TLG 2934 050 :: JOANNES DAMASCENUS :: Epistula ad Theophilum imperatorem de sanctis et venerandis imaginibus [Sp.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Epistula ad Theophilum imperatorem de sanctis et venerandis imaginibus [Sp.]

Citation: Volume — page — (line)

95

.

345

(t1)

ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
t2ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΘΕΟΦΙΛΟΝ
t3ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΣΕΠΤΩΝ ΕΙΚΟΝΩΝ.
4αʹ. Ἐπεὶ τοιγαροῦν κατὰ τὴν θεόλεκτον φωνὴν τὴν
5φάσκουσαν, «Ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν·
10«Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρ‐ τίας, ἀφίενται αὐτοῖς· ἄν τινων δὲ κρατῆτε, κεκρά‐ τηνται.» Καὶ πάλιν· «Καθήσεσθε ἐπὶ δώδεκα θρό‐ νους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ αὖθις· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται
15δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.» Καὶ ἀλλαχοῦ· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ, φησὶν ὁ Κύριος, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ,
20κἀγὼ ἐν σοί. Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέ‐ δωκα αὐτοῖς, ἵνα ὦσι τετελεσμένοι εἰς ἓν, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας· καὶ ἵνα ὁποῦ εἰμι ἐγὼ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέ‐
25δωκάς μοι.» Καὶ ὁ θεσπέσιος ἀπόστολος Πέτρος φησί· «Δοὺς τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς, ὡς καὶ ἡμῖν,» καὶ τὴν ἴσην δωρεὰν δέδωκεν ὁ Θεὸς τοῖς ἔθνεσι, καθὼς καὶ ἐλάλουν γλώσσαις, καὶ προεφή‐ τευον. Καὶ πάλιν ὁ μέγας Παῦλος, καὶ κήρυξ τῆς
30οἰκουμένης καὶ διδάσκαλος, φησὶν, ὅτι «Ἔθετο ὁ Θεὸς ἐν Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους.» Τοίνυν τῷ ὅρῳ καὶ κανόνι ἑπόμενοι τῶν θεσπεσίων ἀποστόλων, καὶ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, ἐν τῇ μεγάλῃ
35τοῦ Θεοῦ Ἐκκλησίᾳ, ἔνθα ὁμοφρόνως καὶ ὁμογνωμό‐345

95

.

348

νως ὁ ὅρος καὶ ὁ ἦχος τῶν ἑορταζόντων ἐν φωνῇ ἀγαλλιάσεως γίνεται, τὰ αὐτὰ τῆς ὀρθοδόξου πίστεως σύμβολα, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων δογμάτων τὰς κλεῖς κατέχοντες, τοιαῦτα ὑπεγράφομεν.
5 βʹ. Πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, ὁμολογοῦμεν τὴν ἔνσαρκον οἰκο‐ νομίαν τοῦ Θεοῦ Λόγου, καὶ τὰς ἁγίας οἰκουμενικὰς συνόδους· ὡσαύτως καὶ τὰς τιμίας εἰκόνας ἀσπαζό‐ μεθα ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ
10τῶν θεολέκτων Εὐαγγελίων. Οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτω πιστεύοντες, πόῤῥω τῆς Ἐκκλησίας διωχθήτωσαν. Αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐφώτισε. Τοὺς οὖν τολμῶντας ἑτέρως φρο‐ νεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐκκλησιαστικῶν θεσμῶν ἢ
15παραδόσεων, τούτους ἀναθεματίζομεν καὶ ἀποβαλ‐ λόμεθα. Οὐδὲν γὰρ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ σκο‐ λιὸν, ἢ στραγγαλιῶδες. «Πάντα γὰρ εὐθεῖα τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ὅλη γὰρ καλὴ, ὡς εἴρηται, καὶ μῶμος οὐκ ἔστιν ἐν αὐτῇ.»
20 γʹ. Καὶ πρῶτος μὲν ὁ τὴν κρηπῖδα τῆς Χριστιανι‐ κωτάτης βασιλείας ταξάμενος, ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ ἀπόστολος Κωνσταντῖνος ὁ μέγας καὶ δίκαιος, καὶ τὰ μυρία ἀξιέπαινα κατορθώματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ βραβεύσας, τόν τε λαβυρίνθιον
25ἐκεῖνον καὶ δυσδιεξόδευτον τῆς θεομαχίας Ἀρειανι‐ κὸν πύργον εἰς γῆν καταῤῥάξας, ὡς στύλον πυρ‐ σοφανῆ τὴν γνῶσιν τῆς ὑπερουσίου καὶ ζωαρχι‐ κῆς ὁμοουσίου Τριάδος τοῖς πέρασιν ἐξέλαμψε. Πρώ‐ τιστον, καὶ ἐξαίρετον καλλιέρημα τῆς εἰς Χριστὸν τὸν
30ἀληθινὸν ἡμῶν Θεὸν εὐσεβείας, γνώρισμα ἐγχαράτ‐ τει τῷ βασιλικῷ τῆς πολιτείας νομίσματι, τό τε οὐ‐ ρανοφανὲς σημεῖον τοῦ Σωτηρίου σταυροῦ, καὶ τὸν σεβάσμιον καὶ Θεανδρικὸν Χριστοῦ χαρακτῆρα ἐν αὐτῷ μετὰ τοῦ ἰδίου ἀνετυπώσατο, ἐνδεικνύντος
35τὴν τοῦ ἐπουρανίου βασιλέως αὐθεντείαν πρὸς τὸν ἐπίγειον γεγονυῖαν, εἰρηνικάς τε σπονδὰς, καὶ βα‐ θείας εἰρήνης συναλλάγματα, μιᾶς ποίμνης γινομέ‐ νης, καὶ μιᾶς ἐξουσίας, ἀγγέλων καὶ ἀνθρώπων. Ὡσαύτως δὲ ἐνιδρῦσθαι καὶ ἀναστηλοῦσθαι τὸν σε‐
40βάσμιον καὶ σεπτὸν χαρακτῆρα τῆς ἐνσάρκου πολι‐ τείας αὐτοῦ, τῆς τε ἀχράντου μορφῆς αὐτοῦ τὰ χα‐ ρακτηριστικὰ ἰδιώματα, καθὸ ὡράθη ἐπὶ γῆς τέλειος ἄνθρωπος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐκ τῆς ἁγίας ἀχράντου καὶ Θεοτόκου Μαρίας· ἐμφαίνοντος
45τὰ γνωρίσματα, καθὼς παρέδωκαν τῇ καθολικῇ Ἐκκλησίᾳ οἱ μακάριοι ἀπόστολοι· κατακοσμοῦντος αὐτὴν ζωγραφικαῖς ἱστορίαις καὶ μουσουργικοῖς ψη‐ φίσιν, ἔκ τε τῆς τῶν θεοπαραδότων Εὐαγγελίων συγ‐
γραφῆς, τὸν θεανδρικὸν χαρακτῆρα τοῦ Χριστοῦ347

95

.

349

ἐγκαθιδρύοντος. Καὶ γὰρ τὸ κατὰ Ματθαῖον Εὐαγγέ‐ λιον μετὰ ὀκτὼ χρόνους τῆς τοῦ Χριστοῦ ἀναλήψεως συνεγράφη· τὸ κατὰ Μάρκον μετὰ δέκα, τὸ κατὰ Λουκᾶν μετὰ, ιεʹ τὸ κατὰ Ἰωάννην μετὰ λβʹ, ἐπὶ
5Δομετιανοῦ. Διὸ καὶ πρότερον ἐν ταῖς ἐκκλη‐ σίαις ἀνιστορεῖσθαι ἐνομοθέτησε, καὶ ταῦτα ἐν ζω‐ γραφικοῖς χρώμασι διαχαράττων, τὴν Βηθλεὲμ γέννησιν, τὴν τῶν ποιμένων αὐτοψίαν, τὴν τῶν μά‐ γων δωροφορίαν, τὸν τοῦ ἀστέρος δρόμον, τὴν τοῦ
10δικαίου Συμεὼν εἰσδοχὴν, τὴν ὑπὸ Ἰωάννου βάπτισιν, τὴν τῶν παραδόξων, καὶ θεϊκῶν θαυμάτων ἀνάδειξιν· τὰ ἑκούσια παθήματα, τὴν ὑπερφυῆ καὶ ζωηφόρον ἀνάστασιν, τὴν εἰς οὐρανὸν θεϊκὴν ἀνάληψιν, καὶ τὰ ἀκόλουθα τῶν ἀποστόλων τερατουργήματα. Τοῦτο
15γὰρ ὅρος καὶ λόγος τῇ Ἐκκλησίᾳ παραδέδοται, ὅτι‐ περ ὁ Μονογενὴς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν, ὁ ἄναρχος, ὁ ἀΐδιος, ὁ ἄϋλος, ὁ ἄποσος, ὁ ἄποιος, ὁ ἀπειρομεγέθης, ὁ ἀνέπαφος. ὁ πάντα ἐκ τοῦ μὴ ὄν‐ τος εἰς τὸ εἶναι παραγαγὼν, ὁ τὰς ἀγγελικὰς καὶ
20οὐρανίους ἀσωμάτους Δυνάμεις τῷ λόγῳ συστησάμε‐ νος· ὁ τὸν οὐρανὸν σπιθαμῇ μετρήσας, τὴν δὲ γῆν κατέχων δρακὶ, καὶ τῇ χειρὶ τὸ ὕδωρ μετρήσας· ὁ χερσὶν ἀχράντοις τὸν ἄνθρωπον πλάσας, ἄνθρωπος ἐκ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας ἀτρέ‐
25πτως καὶ ἀναλλοιώτως χρηματίσας, κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καθὸ ἄνθρωπος γέγονε, ζῶον λογικὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τρίπηχυ ἴσως περιγραφῆς, καὶ σαρκὸς παχύτητι περιγραφόμενος τῇ καθ’ ἡμᾶς ὁρωμένῃ, τῆς μητρῴας ἐμφερείας τὰ
30ἰδιώματα χαρακτηρίζων, καὶ τὴν τοῦ Ἀδαμιαίου μόρφωσιν ἐμφαίνων. Τοῦ χάριν χαρακτηριζόμενος, καθὼς οἱ ἀρχαιοῖ ἱστορικοὶ διαγράφουσιν αὐτοῦ τὴν ἐκτύπωσιν, σύνοφρυν, εὐόφθαλμον, ἐπίῤῥινον, οὐλό‐ θριξιν, ἐπίκυφον, εὔχρονον, γενειάδα μέλανα ἔχοντα,
35σιτόχρουν τῷ εἴδει κατὰ τὴν μητρῴαν ἐμφάνειαν· μακροδάκτυλον, εὐήφωνον, ἡδύλογον, πραότατον, ἥσυχον, μακρόθυμον, ἀνεξίκακον, καὶ τὰ παραπλή‐ σια τῆς ἀρετῆς πλεονεκτήματα περιφέροντα, ἐν οἷσπερ ἰδιώμασιν ὁ θεανδρικὸς αὐτοῦ χαρακτηρίζε‐
40ται λόγος, ἵνα μὴ τροπῆς ἀποσκίασμα, ἢ παραλλα‐ γῆς ἀλλοίωσις ἐν τῇ θείᾳ τοῦ Λόγου ἐνανθρωπήσει φωραθείη, κατὰ τοὺς τῶν Μανιχαίων λήρους. δʹ. Καὶ γὰρ ὁ θεσπέσιος ἀπόστολος καὶ εὐαγγελι‐ στὴς Λουκᾶς, τὸν θεῖον καὶ σεβάσμιον χαρακτῆρα τῆς
45παναγίου Θεομήτορος Μαρίας, ἔτι ἐν σαρκὶ αὐτῆς ζώσης ἐν Ἱερουσαλὴμ, καὶ τὰς διατριβὰς ποιουμένης ἐν τῇ ἁγίᾳ Σιὼν, ζωγραφικαῖς τε μίξεσι τὴν τῆς πανάγνου στήλην ἐν πίναξι διεχάραξε, [καὶ] ὡς ἐν κατόπτρῳ τῇ μετέπειτα γενεᾷ ἐγκαταλελοιπώς. Καὶ

95

.

349

(50)

ταύτην αὐτῇ ὑποδείξαντος, «Ἡ χάρις μου μετ’ αὐ‐ τῆς ἔσται.» Καὶ ἕτερον δὲ παραδοξότερον· οἱ θεό‐ πται κορυφαῖοι ἀπόστολοι Πέτρος καὶ Ἰωάννης ἐν Λυδδῇ τῇ καλουμένῃ Διοσπόλει πρὸ μιλίων δεκαοκτὼ
τῆς Ἱερουσαλὴμ, τὰς διατριβὰς ποιούμενοι. εὐκτή‐349

95

.

