖς καὶ παραινεῖ. «Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Τὴν δὲ δοκιμὴν | |
15 | αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδού‐ λευσεν εἰς τὸ Εὐαγγέλιον. Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι.» Τοῦτο μέγιστον ἐγκώμιον Τιμοθέου, τὸ ἰσόψυχον εἶναι τῷ διδασκάλῳ· ἅμα δὲ καὶ προτροπῆς ἐστι, | |
20 | τὸν αὐτὸν μετὰ χαρᾶς προσδέξασθαι, ὡς αὐτὸν ὁρῶν‐ τας τὸν Ἀπόστολον. «Ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξ αὐτῆς. Πέποιθα δὲ ἐν Κυρίῳ. Ἐξ αὐτῆς μὲν, τῆς κρίσεως λέγει. Ὁ δὲ νοῦς | |
25 | οὗτος· Σκοπῶ, φησὶν, οἷά μοι τὰ περὶ τὴν κρίσιν γενήσεται, καὶ οὕτως ὑμῖν αὐτὸν ἀποστέλλω. «Ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι» Οἶδεν διὰ τοῦ Πνεύματος, ὅτι τὰ περὶ τὴν πρώτην αὐτοῦ ἀπολογίαν ἔσται ῥᾴδια, καὶ διελεύσεται, καὶ | |
30 | τὸν θάνατον, καὶ τὰ δεσμά· καὶ ὅτι οὕτως ἐγένετο, ἐδήλωσεν ἐν τῇ πρὸς Τιμόθεον εἰπὼν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρέστη, ἀλλὰ πάντες με ἐγκατέλιπον. Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. | |
35 | «Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμ‐ ψαι πρὸς ὑμᾶς, ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν.» | |
40 | Μεγάλη σύστασις περὶ ἑκάστου τῶν μαθητῶν, ὅπου γε Ἐπαφρόδιτον μὲν συνεργὸν καὶ συστρα‐ τιώτην λέγει, Τιμόθεον δὲ ὁμόψυχον. Καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλὰ Θεὸς αὐτὸν | |
45 | ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ.» Ὁ Ἐπαφρόδιτος θλίψιν ἦν ὑπομείνας ἐν Φιλίπ‐ ποις διὰ τὸ κήρυγμα, καὶ τοσαύτην, ὡς καὶ ἀπὸ τῶν παθῶν ὧν ἔπαθε, νοσῆσαι τὴν εἰς θάνατον νόσον· Οὐ μόνος δὲ αὐτὸς ἐλιθάσθη, ἀλλὰ καὶ ὁ Ἀπόστολος. | |
95.869(50) | Καὶ τοῦτο ἐδήλωσε γράφων Θεσσαλονικεῦσι· Αὐτοὶ | |
γὰρ οἴδατε, φησὶν, ἀγαπητοὶ τὴν εἴσοδον ὑμῶν | 869 | |
95.872 | τὴν πρὸς ὑμᾶς, ὡς οὐ κενὴ γέγονεν, ἀλλὰ προπα‐ θόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπ‐ ποις. Ἠθύμει οὖν ὁ Ἐπαφρόδιτος, ὅτι ἦσαν ἀκη‐ κοότες, ὡς διὰ τὸ κήρυγμα τὸ εἰς αὐτοὺς, τοσοῦτος | |
5 | αὐτὸν περιέστη κίνδυνος, ὡς καὶ εἰς θάνατον ἐλ‐ θεῖν. «Ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Προσδέχεσθε οὖν αὐτὸν ἐν | |
10 | Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντί‐ μους ἔχετε· ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θα‐ νάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ.» Εἶχε μὲν οὖν λύπην διὰ τὴν τῶν διωκόντων ἀπώ‐ λειαν. Ὑγίανεν οὖν, φησὶν, ἵνα μὴ πρὸς ἐκείνῃ τῇ | |
15 | λύπῃ καὶ ἑτέραν σχῶ τὴν τοῦ θανάτου τοῦ Ἀποστόλου. Ἐλυπεῖτο δὲ, οὐχ ὅτι ἀνέλυε, καὶ σὺν Χριστῷ ἦν, ἀλλ’ ὅτι χρείαν εἶχεν αὐτοῦ ἐν τῷ κηρύγματι, ὥσπερ ἀμέ‐ λει καὶ αὐτοῦ· ὡς καὶ αὐτὸς εἶπε· Τὸ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. | |
20 | Οὐ παρῆτε ὑμεῖς, φησὶ, ἀλλ’ ἐλειτουργήσατέ μοι δι’ ἐκείνου, τῷ ἐκεῖνον πέμψαι. «Ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.» Οὔπω τελείαν, φησὶ, τὴν λειτουργίαν πεποίημαι, | |
25 | ἣν λειτουργῶ ὑμῖν εἰς τὸ κήρυγμα. Ὑστερῶ δὲ, διὰ τοὺς ὑπὲρ τοῦ κηρύγματος δεσμούς. Τοῦτο οὖν τὸ ὑστέρημα ὁ ἀγαπητὸς ἀναπληροῖ Ἐπαφρόδιτος. ΚΕΦΑΛ. Γʹ. Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὰ | |
30 | αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν.» Καὶ ποῦ μοι τὸ χαίρειν, καὶ δεδεμένου αὐτοῦ. «Ὑμῖν δὲ τὸ ἀσφαλές.» Μεγάλως γὰρ αὐτῶν τὴν ψυχὴν ἠσφαλίζετο, διδά‐ σκων μὴ ἀδημονεῖν ἐν τοῖς δεσμοῖς τοῖς διὰ τὸ κή‐ | |
35 | ρυγμα. «Βλέπετε τοὺς κύνας· Βλέπετε τοὺς κακοὺς ἐρ‐ γάτας.» Τοὺς ἄρχοντας τῶν Ἰουδαίων φησὶ, περὶ ὧν ἐγέ‐ γραπτο, Πάντες κύνες ἐνεοὶ μὴ δυνάμενοι ὑλακ‐ | |
40 | τεῖν, καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν. «Βλέπετε τὴν κατατομήν.» Μόνον γὰρ τὴν σάρκα κατατέμνουσιν, οὐδὲν ἐκ πράγματος ὠφελούμενοι· ἡ γὰρ σφραγὶς τῆς πίστεως | |
45 | ἡ περιτομή· οὐ πιστεύουσι δέ. Τί γὰρ περιτέμνον‐ ται; τίνος σφραγίδα λαμβάνουσιν; οὐκοῦν κατα‐ τέμνονται μόνον. «Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰη‐ | |
95.872(50) | σοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.» | |
Οἱ πᾶσαν κοσμικὴν ἐπιθυμίαν ἀποτέμνοντες. Τοῦτο | 871 | |
95.873 | γὰρ ἡμῖν δέδωκε τὸ Πνεῦμα τοῦ Θεοῦ ποιεῖν, καὶ ἡ καύχησις ἡ εἰς τὸν Χριστόν. «Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλ‐ λον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυ‐ | |
5 | λῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν | |
10 | εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου· δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιο‐ | |
15 | σύνην.» Ἐπειδὴ μέγα ἐφρόνουν οἱ τοῦ γράμματος κήρυ‐ κες, ἐπί τε περιτομῇ καὶ γένει τῷ ἐξ Ἰσραὴλ, τούτου χάριν ἐφ’ ἑαυτοῦ αὐτὸ ἐξουθενεῖ. Τότε γὰρ ἀληθὴς ἡ ἐξουδένωσις, οὐχ ὅταν μὴ σχών τις κατα‐ | |
20 | πτύει ὧν ἔχει, ἀλλ’ ὅταν ἔχων, μικρὰ αὐτὰ ἡγῆται, καὶ εὐκαταφρόνητα τῇ τῶν μειζόνων καὶ ὑπερβαλ‐ λόντων εὑρέσει. Λέγει οὖν, ὅτι Πάντα αὐτῶν σχὼν τὰ σεμνὰ, καὶ τοσαύτην ἐν τοῖς νομικοῖς ἐπιδειξά‐ μενος δικαιοσύνην, ὅσην οὐκ ἄλλος τις, πάντα ἥγη‐ | |
25 | μαι ζημίαν καὶ σκύβαλα, ὑπερβολῆς τινος οὔσης τῆς κατὰ Χριστὸν πολιτείας. Τοσαύτη δέ ἐστιν ἡ ὑπερ‐ βολὴ, ὥστε εὔχομαι μηδεμίαν εὑρεθῆναι ἔχοντα ἐμαυτὸν νομικὴν δικαιοσύνην, ἵνα τὴν ἐκ Θεοῦ δι‐ καιοσύνην κερδήσω. Ὅρα πῶς τὴν μὲν ἐκ νόμου | |
30 | δικαιοσύνην ἑαυτοῦ φησι, τὴν δὲ εὐαγγελικὴν, Θεοῦ δικαιοσύνην, ἵνα τοσοῦτον ᾖ ἀμφοτέρων τὸ μέσον, ὅσον ἀνθρώπου καὶ Θεοῦ. «Ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύ‐ ναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν | |
35 | παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐ‐ τοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν· οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ.» | |
40 | Διδάσκει τίς ἡ ἐκ Θεοῦ δικαιοσύνη· ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ ἡ γνῶσις τῆς ἀναστάσεως αὐτοῦ, καὶ ἡ κοινωνία τῶν παθημάτων αὐτοῦ. Ταῦτα γὰρ ἐν ἐμοὶ εὑρεθέντα, φησὶ, καταντῆσαι ποιήσει εἰς τὴν ἀνάστασιν τὴν ἐκ τῶν νεκρῶν. Οὐχ ἁπλῶς δὲ εἶπε, | |
45 | καταντήσω, ἀλλὰ, εἴ πως καταντήσω. Δείκνυσιν ὅτι καὶ ἤδη τοῖς λαβοῦσι τῆς γνώσεως τὸ χάρισμα καὶ τῶν παθημάτων τὴν κοινωνίαν, πολλῆς τῆς νή‐ ψεως χρεία, ἵνα μὴ ἃ ἔλαβον ἀπολέσωσι. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Οὐχ ὅτι γὰρ ἤδη ἔλαβον, φησὶ, | |
95.873(50) | καὶ δὴ περὶ τοῦ τέλους θαῤῥῶ· ἀλλὰ διώκω, ἵνα καὶ καταλάβω. Τί δὲ, ἵνα καταλάβῃ, ἢ τοῦτο τὸ χά‐ ρισμα εἰς ὃ καὶ κατελήφθη ὑπὸ Χριστοῦ; ἐν τίνι δὲ κατελήφθη, ἢ τῇ ἀναστάσει; Εἷς γὰρ ὑπὲρ πάν‐ | |
των ἀπέθανεν, ἵνα πάντες ζήσωμεν. Φόβος οὖν μέ‐ | 873 | |
95.876 | γας ἡμῖν καὶ ἀγωνία, μήποτε καὶ ἀναστάντες, ἀν‐ άξιοι εὑρεθῶμεν τοῦ ἀναστήσαντος, καὶ ἀκούσωμεν τὸ, Οὐκ οἶδα ὑμᾶς. «Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατει‐ | |
5 | ληφέναι.» Ἔτι ἐφ’ ἑαυτοῦ τὴν ταπεινοφροσύνην αὐτοῖς εἰσ‐ ηγεῖται, ἄλλως τε καὶ ἐπειδὴ οὐ δεῖ μακαρίζειν ἄν‐ θρωπον πρὸ τελευτῆς. Ἕως οὖν ὁ ἀγῶνος ἐνέστηκε καιρὸς, οὔπω κατείληφεν. | |
10 | «Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.» Διδάσκει πῶς ἄν τις καταλάβοι· καὶ πῶς ἢ τῶν | |
15 | ὀπίσω ἐπιλανθανόμενος; Ὀπίσω δὲ, ἢ τὴν νομικὴν λατρείαν φησὶν, ἢ καὶ πάντα τὸν ἐφθαρμένον βίον, οὗ δεῖ ἐπιλανθανόμενον τοῖς ἔμπροσθεν ἐπεκτείνε‐ σθαι, δηλαδὴ τὴν εὐαγγελικὴν πολιτείαν μετέρχε‐ σθαι. Οὕτω γὰρ μόνως ἔστι τυχεῖν τοῦ βραβείου τῆς | |
20 | ἄνω κλήσεως. «Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν.» Ὅρα πάλιν ὑπερβολὴν ταπεινοφροσύνης. Οὐ γὰρ εἶπεν, ὅτι ἁπλῶς οὕτω δεῖ φρονεῖν, ἀλλὰ τοὺς τε‐ λείους οὕτω δεῖ φρονεῖν. Οὕτω δὲ, πῶς, ἢ τὸ οὔπω | |
25 | ἑαυτοὺς λογίζεσθαι κατειληφότας; Καὶ εἰ οἱ τέλειοι οὕτως, οἱ μὴ τοιοῦτοι, πῶς ἑαυτοὺς ὀφείλουσι λογίζε‐ σθαι; «Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» | |
30 | Εἰ καὶ οὐχ οὕτω φρονεῖτε, φησὶν, ὡς ἡμεῖς λέγο‐ μεν, ὁ Θεὸς ὑμᾶς πληροφορήσει περὶ τούτου, ὅτι οὕ‐ τως ἐστὶν ὡς ἐδιδάξαμεν. «Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.» | |
35 | Εἰ καὶ ἀναμένομεν, φησὶ, τὴν ἐκ Θεοῦ ἀποκάλυ‐ ψιν περὶ τῶν ζητουμένων, ἀλλ’ ὅμως τούτου ἀντ‐ έχεσθε νυνὶ οὗ ἤδη ἔχετε. Καὶ τί ἦν ὃ εἶχον, ἢ τὸ φρονεῖν περὶ πίστεως ὀρθῆς; «Συμμιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε | |
40 | τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπί‐ | |
45 | γεια φρονοῦντες. Ὑμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρα‐ νοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύ‐ ριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα | |
τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμ‐ | 875 | |
95.877 | μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐν‐ έργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.» ΚΕΦΑΛ. Δʹ. | |
5 | «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου.» Πάλιν ἀναγκαῖον αὐτοῖς λέγει, τὸ μιμεῖσθαι αὐ‐ τὸν, καὶ εἰδέναι τίς οὕτω περιπατεῖ ὡς αὐτός. Τοῦτο δὲ λέγει, οὐχ ὑψηλοφρονῶν, ἀλλὰ ἀποτρέπων τῆς τῶν | |
10 | ἑτεροδιδασκάλων συνουσίας, δεικνὺς πόσον ἑκατέρων τὸ μέσον τῶν τε πνευματικῶν καὶ τῶν σαρκικῶν. Τὸ δὲ μέσον τοῦτο ἀπὸ τοῦ τέλους ἑκατέρων ἔστιν ἰδεῖν. Τῶν μὲν γὰρ, φησὶ, τὸ τέλος ἀπώλεια· τῶν δὲ, τὸ μετασχηματισθῆναι καὶ συμμόρφους γενέσθαι | |
15 | τῷ σώματι τῆς δόξης Χριστοῦ. Τοῦτο δὲ αὐτὸ μετα‐ σχηματισθῆναι, ἡμῶν δηλονότι τὰ σώματα, ποιήσει Χριστὸς, διὰ τὸ δύνασθαι, καὶ πάντα ἔχειν ὑποτε‐ ταγμένα· τὸ δὲ, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐ‐ τῶν, τοῦτο δηλοῖ, ὅτι ἐπὶ τούτοις μέγα φρονοῦσιν, | |
20 | ἐφ’ οἷς αὐτοὺς ἔδει αἰσχύνεσθαι. Πάντα γὰρ τὰ τῆς κοιλίας, αἰσχύνη καὶ φθορά. «Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Οὕτω, πῶς; ὡς ἀπεκδεχόμενοι ἐξ οὐρανῶν Σω‐ τῆρα τὸν Κύριον Ἰησοῦν. Στέφανον δὲ ἑαυτοῦ τοὺς | |
25 | μαθητὰς, φησὶ, διά τοι τῶν στεφάνων αὐτῷ γίνεσθαι πρόξενον τὴν ἐπακοὴν αὐτῶν τὴν εἰς τὸ κήρυγμα. «Εὐωδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Ναὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ Εὐαγγε‐ | |
30 | λίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου. Εἰπὼν ἐν τῷ καθόλῳ παράκλησιν, καὶ κατ’ εἶδος αὐτὴν προσφέρει ἐπὶ τῶν ἐξόχων ἐν τῇ πίστει· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπενεγκεῖν αὐτόν· Οἵτινες συν‐ | |
35 | ήθλησάν μοι ἐν τῷ Εὐαγγελίῳ. Τινὲς τὴν γυναῖκά φασιν αὐτοῦ παρακαλεῖν ἐν‐ ταῦθα. Ἀλλ’ οὐκ ἔστιν. ἀλλά τινα γυναῖκα, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν. «Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» | |
40 | Τοῦτο εἴρηκεν ἐκ τοῦ Κυρίου μαθών· Χαίρετε γὰρ, φησὶν, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. «Χαίρετε ἐν Κυρίῳ πάντοτε.» Κἂν ἐν δεσμοῖς, φησὶν, ἀκούητε τὸν διδάσκαλον, | |
45 | κἂν ἐν μάστιξιν, κἂν ἐν αὐτῷ θανάτῳ, καὶ οὐ μόνον ἐπὶ τῶν διδασκάλων δεῖ, ἀλλὰ καὶ αὐτοὶ ταῦτα διὰ Χριστὸν πάσχοιμεν. «Πάλιν ἐρῶ, Χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.» | |
95.877(50) | Μονονουχὶ διαμαρτύρεται αὐτοῖς, ὡς οὐ δεῖ ἀθυ‐ μεῖν, ἀλλὰ χαίρειν. «Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε.» Μὴ θορυβείτω, φησὶν, ὑμᾶς τὰ κατ’ ἐμέ. Ὁ γὰρ | |
Κύριός μοι παρέσται. | 877 | |
95.880 | «Ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ, καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν.» | |
5 | Ἐπειδὴ μηδὲν μεριμνᾷν αὐτοῖς εἶπεν, ἵνα μὴ ἀναπέσωσι, νομίσαντες αὐτὸν ἐν τῷ καθόλου τοῦτο ἀποφήνασθαι· Τούτου χάριν, φησὶν, εἶπον μὴ με‐ ριμνᾷν ἐν τοῖς περὶ ἐμοῦ δεσμοῖς, ὡς δεινόν τι πάσχοντος ἐξ αὐτῶν. Οὐ γάρ εἰσι δεινά· ἀλλὰ με‐ | |
10 | ριμνᾶτε, φησὶν, ἐν τῇ προσευχῇ, καὶ τῇ δεήσει τῇ πρὸς τὸν Θεόν. Αἰτεῖν γὰρ τὸν Θεὸν δεῖ, εὐχαρι‐ στοῦντας, οὐκ ἀθυμοῦντας, οὐδὲ ἀκηδιῶντας. «Φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» | |
15 | Πάλιν αὐτοῖς τὸ ὁμόπιστον εὔχεται. Τοῦτο γάρ ἐστι τὸ φρουρηθῆναι τὰς καρδίας αὐτῶν, καὶ τὰ νοήματα ἐν Χριστῷ. «Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, | |
20 | εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε.» Ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος, ὡς κεφαλὴ παντὸς ἡμῖν ἀγαθοῦ ἡ πίστις, ἡ εἰς τὸν Χριστὸν, καὶ ὡς πάντα τὰ ἔργα τὰ κατ’ ἀρετὴν, ὡς μέρος τι μι‐ | |
25 | κρὸν κατ’ ἐκείνην εἰσίν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Ἔχετε τὴν πίστιν, ἣν καὶ φυλάττεσθαι ἐν ὑμῖν εὔχο‐ μαι. Λείπει δὲ ἔτι ὑμῖν ἡ κατ’ ἀρετὴν πολιτεία, ἧς καὶ ἀντέχεσθαι ὑμᾶς παραινῶ. Τὸ λοιπὸν οὖν λέ‐ γε, οὐχ ὅτι μικρὸν τὸ κατ’ ἀρετὴν πολιτεύεσθαι· | |
30 | μέγα γάρ· ἀλλ’ ὅτι μικρὸν ὡς πρὸς σύγκρισιν τῆς πίστεως, καὶ περίλοιπον. Ὁ γὰρ θεμέλιος, καὶ ἡ ἀσφάλεια ἡ πίστις ἐστὶν, ἧς ἄνευ οὐ δυνατὸν οἰκο‐ δομηθῆναί τι. Ἐπεὶ οὐδὲ οἰκοδομή ἐστιν, ὥσπερ οὐδὲ οἶκος ἄνευ θεμελίων. Ἔστιν οὖν ἡ μὲν πίστις τὰ θε‐ | |
35 | μέλια, καὶ ἡ τοῦ παντὸς οἴκου οἰκοδομὴ, αἱ δὲ πράξεις αἱ κατ’ ἀρετὴν, ὀρόφῳ ἐοίκασι συγκλείοντι καὶ οἱονεὶ στεφανοῦντι τὸ πᾶν οἰκοδόμημα. «Καὶ εἴδετε ἐν ἐμοί.» Ἐπειδὴ πολλῆς ἀρετῆς εἶπεν ἀντέχεσθαι, ἀλη‐ | |
40 | θείας, σεμνότητος, δικαιοσύνης, ἁγνείας, φιλαδελ‐ φίας, εὐλογίας, καὶ πάντων ὅσα ποιοῦσιν ἀρετὴν, ὅσα εὐφημίαν· ἐπειδὴ τούτων πάντων εἶπεν ἐπιμελεῖσθαι, ἵνα μὴ δόξῃ μείζονα ὧν ἴσχυον ποιεῖν ἐπιτάττειν αὐτοῖς, τούτου χάριν ἐφ’ ἑαυτοῦ εἰς τὸ κατορθοῦν | |
45 | αὐτὰ παρακαλεῖ αὐτούς. Ὅμοιον οὖν ὡς εἰ λέγοι· Ἵνα μὴ ἀκηδιάσητε, ὡς μεγάλων ὄντων τῶν ἐπι‐ ταγμάτων, καὶ μειζόνων ἢ δύνασθαι κατορθοῦν. Ἐν ἐμοὶ γὰρ, φησὶν, ἅπαντα ἠκούσατε γινόμενα, καὶ οὐ μόνον ἠκούσατε, ἀλλὰ καὶ τεθέασθε. | |
95.880(50) | «Ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται | |
μεθ’ ὑμῶν.» | 879 | |
95.881 | Παραινῶ, φησὶ, ποιεῖν αὐτὰ, ἐπειδὴ καὶ μέγας ὁ ὑπὲρ αὐτῶν μισθός· οὗτος δέ ἐστιν, τὸ σύνοικον ἔχειν τὸν Θεόν. «Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ | |
5 | ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρο‐ νεῖτε· ἠκαιρεῖσθε δέ· οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω. Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν παντί· καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πει‐ | |
10 | νᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιή‐ σατε συγκοινωνήσαντές μου τῇ θλίψει. Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγε‐ λίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκ‐ | |
15 | κλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ, καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε· οὐχ ὅτι ἐπι‐ ζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ἀπέχω δὲ πάντα, καὶ περισσεύω· πεπλήρωμαι δε‐ | |
20 | ξάμενος παρ’ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν.» Περὶ τῆς διακονίας ἧς ἀπέστειλαν αὐτῷ, λέγει. Ἐχάρη δὲ, οὐχ ὅτι ἔλαβεν, ἀλλ’ ὅτι καρπὸν ἔσχον οἱ μαθηταί. Εἰ γὰρ ὁ Κύριος διέταξεν αὐτοὺς διδόναι, πῶς οὐκ ἔπταιον μὴ διδόντες; Οἰκείως οὖν σφόδρα τὸ, | |
25 | ἀνεθάλετε, εἶπεν. Ἀρχὴ γὰρ ἀγαθοῦ καρποῦ ἡ πρὸς τοὺς διδασκάλους κοινωνία, ὥσπερ ἀμέλει καὶ μα‐ ρασμοῦ, ἡ τούτων λήθη. «Ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ.» | |
30 | Τοῦτο γάρ ἐστι τὸ παρέχον αὐτοῖς εὐωδιάζειν· νό‐ μον γὰρ θεῖον πληροῦσιν. «Ὁ δὲ Θεός μου πληρώσῃ πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ. Τῷ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν | |
35 | αἰώνων. Ἀμήν. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι. Μάλιστα δέ.» Ὅρα τῆς διακονίας πόσος ὁ καρπός· τὸ πλουτι‐ σθῆναι αὐτοὺς ἐν δόξῃ Χριστοῦ· ἅμα δὲ καὶ ἠρέμα | |
40 | αὐτοὺς διδάσκει, ὡς διὰ τὸ χρήσιμον αὐτῶν ἐκέλευ‐ σεν αὐτοὺς ὁ Χριστὸς κοινωνεῖν τοῖς διδασκάλοις, ἵνα τῶν πνευματικῶν αὐτῶν μεταλάβωσιν. Ἐπεὶ πῶς οὐκ ἠδύνατο ὁ τούτους πλουτίζων, καὶ τοὺς διδασκά‐ λους πλουτίσαι; Ἀλλ’ οἰκονομίᾳ τοῦτο πεποίηκεν, | |
45 | ἵνα καὶ οἱ διδάσκαλοι μὴ κατεπαίρωνται τῶν μαθη‐ τῶν, ὡς δωρεὰν αὐτοὺς πλουτίζοντες, μήτε οἱ μαθη‐ ταὶ ἀκηδιῶσιν, ὡς ἀεὶ ἐν τῇ τῶν πτωχευόντων ὄντες τάξει, καὶ μηδὲν μεταδιδόντες αὐτοῖς. Διὰ τοῦτο ἀνάδοσιν καὶ κοινωνίαν ἐκέλευσε γίνεσθαι, εἰ καὶ τὰ | |
95.881(50) | τῶν διδασκάλων ἀσυγκρίτως μείζονα. «Οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ.» | |
Παραμυθεῖται σφόδρα αὐτοὺς, τῷ εἰς τὸν οἶκον | 881 | |
95.884 | τὸν βασιλικὸν κεκρατηκέναι εἰπεῖν τὸ κήρυγμα, καὶ ἐπὶ τοσοῦτον, ὥστε καὶ τοὺς ἐν Φιλίπποις πιστοὺς κατασπάζεσθαι. «Μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.» | |
5 | Δείκνυσιν ὡς πάντες, πρὸς οὓς γράφει τὴν ἐπι‐ στολὴν, εἰσὶ πνευματικοί. Τοῦτο γὰρ καὶ δι’ ὅλης τῆς ἐπιστολῆς αὐτοῖς μαρτυρεῖ. Πρὸς Φιλιππησίους ἐγράφη ἀπὸ Ῥώμης δι’ Ἐπαφροδίτου. Στίχων σηʹ. | |
t10 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ. | |
11 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ, διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός.» Γράφει τὴν ἐπιστολὴν ἀνδράσι παραλαβοῦσι μὲν τοῦ | |
15 | Εὐαγγελίου τὸν λόγον παρὰ Ἐπαφρᾶ, δεομένοις δὲ τῆς πλείονος γνώσεως· οὐ γὰρ εἶχον τελείαν γνῶσιν. Διὸ καὶ δογμάτων βαθυτέρων ἅπτεται, καὶ εἰς αὐτὸ τὸ τῆς οἰκονομίας αὐτοὺς εἰσάγει πέλαγος, καὶ ἐπ‐ εύχεται τελειωθῆναι ταύτῃ τῇ γνώσει. Οὐ μόνον δὲ, | |
20 | ἀλλὰ καὶ παραινεῖ μὴ ἀπάγεσθαι, μήτε τοῖς ἐξ Ἑλ‐ ληνικῆς ἀπάτης ἀποσυλῶσιν αὐτοὺς τῆς ἀληθείας, μήτε πιστεύειν τοῖς ἐν περιτομῇ. Ἀμφότεροι γὰρ ἔξω τοῦ κατὰ Θεὸν μυστηρίου εἰσίν. Ἔτι γε μὴν καὶ τὸν ἠθικὸν αὐτοῖς συνάπτει λόγον, ὁποίους εἶναι δεῖ | |
25 | τοὺς κατὰ Χριστὸν ζῶντας, διδάσκων αὐτούς. «Τοῖς ἐν Κολοσσαῖς.» Ἡ πόλις τῆς Φρυγίας. «Ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου | |
30 | Ἰησοῦ Χριστοῦ.» Πιστοὶ, οὐ διὰ τὸ πιστεύειν μόνον καλούμεθα, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι τοῦ Θεοῦ μυστήρια. «Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσ‐ | |
35 | ευχόμενοι, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρα‐ νοῖς.» Εὐχαριστίαν ὑπὲρ αὐτῶν ἀναφέρειν φησὶ διὰ δύο | |
40 | ταῦτα, διά τε τὴν ὀρθὴν εἰς Χριστὸν πίστιν, καὶ τὴν | |
ἀγάπην τὴν εἰς τοὺς ἁγίους. | 883 | |
95.885 | «Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς.» Παρ’ Ἐπαφρᾶ δηλονότι. «Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρπο‐ | |
5 | φορούμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκού‐ σατε, καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ, καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συν‐ δούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν | |
10 | Πνεύματι.» Τὴν δύναμιν τοῦ Εὐαγγελίου λέγει, πρὸς βεβαίω‐ σιν τῶν ἀκουόντων, λέγων αὐτὸ διήκειν διὰ τοῦ κό‐ σμου παντὸς, καρποφορούμενον ἐν ἔργοις, καὶ αὐ‐ ξανόμενον ταῖς προσθήκαις τῶν πιστευόντων, ὥστε | |
15 | εἰδέναι τοὺς ἀκούοντας, ὅτι καθάπερ ἐν μεγίστῃ πό‐ λει, καταριθμοῦνται δι’ ὅλης τῆς οἰκουμένης αἱ Ἐκ‐ κλησίαι. «Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτού‐ | |
20 | μενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήμα‐ τος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ, καὶ συνέσει πνευμα‐ τικῇ.» Ἄξια σπουδῆς, φησὶν, ἐμοὶ τὰ καθ’ ὑμᾶς. Διὸ καὶ ἀδιαλείπτως προσεύχομαι αἰτούμενος τὸ σοφίας δῶ‐ | |
25 | ρον, ἵνα δι’ αὐτοῦ μάθητε πῶς ἠθέλησεν ὁ Θεὸς τὸν κόσμον εἰς οἰκείωσιν τὴν ἑαυτοῦ ἀγαγεῖν, καὶ τίνι τρόπῳ τὰ τῆς οἰκειώσεως γενέσθαι δυνατὸν ἦν. Τοῦ μὲν νόμου συνάπτειν Θεῷ μὴ ἰσχύοντος, Χριστοῦ καὶ μόνου συνάπτοντος, ὅτι αὐτὸς δικαιοσύνης τῆς ὑπὲρ | |
30 | ἀνθρώπων πληρωτὴς γενόμενος, τὸ πληρωθὲν ἐφ’ ἑαυτοῦ χαρίζεται τοῖς πιστεύουσιν. «Περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου, εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, ἐν πάσῃ | |
35 | δυνάμει κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς.» Αὕτη γὰρ σοφία πνευματικὴ, ἐξ ἧς ὁ ὑγιὴς καὶ πνευματικὸς βίος. Ἐπιτείνει γὰρ τὴν προθυμίαν τῶν ἀγαθῶν ἔργων ἡ σύνεσις. | |
40 | «Εὐχαριστοῦντες τῷ Θεῷ, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς.» Πατέρα ἡμῶν λέγει τὸν Θεὸν, κατὰ τὴν δοθεῖσαν ἡμῖν διὰ τῆς εἰς τὸν Μονογενῆ πίστεως υἱοθεσίαν· | |
45 | Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. «Ἐκ τῆς ἐξουσίας τοῦ σκότους, μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρ‐ | |
95.885(50) | τιῶν.» Σκότος, ἡ ἐξουσία τοῦ διαβόλου, καὶ ἐν σκότῳ τὸ δύνασθαι ἔχει, καθάπερ ὁ κλέπτης ἐν νυκτί· οἷς | |
δὲ μὴ παρέστη τὸ κακίας σκότος, κατὰ τούτων οὐκ | 885 | |
95.888 | ἰσχύει διάβολος. Οἱ δὲ τὴν ἐξουσίαν ταύτην ἀποφυ‐ γόντες, ὑπὸ τὴν βασιλείαν καθίστανται τοῦ Υἱοῦ, δι’ οὗ ἐπανατρέχομεν ἐπὶ τὴν τοῦ Πατρὸς βασιλείαν. Ἐπειδὴ δὲ τῆς κατὰ σάρκα οἰκονομίας τὰ λεγόμενα, | |
5 | διὰ τοῦτο λέγεται Υἱὸς τῆς ἀγάπης τοῦ Πατρὸς, ἀντὶ ἀνθρώπων καὶ ὑπὲρ ἀνθρώπων ἀγαπηθεὶς, κατὰ τὴν ἐν ἀνθρώποις λειτουργικὴν ἐνέργειαν· καὶ κατὰ τὴν τοῦ δούλου μορφὴν πληρώσας τὰ ὑπὸ κόσμου ἐλλειπόμενα. Καὶ διὰ τοῦ αἵματος αὐτοῦ λέγει τὴν | |
10 | ἀπολύτρωσιν. Λύτρου γὰρ λόγῳ δέδοται τὸ αἷμα τοῦ Κυρίου, ἐξάγον τοὺς ὑπὸ θανάτου αἰχμαλώτους εἰς ζωήν· ὅτι οὐχ ἑτέρως οἷόν τε ἦν ἐπαναχθῆναι τοὺς ὑπὸ τὴν τοῦ θανάτου βασιλείαν, ἢ διὰ τοῦ κοινωνή‐ σαντος ἡμῖν θανάτῳ, καὶ ὁδηγοῦντος ἡμᾶς ζωήν. | |
15 | «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Ἡ τῆς χάριτος ἐξήγησις εἰς τὴν θεολογίαν ἀνα‐ τρέχει. Ἀπὸ γὰρ τῆς ἐνεργείας τῆς ἐν τῇ παρουσίᾳ γινώσκομεν τὴν τοῦ Θεοῦ οὐσίαν τὴν πρὸ τῆς παρ‐ ουσίας. Θεοῦ γὰρ ἔργον, τὸ σβέσαι θάνατον, καὶ | |
20 | ζωὴν ἀντικαταστῆσαι, καὶ τὸν κόσμον εἰς Θεὸν ἐπαναγαγεῖν. Διὰ τοῦτο λέγει· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ἵνα καὶ ὅτι ἔστι Θεὸς, ἐπιδείξῃ, καὶ ὅτι οὐχὶ ὁ Πατὴρ αὐτὸς, ἀλλ’ εἰκὼν τοῦ Πα‐ τρὸς, ταυτότητα ἔχων πρὸς αὐτὸν, οὐκ αὐτὸς ὢν | |
25 | ἐκεῖνος. «Πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότη‐ τες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ, | |
30 | καὶ εἰς αὐτὸν ἔκτισται, καὶ οὗτός ἐστι πρὸ πάν‐ των.» Ὅρα πῶς καὶ τὴν ἐκ Πατρὸς αὐτοῦ προαιώνιον κηρύττει γέννησιν, καὶ τῶν κτισμάτων αὐτὸν χωρί‐ ζει, τῷ λέγειν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Εἰ δὲ | |
35 | ἀδελφότης ἦν υἱῶν δευτέρων ἐπὶ τῷ πρώτῳ γενο‐ μένων, οὐκ ἂν ἐν αὐτῷ ἔλεγεν αὐτὰ ἐκτίσθαι. Τῇ γὰρ σοφίᾳ πάντα ἐποίησεν ὁ Πατὴρ, Χριστὸς δὲ ἐστὶ Θεοῦ δύναμις καὶ σοφία. «Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός | |
40 | ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Καὶ ἐν αὐτῷ, ἔκτισται, φησὶ, τὰ πάντα, καὶ ἐν αὐτῷ συνέστηκεν, καὶ αὐτός ἐστι κεφαλὴ, καὶ ἀμ‐ | |
45 | φότερα συνάγει, τά τε τῆς θεολογίας, καὶ τὰ τῆς κενώσεως. Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ὁ πρὸ αἰώνων γεννηθεὶς, ὁ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν. Πρω‐ τεύειν δὲ αὐτὸν λέγει, οὐχ ὡς τὸ πρωτεύειν προλα‐ βόντα, ἀλλ’ ὡς δόξαν ἡμῖν τοῦ πρωτεύεσθαι ὑπ’ αὐ‐ | |
95.888(50) | τοῦ χαριζόμενον. Οὕτω γὰρ καὶ διαμένειν ἔμελλε τὰ ποιήματα, ἐξαρτηθέντα τοῦ δημιουργοῦ καὶ ἀποπε‐ φευγότα τὴν φθορὰν, ἣν ὑπέμεινεν ἐν τῷ τὴν διάῤ‐ ῥηξιν εἰς φθορὰν μεταβάλλειν ὅπερ εἶπεν ἐν τῇ πρὸς Ἐφεσίους. | |
55 | «Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοι‐ | 887 |
95.889 | κῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ δι’ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» | |
5 | Ὅτι ἐν αὐτῷ ηὐδόκησεν ἀνακεφαλαιώσασθαι τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω καὶ ἐνταῦθα πάλιν λέγει δι’ ἑτέρων λέξεων. Ὁ γὰρ θάνατος τοῦ Χριστοῦ, καὶ τὸν ἄνθρωπον ἀνέσωσεν, καὶ ἀνεστοιχείωσε, καὶ τοὺς ἀγγέλους εἰς τὴν ἀρχαίαν | |
10 | ἤγαγε χαρὰν σωζομένων ἀνθρώπων, καὶ συνῆψε τὰ κάτω τοῖς ἄνω· καὶ τοῦτό ἐστι τὸ, ἀποκαταλλάξαι τὰ πάντα. Ἐποίησε γὰρ εἰρήνην, καὶ τὴν ἔχθραν ἦρεν ἐκ τοῦ μέσου. Διὸ καὶ ἔλεγον οἱ ἄγγελοι, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. | |
15 | «Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ, ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους, καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.» | |
20 | Ἐχθροὶ ἦσαν τῇ διανοίᾳ οἱ κεχωρισμένοι τοῦ Ἰσραὴλ διὰ τὸ ἐν ἔργοις εἶναι πονηροῖς. Τὴν μὲν προϋπάρχουσαν ἔχθραν, διὰ τὴν κακίαν καὶ ἀνομίαν εἰς φιλίαν ἐληλυθέναι φησὶ, διὰ τὸ νεκρωθῆναι τὸν τῆς σαρκὸς βίον, τὸν ἐν ἡμῖν μὲν ἐῤῥυπωμένον, ἐν | |
