TLG 2934 048 :: JOANNES DAMASCENUS :: Oratio de his qui in fide dormierunt [Sp.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Oratio de his qui in fide dormierunt [Sp.] Citation: Volume — page — (line) | ||
95.248(t1) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥ | |
t2 | ΠΕΡΙ | |
---|---|---|
t3 | ΤΩΝ ΕΝ ΠΙΣΤΕΙ ΚΕΚΟΙΜΗΜΕΝΩΝ | |
t4 | ΟΠΩΣ ΑΙ ΥΠΕΡ ΑΥΤΩΝ ΓΙΝΟΜΕΝΑΙ ΛΕΙΤΟΥΡΓΙΑΙ ΚΑΙ ΕΥΠΟΙΙΑΙ ΤΟΥΤΟΥΣ ΟΝΙΝΗΣΙΝ. | |
5 | αʹ. Τὰ τῶν βρωμάτων ἡδέα καὶ τίμια προτιθέμενα πολλάκις, οὐ μόνον τοὺς πεινῶντας εἰς βρῶσιν ἕλκου‐ σιν, ἀλλ’ ἐνίοτε καὶ τοὺς ἤδη κεκορεσμένους προσ‐ ερεθίζουσιν· ὥσπερ καὶ τῶν πομάτων τὰ λίαν ἡδύ‐ ποτα καὶ εὐώδη, οὐ τοὺς διψῶντας μόνον, ἀλλὰ μὴν | |
10 | καὶ τοὺς ἔμπαλιν πρὸς μετάληψιν θέλγουσιν. Ὡσαύ‐ τως πάλιν καὶ τοὺς φιλοπλούτους, ὅταν μεγάλης περιουσίας κρατήσωσιν, ἔρως ἀεὶ ἀναγκάζει τούτους ζητεῖν ἀφορμὰς, ὅσαι καθ’ ἡμέραν τὸν πλοῦτον τού‐ τοις προσεπεκτείνουσιν. Οὐκοῦν καὶ ὑμᾶς, ὦ τιμιώ‐ | |
15 | τατα τῆς Ἐκκλησίας ἐκλόγια, ἱερεῖς καὶ Πατέρες, ἀδελφοὶ καὶ μητέρες καὶ τέκνα φίλτατα, οὐ τῶν θείων λογίων λιμὸς, οὔτε τις δίψα τῶν ἱερῶν μαθη‐ μάτων, οὔτ’ αὖ πενία γνώσεως τῆς ἐνθέου, ἐπὶ τὸν νῦν ἐκτεθέντα λόγον προσεπικλίνειεν, ἀλλ’ ἔφεσις | |
20 | ὄντως θεοχαριτώτατος προσάγουσα ὑμᾶς ἐκ δυνάμεως εἰς δύναμιν, καὶ ἐκ χαρίτων εἰς χάριτας, καὶ ἐκ μνήμης εἰς ἀνάμνησιν. Ὃ γὰρ πολλάκις τελείοις λέ‐ λοιπε, τοῦτο παιδίον ηὕρατο· καὶ ὃ σοφοὺς παρ‐ έδραμεν, ἰδιώταις ἐνέσκηψε· καὶ ὃ διδασκάλους δι‐ | |
25 | έλαθε, μαθηταῖς ἐπεφοίτησεν. Ἡμῖν δὲ οὐδὲ τοῦτο εἰπεῖν τολμητέον, ἀλλ’ ὥσπερ ἐπιφυλλίδα μετὰ τὸν τρυγητὸν καταλελειμμένην, καὶ στάχυν μετὰ τὸν ἀμητὸν διὰ τὸ πλῆθος παρεωραμένον, καὶ πᾶσαν ἁπλῶς ἐπὶ δένδροις ὀπώραν μετὰ τὴν συλλογὴν ἐκ‐ | |
30 | λελησμένην ἐπισωρεύσαντες, οὕτω τοὺς βουλομέ‐ νους, Χριστοῦ τοῦ ἀληθινοῦ συνεργοῦντος Θεοῦ, καὶ τὸν λόγον διὰ τῶν ἔργων καὶ ἀποδείξεων βεβαιοῦν‐ τος, δεξιωσόμεθα. βʹ. Ὁ περὶ πάντα τοίνυν τὰ καλὰ καὶ θεοφιλῆ | |
35 | πράγματα καὶ διανοήματα κοιλαινόμενος ὄφις, καὶ σφαττόμενος παλαμναῖος ἐχθρὸς, τῇ μὲν φιλαδελφίᾳ πληττόμενος, τῇ δὲ πίστει ῥηγνύμενος, τῇ ἐλπίδι νεκρούμενος, τῇ συμπαθείᾳ κραδαινόμενος, ἐνέσκηψέ | |
τισιν ὁ παράνομος σκῆψίν τινα ἔκφυλον καὶ ἀλλό‐ | ||
95.249 | τριον, καὶ τῶν ἱερῶν θεσμῶν εἰς ἅπαν ἀντίθετον· ὡς ὅτι τὰ μετὰ θάνατον πάντα τὰ θεοφιλῆ ἔργα οὐδὲ τοὺς προλαβόντας ὀνίνησιν. «Ἀπέκλεισε γὰρ, φησὶν, ὁ Θεὸς κατ’ αὐτῶν·» καὶ, «Κομιεῖται ἕκα‐ | |
5 | στος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγα‐ θὸν, εἶτε φαῦλον·» καὶ, ὅτι «Ἐν τῷ ᾅδῃ τίς ὁμολο‐ γήσεταί σοι;» καὶ πάλιν, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·» καὶ, «Ὅτι ὃ ἔσπειρεν ἕκα‐ στος, τοῦτο καὶ θερίσει. Ἀλλ’, ὦ σοφοὶ, εἴπωμεν | |
10 | πρὸς αὐτοὺς, ἐρευνήσατε καὶ διδάχθητε, ὅτι πολὺς μὲν ὁ φόβος τοῦ τῶν πάντων Δεσπότου Θεοῦ, πολλῷ πλέον ἡ ἀγαθότης· καὶ φοβεραὶ μὲν αἱ ἀπειλαὶ, ἀνείκαστος δὲ ἡ τοῦ Θεοῦ φιλανθρωπία· καὶ φρικταὶ πάλιν αἱ καταδίκαι, ἄφατον δὲ τῶν οἰκτιρμῶν αὐτοῦ | |