352

ριον οἶκον ἐπ’ ὀνόματι τῆς μητρὸς τοῦ Κυρίου καὶ Θεομήτορος οἰκοδομήσαντες, καὶ ταύτην παραγενέ‐ σθαι εἰς τὴν τοῦ ναοῦ ἐνθρονίασιν ἐκλιπαροῦντες, ἔφησε πρὸς αὐτούς· «Καὶ αὐτόθι μεθ’ ὑμῶν εἰμι.»
5Καὶ δὴ θείᾳ τινὶ καὶ ἀοράτῳ ἐνεργείᾳ ὁ χαρακτὴρ αὐτῆς κίονι ἑνὶ ἐνίδρυστο· ἐν ᾧ καὶ αὐτὴ ἡ Θεομή‐ τωρ παραγενομένη καὶ θεασαμένη τὸ ἴδιον ἐκτύπω‐ μα, χαρᾶς τε καὶ θάμβης ἀναπλησθεῖσα, θαυμάσαι δὲ καὶ ἐκπλαγῆναι ἐπὶ τῇ τοῦ ἐξ αὐτῆς ἐνανθρωπή‐
10σαντος μητρικῇ εὐκλείᾳ καὶ εὐκληρίᾳ τὸ σέβας ἀπο‐ νείμαντος. Ὅνπερ χαρακτῆρα μέχρι Ἰουλιανοῦ τοῦ Παραβάτου ἀποσωζόμενον, Ἑβραίους τινὰς ζωγρά‐ φους ἀποστείλας, καὶ διὰ τὸ, τὸ ἐκτύπωμα ἐφ’ ἑνὶ τῶν κιόνων τοῦ ναοῦ καθιδρυμένον ὁρῶντες, ὅλην
15ἐκτετυπωμένην τὴν ἡλικίαν· ἥ τε πορφύρα καὶ ὁ στολισμὸς, ὡς ἤδη ὁρῶσαν καὶ φθεγγομένην βλέπον‐ τες, μαρμαρικοῖς τεχνάσμασι ταύτην κατορύξαι πει‐ ρώμενοι, ἔτι μᾶλλον λαμπροτέραν καὶ ἀπαράλλακτον ἐν τῷ βάθει τοῦ κίονος ἐφεύρισκον. Καὶ ἄλλα δὲ πολλὰ
20σημεῖα καὶ θαυμαστὰ τέρατα ἐν τῇ τῆς παναγίας Θεομήτορος εἰκόνι, τῇ αὐτῇ θείᾳ ἐνεργείᾳ διαδείκνυν‐ ται· δι’ ἧς καὶ δαίμονες ἐλαύνονται, νόσοι θεραπεύον‐ ται, λεπροὶ καθαρίζονται, δυνάμεις ἐνεργοῦνται, πᾶσα μαλακία καὶ ἀσθένεια ῥώννυται
25 εʹ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπὶ γῆς ἔτι πολιτευόμενος, τὸ ἐκμαγεῖον τῆς ἁγίας μορ‐ φῆς αὐτοῦ ἐν σουδαρίῳ ἀπομαξάμενος, Αὐγάρῳ τινὶ τοπάρχῃ τῆς Ἐδεσσηνῶν μεγαλοπόλεως διὰ Θαδδαίου τοῦ θεσπεσίου ἀποστόλου ἐκπέμψας, καὶ τὸν θεῖον
30ἱδρῶτα τοῦ προσώπου ἐναπομάττεται, τὰ χαρακτηρι‐ στικὰ ἰδιώματα αὐτοῦ ἀποσώζων ἐν τούτῳ. Ὅπερ ἐκ‐ μαγεῖον μέχρι τῆς σήμερον ἡ λαμπροτάτη καὶ με‐ γαλώνυμος τῶν Ἐδεσσηνῶν πόλις ὥσπερ σκῆπτρον βασιλικὸν κατέχουσα, αὐχεῖ καὶ κομπάζει· σημεῖα
35ἐν τῷ λαῷ δεικνύοντος, τοῦ ταύτην αὐτῇ τὴν χάριν παρασχομένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ἐν ᾗ καί ποτε Χοσρόου τοῦ Περσῶν βασιλέως τῷ τείχει αὐτῆς πυρκαϊὰν ἐλαίων ξύλα περιανάψαντος κυκλό‐ θεν κύκλῳ, καὶ ταῦτα εἰς γῆν κατατεφρώσοντος, ὁ
40κατὰ καιρὸν ἁγιώτατος μητροπολίτης ἰδὼν τὸν λαὸν ἐκ τῆς ἄγαν πυρκαϊᾶς ἤδη μέλλοντα ἐναποθνήσκειν, τοῦτον τὸν σεβάσμιον χαρακτῆρα τοῦ θεοτυπώτου σουδαρίου διάρας, καὶ τὰ τείχη περιπολεύσας, θεία τις δύναμις ἐξελθοῦσα ἐν ἀνέμῳ καὶ πνοῇ βιαίᾳ τὴν
45πυρκαϊὰν ἐνέστρεψε τοῖς ὑπεναντίοις, καὶ διώδευσε καὶ ἐνεπύρισε τοὺς πέριξ, ὡς τοὺς Χαλδαίους τοὺς Ἀσσυρίους. ϛʹ. Ποτὲ γάρ τινος καταφρονητικῶς λίθον διάραν‐ τος ἐν τῇ τοῦ Σωτῆρος εἰκόνι, εὐθὺς περιστερὰ ἐκ τοῦ

95

.

352

(50)

στόματος αὐτοῦ ἐξελθοῦσα, κόραξ ἀντεισάγεται· προ‐ δήλως ἀντὶ τοῦ ἁγίου Πνεύματος ὁ ἐζοφωμένος διά‐
βολος κατοικιζόμενος, καὶ ἀντὶ φωτὸς μελανεμβαφὲς351

95

.

353

σκότος ὑποδυόμενος. Καὶ ἄλλος γὰρ ἐν Ἀλεξανδρείᾳ τῇ πόλει ὕπαρχος τῇ τάξει, τὴν ἐν τῷ προαυλίῳ τῆς Μεγάλης ἐκκλησίας ἁγίαν τῆς Θεομήτορος εἰκόνα περιερχόμενος πολλάκις φενακίζων καὶ διαμωκίζων,
5ἐν μιᾷ ὀφθεῖσα αὐτῷ ἔτι γρηγοροῦντι, ἔχουσα μετ’ αὐτῆς δύο εὐνούχους, καὶ τούτου τὰς χεῖρας καὶ τοὺς πόδας διατείναντες, καὶ τῷ ἁγίῳ αὐτῆς δακτύλῳ δια‐ χαραξάσης τὰ μέλη, αἱ ἁρμογαὶ τῶν χειρῶν ἐξ ἀγ‐ κόνων καὶ τῶν ποδῶν ἐξ ἀστραγγάλων θραυσθέντες,
10ὡς φύλλα ἀπὸ συκῆς διαῤῥαγέντες ἐκπεπτώκασι. Καὶ ἄλλον δέ τινα ἐν αὐτῇ τῇ πόλει τοιαῦτα τετολ‐ μηκότα καὶ ὑπὸ στρατιωτῶν διωκόμενον, πρόσφυγόν τε γεγονότα τῇ τῆς Θεομήτορος σεπτῇ εἰκόνι, καὶ τοῦτον ἐν ὀφθαλμοῖς πάντων ἀποστραφεῖσα, προὔ‐
15χειρον εἰς σφαγὴν ὡς ἐπίβουλον παραδέδωκε. Καὶ πολλοὺς γὰρ πολλάκις τολμηρῶς προσκρούσαντας, οὐχ ἡ τυχοῦσα δίκη ἐκόλασεν. ζʹ. Ἐκλείψει με ὁ χρόνος διηγούμενον τὰ διηγή‐ ματα, ἅπερ ἐξ ἀρχαίων, καὶ ἄνωθεν ἁγίων προφη‐
20τῶν καὶ ἀποστόλων, καὶ Πατέρων καὶ διδασκάλων νενομοθέτηται· οὐδὲν γὰρ λέληθε τοὺς πνευματοφό‐ ρους καὶ θεόπτας ἀποστόλους· ἀλλ’ ἅπερ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγ‐ γελίοις, ταῦτα καὶ ἐδίδαξαν, ταῦτα καὶ παρέδωκαν·
25ταῦτα καὶ ἐκόσμησαν τὴν ἁγίαν Ἐκκλησίαν ἀπὸ περάτων τῆς οἰκουμένης, ἀπὸ τῆς ἐνδόξου Χριστοῦ παρουσίας, μέχρι τερμάτων αἰῶνος. Ἀλλά γε ὁ πο‐ λέμιος καὶ ἀρχαῖος τοῦ γένους ἐπίβουλος διάβολος, φθόνῳ καὶ βασκανίᾳ τῶν καλῶν τετηκὼς, οὐκ ἐπαύ‐
30σατο τὴν πολυτάραχον αὐτοῦ καταιγίδα, ὡς λαίλαπα ἀγρίαν, τῶν αἱρέσεων ἀνακινῶν. Καὶ Κωνστάντιος μὲν, ὁ τὰ σκῆπτρα διαδεξάμενος τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου, ὁ τῆς μεγάλης ῥίζης σεσα‐ θρωμένος ὄρπαξ, οὐ μέτριον κλόνον καὶ τάραχον τῆς
35πατρικῆς κρηπῖδος εἰσβαλὼν, πόλεμον τῇ Ἐκκλησίᾳ χείρονα τῆς εἰδωλικῆς δεισιδαιμονίας, τῇ τῶν Ἀρεια‐ νικῶν φρενῶν φενακιζόμενος ἀπάτῃ, τοὺς προβόλους καὶ στύλους τῶν Ἐκκλησιῶν κατασείσας κατέῤῥαξε. Λιβέριον μὲν Πάπαν Ῥώμης, Ἀθανάσιον τὸν μέγι‐
40στον Ἀλεξανδρείας, Παῦλον ἄλλον Κωνσταντινουπό‐ λεως τὸν ὁμολογητὴν, Εὐστάθιον τὸν περιώνυμον Ἀντιοχείας, καὶ τοὺς σὺν αὐτοῖς λογάδας καὶ ἁγίους Πατέρας ἐξοστρακίστους κατεδίκασεν· ἀνθρώποις ἀσεβέσι καὶ ἐναγέσι τὰ τῶν ἁγίων ἅγια ἐνεχειρίσα‐
45το. Αὖθις ὀπαδοὶ καὶ συνεργοὶ Ἰουλιανὸς ὁ πρωτό‐ τοκος υἱὸς τοῦ Σατανᾶ, ὁ ἀποστάτης καὶ παραβάτης, ὡσαύτως καὶ ὁ Οὐάλης, εἰ καὶ οὐκ ἀποστάτης, ἀλλά γε Χριστοδιώκτης καὶ Χριστόμαχος· ἀλλ’ αὐτίκα γοῦν ἀνατέταλκεν ὁ τῆς δυτικῆς λαμπαδηφορίας

95

.

353

(50)

πνευματικὸς ἀστὴρ ὁ μέγας Θεοδόσιος, κατὰ τοῦ πνευματομάχου Μακεδονίου ἐκ τοῦ πατριαρχικοῦ θρόνου ἐξοστρακισθέντος, συνόδοις καὶ συνδρομαῖς τῶν ἁγίων Πατέρων, τὸ μέγιστον τῆς εὐσεβείας Χρι‐ στοῦ ἅγιον σύμβολον τῇ Ἐκκλησίᾳ ἀπαρεγχείρητον
55ἐμπήξας ἡδραίωσε.
ηʹ. Τούτου τῆς βασιλείας διάδοχοι, Ἀρκάδιος καὶ353

95

.

356

Ὁνώριος, καὶ τούτων αὖθις Θεοδόσιος ὁ τοῦ Ἀρκα‐ δίου βλαστός· εἶτα πάλιν ἡ γάγγραινα νομὴν λαβοῦ‐ σα, Νεστορίου τοῦ ἀνθρωπολάτρου, Εὐτυχοῦς καὶ Διοσκόρου, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·
5ἀλλ’ ὅμως ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ὁ γὰρ μέγιστος τῆς βασιλικῆς εὐσεβείας νομοφύλαξ Μαρκιανὸς τῇ τῶν ἁγίων Πατέρων συνδρομῇ τοὺς δυσσεβεῖς εἰς γῆν κατέῤῥαξεν. Εἶτα πάλιν ἄλλοι τινὲς τὴν ἁλμυρὰν τῆς θεοπασχίας κατεῤῥάτισαν αἵρεσιν, Σέβηρος, Ἰάκω‐
10βος, Πέτρος ὁ Κναφεὺς, καὶ ἄλλοι τινὲς τῆς ἀνοσιουρ‐ γίας ἀποπτυελίσματα, μεθ’ ὧν ἡ βασιλικὴ Ζήνωνος τυραννικωτάτη χεὶρ κατεστράτευσεν. Οὕσπερ ἡ τῶν εὐσεβῶν βασιλέων, Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ τῶν ἁγίων Πατέρων θεόδρομος σύνοδος, ὥσπερ λιμώτ‐
15τοντας κύνας τῆς ἐκκλησιαστικῆς ὁμηγύρεως ἐξ‐ ήλασεν. Εἶτα πάλιν οἱ πρόβολοι κατὰ τῶν ἐκκλησια‐ στικῶν πυργοβάρεων, Ὁνώριος Ῥώμης, Σέργιος ὁ τῆς βασιλίδος, Πύῤῥος, Παῦλος, Κῦρος Ἀλεξαν‐ δρείας, Μακάριος Ἀντιοχείας, Θεόδωρος ὁ τῆς Φα‐
20ρὰν, ὑπὸ τοῦ πολυμηχάνου καὶ ἀρχηγέτου τῶν κα‐ κῶν εἰς γῆν τῆς αἱρέσεως κατεῤῥάχθησαν, ὑπὸ τοῦ εὐσεβοῦς μεγάλου Ἰουστίνου τῇ τῶν ἁγίων Πατέ‐ ρων θεοσυλλέκτῳ συνόδῳ τῆς κατακρίσεως ἀνάθεμα κληρωσάμενοι.
25 θʹ. Εἶτα τούτων καὶ πλειόνων αἱρέσεων, ὡς ἄχυρα ἀπὸ ἅλωνος θερινῆς ἀναῤῥιφθέντων, καὶ ὡς κύματα ἄγρια θαλάσσης διαλυθέντων, τί νῦν ὁ ἕρπων σκολιὸς ὄφις, ὁ ἀντίδικος τοῦ γένους ἡμῶν διάβολος, ὁ σπο‐ ρεὺς τῶν ζιζανίων, ὁ ἄλλον τινὰ βουρκανὸν τῆς ἀσε‐
30βείας καὶ τῆς αἱρέσεως ... καὶ τῆς τοῦ Θεοῦ Λόγου ἀτρέπτου καὶ ἀναλλοιώτου σαρκώσεως ἤδη περὶ ρλʹ χρόνους τὴν ἀνίατον ταύτην καὶ ἀθεράπευτον νομὴν διανέμων τοιᾷδε προφάσει· Θεοδοσίου τοῦ γένους Ἀδραμυτίου, καὶ τὰ βασιλικὰ σκῆπτρα ἐγκεχειρι‐
35σμένου· Ἰεζά τε τῆς τῶν Ἀράβων ἡγεμονεύοντος ἐξουσίας, δύο τινὲς θεομάχοι Ἑβραίων παῖδες, οἱ ἀεὶ καὶ πάντοτε τραχηλιοῦντες κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ φρυαττόμενοι, τερατείαις καὶ συμβολομαχίαις, καὶ φαρμακείαις καὶ δαιμονιώ‐
40δεσιν οἰωνίσμασι σχολάζοντες, ὡς δῆθεν ἀστρολογι‐ κήν τινα μεταδιώκοντες ἐπιστήμην, ἐξ ἀγχιστείας τῶν Ἰσαυρικῶν Ἰουδαίων ὑπάρχοντες, πλανώμενοι καταλαμβάνουσι τὴν τῶν Ἀράβων βασιλικὴν αὐλήν· καὶ μὴν καταμηνύονται τῷ προῤῥηθέντι Ἰεζά· καὶ
45τούτῳ χρησμῳδίαις πολυευζωΐας καὶ πολυχρόνου διαμονῆς μυοῦνται, εἰ ἄρα γε τὴν τῶν Χριστιανῶν καταῤῥάξαι διακόσμησιν δυνηθείη, τὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεανδρικὸν χαρακτῆρα, καὶ τῆς αὐτὸν τεκούσης Θεομήτορος, ἐκ τῶν ἐκκλησιαστικῶν