25 | Χριστῷ δὲ καθαρὸν, δοθέντα δὲ ὅμως εἰς νέκρωσιν ὑπὲρ τοῦ τὴν ἐν τῷ βίῳ τούτῳ παρ’ ἡμῖν κεκρατη‐ κυῖαν ἁμαρτίαν ἐκ βάθρων ἀναιρεθῆναι, ὥστε ἡμᾶς καθ’ ἑτέραν ζωὴν τὴν ἐκ νεκρῶν παραστῆναι Θεῷ, μηκέτι ἐνόχους τοῖς ἐγκλήμασι τῆς προτέρας ζωῆς, | |
30 | ὅσοι δηλαδὴ συμμορφούμεθα τῷ θανάτῳ καὶ τῇ ἀνα‐ στάσει τοῦ Χριστοῦ. «Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν | |
35 | πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.» Ἐπειδὴ ἀκοῇ τὰ κατ’ αὐτοὺς οἶδεν, ἀμφιβόλως εἴρηκεν, Εἴ γε ἐπιμένετε. Δηλονότι τῆς πίστεως ἡ ἐπιμονὴ βεβαιοῖ τὴν πρὸς Θεὸν οἰκείωσιν. | |
40 | «Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν.» Ἐναγώνιον τὸ ἔργον τοῦ Ἀποστόλου. Καὶ ἐπειδὴ περὶ τὸ ἔργον ἐστὶ πρόθυμος, χαίρει καὶ ἐν τοῖς ἀγωνίσμασιν οἷς ἀγωνίζεται ὑπὲρ τῆς Ἐκκλη‐ σίας.» | |
45 | «Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐ‐ τοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία· ἧς ἐγενόμην ἐγὼ διάκο‐ νος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς.» | |
95.889(50) | Τουτέστι τῆς Ἐκκλησίας· καθὸ γὰρ αὐτοῦ ἡ Ἐκκλησία. | |
Πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, τὸ μυστήριον τὸ | 889 | |
95.892 | ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γε‐ νεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέ‐ λησεν ὁ Θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χρι‐ | |
5 | στὸς, ἐν ὑμῖν ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλ‐ λομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, | |
10 | τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.» ΚΕΦΑΛ. Βʹ. «Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκὶ, ἵνα πληρωθῶσιν αἱ καρ‐ | |
15 | δίαι αὐτῶν συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπί‐ γνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σο‐ φίας, καὶ τῆς γνώσεως ἀπόκρυφοι.» | |
20 | Ἡ διακονία τοῦ Ἀποστόλου ἐστὶν ἐν τῇ λόγου δι‐ δασκαλίᾳ. Ὁ δὲ λόγος ἐστὶ περὶ τῆς τοῦ κόσμου σωτηρίας, τῆς πάλαι μὲν ἐξ ἀϊδίου παρὰ Θεῷ βεβου‐ λευμένης καὶ ὁρισθείσης, ἐμφανῶς δὲ νῦν καταστη‐ σάσης, καὶ γινωσκομένης παρὰ τοῖς ἀξίοις τῆς γνώ‐ | |
25 | σεως, οὐ διὰ σοφίας σαρκικῆς, ἀλλὰ διὰ τῆς ἀποκε‐ κρυμμένης ἀεὶ παρὰ Θεῷ, ὑπερκοσμίου τυγχανούσης, καὶ ἐν Πνεύματι ἁγίῳ κειμένης, ἧς δέονται καὶ οἱ ἐκ τῆς ἀνθρωπίνης σοφίας ἐρχόμενοι, καὶ οἱ ἐκ νόμου, ὅτι μήτε νόμος ἐξέφηνεν ἀργῶς τὸ μυστήριον, | |
30 | μήτε κόσμος κατέλαβεν. «Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν | |
35 | πίστεως ὑμῶν.» Διὰ τοῦτο, φησὶν, εἴρηκα τοὺς πάντας θησαυροὺς τῆς σοφίας ἐν Χριστῷ τυγχάνειν, ἵνα μὴ τὴν ἔξωθεν σοφίαν ἐπιζητῆτε. Ἐπειδὴ καὶ οὐ παρὼν ὑμῖν σω‐ ματικῶς, πάρειμι πνευματικῶς, καὶ χαίρω ἐπὶ τῇ | |
40 | πίστει, καὶ εὐταξίᾳ τῆς Ἐκκλησίας. Βλέπω δὲ καὶ τὸ ἐνδεὲς ὑμῶν, καὶ τὸ ἐν χρείᾳ τῆς διδασκαλίας. Ἐπὶ γὰρ πίστει γνῶσις ἀναγκαία. «Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι, καὶ | |
45 | ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε περισσεύοντες ἐν αὐτῇ.» Ἐπειδὴ μήπω διὰ τῆς ἐπιστολιμαίου διδασκαλίας οἶδεν αὐτοὺς δυναμένους φθάνειν εἰς τὸ τῆς σοφίας βάθος, πρὸς ἀσφάλειαν παραγγέλματι αὐτοὺς προ‐ | |
95.892(50) | καταλαμβάνει, λέγων ἀγαθὴν εἶναι τὴν παράδοσιν ἣν παρειλήφασι, καὶ μόνην ἀληθῆ τὴν περὶ Χριστοῦ διδασκαλίαν, ἣν ὁ Ἐπαφρᾶς παραδέδωκεν, καὶ δεῖν τὸ βέβαιον ἐπὶ τῇ πίστει φυλάξαι, καὶ προσθεῖναι τὴν τῆς ἀγάπης ἐποικοδόμησιν, καὶ προκόπτειν ἐν | |
55 | ἔργοις ἀγαθοῖς ἀεὶ, καὶ τὰ τῶν θλίψεων ἐν ὑπομονῇ | |
μετ’ εὐχαριστίας. | 891 | |
95.893 | «Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παρά‐ δοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.» | |
5 | Πλεονάζει κατὰ ταύτην τὴν ἐπιστολὴν πρὸς Ἕλ‐ ληνας καὶ Ἰουδαίους διαλεγόμενος, ἑκατέρας ἐκτρο‐ πῆς ἀφαιρῶν τοὺς πεπιστευκότας. Πρῶτον μὲν οὖν τὴν ἐκ φιλοσοφίας ἀποσύλησιν φυλάττεται, κενὴν ἀπάτην λέγων εἶναι τὴν φιλοσοφίαν, ὅτι σχήματι | |
10 | καταπλήττει, καὶ πιθανότητι λόγων τῆς ἀληθείας ἀφεστηκυῖα. Οὐ γὰρ ἱκανὰ περὶ Θεοῦ τὰ ἐξ ἀνθρώ‐ πων νοήματα, ἐπειδὴ πᾶσαι αἱ ἀνθρώπιναι καταλή‐ ψεις ἐκ τῶν ὁρατῶν οὖσαι, καὶ ἐκ τῶν τοῦ κόσμου στοιχείων, οὐκ εἰσὶ βέβαιαι πρὸς τὴν τῶν ζητουμέ‐ | |
15 | νων κατάληψιν, τῶν ἀοράτων τῶν ζητουμένων. «Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.» Ἐν Χριστῷ, φησὶ, καὶ ὁ Πατήρ ἐστι καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα μή τις νομίσῃ σχετικὴν εἶναι τὴν | |
20 | κατοίκησιν, ἢ συναπτικὴν ἁπλῶς, τούτου χάριν εἶπε, σωματικῶς, ἀντὶ τοῦ, οὐσιωδῶς. Λέγει οὖν, ὡς οὗτος ὁ γενόμενος ἄνθρωπός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὁμοούσιος αὐτῷ τε καὶ τῷ ἁγίῳ Πνεύματι. «Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι.» | |
25 | Ἐπειδὴ σὰρξ αὐτοῦ καὶ μέλη γεγόνατε, καὶ κε‐ φαλὴν αὐτὸν ἔχετε, τούτου χάριν Πνεύματος ἁγίου ἐστὲ πεπληρωμένοι. «Ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξου‐ σίας.» | |
30 | Εἰ καὶ ὁμοούσιος, φησὶ, γέγονεν ἡμῖν κατὰ τὴν σάρκα, ἤτοι τὴν ἀνθρωπότητα, ἀλλ’ οὖν καὶ οὗτός ἐστι κατεξουσιάζων τῶν ἀνθρώπων. «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειρο‐ ποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν | |
35 | τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέν‐ τες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγεί‐ ραντος αὐτὸν ἐκ τῶν νεκρῶν. Καὶ ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι, καὶ τῇ ἀκροβυστίᾳ τῆς | |
40 | σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ὑμῖν πάντα τὰ παραπτώματα.» Ἐπισυνάπτει τοῖς Ἰουδαϊκοῖς τὰ Ἑλληνικὰ, οὐκ ἐκβάλλων αὐτὰ ὥσπερ ἐκεῖνα, ἀλλ’ ὑπεραναβαίνων, καὶ σώζων ἐν τοῖς πνευματικοῖς τὰ σωματικά. Τὸ | |
45 | πρῶτον οὖν γνώρισμα τοῦ Ἰουδαϊσμοῦ τὴν περιτο‐ μὴν ἔχων, ἡμᾶς, φησὶ, πιστεύοντας τῇ ἀληθεῖ περι‐ τομῇ Χριστοῦ, καὶ μετέχοντας αὐτῆς· αὕτη δέ ἐστιν οὐ διὰ χειρουργίας ἀνθρωπίνης γινομένη, ἀλλὰ διὰ τῆς τοῦ σώματος ἑκουσίου ἀποδύσεως, τοῦ γηΐνου | |
95.893(50) | βίου ἀποτιθεμένου εἰς ἀνάληψιν τοῦ οὐρανίου, τοῦ δι’ ἀναστάσεως ἡμῖν ἀποδιδομένου· ἥντινα ἀνάστα‐ σιν ἤδη μὲν ἔχομεν δυνάμει, πιστεύοντες τῷ ὑπὲρ ἡμῶν ἀναστάντι, κομιούμεθα δὲ καὶ ἔργῳ τὴν ἀνά‐ στασιν ἐν τῷ ἰδίῳ καιρῷ. | |
55 | «Ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγ‐ μασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ | |
μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμε‐ | 893 | |
95.896 | νος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Ἐν τοῖς παρακούσασι Θεοῦ, καθάπερ γράμμα ἐστὶ τὴν παρακοὴν ἐλέγχον, ἡ ἐκτύπωσις, ἡ ἐκ τῆς πονη‐ | |
5 | ρᾶς ζωῆς. Τὸ διάγραμμα τοῦτο ἐξαλείφεται, ὡς μη‐ κέτι καταμαρτυρεῖν ἡμῶν, ἐὰν δόγματι θείῳ προσ‐ ίωμεν, τουτέστι προαιρέσει καὶ σπουδῇ. Προσήλωται οὖν, φησὶ, τῷ σταυρῷ τοῦ Κυρίου, τουτέστι νενέ‐ κρωται καὶ ἠκύρωται, τῆς ζωῆς νεκρωθείσης, ἐν ᾖ | |
10 | τὴν τύπωσιν εἴχομεν τῆς πονηρίας, καὶ τῆς ἐξ αὐτῆς καταμαρτυρίας. Ὁ γὰρ νεκρώσας τὴν ζωὴν, ἐνέκρωσε τὸ κατ’ αὐτῆς χειρόγραφον, καὶ τὰς πο‐ νηρὰς ἐξουσίας τὰς περιπεφυκυίας τῇ κακίᾳ τῇ σαρ‐ κικῇ, καὶ οἱονεὶ σκεπούσας καὶ καλυπτούσας τὸν | |
15 | ἄνθρωπον, συναπεκδύσατο τῷ σώματι, συνεκρέμασε, βαστάζων μὲν αἰσχύνην αὐτὸς, τὴν ἐν ἀνθρώπων ὀφθαλμοῖς, περιτρέπων δὲ αὐτὴν εἰς τοὺς σταυροῦν‐ τας τοῦ αἰῶνος τούτου ἄρχοντας ὄντας· ὅτι τὸ ἰσχυ‐ ρὸν αὐτῶν, ὁ θάνατος ἀνῃρέθη μεταπεσὼν εἰς ζωὴν, | |
20 | ὥστε ἐκπεπτωκέναι τοῦ θρόνου, διὰ τὸ τὴν ῥίζωσιν, καὶ τὴν ὑποβάθραν αὐτοῦ περιῃρῆσθαι, ἥτις ἐστὶν ὁ θάνατος. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ Νουμηνίας, ἢ Σαββά‐ | |
25 | των, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χρι‐ στοῦ.» Ἀπηλλάγητε, φησὶ, τῶν περὶ σωμάτων νομοθε‐ τημάτων. Ταῦτα γὰρ πάντα τυπικαὶ σκιαὶ μελλόν‐ των, ὅτε τὴν ὄντως ἔχοντες καθρότητα, καὶ | |
30 | τὴν ἀληθῆ ἑορτάζοντες ἑορτὴν, Θεῷ παραστησό‐ μεθα. «Μηδεὶς ὑμᾶς καταβραβευέτω, θέλων ἐν ταπει‐ νοφροσύνῃ, καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρα‐ κεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς | |
35 | τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων χορηγοῦν, καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Μὴ νομοθετείτω τις ὑμῖν, φησὶ, νομοθεσίαν ἔτι | |
40 | τὴν ταπεινὴν, τὴν ὑπ’ ἀγγέλοις οὖσαν ἐπιτρόποις, καὶ οἰκονόμοις, καὶ ἐν τοῖς σαρκικοῖς ταπεινῶν ὑμᾶς. Ταύτης γὰρ ἀντεχόμενοι οἱ τοῦ γράμματος φύλακες μάτην ἐπὶ σοφίᾳ μεγαλοφρονοῦσιν, οὐκ ἔχοντες τὴν κεφαλὴν, ὅς ἐστι ὁ Χριστὸς, ἐξ οὗ ἅπαν | |
45 | τῆς Ἐκκλησίας τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων αὔξει τὴν αὔξησιν, ἣν αὐτῇ δέδωκεν ὁ Θεὸς αὐξάνε‐ σθαι. Συναφὰς δὲ καὶ συνδέσμους τοὺς τὸν λό‐ γον τῇ Ἐκκλησίᾳ κηρύττοντας λέγει. Δι’ αὐτῶν γὰρ συνάπτεται ἡ Ἐκκλησία Χριστῷ, καὶ τὴν κα‐ | |
95.896(50) | λὴν οἰκοδομὴν οἰκοδομεῖται. «Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· ἅ ἐστι πάντα | |
εἰς φθορὰν τῇ ἀποχρήσει.» | 895 | |
95.897 | Εἰ ἐνεκρώθητε ταύτῃ, φησὶ, τῇ ζωῇ, καὶ παντὶ ὁρωμένῳ καὶ σαρκικῷ. Τὸν γὰρ παρόντα βίον διὰ τῶν στοιχείων σημαίνει. Εἰ ἀπεθάνετε οὖν, φησὶ, τῷ αἰῶνι τούτῳ, τί πάλιν περὶ αὐτὸν στρέφεσθε, | |
5 | περὶ βρώματα, καὶ τὰ τοιαῦτα στρεφόμενοι; ταῦ‐ τα γὰρ, φησὶ, γαστρὶ δέδοται, καὶ εἰς φθορὰν χω‐ ρεῖ. «Κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀν‐ θρώπων· ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν | |
10 | ἐθελοθρησκείᾳ, καὶ ταπεινοφροσύνῃ, καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι, πρὸς πλησμονὴν τῆς σαρκός.» Ἐντολὰς ἀνθρώπων, τὰς μυθικὰς διδασκαλίας τῶν Ἰουδαίων λέγει, ἢ καὶ ἐντολὰς σαρκικὰς αὐτὰς | |
15 | λέγει, μηδὲν ἐχούσας πνευματικόν. Τοῦτο γὰρ δη‐ λοῖ τὸ, οὐ κατὰ Θεόν. Ἀφειδίαν δὲ σώματος, τὴν περιτομὴν λέγει. ΚΕΦΑΛ. Γʹ. «Εἰ συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, | |
20 | οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» | |
25 | Ἐπεὶ οὖν, φησὶν, εἰς ἑτέραν ζωὴν ἀνέστητε τὴν οὐράνιον, τῶν κατὰ γῆν ἁπάντων δικαιωμάτων ἄνω γίνεσθε. Οὐ γὰρ δυνατὸν, ἀλλαχοῦ μὲν ἔχειν τὴν ζωὴν, τῆς δὲ ἑτέρωθι κειμένης ἔχειν τὰ νομο‐ θετήματα· ἀλλὰ ἀργείτω μὲν τὰ περὶ σῶμα, ὡς | |
30 | τεθνηκότων ἡμῶν, ἐνεργείσθω δὲ τὰ πνεύματα καθὸ ζῆτε, καὶ ἀναμενέτω τὸ σῶμα τὴν καὶ αὐτῷ δοθη‐ σομένην ζωὴν, ἐπειδὰν ὁ τῆς ζωῆς ἡμῖν χορηγὸς ἐπιφανῇ Χριστὸς, ἔχων μὲν αὐτὴν ἐν τῷ ἰδίῳ σώ‐ ματι, μεταδώσων δὲ αὐτῆς καὶ τοῖς ἡμετέροις· ἐπει‐ | |
35 | δὰν καὶ αὐτὰ εἰς ζωὴν προαχθῆναι δέῃ, ζωὴν τὴν ἔνδοξον, ζωὴν τὴν μακαρίαν, πρὸς ἣν ἰδίαν οὖ‐ σαν Χριστοῦ, καὶ ἡμεῖς συσχηματιζόμεθα. «Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, | |
40 | καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπει‐ θείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσ‐ | |
45 | χρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους.» Ἡ τοῦ Παύλου παραίνεσις, νεκρότητα μὲν εἰσ‐ ηγεῖται πρὸς τὴν κοσμικὴν ζωὴν τὴν παρεφθαρ‐ μένην, ζωὴν δὲ ἀντὶ ταύτης εἰσάγει τὴν οὐράνιον | |
95.897(50) | καὶ πνευματικήν· καὶ νεκρῶσαι μὲν τὰ μέλη προσ‐ τάττει τὰ ἐπὶ τῆς γῆς, ὡς ἂν τῷ πνεύματι ἡμῶν ζωὴν καταλιπὼν κατὰ τὴν ἐν ἁγίῳ Πνεύματι πολι‐ | |
τείαν, ἀναγκαίαν δὲ τὴν νέκρωσιν τῆς ζωῆς ἀπο‐ | 897 | |
95.900 | δείκνυσι, τὸ μεμολυσμένον αὐτῆς ἐξηγούμενος, ἵνα μὴ τὴν ἐν σώματι ζωὴν πονηρὰν ὑπολάβωμεν, ὥσπερ Ἕλληνες ἡγοῦνται, ἀλλὰ τὴν τῆς ζωῆς παρατροπὴν, τὴν ἐν ἡδοναῖς, ἐν αἷς αἱ πορνεῖαι, | |
5 | καὶ ὅσαι ἰδέαι κακουργίας· ἀκαθαρσίαν, καὶ ἀσέλ‐ γειαν, καὶ πάθος, καὶ ἐπιθυμίαν κακὴν ὀνομάζει, καὶ τὴν πλεονεξίαν ἐπισυνάπτων, ὅτι δὴ ἀκολού‐ θημα τῶν ἡδονῶν αἱ πλεονεξίαι, χρημάτων χορ‐ ηγίαν ἐπιζητουσῶν ἡδονῶν. Εἰδωλολατρείαν δὲ | |
10 | καλεῖ τὴν πλεονεξίαν, ὅτι τῷ Θεῷ δουλεύειν κατα‐ λιπόντες, ἀντὶ Θεοῦ τοῖς χρήμασι δουλεύουσι. Πεί‐ θων οὖν μὴ διατρίβειν τοῖς τοιούτοις, τὴν ὀργὴν ἐπέρχεσθαί φησι δι’ αὐτὰ ἐκ Θεοῦ τοῖς ἀπειθοῦ‐ σιν. Οὐ δέον οὖν, φησὶ, καὶ τοὺς πιστοὺς τοὺς | |
15 | καὶ τὴν ὀργὴν ἀποφευξαμένους, ἐν τούτοις τοῖς ἔργοις διατρίβειν, ἐν οἷς τὸ παλαιὸν διετρίβετε, ὅτε τὴν ζωὴν εἴχετε ταύτην, ἣν ἀποθέσθαι συμβου‐ λεύομεν. «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς | |
20 | πράξεσιν αὐτοῦ.» Καθόλου λέγει συνελὼν μεταβολὴν τῶν παλαιῶν τρόπων δεῖν γενέσθαι. Ἄνθρωπον γὰρ λέγει πα‐ λαιὸν, τὸν τρόπον τὸν πάλαι, τὸν ἀπὸ τῆς πτώσεως ἐπιγεγενημένον. | |
25 | «Καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατ’ εἰκόνα τοῦ Κτίσαντος αὐτὸν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Ἐνδύσασθε | |
30 | οὖν ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομ‐ φὴν, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω | |
35 | καὶ ὑμεῖς. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.» Ὥσπερ παλαιὸν ἄνθρωπον, τὴν πονηρίαν ἐπεισ‐ ελθοῦσαν ἡμῖν ἐκ τῆς πτώσεως λέγει, οὕτω καινὸν, τὴν κατὰ Χριστὸν πολιτείαν, ὡς πάντας εἶναι μι‐ | |
40 | μητὰς Χριστοῦ, καθὸ καὶ ἐν Ἰουδαίῳ, καὶ ἐν Ἕλληνι καὶ Βαρβάρῳ, καὶ ἐν δούλῳ, οὓς ὁμοιώματα αὐτοῦ πάντας θέλει γενέσθαι. «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρ‐ δίαις ὑμῶν, εἰς ἣν ἐκλήθητε ἐν ἑνὶ σώματι, καὶ | |
45 | εὐχάριστοι γίνεσθε. Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ, διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠ‐ δαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ. Καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, | |
95.900(50) | ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχα‐ ριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσι, ὡς ἀνῆκεν, ἐν Κυ‐ ρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πι‐ κραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς | |
55 | γονεῦσι κατὰ πάντα. Τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα | |
τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείᾳ, ὡς | 899 | |
95.901 | ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμε‐ νοι τὸν Θεόν. Καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰ‐ δότες ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς | |
5 | κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.» ΚΕΦΑΛ. Δʹ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις | |
10 | παρέχεσθε, εἰδότες, ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγο‐ ροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, διὸ καὶ | |
15 | δέδεμαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.» Καὶ τὸ εἰρηναῖον, φησὶν, ἐκ καρδίας ἔστω, καὶ ἐκ καρδίας κρατείτω, μὴ λόγων ἀπάταις δοκούν‐ των ἐπιτελεῖσθαι. Ἀπαιτεῖ γὰρ τὴν διὰ τῆς εἰρήνης ἕνωσιν τοῦ ἑνὸς σώματος ἑνότης, εἰς ὃ πάντες | |
20 | ἀνειλήμμεθα δυνάμει, ὅπερ ἐστὶ σῶμα τοῦ Χρι‐ στοῦ. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν και‐ ρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς | |
25 | ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ’ ἐμὲ πάντα γνω‐ ρίσει ὑμῖν.» Τὴν συνδιατριβὴν τῶν ἀπίστων φιλικὴν εἶναι βούλεται μέχρι τῆς κοινῆς ταύτης φιλίας. Ἕως γὰρ σύνεσμεν τοῖς τοιούτοις, εἰρηνικῶς συνεῖναι δεῖ, | |
30 | ἐπειδὴ μετὰ τοῦτο ἔσται τό· Κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκησάς με. «Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διά‐ κονος, καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς, εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τε τὰ περὶ ὑμῶν, | |
35 | καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωρίσουσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς.» Ἀσιανὸς ἀνὴρ ἀπολιπὼν τὴν πατρίδα, καὶ ἀκο‐ λουθῶν τῷ Ἀποστόλῳ. Διὸ καὶ ἀγαπητὸν ἀδελφὸν, | |
40 | καὶ πιστὸν διάκονον, καὶ σύνδουλον ἐν Κυρίῳ καλεῖ, καὶ διδασκαλικῆς χάριτος τετυχηκότα. Δεί‐ κνυσιν ἐπὶ παρακλήσει τῶν Ἐκκλησιῶν ἀποστέλ‐ λων αὐτὸν ἀπὸ τῆς Ῥώμης σὺν Ὀνησίμῳ πολίτῃ Κολοσσαέων ὄντι, καὶ οἰκείως πρὸς τοὺς Ἰουδαίους | |
45 | ἀποστελλομένῳ. «Ἀρίσταρχος ὁ συναιχμάλωτός μου.» Οὗτός ἐστιν ὁ ἐκ τῆς Θεσσαλονίκης συναπάρας τῷ Παύλῳ. Ἐπεὶ οὖν καὶ δεσμώτῃ συνεξῆλθεν, ὥσ‐ περ αἰχμαλώτῳ παρὰ τοῖς ἔθνεσιν ὄντι, συναιχ‐ | |
95.901(50) | μάλωτον καλεῖ. «Καὶ Μάρκος ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολὰς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· καὶ | |
Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς. | 901 | |
95.904 | Οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.» Καὶ ἡ πρὸς Βαρνάβαν συγγένεια συνίστησι τὸν ὀνομαζόμενον Μάρκον. Γνωριμώτερος γὰρ ὁ Βαρ‐ | |
5 | νάβας. Ἰησοῦν δὲ ἐπάγει τὸν λεγόμενον Ἰοῦστον, ἴσως ἐπονομαζόντων αὐτὸν οὕτω τῶν πιστῶν δι’ εὐλάβειαν τὴν περὶ τὸ ὄνομα Σωτῆρος. Ἐκ περι‐ τομῆς δὲ τούτους ὄντας, παρηγορίαν ἑαυτῷ φησιν εἶναι διὰ τὴν ἀπώλειαν τῶν συγγενῶν. Πενθοῦντι | |
10 | γὰρ ἐπὶ τοῖς ἀπολωλόσι, παραμύθιον οἱ σωζόμε‐ νοι. «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι, καὶ πεπληρωμένοι | |
15 | ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαο‐ δικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς. Ἀσπά‐ ζεσθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν.» | |
20 | Ἐργάζεταί τι καὶ ἡ κατὰ γένος, καὶ ἡ κατὰ πα‐ τρίδα οἰκειότης, ἔτι δὲ καὶ ἡ κατὰ τὴν διδασκαλίαν. Ταῦτα δὲ πάντα ὑπῆρχε τῷ Ἐπαφροδίτῳ πρὸς τοὺς Κολοσσαέας. Τὴν οὖν τῶν εὐχῶν σπουδὴν δείκνυσιν ἐν τῷ περὶ τούτων διηγήματι. | |
25 | «Καὶ τὴν κατ’ οἶκον αὐτοῦ Ἐκκλησίαν. Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε, ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ.» Προτρέπει καὶ τὴν κατ’ οἴκους ἀσκεῖσθαι τὰ τῆς θεοσεβείας, ἐκκλησίας καλῶν καὶ τοὺς οἴ‐ | |
30 | κους. «Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.» Τὴν πρὸς Τιμόθεον πρώτην λέγει. Τινές φασιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην. Οὐ γὰρ λέγει, τὴν πρὸς Λαοδικέας, ἀλλὰ τὴν παρ’ | |
35 | αὐτῶν Παύλῳ ἐκ Λαοδικείας γραφεῖσαν «Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσ‐ πασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» Διακονικήν τινα φροντίδα προστεταγμένον, τοῦ‐ | |
40 | τον ἀναμιμνήσκει πληροῦν τὸ ἐπίταγμα, καὶ τοῦτο ἐν Κυρίῳ, ἵνα μηδὲν ἑτέρως, μήτε μέγα, μήτε μι‐ κρὸν γίνηται, ἀλλ’ ἢ κατὰ Θεόν. «Μνημονεύετέ μου τῶν δεσμῶν.» Οὐκ αἰσχύνεται τοῖς δεσμοῖς, ἀλλὰ καὶ ἀγάλλε‐ | |
45 | ται· καὶ τούτων ἕνεκα μνήμης ἄξιον ἑαυτὸν οἶδεν ὄντα. «Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν.» Οἶδε γὰρ ἀναμνήσων αὐτοὺς, ὅτι διὰ ταύτης σέ‐ σωσται τὸ τῶν ἀνθρώπων γένος. | |
95.904(50) | Πρὸς Κολοσσαεῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχι‐ | |
κοῦ καὶ Ὀνησίμου. Στίχων σηʹ. | 903 | |
95.905(t1) | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ. | |
2 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκ‐ κλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ | |
5 | Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἀκούσας ὁ Ἀπόστολος θλιβομένους Θεσσαλονικεῖς, καὶ δειλιάσας μήποτε μετατεθῶσιν ἀπὸ τῆς πίστεως, πέμπει Τιμόθεον πρὸς αὐτοὺς ἀπὸ τῶν Ἀθηνῶν. | |
10 | Ἐκείνου δὲ ἐλθόντος καὶ ἀπαγγείλαντος, ὡς εἰσὶν ἑδραῖοι, χαίρων γράφει πρὸς αὐτούς. Ἅμα δὲ ἀκού‐ σας ὅτι περὶ τὸν βίον ἐλαττώματά τινα εἶχον, καὶ πρὸς ταῦτα γράφει. Καὶ αὕτη μὲν ἡ ὑπόθεσις τῆς Ἐπιστολῆς. | |
15 | Τὸ δὲ προοίμιον ἐκ ταπεινοφροσύνης, ὅπου γε τοὺς ἑαυτοῦ μαθητὰς ἴσους αὐτοῦ συντάττει. Ἀνα‐ μιμνήσκει δὲ αὐτοὺς τῆς χάριτος δι’ ἧς ἐλυτρώθη‐ σαν, ἠρέμα πλήττων αὐτῶν τὰ περὶ τὸν βίον πταί‐ σματα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὸν Θεὸν καὶ | |
20 | Πατέρα λέγει, υἱοθεσίας αὐτοὺς εἰς μνήμην ἄγων. «Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν.» Ὅρα πῶς ἀληθὴς ἡ ὑπὲρ αὐτῶν εὐχαριστία ἀνα‐ | |
25 | φερομένη τῷ Θεῷ, ὅτι πίστιν ἔσχον, καὶ οὐχ ἁπλῶς πίστιν, ἀλλ’ ἐνέργειαν, καὶ οὐχ ἁπλῶς ἀγάπην, ἀλλ’ ἔγκοπον ἀγάπην εἶπον. Ἐκοπίων γὰρ ἐν τοῖς διωγμοῖς διὰ τὸ ἀγαπᾷν τὸν Κύριον. Καὶ οὐχ ἁπλῶς ἐλπίδα εἶχον, ἀλλὰ μεθ’ ὑπομονῆς τὴν ἐλπίδα. | |
30 | «Τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγά‐ πης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πα‐ τρὸς ἡμῶν.» Εἰ πιστεύεις, πάντα πάσχε. Εἰ δὲ μὴ πάσχεις, οὐ | |
35 | πιστεύεις. «Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς | |
40 | οἴδατε, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς, καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου.» Ἀπὸ κοινοῦ τὸ, εὐχαριστοῦμεν, ἵνα ᾖ, Εὐχαρι‐ | |
45 | στῶμεν τῷ Θεῷ, γινώσκοντες τὴν ἐκλογὴν ὑμῶν καθ’ ἣν ἐξελεξάμεθα ὑμᾶς, καὶ ὅτι παραλαβόντες τὸ Εὐαγγέλιον ἐν ἀποδείξει δυνάμεως πολλῆς, ἧς ἐνήρ‐ γηκε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ἁπλῶς παρελάβετε, | |
ἀλλὰ τοσαύτην ἐν ὑμῖν ἔσχε τὴν ἰσχὺν, ὡς μιμητὰς | 905 | |
95.908 | ὑμᾶς ἡμῶν γενέσθαι, καὶ τοῦ Κυρίου. Τοῦτο δὲ λέ‐ γει, δι’ ἃς ὑπέμεινε θλίψεις παρὰ τῶν Ἰουδαίων. «Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύου‐ σιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. Ἀφ’ ὑμῶν | |
5 | γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ὑμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ὑμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν | |
10 | πρὸς ὑμᾶς. Καὶ πῶς.» Ὅρα πόσην ἔσχον ἐπίδοσιν, ὡς καὶ αὐτοὺς ἑτέ‐ ροις γίνεσθαι τύπον, καὶ οὐκ ὀλίγοις, ἀλλὰ καὶ χώραις ὅλαις, καὶ ἔθνεσιν· ἐν τῇ Μακεδονίᾳ γὰρ καὶ ἐν τῇ Ἀχαΐᾳ. Εὖ δὲ καὶ τὸ ἐξηχήθη, διὰ τὴν | |
15 | ὑπερβολὴν τῆς λαμπρότητος. «Συνεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Ἐπειδὴ Θεοῦ ἦσαν, καὶ ἐπλανήθησαν, καὶ πάλιν ἐκλήθησαν, διὰ τοῦτο, ἐπεστρέψατε, εἶπεν· καλῶς | |
20 | δὲ καὶ, τῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τοῦ ἀψύχου εἰδώλου· καὶ τῷ ἀληθινῷ, πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων θεῶν. «Καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον | |
25 | ὑμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.» Πρῶτον τὸ ἔνδοξον τίθησι τὸ ἐκ τῶν οὐρανῶν, εἶτα τὸ ἄδοξον, τὸν θάνατον· καὶ τὴν αἰτίαν εὐθὺς ἐπισυνάπτει τοῦ θανάτου· αὕτη δέ ἐστιν ἡ ἡμετέρα σωτηρία. Ἐῤῥύσατο γὰρ ἡμᾶς ἐκ τῆς ἐπικειμένης | |
30 | ὀργῆς. ΚΕΦΑΛ. Βʹ. «Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤ‐ | |
35 | ῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν, λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. Ἡ γὰρ παράκλησις ἡμῶν.» Αὐτοὺς καλεῖ μάρτυρας πρὸς οὓς ὁ λόγος, ὅτι δὴ αὐτοὺς εἰδέναι βούλεται, ὅτι οὐκ ὀκνηρότερον αὐτὸν | |
40 | ἐποίησε πρὸς τὸ αὐτῶν κήρυγμα, ἡ ἐν Φιλίπποις γειναμένη θλίψις. Τοῦτο δὲ προτροπὴ λεληθυῖα τοῦ γενναίως ὑποφέρειν τὰς θλίψεις. «Οὐκ ἐκ πλάνης.» Καὶ τούτου σημεῖον, τοὺς ἐν θλίψει κηρύξαι. Ὁ | |
45 | γὰρ πλανῶν ἐν τῷ κηρύγματι, οὐκ ἄν ποτε ὑπὲρ αὐτοῦ τοῦ κηρύγματος θλίψιν ὑπομένοι, εἰδὼς αὐτὸ τοῦτο θλίψιν ὑπάρχον. «Οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ, ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι τὸ Εὐαγ‐ | |
95.908(50) | γέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκον‐ τες, ἀλλὰ τῷ Θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθη‐ μεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας· Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, | |
55 | οὐδὲ ὑφ’ ὑμῶν, οὔτε ἀπὸ ἄλλων.» | |
Ἀντὶ τοῦ, λέγοντες ὑμῖν τὰ πρὸς ἡδονήν· ἀλλ’ οὕ‐ | 907 | |
95.909 | τως ἐκηρύξαμεν, φησὶν, ὡς ἐδοκίμασεν ἡμᾶς ὁ Θεός. Οὐ γὰρ ἀνθρώποις ἠρέσαμεν· οὐδὲ γὰρ ἐκολακεύ‐ σαμεν ὑμᾶς, ἀλλὰ τὰ ἐπίπονα ἐκηρύξαμεν.» «Δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, | |
5 | ἀλλ’ ἐγεννήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τρο‐ φὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. Οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε. Μνημονεύετε γὰρ, | |
10 | ἀδελφοὶ, τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς γὰρ μάρτυρες, καὶ ὁ Θεὸς, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν | |
15 | ἐγενήθημεν· καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπα‐ τῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ, τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Διὰ τοῦτο καὶ ἡμεῖς | |
20 | εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλα‐ βόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε, οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν | |
25 | Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰου‐ δαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν.» Τουτέστιν, ἀπαιτεῖν παρ’ ὑμῶν τιμὰς, ὡς τοσ‐ | |
30 | οῦτον ἐγχειρισθέντες ἀξίωμα, ἀλλὰ ταπεινότεροι τῶν μαθητῶν γενόμενοι διδάσκαλοι. «Καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάν‐ των, καὶ Θεῷ μὴ ἀρεσκόντων.» Μέσους τίθησι τοὺς προφήτας τοῦ Κυρίου καὶ | |
35 | τῶν ἀποστόλων, ἵνα καὶ περὶ τούτους δείξῃ γεγο‐ νότας κακοὺς, οὓς ὁμολογοῦσιν ἰδίους εἶναι. Καὶ τὸ μέσον, ποιεῖ αὐτοὺς εἰς τὰ ἄκρα κακούς. «Καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀνα‐ | |
40 | πληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε.» Κωλύουσι γὰρ αὐτοὺς σώζεσθαι. «Ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπου‐ | |
45 | δάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ, καὶ δίς.» Ἀντὶ τοῦ, ἐπληρώθησαν αὐτῶν αἱ ἁμαρτίαι. «Καὶ ἐνέκοψεν ὑμᾶς ὁ Σατανᾶς.» | |
95.909(50) | Ἐπειδὴ αἱ θλίψεις αἱ διὰ τὸ κήρυγμα, ἐνεπόδι‐ σαν, τούτου χάριν αὐτὰς τὰς θλίψεις ἀνατίθησι τῷ Σατανᾷ. Ἐκεῖνος γὰρ ἦν ὁ ἐπεγείρων, καὶ παροξύ‐ νων κατὰ τῶν ἀποστόλων τοὺς ἀπίστους. | |
«Τίς γὰρ ἡμῶν ἐλπὶς, ἣ χαρὰ, ἢ στέφανος καυ‐ | 909 | |
95.912 | χήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.» Ὁ γὰρ τεταγμένος ἐν διδασκάλοις, τοῦτον ἔχει | |
5 | στέφανον καὶ χαρὰν, τὴν τῶν μαθητῶν προκο‐ πήν. ΚΕΦΑΛ. Γʹ. «Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν. Πόθου πολλοῦ τὸ ῥῆμα παραστατικόν. | |
10 | «Καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψα‐ μεν Τιμόθεον τὸν ἀδελφὸν ὑμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χρι‐ στοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι περὶ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλί‐ | |
15 | ψεσι ταύταις.» Τοῦτο τῆς ταπεινοφροσύνης ἴδιον τοῦ Ἀποστόλου. Οὔτε γὰρ αὐτὸς μᾶλλον κατελιμπάνετο, ἀλλ’ οἱ ἀπο‐ λιπόντες αὐτόν. «Αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα. Καὶ | |
20 | γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι | |
25 | δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν, καὶ εὐ‐ αγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ’ ὑμῖν, ἐπὶ | |
30 | πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν πί‐ στεως, ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦ‐ ναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν νυκτὸς καὶ ἡμέρας | |
35 | ὑπερεκπερισσοῦ δεόμενοι, τὸ μὲν ἰδεῖν ὑμῶν τὸ πρόσ‐ ωπον, καὶ καταρτίσαι ὑστερήματα τῆς πίστεως ὑμῶν. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύ‐ ριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ πε‐ | |
40 | ρισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» | |
45 | Εἰς τὸ θλίβεσθαι. ΚΕΦΑΛ. Δʹ. «Λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς, καὶ παρα‐ καλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν, καὶ ἀρέσκειν Θεῷ, | |
95.912(50) | ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγε‐ λίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν.» | |
55 | Ἄρχεται ἐντεῦθεν τοῦ συμβουλευτικοῦ. Ἤκουσε γὰρ αὐτῶν τινα πταίσματα, πορνείαν καὶ μοιχείαν, | |
ὧν καὶ ἀποτρέπει. Καὶ οὐχ ἁπλῶς φησι, Τὸ καὶ τὸ | 911 | |
95.913 | μὴ ποιεῖτε, ἀλλὰ τὰς παραγγελίας αὐτοὺς ἐκ πάλαι εἰληφέναι παρ’ αὐτοῦ φησι, διὰ τοῦ Κυρίου Ἰησοῦ, ἃς φυλάττειν παρακελεύεται. Τοῦτο γάρ ἐστι θέ‐ λημα τοῦ Θεοῦ. | |
5 | «Τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας.» Ἀντὶ τοῦ, τὴν σάρκα. «Καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν.» Ἱκανὸν καὶ τοῦτο τοῦ ἀποτρέψαι τῆς πορνείας, | |
10 | τὸ μετὰ τῶν ἐπεγνωκότων τὸν Θεὸν τὸν πορνεύοντα τάττεσθαι. «Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγ‐ ματι τὸν ἀδελφὸν αὐτοῦ.» Ὑπερβαίνειν μὲν τὰς τοῦ Θεοῦ ἐντολάς. Εὐφήμως | |
15 | δὲ σφόδρα, καὶ ἐπικεκαλυμμένως τὴν μοιχείαν ὠνό‐ μασε, τὴν εἰς ἀδελφὸν ἀδικίαν αὐτὴν εἶναι λέγων. «Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν, καὶ διεμαρτυράμεθα. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ | |
20 | ἐν ἁγιασμῷ.» Ὅρα πῶς παρὰ πόδας ἔθηκε τὴν ὑπὲρ τούτων δίκην. «Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον | |
25 | εἰς ὑμᾶς. Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε γράφειν ὑμῖν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλ‐ | |
30 | λον, καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν. Ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.» Ὅταν ἀθετήσῃς, φησὶν, τὸν ἀδελφὸν, τὸν λαβόντα | |
35 | διὰ τοῦ βαπτίσματος τὸ Πνεῦμα τὸ ἅγιον, τότε οὐκ ἄνθρωπον, ἀλλὰ τὸν Θεὸν ἀθετεῖς. «Οὐ θέλωμεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοι‐ ποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι | |
40 | Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» Μεταβαίνει ἐπὶ τὸν περὶ ἀναστάσεως λόγον. Ὅρα δὲ πῶς θαυμαστῶς κατεσκεύασε τὸ ὁμολογούμενον, | |
45 | λαβὼν τὴν ἀνάστασιν τοῦ Κυρίου εἰς πίστωσιν τῆς ἡμετέρας ἀναστάσεως. Πάντας γὰρ ἀνθρώπους ἀν‐ έστησε διὰ τῆς ἰδίας σαρκός. Διὸ καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν λέγεται. Ἐν λόγῳ δὲ Κυρίου, τὸ ῥῆμα λέγειν, φησὶν, ἵνα θαῤῥῶσι περὶ τῶν ἀποφη‐ | |
95.913(50) | ναμένων. «Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου.» Τοῦτό φησιν, οὐχ ὅτι αὐτὸς ἔμεινε μέχρι τοῦ τῆς ἀναστάσεως καιροῦ, ἀλλ’ ἐπειδὴ περὶ ζώντων ἔλεγε, | |
55 | καὶ αὐτὸς δὲ ἔζη· ταῦτα λέγων, τῇ κοινῇ συνηθείᾳ τοῦ λόγου ἐχρήσατο, τῷ ἡμεῖς οἱ ζῶντες. Ὅτι δὲ τοῦτο λέγει, ἐπάγει, οἱ περιλειπόμενοι, ἐπεὶ εἰ τοῦτο λέγει, ὅτι ἐμοῦ ζῶντος, πῶς ἀλλαχοῦ λέγει, | |
ὅτι πάντες μὲν ἀναστησόμεθα; Εἰ γὰρ ζῶν καταλαμ‐ | 913 | |
95.916 | βάνεται, πῶς ἐγείρεται; Ἡμεῖς οὖν οἱ ζῶντες, φησὶ, κατὰ τὸν προαποδεδομένον λόγον. «Οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ | |
5 | ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ.» Καὶ πῶς οὐ μὴ φθάσῃ, λέγει· Ὅτι αὐτὸς ὁ Κύ‐ ριος ἐν κελεύσματι. Ποίῳ; Τῷ τῆς ἀναστάσεως· ἀντὶ τοῦ κελεύων ἀνίστασθαι. Ἐν φωνῇ ἀρχαγ‐ γέλου, ἣν καὶ σάλπιγγα Θεοῦ φησι, διὰ τὸ κελεύ‐ | |
10 | σματι Θεοῦ γενέσθαι. Τοῦτο δὲ καὶ ἡ ἐν τῷ Εὐαγ‐ γελίῳ παραβολὴ ἐδήλωσε. Κραυγὴ γὰρ ἐγένετο μεσονυκτίου, Ἐξέλθατε εἰς ἀπάντησιν τοῦ νυμ‐ φίου. «Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. | |
15 | Ἔπειτα οἱ ζῶντες ἡμεῖς οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.» | |
20 | ΚΕΦΑΛ. Εʹ. «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. Ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφά‐ | |
25 | λεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύ‐ γωσιν. Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς, | |
30 | οὐδὲ σκότους.» Δείκνυσιν ὡς οὐχ ἁπλῶς ηὕρισκον οἱ νεκροὶ τὴν ἀνάστασιν, εἰ μὴ διὰ Χριστοῦ. Εἰ μὴ γὰρ ἀπέθανε κατὰ σάρκα ὁ Χριστὸς, οὐκ ἂν ἐλύετο θάνατος. Ἢ καὶ νεκροὺς ἐν Χριστῷ, τοὺς ἀποθανόντας λέγει | |
35 | διὰ Χριστὸν, εὐκαίρως διὰ τὸ ἐν θλίψει εἶναι τοὺς ἀκούοντας παραμυθούμενος. Φησὶν οὖν, ὡς οἱ διὰ Χριστὸν πάσχοντες καὶ πρῶτοι τῆς ἀναστάσεως τύ‐ χωσιν. «Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ | |
40 | γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυ‐ κτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς με‐ θύουσιν. Ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσά‐ μενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφα‐ λαίαν, ἐλπίδα σωτηρίας· ὅτι οὐκ ἔθετο ὑμᾶς ὁ Θεὸς | |
45 | εἰς ὀργὴν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν, εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» | |
95.916(50) | Εὐκαίρως τὸν περὶ πόνου ἐνάγει λόγον, παραδει‐ κνὺς αὐτῷ τὸν περὶ τοῦ μυστηρίου λόγον, καὶ διὰ τί ὁ Χριστοῦ γέγονε θάνατος. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κο‐ πιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυ‐ | |
55 | ρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι ἑαυτοὺς | 915 |
95.917 | ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρη‐ νεύετε ἐν ἑαυτοῖς.» Τὰ περὶ διδασκάλων διδάσκει, ποίους εἶναι δεῖ πε‐ ριπαραινῶν. | |
5 | «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντ‐ έχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς | |
10 | πάντας. Πάντοτε χαίρετε· ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Ποικίλων ἀρετῶν αὐτοῖς ἐξυφαίνει λόγον. «Τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείαν μὴ ἐξου‐ | |
15 | θενεῖτε· πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς.» Ἀντὶ τοῦ, Μὴ ἐπέχετε τὸν προφητεύοντα· καὶ τοῦτο δηλοῖ τὸ ἑξῆς. | |
20 | «Ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν.» Εἴ τι λείπει ὑμῖν, προσπληρώσει. «Τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμ‐ πτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ τηρηθείη. Πιστὸς ὁ Θεός.» | |
25 | Πνεῦμα, φησὶ, τὸ χάρισμα ὃ ἔλαβεν ἕκαστος διὰ τοῦ βαπτίσματος. Τότε γὰρ τῶν βαπτιζομένων ἕκα‐ στος ἐλάμβανε χάρισμα, καὶ ἐποίει σημεῖα. Καὶ ὁ μὲν γλώσσαις ἐλάλει, ὁ δὲ προεφήτευεν· ἄλλος ἰᾶτο τοὺς κάμνοντας, ἄλλος δαιμόνια ἐξέβαλλεν, ἄλλος ἀν‐ | |
30 | ίστα τοὺς νεκροὺς, ἄλλος ἄλλο τι ἐποίει. Τοῦτο οὖν τὸ χάρισμα, ὃ καὶ Πνεῦμά φησι, μένειν ἐν αὐτοῖς ὁλόκληρον εὔχεται, ἵνα κατὰ μηδὲν στερηθῶσι τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. «Ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. Ἀδελφοὶ, προσεύ‐ | |
35 | χεσθε ὑπὲρ ἡμῶν. Ἀσπάζασθε τοὺς ἀδελφοὺς πάν‐ τας ἐν φιλήματι ἁγίῳ.» Ὁ καλέσας ὑμᾶς, φησὶν, Ἰησοῦς, ποιήσει τὸ ὁλο‐ τελεῖς ὑμᾶς γενέσθαι καὶ ἀμέμπτους. «Ἐνορκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν | |
40 | ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν.» Ἐπειδὴ ἐλέγχους ἡ Ἐπιστολὴ περιέχει, μήποτε οἱ ἄτακτοι λαβόντες τὴν Ἐπιστολὴν κρύψωσιν, ἐνορκίζει αὐτοὺς ἀναγνωσθῆναι τὴν Ἐπιστολήν. | |
45 | Πρὸς Θεσσαλονικεῖς αʹ ἐγράφη ἀπὸ Ἀθηνῶν. Στίχων ρϟγʹ. | |
t47 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Βʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ. | |
48 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκ‐ | |
95.917(50) | κλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυ‐ | 917 |
95.920 | ρίῳ Ἰησοῦ Χριστῷ· εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς | |
5 | αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως, ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀν‐ έχεσθε, ἔνδειγμα κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιω‐ θῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ | |
10 | πάσχετε.» Καὶ δευτέρας τῷ Ἀποστόλῳ πρὸς Θεσσαλονικέας ἐδέησεν Ἐπιστολῆς, οὐχ ἵνα τι παραινέσῃ τῶν συντε‐ λούντων, ἢ πρὸς πίστιν (Ὑπεραυξάνει γὰρ, φησὶν, ἡ πίστις ὑμῶν)· ἢ πρὸς τὸν ἐνάρετον βίον· ὅπου γε | |
15 | καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, οὐ χρείαν ἔχειν αὐ‐ τοὺς διδαχῆς ἔφη, ὄντας θεοδιδάκτους. Τίς οὖν ἡ αἰ‐ τία τῆς Ἐπιστολῆς; ἵνα μὴ θορυβῶνται ἀκούοντες, ὡς ἐνέστη ἡ ἡμέρα τῆς δευτέρας τοῦ Κυρίου παρου‐ σίας. Τοῦτο γάρ τινες τῶν ψευδοδιδασκάλων ἐκή‐ | |
20 | ρυττον. Διὸ καὶ ἀναγκαίως γέγονεν αὐτῷ τὰ σημεῖα διηγεῖσθαι τὰ πρὸ τῆς ἡμέρας ἐκείνης· οἷον τὰ περὶ τῆς ἀποστασίας, καὶ περὶ τοῦ τέλους τῆς βασιλείας Ῥωμαίων, καὶ τὰ περὶ αὐτοῦ τοῦ Ἀντιχρίστου. Ταῦτα γὰρ πρῶτα δεῖ γενέσθαι, φησὶν, εἶτα οὕτως | |
25 | ἐκείνην ἐλθεῖν. Ὅρα πόση τῶν Θεσσαλονικέων ἡ προκοπὴ, ὡς καὶ χαριστήρια ὑπὲρ αὐτῶν ἀναπέμπειν τὸν Ἀπόστολον, οὐχ ὅτι ἁπλῶς πιστεύουσιν, ἀλλ’ ὅτι ὑπεραυξάνει ἡ πίστις αὐτῶν, καὶ ὅτι οὐχ ἁπλῶς ἀγαπῶσιν, ἀλλὰ | |
30 | καὶ πλεονάζουσιν ἐν τῷ πράγματι. Τοῦτο δὲ, φησὶν, καύχημα ἡμέτερον, ἡ ὑπομονὴ ὑμῶν, ἡ πίστις, οἱ διωγμοὶ, αἱ θλίψεις. Τούτων δὲ πάντων ἀνέχεσθε, φησὶν, εἰδότες ὡς τὸ τέλος αὐτῶν κομιεῖσθε, βασι‐ λείαν οὐρανῶν. | |
35 | «Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλί‐ βουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις.» Ἀντὶ τοῦ, ἐπείπερ δίκαιον. Καὶ ὅρα πῶς παρεμυ‐ θήσατο, καὶ ἐπεκούφισε, τὴν ἐκδίκησιν αὐτοῖς ὑπο‐ θέμενος· ὅπερ μάλιστα οἱ ἀδίκως πάσχοντες, καὶ | |
40 | ἀκούουσιν ἡδέως, καὶ ἰδεῖν εὔχονται. «Ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυ‐ ρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐ‐ τοῦ, ἐν πυρὶ φλογὸς διδόντος ἐκδίκησιν τοῖς μὴ εἰ‐ δόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ | |
45 | Κυρίου ἡμῶν Ἰησοῦ· οἵτινες τίσουσιν ὄλεθρον αἰώ‐ νιον ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύ‐ σασιν.» | |
95.920(50) | Καὶ ἐξ ἑτέρου μέρους παρεμυθήσατο τὸ κοινω‐ νοὺς αὐτοὺς στῆσαι τῶν ἀποστόλων. Λήψεσθε γὰρ, φησὶν, ἄνεσιν μεθ’ ἡμῶν· καὶ ἀληθῆ τὴν ἀνταπόδο‐ σιν κατασκευάζων, ἐκεῖνο αὐτοὺς τὸ κριτήριον ἵστη‐ σιν, ἐν ᾧ πάντως δικαία ἡ ἀνταπόδοσις, εἴτε κακῶν, | |
55 | εἴτε τῶν ἐναντίων. «Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» | |
Ἡ ἀλήθεια, φησὶν, αὕτη, ἣν μαρτυροῦμεν νῦν | 919 | |
95.921 | τῇ πίστει ὑμῶν καὶ ὑπομονῇ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πιστευθήσεται. «Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ὑμῶν.» | |
5 | Ἐπειδὴ εἶπε πίστιν εἶναι τὴν περὶ αὐτῶν μαρτυ‐ ρίαν, καὶ ταῦτα οὖσαν περὶ μεγάλων· Ἐν πίστει γὰρ, φησὶν, καὶ ὑπομονῇ, καὶ διωγμοῖς· ἵνα μὴ ἐκ τούτου ὑπτιωθέντες ἀπολέσωσιν ἃ εἰργάσαντο, τού‐ του χάριν φησὶν, ὅτι Ἀδιαλείπτως περὶ τούτου | |
10 | προσευχόμεθα, ἐναγωνίους αὐτοὺς ποιῶν. Προσευ‐ χόμεθα γὰρ, φησὶν, ἵνα ἀξίους ὑμᾶς τῆς κλήσεως ποιήσῃ. Τοῦτο δέ φησιν, οὐχ ὡς ἀναιρῶν τὸ ἐξ ἡμῶν, ἀλλ’ ἵνα μὴ μέγα φρονῶμεν ἐφ’ ἑαυτοῖς, ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα ἃ ἐργαζόμεθα ἐκ συγγνώμης, συλλή‐ | |
15 | πτορα καλῶμεν Θεὸν, ὡς εἰ θαρσήσωμεν ἐφ’ ἑαυτοῖς, ἅπας ἡμῶν εὐθὺς ἀναλυθῇ πόνος. «Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθοσύνης.» Δείκνυσιν οὔπω τελειωθέντας αὐτούς. Τότε γὰρ μόνον ἡ τελείωσις, ὅταν ὁ καιρὸς παρέλθῃ τοῦ ἀγῶ‐ | |
20 | νος· ἐν ὅσῳ δέ τις ἀγωνίζεται, φοβείσθω μὴ πέσῃ· διὰ τοῦτο γὰρ καὶ εἴρηται· Μὴ μακάριζε πρὸ τοῦ τέλους. «Καὶ ἔργον πίστεως ἐν δυνάμει.» Ἵνα ἐνδυναμωθῶσιν, ἔργῳ δεῖξαι τὴν πίστιν. | |
25 | «Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ὅμοιον τῷ εἰρημένῳ ὑπὸ τοῦ Κυρίου· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως | |
30 | ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πα‐ τέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο δεί‐ κνυσιν ἐκ τῆς χάριτος ἔχοντας τοῦ Θεοῦ τὸ δύνασθαι τοσούτους γενέσθαι ἐν ἔργοις λαμπροῖς. Κἂν γάρ τις ᾖ τέλειος, φησὶν, ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ | |
35 | σοῦ λειπόμενος σοφίας, εἰς οὐδὲν λογισθήσεται. ΚΕΦΑΛ. Βʹ. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρου‐ σίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν εἰς τὸ μὴ ταχέως σαλευθῆ‐ | |
40 | ναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ. Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ | |
45 | ἄνθρωπος ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντι‐ κείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός.» | |
95.921(50) | Ἦλθεν εἰς τὸ προκείμενον. Τοῦτο δέ ἐστι τὸ μὴ ὑπάγεσθαι τῇ τῶν ψευδοδιδασκάλων ἀπάτῃ, λεγόν‐ των ἠγγικέναι τὴν παρουσίαν τοῦ Κυρίου τὴν δευ‐ τέραν. Μή τις οὖν ὑμᾶς θορυβείτω, μήτε δοκῶν πνεύματι ἀποκαλύψεως λέγειν, μήτε ἐμὲ τοῦτο εἰ‐ | |
55 | ρηκέναι προφασιζόμενος. Ἀδύνατον γὰρ τὴν παρου‐ | |
σίαν τὴν δευτέραν ἐλθεῖν μὴ προαποδεδειγμένου τοῦ | 921 | |
95.924 | υἱοῦ τῆς ἀπωλείας· λέγει δὲ τὸν Ἀντίχριστον, ὃν καὶ ἐνεργούμενον παρὰ τοῦ Σατανᾶ, φησὶν ἐλεύσε‐ σθαι ἐν πάσῃ πλάνῃ δοκούντων σημείων «Οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα | |
5 | ἔλεγον ὑμῖν, καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀπο‐ καλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.» Προτέρας αὐτοὺς ἀναμιμνήσκει διδασκαλίας περὶ αὐτῶν τούτων πεποιημένης. Διὰ γὰρ τὴν πλάνην τὴν ἐκ τούτων καὶ αὐτὸς ὁ Ἀπόστολος πολλάκις ἐδί‐ | |
10 | δαξε, καὶ ὁ Κύριος πολλάκις ἐν τοῖς Εὐαγγελίοις παρ‐ ήγγειλεν, Εἴ τις ὑμῖν εἴπῃ, λέγων· Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἰδοὺ ἐκεῖ, μὴ ἐξέλθητε. «Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας.» Μυστήριον ἀνομίας τὰς τῶν αἱρέσεων διδασκα‐ | |
15 | λίας εἶναί φησι, καὶ τὰ ψευδῆ αὐτῶν δόγματα. Ἐκείνου γὰρ προβαδίζουσιν ὁδοποιοῦντες αὐτῷ, καὶ καιρὸν ἀπάτης παρεχόμενοι· ἐξεληλύθεισαν δὲ ἤδη ἀπὸ τοῦ καιροῦ τῶν ἀποστόλων αἱ αἱρέσεις. Τὰ ὅμοια οὖν καὶ Ἰωάννης φησὶν ὁ εὐαγγελιστὴς, Καθὼς | |
20 | ἠκούσατε, ὅτι Ἀντίχριστος ἔρχεται· καὶ νῦν εἰσὶν ἀντίχριστοι πολλοὶ, περὶ τῶν αἱρετικῶν λέγων. «Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος.» | |
25 | Τὴν Ῥωμαίων βασιλείαν φησί. Ταύτης γὰρ πλη‐ ρουμένης, ὁ Ἀντίχριστος ἔρχεται. «Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στό‐ ματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέρ‐ | |
30 | γειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις.» Οὐ μόνον τὴν παρουσίαν τοῦ Ἀντιχρίστου ἐδίδα‐ ξεν, ἀλλὰ καὶ τὸν θάνατον αὐτοῦ, οὕτως καὶ ἀπὸ τῶν | |
35 | πρώτων, καὶ ἀπὸ τῶν ὑστέρων διδάσκων αὐτὸν εἶναι ψευδῆ. Ἡ παρουσία μὲν γὰρ αὐτοῦ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, καὶ τὸ τέλος δὲ, καὶ ἡ κατάργησις αὐτοῦ, καὶ ἡ ἀπώλεια, διὰ τῆς παρουσίας γίνεται τοῦ Κυρίου. | |
40 | «Ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.» | |
45 | Τοῦτο γὰρ αὐτοῖς τοῖς Ἰουδαίοις καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἕτερος ἥξει ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε. Τὸ δὲ, ἀποστελεῖ αὐτοῖς ὁ Θεὸς, συγχωρήσει ἀποσταλῆναι· ὁποῖόν | |
95.924(50) | ἐστι καὶ τὸ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. «Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάν‐ τοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ’ ἀρχῆς εἰς σωτηρίαν, ἐν | |
55 | ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ ἐκά‐ λεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν εἰς περι‐ | |
ποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» | 923 | |
95.925 | Διεξελθὼν τὰ περὶ τῶν ἀπιστησάντων Ἰουδαίων, καὶ διδάξας ὁποῖον αὐτῶν ἔσται τέλος (Ἵνα γὰρ κριθῶσι, φησὶ), διεξέρχεται καὶ τὰ τῶν πιστευσάν‐ των, ὧν καὶ τὸ προοίμιον εὐχαριστία, καὶ ἐπὶ τῇ | |
5 | εὐχαριστίᾳ λέγει· πρῶτον μὲν, ὅτι ἠγαπήθησαν ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἐξελέξατο αὐτοὺς ὥσπερ ἀπαρχὴν εἰς σωτηρίαν, καὶ ὅτι ἡγίασεν, καὶ ὅτι Πνεύματος ἁγίου ἠξίωσεν. «Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς | |
10 | παραδόσεις, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν.» Ἀναγκαῖον, φησὶ, τοὺς περὶ τοσούτων καυχωμέ‐ νους ἑστάναι βεβαίως. «Οὗτος δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ | |
15 | ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.» Ὅρα πῶς πάλιν ἐπικουφίζει αὐτῶν τὰς θλίψεις, | |
20 | τὴν παράκλησιν αὐτοῖς ἐλθεῖν εὐχόμενος. ΚΕΦΑΛ. Γʹ. «Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ, καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων | |
25 | καὶ πονηρῶν ἀνθρώπων. Οὐ γὰρ πάντων ἡ πίστις.» Τὸ ἴσον ἀνταπαιτεῖ· εὐχόμενος ὑπὲρ αὐτῶν, εὔ‐ χεσθαι προστάττει, καὶ ὑπὲρ αὐτοῦ. Αὕτη δὲ ἡ ὑπὲρ αὐτοῦ προσευχὴ, τὸ προκόπτειν δι’ αὐτοῦ τὸ κήρυγμα. Οὕτως ἄρα δεῖ με αἰτεῖν τοὺς ἁγίους ὑπὲρ ἡμῶν | |
30 | εὔχεσθαι, ἵνα ἐν τοῖς κατὰ Θεὸν προκόπτωμεν, ὡς τά γε ἄλλα πάντα περιττὰ, καὶ οὐ πάντως χρήσιμα, κἂν ὑγείαν εἴπῃς, κἂν εἰρήνην, κἂν ὁτιοῦν τῶν ἐκ‐ τός. «Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ | |
35 | φυλάξει ἀπὸ τοῦ πονηροῦ.» Τοῦτο ὅπερ ᾔτησε αὐτοὺς ὑπὲρ αὐτοῦ εὔξασθαι, καὶ αὐτὸς ὑπὲρ αὐτῶν εὔχεται. ᾜτησε δὲ, ἵνα ῥυσθῇ ἐκ τῶν ἀτόπων ἀνθρώπων τῶν ἀντικειμένων τῇ πίστει. Τοῦτο οὖν καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται, φυ‐ | |
40 | λαχθῆναι ἀπὸ τοῦ πονηροῦ. «Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παρ‐ αγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε.» Οὐ χρείαν ἔχειν αὐτούς φησι, τῶν λοιπῶν παραι‐ νέσεων· Ἤδη γὰρ, φησὶν, αὐτὰς ἐπεδείξατε διὰ τῶν | |
45 | ἔργων· καὶ οὐκ ἀρκεῖσθε ἐπὶ τοῖς γεγονόσιν, ἀλλὰ καὶ μετὰ ταῦτα προσθήσετε. «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» | |
95.925(50) | Συνεχὴς ἡ προσευχὴ, ἐπειδὴ καὶ περὶ μεγάλων γίνεται. Τοῦτο δέ ἐστι, τὸ ἀγαπῆσαι τὸν Θεὸν, καὶ ὑπομεῖναι ταῖς ὑπὲρ Χριστοῦ θλίψεσι, καὶ συνάψαι τῇ ἀγάπῃ τὴν ὑπομονὴν, μᾶλλον δὲ σφραγίσαι τὴν ἀγάπην τῇ ὑπομονῇ· ὡς εἰ ἀγαπῶμεν, οὐχ ὑπομέ‐ | |
55 | νομεν δὲ, καὶ ἡ ἀγάπη διαλύεται. «Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ | |
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ | 925 | |
95.928 | παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ’ ἡμῶν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτα‐ κτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐλάβομεν παρά | |
5 | τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Καὶ τοῦτο αὐτοῖς παραινεῖ, τὸ παραιτεῖσθαι τοὺς ἀργούς. Οὗτοι γάρ εἰσιν καὶ φλύαροι, καὶ περίερ‐ γοι. Καὶ εἰ αὐτὸς τὸ Εὐαγγέλιον κηρύττων ἐργάζε‐ | |
10 | ται, πόσῳ μᾶλλον τοὺς ἄλλους ἐργάζεσθαι δεῖ; Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀκούομεν | |
15 | γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ καὶ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐρ‐ γαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι.» | |
20 | «Ὁ γὰρ Κύριος διέταξεν τοῖς τὸ Εὐαγγέλιον κηρύττουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. «Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦν‐ τες.» Ἢ περὶ ἐλεημοσύνης αὐτοῖς λεληθότως διαλέγεται, | |
25 | ἢ τοῦτο λέγει, Νουθετοῦντες τοὺς μὴ βουλομένους ἐργάζεσθαι μὴ ἀποκάμνετε. Τοῦτο γάρ ἐστι κα‐ λοποιεῖν, ὅταν πονηρὸν ἔθος ἐκβάλωσιν ταῖς παραι‐ νέσεσιν. «Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς | |
30 | ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμί‐ γνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖ‐ σθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης.» Δοκεῖ μετρία εἶναι ἡ τιμωρία τοῖς μὴ ὑπακούουσιν· | |
35 | ἔστι δὲ τῶν σφόδρα βαρέων. Τοῦ γὰρ ἐν ἐρημίᾳ διά‐ γειν, κἂν μέσῃ τῇ πόλει τυγχάνῃ, τί βαρύτερον; Καὶ ταύτην δὲ, οὐ μίσει, ἀλλὰ ἀγάπῃ τῇ πρὸς τὸν τιμωρούμενον, ποιεῖ. Διὸ καὶ ἐπήγαγε, καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε. | |
40 | «Δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» Ἐπειδὴ χωρίζεσθαι τῶν ἀτάκτων παρῄνεσε, δεί‐ κνυσιν, ὡς οὐχ ἑκὼν τοῦτο πεποίηκεν, ἀλλὰ τῇ | |
45 | ἀνάγκῃ ἐνδιδούς. Αὐτίκα οὖν εὔχεται ἀργῆσαι τὴν κατ’ αὐτῶν τιμωρίαν, τουτέστι τὴν διάστασιν, καὶ τὸν χωρισμὸν διὰ παντὸς, καὶ ἐπὶ παντὶ τρόπῳ, τὴν εἰρήνην αὐτοῖς ἐπευχόμενος. Ἀργήσει δὲ, μεταβαλ‐ λομένων δηλονότι τῶν ἀργῶν εἰς ἄνδρας σπουδαίους | |
95.928(50) | καὶ ἐνεργούς. «Ὅς ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γρά‐ φω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ἐπειδὴ ἀρχόμενος τῆς ἐπιστολῆς εἶπεν, Μὴ πι‐ | |
55 | στεύετε τοῖς καταγγέλλουσι νῦν τὴν δευτέραν παρου‐ | |
σίαν τοῦ Κυρίου, κἂν εἰ λέγοιεν ὡς ἡμεῖς δι’ ἐπιστο‐ | 927 | |
95.929 | λῆς τοῦτο δηλοῦμεν· τούτου χάριν διδάσκει αὐτοὺς καὶ τὸ σημεῖον τῆς αὐτοῦ ἐπιστολῆς, φοβούμενος μὴ πλάσωνταί τι, ὡς ἐκ τοῦ Ἀποστόλου πεμφθέν. Πρὸς Θεσσαλονικεῖς βʹ ἐγράφη ἀπὸ Ἀθηνῶν. | |
5 | στίχων ρϛʹ. | |
t6 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ. | |
7 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλή‐ σας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν | |
10 | ἡμερῶν τούτων ἐλάλησεν ἐν Υἱῷ.» Ὅρα πῶς οὐδὲν ἐν προοιμίοις, ὥσπερ εἴωθεν, εἰ‐ πὼν, ἐξ ἀρχῆς εὐθὺς ἐπὶ τὰ βάθη τῶν μυστηρίων ὁρμᾷ, δεικνὺς τῆς εὐαγγελικῆς πολιτείας πρὸς τὴν νομικὴν πολὺ τὸ μέσον τυγχάνον. καὶ πῶς τοῦτο | |
15 | ποιεῖ; Πάλαι, φησὶν, ὁ Θεὸς διὰ προφητῶν ἐλάλει, καὶ ταῦτα συνεσκιασμένως· τοῦτο γὰρ σημαίνει τὸ, πολυμερῶς καὶ πολυτρόπως· νυνὶ δὲ δι’ αὐτοῦ τοῦ Υἱοῦ· ὥστε τοσοῦτον δείκνυται τὸ μέσον, ὅσον δε‐ σπότου καὶ δούλων. Εἰκότως δὲ τοῦτο πεποίηκεν ἐξ | |