15 | τὸ πέλαγος. γʹ. Ἴδετε γὰρ τί φησιν ἡ θεία Γραφή· ὡς Ἰούδας ὁ Μακκαβαῖος ἐν τῇ Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου, ὁπηνίκα τεθανατωμένον εἶδε τὸν ὑπ’ αὐτὸν λαὸν ὑπὸ τῶν ἀλλοφύλων ἐχθρῶν, ἐρευνήσας αὐτῶν | |
20 | τοὺς κόλπους καὶ τούτων ἔνδοθεν εὑρὼν εἰδωλεῖα, ἐξιλασμὸν αὐτίκα ὑπὲρ ἑκάστου τούτων πρὸς τὸν εἰς οἶκτον ἕτοιμον Κύριον προσενήνοχε, πανευσεβῶς ποιήσας καὶ φιλαδέλφως λίαν, ὅθεν καὶ παρὰ τῇ θείᾳ Γραφῇ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ τεθαυμάστωται. | |
25 | Οἱ δέ γε μύσται καὶ αὐτόπται τοῦ λόγου, οἱ τὸν τοῦ κόσμου γύρον ζωγρήσαντες μαθηταὶ τοῦ Σωτῆρος καὶ θεῖοι ἀπόστολοι, ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων μνήμην ποιεῖσθαι τῶν πι‐ στῶν κοιμηθέντων ἐθέσπισαν· ὃ καὶ κατέχει βεβαίως | |
30 | καὶ λίαν ἀναντιῤῥήτως ἡ τοῦ Χριστοῦ καὶ Θεοῦ ἀπὸ περάτων μέχρι περάτων ἀποστολικὴ καὶ καθολικὴ Ἐκκλησία, ἐκ τότε μέχρι τοῦ νῦν, καὶ τῆς τοῦ κό‐ σμου λήξεως ἄχρι· οὐκ ἀλογίστως πάντως, οὐδὲ μα‐ ταίως, οὐδὲ εἰκῆ καὶ ὡς ἔτυχε τοῦτο θεσπίσαντες. | |
35 | Οὐδὲν γὰρ ἀνόνητον ἡ τῶν Χριστιανῶν ἀπλανὴς θρη‐ σκεία παρείληφεν, καὶ εἰς αἰῶνα κατέσχεν ἀπαρα‐ σάλευτον, ἀλλὰ πάντα ἐπωφελῆ καὶ θεάρεστα καὶ λίαν ὀνησιφόρα, καὶ σωτηρίας μεγίστης πρόξενα. δʹ. Ἔφη τοιγαροῦν ὁ πολὺς τὰ θεῖα καὶ βαθὺς | |
40 | Διονύσιος ἐν τῇ περὶ τῶν κεκοιμημένων μυστικῇ θεωρίᾳ οὑτωσὶ λέξας· ἵν’ ἐκ τῶν αὐτοῦ θείων τε καὶ σεβαστῶν λόγων πρὸς ἐναργῆ ἀπόδειξιν ἐφαψώμεθα· ὡς «Αἱ τῶν ἁγίων προσευχαὶ, καὶ κατὰ τὸν τῇδε βίον, μήτιγε μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν | |
45 | εὐχῶν, ἤγουν εἰς τοὺς πιστοὺς ἐνεργοῦσι.» Τὸ δὲ, μήτιγε, πάντως ἐνταῦθα μηδὲν ἕτερον ἢ τὸ, πόσῳ γε μᾶλλον, ὑποληπτέον. Καὶ μετ’ ὀλίγον· «Οὐ γὰρ | |
ὁ θεῖος ἱεράρχης, ὁ τῆς θεαρχικῆς δικαιώσεως ὑπο‐ | ||
95.252 | φήτης, ἐζήτει ποτὲ τὰ μὴ τῷ Θεῷ προσφιλέστατα, καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα· διὸ τοῖς ἀνιέροις, ἤγουν τοῖς ἀφωτίστοις, οὐκ ἐπεύ‐ χεται ταῦτα κεκοιμημένοις.» Καὶ αὖθις· «Οὐκοῦν ὁ | |
5 | θεῖος ἱεράρχης ἐξαιτεῖται τὰ φίλα Θεῷ, καὶ πάντως δωρηθησόμεθα.» Καὶ πάλιν· «Ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος, δεῖται πάντα μὲν ἀφιέναι τὰ δι’ ἀνθρωπίνην ἀσθένειαν τῶν κεκοιμημένων πταί‐ σματα· τάξαι δὲ τοῦτον ἐν χώρᾳ ζώντων εἰς κόλπους | |
10 | Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐν ᾧ ἀπέδρα τόπῳ ὀδύνη καὶ λύπη καὶ στεναγμός· παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς εὐσθενείας τὰς ἐγγενομένας τῷ κεκοι‐ μημένῳ ἐξ ἀνθρωπίνης ἀσθενείας κηλίδας, ἐπείπερ, ὡς τὰ λόγιά φησιν, οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου.» | |
15 | Βλέπεις, ὁ ἀντιλέγων, πῶς βεβαιοῖ ἐπωφελεῖς ὑπάρ‐ χειν τὰς ὑπὲρ τῶν ἐν ἐλπίδι θείᾳ κατοιχηθέντων δεήσεις; εʹ. Μετὰ δὲ τοῦτον αὖθις ὁ τῆς θεολογίας ἐπώνυ‐ μος θεοῤῥήμων Γρηγόριος ἐν τῷ εἰς Καισάριον τὸν | |