95

.

356

(50)

περιβόλων ἀπαλεῖψαι. Καὶ δὴ ὁ φιλόζωος ἐκεῖνος καὶ χοιρόβιος ἄνθρωπος, ὑπεῖξε τῇ συμβουλῇ τῶν ἀπα‐
τεώνων, καὶ πάσας τὰς Ἑώας Ἐκκλησίας ἐσάλευ‐355

95

.

357

σεν· ἀλλ’ ἠπατήθη ὁ δείλαιος. Οὐ μικρὸς γὰρ χρόνος παρῆλθε, καὶ τοῦτον ἡ θεία δίκη ἐχειρώσατο. Ὁ δὲ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν ἡγεμονίαν, τούτους βου‐ ληθεὶς ὡς ψευδομάντεις ἀποκτεῖναι, φυγάδες ᾤχοντο
5ἀνακάμψαντες πάλιν ἐν τοῖς Ἰσαυρικοῖς μεθορίοις. ιʹ. Εἶτα εἰς πηγήν τινα ἀναψύχοντες τῇ φλεγμονῇ τοῦ καύματος, ἰδοὺ νεανίσκος τις τοὔνομα Λέων, κα‐ λὸς τῷ εἴδει, ὡραῖος τῷ προσώπῳ, εὐμήκης τῷ σώ‐ ματι, βάναυσος τὴν ἐπιστήμην ἐξ αὐτῆς τὴν ζωὴν
10ποριζόμενος. Καὶ δὴ ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον περιελόμενος, ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ἀνα‐ ψυχόμενος. Ὥρα ἦν ὡσεὶ ἕκτη. Εἶτα οἱ τῶν ἐγγαστρι‐ μύθων μύσται μυοῦνται αὐτῷ κατάρξαι αὐτὸν τῆς Ῥωμαϊκῆς βασιλείας τὰ σκῆπτρα· καὶ δὴ τοῦ Λέον‐
15τος ἀναβαλλομένου καὶ διαποροῦντος πρὸς τὸ ἀκρό‐ τατον τῆς ἑαυτοῦ εὐτελείας ἀφορῶντα, ὅρκοις πληρο‐ φορεῖται ὑπὸ τῶν μισοχρίστων, ὅτι ταῦτα οὕτως δεῖ γενέσθαι. Καὶ δὴ αἰτοῦνται αὐτὸν ὁρκωμοσίας λόγοις πληροφορηθῆναι παρ’ αὐτοῦ, ἵνα εἰ ἄρα γε εἰς πέρας
20τοῦτο ἄγοιτο, πᾶν ὁτιοῦν αἰτηθείη αὐτοῖς, παρ’ αὐτοῦ ἀνυπερθέτως δοθείη αὐτοῖς. Ἧν δὲ παραπλησίον ναὸς τοῦ ἁγίου μάρτυρος Θεοδώρου· καὶ εὐθὺς ἑτοιμότατα εἰσελθὼν ὁ βάναυσος Λέων, καὶ περικρατὴς γενόμε‐ νος τῶν ἁγίων καγκέλλων τοῦ θυσιαστηρίου, ἔδωκεν
25ἐγγυητὴν τὸν μάρτυρα Χριστοῦ, ἑστώτων τῶν Ἰου‐ δαίων ἐν τοῖς πυλῶσι τοῦ ναοῦ. Καὶ δέχονται τὸν ὅρκον παρ’ αὐτοῦ, καὶ εὐθὺς ᾤχετο ἕκαστος εἰς τὰ ἴδια. ιαʹ. Ἦν δὲ τότε τις τῶν Ἀνατολικῶν στρατηγίας
30τὴν ἡγεμονίαν περιέχων πατρίκιος, τοὔνομα Μασι‐ σίννιος, στρατολογίαις τὴν χώραν περιπολεύων· ἐν οἷς καὶ Λέων ὁ βάναυσος στρατολογηθεὶς, ἐν ὀλίγῳ χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβιβάζεται, σπαθα‐ ρικῷ ἀξιώματι προχειρισθεὶς ὑπὸ τοῦ αὐτοκράτο‐
35ρος Θεοδοσίου· καὶ δὴ ὑπ’ αὐτοῦ εἰς τὰ ἑσπέρια μέρη ἐκπεμφθεὶς, Καμπανίαν, καὶ Ἀμαλφίαν, καὶ Νεά‐ πολιν, τότε βαρβαρησάντων, καὶ καταλαβὼν τὰ ἐκεῖσε ἐν πλωτορσίοις δρόμωσι τὸν ἀριθμὸν ρκʹ, καὶ τροπαιοφόρον νίκην εἰρήνην βραβεύσας, καταλαμβά‐
40νει τὰ βασίλεια· καὶ εὐθὺς ὑπὸ τῶν στρατιωτῶν ἀνηγόρευται Καῖσαρ καὶ αὐτοκράτωρ βασιλεύς. Καὶ δὴ Θεοδόσιος ὁ πραότατος βασιλεὺς, προϋπαντᾷ χα‐ ροποιός· καὶ ἄρας τὸ στέφος ἐκ τῆς ἑαυτοῦ κορυφῆς, περιτίθησι τῷ Λέοντι, καὶ οὕτως ἀκλονήτως ὁ Λέων,
45καὶ ἀνενοχλήτως τὰ βασίλεια ἐγχειρίζεται. Περιβοή‐ του δὲ ἐπιφημίαις γενομένου τοῦ Λέοντος, οὐκ «ἰδοὺ
Μάγοι ἀπὸ Ἀνατολῶν ἦλθον προσκυνῆσαι μετὰ δώ‐357

95

.

360

ρων Χριστὸν,» ἀλλ’ ἰδοὺ Μαγουδαῖοί τινες φαρμα‐ κοὶ καὶ ἐπαοιδοὶ Γαζαρηνοὶ δρομαῖοι εἰσελαύνονται εἰς τὰ βασίλεια, πέρας τῶν οἰωνισμάτων καὶ μαν‐ τευμάτων αὐτῶν χαρὰν εἰσδεχόμενοι. Εἶτα ὑπὸ τοῦ
5νέου ἄνακτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιν‐ νύουσιν ἀσυγχώρητα. Τοῦ δὲ ἑτοιμότατα ἐπαγγελλο‐ μένου διδόναι· Τί ἄρα, ἔφη, ἔστι ταῦτα; Οἱ δέ φασι· Τοῦτο αἰτούμεθα παρὰ σοῦ, κράτιστε βασιλεῦ, ἵνα τὸν χαρακτῆρα τοῦ Ναζωραίου Χριστοῦ, καὶ τῆς
10μητρὸς αὐτοῦ Μαρίας, ἐκ πάσης ἐκκλησιαστικῆς ἱστο‐ ρίας ἀπαλείψῃς· ὅπως τοῦτο ποιῶν, μέλλεις ἄρχειν καὶ βασιλεύειν ἄχρι χρόνων ἑκατὸν ἐν τῇ γενεᾷ σου· εἰ δὲ τοῦτο ὑπερθήσῃ, μέλλεις τάχιον, ὡς ὁ Ἀρτέμιος, ὁ Ἀψίμαρος, ὁ Ἀναστάσιος, ἀναιρεθῆναι. Ὁ δὲ εὐ‐
15ήθης καὶ ἀστήρικτος τῇ πίστει, ὥσπερ ὑπὸ ὄφεως ταῖς δυσὶ μυκτῆρσι πιεζόμενος, μηδὲ ἀναπνεῖν ἔτι ἰσχύων, ἑτοιμότατα τὸ προσταχθὲν ἐπιτελεῖν ἐπαγ‐ γέλλεται. ιβʹ. Τούτου δὲ καταδήλου αἱρετικοῦ δειχθέντος,
20ἀλώπεκος δὲ χρῶμα ἀναλαβὼν καὶ ὑπούλως πως τὰ πρῶτα διεξελθὼν, εὐσεβεῖν διετάττετο. Μετὰ δὲ δε‐ κατὸν χρόνον, αἵρεσιν ἐμπνεῖ τῇ Ἐκκλησίᾳ· καὶ τὸν ὑπ’ αὐτὸν λαὸν ἐκκλησιάσας, μέσον πάντων λεον‐ τοειδῶς βρύξας ὁ ἀνήμερος θὴρ καὶ λεοντώνυμος,
25εἶπεν· Εἰδωλικῆς τεχνουργίας ὑπαρχούσης τῆς τῶν εἰκόνων ἀνατυπώσεως, οὐ δεῖ ταύταις προσκυνεῖν. Ὄντως τάφος ἀνεωγμένος ἡ λάρυξ αὐτοῦ, καὶ τοῖχος κεκονιασμένος ἡ τούτου καρδία. Οὐ πολὺ δὲ τὸ διὰ μέσου, καὶ ὁ Λέων ὡς ἄνθρωπος θνήσκει,
30καὶ ὡς εἷς τῶν ἀρχόντων πέπτωκε. Τούτου δὲ τοῦ ζῇν ἀποῤῥήξαντος, καὶ τοῦ αἰωνίου πυρὸς γεγονότος παρανάλωμα, ἀνέστησεν ἀντ’ αὐτοῦ τὸ ἐκείνου μια‐ ρὸν γέννημα, Κωνσταντῖνόν φημι. Οὗτος οὖν τὸ τῆς πονηρᾶς ἐκείνης ῥίζης δένδρον, δηλητήρια παντοῖα
35ὀλέθρια τῇ ἑαυτοῦ ψυχῇ θησαυρίσας, πορθεῖ, συστρέ‐ φει, καταστρέφει, πυρπολεῖ ἅπασαν ἁγίων εἰκόνων θέαν. Γνοὺς δὲ τοῦτο ὁ τῆς εὐσεβείας κήρυξ Γερμα‐ νὸς, δηλοῖ πρὸς αὐτόν· Βασιλεῦ, τοῦ Δεσπότου Χρι‐ στοῦ καὶ Σωτῆρος ἡμῶν Θεοῦ σαρκωθέντος ἐκ τῶν
40ἀχράντων αἱμάτων τῆς ἁγίας Θεοτόκου, καὶ τελείου αὐτοῦ καθ’ ἡμᾶς ὀφθέντος καὶ περιγραπτοῦ, πᾶσα ἡ εἰδωλικὴ λατρεία ἐκποδῶν γέγονεν· ἀπὸ δὲ τῆς εἰς ἡμᾶς αὐτοῦ συναναστροφῆς, καὶ τῆς τῶν ἀποστόλων κοσμοσώστου διδασκαλίας ἕως τῆς νυνὶ, ἔτη ͵ψλϛʹ,
45καὶ οἱ ἀναμέσον τούτοις τοῖς χρόνοις περιελθόντες ἅγιοι Πατέρες περὶ τῶν ἁγίων εἰκόνων τοιοῦτόν τι οὐκ ἐνενόησαν· ἀλλὰ καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι ταύτας αἱροῦσαι, προσκυνεῖσθαι διετάξαντο, καὶ οὐ καταστρέφεσθαι. Σὺ δὲ, βασιλεῦ, γίνωσκε,

95

.

360

(50)

ὅτι εἰ τούτου κρατήσειας, ὑπὲρ τῶν σεπτῶν εἰκόνων ἑτοίμως ἀποθανοῦμαι. Ἡ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ αὐτοῦ φέρει ὄνομα, καθὸ ἐν σαρκὶ ὤφθη, καὶ τοῖς
ἀνθρώποις συνανεστράφη.359

95

.