20 | ἀρχῆς, ἅτε μὴ χρῃζόντων τῶν Ἰουδαίων, ὥσπερ τῶν ἄλλων ἐθνῶν, εἰσαγωγῆς πνευματικῆς, ἥτις ἐν προοι‐ μίοις ᾠκονόμητο πάσης ἐπιστολῆς, διὸ ὡς ἐπιστή‐ μοσι τοῦ νόμου ἐξ αὐτοῦ τοῦ βάθους τῶν μυστηρίων ἅπτεται. | |
25 | «Ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Εἰπὼν περὶ τοῦ Υἱοῦ, εὐθὺς ἐκτίθεται τὸ μυστή‐ ριον, τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον ἐπιδεικνύς. Πῶς δὲ τοῦτο ποιεῖ; Ἔθηκεν αὐτὸν, φησὶ, κληρονό‐ | |
30 | μον πάντων· δηλῶν δὲ ὅτι τῶν ἐθνῶν, κατὰ τό· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κλη‐ ρονομίαν σου. Πότε δὲ τίθεται, ἢ ὅτε εἴρηται πρὸς αὐτόν· Ἐγὼ σήμερον γεγέννηκά σε; Τοῦτο δὲ εἰς τὸν καιρὸν τῆς οἰκονομίας ἀπετείνετο. Ἀλλ’ οὗτος, | |
35 | ὁ τὰ ἔθνη εἰς κλῆρον δεξάμενος, αὐτός ἐστιν, δι’ οὗ τοὺς αἰῶνας ἐποίησεν ὁ Πατήρ. Ὧν γὰρ εἶχε τὴν δεσποτείαν καθὸ Θεὸς Λόγος, τούτων λέγεται τὸν κλῆρον λαβεῖν, καθὸ γεγονὼς ἄνθρωπος· ὑπέταξεν τῇ εἰς αὐτὸν πίστει πάντα τὰ ἔθνη. | |
40 | «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ | |
τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥή‐ | 929 | |
95.932 | ματι τῆς δυνάμεως αὐτοῦ, δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Ὅρα πῶς πάλιν ἡμῖν τὸν Θεὸν ὁμοῦ δείκνυσι καὶ | |
5 | ἄνθρωπον. Ὅμοιον γὰρ ὡς εἰ λέγοι· Φῶς ὢν ἐκ φω‐ τὸς (τοῦτο γὰρ τὸ, ἀπαύγασμα, δηλοῖ), καὶ ἐν ἑαυτῷ τὸν Πατέρα δείκνυσι, κατὰ τὸ, Ὁ ἑωρακώς με, ἑώρακε τὸν Πατέρα· τοῦτο γάρ ἐστι, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Οὗτος, φησὶ, γεγονὼς | |
10 | ἄνθρωπος, καὶ τὰς ἁμαρτίας ἡμῶν βαστάσας· τὸ γὰρ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, τοῦτο δηλοῖ. Πάλιν πληρώσας τὸ τῆς οἰκονομίας μυστήριον, ἀνελήφθη ἐν δόξῃ, ἐκάθισέ τε ἐν δεξιᾷ τοῦ Πατρός. Τὸ δὲ ἐν δεξιᾷ, καὶ, ἐν ὑψηλοῖς, | |
15 | ἀκούων, μὴ τόπον αὐτὰς σημασίας λάμβανε· ἀπερί‐ γραπτον γὰρ τὸ Θεῖον· ἀλλὰ θεοπρεποῦς δόξης δηλωτικάς. Τὸ δὲ φέρων τὰ πάντα, ἀντὶ τοῦ, διοι‐ κῶν καὶ κυβερνῶν, κεῖται. Δι’ αὐτοῦ γὰρ πάντα ἐγένετο, καὶ συνέστηκεν, ὡς ἐν δημηγορίαις ὁ Παῦ‐ | |
20 | λος ἔφη. Εὖ δὲ τὸ, φέρων ἐν τῷ ῥήματι, ἵνα δείξῃ, ὡς τὴν σύμπασαν κτίσιν, τὴν ἄνω, τὴν κάτω, ὥσ‐ περ οἱ τὰ πάνυ μικρὰ καὶ εὐπαράφορα μᾶλλον δα‐ κτύλου κινοῦντες, οὕτως αὐτὸς ῥήματι τὰ ἐπίγεια, τὰ οὐράνια, τὰ ἐπουράνια φέρει. | |
25 | «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς ἐκληρονόμησεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσο‐ μαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς | |
30 | υἱόν.» Ἐπειδὴ τὸ τῆς οἰκονομίας κηρύσσων μυστήριον, τεταπεινωκέναι ἑαυτὸν ἔφη, λαβόντα δούλου μορ‐ φήν· τούτου χάριν ἀγγέλοις αὐτὸν συγκρίνει, δει‐ κνὺς, ὡς ὅτι καὶ γεγονὼς ἄνθρωπος, οὐδὲν ἧτ‐ | |
35 | τόν ἐστι Θεὸς καὶ Δεσπότης, καὶ τὸν ἀγῶνα τοῦτον ἄνωθεν ἐκ προφητῶν ἰσχυροποιεῖ, ὅπως ἂν μηδεὶς ἀντιλέγειν ἔχῃ τοῖς λεγομένοις. Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάν‐ | |
40 | τες ἄγγελοι Θεοῦ· καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέ‐ γει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν.» Μὴ θορυβείτω σε, φησὶ, τὸ ἀκοῦσαι βραχύ τι | |
45 | παρ’ ἀγγέλους αὐτὸν ἐλαττοῦσθαι. Ὅρα γὰρ πῶς πάλιν ἐστὶ Θεὸς, ὅπου γε καὶ ἄγγελοι προσκυνοῦσιν αὐτῷ. Τὸ δὲ, εἰς τὴν οἰκουμένην, οἱ μὲν τὴν ὧδε λέγουσιν, οἱ δὲ τὴν μέλλουσαν. Ἀμφότερα δὲ ἔχει καλῶς. Καὶ τὸ τῆς οἰκονομίας μυστήριον τελοῦντι | |
95.932(50) | αὐτῷ, διηκόνουν ὡς Δεσπότῃ οἱ ἄγγελοι· καὶ ἐπο‐ | |
ρεύθη ἐν οὐρανοῖς, ὑποταγέντων αὐτῷ ἀγγέλων, | 931 | |
95.933 | κατὰ τὴν τοῦ Πέτρου φωνήν. Πάλιν δὲ τὸ ὑποτα‐ γέντων, διὰ τὴν οἰκονομίαν λαμβάνει.» «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶ‐ νος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας | |
5 | σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνο‐ μίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως. Σκόπει πάλιν πῶς τὸν αὐτὸν, Θεὸν καὶ ἄνθρωπον δείκνυσι, διὰ μὲν τοῦ θρόνου καὶ τῆς ῥάβδου τὴν | |
10 | βασιλείαν αὐτοῦ, καὶ τὴν θεότητα δεικνύς· διὰ δὲ τοῦ, ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, τὸ τῆς οἰκονο‐ μίας μυστήριον. «Παρὰ τοὺς μετόχους σου.» «Ὥστε πάντας τοὺς μετέχοντας τῆς αὐτοῦ συν‐ | |
15 | αφείας, τὸ ἔλαιον ἔχειν τῆς ἀγαλλιάσεως, καθὸ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβο‐ μεν, κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν. Τουτέστι, τὸ πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Υἱός. | |
20 | «Καί· Σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμε‐ λίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρα‐ νοί.» Πάλιν ἐπὶ τὴν θεότητα ἀνατρέχει τοῦ μονογε‐ νοῦς, δεικνὺς αὐτὸν καὶ τῶν οὐρανῶν ποιητήν. | |
25 | «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡς περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ὅμοιον ὡς εἰ λέγοι· Μὴ θορυβείτω σε, φησὶν, ὁ | |
30 | κατὰ σάρκα θάνατος· ἀνέστη γὰρ, καὶ τὰ ἔτη αὐ‐ τοῦ οὐκ ἐκλείψουσι. Καὶ οὐρανοὶ μὲν, ἅτε ὄντες κτι‐ στοὶ, παλαιωθήσονται, ἵνα καὶ τοῦ καινισμοῦ τύ‐ χωσιν· αὐτὸς δὲ τοῦτο αὐτοῖς χαριεῖται, ὅτι δὴ καὶ μένει ὃ ἦν, τουτέστι Θεός. Καὶ τοῦτο δηλοῖ καὶ τὰ | |
35 | ἔτη σου οὐκ ἐκλείψουσι. | 933 |
95.936 | «Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κά‐ θου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;» Πάλιν τὸ, κάθου, διὰ τὸ τῆς οἰκονομίας μυστή‐ | |
5 | ριον λέλεκται, ἵνα μάθωμεν, ὡς καὶ ταπεινώσας ἑαυτὸν, καὶ γενόμενος ἄνθρωπος, πάλιν ἐστὶ Θεὸς, καὶ ἐν τοῖς οἰκείοις ὑψώμασιν. «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρο‐ | |
10 | νομεῖν σωτηρίαν;» Ὅρα πόσον πρὸς αὐτὸν τῶν ἀγγέλων τὸ μέσον, ὅπου γε, ὁ μὲν κάθηται ἄνω, οἱ δὲ λειτουργοῦσιν αὐτῷ κάτω. Ἅμα δὲ εἰς διακονίαν ἀποστέλλεσθαι τοὺς ἀγγέλους εἰπὼν, ἀνεκτήσατο τοὺς ἀπειρηκό‐ | |
15 | τας ἐν τοῖς πειρασμοῖς, εἴ γε ἄγγελοι αὐτῶν ἐπὶ σωτηρίᾳ ἀποστέλλονται. Ὅτι δὲ βαρηθέντες ἦσαν σφόδρα τοῖς πειρασμοῖς, αὐτὸς ἐν τοῖς ἑξῆς τῆς ἐπι‐ στολῆς ἐδήλωσεν, εἰπών· Οὕτω μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικατέστητε καὶ ἤδη ἐκ‐ | |
20 | λέλυσθε. ΚΕΦΑΛ. Βʹ. «Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν.» Διὰ τοῦτο. Ποῖον, ἢ τὸ πολὺ εἶναι τὸ μέσον τῆς | |
25 | τε νομικῆς καὶ εὐαγγελικῆς πολιτείας; Καὶ τοῦτο ἐκ τῆς κατασκευῆς δῆλον τῆς ἐπιφερομένης. «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλα‐ βεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα | |
30 | τηλικαύτης ἀμελήσαντες σωτηρίας;» Σύγκρισις μὲν τὸ ὅλον, κατασκευὴ δὲ τοῦ μᾶλλον τιμωρεῖσθαι τοὺς τὸν εὐαγγελικὸν παραβαίνοντας νόμον. Εἰ γὰρ τὸ ἧττον, φησὶ, παραβαινόμενον, οὐκ ἀτιμωρήτους ἐᾷ τοὺς παραβαίνοντας, πόσῳ | |
35 | μᾶλλον εἰ τὸ κρεῖσσον παραβαθείη, οὐχ ὑπεύθυνον κολάσει πικρᾷ ποιήσει τὸν παραβαίνοντα; Τὸ δὲ δι’ ἀγγέλων λαληθεὶς, σημαίνει, ὡς ὑπηρέτουν Θεῷ ἄγγελοι διδόντι τὸν νόμον. «Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, | |
40 | ὑπὸ τῶν ἀκουσάντων εἰς ὑμᾶς ἐβεβαιώθη, συνεπι‐ μαρτυροῦντος τοῦ Θεοῦ σημείοις, καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι,» Ἔτι τῆς συγκρίσεως ὁ λόγος ἐστί. Λέγει δὲ, ὡς τῆς εὐαγγελικῆς διδασκαλίας ὁ Κύριος αὐτὸς ἤρ‐ | |
45 | ξατο· εἶτα οἱ αὐτοὶ τοῦ Κυρίου ἀκούσαντες, ἡμᾶς εἰς ταύτην ἐβεβαίωσαν, συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ Θεοῦ δι’ ἐκείνων τῶν θαυμάτων, ὧν κηρύττοντες ἐπετέλουν. «Καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐ‐ | |
95.936(50) | τοῦ θέλησιν.» Ἄλλῳ, φησὶ, δέδωκε χάρισμα τὸ Πνεῦμα τὸ ἅγιον, τῷ μὲν προφητείαν, τῷ δὲ γλῶσσαν, τῷ δ’ χαρίσματα ἰαμάτων, ἄλλῳ ἄλλο τι τῶν χαρισμά‐ | |
των. | 935 | |
95.937 | «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Διὰ τοῦτο προσέθηκε, περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἑτέραν τινὰ οἰκουμένην ζητεῖν δῷ τῷ ἀκροατῇ. | |
5 | Πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ; ὅτι τοῦτο ἔθος τῇ θείᾳ Γραφῇ ὥσπερ καὶ ἑτέρωθί φησι, Ὅς ἐστι τύπος τοῦ μέλλοντος, περὶ τοῦ Ἀδὰμ, καὶ τοῦ Χριστοῦ λέγων. Ταύτην οὖν οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ. | |
10 | «Διεμαρτύρατο δέ πού τις λέγων· Τίς ἐστιν ἄν‐ θρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ | |
15 | ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀν‐ υπότακτον.» Ἀόριστον τὴν μαρτυρίαν εἰσάγει, τῷ, τὶς, εἰπεῖν, λέγων. Ὡς πρὸς εἰδότας γὰρ διαλέγεται. «Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγ‐ | |
20 | μένα.» Ἵνα μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα πασχόντων ἡμῶν; φησί· Μὴ γὰρ ἐπειδὴ οὐδέπω ὑπέταξεν, νομίσῃς μὴ ὑπο‐ τάττεσθαι· ὅτι γὰρ δεῖ ὑποταγῆναι. Καὶ γὰρ ἡ προ‐ | |
25 | φητεία διὰ τοῦτο εἴρηται. «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου.» Διὰ τὸν τριήμερον, φησὶ, θάνατον. Πείθει δὲ αὐτοὺς πάντα γενναίως ὑποφέρειν, μονονουχὶ λέ‐ | |
30 | γων· Εἰ ὁ προσκυνούμενος ὑπ’ ἀγγέλων ἠνέσχετο βραχύ τι παρ’ ἀγγέλους σχεῖν διὰ σὲ, πολὺ μᾶλλον σὺ ὁ τῶν ἀγγέλων ἥττων, πάντα φέρειν ὀφείλεις διὰ σεαυτόν. «Δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι | |
35 | Θεοῦ.» Δείκνυσιν, ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν, ὥσπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς, αὐτὸν οὕτω καλεῖ λέγων· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· καὶ, Ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. | |
40 | «Ὑπὲρ παντὸς γεύσηται θανάτου.» Ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. Τῷ μὲν οὖν εἰπεῖν, διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε· τῷ δὲ εἰπεῖν, ἀγγέλων κρείσσων, | |
45 | τὴν ἀνάστασιν ἐδήλωσεν. «Ἔπρεπε γὰρ αὐτῷ, δι’ ὂν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα.» Ἔπρεπεν αὐτῷ, φησὶν, τῷ κηδεμόνι, καὶ πάντα εἰς τὸ εἶναι παράγοντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ | |
95.937(50) | τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ πολ‐ λῶν. «Πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα.» Καὶ αὐτὸς καὶ ἡμεῖς υἱοὶ, ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς | |
δὲ σωζόμεθα. | 937 | |
95.940 | «Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν.» Τουτέστι, τὸν αἴτιον τῆς σωτηρίας. «Διὰ παθημάτων τελειῶσαι.» Ἄρα τὰ παθήματα τελείωσις καὶ αἰτία τῆς σωτη‐ | |
5 | ρίας. Ὁρᾷς ὅτι τὸ κακῶς παθεῖν οὐκ ἔστιν ἐγκατα‐ λείψεως. Τούτῳ γὰρ καὶ πρώτῳ τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν. Καὶ γὰρ ὄντως τοῦ τὸν κόσμον ποιῆσαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν, τὸ σῶμα λαβόντα παθεῖν ἅπερ ἔπα‐ | |
10 | θεν, πολλῷ μεῖζόν ἐστι. Καὶ τοῦτο ἐδήλωσεν αὐτὸς ἐν ἑτέροις, εἰρηκώς· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶ‐ σιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦ‐ τον τῆς χρηστότητος αὐτοῦ. «Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς | |
15 | πάντες. Δι’ ἣν αἰτίαν.» Ὅρα πῶς συνάγει αὐτοὺς πρὸς αὐτὸν, τιμῶν αὐ‐ τοὺς, καὶ παραμυθούμενος, καὶ ἀδελφοὺς ποιῶν τοῦ Χριστοῦ, κατὰ τοῦτο, τὸ ἐξ ἑνὸς εἶναι· καὶ αὐτὸς γὰρ, τὸ κατὰ σάρκα, ἐκ τοῦ Ἀβραάμ. | |
20 | «Οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέ‐ γων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν.» Ὅρα πῶς δείκνυσι πάλιν τὴν ὑπεροχήν. Τῷ γὰρ εἰπεῖν, οὐκ ἐπαισχύνεται, δείκνυσιν, οὐ τῆς τοῦ | |
25 | πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας αὐτοῦ τὸ ταπεινόν. Εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ | |
30 | οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν. Δείκνυσιν, ὡς ἄνθρωπος γεγονὼς, πάντα τὰ ἀν‐ θρώπινα ἔλαβεν πλὴν ἁμαρτίας. Καίτοι γὰρ σύνθρο‐ νος ὢν τῷ ἰδίῳ Πατρὶ, καὶ συμβασιλεύων, καὶ συν‐ | |
35 | άρχων τῶν ὅλων, πεποιθέναι λέγεται ἐπ’ αὐτόν. Τοῦτο δὲ λέγει, πρέποντα λέγων τῇ τοῦ δούλου μορφῇ, ὥσπερ ἀμέλει καὶ τὰ τῆς θεότητος δεικνὺς, φησίν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. | |
40 | «Ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.» Ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι’ οὗ ἐκρά‐ τησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη· καὶ ὅπερ ἰσχυρὸν αὐτῷ ἦν ὅπλον κατὰ τῆς οἰκουμένης, ὁ | |
45 | θάνατος, τούτῳ αὐτὸν ἔπληξεν ὁ Κύριος. Δείκνυται δὲ διὰ τούτου τὸ πολὺ τῆς δυνάμεως τοῦ νική‐ σαντος. «Καὶ ἀπαλλάξῃ τούτοις, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» | |
95.940(50) | Δοῦλοι πάντες ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ μηδέπω αὐτὸν λελύσθαι ἐκρατοῦντο, καὶ φόβῳ δι‐ ηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ προσδοκῶντες ἀπο‐ τεθνήξεσθαι, καὶ οὐδεμιᾶς ἡδονῆς αἴσθησιν εἶχον, | |
τοῦ φόβου αὐτοῖς παρόντος ἀεί· τοῦτο γὰρ ᾐνίξατο. | 939 | |
95.941 | εἰπὼν διὰ παντὸς τοῦ ζῇν· ἀλλὰ ἀπήλλαξεν τὸν φόβον, καὶ γελῶμεν ἤδη αὐτόν. «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» | |
5 | Οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως, τῆς τῶν ἀγγέλων φημὶ, ἀλλὰ τῆς ἡμετέρας. Διὰ τοῦτο δὲ εἶπεν, ἐπελάβετο, ἵνα δείξῃ διώκοντα αὐτὸν τοὺς ἀποστρεφομένους· ὡς πόῤῥω γὰρ ἡμᾶς φεύγοντας ἐπεσπάσατο. | |
10 | Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιω‐ θῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.» Τί ἐστι κατὰ πάντα; Ἐτέχθη, φησὶν, ἐτράφη, | |
15 | ηὐξήθη, ἔπαθε, πάντα ἅπερ ἐχρῆν τελειώσας ἀπ‐ έθανεν. Τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιω‐ θῆναι. Ἐπειδὴ γὰρ πολλὰ διαλεχθεὶς περὶ τῆς με‐ γαλειότητος αὐτοῦ, καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ, μονονουχὶ λέγων· | |
20 | Ὁ οὕτω μέγας, ὁ ὢν ἀπαύγασμα τοῦ Πατρὸς, ὁ ὢν χαρακτὴρ τῆς ὑποστάσεως, δι’ οὗ τοὺς αἰῶνας πε‐ ποίηκεν, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὗτος ἠθέ‐ λησε, καὶ ἐσπούδακεν ἀδελφὸς ἡμῶν ἐν πᾶσι γενέσθαι· Ἐθέλησε, καὶ διὰ τοῦτο καὶ πρὸς ἡμᾶς κατῆλθεν, καὶ | |
25 | ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθά. Θά‐ νατον ἔλυσεν, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλε, δουλείας ἀπήλλαξεν, Ἀρχιερεὺς γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα. Διὸ καὶ ἐπήγαγεν. Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. | |
30 | Τί δέ ἐστι, πιστός; Ἀληθὴς καὶ δυνάμενος. Τὰ δὲ πρὸς τὸν Θεὸν, ἐπήγαγε, τοῦτο δηλῶν, ὡς ἐκ πο‐ λεμουμένων τῷ Θεῷ, καὶ κατεγνωσμένων, καὶ τετι‐ μωρημένων, οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυ‐ σίαν, ἀλλ’ εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας, καὶ ἠλέησεν, | |
35 | οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ’ αὐτὸς γεγονὼς Ἀρχιερεὺς πιστὸς, ἵνα ἱλάσηται τὰς ἁμαρτίας τοῦ λαοῦ. «Ἐν ᾧ γὰρ πέπονθεν, αὐτὸς πειρασθείς.» Ὅμοιον ὡς εἰ λέγοι· Οὐκ ἀγνοεῖ τὰ πάθη τὰ | |
40 | ἡμέτερα· οὐχ ὡς Θεὸς μόνον οἶδεν αὐτὰ, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας, ἧς ἐπειράθη. Ἔπαθε πολλά· οἶδε συμπάσχειν, καίτοι γε ἀπαθὴς ὢν ὡς Θεός. «Δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» | |
45 | Ὡς ἂν εἴποι τις· Μετὰ πολλῆς προθυμίας ὀρέξει χεῖρα, καὶ συμπαθήσεται. ΚΕΦΑΛ. Γʹ «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτ‐ οχοι, κατανοήσατε τὸν Ἀπόστολον, καὶ Ἀρχιερέα | |
95.941(50) | τῆς ὁμολογίας ἡμῶν τὸν Ἰησοῦν Χριστόν.» Μέλλων αὐτὸν προθεῖναι τοῦ Μωϋσέως, καὶ σύγ‐ κρισιν ποιεῖσθαι, εἰς τὸν τῆς ἱερωσύνης νόμον τὸν λόγον ἤγαγεν. Ὁ δὲ τῆς ἱερωσύνης λόγος, εἰς τὴν οἰκονομίαν ἐκληφθείη ἄν. | |
55 | Τουτέστι τῆς πίστεως. | 941 |
95.944 | «Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Ἀπόστολον καὶ Ἀρχιερέα. Οὐδὲν γὰρ περὶ οὐσίας φησὶν, ἀλλ’ οὐδὲ περὶ θεότητος, ἀλλὰ τέως περὶ ἀξιω‐ μάτων ἀνθρωπίνων. | |
5 | «Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐ‐ τόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος.» Τουτέστιν, ἐν τῷ λαῷ. Ὅτι καθάπερ τις ἐπίτρο‐ | |
10 | πος, καὶ οἰκονόμος ἦν ὁ Μωϋσῆς. «Ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός. Καὶ Μωϋ‐ σῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων.» Οὗτος ἂν ᾖ ὁ Χριστός. «Εἰς μαρτύριον τῶν λαληθησομένων.» | |
15 | Εἰ οὐρανὸν καὶ γῆν, καὶ βουνοὺς μαρτυρεῖται Θεὸς, πολλῷ μᾶλλον ἀνθρώπους. «Χριστὸς δὲ ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν, καὶ τὸ καύχημα ἐλ‐ πίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.» | |
20 | Ὅρα πῶς ποιήματα καὶ ποιητὴν διίστησι· πῶς δοῦλον καὶ υἱὸν, καὶ ὃς μὲν εἰς τὰ πατρῷα ὡς δε‐ σπότης εἰσέρχεται, ἐκεῖνος δὲ ὡς δοῦλος τὸν οἶκον ἐπετρόπευεν. Ἐπειδὴ ἐν ἐλπίσιν ἦν τὰ ἀγαθὰ, οὕτω δὴ αὐτὴν | |
25 | κατέχειν φησὶν, ὡς ἤδη καυχᾶσθαι, ὡς ἐπὶ γεγενη‐ μένοις. «Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν | |
30 | ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη, διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τὰς καρδίας. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα | |
35 | ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυ‐ σίν μου.» Περὶ ἐλπίδος αὐτῷ ἐστιν ὁ λόγος τῆς μελλούσης, ὅτι πάντως ἔσται τοῖς ἐνταῦθα πονέσασι μισθός τις, καὶ καρπὸς, καὶ ἀνάπαυσις. Τοῦτο οὖν αὐτὸ ἀπὸ τοῦ | |
40 | προφήτου δείκνυσι, λέγων· Σήμερον ἐὰν τῆς φω‐ νῆς αὐτοῦ ἀκούσητε. Ἰστέον δὲ ὡς τρεῖς φησι καταπαύσεις εἶναι· μίαν τὴν τοῦ Σαββάτου, ἐν ᾗ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ· δευτέραν τὴν τῆς Παλαιστίνης, εἰς ἣν οἱ Ἰουδαῖοι εἰσελθόντες | |
45 | ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην, τὴν ὄντως ἀνάπαυ‐ σιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀνεπαύοντο ὄντως τῶν πόνων καὶ τῶν ὀδυνῶν. Τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται. Καὶ τίνος ἕνεκα | |
95.944(50) | περὶ μιᾶς διαλεγόμενος τῶν τριῶν ἐμνημόνευσεν; Ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτης λέγοντα τῆς τρίτης φῆσαι. Περὶ γὰρ τῆς πρώτης οὐκ εἶπε, φησί. Πῶς γὰρ ἔλεγε περὶ τῆς πάλαι γεγενημένης· ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· Πῶς γάρ; | |
55 | ὅπου γε λέγει, οὐκ εἰσελεύσονται εἰς τὴν κατά‐ παυσίν μου. Λείπεται δὲ ταύτην εἶναι λοιπὸν τὴν | |
τρίτην, ἥτις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ὅλος | 943 | |
95.945 | δὲ ὁ νοῦς τοῦ ῥητοῦ οὗτός ἐστιν· Δαβὶδ εἶπε, φησὶν, ὕστερον μετὰ τὴν γενεὰν τὴν ἐκείνων διαλεγόμενος, ὅτι Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ἵνα μὴ τὰ αὐτὰ | |
5 | πάθητε, ἅπερ οἱ πρόγονοι οἱ ἡμέτεροι, καὶ ἀποστε‐ ρηθῆτε τῆς καταπαύσεως, ὡς οὔσης δηλονότι τινὸς καταπαύσεως. Ἐπεὶ εἰ ἀπειληφότες ἦσαν τὴν κατά‐ παυσιν, τίνος ἕνεκα αὐτοῖς ἔλεγε τὸ, Σήμερον μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ πατέρες | |
10 | ὑμῶν, ἵνα μὴ τὰ ἴσα παθόντες ἀποστερηθῆτε τῆς καταπαύσεως; Τίς οὖν ἐστιν ἡ κατάπαυσις, ἀλλ’ ἢ ἡ βασιλεία τῶν οὐρανῶν, ἧς εἰκὼν καὶ τύπος τὸ Σάβ‐ βατον; Εἰ ἐκεῖ κέκλησθε, μηδὲν ἐνταῦθα ζητεῖτε. «Βλέπετε, ἀδελφοὶ, μήποτε ἔσται ἔν τινι ὑμῶν | |
15 | καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Ὅθεν, ἀντὶ τοῦ, διὰ τοῦτο. Ἀπὸ γὰρ τῆς σκλη‐ ρότητος ἀπιστία γίνεται. Ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος, οὐκ ἔστιν | |
20 | οὕτως πιθανὸς, ὡς τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς παλαιᾶς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. Εἰ γὰρ οἱ πατέρες ὑμῶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσ‐ περ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς. | |
25 | «Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν.» Τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους. Διορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ πάθητε. «Ἄχρις οὗ τὸ σήμερον καλεῖται.» | |
30 | Τὸ σήμερον, φησὶ, τί ἐστιν; Ἕως οὗ συστῇ ὁ κόσμος. «Ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας.» Ὁρᾷς, ὅτι ἡ ἀπιστία τὴν ἁμαρτίαν ποιεῖ. | |
35 | Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν.» Ἐγενόμεθα, φησὶν, ἡμεῖς, ἃ καὶ αὐτός. Καὶ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς. «Ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέ‐ λους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι· Σήμερον | |
40 | ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Τί ἐστιν, ἀρχὴν ὑποστάσεως; Τὴν πίστιν, δι’ ἧς ὑπέστημεν, καὶ ἐγενόμεθα, καὶ ἐσώθημεν, ὡς ἂν εἴποι τις. | |
45 | «Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν;» Εἰπὼν τὴν μαρτυρίαν, καὶ ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονεν. Μὴ τοίνυν νομί‐ | |
95.945(50) | σητε, ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφελη‐ θήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ὠφελή‐ θησαν, ἐπεὶ μὴ ἐπίστευσαν. «Ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως.» | |
55 | Τοὺς περὶ Χαλὲβ καὶ Ἰησοῦν φησι. | |
«Τίσι δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; οὐχὶ | 945 | |
95.948 | τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν, διὰ ἀπιστίαν.» | |
5 | ΚΕΦΑΛ. Δʹ. «Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγ‐ γελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γὰρ ἐσμὲν εὐηγγελισμέ‐ νοι, καθάπερ κἀκεῖνοι, ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος | |
10 | τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν.» «Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύ‐ σαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι | |
15 | τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Εἴ‐ ρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· Καὶ κατέπαυ‐ σεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἀπολείπεταί τινας | |
20 | εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέ‐ ραν, Σήμερον, ἐν Δαβὶδ λέγων μετὰ τοσοῦτον χρό‐ νον, καθὼς εἴρηται· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.» | |
25 | Πόθεν τοῦτο δῆλον; ἐπειδὴ ὀφείλουσί τινες, φησὶν, εἰσελθεῖν, πάντες δὲ ἐκεῖνοι οὐκ εἰσῆλθον. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο δῆλον. Μετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ | |
30 | ἀκούσητε. «Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.» Δηλονότι, ὡς μελλόντων τινῶν τεύξασθαί τινος ἀμοιβῆς, ταῦτά φησιν. | |
35 | Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ προσηκάμενοι. «Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Καὶ πόθεν δῆλον; Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκλη‐ | |
40 | ρύνητε τὰς καρδίας ὑμῶν. Οὐ γὰρ, εἰ μὴ ἦν σαββα‐ τισμὸς, ταῦτα οὐ παρηγγέλλοντο. Εὖ δὲ καὶ τὸ μὴ κατάπαυσιν εἰπεῖν, ἀλλὰ σαββατισμὸν, τὸ οἰκεῖον ὄνομα, καὶ ᾧ ἐπέτρεχον. Σαββατισμὸν δὲ, τὴν βασι‐ λείαν καλεῖ. | |
45 | Σαββατισμὸς οὖν ἄρα νοητὸς καὶ ἀληθὴς, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς | |
95.948(50) | ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑπο‐ δείγματι πέσῃ τῆς ἀπειθείας.» Ὥσπερ ὁ Θεὸς, φησὶ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. | |
Ἐπειδὴ γὰρ περὶ ἀναστάσεως ὁ λόγος, καὶ τοῦτο | 947 | |
95.949 | ἐπεθύμουν ἀκοῦσαι, πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ το‐ μώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού‐ | |
5 | μενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρ‐ μῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐν‐ ώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» | |
10 | Ἵνα μὴ νομίσῃ τις, ὅτι ἁπλῶς τῆς καταπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν. «Πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἔχοντες οὖν Ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ.» | |
15 | Οὕτω, φησὶν, ἔχομεν δοῦναι τὰς εὐθύνας τῶν πε‐ πραγμένων. «Κρατῶμεν τῆς ὁμολογίας.» Καὶ ποίαν ὁμολογίαν λέγει; Ὅτι ἀνάστασις καὶ ἀνταπόδοσις, καὶ ὅτι Θεὸς ὁ Χριστός ἐστιν. | |
20 | «Οὐ γὰρ ἔχομεν Ἀρχιερέα μὴ δυνάμενον συμπα‐ θῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα, χωρὶς ἁμαρτίας.» Οὐ γάρ ἐστι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολ‐ λοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν ταῖς θλίψεσιν οὐκ ἴσα‐ | |
25 | σιν. Ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκω‐ σιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. Πάντα δὲ ὑπέστη, φησὶν, ὁ Ἀρχιερεὺς ὁ ἡμέτερος. Διὰ γὰρ τοῦτο πρῶτον ὑπ‐ έστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν. | |