20 | ἀδελφὸν ἐπιταφίῳ λόγῳ, περὶ τῆς ἰδίας μητρὸς, «Ἠκούσθη, φησὶ, κήρυγμα πάσης ἀκοῆς ἄξιον, καὶ μητρὸς πάθος κενοῦται δι’ ὑποσχέσεως καλῆς καὶ ὁσίας, δοῦναι τὰ πάντα τῷ παιδὶ τὸν ἐκείνου πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐπιτάφιον.» Καὶ μεθ’ ἕτερα· | |
25 | «Τὰ μὲν οὖν παρ’ ἡμῶν τοιαῦτα· καὶ τὰ μὲν ἀπο‐ δέδωκεν, τὰ δὲ δώσομεν, τὰς δι’ ἔτους προσφέρον‐ τες τιμάς τε καὶ μνήμας, οἵ γε τῷ βίῳ περιλειπό‐ μενοι.» Ὁρᾷς πῶς βεβαιοῖ, καὶ καλὰς καὶ ὁσίας καλεῖ, τὰς ὑπὲρ τῶν κατοιχομένων τῷ Θεῷ προσ‐ | |
30 | αγωγὰς, καὶ τὰς ἐτησίους μνήμας εἰσδέχεται; ϛʹ. Εἶτα μετ’ αὐτὸν ὁ χρυσοῤῥήμων ὄντως καὶ χρυσ‐ επώνυμος Ἰωάννης, ὁ τῆς φιλοπτωχίας καὶ τῆς μετανοίας ὁδηγὸς καὶ διδάσκαλος, ἐν τῇ πρὸς Φι‐ λιππησίους αὐτοῦ καὶ Γαλάτας θεοφεγγεῖ ἑρμηνείᾳ, | |
35 | «Εἰ γὰρ Ἕλληνες, φησὶ, συγκατακαίουσι τοῖς ἀπελ‐ θοῦσι τὰ ἑαυτῶν, πόσῳ γε μᾶλλον σὲ τὸν πιστὸν συμπαραπέμψαι δεῖ τῷ πιστῷ τὰ οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται, καθὼς ἐκεῖνα καὶ ταῦτα, ἀλλ’ ἵνα μείζονα τούτῳ περιβάλῃς τὴν δόξαν· καὶ εἰ μὲν | |
40 | ἁμαρτωλὸς ὁ τεθνηκὼς ᾖ, ἵνα τὰ ἁμαρτήματα λύσῃ, εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀνταποδόσεως.» Καὶ πάλιν ἐν ἑτέρῳ λόγῳ, «Ἐπι‐ νοήσωμεν, φησὶ, τοῖς ἀπελθοῦσιν ὠφέλειαν· δῶμεν αὐτοῖς τὴν προσοῦσαν βοήθειαν, ἐλεημοσύνας λέγω, | |
45 | καὶ προσφοράς· καὶ φέρει τούτοις πολλὴν τὸ πρᾶγμα τὴν ὄνησιν, καὶ μέγα τὸ κέρδος καὶ τὴν ὠφέλειαν. Καὶ γὰρ εἰκῆ καὶ ὡς ἔτυχε ταῦτα νενομοθέτηται, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ ὑπὸ τῶν αὐτοῦ πανσόφων μαθητῶν παραδέδοται, φημὶ δὴ τὸ ἐπὶ τῶν φρικτῶν | |
95.252(50) | μυστηρίων εὐχὴν ποιεῖσθαι τὸν ἱερέα ὑπὲρ τῶν ἐν | |
95.253 | πίστει κεκοιμημένων, εἰ μὴ ἴσασιν αὐτοῖς πολὺ τὸ κέρδος ἐκ τούτου καὶ πολλὴν τὴν ὠφέλειαν.» ζʹ. Εἶτα σὺν τούτοις ὁ πάνσοφος αὖθις Νυσσαέων Γρηγόριος οὕτω φησίν· «Οὐδὲν ἀλογίστως, οὐδ’ | |
5 | ἀκερδῶς ὑπὸ τῶν τοῦ Χριστοῦ κηρύκων καὶ μαθητῶν παραδέδοται, καὶ ἐν τῇ τοῦ Θεοῦ πανταχοῦ Ἐκκλη‐ σίᾳ διακεκράτηται· ἀλλὰ τὸ πρᾶγμα πάντως ἐπωφε‐ λὲς καὶ θεάρεστον, τὸ μνήμην δηλονότι ποιεῖν ἐπὶ τῆς θείας καὶ παμφαοῦς μυσταγωγίας, τῶν ἐν ὀρθῇ | |
10 | τῇ πίστει καὶ κεκοιμημένων. ηʹ. Τὸ γὰρ εἰπεῖν, ὅτι «Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» καὶ, «Θερίσει πᾶς τις ὃ ἔσπειρε, καὶ τὰ τούτων ἀκόλουθα, περὶ τῆς παρου‐ σίας πάντως τοῦ Κτίστου, καὶ τῆς τότε φρικτῆς | |
15 | ἀποφάσεως εἴρηται, καὶ τῆς τοῦ κόσμου τοῦδε συμ‐ περατώσεως. Τότε γὰρ ὅλως βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλὰ πᾶσα παράκλησις ἄπρακτος. Τῆς παν‐ ηγύρεως γὰρ διαλυθείσης, οὐκ ἔστι πραγματείας ἐμπόρευμα. Ποῦ γὰρ οἱ πένητες τότε; ποῦ λειτουρ‐ | |
20 | γοί; ποῦ ψαλμῳδίαι; ποῦ εὐποιίαι; ποῦ ἀγαθοερ‐ γίαι; Διὸ πρὸ τῆς ὥρας ἐκείνης ἀλλήλοις ἐπικου‐ ρήσωμεν, καὶ τῷ φιλαδέλφῳ καὶ φιλανθρώπῳ καὶ φιλοψύχῳ Θεῷ τὰ τῆς φιλαδελφίας προσοίσωμεν· δέχεται γὰρ εὖ μάλα, καὶ τοῖς ἀσυμφθάστως, καὶ | |
