TLG 2934 052 :: JOANNES DAMASCENUS :: De immaculato corpore [Sp.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae De immaculato corpore [Sp.] Citation: Volume — page — (line) | ||
95.405(t1) | ΤΟΥ ΑΥΤΟΥ ΚΕΦΑΛΑΙΟΝ | |
t2 | Περὶ τοῦ ἀχράντου σώματος, οὗ μεταλαμβάνο‐ | |
---|---|---|
t3 | μεν. | |
4 | αʹ. Τὸ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν σώματος οὗ | |
5 | μεταλαμβάνομεν, ἀδελφοὶ, αὐτό ἐστι τὸ σῶμα, ὃ ἐκ τῆς ἡμετέρας οὐσίας ἀνέλαβεν, ὃ ἐκ τῆς ἀχράντου καὶ Θεοτόκου προσείληφεν· οὐ γὰρ δύο σώματα δώ‐ σωμεν τῷ Χριστῷ· ἓν γάρ ἐστιν αὐτοῦ τὸ σῶμα, καὶ μίαν θυσίαν ὑπὲρ ἡμῶν ἀνήνεγκε τῷ Θεῷ καὶ | |
10 | Πατρί. Εἰ γὰρ καὶ πολλάκις τὴν μυστικὴν ἀναίμα‐ κτον θυσίαν ἐπιτελοῦμεν, διὰ τὸ ἐν παντὶ τόπῳ καὶ χρόνῳ πάντα πιστὸν μεταλαμβάνειν τοῦ θείου σώμα‐ τός τε καὶ αἵματος· ἀλλ’ ἡ αὐτὴ θυσία ἐστί· τὸ γὰρ αὐτὸ σῶμα προσφέρομεν, τὸν αὐτὸν ἀμνὸν τοῦ Θεοῦ | |
15 | τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπεὶ εἰ ἄλλο ἦν ἐκεῖνο, καὶ ἄλλο τοῦτο, πολλαὶ θυσίαι, καὶ οὐ μία, προσηνέχθησαν ὑπὲρ ἡμῶν, ὡς διαφόρως ὁ θεῖος ἀπόστολος εἴρηκεν ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκα‐ | |
20 | κος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν | |
25 | ἀνενέγκας.» Καὶ μεθ’ ἕτερα· «Χριστὸς δὲ παραγε‐ νόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλ‐ | |
30 | θεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμε‐ νος.» Καὶ μετ’ ὀλίγα· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ’ ἵνα πολλάκις προσφέρῃ | |
35 | ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρ‐ τίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται· καὶ καθ‐ | |
40 | όσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσεν‐ εχθεὶς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομέ‐ νοις εἰς σωτηρίαν.» Καὶ αὖθις· «Καὶ πᾶς μὲν ἀρ‐ | |
45 | χιερεὺς ἕστηκε καθ’ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκά‐ θισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, τὸ λοιπὸν ἐκδεχόμενος, | |
95.405(50) | ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν | |
αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνε‐ | 405 | |
95.408 | κὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ προειρηκέναι· αὕτη ἡ δια‐ θήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου ἐπὶ καρ‐ | |
5 | δίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.» βʹ. Ὥσπερ οὖν τὸ ἐκ γυναικὸς βρέφος γεννώμενον | |