30 | «Προσερχόμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον.» Θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως. Ὅλον γὰρ τὸ πρᾶγμα φιλοτιμία ἐστὶ, καὶ δωρεὰ βασιλικὴ, τὰς ἁμαρτίας ἀφιεῖσα. | |
35 | «Καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.» Νῦν ἐὰν προσέλθῃς, φησὶν, λήψῃ καὶ χάριν, καὶ ἔλεον. Εὐκαίρως γὰρ προσέρχῃ· ἂν δὲ τότε προσέλ‐ θῃς, οὐκέτι. Ἄκαιρος γὰρ τότε ἡ προσδοκία. Οὐκ ἔστι γὰρ τότε θρόνος χάριτος, ἀλλὰ θρόνος κρίσεως· | |
40 | Ἀνάστα γὰρ, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Τὸ δὲ, μετὰ παῤῥησίας, ἀντὶ τοῦ, μὴ ἔχοντες συνειδὸς πο‐ νηρὸν, μηδὲ διστάζοντες. Οὐ δύναται γὰρ μετὰ παῤ‐ ῥησίας ὁ τοιοῦτος προσελθεῖν. Ἵνα μὴ ἀκούσας Ἀρ‐ χιερέα, νομίσῃς ἑστάναι αὐτὸν, εὐθέως ἐπὶ τὸν θρό‐ | |
45 | νον ἀνάγει τὸν βασιλικόν. Ὁρᾷς ὅτι τὸ γενέσθαι Ἀρχιερέα, οὐ φύσεώς ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως. ΚΕΦΑΛ. Εʹ. «Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων ἀναλαμβανό‐ | |
95.949(50) | μενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμέ‐ νοις· ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ | |
ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ | 949 | |
95.952 | ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.» Σύγκρισιν ποιούμενος τῶν διαθηκῶν, ἀπὸ ἱερέων | |
5 | ἄρχεται. Ἐργάζεται δὲ αὐτὴν οὕτως· ὅτι οἱ μὲν τῆς παλαιᾶς, ἐξ ἀνθρώπων ἦσαν, ὁ δὲ τῆς καινῆς, ἐκ Πνεύματος ἁγίου, εἰ καὶ ἄνθρωπος γέγονεν. Καὶ ὁ μὲν περίκειται ἀσθένειαν, ὁ δὲ ἀναμάρτητος ἔμει‐ νεν· Οὐ γὰρ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. | |
10 | Ὥσπερ ἐκδέρων τις τὰ ἱερεῖα, πάντα τὰ ἔνδον δῆλα ποιεῖ, οὕτως τῷ Θεῷ δῆλα πρόκειται πάντα. «Καθάπερ καὶ Ἀαρών· οὕτω δὲ καὶ ὁ Χριστὸς, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλή‐ σας πρὸς αὐτὸν, Υἱός μου εἶ σύ.» | |
15 | Ἐνταῦθα ἕτερον πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμε‐ νος ἔλεγεν ὁ Χριστὸς, Ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα. «Ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.» | |
20 | Τοῦτο προκατασκευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτο‐ νηθῆναι. «Κατὰ τὴν τάξιν Μελχισεδέκ· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς | |
25 | ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Ὅτι τῶν ἐθνῶν ἱερεὺς ἦν, ὅτι διὰ ἄρτου, καὶ οἴνου τὴν θυσίαν ἀνέφερεν. «Καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπ‐ | |
30 | ακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐ‐ τῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέ‐ γειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Καὶ γὰρ | |
35 | ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νή‐ | |
40 | πιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόν‐ των πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Τοῦτο κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· ἱκέτευεν γὰρ ὑπὲρ τῶν δύο λαῶν. Ταῦτα | |
45 | δὲ τῆς οἰκονομίας ἐστίν. ΚΕΦΑΛ. ϛʹ. «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας, ἀπὸ νεκρῶν ἔργων, καὶ | |
95.952(50) | πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς,» Ἀρχήν φησι, τὸν διὰ τῆς πίστεως θεμέλιον· τε‐ | |
λειότητα δὲ, τὴν δι’ ἔργων ἀγαθῶν ἐποικοδομήν. | 951 | |
95.953 | «Ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτι‐ σθέντας.» | |
5 | Οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον. «Γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου.» Τουτέστι, τῆς ἀφέσεως τῶν ἁμαρτημάτων. «Καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου.» Οὗ ἔχομεν διὰ τοῦ χαρίσματος. | |
10 | «Καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα.» Τὴν διδασκαλίαν τῆς ὁμολογίας. «Δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόν‐ τας πάλιν.» Τοῦτό φησι, διὰ τὸ θαύματα τοὺς βαπτιζομένους | |
15 | ἐπιτελεῖν. Τότε γὰρ οἱ βαπτιζόμενοι χαρίσματα ἐλάμ‐ βανον, ὥστε ἐνεργεῖν δυνάμεις. «Ἀνακαινίζεσθαι εἰς μετάνοιαν.» Τουτέστι, διὰ μετανοίας. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐκβεβλημένης τῆς μετανοίας· μὴ γένοιτο· ἀλλ’ ὡς μὴ | |
20 | δυνατοῦ ὄντος τοῦ διὰ τοῦ λουτροῦ ἀνακαινισμοῦ. Διὸ οὐκ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετά‐ νοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγε, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστι καινοὺς γενέσθαι. Τὸ γὰρ καινὸν ποιῆσαι, τοῦ λουτροῦ μόνον | |
25 | ἐστίν. Ἀνακαινισθήσεται γὰρ ὡς ἀετοῦ ἡ νεότης σου. «Ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας.» Τὸ βάπτισμα σταυρός ἐστι, καὶ συνεσταυρώθη ὁ | |
30 | παλαιὸς ἡμῶν ἄνθρωπος. Σύμμορφοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Καὶ πάλιν· Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Ὥσπερ οὖν ἐκεῖ οὐκ ἔνι δεύτερον σταυ‐ ρωθῆναι τὸν Χριστόν· τοῦτο γὰρ παραδειγματίσαι | |
35 | αὐτόν ἐστι· εἰ γὰρ θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα· ὁ τοίνυν δεύτερον βαπτιζόμενος, πάλιν αὐτὸν σταυροῖ. Ὥσπερ γὰρ ἀπέθανε Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι· οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. | |
40 | «Γῆ γὰρ πιοῦσα τὸν ἐπὶ αὐτῆς πολλάκις ἐρχόμε‐ νον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει.» Ὑετὸν, τὴν διδασκαλίαν, φησὶν, ὡς καὶ ἑτέρωθι· Ἐντελοῦμαι γὰρ ταῖς νεφέλαις, τὸ μὴ βρέξαι εἰς | |
45 | αὐτὸν ὑετόν. Ἐνταῦθα δηλοῖ, ὅτι ἐδέξαντο, καὶ συν‐ έπιον τὸν λόγον, καὶ οὐδὲ οὕτως ἀπώναντο, μικροψυ‐ χοῦντες ἐν τοῖς πειρασμοῖς. «Εὐλογίας ἀπὸ Θεοῦ.» Ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον τῶν ἁπάντων γί‐ | |
95.953(50) | νεσθαι, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνά‐ μει τῆς γῆς, τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας. «Ἐκφέρουσα δὲ ἀκάνθας.» Ἐπεὶ καὶ πάλιν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο. Ἀλλὰ τί· ἐκ‐ | |
55 | φέρουσα ἀκάνθας· ὡς ἂν εἴποι τις, ἐκβράσσουσα. | 953 |
95.956 | «Καὶ τριβόλους, ἀδόκιμος.» Πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήμα‐ τα, ὡς καὶ ὁ Δαβίδ φησιν· Ἐστράφην εἰς ταλαιπω‐ ρίαν, ἐν τῷ ἐμπαγῆναί μοι ἀκάνθας. Οὐ γὰρ ἁπλῶς | |
5 | ἐπέρχονται, ἀλλ’ ἐμπήγνυνται. Κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, καὶ μὴ πᾶσαν αὐτὴν ἐξέλωμεν, αὐτὸ τὸ μικρὸν ὀδυνᾷ, ὁμοίως καθάπερ ἐπὶ τῆς ἀκάνθης. Καὶ τί λέγω αὐτὸ τὸ μικρόν; καὶ γὰρ μετὰ τοῦ ἐξαι‐ ρεθῆναι ἐπὶ πολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι, | |
10 | καὶ δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλειον αὐτῆς ἐλευθερωθῆναι. Οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μό‐ νον τὴν ἁμαρτίαν, ἀλλὰ καὶ τοῦτον πληγέντα θερα‐ πεῦσαι τόπον. Εἰκότως τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν. Ὅθεν | |
15 | γὰρ αὐτῆς κατάσχῃς, πλήττει καὶ δάκνει. «Καὶ κατάρας ἐγγύς.» Κατάρας εἶπεν ἐγγὺς, οὐ κατάρα. Ὁ δὲ μηδέπω εἰς τὴν ἀρὰν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται. | |
20 | «Ἧς τὸ τέλος εἰς καῦσιν.» Οὐκ εἶπεν, ἥτις καήσεται. Ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· Ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί «Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείσ‐ σονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦ‐ | |
25 | μεν.» Καθαψάμενος αὐτῶν ἱκανῶς, θεραπεύει πάλιν, ὥστε μὴ καταβαλεῖν. Τί γάρ φησιν; Οὐχ ὡς κατ‐ εγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ἀκανθῶν ὑμᾶς πλήρεις, ἀλλὰ δεδοικότες, μὴ τοῦτο | |
30 | γένηται. Ἐπήγαγε γὰρ, Πεπείσμεθα περὶ ὑμῶν τὰ κρείσσονα, καὶ ἐχόμενα σωτηρίας. «Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ | |
35 | διακονοῦντες.» Βαβαὶ, πῶς αὐτῶν ἀνέῤῥωσε τὴν ψυχὴν, τῶν πα‐ λαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ποίαν ἀνάγ‐ κην κατέστησε, τοῦ μὴ προσδοκᾷν ἐπιλανθάνεσθαι τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν, τὸν μὴ | |
40 | πεπληροφορημένον περὶ τῆς ἐλπίδος. «Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐν‐ δείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους.» Τοῦτο θαυμαστόν ἐστι, καὶ τῆς Παύλου συνέσεως, | |
45 | ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν. Τὸ γὰρ εἰπεῖν, ἐπιθυμοῦμεν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερος, τοιοῦτος εἶναι καὶ εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον εὐπαράδεκτον εἰργά‐ ζετο· καὶ οὐκ εἶπεν, Θέλω, ὅπερ ἦν διδασκαλικῆς | |
95.956(50) | αὐθεντίας, ἀλλὰ πατρικῆς φιλοστοργίας τὸ πλέον τοῦ θέλειν, ἐπιθυμοῦμεν. «Ἵνα μὴ νωθροὶ γένησθε.» Καθάπερ, φησὶν, ἡ ἀργία τὸ σῶμα βλάπτει, οὕτω καὶ ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργά‐ | |
55 | ζεται καὶ ἀσθενῆ. | 955 |
95.957 | «Μιμηταὶ δὲ τῶν διὰ πίστεως, καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.» Ἵνα μὴ νομίσωσιν, ὡς οὐδενὸς ἄξιοι λόγου κατα‐ φρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν, | |
5 | ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστιν. «Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων.» Καθαψάμενος αὐτῶν, γενναίως πάλιν εἰς ἐλπίδας | |
10 | φέρει, ὅτι πάντων ἐπιτεύξονται τῶν ἐλπιζομένων. Προστίθησι δὲ τοὺς μισθοὺς, ἵνα μὴ ἀποκάμωσι πρὸς τοὺς καμάτους, καὶ πιστοῦται τοῦτο ἐκ παραδειγμά‐ των. Ἔχων δὲ πολλοὺς εἰπεῖν, Ἀβραὰμ εἰς μέσον ἄγει, διὰ τὸ ἀξίωμα τοῦ προσώπου. | |
15 | «Εἰ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε.» Λεληθότως ἀναμιμνήσκει αὐτοὺς τῶν ὅρκων τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν. Ἀμὴν, ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν | |
20 | αἰῶνα. «Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγε‐ λίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύ‐ ουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βε‐ βαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ | |
25 | Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ κα‐ ταφυγόντες.» | |
30 | Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις δια‐ κόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίαν. Τουτέστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον. Δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν καὶ πί‐ στεως. Ἐὰν γὰρ εἴπῃ, ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, | |
35 | τί καὶ ἐπίστευσας; «Κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγ‐ κυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν.» Ἀπὸ τούτων, φησὶ, τὰ μέλλοντα στοχαζόμεθα. Εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀ‐ | |
40 | κεῖνα. Ὥστε τὰ πρὸς Ἀβραὰμ γινόμενα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. «Καὶ εἰσερχομένην.» Ἐν τῷ κόσμῳ ἔτι ὄντας, δείκνυσιν ἐν τοῖς ἐπηγ‐ γελμένοις διὰ τῆς ἐλπίδος· καὶ οὐκ εἶπεν, ἡμεῖς | |
45 | ἐσμεν ἔνδον, ἀλλὰ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀλη‐ θέστερον ἦν καὶ πιθανώτερον. «Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.» Ἀντὶ τοῦ, εἰς τὸν οὐρανόν. «Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Ἰησοῦς, | |
95.957(50) | κατὰ τὴν τάξιν Μελχισεδέκ.» Εὔκαιρος ἡ τοῦ προδρόμου ὀνομασία, ὡς καὶ ἡμῶν ὀφειλόντων λαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρό‐ μου καὶ τῶν ἑπομένων τὸ μέσον. «Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» | |
55 | Ἰδοὺ καὶ ἑτέρα παράκλησις, εἴ γε ἄνω ὁ ἱερεὺς | |
ἡμῶν, καὶ πολὺ βελτίων τοῦ παρὰ Ἰουδαίοις. | 957 | |
95.960 | ΚΕΦΑΛ. Ζʹ. «Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὁ συναντήσας Ἀβραάμ.» Πολλαχοῦ τὴν σύγκρισιν ποιεῖται τῆς Παλαιᾶς | |
5 | καὶ τῆς Καινῆς. Ὅρα οὖν πάλιν καὶ ἐντεῦθεν δει‐ κνύντα, ὅτι ὁ τύπος τῆς ἱερωσύνης Χριστοῦ, του‐ τέστιν ὁ Μελχισεδὲκ, πολὺ βελτίων ἦν τῶν κατὰ νό‐ μον ἱερέων. Καὶ ὅρα πῶς αὔξει, πρῶτον μὲν ἀπὸ τοῦ ὀνόματος· ὁ γὰρ Μελχισεδὲκ βασιλεὺς δικαιο‐ | |
10 | σύνης ἑρμηνεύεται· ἔπειτα καὶ ἀπὸ τοῦ τρόπου, ὅτι ἀπάτωρ καὶ ἀμήτωρ. Ὁ τοιοῦτος γὰρ ὁ Μελχι‐ σεδὲκ, μὴ γενεαλογούμενος, ἄγνωστος ἡμῖν καὶ τί‐ νος πατρὸς, καὶ οἵας μητρὸς, καὶ πόθεν ἔσχεν τὴν ἀρχὴν, καὶ οἷον ἔχει τὸ τέλος. Οὐδὲν γὰρ περὶ αὐτοῦ | |
15 | γενεαλογεῖ ἡ Γραφὴ, ὥσπερ ἐπὶ τῶν ἄλλων. Εἰ τοί‐ νυν ὁ τύπος τοσοῦτος, πόσῳ μᾶλλον ἡ ἀλήθεια, του‐ τέστιν ὁ Χριστός. Ὅτι δὲ τύπος ἦν αὐτοῦ ὁ Μελχι‐ σεδὲκ, ἔδειξε μὲν καὶ ἡ ὁρκωμοσία ἡ πρὸς αὐτόν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχι‐ | |
20 | σεδέκ. Ἔπειτα ἐκ τοῦ ὀνόματος· τίς γὰρ βασιλεὺς δικαιοσύνης, ἢ ὁ Κύριος ἡμῶν; Αὐτὸς γάρ ἐστι καὶ Βασιλεὺς εἰρήνης· εἰρηνοποίησε γὰρ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Αὐτὸς καὶ ἀπάτωρ, καὶ ἀμήτωρ· ἄνω μὲν ἀμήτωρ, κάτω δὲ | |
25 | ἀπάτωρ. Αὐτὸς καὶ μὴ γενεαλογούμενος· Τὴν δὲ γενεὰν γὰρ αὐτοῦ, φησὶ, τίς ἔγνω; Οὐ γὰρ δυνα‐ τὸν αὐτοῦ τὴν ἄνω γέννησιν ἐξειπεῖν. Αὐτὸς καὶ εἰς τοὺς αἰῶνάς ἐστιν· τουτέστιν, οὐκ ἔχει ζωῆς τέλος. Αὐτὸς καὶ πρὸ παντὸς αἰῶνος· καὶ τοῦτό ἐστιν, οὐδ’ | |
30 | ἀρχὴν ἡμερῶν. «Ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρι‐ σεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι | |
35 | βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλογού‐ μενος.» Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ὡς μετασχόντι τοῦ πολέμου ἔδωκε, Διὰ γὰρ τοῦτο εἶπεν, ὑπήντησεν ὑποστρέφοντι. | |
40 | «Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δε‐ κάτην Ἀβραὰμ ἔδωκεν.» Καὶ πῶς, ἢ τῷ μὴ ἐκφέρεσθαι; Λέγει οὖν, ὅτι, | |
45 | ὥσπερ οὗτος ἀπάτωρ τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος καὶ ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ μὴ γεγράφθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰη‐ σοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. | |
95.960(50) | Ἐκεῖνο μὲν τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γε‐ γράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ εἶναι. Ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν καὶ βασιλεὺς δικαιοσύνης, | |
καὶ βασιλεὺς εἰρήνης· ἐκεῖ δὲ πράγματος ἀλή‐ | 959 | |
95.961 | θεια· οὕτω καὶ ἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια. «Ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.» Ἀκροθίνια, τὰ λάφυρα λέγει. | |
5 | «Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καί‐ περ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Ἀ‐ | |
10 | βραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε.» Τοσαύτη, φησὶν, ἦν τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορας, πολλῷ βελτίους εἶναι τῶν ἄλ‐ λων. Δεκάτην οὖν παρ’ ἐκείνων λαμβάνουσιν. Ὅταν | |
15 | οὖν παρ’ αὐτῶν τούτων δεκάτας λαμβάνωσιν, ἄρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνοι δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ’ ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκε ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. | |
20 | «Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνή‐ σκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ, μαρτυρού‐ μενος ὅτι ζῇ, καὶ, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευΐ. Ὁ δὲ καταλαμβάνων, δεδεκάτωται.» | |
25 | Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, τὸ ἐπαγγελίαν ἔχειν τὸν Ἀβραὰμ, δείκνυσιν ἐκεῖνον ὄντα σεμνότερον. «Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήν‐ τησεν αὐτῷ ὁ Μελχισεδέκ.» | |
30 | Οὐκοῦν, φησὶν, κρείσσων ὁ τύπος τοῦ Κυρίου, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. «Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύ‐ νης ἦν.» Ἐν αὐτῷ ἦν, φησὶν, ὁ Λευΐ, εἰ καὶ οὔπω ἐτέχθη. | |
35 | Ἴδε πόσον τὸ μέσον τοῦ τὸν τύπον ἔχοντος τοῦ Ἀρ‐ χιερέως ἡμῶν, καὶ τῶν κατὰ νόμον. «Ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;» | |
40 | Δείξας ὅτι πολὺ βελτίων, καὶ τοῦ Λευΐ, καὶ τοῦ Ἀβραὰμ, ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ, λέγων· Τίνος ἕνεκεν οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών; Λέγει οὖν, ὅτι εἰ τελείους ἐποίει ὁ νόμος, διὰ τί μετετί‐ | |
45 | θετο; ἡ γὰρ τοῦ ἱερέως μετάθεσις καὶ νόμου μετά‐ θεσις ἦν. «Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα.» | |
95.961(50) | Τουτέστιν, αὐτῇ στοιχεῖ, καὶ δι’ αὐτῆς ἅπαντα πράττει. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι τελεία μὲν ἦν, οὐ | |
προειστήκει δὲ τοῦ λαοῦ. Αὐτῇ γὰρ ἐκέχρητο. | 961 | |
95.964 | «Φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσ‐ έσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε. Καὶ περισσότερον | |
5 | ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα.» Τοῦτο πρὸς τοὺς λέγοντας, Τί ἔδει Καινῆς Δια‐ θήκης; «Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον.» | |
10 | Οὕτω γὰρ, φησὶ, τὴν τοῦ Ἀαρὼν ἐξέβαλεν. «Ἐντολῆς σαρκίνης γέγονε.» Κατὰ πάντα γὰρ νόμος σάρκινος ἦν. Περίτεμε, φησὶ, τὴν σάρκα σου, χρίσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, περίκειρον τὴν σάρκα. | |
15 | «Ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυ‐ ρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Οὐχ ὁ Μελχισεδὲκ, ἀλλ’ ὁ Χριστὸς, ὃς τῇ οἰκείᾳ δυνάμει ζῇ. | |
20 | Τουτέστιν, οὐ προσκαίρου, οὐδὲ πέρας ἔχοντος. «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτε‐ λείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ, καὶ καθ’ ὅσον οὐ χωρὶς | |
25 | ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσε Κύριος, καὶ οὐ με‐ ταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» | |
30 | Ἡ προάγουσα, φησὶν, ἐντολὴ, τουτέστιν ἡ προ‐ δεδομένη ἐντολὴ τῆς Παλαιᾶς Διαθήκης· λέγει δὲ τὸν νόμον· ἀθετεῖται, φησὶν, καὶ ἐκβάλλεται, ἐπειδὴ τελειῶσαι οὐκ ἠδύνατο τὸν ἄνθρωπον. Ἐπεισάγεται δὲ, φησὶν, ἡ κρείσσων ἐλπὶς, ἡ καὶ ἐγγίσαι ἡμᾶς | |
35 | ποιοῦσα τῷ Θεῷ. Λέγει δὲ τὴν Νέαν, δι’ αὐτῆς γὰρ συνήφθημεν τῷ Θεῷ καὶ Πατρί· καὶ ταύτην ἔτι αὔξων, οὐ χωρὶς ὁρκωμοσίας λέγει γεγενῆσθαι. Ἐκείνη δὲ ἡ παλαιὰ χωρὶς ὁρκωμοσίας ἦν. Ὅρα δὲ πῶς καὶ τὰ δύο αὔξει, ὅτι οὐκ ἔχει τέλος ὥσπερ | |
40 | ἡ νομική. Τοῦτο δὲ αὐτῇ σημαίνει ἀπὸ τοῦ Χρι‐ στοῦ. Κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύ‐ του, καὶ τοῦ ὅρκου. «Κατὰ τοσοῦτον καὶ κρείττονος διαθήκης γέγονε ἔγγυος Ἰησοῦς, καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες | |
45 | ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάν‐ τοτε ζῶν.» | |
95.964(50) | Ὅτι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι, οὐκ ἂν τοῦτο ἐποίει, εἰ μὴ ζῶν ἦν. Ὁσάκις δὲ ἱερέα ἢ λειτουργὸν | |
ἀκούεις, αὐτὸ τὸ τῆς κενώσεως ἐννόει τὸ μυστήριον. | 963 | |
95.965 | «Εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ’ ἡμέραν | |
5 | ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ.» Πάλιν καὶ τοῦτο τοῦ κατὰ σάρκα σημαντικὸν ἐποίει. Ὁ ἐγείρων τοὺς νεκροὺς, καὶ ζωοποιῶν οὓς | |
10 | θέλει, οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἐντυγχάνει; Δῆ‐ λον οὖν ὅτι τῆς οἰκονομίας εἰσὶν αὐταὶ αἱ φωναὶ, οὐ διαιρουμένης τῆς θεότητος· ὁ αὐτὸς γάρ ἐστι καὶ Θεὸς, κἂν διὰ τὴν οἰκονομίαν, ἄλλα περὶ αὐτοῦ λέ‐ γεται. | |
15 | «Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» ΚΕΦΑΛ. Ηʹ. | |
20 | «Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις.» Τὸ ὑπὲρ τοῦ λαοῦ προσενεχθῆναι, φησί. «Τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρα‐ νοῖς.» | |
25 | Ἐπειδὴ ἄνω καὶ κάτω λειτουργὸν αὐτὸν εἶπε, τὰ τῆς ἀνθρωπότητος αὐτοῦ δηλῶν, ὅρα πῶς ἀνάγει τὴν διάνοιαν τῶν ἀκροατῶν, τὴν θεότητα κηρύττων αὐτοῦ, διὰ τοῦ λέγειν, Ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρό‐ νου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. | |
30 | «Τῶν ἁγίων λειτουργός.» Τουτέστιν, ὑπὲρ τῶν ἡγιασμένων διὰ τοῦ ὀνόμα‐ τος αὐτοῦ. «Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς.» Σκηνὴν ἀληθινὴν, τὴν Ἐκκλησίαν φησίν. | |
35 | «Ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυ‐ σίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεὺς, ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν | |
40 | νόμον τὰ δῶρα.» Περιεποιήσατο γὰρ αὐτὴν διὰ τοῦ ἰδίου αἵματος. «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων ἐπιτελεῖν τὴν σκηνήν.» | |
45 | Ἡ παλαιὰ, φησὶ, λειτουργία ὑπόδειγμα ἦν ταύτης πνευματικῆς, ἥντινα καὶ ἐπουράνιον καλεῖ. Εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλὰ ὅλη τῶν οὐρανῶν ἐστιν· ἐλάτρευον δὲ ὑποδείγματι, ὡς τὸ πρόβατον προσφέ‐ ροντες εἰς τύπον Χριστοῦ· ὡς τοὺς ἄρτους τῆς προ‐ | |
95.965(50) | θέσεως πάλιν εἰς τύπον τοῦ σώματος αὐτοῦ, καὶ τὰ ἄλλα ὁμοίως. «Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθή‐ | |
55 | κης μεσίτης.» | 965 |
95.968 | Ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν, ἔδειξεν αὐτῷ πάντα. Σκόπει δὲ πόσον τὸ μέσον ταύ‐ της πρὸς ἐκείνην, εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. | |
5 | «Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτη‐ ται.» Ταῖς πνευματικαῖς. Ἐκείνη δὲ ταῖς τῆς γῆς τῶν Χαναναίων. Διὸ καὶ, ἡ μὲν ἐκβέβληται, ἡ δὲ μένει. | |
10 | «Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συν‐ τελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν | |
15 | ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβο‐ μένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ δια‐ θήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, | |
20 | μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νό‐ μους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρ‐ δίας αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαὸν, καὶ οὐ μὴ δι‐ δάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν | |
25 | ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» | |
30 | Τουτέστιν, εἰ ἀμέμπτους ἐποίει. «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον, καὶ γεγερασμένον, ἐγγὺς ἀφα‐ νισμοῦ.» Δείκνυσι τὸ διάφορον καὶ ἀπ’ αὐτῆς τῆς σκηνῆς· | |
35 | Πῶς; ἡ μὲν πρώτη ἅγια· ἡ δὲ δευτέρα, Ἅγια ἁγίων. ΚΕΦΑΛ. Θʹ. «Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρό‐ | |
40 | θεσις τῶν ἄρτων, ἥ τις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη, Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβω‐ τὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυ‐ σίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ | |
45 | ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης.» Δικαιώματα δὲ, σύμβολά φησιν. Κοσμικὸν λέγει, ἐπειδὴ πᾶσιν ἐφεῖτο ἐπιβαίνειν, καὶ φανερὸς ἦν τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱε‐ | |
95.968(50) | ρεῖς εἱστήκεισαν, ἔνθα Ἰουδαῖοι, ἔνθα προσήλυτοι, ἔνθα Ἕλληνες καὶ Ναζωραῖοι. Ἐπειδὴ πᾶσι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ. Οὐ γὰρ δὴ Ἰουδαῖοι ὁ κόσμος ἦν. | |
Σκηνὴν καλεῖ, παρὰ τὸ σκηνοῦν ἐκεῖ. | 967 | |
95.969 | «Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιά‐ ζοντα τὸ ἱλαστήριον.» Ἀντὶ τοῦ, τὰ ἔνδοξα. «Περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τού‐ | |
5 | των δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν» Ὡς μακροῦ δεόμενα λόγου «Ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χω‐ | |
10 | ρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ Πνεύματος ἁγίου, μήπω» Ἵνα μὴ λέγωσιν, ὅτι Πῶς μία θυσία τετελείωκεν εἰς τὸ διηνεκές; δείκνυσιν αὐτὴν ἄνωθεν ἀπὸ τοῦ | |
15 | ἀρχιερέως προτετυπωμένην. Εἴ γε ἁγιωτέρα καὶ φρικτὴ, μία ἦν, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσ‐ έφερε; «Πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ» | |
20 | Ἀπεκρύπτετο ἐνταῦθα, φησὶν, ἡ προτέρα, ἐπειδὴ οὕτως ἐνειστήκει αὐτῆς ὁ καιρός. Ἦν δὲ οὗτος, ὁ τῆς ἐπιδημίας τοῦ Χριστοῦ, δι’ οὗ καὶ ἐφα‐ νερώθη. «Εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ὃν δῶρά τε | |
25 | καὶ θυσίαι προσφέρονται, μὴ δυνάμενα κατὰ συν‐ είδησιν τελειῶσαι τὸν λατρεύοντα.» Τουτέστιν, ὁ τύπος γέγονε, καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. | |
30 | Αἱ γὰρ θυσίαι, οὐ τὸν ἀπὸ ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ’ ἔτι περὶ σῶμα ἦσαν, κατὰ νόμον σαρκικῆς ἐν‐ τολῆς. Οὐ γὰρ δὴ μοιχείαν, καὶ φθόνον οὐδὲ ἱερο‐ συλίαν ἀφιέναι ἠδύναντο. «Μόνον ἐπὶ βρώμασι, καὶ πόμασι, καὶ διαφόροις | |
35 | βαπτισμοῖς.» Δοκοῦντα, φησὶν, καθαίρειν τὴν σάρκα. «Καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώ‐ σεως ἐπικείμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχ‐ ιερεὺς τῶν μελλόντων ἀγαθῶν,» | |