361

ιγʹ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ βρύξας ὡς λέων, ξιφήρεις σατράπας ἀποστείλας ἐν τῷ πατριαρ‐ χικῷ οἴκῳ, πυγμαῖς καὶ ὀνειδισμοῖς κατενέγκαι τὸν ἅγιον τῶν ἐκεῖσε προσέταξεν. Οὗτινος κατελθόντος,
5καὶ τοῦ μονήρους βίου συμμετόχου γεγονότος, τὸν ἀσεβῆ Ἀναστάσιον τῆς ἀρχιερωσύνης προβάλλεται στρατιωτικῶς, καὶ οὐ ψήφῳ Θεοῦ εὐσεβείας· ὅστις τὰ τῆς ἐκκλησίας πάντα τοῖς βασιλείοις παραδέδωκε. Πάντα χαρακτῆρα τῆς θείας αὐτοῦ σαρκώσεως περι‐
10ελόμενος, ὡσαύτως καὶ τῆς παναγίας Θεομήτορος, τὴν μητρικὴν αὐτῆς πρεσβείαν καὶ παῤῥησίαν πρὸς τὸν ἐξ αὐτῆς σαρκωθέντα Θεὸν Λόγον ἀπαναινόμενος, ὁ τοῦ ὑπερηφάνου διαβόλου ὑπερασπιστὴς, καὶ τὰς τῶν ἁγίων πρεσβείας ἀποσειόμενος· τάς τε τῶν
15ἁγίων Πατέρων θεοπνεύστους βίβλους πυρκαϊᾷ βα‐ λών· τό τε φιλόθεον καὶ τῶν μοναζόντων τάγμα μυ‐ σαττόμενος ὁ μισόχριστος, τόν τε ἱερῶν παρθένων κατάλογον γαμικοῖς συναλλάγμασι περιζευγνύων, τῆς εὐλαβείας τὰ ἐνδύματα πυρὶ κατακαίων, τὴν
20τῶν ἱερῶν μοναστῶν σεβασμίαν γενειάδα, καὶ πο‐ λιὰς αἰδεσίμους, καὶ τὰς θείας κόρας βρομιαίῳ κα‐ τακαίων πυρί· σκοτίας σχῆμα τοῦτο καλέσας, ὁ τῇ ψυχῇ ἐσκοτισμένος, τοὺς ὑπ’ αὐτὸ τὸ σχῆμα κατα‐ λεγομένους, ἀμνημονεύτους ἐκάλεσε καὶ εἰδωλολά‐
25τρας, διὰ τὴν πρὸς τὰς σεπτὰς εἰκόνας προσκύνη‐ σιν· ἅπαντα δὲ τὸν ὑπ’ αὐτὸν λαὸν ἐκκλησιάσας, ὀμόσαι πάντας πεποίηκε προτιθεμένων τοῦ τε ζωο‐ ποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, τῶν τε ἀχράντων ξύλων ἐν οἷς Χριστὸς ὑπὲρ ἡμῶν χεῖρας
30ἐξέτεινεν, καὶ τῶν ἁγίων Εὐαγγελίων, δι’ ὧν Χρι‐ στὸς παρακελεύεται ἡμᾶς μὴ ὀμόσαι ὅλως, μὴ προσ‐ κυνῆσαι εἰκόνας ἁγίας, ἀλλὰ ταύτην εἴδωλον καλεῖν, μήτε ἐξ ἀββᾶ κοινωνῆσαι, ἢ τὸ, χαῖρε, τὸ σύνολον δοῦναι αὐτοῦ· ὢ τῆς ἐρεσχελίας! ὁμοιότροπον καὶ
35ὁμόηχον εὑρὼν ὄργανον, οὐ μὴν ἀλλὰ καὶ ὁμώνυμον, καὶ ὁμόφρονά τινα τοῦ ἱερατικοῦ καταλόγου, τοῦτον ἐπὶ τὴν Ἐκκλησίαν ἐπάρας, οὐχὶ Θεοῦ καὶ ἱερέων ψήφῳ, ἀλλὰ τῇ αὐτοῦ πανουργίᾳ, τῶν ἀμφοτέρων ἐν τῷ ἄμβωνι ἀνελθόντων, ὑπὸ τῶν τοῦ βασιλέως χει‐
40ρῶν Κωνσταντίνου Κωνσταντῖνος τὴν ἱερὰν ὁ ἀνίε‐ ρος ἐνδιδύσκεται διπλοΐδα καὶ τὸ ὠμοφόριον. Ὢ τῆς ἀναξίας! ὁ ἀσπιδιφόρος, ἱεροθέτης· καὶ ὁ πολέμοις καὶ φόνοις ἐσχολακὼς, ἱερουργός· καὶ ὁ τρισὶ γυ‐ ναιξὶ παρανόμως συζευχθεὶς, τῶν ἱερῶν χειροτονη‐
45τὴς καθίστατο. ιδʹ. Ἐκ τούτου οὖν συμπλεχθείσης τῆς μιαρᾶς συνωρίδος, ὡς παρανόμου σειρᾶς, προγράμματα κατὰ πᾶσαν ἐπαρχίαν ἐπέμπετο πρὸς τοὺς κατὰ χώραν ἀρχισατράπας σὺν ἐπισκόποις, τὴν βασι‐

95

.

361

(50)

λεύουσαν πόλιν καταλαβεῖν, πρὸς τὸ σύνοδον γενέ‐ σθαι κατὰ τῶν σεπτῶν εἰκόνων· τοῦ δὲ τυράννου τὸν σεβάσμιον τῆς παναχράντου Θεοτόκου τὸν ἐν Βλασχέρναις χαρακτῆρα κατορύξαντος, σύνοδον ἀθε‐
τούντων ψευδοϊερέων ἐν αὐτῷ τῷ πανσέπτῳ ναῷ ὁ361

95

.

364

ἀλιτήριος προκαθεσθεὶς ἅμα τῷ ὁμωνύμῳ προδότῃ τῆς τοῦ Χριστοῦ ποίμνης, τὴν μυσαρὰν καὶ ἐχθρώδη ἐπιτελοῦσα σύνοδον, ἀγαλματικὰ εἴδωλα τὰς σεπτὰς εἰκόνας καλέσαντες. Εἶτα Γερμανὸν τὸν θεῖον καὶ
5ὀρθοτόμον τῆς Ἐκκλησίας ἀναθεματίσαντες, ξυλο‐ λάτρην ἀπεκάλουν. Ὢ τῆς τοῦ ἐχθροῦ πωρώσεως! ὢ τῆς βλασφημίας! ὢ τῆς παρατροπῆς! πάμπολλα δὲ αὐτῶν βλασφημησάντων, τὸ τελευταῖον καὶ πάν‐ των χεῖρον ἠλάλαξαν τὴν ἐλεεινὴν ἐκείνην οἱ μιαροὶ ἀνίε‐
10ροι ἐκεῖνοι φωνὴν, καὶ εἶπον· «Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι σὺ, βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰ‐ δώλων.» Ὢ φωνῆς ὀδυνηρᾶς! ἥτις ἐκβομβηθεῖσα οὐρανὸν ἐζόφωσε, καὶ γῆν συνέσεισεν, αἰθέρα τε ἐμίανε, καὶ πάντας τοὺς αὐτὴν κεκραγότας, Θεοῦ
15ἀλλοτρίους ἐποίησεν. Ὄντως «ὁ μωρὸς μωρὰ λα‐ λήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.» Διὰ γὰρ τὰς τοιαύτας βλασφημίας τοῦ ἀθέου τυράννου καὶ ἀναξίου τῆς Χριστιανικωτάτης ἁλουργίδος, οὐ‐ ράνιοι κεραυνοὶ κατέσκηψαν ἐπὶ τῆς γῆς, τὰ ἄστρα
20μὴ φέροντα τὴν Δεσποτικὴν ὕβριν εἰς γῆν κατέπι‐ πτον, στοιχεῖα ἐδονεῖτο, γῆ ἐκλονεῖτο ταραττομένη, σεισμοὶ κατάλληλοι, φόβητρα καὶ σημεῖα ἐξ οὐρα‐ νοῦ· αὐτὸς ὁ δείλαιος δεδιὼς τὴν καραδοκουμένην ὀργὴν, φυγὰς καὶ μεταναστὰς, ἐπὶ τὴν Νικομηδέων
25πόλιν ᾤχετο. Ποῖος γὰρ Διοκλητιανὸς ἢ Μαξιμιανὸς, ἢ Τραϊανὸς, τὰ τοιαῦτα ἔδρασε κατὰ Χριστιανῶν δυσφήματα, ὡς ὁ ἀνάξιος τῆς Χριστιανικῆς προσ‐ ηγορίας; Ἡμέρα γοῦν κρίσεως παρέστη, καὶ τοῦτο ἡ θεία δίκη προέφθασε, καὶ μάρτυς ἀξιόπιστος αὐ‐
30τὸς περὶ ἑαυτοῦ. Ἔτι γὰρ περὶ τὰ ἔσχατα πνέων, ὀλολύζων ἠλάλαξεν ἐν μεγάλῃ βοῇ, τάδε λέγων· «Τὰ προαύλια τῆς γεέννης.» Τί οὖν ἀξιοπιστότερον τῆς οἰκείας φωνῆς, ἀνθ’ ὧν οὐκ ἔγνω τὸν καιρὸν τῆς ἐπι‐ σκοπῆς αὐτοῦ; ὑπέρογκα γὰρ ματαιότητος ἐβλα‐
35σφήμησε κατὰ τῆς Ἐκκλησίας Χριστοῦ, εἰδωλολά‐ τρας τοὺς Χριστιανοὺς ἀποκαλῶν. ιεʹ. Ἀλλὰ τούτου ὁ βλαστὸς ὁ δεύτερος Λέων τὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, γαληνικωτάτῃ καὶ εἰρηναίᾳ διαγωγῇ τὸν πολυτάραχον κλύδωνα τῆς
40Ἐκκλησίας μετήνεγκεν, ὡς ἐκ ζάλης καὶ τρικυμίας ταύτην ψυχαγωγήσας. Οὗτινος καὶ ἡ ζωὴ καὶ ἡ ταφὴ ἐν Εἰρήνῃ τῇ φερωνύμῳ συζύγῳ διατετέλε‐ σται. Αὖθις πάλιν νέα Ἑλένη καὶ νέος Κωνσταντῖνος υἱὸς Εἰρήνης, ὡς ῥόδον καὶ κρίνον ἐν μέσῳ τῶν
45ἀκανθῶν ἐκφύντες, ὡς ἐξ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ τὸ Ῥωμαϊκὸν πολίτευμα ἀνακαλοῦνται· μεθ’ ὧν καὶ ὁ νέος Σίλβεστρος, ὁ μέγας καὶ ἀοίδιμος πατριάρ‐ χης Ταράσιος, ἁγίαν οἰκουμενικὴν σύνοδον συγκρο‐ τήσας, πᾶσαν αἱρετικὴν φρενοβλάβειαν διεσκέδασεν,

95

.

364

(50)

ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἦν ἐπ’ αὐτῷ. Ὡς φωστῆρες ἐν κόσμῳ φαίνοντες, καθὼς παρέδωκαν τῇ Ἐκκλησίᾳ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου θεσπέσιοι καὶ μακάριοι ἀπόστολοι, καὶ οἱ θεο‐ φόροι ἅγιοι Πατέρες, καὶ αἱ θεόπνευστοι καὶ οἰκου‐
55μενικαὶ ὀρθόδοξοι σύνοδοι, πάντα σωτήρια καὶ ζωο‐363

95

.