25 | οἷον εἰπεῖν, ἀνετοίμως ἐκδημήσασι, τὰς ὑπὸ τῶν τούτοις προσφερομένας τῶν ὑστερημάτων ἀναπλη‐ ρώσεις εἰς ἔργον τούτοις καὶ πρᾶξιν λογίζεται. Θέλει γὰρ οὕτως ὁ φιλάνθρωπος Κύριος αἰτεῖσθαι, καὶ νέμειν τὰ τῶν ἰδίων κτισμάτων πρὸς σωτηρίαν | |
30 | αἰτούμενα, καὶ τότε μᾶλλον ὁλικῶς ἐπικάμπτεται· οὐχ ὅταν τις μόνον ὑπὸ ἰδίας· ψυχῆς ἀγωνίζηται, ἀλλ’ ὅταν ὑπὲρ τοῦ πέλας τοῦτο ἐργάζηται. Ἐντεῦ‐ θεν γὰρ ἐπὶ τὸ θεομίμητον ἐκτυποῦται, καὶ τὰς ἑτέρων δωρεὰς, ὡς οἰκείας ἐξαιτεῖ χάριτας, καὶ τῆς | |
35 | τελείας ἀγάπης τὸν ὅρον ἐμπερικλείει, καὶ τὸν μα‐ καρισμὸν ἐκ τούτου πορίζεται, καὶ τὴν ἰδίαν σὺν τῇ τοῦ πέλας εὐεργετεῖ ψυχὴν ὅτι μάλιστα. θʹ. Τί δὲ καὶ δυσαχθὲς τὸ πρᾶγμα νενόμισται; μήτι τὴν Φαλκονίλλαν ἡ πρωτόμαρτυς οὐκ ἔσωσε | |
40 | μετὰ θάνατον; Ἀλλ’ ἴσως ἐρεῖς, ὅτι αὕτη κατ’ ἀξίαν, ἐπεὶ πρωτόμαρτυς, καὶ ταύτης δέον εἰσακουσθῆναι τὴν δέησιν. Ἐγὼ δὲ πρὸς τοῦτό φημι· Καλῶς ἡ πρω‐ τόμαρτυς ἐκεῖ. Σκόπει δὲ πάλιν, ὑπὲρ τίνος ἡ αἴτη‐ | |
σις· ὅτιπερ ὑπὲρ Ἑλληνίδος, εἰδωλολάτριδός τε καὶ | ||
95.256 | πάμπαν ἀνιέρου καὶ ἀλλοτρίου κυρίου ἐργάτιδος. Ἐνταῦθα δὲ πιστὸς ὑπὲρ πιστοῦ πρὸς τὸν αὐτὸν Δε‐ σπότην. Θὲς τοίνυν ἐκ θατέρου εἰς θάτερον, ὡς ἂν τὸ πρᾶγμα ἐξισωθήσεται, καὶ τὸ διστάζον οὐχ ὑπολει‐ | |
5 | φθήσεται. ιʹ. Δίελθέ μοι αὖθις ἐκ τούτων εἰς ἕτερα ταυ‐ τοδύναμα καὶ ὁμότροπα· λέγω δὴ τὴν Παλλαδίου πρὸς Λαῦσον ἱστορικὴν βίβλον, ἐν ᾗ τὰ κατὰ τὸν μέ‐ γαν καὶ θαυματουργὸν Μακάριον παναληθῶς ἀναγέ‐ | |
10 | γραπται θαύματα· πῶς τὸ ξηρὸν κρανίον πυθόμενος, τὰ περὶ τῶν κεκοιμημένων μεμάθηκεν ἅπαντα. Εἶτα πρὸς τοῦτο· Οὐδέποτε τοίνυν τινὰ παραμυθίαν εὑρί‐ σκετε; (ἦν γὰρ ὁ ἅγιος συνήθως ποιῶν ὑπὲρ τῶν κεκοιμημένων εὐχὰς, καὶ γνῶναι ἐφίετο εἰ ἄρα πρὸς | |
15 | ὄνησιν γίνονται·) τοῦτο δὲ βουληθεὶς ἐπιδείξασθαι ὁ φιλόψυχος Κύριος, καὶ τὸν ἑαυτοῦ πληροφορῆσαι θεράποντα, τῷ ξηρανθέντι κρανίῳ λόγον ἀληθείας ἐνέπνευσεν. Ὅτε, φησὶν, ὑπὲρ τῶν νεκρῶν τὰς δεήσεις προσφέρεις, τότε μικρὰς παραμυθίας τινὸς αἰσθανό‐ | |
20 | μεθα. ιαʹ. Ἄλλῳ δὲ πάλιν τῶν θεοφόρων Πατέρων μαθη‐ τὴν ἔχοντι ἐν ἀμελείᾳ βιοῦντα, καὶ τοῦτον πρὸς τὸ τοῦ βίου πέρας ῥᾳθύμως ἐπιφθάσαντα, ὁ πανοικτίρ‐ μων καὶ φιλόψυχος Κύριος, μετὰ δακρύων αἰτησα‐ | |
25 | μένου τοῦ γέροντος, ὡς τὸν κατὰ τὸν Λάζαρον πλού‐ σιον ἐν τῇ φλογὶ καυσούμενον μέχρι τραχήλου ὑπ‐ έδειξεν· ὡς ἐντεῦθεν πολλὰ τοῦ ἁγίου πονήσαντος, καὶ σὺν δάκρυσι τὸν Θεὸν ἐκλιπαρήσαντος, μέχρι τῆς ζώνης πάλιν ὑπέδειξεν. Εἶτα καὶ αὖθις κόπους τοῖς | |
30 | κόποις τοῦ ἁγίου προσθέντος, παντελεύθερον, καὶ τοῦ πυρὸς λελυτρωμένον ἐν ὀπτασίᾳ τῷ γέροντι δέ‐ δειχε. ιβʹ. Καὶ τίς ἂν δυνηθείη καθ’ εἱρμὸν τὰς τούτων μαρτυρίας ἐκδιηγήσασθαι, τὰς ἐν τοῖς τῶν ὁσίων | |