10 | τέλειός ἐστιν ἄνθρωπος· ἐσθίον δὲ καὶ πίνον αὐξά‐ νει μὲν, καὶ οὐχ ἕτερον προσλαμβάνεται σῶμα, καὶ οὐ δύο ἢ πολλὰ αὐτοῦ λέγομεν σώματα, ἀλλ’ ἓν, τὸ γεννώμενον ἐκ μητρὸς, καὶ ἡ φύσις τὴν αὔξησιν διὰ τῆς φυσικῆς οἰκονομίας ἐργάζεται· οὕτω καὶ νῦν | |
15 | ἐπειδὴ κεφαλὴ ἡμῶν ἐστιν ὁ Χριστὸς, καὶ γεγόναμεν αὐτοῦ σύσσωμοι, καὶ σῶμα αὐτοῦ ἐσμεν ἀεὶ αὐξανό‐ μενον. Γεγόναμεν δὲ αὐτοῦ σύσσωμοι τῇ μετοχῇ τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος αὐτοῦ· «Λαβὼν γὰρ ἄρτον καὶ ποτήριον ἐξ οἴνου καὶ ὕδατος, ηὐχαρίστησε καὶ | |
20 | ηὐλόγησε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα.» Καὶ ἀντὶ τῆς φυσικῆς οἰκονομίας, ὁ ἄρτος καὶ ὁ οἶνος σὺν ὕδατι διὰ τοῦ λόγου αὐτοῦ γέγονε σῶμα καὶ αἷμα αὐτοῦ. Ὥσπερ ἦν τὸ σῶμα αὐτοῦ πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως φθαρτὸν, κλώμενον, ἐσθιόμενον καὶ πινό‐ | |
25 | μενον, ἀδιάφθορον μέντοι· ἐπεὶ τίνος ἕνεκεν οὐ μετὰ τὴν ἀνάστασιν τοῦτο πεποίηκεν, ἀλλὰ πρὸ τῆς ἀνα‐ στάσεως; Ὅτι τὸ διὰ τῆς ἀναστάσεως ἄφθαρτον σῶμα οὐ κλᾶται, οὔτε ἐσθίεται, οὔτε πίνεται· οὔτε αἷμα τὸ ἄφθαρτον κέκτηται σῶμα, ἀλλ’ οὔτε σὰρξ ἂν δι‐ | |
30 | καίως ὀνομάζοιτο, καθώς φησιν ὁ τῆς θεολογίας ἐπώ‐ νυμος Γρηγόριος ἐν τῷ εἰς βάπτισμα λόγῳ· «Πί‐ στευε Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἥξειν πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας κρῖναι ζῶντας καὶ νε‐ κρούς· οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς οἶδεν | |
35 | αὐτὸς λόγους, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύ‐ τητος.» Καὶ τοῦτο τοίνυν ὃ μεταλαμβάνομεν σῶμα καὶ αἷμα τοῦ Θεοῦ ἡμῶν φθαρτόν ἐστι, κλώμενον καὶ ἐκχεόμενον, ἐσθιόμενον, καὶ πινόμενον· καὶ | |
40 | ὥσπερ ἡ ἔπαυξις τοῦ ἡμετέρου σώματος, πᾶσαν πληροῖ φυσικὴν οἰκονομίαν τῆς ἐξ ἀρχῆς συστάσεως τοῦ σώματος ἡμῶν· οὕτω καὶ ἡ τελετὴ τῶν ἁγίων μυστηρίων πᾶσαν πληροῖ τὴν πνευματικὴν καὶ ὑπερφυῆ οἰκονομίαν τῆς τοῦ Θεοῦ Λόγου σαρκώ‐ | |
45 | σεως. | 407 |
95.409 | γʹ. Ἐφ’ ἡμῶν γὰρ ἡ σπορὰ τοῦ Πατρὸς ἀρχή τίς ἐστι τῆς τοῦ σώματος τοῦ βρέφους συστάσεως· χορ‐ ηγεῖται δὲ τροφὴ ἐκ τῶν τῆς μητρὸς αἱμάτων καὶ γίνεται μεταβολὴ τοῦ ὑποκειμένου ὑλικοῦ εἰς ὀργα‐ | |
5 | νικὸν σῶμα, κατὰ τὴν δοθεῖσαν τῇ φύσει δύναμιν παρὰ τοῦ Δημιουργοῦ τῆς φύσεως ἡμῶν καὶ δυνά‐ μεως, καὶ οὕτω σὰρξ καὶ αἷμα, καὶ ὀστέα, καὶ τὰ λοιπὰ τῶν μελῶν συνίσταται δι’ ἑλκτικῆς καὶ καθ‐ εκτικῆς καὶ ἀλλοιωτικῆς, ἤτοι θρεπτικῆς δυνάμεως· | |
10 | ὁμοίως καὶ ἡ διὰ τῆς βρώσεως τοῦ σώματος προσ‐ θήκη, διὰ τῆς θρεπτικῆς ἤτοι ἑλκτικῆς, καὶ καθεκτι‐ κῆς, καὶ ἀλλοιωτικῆς δυνάμεως τὴν αὔξησιν ποιεῖ‐ ται τοῦ σώματος. Ἔδει οὖν καὶ ἐν τῇ ἐπαυξήσει τοῦ Κυριακοῦ σώματος θεωρῆσαι πᾶσαν τὴν θείαν | |