365

ποιὰ τοῦ Χριστοῦ σύμβολα κατέχειν τε καὶ σεβάζε‐ σθαι ἐθέσπισαν· καθώς φησι τὸ θεῖον λόγιον· «Δεῖξόν μοι τὴν ὄψιν καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ ὄψις σου ὡραία, καὶ ἡ φωνή σου ἡδεῖα.» Οὐκ ἔστι
5παρὰ Χριστιανοῖς Θεὸς πρόσφατος, οὐδὲ προσκεκύ‐ νηται παρ’ αὐτοῖς Θεὸς ἀλλότριος· ὅτι, τίς Θεὸς πάρεξ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἢ τίς Θεὸς πλὴν αὐτοῦ; Ποῦ εἰσιν οἱ Χριστιανοκατήγοροι, οἱ ἱεροκατήγοροι, οἱ ἑαυτοὺς τῆς Χριστωνύμου κλή‐
10σεως ἀποξενώσαντες; οἱ ἑαυτοὺς τῆς μελλούσης ἐλπίδος τῶν Χριστιανῶν ἀπελπίσαντες, οἱ πεπλα‐ νημένοι ἀπὸ μήτρας τῆς θείας κολυμβήθρας, ἁμαρ‐ τωλοὶ ἄνθρωποι, τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τῆς καθολικῆς Ἐκκλησίας ἀνομίαν, ἐν ὑπερηφανείᾳ
15καὶ ἐξουδενώσει, οἱ πᾶσαν Γραφὴν θεόπνευστον καὶ ὠφέλιμον στρεβλοῦντες κατὰ τὰς ἰδίας ἐπιθυμίας, οἱ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσαντες, καὶ τὸ αἷμα τῆς διαθήκης καινὸν ἡγησάμενοι, ἐν ᾧ ἡγιάσθησαν, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν ᾧ ἐχειροτονήθησαν
20ἐνυβρίσαντες, οἱ ψευδοχριστιανοὶ, οἱ τὴν ἁγίαν καὶ καθαρὰν Χριστοῦ Ἐκκλησίαν, τράπεζαν ἠλισγημένην ἀποκαλέσαντες, οἱ μὴ εἰδότες διαφορὰν ἁγίου καὶ βεβήλου, καθαροῦ καὶ ἀκαθάρτου; Πολλὰ ὤφειλον γράψαι, ἀλλ’ οὐκ ἰσχύομεν διὰ μέλανος καὶ χάρτου·
25ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ιϛʹ. Αὖθις ὁ φερώνυμος Νικηφόρος ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ εὐσεβέστατος καὶ ὀρθόδοξος θερά‐ πων· ὡσαύτως καὶ οἱ τῆς εὐσεβείας υἱοὶ καὶ τῆς βασιλείας διάδοχοι, βεβαίαν καὶ ἀσάλευτον τὴν πί‐
30στιν διατηρήσαντες τῷ Χριστῷ, καὶ τῷ μεγάλῳ ἀρχιερεῖ πατριάρχῃ Νικηφόρῳ παρέθεντο τὴν Ἐκ‐ κλησίαν καθαρὰν καὶ ἀμίαντον, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα. Ἀλλ’ αὖθις πάλιν ἡμῖν φερώνυμος τῆς δυσσεβείας θὴρ, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος
35ἐνέσκηψεν· ἡ δὲ λύμη τῆς τοιαύτης ψυχοφθόρου αἱρέσεως τοιᾷδε προφάσει ἐνέσκηψε. Μιχαὴλ καὶ Θεοφυλάκτου τῶν θεοφιλεστάτων καὶ εὐσεβεστάτων ἀνδρῶν τὰ βασίλεια ἰθυνόντων, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ οὔσης ἐν βαθυτάτῃ γαλήνῃ, καὶ τῶν
40ἱεραρχῶν πάντων ἥσυχον καὶ ἠρεμαῖον βίον σὺν τοῖς ἱερεῦσι καὶ εὐλαβέσι μοναχοῖς διαγόντων ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, οὐκ οἶδ’ ὅπως εἰπεῖν, τέρας ξενοφανὲς εἰσέδυ εἰς τὴν πανευδαίμονα πόλιν· γυ‐ ναικός τινος τῶν ἐγχωρίων τετοκυίας βρέφος, τὰ
45μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε πάντα παιδὸς, τὰ δὲ ὑποκάτω, θηρῶν ἀγρίων, λεόν‐ των καὶ παρδάλεων καὶ λύκων. Καὶ τούτων μὲν ἦσαν αἱ μορφαὶ κινούμεναι, ὥστε γινώσκειν ἑκάστου τὸν
σχηματισμόν· ἀλλά γε ἑαυτῇ ἡ ἐγγαστρίμυθος ὑπὸ365

95

.

368

τοῦ ἐν αὐτῇ προσφωνοῦντος πνεύματος Πύθωνος ἐναερίου, τὴν τῶν βασιλέων ταχεῖαν ἀναδοχὴν τερα‐ τεύεται· καὶ δὴ ὁ φιλόχριστος βασιλεὺς τὸ ἐβδελυ‐ γμένον τοῦτο γύναιον παραδίδωσιν εἰς φρουρὰν
5ἀσφαλῆ ἑνὶ τῶν οἰκείων αὐτοῦ καὶ μυστικῶν αὐτοῦ θεραπόντων. Καὶ δή τις τῶν ἀφανῶν καὶ εὐτελῶν τῆς πόλεως τοὔνομα Ἰωάννης, Ἀναγνωστικῷ βαθμῷ τῇ εὐαγεῖ μονῇ τῆς ἁγίας Θεοτόκου τῶν λεγομένων Ὁδηγῶν σχολάζων, παῤῥησιασάμενος τῇ ἐγγαστρι‐
10μύθῳ, μυεῖται αὐτῷ τὴν τῶν ἐσομένων πρόγνωσιν, τήν τε τοῦ βασιλέως ἐναλλαγὴν, καὶ τοῦ διαδόχου τῆς βασιλείας ἀποκατάστασιν, μεγάλην τε καὶ ὑπερ‐ φυῆ καὶ τριάκοντα χρόνους ἐν εὐημερίᾳ καὶ τρο‐ παιοφόρῳ νίκῃ διαβιῶναι, εἰ ἄρα γε τὴν τῶν ἱερῶν
15εἰκόνων καθαίρεσιν τέλεον ποιήσας, τὸ μνημόσυνον αὐτῶν παντάπασιν ἐξαφανίσειε. Λέων δὲ ἔσται τὸ ὄνομα αὐτοῦ, ἐξ Ἀρμενίων ἀγχιστείας καταγόμε‐ νος· καὶ δὴ, φησὶ, χρησμῳδεῖ, καὶ τὸν συμμύστην Ἰωάννην, μεγίστης ἀξιωθήσεσθαι τιμῆς παρ’ αὐτοῦ
20τοῦ Λέοντος, καὶ ὑψωθήσεσθαι, καὶ μετεωρισθήσε‐ σθαι σφόδρα σφόδρα ὑπεράνω πάσης ἀρχῆς, ὡς οὐδεὶς ἄλλος τῶν κατ’ αὐτὸν προβεβηκότων. ιζʹ. Καὶ δὴ Λέοντος πατρικίου καὶ στρατηγοῦ τῆς τῶν Ἀνατολικῶν ὑπαρχίας, ἔνδον αὐτοῦ ὄντος ἐν τῇ
25εὐδαίμονι, Νικηφόρος τις ὁ παρωνύμως Κιννάριος λεγόμενος, μυεῖται τῷ Λέοντι τὰ τῆς ἐγγαστριμύθου μαντεύματα· καὶ ἄλλος δέ τις τῶν κυκλαρίων ψευ‐ δερημιτῶν ψευδολογίαις καὶ μαντεύμασι τὸν ἀπει‐ ρόκακον λαὸν διαχλευάζων, διὰ τοῦ αὐτοῦ Νικηφόρου
30εἰσάγεται τῷ Λέοντι πατρικίῳ· καὶ οὗτος μυεῖται αὐτῷ τὰ παραπλήσια καὶ ἐφάμιλλα τῆς ἐγγαστρι‐ μύθου τερατεύματα. Ὁ δὲ φιλόκοσμος ἀνὴρ δια‐ πύρῳ διαθέσεως καρδίᾳ, ταῦτα μεθ’ ὅρκου ποιεῖν ἀμεταθέτου ἐβεβαιώσατο, ἔχων ἐγκάρδιον ἐγκεκρυμ‐
35μένον τῆς ἀσεβείας τὸν σπινθῆρα. ιηʹ. Καὶ δὴ τοῦ Λέοντος τὰ βασίλεια σκῆπτρα κε‐ κρατηκότος, περισσότερος ζηλωτὴς καὶ μιμητὴς γίνεται τῶν προβεβηκότων δυσσεβῶν ἀνάκτων, Λέον‐ τος καὶ Κωνσταντίνου τῆς τῶν Ἰσαύρων ἀγχιστείας
40γεγονότων, καὶ πολυχρονίοις ἔτεσιν ἐν τῇ βασιλείᾳ διαρκεσάντων, πολέμων δὲ ἀνδραγαθήμασι, καὶ πο‐ λεμίων βαρβάρων θράσος καταβαλόντων, ἐν εὐθη‐ νίαις τε καὶ εὐημερίαις βεβιωκότων· καὶ δὴ ἤρξατο ἐξερευνῶν ἐξερευνήσεις, μαντείας τινὰς καὶ μαθη‐
45ματικοὺς ἀστρολόγους, τοιαῦτα αὐτῷ χρησμῳδεῖσθαι. Καὶ προσκαλεσάμενος Βασίλειόν τινα χαρτουλάριον τῆς λεγομένης Ἐξαρτήσεως, θαῤῥεῖ αὐτῷ τὰ τοῦ πράγματος. Ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς, ὡς δοῦ‐
λος ὑπήκοος ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται· καὶ367

95

.

369

δὴ εὑρών τινα ἄνδρα τῶν ἐπιχωρίων τῆς Σαλαμβρίας ὧδε κἀκεῖσε πλανώμενον, ἐν καπηλίοις καὶ κυκλεύ‐ μασι, μαντείαις τε καὶ οἰωνίσμασι, καὶ μέλλων τῶν βασιλέων πρόγνωσιν μυεῖσθαι, Σαββάτιον οὕτω λεγό‐
5μενον, ὑποτίθεται αὐτῷ πάντα τὰ καταθύμια τῷ βασιλεῖ χαρίσασθαι. Καὶ δὴ περιβαλὼν ἑαυτῷ ὁ Σαββάτιος ἅλυσιν μεγίστην τῷ τραχήλῳ, καὶ σιδη‐ ροπέδαις ἑαυτὸν περισφίγξας, περικλείει ἑαυτὸν ἐν τοῖς τοῦ Δαγιστέως μεγάλου λούτρου τῶν καμίνων
10κούφοις. Καὶ δὴ ὁ Βασίλειος τὰ βασίλεια καταθύμια τάχιον ἐκπληρῶν, προσαγηόχει αὐτὸν τῷ μάντει τῆς Πύθωνος. Νὺξ δὲ βαθεῖα ἦν, καὶ σκότος ψηλαφητόν· καὶ ἰδοὺ καὶ ὑπὸ στρατοπέδων δορυφόρων φρουρού‐ μενος βασιλεὺς, μεμονωμένος, γυμνὸς καὶ ἄοπλος
15σὺν τῷ Βασιλείῳ παραγίνεται ἐν ὑπογείοις καὶ κατα‐ χθονίοις ἀμειδέσι τόποις, ὥς ποτε Ἰουλιανὸς ὁ παρα‐ βάτης, ὑπὸ τοῦ μαθηματικοῦ Ἑβραίου τῷ διαβόλῳ σπονδιζόμενος. Ὢ πῶς ἀπώλετο ἡ σοφία τῶν σοφῶν! ὢ πῶς ἠθέτηται ἡ σύνεσις τῶν συνετῶν! ὢ πῶς οἱ
20θέλοντες εἶναι σοφοὶ ἐμωράνθησαν! Τί οὖν ὁ μέγας καὶ ἔνδοξος, καὶ φοβερὸς βασιλεύς; Προσκυλινδεῖται τοῖς ποσὶ τοῦ Πύθωνος· χρησμῳδοτίας αἰτεῖται, ὥσπερ ὁ Ἀλέξανδρός ποτε μετὰ Κανδαύλου συμψύ‐ χου αὐτοῦ εἰσελθὼν εἰς τὸν Σέραπιν, ὥστε μαθεῖν τὰ
25ἀποβησόμενα, καὶ ὁρᾷ τινας ἀστράπτοντας ἐκ τῶν ὀφθαλμῶν ἀνακειμένους, ἕνα δὲ λέγοντα αὐτῷ, Χαί‐ ροις Ἀλέξανδρε· οἶδάς με τίς εἰμι; Ὁ δέ· Πῶς, κύ‐ ριε; Ὁ δὲ μάγος· Ἐγώ εἰμι Σεσοὺχ ὁ σεισμο‐ κράτωρ βασιλεύς· οὐ τοσοῦτον δ’ εὐτύχησα, ὅσον σύ·
30καὶ σχεῖς ὄνομα ἀθάνατον. Ὁ δέ· Πῶς κύριε; Ὁ δὲ λέγει· Εἴσελθε ἔνδον, ἵνα θεάσῃ τὸν προστάτην· Εἰσέρχεται Ἀλέξανδρος ἔνδον· ὁρᾷ ὁμίχλην πυραυγῆ, καὶ καθεζόμενον ἐπὶ θρόνου, ὅν ποτε εἶδεν ἐν Ῥα‐ κούντιδι προσκυνούμενον βροτοῖς Σέραπιν. Εἶπε δὲ
35ὁ Ἀλέξανδρος· Κύριε, πόσα ἔτη ζήσομαι; Εἶπε δὲ ὁ Σέραπις· καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι πότε μέλλει τελευτᾷν· προσδεχόμενος ἐκείνην τὴν ἡμέραν, ἀφ’ ἡμέρας ἔμαθεν, ἐτελεύτησε· τὸ δὲ ἐν ἀγνοίᾳ παθεῖν, τοῦτο λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώ‐
40μην, εἰ καὶ ὅλως τελευτᾷν. ιθʹ. Εἶτά φησιν ὁ πολυπράγμων βασιλεὺς τῷ προ‐ γνώστῃ καὶ μάντει· Τί ποιήσω, καὶ τί πράξω, ὅπως ἐν εὐζωΐᾳ καὶ εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ δια‐ βιῶναί με τὸν ἅπαντά μου χρόνον; Καί φησι πρὸς
45αὐτὸν ὁ Σαββάτιος· Σὺ μὲν, ὦ βασιλεῦ, ηὐτύχησας, καὶ ὀνομαστὸς ἔσῃ ἐν βασιλεῦσι τῆς γῆς. Εἰ δὲ θέ‐ λεις ζωὴν, καὶ ἀγαπᾷς ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ κυριεῦσαι ἐθνῶν καὶ βαρβάρων, πᾶσαν τὴν τῶν εἰ‐ κόνων ἐξαφάνισον μνήμην τέλεον. Καὶ ἰδοὺ μέλλεις ἐν

95

.

369

(50)

ὅλοις τριακονταδύο χρόνοις μετὰ τοῦ υἱοῦ σου κυρίου
Κωνσταντίνου ἄρχειν καὶ βασιλεύειν, καὶ τοὺς Βουλ‐369

95

.