35 | βίοις ἐντεταγμένας, ἐν μαρτυρίοις τέ φημι καὶ θείαις ἀποκαλύψεσιν, ἐναργῶς παριστώσας, καὶ μετὰ θά‐ νατον μέγιστα τοὺς κατοιχομένους εὐεργετεῖν, τὰς ὑπὲρ αὐτῶν γινομένας εὐχάς τε καὶ λειτουργίας καὶ ἐλεημοσύνας; Οὐδὲν γὰρ τῶν δανεισθέντων Θεῷ | |
40 | ἀφανίζεται ὅλως, ἀλλὰ σὺν μεγίστῃ προσθήκῃ παρ’ αὐτοῦ ἀνταμείβεται. ιγʹ. Περὶ δὲ τοῦ φάναι τὸν Προφήτην, «Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογηθήσεταί σοι,» προειρήκαμεν, ὡς | |
αἱ ἀπειλαὶ μὲν φρικώδεις τοῦ παντεπόπτου· νικᾷ δὲ | ||
95.257 | ταύτας ἡ ἄφατος αὐτοῦ φιλανθρωπία. Καὶ γὰρ μετὰ τὸ φάναι τὸν ὑποφήτην ταῦτα, γέγονε πάντως ἐν τῷ ᾅδῃ ἐξομολόγησις· ἐκείνων λέγω τῶν ἐκεῖ πιστευ‐ σάντων ἐν τῇ σωτηρίῳ τοῦ Δεσπότου καθόδῳ. Οὐ γὰρ | |
5 | ἁπλῶς ἔσωσε πάντας ὁ ζωοδότης, ἀλλ’ ὡς εἴρηται, κἀκεῖ τοὺς πιστεύσαντας. Τινὲς γοῦν φασι τοὺς προπεπιστευκότας, Οἵ τινές εἰσι πατέρες καὶ προφῆται, Κριταὶ, βασιλεῖς σὺν αὐτοῖς, καὶ τοπάρχαι, | |
10 | Καί τινες ἄλλοι τοῦ λαοῦ τῶν Ἑβραίων Εὐαρίθμητοι, καὶ πρόδηλοι τοῖς πᾶσιν. Ἡμεῖς δὲ πρὸς ταῦτα ἀντεροῦμεν, Τοῖς δοξάζουσιν ὧδε; ὡς οὔτε δῶρον, Οὔτε θαυμαστὸν, καὶ παράδοξον τοῦτο, | |
15 | Τὸ σῶσαι Χριστὸν τοὺς πεπιστευκότας. Ἐπεὶ κριτὴς δίκαιος ὑπάρχει μόνος. Καὶ πᾶς ὁ τούτῳ πιστεύσας οὐκ ὀλεῖται. Ἔδει τοιγαροῦν τούτους σωθῆναι πάντας, Καὶ τῶν τοῦ ᾅδου δεσμῶν ἀπαλλαγῆναι, | |
20 | Τῇ καταβάσει τοῦ Θεοῦ καὶ Δεσπότου. Ὃ καὶ γέγονε τῇ τούτου προμηθείᾳ. Οἱ δέ γε χάριν φιλανθρωπίας μόνης Σωθέντες ὑπάρχουσιν, ὡς οἶμαι, πάντες, Ὅσοι τὸν βίον καθαρώτατον εἶχον, | |
25 | Καὶ πᾶσαν πρᾶξιν ἀρίστην ἐπετέλουν. Ἰσχνῶς βιοῦντες, ἐγκρατῶς, καὶ σωφρόνως, Τὴν δέ γε πίστιν ἀκραιφνῆ τε καὶ θείαν, Οὐ κατέλαβον, μὴ γυμνασθέντες ὅλως, Ἀλλ’ ἀδίδακτοι μείναντες τὸ παράπαν, | |
30 | Τούτους ὁ πάντων ταμίας καὶ Δεσπότης, Εἵλκυσεν, ἐζώγρησε δικτύοις θείοις. Καὶ τούτους ὑπέκλινε πιστεῦσαι τούτῳ, Λάμψας ἐπ’ αὐτοὺς τὰς θεϊκὰς ἀκτῖνας, Καὶ δείξας αὐτοῖς τὸ φῶς τῆς ἀληθείας. | |
35 | Οὐ γὰρ ἠνέσχετο ὁ συμπαθὴς τῇ φύσει, Εἰς κενὸν τούτων τοὺς κόπους γεγενῆσθαι. Ἐκέκτηντο γὰρ ἐργωδέστατον βίον, Ἐπίμοχθόν τε καὶ στενὸν ὑπὲρ λόγον· Αὐτοκράτορες τῶν παθῶν γεγονότες, | |
40 | Καὶ τῶν ἡδονῶν καταπτύσαντες ἅμα, Ἀκτησίαν τε πᾶσαν ἐξησκηκότες, Ἐγκράτειάν τε σὺν ἀγρυπνίᾳ πάλιν, Καὶ πᾶσαν ἁπλῶς ἀρίστην ἐργασίαν· Οὐκ εὐσεβῶς μὲν, ἀλλ’ ὅμως διελθόντες, | |
45 | Τὴν ἀνωτάτω πρόνοιαν, ὡς ἐδόκουν, Ἄριστα σεβόμενοι, πλὴν ἐσφαλμένως. Εἰσὶ δέ τινες, οἳ καὶ τὴν θείαν δόξαν, Τῆς πανσθενουργοῦ κατέλαβον Τριάδος Ἰσχνῶς, ἀμυδρῶς· ἀλλ’ ἐδόξασαν ὅμως. | |
95.257(50) | Ἄλλοι δὲ τὴν σάρκωσιν εἶπον τοῦ Λόγου, | |
95.260 | Πάθη τε σεπτὰ, καὶ τὴν ἔγερσιν τούτου· Ἕτεροι δὲ γέννησιν τὴν ἐκ Παρθένου, Ὀνομασίαν τε ταύτης προειπόντες. Μαρία γὰρ, φησὶν, ὄνομα τῇ κόρῃ. | |
5 | Αὖθις ἔνιοι προκατέλεξαν πάσας Τὰς ὑπερφυεῖς Χριστοῦ θαυματουργίας. Τῶν νεκρῶν τε καὶ πηρῶν, καὶ μογιλάλων, Λεπρῶν, καὶ κωφῶν, καὶ τῶν πυρεκτιώντων, Παραλελυμένων τε καὶ δαιμονιώντων, | |