15 | οἰκονομίαν τῆς αὐτοῦ σαρκώσεως, καὶ σταυρώσεως, καὶ ταφῆς, καὶ ἀναστάσεως, καὶ ἀφθαρσίας. Οὐ γὰρ ἐξ ἀρχῆς τὸ τοῦ Κυρίου σῶμα ἄφθαρτον γέγονεν, ἀλλὰ φθαρτὸν καὶ παθητὸν ἕως τῆς ἀναστάσεως, μετὰ δὲ τὴν ταφὴν γέγονεν ἄφθαρτον, διὰ τῆς θείας δυνά‐ | |
20 | μεως ἀναστῆσαν ἐκ νεκρῶν καὶ συναφθαρτίσαν ἡμᾶς. δʹ. Πῶς οὖν γέγονεν; Ἐκεῖ ἦν ἡ ἁγία Παρθένος ἡ τράπεζα, ἔχουσα τὴν ὕλην τοῦ σώματος· εἶτα κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν Πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ’ | |
25 | αὐτήν. Τότε ἡ δύναμις τοῦ Ὑψίστου αὐτῇ ἐπεσκίασεν, ὁ θεῖος Λόγος, ἡ θεία ὑπόστασις, καὶ προσελάβετο ἐξ αὐτῆς σάρκα· καὶ ὧδε κεῖται, ὡς ἐν γαστρὶ τῆς Παρ‐ θένου, ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ὕλη ὁ ἄρτος καὶ τὸ ἐξ οἴνου καὶ ὕδατος κρᾶμα. Καὶ γὰρ ἡ μήτηρ ἐκ | |
30 | τούτων ἐτρέφετο, καὶ τῷ βρέφει ἐχορήγει τὴν τοῦ σώματος ὕλην. Φησὶν ὁ ἱερεὺς, ὡς ὁ ἄγγελος, «Ἵνα ἐπιφοιτῆσαν Πνεῦμα τὸ ἅγιον ἁγιάσῃ καὶ ποιήσῃ, τὸν μὲν ἄρτον τοῦτον σῶμα ἅγιον Χριστοῦ, καὶ τὸ ποτήριον τοῦτο αἷμα τίμιον Χριστοῦ·» καὶ οὐ διὰ | |
35 | φυσικῆς οἰκονομίας, ἀλλ’ ὑπερφυοῦς γίνεται εἰς ἐπαύξησιν τοῦ Κυριακοῦ σώματος καὶ αἵματος ἓν σῶμα, καὶ οὐ δύο. εʹ. Εἶτα ὑψοῦται ἐν ταῖς χερσὶ τοῦ ἱερέως ὡς ἐπὶ σταυροῦ, καὶ διαδίδοται κλώμενον, καὶ οὕτως ἐν ἡμῖν | |
40 | θάπτεται, καὶ συναφθαρτίζει ἡμᾶς. Τοῦτο γάρ ἐστι τὸ πέρας τῆς οἰκονομίας. Οὐ διαφθείρεται ἐν ἡμῖν, ὡς οὐ διεφθάρη τὸ τοῦ Κυρίου σῶμα ἐν τῷ τάφῳ. Ἕως δὲ τῆς ἡμῶν μεταλήψεως πάντα τῆς φθορᾶς ὑπομένει. Καὶ κλᾶται ὑφ’ ἡμῶν τιμίως καὶ πιστῶς, | |
45 | καὶ ὑπὸ ἀνόμων χειρῶν πολλάκις ἀτιμάζεταί τε καὶ ῥίπτεται, καὶ ὑπὸ μυῶν καὶ σκωλήκων· ἀλλ’ οὐ διαφθείρεται, οὐδὲ χωρεῖ εἰς τὸ μὴ εἶναι. Συνάγεται γὰρ ἀοράτως εἰς ἓν σῶμα. Καὶ γὰρ καὶ ὁ Κύριος περιετμήθη, καὶ ἐπὶ σταυροῦ ἐκ τῶν ποδῶν καὶ | |
95.409(50) | χειρῶν καὶ τῆς πλευρᾶς αἷμα ἐξέχεεν, ἀλλ’ εἰς ἓν | 409 |
95.412 | καὶ ταυτὸν συνήχθη· ἀνέστη γὰρ ὅλον τὸ σῶμα ὁλό‐ κληρον. Ἔφη ὁ Χριστός· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦ‐ τον, καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον τοῦ | |
5 | Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε.» Θανάτου δὲ μνήμη φθορά ἐστι. Φθορὰ γὰρ θάνατος, ἀλλ’ οὐ δια‐ φθορά .... Εὑρέθη δὲ τοῦτο τὸ κεφάλαιον εἰς χαρτίον παλαιότατον, κατεφθαρμένον, ἐξ ἰδιοχείρου αὐ‐ | |
10 | τοῦ ἐσχεδιασμένον γράμμασι κατὰ σίγγλον (edit. κατασιγήλοις)· ὡς ἦν δὲ δυνατὸν, τὰ σωζόμενα ἀνελέγησαν, εἰ καὶ ἀτελῶς, ἵνα μὴ πάντη ἀπ‐ | |
όλωνται. | 411 |