372

γάρους καθυποτάξεις, καὶ πήξεις τὴν ῥομφαίαν σου μέσον τῆς Βουλγαρίας, εἰς τὴν χαλκῆν ἅλωνα τῆς αὐλῆς αὐτῶν. Ἀλλ’ ὅπερ ποιεῖς, ποίησον τάχιον· μήτε ἄνω ἀφίῃς εἰκόνα, μήτε κάτω.
5 κʹ. Περιχαρὴς οὖν γενόμενος ὁ βασιλεὺς, τὰ προσ‐ ταχθέντα ἀνενδυάστως ἐκπληρῶσαι ἐσπούδαζε, μή‐ πως ἡ τῶν λʹ χρόνων ὁροθεσία ὥσπερ ὄρνεον ἐκπε‐ τασθὲν, ἐκ τῶν χειρῶν αὐτοῦ διαδράσῃ. Προσκαλεῖ‐ ται οὖν τὸν προῤῥηθέντα ἀναγνώστην Ἰωάννην, καὶ
10ἀνατίθεται αὐτῷ τὰ τῆς σκήψεως· ὁ δὲ ἑτοιμότατα φοβηθεὶς τὴν τοῦ βασιλέως κέλευσιν, ποιεῖν τὸ κε‐ λευσθὲν ἐπαγγέλλεται. Καὶ δὴ βασιλικῇ χειρὶ τὰς βίβλους πάσας τῶν μοναστηρίων περιαθροίσας, καὶ ἀνερευνήσας τὰς τῶν εἰδώλων ἀπαγορεύσεις, ταύτας
15προσέῤῥαψαν τῇ σεβασμίᾳ εἰκόνι τοῦ Χριστοῦ· ὡς γὰρ τὸν Βὴλ καὶ Δαγὼν τὸν Χριστὸν λογιζόμενοι, τούτου καὶ σεπτὰς εἰκόνας κατέκαυσαν. Καὶ δὴ οὐκ ἀναπέπαυται ὁ ἐπισπουδαστὴς βασιλεὺς, ἀλλὰ προσ‐ καλεσάμενος τὸν ἁγιώτατον Νικηφόρον τὸν πατρι‐
20άρχην, δείκνυσιν αὐτῷ τὰ συλλεγέντα παρὰ τοῦ Ἰωάννου πιττάκια, καὶ μυθικὰ λογίδρια ὡς μειρα‐ κίσκων ἀθύρματα. Ὁ δὲ ἁγιώτατος καὶ σοφὸς τῆς Ἐκκλησίας διδάσκαλος, ὥσπερ ἱστὸν ἀράχνης ταῦτα διέλυσε, καὶ τέως μὲν ὁ βασιλεὺς εὐλαβηθεὶς, ἀνακω‐
25χὴν ποιεῖται τοῦ σκέμματος. Ὁ δὲ Ἰωάννης δεδιὼς τὸν ἀπὸ τοῦ πατριάρχου ἀφορισμὸν, συμβεβηκυίᾳ δὲ νόσῳ περιτρυχωθεὶς, ἠμελημένην μετάνοιαν ἐξαι‐ τεῖται παρὰ τοῦ πατριάρχου· συγγνώμην αἰτῶν τῆς προπετείας, καὶ τῇ μοναδικῇ προσδραμεῖται μετα‐
30νοίᾳ· ὅπερ καὶ γέγονεν. Ὁ δὲ βασιλεὺς ἐν ἀπορίᾳ καὶ ἀστοχίᾳ τῶν ἀγωνισμάτων γενόμενος, διενοεῖτο τίνα ἄρα εὑρήσειε συνεργόν· μηνύεται δὲ αὐτῷ τὰ περὶ τοῦ μητροπολίτου Ἀντωνίου ὄντι ἐν τῷ Σιλαίῳ· ὁ δὲ τάχιστα αὐτὸν κελεύει τὰ βασίλεια προσφθά‐
35νειν. καʹ. Καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς· Συναγώνισαι ἡμῖν, ὦ μητροπολῖτα, εἰς ὃ βουλόμεθα, καὶ πρόεδρόν σε καταστήσω τοῦ πατριαρχικοῦ θρόνου. Ὁ δὲ ἑτοι‐ μότατα τὰ προσταχθέντα ποιεῖν ἐπαγγέλλεται. Γνοὺς
40δὲ ὁ ἁγιώτατος πατριάρχης Νικηφόρος, προσκαλε‐ σάμενος αὐτὸν, εἶπεν, εἰ ταῦτα οὕτως ἔχει. Ὁ δέ φησι· Μὴ γένοιτο ἡμῖν, ὦ δέσποτα, τοῦτο, μηδέ τι πρᾶξαι· ἀλλὰ καὶ πρὸς πλείονα πληροφορίαν, τοὺς ἰδιοχείρους μου σταυροὺς ὑπογράφω, τῷ τῆς ὀρθο‐
45δοξίας λιβέλλῳ ἑπόμενος. Ὅπερ καὶ τάχιον κατὰ παρουσίαν τῶν συνευρεθέντων ἁγιωτάτων μητρο‐ πολιτῶν πεποίηκεν, καθὼς καὶ ἐν χειροτονίᾳ αὐτοῦ ταῦτα ὑπέγραψεν· «Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, Ἀντώνιος ἐλέει Θεοῦ

95

.

372

(50)

μητροπολίτης Σιλαίου, χειρὶ ἐμῇ ὑπέγραψα· Πι‐ στεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας ἀσπαζόμεθα εἰκόνας. Οἱ μὴ οὕτω φρονοῦντες ἀνάθεμα ἔστωσαν. Οἱ μὴ οὕτω πι‐ στεύοντες πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν.
55Αὕτη ἡ πίστις τῶν ἁγίων· αὕτη ἡ πίστις τὴν οἰκου‐ μένην ἐφώτισε. Οἱ οὖν τολμῶντες μετὰ ταῦτα ἀνα‐
τρέπειν τι τῶν ἐνθέσμων τῇ Ἐκκλησίᾳ παραδε‐371

95

.

373

δομένων, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ σταυροῦ ἐκτύπωμα, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρεί‐ σθωσαν· εἰ δὲ μοναχοὶ ἢ λαϊκοὶ, ἀναθεματιζέσθωσαν.» Ὁ δὲ ταῦτα ἐπισφραγισάμενος, ἐξῄει τοῦ εὐαγοῦς
5πατριαρχείου. Ὁ δὲ βασιλεὺς ταῦτα πυθόμενος, ἔφησεν ὁ Ἀντώνιος· «Ἐχλευάσαμεν αὐτοὺς, ὦ δέσποτα.» Ὢ τοῦ νέου Μανιχαίου καὶ Περσόφρονος! ὢ τῆς ἀνοίας! ὢ τῆς φρενοβλαβείας! ἐν Χριστιανοῖς Χριστιανίζει· ἐν Ἰουδαίοις Ἰουδαΐζει. Καὶ δὴ προ‐
10καθεσθέντες οἱ δύο, Ἰωάννης καὶ Ἀντώνιος, ἐκέρα‐ σαν τὸν κρατέρα τῶν αἱρετικῶν πεφαρμακευμένον οἶνον· καὶ δὴ Γραφὰς θεοπνεύστους καὶ ὠφελίμους στρεβλοῦσι κατὰ τὰς ἰδίας ἐπιθυμίας, προβαλλόμενοι ἐπιπλάστους καὶ ψυχοφθόρους διδασκαλίας, εἰδωλά
15τε τὰς σεβασμίους εἰκόνας βατταρίζοντες. κβʹ. Ὁ οὖν μέγας ἀρχιερεὺς Νικηφόρος ὁ θεοφάν‐ τωρ σύνοδον ἁγίων Πατέρων συναθροίσας τὸν ἀρι‐ θμὸν σοʹ, καὶ πάντων τὰς ἱερατικὰς στολὰς ἀμπεχο‐ μένων ἐν τῇ μεγάλῃ Σοφίᾳ, τῆς τε πληθύος τῶν
20ἱερέων καὶ τῶν μοναχῶν τῆς βασιλίδος πόλεως ὁμοῦ συναθροισθέντων, ἀνελθὼν ὁ ἁγιώτατος πατριάρχης ἐν τῷ ἄμβωνι, ἀνεθεμάτισε τὸν αἱρεσιάρχην, τάδε ἀναβοῶν· «Ἀντώνιος τοῦ νέου Ἀρείου, παραπλήσιον Παυλικιανῶν, ἀνάθεμα.» Ὁ λαὸς, «Ἀνάθεμα.» Ὁ
25ἁγιώτατος πατριάρχης φησίν· «Ἀντώνιος ὁ νέος Ἄρειος δεδεμένος ἐστὶν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι, καὶ ἐπὶ τῆς γῆς, ἐκ τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἐκ τοῦ ἁγίου καὶ κορυ‐
30φαίου τῶν ἀποστόλων Πέτρου, ἐκ τῶν δώδεκα ἀπο‐ στόλων, ἐκ τῶν τριακοσίων δεκαοκτὼ Πατέρων, ἐκ τῶν ἁγίων μεγάλων καὶ οἰκουμενικῶν συνόδων, καὶ ἀποστολικῶν θρόνων, καὶ παρ’ ἐμοῦ τοῦ χειροτονή‐ σαντος αὐτόν· καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες·
35ὡς Χριστομάχος, ὡς παραβάτης τῶν ἰδιοχείρων σταυ‐ ρῶν, ὡς ἀποστάτης τῆς ὀρθοδόξου πίστεως, ὡς εἰκο‐ νοκλάστης, ὡς εἰδωλολάτρης, ὡς Χριστιανοκατήγο‐ ρος, ὡς Χριστιανοδιώκτης, ὡς ἱεροκτόνος· τῶν ἱερέων τὸ μῦσος, τῶν πατριαρχῶν ὁ ἐξάγιστος, τὸ
40βδέλυγμα τῆς ἐρημώσεως, ἡ πρώτη ἀποστασία, ὁ πρόδρομος τοῦ Ἀντιχρίστου, ὁ ἄνθρωπος τῆς ἀνο‐ μίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀποκαλυφθεὶς ἐν τῷ ἐνεστῶτι καιρῷ.» Ταῦτα τὰ ἐγκώμια τοῦ ἐλεεινοῦ Ἀντωνίου.
45 κγʹ. Τί οὖν ὁ συνεργὸς καὶ συμμέτοχος αὐτοῦ ὁ φερώνυμος πρόδρομος τοῦ Ἀντιχρίστου, οὗ ἐκ τοῦ σώματος ἐκπορεύεται τῆς βλασφημίας κλίβανος πυ‐ ρός· ὁ ψευδομάντις Βαλαὰμ, ὁ τῆς ἐγγαστριμύθου μύστης; οἱ δύο τῆς ἐναντίας μοίρας ἑκατόνταρχοι,

95

.

373

(50)

οἱ νέοι Φαραωνιτικοὶ καὶ ἐπαοιδοὶ Ἰαννὴς καὶ Ἰαμ‐ βρὴς οἱ μαθηματικοί; τί οὖν ὁ λεόντειον εἶδος ἔχων, λεόντεια βρυχόμενος κατὰ τῆς Ἐκκλησίας; Μιμεῖ‐ ται τὸν ἀρχηγέτην Λέοντα τῆς αἱρέσεως ταύτης, καὶ ὥσπερ ἐκεῖνος τὸν θεσπέσιον Γερμανὸν, καὶ οὗτος τὸν
55ἀοίδιμον καὶ ἁγιώτατον Νικηφόρον τοῦ πατριαρχι‐
κοῦ θρόνου ἐξωστράκισε, καὶ πάντας τοὺς κατ’ αὐτὸν373

95

.

376

ἁγιωτάτους ἀρχιερεῖς, καὶ μονάζοντας, βασάνοις καὶ ἐξορίαις κατεδίκασε. Τί οὖν; ἐξάγεται Ἰακὼβ ὁ ἠγα‐ πημένος, ἀντεισάγεται Ἡσαῦ ὁ μεμισημένος καὶ πρὸ γενέσεως. Ἀναβαίνουσιν ἀλλαχόθεν οἱ κλέπται
5καὶ λῃσταὶ εἰς τὴν αὐλὴν τῆς Ἐκκλησίας. Βεβεβή‐ λωται τὸ ἅγιον θυσιαστήριον. Πάλιν οἱ Ἰουδαῖοι χαί‐ ρουσι· πάλιν ἀλαλάζουσι μέγα κροτοῦντες τὰς χεῖρας· πάλιν βρενθύουσι καὶ γεγάννυνται κατὰ τοῦ Ναζωραίου Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐσταύρωσαν, ταῦτα
10δρώμενα βλέποντες· πάλιν Μωντανισταὶ χώραν ἔλα‐ βον κδʹ. Τί οὖν Λέων, μέγα ὡς ἐκ δρυμοῦ ὠρυόμενος καὶ μυκώμενος κατὰ τῆς Ἐκκλησίας καὶ κατὰ τοῦ Χριστοῦ, αὐτὸς ταραχῶν καὶ σκανδάλων τὴν εὐδαί‐
15μονα πόλιν ἐμπίπλησιν, οἰμωγαί τε καὶ θρῆνοι καὶ δάκρυα καὶ στεναγμοὶ πανταχόθεν διέτρεχον. Διπλοῦς γὰρ ἦν ὁ θάνατος, ψυχῶν τε καὶ σωμάτων· καὶ δὴ τὸν φύλακα καὶ φρουράρχην τῆς αὐτοῦ βασιλείας ἐπαύσατο, εἰπών· Ἀπόστα ἀπ’ ἐμοῦ, Ἰησοῦ βασι‐
20λεῦ· ὁδούς σου οὐ βουλόμεθα εἰδέναι. Καὶ τούτου τὸν σεβάσμιον χαρακτῆρα τὸν ὄντα ἐν τῇ Χαλκῇ, λίθοις καὶ κόπροις καὶ πηλώδεσι μάζαις, ἐμπτύοντες εἰς τὸ πρόσωπον αὐτοῦ, προσέῤῥιπτον, διαῤῥήξαν‐ τες αὐτὸν εἰς τοὔδαφος. Ἰουδαίοις μέν ποτε λίθοις
25αὐτὸν ὑπέβαλον, Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἀποκαλοῦντες, αὐτὸς δὲ διὰ μέσου αὐτῶν ἐπορεύετο· οὗτοι δὲ χείρονα τούτων ἔδρασαν. Ὄντως «ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομα αὐτοῦ.» Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοῦ Καί‐
30σαρος Τιβερίου εἰκόνα ἐν χερσὶ κρατήσας, καὶ εἰρη‐ κὼς,» Τίνος ἡ εἰκὼν καὶ ἐπιγραφὴ αὕτη;» οὐκ ἐνύβρισεν, ἀλλὰ καὶ τὴν ὀφειλὴν ἀπέδωκεν ὡς Καί‐ σαρι, καὶ τὸν κῆνσον ἐτέλεσεν. Ὦ λαὸς ἄνομος, μωρὸς καὶ ἀσύνετος, ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα,
35καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; ἀλλ’ οἷα πάσχει καὶ νῦν ὁ Λόγος, παρὰ μὲν ἀσεβούντων βλασφημούμενος, καὶ ἀνέχεται τὰ τῆς ὕβρεως· μακρόθυμος γάρ· παρὰ δὲ τῶν εὐσεβῶν εὐφημούμε‐ νος, καὶ ἀναβάλλεται τὰ τῆς μακροθυμίας, τοῖς μὲν
40ἴσως καιρὸν διδοὺς μετανοίας, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσιν, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι. Καὶ μὲν δὴ τούτων πλείονα καὶ θρήνων ἄξια, «δι’ ἃ ἦλθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τὸν λαὸν τῆς ἀπειθείας,» ὡς ἀνωτέρω
45δεδήλωται, καὶ πᾶσιν ἡμῖν πρόδηλα γεγόνασι· λιμοὶ, λοιμοὶ, σεισμοὶ, καταποντισμοὶ, θάνατοι ἐξαίσιοι, πόλεμοι ἐμφύλιοι, ἐθνῶν ἐπαναστάσεις, ἐμπρησμοὶ ἐκκλησιῶν, ἐρημώσεις χωρῶν καὶ πόλεων, αἰχμ‐ αλωσίαι λαῶν ὡσεὶ πρόβατα εἰς σφαγὴν πορευόμενα,