10 | Ὑδεριώντων ἅμα καὶ ξηροχείρων, Καὶ τῆς θαλάσσης τὸν περίπατον ἔνθεν, Ἄρτων τὴν εὐλόγησιν καὶ τῶν ἰχθύων, Μεταβολὴν ὕδατος αὖθις πρὸς οἶνον, Αἱμοῤῥοούσης καὶ συγκυπτούσης ἄρδην, | |
15 | Τὰς ῥώσεις προφήσαντες, σὺν ἄλλοις πλείστοις· Τούτους ἡ θεία τοῦ Λόγου δυναστεία, Οὐκ ἠνέσχετο παριδεῖν ὀλωλότας, Οὐδ’ ἀπολέσαι τὰς πράξεις τὰς ἀρίστας. Τὸ γὰρ δανεισθὲν αὐτῷ τοῦ χρόνου μέρος, | |
20 | Καθὸ προειρήκαμεν, οὐκ ἀμαυροῦται· Ἀλλὰ φυλαχθὲν, ἀποδίδοται πᾶσι Τοῖς καλῶς βιώσασι, μετὰ προσθήκης. Οἱ δέ γε βίον αἰσχρὸν βεβιωκότες, Καὶ μηδὲν ὅλως τῶν χρηστῶν πεπραχότες, | |
25 | Σπόρον ἢ καρπὸν μηδ’ ὅλως κεκτημένοι, Ἀλλὰ καὶ βίῳ, καὶ λόγῳ τε καὶ πίστει, Εἰς ἅπαν ὑπάρχοντες κατεσφαλμένοι, Οὔτε τῆς βροχῆς τῆς θείας οὐρανόθεν Χεθείσης αὐτοῖς, ἐβλάστασαν καθόλου· | |
30 | Οὐ γὰρ, ὡς ἔφθην εἰπὼν, ἔβαλον σπόρον, Οὔτε λάμψαντος τοῦ τῆς δόξης ἡλίου· Ἐπεπάνθησαν, ὡς ἄκαρποι καθόλου· Τούτους οὐκ ὀνίνησι Χριστὸς εἰς ἅπαν, Οὐ συνήγειρεν, ὡς οἶμαι, πεπτωκότας, | |
35 | Ὡς ἀναξίους παντελῶς σωτηρίας. Οὔτε μὴν ἐπίστευσαν αὐτῷ, δοκεῖ μοι. Ἐπήρωσε γὰρ αὐτῶν τὰς διανοίας Καὶ τοὺς νοεροὺς ὀφθαλμοὺς τῆς καρδίας, Ἡ τοῦ σκότους ἔπαρσις, ὁ πρῶτος δράκων, | |
40 | Οὗ θεραπευταὶ γεγόνασιν ἐκ πρώτης, Ἵνα βλέποντες μὴ βλέπωσιν, ὡς θέμις, Καὶ συνιέντες μὴ συνιῶσιν ὅλως. Οἱ δ’ ἄλλοι πάντες οἱ σπόρον ἐσχηκότες, Ἐπεπάνθησαν τοῦ ἡλίου φανέντος, | |
45 | Ἐβλάστησάν τε τῆς βροχῆς γεγονυίας. Ἴδε ποῦ φέρων ὁ λόγος ἀνήγαγεν ἡμᾶς, λῦσαι σὺν Θεῷ καὶ διευκρινῆσαι πρᾶγμα μικροῦ δεῖν κεκαλυμ‐ μένον· καὶ τοῦτο οὐκ ἀποφαντικῶς, διὰ τὸ ἀνάξιον, ἀλλὰ συλλογιστικῶς, διὰ τὸ φιλάδελφον. Τούτους | |
95.260(50) | ἔσωσεν, ὡς ἔγωγε οἶμαι, ὁ Χριστὸς ἐν τῷ ᾅδῃ. | |
95.261 | ιδʹ. Δέδεικται τοίνυν τῇ τοῦ Χριστοῦ συνεργίᾳ, ὅτιπερ γέγονε ἐν τῷ ᾅδῃ ἐξομολόγησις. Ταῦτα δέ φαμεν, οὐχὶ τὴν προφητείαν ἀναιροῦντες· μὴ γένοι‐ το· ἀλλὰ δεῖξαι βουλόμενοι τὸν ὑπεράγαθον Κύριον | |
5 | ὑπὸ τῆς οἰκείας φιλανθρωπίας νικώμενον· ὥσπερ καὶ τὸ, «Νινευῒ καταστραφήσεται·» καὶ αὕτη οὐ κατέστραπται, ἀλλὰ νενίκηκε τὴν κρίσιν ἡ ἀγαθό‐ της. Καὶ ἐν τῷ Ἐζεκίᾳ, «Τάξαι, φησὶ, περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζώσεις·» | |
10 | καὶ αὐτὸς οὐκ ἀπέθανε. Καὶ ἐν τῷ Ἀχαάβ· «Ἐπ‐ άξω, φησὶ, κακά·» καὶ οὐκ ἐπήγαγεν, ἀλλ’ εἶπεν· «Εἶδες πῶς κατενύγη Ἀχαάβ; διὸ οὐκ ἐπάξω ἐν ἡμέραις αὐτοῦ κακά.» Ἀλλὰ καὶ πάλιν τὴν ἀπόφα‐ σιν ἡ ἀγαθότης ὑπερενίκησεν, ὡς καὶ ἐν ἄλλοις | |
15 | πλείστοις κρίμασι, καὶ εἰς ἀεὶ νικήσει μέχρι τῆς ἐσχάτης ἀνταποδόσεως, ὅταν ἡ λῆξις τῆς πανηγύ‐ ρεως ἥξει, καὶ βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλ’ ἄν‐ θρωπος, καὶ τὸ φορτίον αὐτοῦ. Νῦν δὲ καιρὸς πρα‐ γματείας, καιρὸς συναλλάγματος, καιρὸς κόπου καὶ | |
20 | δρόμου καὶ μόχθου· καὶ μακάριος ὁ μὴ ὀκλάσας, μήτε χαυνωθεὶς τῇ ἐλπίδι· μακαριώτερος δὲ ὁ καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ πλησίον ἀγωνισάμενος. ιεʹ. Τοῦτο γὰρ μᾶλλον τέρπει καὶ κατευφραίνει τὸν φιλοικτίρμονα Κύριον, τὸ σπεύδειν ἕκαστον εἰς τὴν | |