40 | Καιρὸν διορθώσεως, τὸν τῆς παρουσίας καλεῖ τοῦ Χριστοῦ. Λέγει οὖν ὅτι ὠφέλιμα ἦν πρὸ τοῦ καιροῦ τῆς διορθώσεως, μετὰ δὲ ταῦτα ἀνωφελῆ. «Διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ | |
45 | δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύ‐ τρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τρά‐ γων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοι‐ νωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, | |
95.969(50) | πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύμα‐ τος ἁγίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, | |
καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων,» | 969 | |
95.972 | Τὴν σάρκα λέγει ἐνταῦθα, ἢ τὴν Ἐκκλησίαν. «Εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;» Ἐνταῦθα ἐμφαίνει, ὅτι νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ζῶντι καὶ ἀληθινῷ. | |
5 | «Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λά‐ βωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθε‐ | |
10 | μένου. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδ’ ἡ πρώτη χω‐ ρὶς αἵματος» Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, ἀπὸ τοῦ τετελευτηκέναι τὸν Κύριον, μάλιστα ἀπι‐ | |
15 | στεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. Ὁ τοίνυν Ἀπόστολός φησι· Διὰ τοῦτο μὲν οὖν χρὴ θαῤῥεῖν, ὅτι οὐ ζώντων τῶν διατιθεμένων, ἀλλ’ ἀποθνησκόντων τότε βέβαιαί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν λαμβάνουσιν. Ὁ δὲ νοῦς οὗτος· Ἐπηγγείλατο, φησὶν, ὁ Θεός· εἶτα ἁμαρ‐ | |
20 | τάνοντες οἱ ἄνθρωποι, οὐ μόνον ἦσαν ἀνάξιοι τὴν ἐπαγγελίαν ἀναλαβεῖν, ἀλλὰ καὶ θανάτῳ γεγόνασιν ἔνοχοι. Διὰ τοῦτο ὁ Χριστὸς ἐλθὼν ἀνεδέξατο τὰς ἁμαρτίας, καὶ ἀπέθανεν, ἵνα καθαρισθέντες, ἄξιοι γένωνται τὰς ἐπαγγελίας λαβεῖν. | |
25 | «Ἐγκεκαίνισται. Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου,» Τουτέστι, βεβαία γέγονε, καὶ ἐκυρώθη. | |
30 | «Καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν λαὸν ἐῤῥάντισε, λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε.» | |
35 | Σύμβολον τοῦ πνεύματος. Θερμὴ γὰρ ἡ ὕσσωπος· ἔστι γὰρ καὶ τὸ ὕδωρ σημαῖνον τὴν διὰ τοῦ βαπτί‐ σματος κάθαρσιν· καὶ τὸ ἔριον δὲ, ὥστε κατέχεσθαι τὸ αἷμα. «Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ | |
40 | τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.» Ἐπειδὴ ἐκείνου οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ’ ἡμιτελὴς, εἶπε τὸ, σχεδόν. «Ἀνάγκη οὖν, τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς | |
45 | οὐρανοῖς, τούτοις καθαρίζεσθαι.» Οὗτοι, φησὶν, οἱ καθαροὶ, οἱ κατὰ νόμον τελειού‐ μενοι, ἀτελεῖς ἦσαν, ἐπειδὴ καὶ τύπος ἦσαν ἐκεῖνοι τῶν μελλόντων. «Αὐτὰ δὲ τὰ ἐπουράνια,» | |
95.972(50) | Τὴν Ἐκκλησίαν λέγει. «Κρείττοσι θυσίαις παρὰ ταύτας.» Τότε μὲν προβάτου αἵματι ἐχρίοντο, νῦν δὲ, αὐτοῦ τοῦ Χριστοῦ. «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χρι‐ | |
55 | στὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν | |
οὐρανόν· νῦν ἐμφανισθῆναι» | 971 | |
95.973 | Τοῦτο, φησὶν, ὥσπερ δὴ μέγα ἐφρόνουν οἱ Ἰου‐ δαῖοι ἐπὶ τῇ τοῦ ναοῦ κατασκευῇ, ὡς μηδενὶ τόπου ὄντος τοιούτου. Πάλιν οὖν σύγκρισις, καὶ τὸ διάφορον πολὺ, ὅσῳ αὐτὸς ὁ οὐρανὸς τοῦ ναοῦ. | |
5 | «Τῷ προσώπῳ Θεοῦ ὑπὲρ ἡμῶν.» Εἰπὼν τὸ, ἐμφανισθῆναι, καὶ δείξας τὴν οἰκονο‐ μίαν, καὶ τὴν αἰτίαν ἐπάγει, ὅτι τοῦτο πεποίηκεν ὑπὲρ ἡμῶν, ἐπεὶ, καθὸ Θεὸς Λόγος, πάντοτε σύν‐ εστι τῷ Πατρί. Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, | |
10 | καὶ ὁ Πατὴρ ἐν ἐμοί. «Οὐδὲ πολλάκις προσφέρει ἑαυτὸν, ὥσπερ ὁ ἀρχ‐ ιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵ‐ ματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ τῆς καταβολῆς τοῦ κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συν‐ | |
15 | τελείᾳ τῶν αἰώνων.» Εἰ παρὰ τὴν ἀρχὴν, φησὶ, τοῦτο ἐγένετο, εἶτα οὐ‐ δεὶς ἐπίστευσεν, ἔμενεν ἐν ἀπωλείᾳ τὸ γένος. Οὐ γὰρ ἦν δυνατὸν δεύτερον ἀποθανεῖν Χριστὸν, ἵνα πάλιν σωθῇ. Ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, | |
20 | εἰκότως τότε ἀνεφάνη. «Εἰς ἀθέτησιν ἁμαρτίας,» Τί ἐστιν ἀθέτησις; ἀντὶ τοῦ, καταφρόνησις. Οὐκέτι παῤῥησίαν ἔχει ἡ ἁμαρτία. Ἠθέτηται γὰρ ἡ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ | |
25 | ἀπολαβοῦσα δέ. Τουτέστι, βίαν ἔπαθεν· ὅτε προσ‐ εδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη. «Διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.» Ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν. «Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ | |
30 | ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρ‐ τίας,» Καὶ τὴν αἰτίαν λέγει, διὰ τί ἅπαξ ἀπέθανεν· ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο. Ἀπέκειτο γὰρ, | |
35 | φησὶν, τοῖς ἀνθρώποις ἀποθανεῖν. Τοῦτο οὖν τὸ ἅπαξ ἀπέθανεν ὑπὲρ ἁπάντων, ἅπαξ προσενεχθείς· καὶ ὑπὸ τίνος ἢ ὑφ’ ἑαυτοῦ δηλονότι; Ἐγὼ γὰρ, φησὶν, ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν. «Ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς | |
40 | αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.» ΚΕΦΑΛ. Ιʹ. «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν,» Ἐν τῇ πρώτῃ, φησὶν, ὤφθη, εἰς τὸ ἆραι τὰς ἁμαρτίας ἡμῶν· ἐν δὲ τῇ δευτέρᾳ οὐκέτι οὕτω φα‐ | |
45 | νεῖται, ἀλλὰ σώσων τοὺς εἰς αὐτὸν πιστεύσαντας. «Οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ δι‐ ηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τε‐ λειῶσαι. Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, | |
95.973(50) | διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ’ ἐν αὐτοῖς | |
ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν. Ἀδύνατον γὰρ | 973 | |
95.976 | αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει. Θυσίαν καὶ προσ‐ φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλο‐ καυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε | |
5 | εἶπον, Ἰδοὺ ἐγώ. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου.» Τουτέστιν οὐκ αὐτὴν τὴν ἀλήθειαν. Λέγει δὲ τὰς θυσίας τῆς ἀφέσεως. «Ἀνώτερον λέγων, ὅτι Θυσίαν, καὶ προσφορὰν, | |
10 | καὶ ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλη‐ σας, οὐδὲ εὐδόκησας· αἵτινες κατὰ τὸν νόμον προσ‐ φέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω.» Δείκνυσιν ἐκ Μαρτυρίας Παλαιᾶς, ὅτι ἀφ’ οὗ ἡ ἐπιδημία Χριστοῦ, πέπαυται τὰ τῶν θυσιῶν, εἰ καὶ | |
15 | δοκοῦσιν ἔτι προσφέρεσθαι. Ἀνεβάλλετο γὰρ πρὸς ὀλίγον, εἶτα ἐπήγαγεν αὐτῶν τὸ τέλος. «Τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος | |
20 | Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστη‐ κεν καθ’ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολ‐ λάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν | |
25 | δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ» Τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι «Ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. | |
30 | Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ καὶ προειρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσο‐ μαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, Διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν | |
35 | ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσ‐ φορὰ περὶ ἁμαρτίας.» Ἐχθροὺς αὐτοῦ Ἰουδαίους λέγει, καὶ δαίμονας, καὶ πάντας τοὺς ἀντιπίπτοντας τῷ κηρύγματι. | |
40 | «Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν,» Ὥσπερ γὰρ αἰσχύνην, φησὶ, ποιεῖ τὰ ἁμαρτή‐ ματα, οὕτω παῤῥησίαν, τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. | |
45 | «Εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισε ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ· καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ.» Τὸν οὐρανόν φησι. | |
95.976(50) | «Προσερχώμεθα μετ’ ἀληθινῆς καρδίας ἐν πλη‐ ροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ κατα‐ | |
55 | νοῶμεν ἀλλήλους» | 975 |
95.977 | Δείκνυσιν, ὡς καὶ πίστει ὀρθῇ προσεῖναι δεῖ καὶ ἔργα λαμπρά. Τουτέστι γὰρ τὸ, καὶ λελουμένοι τὸ σῶμα ὕδατι. Τῷ καθαροὺς ποιοῦντι, ἢ τῷ μὴ ἔχοντι αἷμα. | |
5 | «Εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων.» Εἰς τὸ μᾶλλον ἀγαπᾷν, καὶ ἀγαπᾶσθαι. «Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Ἑκου‐ | |
10 | σίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπο‐ λείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν | |
15 | ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δο‐ κεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας,» Οἶδε γὰρ ἀπὸ τῆς συνηθείας, καὶ τῆς ἐπισυναγω‐ γῆς, πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γὰρ, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ | |
20 | εἰμι ἐν μέσῳ αὐτῶν. «Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθητε, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας, Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει | |
25 | Κύριος. Καὶ πάλιν, Κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Ὅταν γὰρ αὐτοῦ μετασχὼν ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, πῶς οὐ κατεπάτησεν αὐτὸν, καταφρονήσας αὐτοῦ; | |
30 | «Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθη‐ μάτων· τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατρι‐ ζόμενοι· τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφο‐ μένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συν‐ | |
35 | επαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν» Ἐπειδὴ διαλυθέντες ἦσαν ἀπὸ τῶν θλίψεων, ὅρα πῶς αὐτοὺς παραμυθεῖται. Πρῶτον μὲν ἀπὸ τῶν αὐτῶν· Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον | |
40 | ἡμέρας. Ἔπειτα ἀπὸ τῆς Γραφῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ἔπειτα ἀπὸ λογι‐ σμῶν, εἰπὼν, ὅτι Ἔστι πίστις ἐλπιζομένων ὑπό‐ στασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Καὶ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν | |
45 | ἐκείνων καὶ θαυμαστῶν. Εἰκότως δὲ πρῶτον μνη‐ μονεύει τοῦ Ἄβελ, πρότερον ὑπὲρ εὐσεβείας ἀπο‐ θανόντος· δεύτερον Ἐνὼχ δι’ εὐσέβειαν μετατεθέν‐ τος, δεικνὺς ἐσομένας πάντως τὰς ἀμοιβάς· τρίτον | |
Νῶε, κολαζομένους δεικνὺς τοὺς μὴ πιστεύοντας. | 977 | |
95.980 | Ὁρᾷς, ὅτι περὶ αὐτοῦ φησι, καὶ τῶν ἄλλων δε‐ δεμένων οὕτως. Οὐχ ἡγήσασθε δεσμὰ εἶναι, ἀλλ’ ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ἡμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ | |
5 | καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. «Μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένου‐ σαν. Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε | |
10 | χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομί‐ σησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς | |
15 | εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.» Ὁ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα. ΚΕΦΑΛ. ΙΑʹ. | |
20 | «Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πρα‐ γμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ‐ φαινομένων τὰ βλεπόμενα γεγονέναι. Πίστει πλείονα | |
25 | θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανών» Ἂν γὰρ μή τις τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηται, πίστις εἶναι οὐ δύ‐ | |
30 | ναται. «Ἔτι λαλεῖ· Πίστει Ἐνὼχ μετετέθειτο τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Πρὸς γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύ‐ ρηται εὐηρεστηκέναι τῷ Θεῷ, χωρὶς δὲ πίστεως | |
35 | ἀδύνατον εὐαρεστῆσαι. Πιστεῦσαι γὰρ δεῖ τὸν προσ‐ ερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν ἀποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατ‐ εσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ.» | |
40 | Ὥσπερ οὐρανὸς φαινόμενος μόνον λαλεῖ, οὕτω Ἄβελ μνημονευόμενος. «Δι’ ἧς κατέκρινε τὸν κόσμον.» Ἔδειξε γὰρ αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἐσωφρονί‐ | |
45 | ζοντο.» «Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κλη‐ ρονόμος.» Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι Θεῷ. | |
95.980(50) | «Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελ‐ θεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρο‐ νομίαν, καὶ ἐξῆλθε, μὴ ἐπιστάμενος ποῦ ἔρχεται. | |
Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας, ὡς ἀλ‐ | 979 | |
95.981 | λοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐ‐ τῆς. Ἐξεδέχετο γὰρ» Ἐπειδὴ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πε‐ | |
5 | πιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδέπω οὐδεὶς ἐκομίσατο. «Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν.» Τουτέστιν, τὴν ἀσάλευτον. «Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» | |
10 | Αὐτὸς γὰρ ἐλθὼν, ἐκείνην αὐτοῖς ἐχαρίσατο. Εἰ μὴ γὰρ κατῆλθεν Ἰησοῦς, καὶ ἀνῆλθεν εἰς τὸν οὐ‐ ρανὸν, πρόδρομος ἡμῶν γενόμενος, οὐκ ἂν ἡμεῖς ἐκείνων ἠξιώθημεν τῶν μονῶν. «Πίστει γὰρ Σάῤῥα καὶ αὐτὴ δύναμιν» | |
15 | Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φαίνονται. Ὅλος γὰρ αὐτῶν ὁ λόγος εἰς τοῦτο οἰκονομεῖται, εἰς τὸ ἀποκεκμηκότας αὐτοὺς ἀνακτήσασθαι. «Εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ | |
20 | καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.» Τουτέστιν, εἰς τὸ κατασχεῖν τὸ σπέρμα. «Διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενε‐ κρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, | |
25 | καὶ ὡς ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος.» Τοῦτο οὐκ ἔστι, φησὶν, μόνον τὸ θαυμαστὸν, ὅτι ἔσχεν δύναμιν εἰς καταβολὴν σπέρματος, ἀλλ’ ὅτι τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ εὔφοροι γαστέ‐ | |
30 | ρες. Ὡς τὰ ἄστρα γὰρ, φησὶ, τοῦ οὐρανοῦ, ἐξ ἑνὸς δὲ σπέρματος, λέγει. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας.» Οἱ περὶ τὸν Ἀβραὰμ, φησίν. | |
35 | «Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμε‐ νοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανί‐ ζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσιν. Καὶ εἰ μὲν ἐκεί‐ νης ἐμνημόνευον, ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν | |
40 | ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Τῷ πνεύματι δηλονότι. | |
45 | «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πει‐ ραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπ‐ αγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Πεῖραν τῆς εὐσεβείας ἐπιδεικνύς. Πειράζει γὰρ, | |
95.981(50) | οὐχ ὡς ἀγνοῶν Θεὸς, ἀλλ’ ὅτι οἱ ἅγιοι πεῖραν καὶ ἀπόδειξιν τῆς εὐσεβείας παρασχόμενοι, θαυμαστοὶ παρὰ πᾶσι γένωνται. «Λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνα‐ τὸς ὁ Θεός.» | |
55 | Ἔλεγε, φησὶν, ὅτι ὁ ἐκ μήτρας καὶ γεγηρακυίας, καὶ ἀχρήστου γεγενημένης, υἱὸν γενέσθαι παρεσχη‐ κὼς, καὶ σφαγέντα ἀναστῆσαι δυνήσεται. | |
«Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.» | 981 | |
95.984 | Τουτέστιν ἐν ὑποδείγματι. Τύπος γὰρ γέγονε Χρι‐ στοῦ· καὶ τοῦτο ἦν σύμβολον, τοῦτον Πατέρα τὸν Μονογενῆ προσάγειν. «Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν | |
5 | Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν. Πόθεν, φησὶν, ἐπηγγείλατο τοῖς υἱοῖς τοσαῦτα ἀγα‐ θὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ; «Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐ‐ | |
10 | τοῦ. Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε.» Ἐνταῦθα, φησὶν, οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτὸς ἐπ‐ έδειξεν. Ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀν‐ | |
15 | ίστασθαι βασιλεὺς ἕτερος, διὸ, φησὶ, καὶ προσεκύνη‐ σεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἤδη γὰρ, φη‐ σὶν, προσεκυνεῖτο τῷ Ἰωσὴφ, τὴν τοῦ παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν, τὴν ἐσομένην αὐτῷ διὰ τοῦ Ἐφραίμ· καὶ τοῦτο ἐξέβη διὰ τῶν φυλῶν ὕστε‐ | |
20 | ρον. Τουτέστι καὶ γέρων ὢν ἤδη. «Καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Πίστει Μωϋσῆς γεννηθεὶς,» Ἵνα πιστεύσῃ ὁ λαὸς, ὅτι πάντως ἔσται αὐτῷ λύ‐ | |
25 | τρωσις. Οὐκ ἂν γὰρ περὶ τῆς μεταθέσεως τῶν ὀστῶν ἐμνημόνευσεν, εἰ μὴ ἀκριβῶς ἑώρα ἐσομένην αὐ‐ τήν. «Ἐκρύβη τρίμηνον ἀπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν | |
30 | τὸ διάταγμα τοῦ βασιλέως. Πίστει Μωϋσῆς μέγας γενόμενος,» Ἐπειδὴ τῶν ἁγίων ἐκείνων ἐλάττους φανῆναι οὐ‐ δὲν ἦν δεινὸν, τούτου χάριν, καὶ εὐτελεῖς, καὶ ἀσή‐ μους ἄνδρας τίθησιν. | |
35 | «Ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ μᾶλ‐ λον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ,» Τοῦτό φησι, διδάσκων αὐτοὺς καταφρονεῖν πάν‐ των, καὶ μὴ ἀδημονεῖν ἐπὶ τῇ τῶν ὑπαρχόντων ἁρ‐ παγῇ, ὅπου γε ὁ Μωϋσῆς διὰ πίστιν τοὺς βασιλικοὺς | |
40 | ἐξέλιπε θησαυρούς. Οὐχ ἁπλῶς ἀφῆκεν, φησὶν, ἀλλ’ ἠρνήσατο, τουτ‐ έστιν ἐμίσησε, καὶ ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειμένου, περισσὸν ἦν τὰ βασίλεια θαυμάζειν Αἰγύπτου. | |
45 | «Ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυ‐ ρῶν» Ἁμαρτίαν εἶπε, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγ‐ κακωθῆναι. | |
95.984(50) | «Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως.» Τουτέστιν, Τὸ ὀνειδίζεσθαι τοιαῦτα, οἷα ὑμεῖς διὰ τὸν Χριστόν· ἢ ὅτι οἱ Αἰγύπτιοι ὠνείδισαν τὸν Θεὸν, | |
55 | ἀδικοῦντες, καὶ καταπονοῦντες τοὺς ἐξ Ἰσραὴλ, ὡς μὴ δυνάμενον σώζειν. | |
«Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.» | 983 | |
95.985 | Τὸν Θεὸν ἔχων, φησὶ, διὰ παντὸς ἐν τῇ καρδίᾳ, ταῦτα ὑπέμεινε. «Πίστει πεποίηκε τὸ Πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλεθρεύων τὰ πρωτότοκα θίγῃ | |
5 | αὐτῶν.» Τὸν περὶ τῶν μυστηρίων ἐμβάλλει λόγον. Λέγει δὲ, ὅτι πιστεύσας τὸν ὀλεθρευτὴν δυσωπεῖν, καὶ σώζειν τὸ γένος, τὸ ἀρνίον ἔσφαξεν. «Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ | |
10 | ξηρᾶς.» Πάλιν εἰς λαὸν ὁλόκληρον ἐξάγει τὴν μίμησιν. Ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. «Ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθη‐ | |
15 | σαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.» Ἔδειξε, φησὶν, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, εἰ καὶ κατὰ βούλησιν Θεοῦ, στε‐ ρεώτερον τείχους ἐγένετο. | |
20 | «Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπόλωλε τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρή‐ νης. Καὶ τί ἔτι λέγω, ἐπιλείψει γάρ με διηγούμενον χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, Δαβίδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προ‐ | |
25 | φητῶν,» Οὐκοῦν αἰσχρὸν, φησὶν, εἰ καὶ πόρνης ἀπιστότεροι φαίνεσθε. «Οἱ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.» Οἱ περὶ τὸν Γεδεών. | |
30 | Τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνει· καὶ τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. «Εἰργάσαντο δικαιοσύνην.» Αὐτοὶ οὗτοι πάλιν· ἢ καὶ τὸν Δαβίδ φησιν. | |
35 | «Ἐπέτυχον ἐπαγγελιῶν.» Διὰ τὴν εἰς τοὺς ἐγγόνους ἐκβᾶσαν εὐλογίαν· ἢ ἐπὶ τοῦ Δαβὶδ, διὰ τὴν τοῦ Σαλομῶντος βασιλείαν. «Ἔφραξαν στόματα λεόντων.» Ὡς Δανιήλ. | |
40 | «Ἔσβεσαν δύναμιν πυρός.» Ὡς οἱ τρεῖς παῖδες. «Ἔφυγον στόματα μαχαίρας. Ὡς οἱ Ἰσραηλῖται. «Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν | |
45 | ἰσχυροὶ ἐν πολέμῳ.» Ὁ κατὰ τὴν ἐπάνοδον λέγει τὴν ἐκ Βαβυλῶνος. Τίς γὰρ ἤλπισεν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανήκειν αὐτούς; καὶ οὐκ ἐπανήκειν μόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενέσθαι, καὶ κλῖναι παρεμβολὰς ἀλλοτρίων; | |
95.985(50) | «Παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.» Σαμψώμ. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν.» Τὰ κατὰ προφήτας ἐνταῦθα λέγει, τὸν Ἠλίαν, τὸν | |
55 | Ἐλισσαῖον. Νεκροὺς γὰρ ἀνέστησαν. | 985 |
95.988 | «Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς. Ἐλιθάσθησαν.» | |
5 | Στέφανος. «Ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Τοὺς ἀποθανόντας προφήτας, φησὶν, ὡς τὸν Ἡσαΐαν, ὅτι ἐν ξυλίνῳ ἐπρίσθη πρίονι. | |
10 | «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι.» Ἠλίας. «Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἐν ἐρημίαις πλανώ‐ μενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς | |
15 | γῆς· καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πί‐ στεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.» ΚΕΦΑΛ. ΙΒʹ. | |
20 | «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικεί‐ μενον ἡμῖν νέφος» Τοὺς περὶ Ἠλίαν φησί. Τί τοίνυν ἤμελλον ἐνταῦθα ἀπολαμβάνειν; Κόσμον γε μὴν ἐν τούτοις, τοὺς ἐν κόσμῳ νοεῖ‐ | |
25 | σθαι πρέπει. «Μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα,» Μάρτυρας, οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι. | |
30 | «Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν, καὶ τελειωτὴν Ἰη‐ σοῦν.» Τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἢ τὴν εὐκόλως | |
35 | περίστασιν δυναμένην παθεῖν. Μᾶλλον δὲ τοῦτο. Ῥᾴδιον γὰρ ἐὰν θελήσωμεν, περιγενέσθαι τῆς ἁμαρ‐ τίας. «Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ | |
40 | θρόνου τοῦ Θεοῦ κεκάθικεν.» Τουτέστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἠβού‐ λετο. Ὁ δὲ ἀντὶ τούτου σταυρὸν ὑπέμεινε, μηδε‐ μίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι. Ἐσταυρώθη γὰρ ἡμῶν ἕνεκεν. | |
45 | «Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀντ‐ αγωνιζόμενοι· καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥ‐ | |
95.988(50) | τις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμε‐ νος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν | |
55 | υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παι‐ δείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, | |
καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέ‐ | 987 | |
95.989 | ρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα» Εἰ τὰ τῶν πλησίων πάθη οὐ διανίστησιν ἡμᾶς, φησὶν, ἀλλ’ οὖν τὰ τοῦ Δεσπότου εἰς τοῦτο διεγείρει, | |
5 | εἰς τὸ ἀθλεῖν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. «Τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία πρὸς τὸ παρὸν | |
10 | οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρ‐ πὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς» Ἢ τῶν χαρισμάτων φησὶν, ἢ τῶν εὐχῶν, ἢ τῶν δυνάμεων. «Γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ τὰς | |
15 | παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἐπανορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλ‐ λον. Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγια‐ σμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπι‐ | |
20 | σκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ.» Ἀντὶ τοῦ, τοῖς ἀνασχομένοις ἐπὶ πολὺ, καὶ καρ‐ τερήσασι· καὶ εὐφήμῳ ὀνόματι κέχρηται. Ἄρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν | |
25 | ἐργαζομένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσιν, ἄμαχον ἐν τοῖς πολέμοις. «Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί.» Κἂν ᾖ τις ῥίζα τοιαύτη γέγονε, φησὶ, μηδεμίαν | |
30 | βλάστην ἄφες ἀναβῆναι, ἀλλ’ ἔκκοψον, ἵνα μὴ φέρῃ καρπούς. «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.» Εἰς τοῦτο στίξαι δεῖ, ἵνα ᾖ τελεία διάνοια, | |
35 | καὶ τὸ ἐπιφερόμενον, ἢ βέβηλος, ὡς Ἡσαῦ. Βέ‐ βηλος δὲ, γαστρίμαργος καὶ ἀκρατής. «Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονο‐ μῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη. Μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας | |
40 | αὐτήν.» Δι’ ὑπερβατοῦ ἐνταῦθα ὁ νοῦς. Τῷ τοίνυν θέλων κληρονομῆσαι τὴν ἐπαγγελίαν, σύναψον τὸ, μετὰ δακρύων αὐτὴν ἐκζητήσας, ἵνα ᾖ διάνοια ἡ αὕτη. Βουληθεὶς κληρονομῆσαι καὶ αὐτὸς ἐπαγγελίαν, | |
45 | φησὶ, καὶ μετὰ δακρύων αὐτὴν ταύτην ἐπαγγελίαν | 989 |
95.992 | ἐκζητήσας, ἀπεδοκιμάσθη, ὅτι μετανοίας οὐχ ηὗρε τόπον. Οὐ γὰρ μετενόησε, φησί. Πῶς γὰρ, ὃς ἔλε‐ γεν, Ἐγγίσουσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελ‐ | |