95

.

376

(50)

μέχρις Αἰθιόπων, καὶ Ἰνδῶν, καὶ εἰς Ἀνατολὰς γῆς δοῦλοι καὶ αἰχμάλωτοι, νεάνιδες καὶ παρθένοι, πρεσβύτεροι μετὰ τῶν νεωτέρων· καὶ πᾶσα ἡλικία ἄρδην συντετέλεσται. «Οἱ γὰρ πατέρες, φησὶ, φάγουσι τὸν ὄμφακα, καὶ τὰ τέκνων ὠμοδιά‐
55σουσι.» Καὶ πάλιν. «Ἐγὼ, φησὶ Κύριος, ἀπο‐375

95

.

377

διδοὺς ἁμαρτίας πατέρων ἐπὶ τὰ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς.» κεʹ. Ἐπεὶ δὲ ἡ θεία τῆς παντοκρατορικῆς δεξιᾶς τοῦ Ὑψίστου μάχαιρα τοῦτον διεχειρίσατο, καὶ ὡς
5θῆρα μέγαν εἰς τὴν γαλεάγραν αὐτοῦ ἐνέβαλε, κα‐ θὼς καὶ ὁ προφήτης λέγει, «Ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους, λοιμοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ ἐκκενώ‐ σουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου· καὶ στρώσουσι τὸ κάλλος σου
10εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε· καὶ ἀποθάνῃ θανάτῳ θαυματιῶν ἐν καρδίᾳ θαλάσσης· μὴ λέγων ἐρεῖς, Θεός εἰμι ἐγὼ ἐνώπιον τῶν ἀναιρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» —«Ὑποκάτω σου στρώσουσί σοι σῆψιν, καὶ τὸ κατακάλυμμά σου
15σκώληξ. Οἱ ἰδόντες σε, θαυμάσονται ἐπὶ σὲ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον. Τὰς δὲ πόλεις αὐτοῦ καθεῖλε, καὶ τοὺς ἐν ἀπαγωγῇ σου ἔλυσε· πάντες οἱ βασιλεῖς τῆς γῆς ἐκοιμήθησαν
20ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν ἐκκεκεντημένων καὶ τεθνηκότων μαχαίραις, κατα‐ βαινόντων εἰς ᾅδην.» Ἵνα γνῶσι πάντες, ὅτι Κύριος κραταιὸς καὶ ἰσχυρὸς βασιλεὺς, διαλλάσσων βασιλεῖς
25γῆς· παρ’ αὐτῷ σοφία καὶ δύναμις· παρ’ αὐτῷ κρά‐ τος καὶ ἰσχὺς, ποιῶν ταπεινοὺς εἰς ὕψος, καὶ ἀπο‐ λωλότας ἐξεγείρων, καθιζάνων βασιλεῖς ἐπὶ θρόνων· διαλλάσσων βασιλεῖς, καὶ καρδίας ἀρχόντων γῆς. Ποῦ εἰσιν οἱ ψευδομάντεις καὶ ἀπατεῶνες· Ποῦ εἰσιν
30οἱ τριάκοντα τροπαιοφόροι χρόνοι τοῦ ἐπιγειόφρο‐ νος, καὶ μὴ τὸ πολίτευμα ἔχοντος μετὰ τοῦ ἐπουρα‐ νίου βασιλέως; κϛʹ. Τί οὖν «ὁ θανατῶν καὶ ζωογονῶν; ὁ κατάγων εἰς ᾅδου, καὶ ἀνάγων; ὁ ταπεινῶν καὶ ἀνυψῶν;» Ἐξ‐
35ήγειρε τῇ βασιλείᾳ αὐτοῦ τὸν φερώνυμον τῆς δυνά‐ μεως αὐτοῦ ἀρχιστράτηγον, Μιχαὴλ τὸν πραότα‐ τον καὶ γαληνότατον βασιλέα, χριστομιμήτως λέ‐ γοντα· «Τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν σκό‐ τει, Ἀνακαλύφθητε.» —«Ἐξάγων πεπεδημένους
40ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, κατοι‐ κοῦντας ἐν τάφοις.» Πάντα σύνδεσμον ἀδικίας διαῤ‐ ῥήσσων, ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας τοὺς ἐν ἀπορίαις καὶ θλίψεσιν, καὶ πικρᾷ δουλείᾳ κατεχομέ‐ νους· πάσης χαρᾶς καὶ θυμηδίας τὴν Ῥωμαϊκὴν
45βασιλείαν ἐνέπλησεν· ἔδωκε γὰρ ὁ Κύριος χρηστό‐
τητα, καὶ ἡ γῆ ἡ ἀνθηφόρος βλαστάνει τὰ ἀγαθὰ,377

95

.

380

καὶ τὸν καρπὸν αὐτῆς· ἡ δεξιὰ Κυρίου ἐποίησε δύνα‐ μιν· ἡ δεξιὰ Κυρίου ὕψωσε αὐτὸν, καὶ τῷ πλήθει τῆς δόξης αὐτοῦ συνέτριψε τοὺς ὑπεναντίους. Τί οὖν ὁ εἰρηνικώτατος καὶ πραότατος βασιλεύς; Ἐπὶ τὸ
5αὐτὸ ἐν εἰρήνῃ κεκοίμηται, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸν ἔλεον ἐν κρίσει· «κατακαυχᾶται καὶ ἔλεος κρί‐ σεως.» κζʹ. Ἐπεὶ δὲ ὁ ἐγείρων κέρας σωτηρίας τῷ λαῷ
10αὐτοῦ ἐν βραχίονι αὐτοῦ, ἀνέστησεν ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν τοῦ θρό‐ νου αὐτοῦ, σὲ τὸν μέγαν καὶ φερώνυμον τῆς θεο‐ φιλίας ἄνακτα, ἐν τῇ δυναστείᾳ τῆς σωτηρίας τῆς δεξιᾶς αὐτοῦ. Βασιλείαν κραταιὰν, ἰσχυρὰν, καὶ ἔν‐
15τιμον ἔδωκεν ἐν τῇ χειρί σου ὁ τῶν ὅλων Δεσπότης καὶ Κύριος, θεοστήρικτε δέσποτα. Ἔμβλεψον εἰς ἀρχαίας γενεὰς τῶν εὐσεβεστάτων καὶ πιστῶν βασι‐ λέων, πῶς ἡ δόξα καὶ ἡ εὐπρέπεια αὐτῶν ἀτελεύτη‐ τος ὑπάρχει. Ἐτάφησαν ἐν εἰρήνῃ, καὶ οἱ τάφοι αὐ‐
20τῶν, καὶ τὰ ὀστᾶ αὐτῶν ἀναθάλλει ἐκ τοῦ τόπου αὐτῶν, καὶ βασιλεύει αὐτῶν Κύριος, ὅτι αἱ ψυχαὶ αὐτῶν ἐν χειρὶ αὐτοῦ εἰσι. Μίμησαι τὸν εὐσεβῆ καὶ φιλόθεον βασιλέα Κωνσταντῖνον, υἱὸν τῆς μακαρίας Ἑλένης, ἐν ὅλοις λδʹ χρόνοις διαπρέψαντα ἐν πάσῃ εὐ‐
25σεβείᾳ καὶ σεμνότητι, πάντα τὰ φῦλα βάρβαρα ὑπο‐ πόδιον τῶν ποδῶν αὐτοῦ ὑποτάξας· ὥστε τοσοῦτον ἦν φιλοϊερεὺς καὶ φιλομόναχος ὁ ἀνὴρ οὗτος καὶ θεοφιλὴς, ὅτιπέρ φασιν ἐν μιᾷ κατηγόρων ἐπιδωσάν‐ των πιττάκια κατ’ αὐτῶν, ταῦτα μὲν [γὰρ] εὐθὺς
30καῦσαι, φῆσαι δὲ οὕτως ὁ ἀοίδιμος βασιλεὺς, ὅτιπερ «Ἐὰν εὕρω, φησὶν, ἱερέα ἢ μοναχὸν ἔν τινι παρα‐ πτώματι, ἐγὼ αὐτὸς τὴν χλαμύδα μου ἥπλωσα ἂν καὶ ἐσκέπαζον αὐτόν.» Τίς ἄρα θεοσεβέστερος, ἢ φιλάγαθος καὶ συμπαθητικώτερος ἐν βασιλεῦσι τοῦ
35ἁγίου τούτου; κηʹ. Ἰχνηλάτησον τὸν μέγαν τῆς εὐσεβείας λαμ‐ πτῆρα Θεοδόσιον τὸν εὐσεβῆ βασιλέα, πίστεως ὀρθο‐ δόξου στέμματι κατηγλαϊσμένον· ὥστε τοσοῦτον ἦν καὶ οὗτος φιλόχριστος καὶ φιλομόναχος, ὅτιπερ διὰ
40τὸν τοῦ τυράννου Μαξιμίνου πόλεμον ἐν τοῖς Ἑσπε‐ ρίοις μέρεσιν ἐν ἀγωνίᾳ πολλῇ συσχεθεὶς ἐν τῇ τῶν πολεμίων πληθύϊ τριακοσίων χιλιάδων, ἀποστέλλει ἐφ’ ἑνὶ τῶν ἐν τῷ ὄρει ὁσιωτάτων μοναχῶν, παρα‐ καλῶν αὐτὸν εἰς εὐχῆς συμμαχίαν ἐπικουρῆσαι αὐ‐
45τῷ. Δόνατος δὲ τοὔνομα αὐτῷ. Ὁ δὲ ἁγιώτατος καὶ θεοφόρος μοναχὸς θεόθεν προγνοὺς τὸ μέλλον, ἀπο‐ στέλλει αὐτῷ τῷ βασιλεῖ τὸν τρίχινον αὐτοῦ χιτῶνα καὶ τὸ ἐπώμιον, καὶ τὸ κουκούλλιον, καὶ τὴν βακτη‐ ρίαν αὐτοῦ. Ὁ δὲ μεγαλόψυχος καὶ εὔελπις βασιλεὺς

95

.

380

(50)

περιχαρῶς μετὰ πίστεως δεξάμενος ταῦτα, καὶ περι‐ πτυξάμενος, καὶ ταῦτα ἐνδυσάμενος, τὴν δὲ βακτη‐ ρίαν ἀντὶ δόρατος κατασχὼν, ἔφιππος γίνεται. Καὶ δή τις θεία ἀγγελικὴ στρατιὰ ἐφ’ ἵπποις ἱπτάμενοι
ἐφίστανται, καὶ τοὺς πολεμίους ἄρδην ἐν τοῖς βοθύ‐379

95

.