25 | τοῦ πέλας βοήθειαν. Τοῦτο καὶ θέλει ὁ ἐλεήμων, καὶ βούλεται, ἵνα ὑπ’ ἀλλήλων οἱ πάντες εὐεργετώμεθα, καὶ ζῶντες, καὶ μετὰ θάνατον. Οὐ γὰρ ἂν ἡμῖν ἀφορ‐ μὴν ἐδεδώκει, τοῦ μνήμην ἐπὶ τῆς ἀναιμάκτου θυ‐ σίας ποιεῖσθαι τῶν προλαβόντων, καὶ πάλιν τρίτα, | |
30 | καὶ ἔννατα, καὶ τεσσαράκοντα, καὶ ἐτησίους μνήμας καὶ τελετάς· ἅτινα πάσης ἀντιῤῥήσεως ἄνευ ἡ καθ‐ ολικὴ αὐτοῦ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ ὁ ταύ‐ της θεοσύλλεκτος καὶ πανευσεβὴς λαὸς ἀπαρασάλευ‐ τα κατέχει καὶ ἀδιάβλητα, εἰ μὴ τοῦτο εὐθὲς ἦν ἐν | |
35 | ὀφθαλμοῖς αὐτοῦ. Πάντως γὰρ εἰ χλεύη τὸ πρᾶγμα ἦν, καὶ ἀκερδὲς καὶ ἀνόνητον, πολλῶν γεγονότων θεοφόρων ἁγίων πατριαρχῶν, Πατέρων, καὶ διδα‐ σκάλων, ἐνέσκηψεν ἂν τούτων ἑνὶ καταπαῦσαι τὴν πλάνην· ἀλλ’ οὐδεὶς τούτων ἀνατρέψαι τοῦτό ποτε | |
40 | δεδοκίμακε, μᾶλλον μὲν οὖν καὶ κεκύρωκε· καὶ ὁσ‐ ημέραι τὸ πρᾶγμα ἐπαύξεται καὶ προστίθεται, προσ‐ θήκην ἐπὶ προσθήκῃ δεχόμενον. ιϛʹ. Δέον τοίνυν καὶ ἄλλων ἱστοριῶν ἐπιμνησθῆναι πρὸς τούτους. Γρηγόριος οὖν ὁ Διάλογος, ὁ τῆς πρε‐ | |
45 | σβυτέρας, Ῥώμης ἐπίσκοπος, ἀνὴρ, ὡς ἴσασι πάντες, ἐν ἁγιωσύνῃ καὶ γνώσει ἐξάκουστος, ᾧ, φασὶ, λει‐ τουργοῦντι οὐράνιος συνελειτούργει. καὶ θεῖος ἄγγε‐ λος. Οὗτός ποτε ἀνὰ τὴν λίθινον πορείαν ποιούμενος, καὶ στὰς ἐξεπίτηδες, εὐχὴν κραταιὰν πρὸς τὸν φιλό‐ | |
95.261(50) | ψυχον Κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν Τραϊα‐ | |
νοῦ τοῦ βασιλέως πεποίηκεν· ὃς παραυτίκα φωνῆς | ||
95.264 | θεόθεν ἐνεχθείσης αὐτῷ ἐπακήκοε ταῦτα φησάσης «Τῆς εὐχῆς σου, φησὶν, ἐπήκουσα; καὶ συγγνώμην Τραϊανῷ δίδωμι· σὺ δὲ μηκέτι προσθῇς ὑπὲρ ἀσε‐ βῶν εὐχὰς προσενέγκαι μοι.» Καὶ ὅτι τοῦτο γνή‐ | |
5 | σιον πέλει καὶ ἀδιάβλητον, μάρτυς ἡ Ἑῴα πᾶσα καὶ Ἑσπέριος. Ἰδοὺ τοῦτο τῆς Φαλκονίλλης ὑπέρτερον. Ἐκείνη μὲν γὰρ οὐδενὸς ἄλλου κακοῦ παραίτιος γέ‐ γονεν, οὗτος δὲ πολλῶν μαρτύρων πικρὸν ἐνεστή‐ σατο μόρον. | |
10 | ιζʹ. Θαυμαστὸς εἶ, Δέσποτα, καὶ θαυμαστὰ τὰ ἔργα σου· καὶ σοῦ τὴν ἄφατον εὐσπλαγχνίαν δοξά‐ ζομεν, ὅτι πάντοτε πρὸς τὸ φιλάνθρωπον νεύεις, τοῖς δούλοις σου τὰς ἀφορμὰς παρέχεις, τῆς τε φιλαδελφίας, καὶ τῆς πρὸς σὲ βεβαίας πίστεως καὶ | |
15 | ἐλπίδος. Καὶ ἐδίδαξας ἡμᾶς διὰ τῶν σῶν θερα‐ πόντων, εὐεργεσίας ποιεῖν ὑπὲρ ἀλλήλων, ἐξιλα‐ σμούς τε καὶ ὁλοκαυτώσεις, ὕμνους καὶ ψαλμῳδίας καὶ προσευχὰς, οὐκ εἰκῆ καὶ εἰς μάτην. Σὺ γὰρ ἀπλανὴς καὶ εὐπάροχος καὶ διδοὺς τοῖς πᾶσιν ὁτιοῦν | |
20 | προσφέρουσιν εἰς δόξαν σου μυριοπλασίονα τὴν ἀν‐ τίδοσιν· καὶ οὐδὲν ὅλως τῶν ἐπὶ τῷ σῷ ὀνόματι γινο‐ μένων ἀνόνητον. ιηʹ. Μή τις τοιγαροῦν τοῦτο οἰέσθω, ἀδελφοὶ καὶ Πατέρες, ὅτιπερ ὅσα τῷ Θεῷ μετὰ πίστεως προσ‐ | |
25 | φέρονται, οὐ πολλαπλασίονα δίδωσι τὴν ἀντάμει‐ ψιν, καὶ τῷ ὑφ’ οὗ, καὶ δι’ οὓς προσάγονται. Ὥσπερ γὰρ μύρον, ἢ ἕτερον ἅγιον ἔλαιον, ὁ περι‐ χρίειν θέλων νοσοῦντα, πρῶτον ἐκεῖνος, εἴτουν ὁ χρίων, μετέχει τῆς χρίσεως· εἶθ’ οὕτως διαλείφει | |