5 | φόν μου; «Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ.» Ἐν πολλοῖς ἤδη συγκρίνας τὴν Νέαν τῇ Παλαιᾷ, | |
10 | καὶ δείξας ταύτην ἐκείνης πολὺ κρείττονα, πάλιν καὶ ἐνταῦθα κατ’ ἐπιδρομὴν συγκρίνει, ἀντὶ Μωϋ‐ σέως τιθεὶς Ἰησοῦν, καὶ ἀντὶ λαοῦ μυριάδας ἀγγέ‐ λων, καὶ ἀντὶ ὄρους τὸν οὐρανόν. «Καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῆς ῥημάτων, ἧς | |
15 | οἱ ἀκούσαντες παρῃτήσαντο, μὴ προστεθῆναι αὐτοῖς λόγον. Οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θη‐ ρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Καὶ οὕτω φο‐ βερὸν ἦν τὸ φανταζόμενον· Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, | |
20 | καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτο‐ τόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, | |
25 | κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Βλέπετε μὴ παρ‐ αιτήσησθε τὸν λαλοῦντα.» Ἅτε ὡς ἐπὶ βασιλέως τινὸς παρόντος. Τίνων δὲ, φησὶ, πρωτοτόκων, ἀλλ’ ἢ τῶν πι‐ στῶν; | |
30 | «Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ τῆς γῆς παρ‐ αιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι.» Μωϋσέα λέγει· ὁ δὲ νοῦς οὗτος· Εἰ τὸν τὰ ἐπίγεια ἐπαγγελλόμενον παραιτησάμενοι οὐκ ἐξέφυγον (λέγει | |
35 | δὲ τὸν Μωϋσέα, ὅτι τυπικὰ πάντα ἦν ἐκεῖνα, οἷον ἀγροὶ καὶ κτήματα, καὶ γῆ Χαναναίων), πόσῳ μᾶλ‐ λον οἱ τὸν τὰ οὐράνια ἐπαγγελλόμενον παραιτησά‐ μενοι, κολασθήσονται! «Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγ‐ | |
40 | γελται, λέγων· Ἔτι ἅπαξ, ἐγὼ σείω,» Τουτέστιν καὶ ἡ κατὰ τὸ ὄρος Σινᾶ νομοθεσία ἐξ‐ άκουστος γέγονε, καὶ ἡ λύτρωσις, ἡ ἐξ Αἰγύπτου. Ὁ Θεὸς γὰρ, φησὶν, ἐκ τοῦ ἐκπορεύεσθαί σε ἐν‐ ώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρη‐ | |
45 | μον, γῆ ἐσείσθη. Τουτέστιν, ἡ εἰς ἅπασαν ἥκουσα τὴν ὑπ’ οὐρανόν. «Οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν· τὸ δὲ, ἅπαξ, δηλοῖ,» Τοῦτο λέγει, ὅτι ἡ τῆς καινῆς διαθήκης παρά‐ | |
95.992(50) | δοσις εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ γῆς, καὶ ὅτι ἐγνωρίσθη διὰ τῆς Ἐκκλησίας ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία | |
τοῦ Θεοῦ. | 991 | |
95.993 | «Τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιη‐ μένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα· διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες,» Τοῦτό φησιν, ὅτι μετατέθεικεν τὸν νόμον εἰς πολι‐ | |
5 | τείαν πνευματικήν. «Ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.» ΚΕΦΑΛ. ΙΓʹ. | |
10 | «Ἡ φιλαδελφία μενέτω.» Εὐχαρίστως, φησὶ, λατρεύωμεν, μὴ μετὰ γογγυ‐ σμῶν, μηδὲ ἀποκακοῦντες ἐν ταῖς θλίψεσιν. «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύ‐ της γὰρ» | |
15 | Οὐκ εἶπε, ξενοδοχίας, ἀλλὰ φιλοξενίας· τουτ‐ έστιν, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. «Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνή‐ σκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακου‐ | |
20 | χουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Διὰ γὰρ τοῦτο ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται μέ‐ γας, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας ἐξένισεν. Ἐπειδὴ εἰ ᾔδει, οὐδὲν θαυμαστόν. Ἀποτείνεται δὲ καὶ εἰς τὸν Λώτ. | |
25 | Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθὸς, | |
30 | καὶ οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλη‐ σαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Γενέσθω, φησὶ, τίμιος, καὶ μὴ μολυνέσθω τῇ πρὸς ἑτέραν κοινωνίᾳ. | |
35 | «Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς, καὶ σή‐ μερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικί‐ λαις καὶ ξέναις μὴ παραφέρεσθε. Καλὸν γὰρ» Θεωροῦντες αὐτῶν τὸν βίον, καὶ τὴν πολιτείαν, | |
40 | φησὶ, μιμεῖσθε τὴν πίστιν. Τί ἐστι ἀναθεωροῦντες; συνεχῶς στρέφοντες ἐν ἑαυτοῖς, ἐξετάζοντες, λογι‐ ζόμενοι ἀναζητοῦντες, ἀκριβῶς βασανίζοντες, ὅτι τέλος χρηστὸν αὐτῶν ἔχει ἡ ἀναστροφή. «Χάριτι βεβαιοῦσθαι τὴν καρδίαν,» | |
45 | Ἀντὶ τοῦ πίστει. «Οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περι‐ πατήσαντες. Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέ‐ ρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ | |
95.993(50) | τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν,» Ἠρέμα αἰνίττεται τοὺς τὴν παραίτησιν τῶν βρω‐ μάτων εἰσάγοντας. | |
55 | «Ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς | |
αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ | 993 | |
95.996 | φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι’ αὐτοῦ οὖν ἀναφέ‐ ρομεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τουτέστι καρπὸν» | |
5 | Τουτέστι, τὰ αὐτὰ πάσχοντες κοινωνήσωμεν τοῖς παθήμασι τοῦ Χριστοῦ. «Χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύ‐ ταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» | |
10 | Τὸ τὴν εὐχαριστίαν ἀναφέρειν λέγει, καὶ γεν‐ ναίως ἅπαντα φέρειν, καὶ τὰ δοκοῦντα λυπηρά. Τοῦτο ἐγγὺς ἡμᾶς εἶναι ποιεῖ Θεοῦ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ οὐ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ, καὶ | |
15 | πολλάκις ἡμῶν ταῦτα εἰς κρῖμα γίνεται· ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, | |
20 | καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν. Πεποίθαμεν γὰρ, ὅτι κα‐ λὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν, καλῶς θέλοντες ἀνα‐ στρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆ‐ σαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς | |
25 | εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ | |
30 | Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἐπ‐ έστειλα ὑμῖν. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον.» Τί οὖν φησιν; ἂν πονηρὸς ᾖ, πειθώμεθα; πονηρὸς | |
35 | πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτὸν, καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών. Εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμ‐ | |
40 | ματεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν περὶ αὐ‐ τῶν δεινὰ πολλὰ, τότε φησὶν, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν ὅσα λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν | |
45 | ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσ‐ έχετε. Τῶν μὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; ὅτι καὶ δῆλα πᾶσίν ἐστιν, καὶ οὐδὲ αὐ‐ τὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστι πᾶσιν, ὅτε πονη‐ | |
95.996(50) | ρὸς οὐ παραιτήσεται διδάσκειν. Ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως. Τὸ γοῦν ἐπαγόμενον, τοῦτο δηλοῖ. Τί βλέ‐ πεις, φησὶν, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφ‐ | |
55 | θαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγω‐ | |
σιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ | 995 | |
95.997 | ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν, ἀλλὰ περὶ βίου καὶ ἔργων. Ἀλλὰ ὁ Παῦλος πρότερον συν‐ έστησεν αὐτοὺς, καὶ τότε φησὶν, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. | |
5 | «Ἀπολελυμένον· μεθ’ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.» Ἀπολελυμένον. Πόθεν; Οἶμαι αὐτὸν εἰς δεσμω‐ | |
10 | τήριον ἐμβεβλῆσθαι· ἢ εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον. Καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. «Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ἡ χάρις πῶς γίνεται μεθ’ ἡμῶν; ἐὰν μὴ ὑβρί‐ | |
15 | σωμεν εἰς τὴν εὐεργεσίαν. Πρὸς Ἑβραίους ἐγράφη ἀπὸ τῆς Ἰταλίας διὰ Τι‐ μοθέου. Στίχων. ψγʹ. (Τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἱστορεῖ Κλήμης, οὗ μέμνηται Παῦλος, ὃς καὶ ἐπίσκοπος Ῥωμαίων | |
20 | ἐγένετο· ὡς Παύλου αὐτὴν Ἑβραίοις τῇ Ἑβραΐδι διαλέκτῳ συντάξαντος ἡρμηνεύθη, ὥς τινες, ὑπὸ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· ὡς δὲ ἄλλοι, ὑπὸ αὐτοῦ τοῦ Κλήμεντος.) | |
t24 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ. | |
25 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ’ ἐπιτα‐ γὴν Θεοῦ Πατρὸς ὑμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» | |
30 | Ἐπειδὴ μέγας ἦν ὁ ἀγὼν τῷ μαθητῇ· δέσμιος γὰρ ἦν ὑπὲρ τοῦ κηρύγματος· τούτου χάριν εὐθὺς ἐκ προοιμίων ἀνίστησιν αὐτοῦ τὴν ψυχὴν, Σωτῆρα τὸν Θεὸν καλῶν· ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ χρὴ ἀκη‐ διᾷν ἐν ταῖς θλίψεσιν, ἔχοντες Σωτῆρα τὸν Θεὸν, καὶ | |
35 | ἐλπίδα τὸν Χριστόν. Εὑρίσκομεν γὰρ τὸ Πνεῦμα λέγον· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. «Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.» | |
40 | Καὶ τοῦτο τῆς θλίψεως παραμυθικόν. Οὐδαμοῦ τὸν | |
ἔλεον ἢ ἐνταῦθα ὠνόμασεν. | 997 | |
95.1000 | «Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν.» Οὐ διδασκάλου φωνῇ κέχρηται, ἀλλ’ οἰκέτου σχε‐ δὸν, ἵνα διδάξῃ τὸν μαθητὴν ταπεινοφρονεῖν. | |
5 | «Ἵνα παραγγείλῃς τισὶ, μὴ ἑτεροδιδασκαλεῖν.» Οὐ τίθησιν αὐτοὺς, ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντο‐ τέρους ποιήσῃ. «Μηδὲ προσέχειν μύθοις,» Ταῖς μυθικαῖς τῶν Ἰουδαίων παραδόσεσιν, οἷς καὶ | |
10 | ὁ προφήτης ἐνεκάλει λέγων· Διδάσκοντες διδασκα‐ λίας, ἐντάλματα ἀνθρώπων. Ἀφιέντες γὰρ ἐξ‐ ηγεῖσθαι τὸν νόμον, ἰδίας παραδόσεις ἐπενόουν. «Καὶ γενεαλογίαις ἀπεράντοις.» Γενεαλογίας, τὰς παρ’ Ἑλλήνων θεογονίας λέ‐ | |
15 | γει, τὰς σειρὰς τῶν θεῶν. Παραινεῖ οὖν τῷ μαθητῇ, καὶ τοὺς μύθοις Ἰουδαϊκοῖς κεχρημένους ἀνατρέ‐ πειν, καὶ τοὺς Ἑλληνικῆς ἀπάτης χρωμένους, μὴ ἐπιτρέπειν λαλεῖν, μηδὲ οἱονεὶ σειρὰς εἰσφέρειν θεῶν. | |
20 | «Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκοδο‐ μίαν Θεοῦ τὴν ἐν πίστει.» Αὗται, φησὶν, αἱ διδασκαλίαι πρὸς τὸ μηδὲν ὠφε‐ λεῖν, καὶ τῆς οἰκονομίας τοῦ Θεοῦ, ἀπασχολοῦσι τὸν ἄνθρωπον. Οἰκονομίαν δὲ Θεοῦ τὸ τῆς ἐνανθρωπή‐ | |
25 | σεως λέγει μυστήριον. «Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πί‐ στεως ἀνυποκρίτου.» Τουτέστι, κεφάλαιον τῆς παραγγελίας ἐστὶν, ὁ | |
30 | περὶ ἀγάπης λόγος. Ὥσπερ δὲ τέλος νόμου Χριστὸν ἡ Γραφὴ λέγει, τουτέστι συμπλήρωσιν καὶ κεφα‐ λαίωσιν, οὕτω ἐνταῦθα εἴρηκε τὴν λέξιν. Εὖ δὲ τὸ προσθεῖναι ἐκ καθαρᾶς καρδίας, ἐπειδὴ ἔστι καὶ πονηρῶν ἀγάπη. Οἷοι ἦσαν οἱ ὁμονοοῦντες ἐπὶ τῇ | |
35 | κατὰ Χριστοῦ δυσσεβείᾳ. «Ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς μα‐ ταιολογίαν.» Τῆς ἀγάπης λέγει, καὶ τῆς ἀγαθῆς συνειδήσεως, καὶ τῆς ἀνυποκρίτου πίστεως. | |
40 | «Θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.» Ὁ γὰρ ἔρως τῆς φιλαρχίας ἀναγκάζει τὸ τῶν διδασκάλων ἁρπάζειν ἀξίωμα. «Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ | |
45 | νομίμως χρῆται. Εἰδὼς τοῦτο,» Τὸ, νομίμως, ἀντὶ τοῦ, δι’ ἔργων αὐτὸν πληροῖ. Καὶ πάλιν τὸ νομίμως, ὅταν τις αὐτῷ πείθεσθαι λέγει. Πείθεται δὲ αὐτῷ ὁ δεχόμενος τὸν Χριστὸν, καθὸ καὶ τὸ περὶ αὐτοῦ ἐδίδασκεν ἡμᾶς μυστήριον, | |
95.1000(50) | ὥσπερ ἐν σκιαῖς ὑμῖν καταγράφων αὐτό. «Ὅτι δικαίῳ νόμος οὐ κεῖται.» Κατὰ μὲν τὸν πρόχειρον λόγον, ὅτι κολάσεώς ἐστιν ἐκτὸς τῷ δικαίῳ. Κατὰ δὲ τὸν πνευματικώτερον, ὅτι | |
ὁ δικαιωθεὶς διὰ τῆς χάριτος, ἔξω λυπούντων προσ‐ | 999 | |
95.1001 | ταγμάτων ἐστὶ τοῦ νόμου, οὐκέτι χρείαν ἔχων γάλα‐ κτος, ἅτε λοιπὸν τῇ στερεᾷ χρώμενος τροφῇ. «Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ | |
5 | μητραλοίαις ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται.» Ταῦτα εἰς Ἰουδαίους αἰνίττεται. Οὐ γὰρ ἦν παρα‐ νομίας εἶδος, ὃ μὴ ἔπραττον. Διὸ καὶ σφοδρὸς αὐτοῖς | |
10 | ἐτέθη νόμος κολάζων παραβαίνοντας. «Κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ· καὶ χάριν ἔχω τῷ ἐνδυνα‐ μώσαντί με, Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Εὐαγγέλιον δόξης αὐτὸ καλεῖ, δι’ οὐδὲν ἕτερον, | |
15 | ἀλλ’ ἢ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ· ἢ τάχα καὶ περὶ τῶν μελλόντων αἰνίττεται ἀγαθῶν. «Ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ | |
20 | ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» Εἰπὼν, ὅτι Ἐπιστεύθην τὸ Εὐαγγέλιον τῆς | |
25 | δόξης τοῦ Θεοῦ, ἐπειδὴ ἔδοξε μέγα φθέγξασθαι, ἵνα μή τις δόξῃ ἐξ ἀπονοίας τοῦτο ποιεῖν, σκόπει πῶς ἐπιδιορθοῦται, ἀνάξιον ἑαυτὸν λέγων διὰ τὴν προτέ‐ ραν ἄγνοιαν. Ἅμα δὲ καὶ ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ, καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον ἑαυτοῦ βίον | |
30 | ἐξηγούμενος. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεή‐ θην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς | |
35 | τὴν πᾶσαν μακροθυμίαν.» Οὕτως μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μὴ εἴδετό ποτε, μήτε ἐνενόησεν, μήτε προσεδόκησεν | |
40 | νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. Διὸ μέλλων αὐτὰ λέγειν, προλαμβάνει, καὶ λέγει· Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Ὡς εἰ λέγοι· Μή τις ἀπιστήσῃ οἷς μέλλομεν ἐρεῖν.» «Πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ | |
45 | αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ, δόξα εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων. Ἀμήν. Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε.» Βουλόμενος πεῖσαι, φησὶν, ὁ Θεὸς τοὺς ἀνθρώπους, | |
95.1001(50) | ὅτι πάντα αὐτοῖς ἀφίησιν, ἐμὲ ἐδέξατο. «Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐτοῖς τὴν καλὴν στρατείαν, ἔχων πί‐ στιν καὶ ἀγαθὴν συνείδησιν.» Προφητείαν ἐνταῦθα τὴν χειροτονίαν φησὶ, δι’ ἧς | |
55 | τὸ Πνεῦμα ἔλαβε. Πληθυντικῶς δὲ αὐτὰς ὀνομάζει, | 1001 |
95.1004 | οἱονεὶ σημαίνων ἐκείνην μεθ’ ἧς ἔλαβεν αὐτὸν, καὶ μεθ’ ἧς περιέτεμε, καὶ μεθ’ ἧς ἐχειροτόνει. «Ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυ‐ άγησαν, ὧν ἐστιν Ὑμεναῖος καὶ Ἀλέξανδρος οὓς παρ‐ | |
5 | έδωκα τῷ Σατανᾷ,» Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτε‐ ται τοιοῦτον, καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐπὶ τὸ τοῦ καταπεσεῖν εἰς βυθὸν κακῶν καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας. Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων | |
10 | βασανίζωνται, σπουδάσουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ’ ἡμῖν. «Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. ΚΕΦΑΛ. Βʹ. «Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή‐ | |
15 | σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάν‐ των ἀνθρώπων.» Οὐχ ἵνα παιδεύσῃ αὐτοὺς, φησὶν, ἀλλ’ ἵνα παιδευ‐ θῶσιν. Οὐ γὰρ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλ’ ἐκ τῆς κολάσεως τοῦτο συμβαίνει. | |
20 | «Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνω‐ | |
25 | σιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν» Ἐπειδὴ τότε μάλιστα ἐδιώκοντο, φησὶν εὔχεσθαι ὑπὲρ αὐτῶν, ἵνα διδάσκῃ μὴ μισεῖν αὐτούς. Τοῦτο | |
30 | λέγων, ὃ προσέταξεν ὁ Κύριος λέγων, Προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Διὸ καὶ ἐπήγαγεν· Τοῦτο καλὸν καὶ ἀπόδεκτον. «Ἀντίλυτρον ὑπὲρ πάντων· τὸ μαρτύριον,» Ἔμελλεν, φησὶ, τιμωρεῖσθαι αὐτοὺς ὑπὲρ τῶν | |
35 | ἁμαρτημάτων, ἀλλ’ ἀντ’ ἐκείνων τὸν ἑαυτοῦ ἔδωκεν Υἱόν. «Καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπό‐ στολος, ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν, ἐν πίστει καὶ ἀληθείᾳ. Βούλομαι οὖν προσεύ‐ | |
40 | χεσθαι τοὺς ἄνδρας» Τουτέστι, προσηκόντως. «Ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χω‐ ρὶς ὀργῆς καὶ διαλογισμοῦ.» Δείκνυσιν, ὡς διὰ τῆς θυσίας τοῦ Χριστοῦ ἅπας | |
45 | τῆς οἰκουμένης τόπος γέγονεν Ἱερουσαλήμ. Ὁσίους δὲ χεῖρας λέγει, διδάσκων αὐτοὺς πάσης, ὡς εἰπεῖν, καθαρεύειν ἁμαρτίας. Τὸ δὲ, χωρὶς ὀργῆς, τουτ‐ έστιν ἀμνησικάκους ὄντας. Τὸ δὲ, διαλογισμῶν, τὸ ἀμφίβολον ἀναιροῦντός ἐστι, καὶ τὸ διστάζοντος, εἰ | |
95.1004(50) | ἄρα λάβοιεν ἃ αἰτοῦσι παρὰ Θεοῦ. «Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κο‐ σμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, | |
μὴ ἐν πλέγμασιν, ἢ ἐν χρυσῷ, ἢ μαργαρίταις, ἢ | 1003 | |
95.1005 | ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὃ πρέπει γυναιξὶν, ἐπαγ‐ γελλομέναις θεοσέβειαν δι’ ἔργων ἀγαθῶν.» Τουτέστι, πανταχόθεν περιστέλλεσθαι καλῶς, ὅπερ ἐστὶ πολλοῦ φόβου σημαντικόν. | |
5 | «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα.» Βουλόμενος αὐτῶν περικόψαι τὴν ἀφορμὴν τῆς | |
10 | λαλιᾶς, οὐδὲ διδάσκειν αὐτὰς ἐπιτρέπει. Καὶ τοῦτο γὰρ κοσμιότης ἐστὶ, περὶ ἧς καὶ διελέγετο, μηδὲ λαλεῖν ὅλως. Ἅμα δὲ καὶ τὴν αἰτίαν τίθησιν, ἐπειδὴ ἅπαξ ἐδίδαξε, καὶ τὸν ἄνδρα κατέστρεψεν, καὶ τῇ παρακοῇ ὑπεύθυνον ἐποίησεν. | |
15 | «Καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ διὰ τῆς τεκνο‐ γονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.» Πρὸς σύγκρισιν τῆς γυναικὸς, φησὶν αὐτὸν μὴ | |
20 | ἠπατῆσθαι· πάλιν δὲ οὐ περὶ Ἀδὰμ εἴρηται, Εἶδε τὸ ξύλον ὅτι καὶ καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικός. Καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθείς. | |
25 | ΚΕΦΑΛ. Γʹ. «Πιστὸς ὁ λόγος.» Ὅμοιον ὡς εἰ λέγοι· Μὴ κατηφεῖς γένησθε, ὅτι τὸ γένος ὑμῶν διαβέβληται. Ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν, ὥστε | |
30 | μὴ μόνον δι’ ἑαυτῶν, ἀλλὰ καὶ δι’ ἑτέρων σώζεσθαι. Σώζονται γὰρ, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Θεῷ. Καὶ ὅτι τοῦτο σώζει, ἐπήγαγε, Πιστὸς ὁ λόγος, μονο‐ νουχὶ λέγων, Μηδεὶς ἀπιστείτω, φησί· διὰ τῆς τεκνο‐ γονίας σώζονται· οὐ γάρ ἐστι τοῦτο μικρὸν, τὸ τὰ | |
35 | δοθέντα παιδία παρ’ αὐτοῦ, ταῦτα αὐτῷ ἀναθεῖναι. «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυ‐ μεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον» Οὐκ ἐγκαλῶ, φησί· προστασίας γὰρ ἔργον ἐστὶ, εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν, ὥστε μὴ τῆς ἀρχῆς, | |
40 | καὶ τῆς ἀπ’ αὐτῆς τιμῆς ἐφίεσθαι μόνον. Ἀλλὰ καὶ τῆς προστασίας οὐκ ἐγκαλῶ· ἐπεὶ καὶ Μωϋσῆς ἐξ ἀρχῆς τοῦτον ἔσχε τὸν ζῆλον, τοῦ ἐπισκοπεῖν τοὺς ἀδελφοὺς αὐτοῦ. «Ἀνεπίληπτον εἶναι,» | |
45 | Διὰ μιᾶς λέξεως πᾶσαν αὐτὸν ἀρετὴν ἔχειν προσ‐ έταξε. «Μιᾶς γυναικὸς ἄνδρα, νηφαλέον, σώφρονα, κόσ‐ μιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλή‐ κτην, μὴ αἰσχροκερδῆ, ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάρ‐ | |
95.1005(50) | γυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον,» Ἵνα μὴ τοῦτο ἐμπόδιον γένηται τοῖς ἤδη ἐσχηκόσι | |
γαμετὰς, ἢ καὶ πρὸς ἀντιδιαστολὴν τῶν παρὰ Ἰου‐ | 1005 | |
95.1008 | δαίοις διδασκάλων, οἷς ἐξῆν καὶ δύο ἔχειν, ὅπερ καὶ ἁρμόζει μᾶλλον. «Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνό‐ τητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, | |
5 | πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;» Δεῖ γὰρ αὐτὸν οἴκοθεν παρασχέσθαι τὰ παραδεί‐ γματα, ὡς καλῶς δυνήσεται τὰ κατὰ Θεὸν τέκνα διοικεῖν. «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς,» | |
10 | Τὸν νεωστὶ κατηχημένον λέγει, οὐ τὸν νεώτερον τῇ ἡλικίᾳ «Εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Τουτέστιν εἰς τὴν καταδίκην, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε. | |
15 | «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξω, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου. Διακόνους ὡσαύτως σεμνοὺς, μὴ διλό‐ γους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· ἔχοντας τὸ μυστήριον πίστεως,» | |
20 | Οὕτως ὀφείλει, φησὶ, θαυμαστὸς εἶναι καὶ δίκαιος, ὡς καὶ τοὺς ἐχθροὺς αὐτῷ μαρτυρεῖν. Ὅμοιον δὲ τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν‐ θρώπων. «Ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμα‐ | |
25 | ζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Γυναῖκας ὡσαύτως σεμνὰς, μὴ διαβόλους, νηφαλέους, πιστὰς ἐν πᾶσιν. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βα‐ | |
30 | θμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παῤ‐ ῥησίαν ἐν πίστει τὰ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέ‐ φεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στύλος | |
35 | καὶ ἑδραίωμα τῆς ἀληθείας.» Τουτέστιν, ὀρθὴν ἔχοντας πίστιν, καὶ μηδὲν αὐτῇ τῶν δολίων ἐπεισάγοντας. «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Θεὸς ἐφανερώθη ἐν σαρκί.» | |
40 | Μή μοι εἴπῃς τοὺς κώδωνας, φησὶν, μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα. Στύλος ἐστὶ τῆς οἰ‐ κουμένης ἡ Ἐκκλησία· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας μυστήριον, καὶ ὁμολογουμένως, οὐ ζητουμένως. Ἀναμφίβολον γάρ ἐστιν. | |
45 | «Ἐδικαιώθη ἐν πνεύματι.» Τοῦτό φησιν, ὅτι μεταλαβὼν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑ‐ ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. «Ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη | |
95.1008(50) | ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.» ΚΕΦΑΛ. Δʹ. «Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις και‐ | |
ροῖς ἀποστήσονταί τινες τῆς πίστεως.» | 1007 | |
95.1009 | Ὥστε καὶ ἄγγελοι μεθ’ ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. «Προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηρια‐ | |
5 | σμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάλη‐ ψιν μετὰ εὐχαριστίας, τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.» Εἰς Μανιχαῖον καὶ Μαρκίωνα ταῦτα πάντα λέγει. | |
10 | «Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλη‐ τον μετὰ εὐχαριστίας λαμβανόμενον. Ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ.» Δύο τίθησιν ἐνταῦθα κεφάλαια· ἓν μὲν, ὅτι οὐδὲν | |
15 | κτίσμα κοινόν· δεύτερον δὲ, εἰ καὶ γένηται τῇ ὑπο‐ λήψει κοινὸν, ἀλλ’ ἔχεις τὸ φάρμακον· σφραγίσας εὐχαρίστησον· δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρ‐ σία ἀφίπταται. «Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς | |
20 | καλῆς διδασκαλίας, ᾗ παρηκολούθηκα.» Τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν. «Τοὺς βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ.» Τὰς μυθικὰς Ἰουδαίων παραδόσεις λέγει. «Γύμναζε δὲ ἑαυτὸν» | |
25 | Ὁ γυμναζόμενος, ἱδρῶτας ἔχει πολλούς. «Πρὸς εὐσέβειαν.» Τουτέστι, πίστιν καθαρὰν καὶ βίον. «Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια, πρὸς πάντα ὠφέλιμός ἐστιν.» | |
30 | Τινὲς περὶ νηστείας τοῦτό φασιν εἰρῆσθαι. Ἄπαγε· οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν. Εἰ δὲ τήκει αὐτὸ, καὶ λεπτύνει, καὶ κατισχύει, οὐκ ἔστι σωμα‐ τική. Ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν, | |
35 | ὥστε ἡμῖν δεῖ τῆς γυμνασίας τῆς κατὰ ψυχήν· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ’ ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις, τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται. «Ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν, καὶ τῆς μελ‐ | |
40 | λούσης.» Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς, καὶ ἐνταῦθα γάννυται. Ὡσπεροῦν καὶ ὁ πονηρὸς, καὶ ἐνταῦθα κολάζεται. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος.» | |
45 | Τουτέστιν, ἀληθής ἐστι, καὶ ἐνταῦθα, καὶ ἐκεῖ. «Εἰς τοῦτο γὰρ κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, καὶ μάλιστα πιστῶν. Παράγγελλε ταῦτα, καὶ δίδασκε.» | |
95.1009(50) | Τουτέστι· τίνος γὰρ ἕνεκα κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν; «Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ | |
τύπος γίνου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν | 1009 | |
95.1012 | ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρ‐ χομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.» Ἔργα γὰρ, φησὶν, ἐπίδειξον ἄξια πολιᾶς, ἃ καὶ | |
5 | ἐφεξῆς λέγει. «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν πρεσβυ‐ τερίου. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι,» Τῆς διδασκαλίας φησίν. | |
10 | «Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν. Ἔπεχε σεαυτῷ, καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούον‐ τάς σου.» Μὴ ἐν τῷ βίῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ δι‐ | |
15 | δασκαλικῷ. ΚΕΦΑΛ. Εʹ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ χή‐ | |
20 | ρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα τέκνα, ἢ ἔκγονα ἔχει, μανθανέτω πρῶτον,» Περὶ παντὸς γεγηρακότος λέγει. «Τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδό‐ ναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐν‐ | |