381

νοις ἐν οἷς ὤρυξαν ἐν παγίδι θηρευτῶν, ἀντιστρε‐ πτικῶς ἐκεῖσε κατέβαλον· τὸν δὲ τύραννον ἐν τῇ μεγάλῃ λαφύρᾳ οἱ σατράπαι ζῶντα χειρωσάμενοι, τοῖς ποσὶ τοῦ βασιλέως προσέφερον. Τί τούτου τοῖς
5νοῦν ἔχουσιν ὑψηλότερον; ὃς κατηξίωται ἀγγελικὰς στρατιὰς συλλήπτορας αὐτῷ γενέσθαι, οὐχὶ καὶ οὗ‐ τος εὐσεβὴς ἦν, προσκυνητὴς τῆς ἁγίας Τριάδος, καὶ τῆς Χριστοῦ εἰκόνος; Ἐρεύνησον, καὶ ἴδε τὰ ἱερὰ αὐτοῦ ἀναθήματα, τὰς ἱερὰς ἐνδυτὰς, τὰ ἱερὰ
10σκεύη. Ψηλάφησον, καὶ ἴδε τὸν μέγιστον αὐτοῦ δί‐ σκον, εἰς ὅνπερ ἐγκαυστικοῖς καλιεργήμασιν ὁ μυ‐ στικὸς τοῦ Χριστοῦ δεῖπνος μετὰ τῶν δώδεκα ἀπο‐ στόλων ἐγκεκόλαπτο· ὅνπερ ἱερὸν δίσκον Θεόδωρος ὁ οἰκονόμος τῶν ἁγίων ἀποστόλων, ψηφισθεὶς ἀρχι‐
15επίσκοπος τῆς Συῤῥακουσῶν πόλεως ὑπὸ τοῦ ἀρχι‐ επισκόπου τῆς βασιλίδος πόλεως· καὶ δὴ οὗτος ὁ Θεόδωρος ποιήσας τὸ ἄθεον αὐτοῦ ἰδιόχειρον, τέθει‐ κεν αὐτὸ ἐν τῷ δίσκῳ· καί φησιν Ἀντώνιος· Εἰ πληροφορεῖς ἡμᾶς, καὶ ὁμόφρων ἡμῶν εἶναι βούλει,
20πάτησον αὐτὸν τοῖς ποσί σου. Ὁ δὲ τῷ πόθῳ τῆς φιλαρχίας θελγόμενος, ἑτοιμότατα ἀναιδῶς καὶ ἀν‐ ερυθριάστως αὐτὸν κατεπάτησεν. Ὢ τῆς ἀνοχῆς καὶ μακροθυμίας Ἰησοῦ Χριστοῦ. Τί οὖν οὐχὶ ὁ Θεὸς ἐπι‐ ζητήσει ταῦτα; ναὶ πάντως· ὅτι ἑπτάκις ἐκδεδίκη‐
25ται Κάϊν, ἐκ δὲ Λάμεχ, ἑβδομηκοντάκις ἑπτά. Οὕτως ἄρα πρέπει τοῖς ἀρχιερεῦσι τῆς βασιλείας τῶν Χρι‐ στιανῶν. Τί οὖν ὁ δύστυχος Θεόδωρος; Ἠστόχησε τῆς ἀξίας, θανάτῳ ἀώρῳ δύσθνητος γεγονώς. κθʹ. Μίμησαι, θεοσεβέστατε δέσποτα, καὶ τοὺς
30μετέπειτα βασιλεῖς, Ἀρκάδιον καὶ Ὁνώριον καὶ Θεοδόσιον, Λέοντα καὶ Μαρκιανὸν, καὶ τοὺς κατ’ αὐτοὺς θεοσεβεῖς βασιλεῖς· πάντες γὰρ ὁμόφρονες καὶ θεόφρονες. Ἄφες τοὺς νενεκρωμένους ἐν ἀσε‐ βείᾳ βασιλεῖς θάψαι, καὶ κλαῦσαι τὰς ἑαυτῶν νενε‐
35κρωμένας ψυχάς· οἱ γὰρ τῶν ἀδικουμένων στενα‐ γμοὶ, τῶν ἀδικούντων κόλασις γίνεται. Ἐννόησον καὶ ἴδε τῶν βεβιωκότων βασιλέων καὶ ἀρχόντων τὴν πάροδον, πῶς ὡς ἐνύπνιον ἐκπετασθὲν παρῆλθον. Ὅτε ἐδόκουν εἰς τέλος κατεστηρίχθαι, τότε εἰς τέ‐
40λος ἀπώλοντο. Ἀσεβῶν γὰρ καταπιπτόντων, δίκαιοι ἔκφοβοι γίνονται. Τί οὖν καὶ σὺ ἀγαθὲ δέσποτα, εἰ καὶ ζῇς, καὶ διαμένεις, καὶ βασιλεύεις ἐν ὅλοις ἑκα‐ τὸν ἔτεσιν, οὐχὶ μετὰ ταῦτα ἀποθανεῖς ὡς οἱ πατέ‐ ρες σου; Μικρὸς καὶ μέγας, οὐκ ἔστι θεράπων οὐ
45δεδοικὼς τὸν Κύριον αὐτοῦ. Μία γὰρ εἴσοδος εἰς τὸν βίον, ἔξοδος ἴση· οὐδεὶς γὰρ τῶν βασιλέων ἔσχεν ἑτέραν γενέσεως ἀρχήν· ἐπίβλεψον ἐπὶ τὴν προσ‐ ευχὴν τῶν ταπεινῶν, καὶ μὴ ἐξουδενώσῃς τὴν δέη‐ σιν αὐτῶν· οἰκτείρησον τὰς Ἐκκλησίας σου, καὶ

95

.

381

(50)

πενθοῦντας παραμύθησαι· τοὺς ἐν θλίψει παρακά‐ λεσον. Παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν· σβέ‐ σον τὰ φρυάγματα τῶν κακοδόξων εἰκονοκλαστῶν· τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον ἐν τῇ δυνάμει τῆς δικαίας βασιλείας σου, καὶ τῷ
55βραχίονι τῆς εὐσεβείας σου. Τοὺς αἰχμαλώτους ἀνα‐ κάλεσαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, καὶ
σύναψον τὴν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκ‐381

95

.

384

κλησίαν, εἰς ἕνα σύνδεσμον ἀγάπης, εἰς βαθεῖαν εἰ‐ ρήνην τῆς ὀρθοδόξου καὶ ἀκραιφνεστάτου πίστεως. Ἕως πότε παρὰ πάντων τῶν Χριστιανῶν οἱ Ῥω‐ μαίων παῖδες εἰκονοκλάσται καὶ αἱρετικοὶ ὀνειδί‐
5ζονται; Ἐξέγειρον τὴν δυναστείαν τῆς εὐσεβείας σου, καὶ οἰκτείρησον τὸν λαόν σου, τὸν διεσκορπισμένον καὶ διεσπαρμένον, ὡς ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Τί τοῦτο τὸ ἐλεεινὸν ὅραμα; ἀκατάπαυ‐ στος ὁ θυμὸς τοῦ ἀντιπάλου διαβόλου κατὰ τῆς ἁγίας
10εἰκόνος τοῦ Σωτῆρος. Ἄσπονδος ὁ πόλεμος τοῦ ἀντι‐ κειμένου κατὰ τῆς ἀχράντου μορφῆς τῆς θεομήτο‐ ρος. Ἀκατάλλακτος ἔχθρα ἡ πρὸς τοὺς ἁγίους Χρι‐ στοῦ. Πόσοι βασιλεῖς ἐπολέμησαν τὴν Ἐκκλησίαν; πόσοι τύραννοι κατεδυναστεύσαντο; ἀλλὰ εἰ καὶ μι‐
15κρὸν παρεχωρήθησαν, ἀλλὰ πύλαι ᾅδου οὐ κατισχύ‐ σουσιν αὐτῆς. λʹ. Πολλὰς μὲν γὰρ Γραφικὰς ἀποδείξεις εὐσεβῶν δογμάτων τῶν ἁγίων Πατέρων ἔχοντες γράφειν, οὐ δέον ἐστὶν ἡμᾶς τὴν τῆς βασιλικῆς ἀγχινοίας θεο‐
20δίδακτον σοφίαν ἐκβιάζειν· ἀλλὰ, κατὰ τὸν θεῖον λόγον, παρακλητικῶς καὶ εὐμενεστάτως ἐκπληροῦ‐ μεν, ἵνα μὴ τῇ ὑποστολῇ τοῦ λόγου, τὸ μὴ εὐδοκιμεῖ‐ σθαι κατακριθῶμεν. Οὐδέποτε γὰρ ἡμεῖς καὶ ἐπὶ τῶν προβεβηκότων βασιλέων σεσιωπήκαμεν, νου‐
25θετοῦντες, παρακαλοῦντες ὡς κυρίους, ὡς δεσπότας, ὡς πατέρας, ὡς ἀδελφοὺς, ἵνα μὴ Θεὸν ζημιωθῶμεν διὰ τῆς ἡσυχίας. Πρὸς δὲ περισσοτέραν πληροφορίαν καὶ ἀσφαλεστέραν βεβαίωσιν τῆς ὀρθοδόξου πίστεως, καθὼς καὶ ἐξ ἀρχῆς καὶ ἄνωθεν μέχρι τῆς δεῦρο ἡ
30καθαρὰ καὶ ἄμωμος Χριστιανικωτάτη εὐσέβεια, κατὰ τὰς ἀποστολικὰς καὶ θεοκηρύκτους παραδόσεις ἐν πάσαις ταῖς Ἐκκλησίαις θεοπρεπῶς καὶ εὐσχημόνως καὶ εὐπαρέδρως Κυρίῳ, ἡ τῶν σεπτῶν καὶ σεβα‐ σμίων εἰκόνων εὐκοσμία διαλάμπει ἐν ἱστορίαις καὶ
35μουσουργήμασιν, ἐν τοίχοις καὶ πίναξι καὶ ἱεροῖς σκεύεσι, τιμῇ καὶ σεβασμιότητι ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῶν θεολέκτων Εὐαγγελίων κατασπαζόμεθα· τὸ σέβας καὶ τιμὴν τοῖς πρωτοτύ‐ ποις ἀπονέμοντες κατὰ τὸν μέγαν Βασίλειον· ὅτι ἡ
40τοῦ εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει ..... Πόσῳ μᾶλλον χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν δεσποτικὸν Χριστοῦ χαρακτῆρα τοῦ καὶ τὸν σταυρὸν ἁγιάσαντος ἀθετῶν, ἢ ἀπαναινόμενος; ὡς τέλειος ἀποστάτης, καὶ ἀλλότριος τῆς Χριστιανικῆς προσ‐
45ηγορίας, ἔνοχος καὶ ὑπόδικος ἔσται αἰωνίου κατα‐ κρίσεως. Διὸ δὴ πρὸς ἀπόδειξιν καὶ βεβαίωσιν τῶν παρ’ ἡμῖν δεδογματισμένων θεοπνεύστων λόγων, καὶ τὸν σεβάσμιον χαρακτῆρα τῆς παναγίας θεομήτορος Μαρίας, καὶ τοῦ ἐξ αὐτῆς σαρκωθέντος καὶ νηπιά‐

95

.

384

(50)

σαντος Θεοῦ Λόγου, ὡς καύχημα πίστεως καὶ στέφα‐ νον κάλλους, καὶ σκῆπτρον βασιλικὸν ἐν τῷ κεφα‐ λαίῳ τῆς ἡμετέρας ὁμολογίας τοῦ θεοκυρώτου τῆς ὀρθοδοξίας ἀκραιφνεστάτου τόμου ἐνετυπώσαμεν, δεικνύντες πρὸς τὴν θεοφόρον ὑμῶν θεοδίδακτον βα‐
55σιλείαν, τὸ ἔνθεον καὶ οὐράνιον φρόνημα τῆς ὀρθο‐ δόξου πίστεως πάσης ἀνατολικῆς διοικήσεως, κατὰ
τὸν θεῖον λόγον· «Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώ‐383

95

.

385

τερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τὸ δέ‐ χεσθαι.» λαʹ. Ἑπόμενοι τῷ ὅρῳ τῶν θεοφόρων Πατέρων τοιάδε πεφρονηκότων καὶ θεσπισάντων κατὰ τὰς
5ἀποστολικὰς παραδόσεις καὶ τὰ ἀρχαῖα ἔθη τῶν Ἐκ‐ κλησιῶν, οὕτως πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοού‐ σιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας εἰκόνας ἀσπα‐ ζόμεθα οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτως ὁμολογοῦντες, πόῤῥω τῆς Ἐκκλησίας
10ἐκδιωχθήτωσαν. Αὕτη ἡ πίστις τῶν ἀποστόλων· αὕτη ἡ πίστις τὴν Ἐκκλησίαν ἐφώτισε· τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐν‐ θέσμως τῇ Ἐκκλησίᾳ παραδεδομένων, ἢ σταυροῦ ἐκτύπωσιν, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ ἀλλοτιοῦν
15τῶν ὄντων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ παραδεδομένων κατὰ τὰ ἀρχαῖα ἔθη τῶν Πατέρων καὶ τῶν εὐσεβῶν καὶ πιστῶν βασιλέων, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρέσει ὑποβάλλεσθαι καὶ ἀναθεματίζεσθαι, εἰ δὲ μονάζοντες καὶ λαϊκοί εἰσι, τῷ αὐτῷ ἀναθέματι κατα‐
20κρίνεσθαι, καὶ τῆς θείας κοινωνίας ἀφορίζεσθαι. Ταῦτα ὁρίζομεν τῇ κελεύσει καὶ αὐθεντίᾳ τοῦ Σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔθετο πρόσταγμα, καὶ οὐ παρελεύσεται· τοῦ κλείσαντος τὴν ἄβυσσον, καὶ σφραγισαμένου αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ
25ὀνόματι αὐτοῦ· εὐλαβείσθω πᾶσα ἡ γῆ ἀπὸ προσ‐ ώπου αὐτοῦ, ὅτι φοβερός ἐστι, καὶ τίς ἀντιστήσε‐ ται αὐτῷ; καὶ, «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·» ὅτι πᾶσα ἡ πνοὴ καὶ κτίσις ἐν τῇ χειρὶ αὐτοῦ περιείληπται, καὶ ἡ βασιλεία αὐτοῦ,
30βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία αὐ‐ τοῦ ἐν πάσῃ γενεᾷ. Δόξα τῇ παναγίᾳ Τριάδι τῷ Θεῷ
ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.385