25 | ώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα, καὶ μεμονωμένη, ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς, καὶ ἡμέρας· ἡ δὲ σπα‐ ταλῶσα, ζῶσα τέθνηκεν. Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.» | |
30 | Ἀντὶ τοῦ, εὖ ποιεῖν. «Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, οὐ προνοεῖ,» Τοὺς γένει προσήκοντας φησὶν, ὡς καὶ Ἡσαΐας, Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. | |
35 | «Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γε‐ γονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρου‐ μένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ παντὶ πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ | |
40 | ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Νεωτέρας δὲ χήρας παρ‐ αιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ | |
45 | καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδε‐ σποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ, λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.» | |
95.1012(50) | Ὅτι ἐκεῖνος, εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ. Τὴν συνθήκην φησίν. | |
«Εἴ τις πιστὸς, ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω | 1011 | |
95.1013 | αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄν‐ τως χήραις ἐπαρκέσῃ. Οἱ καλῶς προεστῶτες πρε‐ σβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κο‐ πιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφὴ, | |
5 | Βοῦν ἀλοῶντα οὐ φιμώσεις. Καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύ‐ ρων. Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Διαμαρτύρομαι ἐν‐ | |
10 | ώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρί‐ ματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Χεῖρας τα‐ χέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλ‐ λοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδροπότει, | |
15 | ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρό‐ δηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύ‐ | |
20 | ναται.» ΚΕΦΑΛ. ϛʹ. «Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπό‐ τας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ πι‐ | |
25 | στοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανό‐ μενοι. Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτερο‐ διδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς | |
30 | τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐ‐ σέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γί‐ νεται φθόνος, ἔρεις, βλασφημίαι. ὑπόνοιαι,» Τουτέστι, δόξαι καὶ δόγματα πονηρά· τότε περὶ | |
35 | Θεοῦ ἃ μὴ δεῖ, ὑποπτευόμενοι, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν. «Διαπαρατριβαὶ, διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν | |
40 | τοιούτων. Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρα‐ | |
45 | σμὸν, καὶ παγῖδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους, καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς πε‐ | |
95.1013(50) | ριέπειραν ὀδύναις πολλαῖς. Τοῦτό φησι· Καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα, νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλη‐ σιν, οὕτως καὶ αὐτοὶ οἱ πονηροὶ ἄνδρες. «Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε | |
55 | δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, | |
πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· | 1013 | |
95.1016 | ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποι‐ | |
5 | οῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυ‐ ρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον.» Πάλιν αὐτὸν εἰς εὐθυμίαν διανίστησι, μονονουχὶ λέγων· Μὴ φοβηθῇς τὸν θάνατον. Θεοῦ γὰρ εἶ δοῦλος, | |
10 | τοῦ δυναμένου ζωογονεῖν. «Μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει.» Τουτέστιν, ἵνα ἐν τῇ ἐπιφανείᾳ πλήρης αὐτὴν ἔχων εὑρεθῇς. | |
15 | «Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων τὴν ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Τοῖς πλουσίοις ἐπὶ τῷ | |
20 | νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπι‐ κέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐν τῷ Θεῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδό‐ τους εἶναι, κοινωνικοὺς, ἀποθησαυρίζοντας ἑαυ‐ | |
25 | τοῖς.» Τοῦτο πάλιν φησὶ, διδάσκων, μὴ διὰ φόβον προ‐ διδόναι τὸ κήρυγμα. «Θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὦ Τιμόθεε, τὴν παραθήκην φύ‐ | |
30 | λαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγ‐ γελλόμενοι, περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.» Οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πά‐ | |
35 | για, μόνιμα. Πρὸς Τιμόθεον αʹ, ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας τῆς Πακατιανῆς Στίχων σιʹ. | |
t39 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Βʹ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ. | |
40 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήμα‐ τος Θεοῦ, κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰη‐ σοῦ, Τιμοθέῳ τῷ τέκνῳ, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. | |
45 | Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν κα‐ θαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπι‐ ποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα | |
χαρᾶς πληρωθῶ, ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ | 1015 | |
95.1017 | ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ· πέ‐ πεισμαι δὲ ὅτι καὶ ἐν σοί. Δι’ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ | |
5 | διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.» Γράψας αὐτῷ, ὡς ἀφίξεται πρὸς αὐτὸν, ἐνεποδίσθη δεθεὶς εἰς Ῥώμην· διὸ καὶ δευτέρας αὐτῷ ἐδέησεν | |
10 | ἐπιστολῆς. Πρῶτον ἐγκώμιον τοῦ μαθητοῦ, ὅτι ἄνωθεν ἀπὸ οἰκίας ἐστὶ τῷ Χριστῷ δουλευούσης. «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακο‐ | |
15 | πάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώ‐ σαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ καὶ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων.» | |
20 | Κἂν αὐτὸς ταῦτα πάθῃς, φησὶ, μὴ αἰσχυνθῇς. «Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ, καὶ | |
25 | ἀπόστολος, καὶ διδάσκαλος ἐθνῶν. Δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι. Οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑπο‐ τύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκου‐ | |
30 | σας ἐν πίστει, καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδα τοῦτο, ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελος καὶ Ἑρμο‐ γένης. Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, | |
35 | ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαιότε‐ ρον ἐζήτησέ με, καὶ εὗρεν. Δῴη αὐτῷ ὁ Κύριος εὑ‐ ρεῖν ἔλεον παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.» | |
40 | ΚΕΦΑΛ. Βʹ. «Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώ‐ ποις, οἵτινες ἱκανοὶ ἔσονται, καὶ ἑτέρους διδάξαι. | |
45 | Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νο‐ μίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον | |
95.1017(50) | τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰη‐ σοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ | |
55 | οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλε‐ | |
κτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν | 1017 | |
95.1020 | Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Πιστὸς ὁ λό‐ γος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Εἰ ἀπιστοῦμεν, ἐκεῖνος | |
5 | πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν, ὡς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιμον παρα‐ στῆσαι τῷ Χριστῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθο‐ | |
10 | τομοῦντα τὸν λόγον τῆς ἀληθείας. Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο· ἐπὶ πλέον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμεναῖος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν | |
15 | ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγίδα ταύτην. Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μό‐ | |
20 | νον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν, ἡγιασμένον καὶ εὔχρηστον τῷ Δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Τὰς | |
25 | δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύ‐ νην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλου‐ μένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχε‐ | |
30 | σθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀνεξίκακον, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατι‐ θεμένους· μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς διαβό‐ λου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου | |
35 | θέλημα.» ΚΕΦΑΛ. Γʹ. «Τοῦτο δὲ γινώσκετε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν‐ στήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρω‐ ποι, φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, | |
40 | βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλ‐ ήδονοι μᾶλλον, ἢ φιλόθεοι· ἔχοντες μόρφωσιν εὐ‐ σεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τού‐ | |
45 | τους ἀποτρέπου· ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτεύοντες γυναικάρια, σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποι‐ κίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπί‐ γνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὃν τρόπον δὲ | |
95.1020(50) | Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρ‐ μένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν, ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδη‐ λος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Σὺ δὲ | |
55 | παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους | |
διωγμοὺς ὑπήνεγκα.» | 1019 | |
95.1021 | Ἃ διὰ Θέκλαν πέπονθε, λέγει. «Καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάν‐ τες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.» | |
5 | Τούτων ὡς νεαρῶν ὄντων ἐμνήσθη· τὰ δὲ ἄλλα ἀφῆκεν, ὡς γνώριμα ὄντα τῷ ἀνδρί. «Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες, καὶ ἐπιστώθης· εἰδὼς παρὰ τίνος | |
10 | ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους.» Τὰς θλίψεις ἐνταῦθά φησι, καὶ τὰς ὀδύνας τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῆς ἀρετῆς. «Τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σο‐ φίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ | |
15 | Ἰησοῦ.» Τὸν νόμον καὶ τοὺς προφήτας λέγει, οἵτινες αὐ‐ τὸν ἐδύναντο εἰς τὴν σοφίαν ἀναγαγεῖν, τουτέστι Χριστόν. Εἰς τοῦτον γὰρ ἐπληροῦτο, καὶ ὁ νόμος, καὶ οἱ προφῆται. Ὅτι δὲ ᾔδει τὴν Γραφὴν, δῆλον | |
20 | ἐκ τοῦ ἱστορῆσαι τὸν Λουκᾶν περὶ αὐτοῦ. Ὅτι μη‐ τρὸς ἦν Ἰουδαίας πιστῆς, τουτέστιν ἐξ Ἰουδαίων πιστευσάσης εἰς Χριστόν. «Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς | |
25 | παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾗ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.» ΚΕΦΑΛ. Δʹ. «Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν.» | |
30 | Πολλὴν παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν Γραφῶν τε‐ λειοτέραν οὖσαν. Εἰκότως δὲ τοσαύτην ἐπάγει, ἐπειδὴ λυπηρὸν ἔμελλεν ἐρεῖν τῷ μαθητῇ, τὸν ἑαυτοῦ θά‐ νατον. | |
35 | Ἐκείνην φησὶ τὴν Γραφὴν, περὶ ἧς εἶπεν, ὅτι Ἀπὸ βρέφους ἱερὰ Γράμματα οἶδας. «Ζῶντας καὶ νεκροὺς, κατὰ τὴν ἐπιφάνειαν αὐ‐ τοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον, ἐπίστηθι» | |
40 | Ἁμαρτωλοὺς καὶ δικαίους λέγει· ἢ ὅτι πολλοὶ καταλειφθήσονται ζῶντες. «Εὐκαίρως, ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, πα‐ ρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ | |
45 | ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυ‐ τοῖς ἐπισωρεύσουσι διδασκάλους,» Τουτέστιν, Μὴ ἔχε κεχωρισμένον καιρόν· ἀεί σοι ἔστω καιρὸς, Μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν εὐθυμίᾳ ὢν, μηδὲ ἐν Ἐκκλησίᾳ καθήμενος μόνον διδάξῃς, ἐν δὲ | |
95.1021(50) | τοῖς κινδύνοις περισταλῇς, ἀλλὰ κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, μὴ παύσῃ τοῦ κηρύ‐ γματος. «Κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτρα‐ | |
55 | πήσονται. Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον | |
ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφό‐ | 1021 | |
95.1024 | ρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Τουτέστι, τερπόμενοι τὴν ἀκοήν. «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον | |
5 | τετέλεκα, τὴν πίστιν τετήρηκα. Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Οὐ μό‐ νον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπι‐ φάνειαν αὐτοῦ. Σπούδασον ἐλθεῖν πρός με ταχέως. | |
10 | Δημᾶς γάρ με ἐγκατέλιπεν,» Τὴν ἀθυμίαν παραμυθήσασθαι βούλεται τοῦ μα‐ θητοῦ, θαῤῥεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, Χαίρειν, φησὶ, δεῖ, οὐκ ἀλγεῖν. | |
15 | Ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσ‐ σαλονίκην.» Τουτέστιν, τὴν ἄνεσιν, καὶ τὴν τρυφήν. «Κρίσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Μάρκον ἀναλαβὼν, | |
20 | ἄγαγε μετὰ σαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.» Τούτους οὐ μέμφεται· διὰ τὸ κήρυγμα γὰρ ἦσαν ἀπεσταλμένοι. «Τὸν δὲ φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ | |
25 | Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· ὃν καὶ σὺ φυλάσσου. Λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.» | |
30 | Γλωσσόκομον ἔνθα εἶχεν τὰς βίβλους καὶ τὰ χαρ‐ τία. Διδάσκει ἡμᾶς ὡς ἄχρι ἐσχάτης ἀναπνοῆς, κἂν ἐν δεσμοῖς ὦμεν, τῶν θείων λογίων οὐκ ἀμελεῖν δεῖ. Ἰουδαϊκὸν ἱλαστήριον τοῦ νόμου λέγει. | |
35 | «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρ‐ εγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνά‐ μωσέ με.» Παρέστη γὰρ ἅπαξ τῷ Νέρωνι, καὶ διέφυγεν. | |
40 | «Ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος.» Ἵνα πᾶσι κατάδηλος γένηται ἡ τοῦ κηρύγματος ἐπιφάνεια. Οὐχ ὡς ἄξιον δὲ ἑαυτόν φησιν, ἀλλὰ διὰ | |
45 | τὸ κήρυγμα, ὡς ἄν τις πορφυρίδα καὶ διάδημα βα‐ στάζων, δι’ αὐτὰ ἐσώζετο. Λέοντα, τὸν Νέρωνα λέγει. «Καὶ ῥυσεταί με Κύριος ἀπὸ παντὸς ἔργου πο‐ νηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπου‐ | |
95.1024(50) | ράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν | |
Ὀνησιφόρου οἶκον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, | 1023 | |
95.1025 | Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπού‐ δασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης.» Τότε μὲν γὰρ, φησὶ, τῶν κινδύνων ἐξήρπασεν. | |
5 | Ἐπειδὴ δὲ τὸ ἱκανὸν τῷ Εὐαγγελίῳ γέγονε, ῥύσεταί με ἀπὸ παντὸς ἁμαρτήματος· τουτέστι, μὴ ἀφήσει καταγνωσθέντα ἀπελθεῖν. «Καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.» | |
10 | Τὸν Λῖνόν φασι διαδέξασθαι τὸν μακάριον Πέτρον ἐν τῇ Ῥώμῃ. «Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν.» Ὅμοιον ὡς εἰ λέγοι· Μὴ ἄλγει ὅτι ἀφίσταμαι. Ὁ | |
15 | Κύριος μετὰ σοῦ ἐστι· καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύματός σου, ἵνα ᾖ διπλῆ ἡ βοήθεια, τῆς χάριτος τοῦ πνεύματος, καὶ τοῦ βοηθοῦντος αὐτῷ. Πρὸς Τιμόθεον βʹ ἐγράφη ἀπὸ Ῥώμης. Στί‐ | |
20 | χοι ρπʹ. Ἀπὸ Ῥώμης γράφει τὴν Ἐπιστολὴν ἐν δεσμοῖς ἐχόμενος, ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γε‐ νομένην ἀπολογίαν, καὶ τὴν παρὰ πόδας τελείωσιν. Ἐγὼ γὰρ, φησὶν, ἤδη σπένδομαι, καὶ ὁ καιρὸς | |
25 | τῆς ἀναλύσεώς μου ἐφέστηκεν. | |
t26 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΤΙΤΟΝ. | |
27 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας | |
30 | τῆς κατ’ εὐσέβειαν ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου ἣν ἐπηγ‐ γείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέ‐ ρωσεν δὲ καιροῖς ἰδίοις τὸν Λόγον αὐτοῦ ἐν κηρύγ‐ ματι, ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πί‐ | |
35 | στιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν τούτου χά‐ ριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορ‐ θώσῃ, καὶ καταθήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγὼ διεταξάμην. Εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυ‐ | |
40 | ναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσω‐ τίας, ἢ ἀνυπότακτα.» Ἐπισκόπους. «Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ | |
45 | πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγα‐ | 1025 |
95.1028 | θον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῇ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδαχῇ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπό‐ | |
5 | τακτοι, ματαιολόγοι, φρεναπάται, μάλιστα οἱ ἐκ πε‐ ριτομῆς, οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροκέρδους χάριν. Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν» Οὐ τὸν νηστευτὴν ἐνταῦθα λέγει, ἀλλὰ τὸν πάθους | |
10 | κρατοῦντα παντός. «Προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γα‐ στέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ | |
15 | ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. Πάντα μὲν καθαρὰ τοῖς» Προφήτην, ἐνταῦθα τὸν ποιητὴν λέγει, τὸν Καλ‐ λίμαχον. Διὰ τί δὲ τῇ μαρτυρίᾳ αὐτοῦ; ὅτι μά‐ λιστα τούτοις ἐντρέπομεν αὐτοὺς, ὅταν ἐκ τῶν αὐ‐ | |
20 | τῶν ἐνέγκωμεν τὰς κατηγορίας. «Καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν, καὶ ὁ νοῦς, καὶ ἡ συνείδησις· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, | |
25 | καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.» ΚΕΦΑΛ. Βʹ. «Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Πρεσβύτας νηφαλέους εἶναι, σεμνοὺς, σώφρονας τῇ πίστει, τῇ ἀγάπῃ, ὑπομονῇ. Πρεσβύτιδας ὡσαύτως, | |
30 | ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρο‐ νίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώ‐ φρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν.» | |
35 | Οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν προαί‐ ρεσιν τῶν μεταλαμβανόντων. «Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. Τοὺς νεω‐ τέρους ὡσαύτως παρακάλει σωφρονεῖν. Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ δι‐ | |
40 | δασκαλίᾳ, ἀφθορίαν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατά‐ γνωστον· ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντι‐ λέγοντας, μηδὲ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν | |
45 | ἐπιδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν. Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως, | |
95.1028(50) | καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχομέ‐ νους τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δό‐ ξης τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ | |
Χριστοῦ.» | 1027 | |
95.1029 | Εἰ γὰρ συμβαίνει γυναῖκα πιστὴν ἀπίστῳ συνοι‐ κοῦσαν, μὴ εἶναι ἐνάρετον, ἡ βλασφημία ἐπὶ τὸν Θεὸν διαβαίνειν εἴωθεν. «Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται | |
5 | ὑμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.» ΚΕΦΑΛ. Γʹ. | |
10 | «Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς, καὶ ἐξουσίαις ὑπο‐ τάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοί‐ μους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπι‐ εικεῖς, πᾶσαν ἐνδεικνυμένους πραότητα πρὸς πάν‐ τας ἀνθρώπους. Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, | |
15 | ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ, καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν | |
20 | ἡμεῖς, ἀλλὰ κατὰ τὸ ἑαυτοῦ ἔλεος ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύμα‐ τος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ’ ἐλπίδα | |
25 | ζωῆς αἰωνίου. Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε βεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔρ‐ γων προΐστασθαι οἱ πεπιστευκότες Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητή‐ σεις καὶ γενεαλογίας, καὶ ἔρεις, καὶ μάχας νομικὰς | |
30 | περιίστασο. Εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρε‐ τικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρ‐ τεμᾶν πρὸς σὲ, ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός | |
35 | με εἰς Νικόπολιν. Ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρό‐ πεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπά‐ | |
40 | ζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φι‐ λοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Πρὸς Τίτον, τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπί‐ σκοπον χειροτονηθέντα, ἐγράφη ἀπὸ Νικοπό‐ | |
45 | λεως τῆς Μακεδονίας. Στίχων ϟζʹ. | |
t46 | ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ. | |
47 | «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρα‐ | |
95.1029(50) | τιώτῃ ἡμῶν, καὶ τῇ κατοικούσῃ Ἐκκλησίᾳ, χάρις | 1029 |
95.1032 | ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάζει καὶ ἐπαινεῖ ἐπὶ τοῖς | |
5 | κατορθώμασι τὴν ἀγάπην αὐτοῦ, καὶ τὴν πίστιν τὴν πρὸς τὸν Κύριον ἐπαινῶν, ἐξ ἧς καὶ πᾶσι τοῖς ἁγίοις κοινωνικὸς ἦν. «Εὐχαριστῶ τῷ Θεῷ πάντοτε, μνείαν σου ποιού‐ μενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν | |
10 | ἀγάπην, καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ διακο‐ νία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ | |
15 | ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην, μᾶλ‐ λον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. Παρακαλῶ σε | |
20 | περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα. Σὺ δὲ αὐτὸν, τουτ‐ έστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ, ὃν ἐγὼ ἐβουλό‐ μην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ | |
25 | μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου. Χωρὶς δὲ τῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ’ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐ‐ τὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, | |
30 | ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοὶ, πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ, καὶ ἐν Κυρίῳ. Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκη‐ σέ σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω | |
35 | σοι, ὅτι καὶ ἑαυτόν μοι προσοφείλεις. Ναὶ, ἀδελφὲ, ἐγώ σοι ὀναίμην ἐν Κυρίῳ.» Ὑπὲρ δούλου μὲν γράφεται ἡ Ἐπιστολὴ, καὶ ταῦτα ἀποδράσαντος, καὶ ἔτι καὶ κλέψαντος, ὠφεληθέντος δὲ διὰ τῆς διδασκαλίας τοῦ Ἀποστόλου. Πολλὰ δὲ | |
40 | καὶ ἐκ ταύτης τὰ χρήσιμα. Ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖον εἶναί τινας πρὸς πάντας. Εἰ γὰρ Παῦλος ὑπὲρ δραπέτου καὶ κλέπτου μετανοοῦντος τοσαύτην ποιεῖται σπουδὴν, πολλῷ μᾶλλον οὔτε ἡμᾶς προσήκει ῥᾳθύμους εἶναι περί τινας τῶν ἀδελφῶν. Δεύτερον, | |
45 | ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν. Ὁ γὰρ κλέπτης καὶ δραπέ‐ της οὕτω γέγονεν ἐνάρετος. Τρίτον, ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσπότων οὐ προσήκει. Εἰ γὰρ Παῦλος οὕτω θαῤῥῶν τῷ Φιλήμονι τὸν Ὀνήσιμον οὕτως | |
95.1032(50) | εὐχάριστον αὐτῷ ὄντα πρὸς διακονίαν οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ Δεσπότου, πολλῷ μᾶλ‐ λον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή. Εἰ γὰρ θαυμαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ μάλιστα πρέπει αὐτὸν ἐν τῇ δουλείᾳ μένειν, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα | |
55 | εὔχρηστος πᾶσι τοῖς ἐν οἰκίᾳ γένηται. | 1031 |
95.1033 | «Ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ. Πεποι‐ θὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν. Ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθή‐ | |
5 | σομαι ὑμῖν. Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχ‐ μάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πνεύματος ὑμῶν. Ἀμήν.» | |
10 | Τουτέστι, τῷ Κυρίῳ δίδοθι τὴν χάριν, οὐκ ἐμοί. Πρὸς Φιλήμονα ἐγράφη ἀπὸ Ῥώμης. Στίχοι μβʹ. | |
Οἱ πάντες στίχοι, ͵εγμηʹ. | 1033 |