30 | τὸν κάμνοντα· οὕτω πᾶς τις ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας ἀγωνιζόμενος, πρῶτον ἑαυτὸν ὀνίνησιν, εἶτα τὸν πέλας. Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου, κατὰ τὸν θεῖον Ἀπόστολον. | |
ιθʹ. Ἀθανάσιος αὖθις ὁ πάνυ, ἐν τῷ εἰς κοιμη‐ | ||
95.265 | θέντας αὐτοῦ παναρμονίῳ λόγῳ, τάδε φησίν· «Ὅτι κἂν εἰς ἀέρα ὁ ἐν εὐσεβείᾳ τελειωθεὶς κατατεθῇ, μὴ ἀπαναίνου ἔλαιον καὶ κηροὺς, Χριστὸν τὸν Θεὸν ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάψαι· δεκτὰ γὰρ | |
5 | ταῦτα παρὰ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν ἀντίδοσιν· τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς, ὁλοκαύτωσις· ἡ δέ γε θεία καὶ ἀναίμακτος θυσία, ἐξιλασμός· ἡ δὲ πρὸς τοὺς πένητας εὐποιία, προσθήκη πάσης ἀγα‐ θῆς ἀντιδόσεως. Ἔστω οὖν ὁ σκοπὸς τοῦ τὴν προσ‐ | |
10 | αγωγὴν ὑπὲρ τοῦ κεκοιμημένου ποιοῦντος· ὃν τρό‐ πον, ὅταν τις νήπιον ἔχῃ τέκνον, καὶ παντελῶς ἄναρθρον καὶ ἀνίσχυρον, εἶτα νοσοῦντος τούτου, ὑπὲρ αὐτοῦ κηροὺς καὶ θυμίαμα σὺν ἐλαίῳ εἰς θεῖον ναὸν μετὰ πίστεως ἄξῃ, ὁλοκαυτώσῃ τε ταῦτα διὰ | |
15 | τὸν παῖδα· οὐχ ὡς αὐτὸς ὁ παῖς ταῦτα καὶ κρατεῖ καὶ προσάγει, ὡς τὰς ἀποταγάς τε καὶ συνταγὰς ἐπὶ τῆς θείας ἀναγεννήσεως· οὕτω καὶ τὸν ἐν Κυρίῳ τελειωθέντα ἐννοείτω καὶ κρατεῖν καὶ προσφέρειν, τούς τε κηροὺς καὶ τὸ ἔλαιον, καὶ τὰ εἰς λύτρον αὐ‐ | |
20 | τοῦ προσαγόμενα πάντα· καὶ οὕτω Θεοῦ χάριτι τοῦ μετὰ πίστεως σκοποῦ οὐδόλως ματαιωθήσεται. Πάντα γὰρ οἱ θεηγόροι ἀπόστολοι, καὶ θυηπόλοι δι‐ δάσκαλοι, καὶ πνευματοφόροι Πατέρες, ἐν κατοχῇ τοῦ Θείου κατὰ τὸ θεμιτὸν γεγονότες, καὶ τῆς ἐκστα‐ | |
25 | τικῆς τούτου δυνάμεως ποσῶς μετειληφότες, ἐνθέῳ στόματι θεοφιλῶς ἐθέσπισαν τὰς λειτουργίας, εὐχάς τε καὶ ψαλμῳδίας, ἐτησίους τε καὶ μνήμας τῶν προ‐ λαβόντων, ἅτινα μέχρι τοῦ νῦν τῇ τοῦ φιλανθρώπου Θεοῦ χάριτι ἐπαύξουσι καὶ προστίθενται, ἀπὸ τῶν | |
30 | ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου, εἰς δόξαν καὶ αἶνον τοῦ Κυρίου τῶν κυρίων καὶ βα‐ σιλέως τῶν βασιλευόντων.» κʹ. Εἶτά φησιν ὁ ὑπεναντίος· Εἰ ταῦτα οὕτως ἔχει, οἱ πάντες σωθήσονται, καὶ οὐδεὶς ἀστοχήσει. Εὖγε | |
35 | τοῦτο, καὶ εἶθε. Αὐτὸ γὰρ διψᾷ, καὶ θέλει, καὶ ζητεῖ, καὶ ἐφίεται, καὶ ἐν τούτῳ χαίρει καὶ κατευφραίνεται ὁ ὑπεράγαθος Κύριος, ἵνα μή τις τῶν αὐτοῦ θείων δωρεῶν ἀστοχήσῃ. Μὴ γὰρ ἀγγέλοις τὰ γέρα καὶ τοὺς στεφάνους ἡτοίμασε; μὴ διὰ τὸ σῶσαι τοὺς | |
40 | οὐρανίους νόας ἐπὶ τῆς γῆς παραγέγονε, καὶ ἐκ Παρθένου ἀδιαφθόρως σεσάρκωται, καὶ βροτὸς ἐχρη‐ μάτισε, καὶ παθῶν καὶ θανάτου ἐγεύσατο; μὴ τοῖς ἀγγέλοις ἐρεῖ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν κληρονομή‐ | |
45 | σατε;» Οὐκ ἔχεις τοῦτο εἰπεῖν ὁ ἀντιλέγων· ἀλλὰ πάντα διὰ τὸν ἄνθρωπον, ὥσπερ πέπονθεν, οὕτω καὶ | |
ἡτοίμασε. Τίς γὰρ ποιῶν πανδαισίαν, καὶ συγκαλέσας | ||
95.268 | τοὺς φίλους, οὐ θέλει πάντας ἐληλυθέναι, καὶ τῶν ἑαυτοῦ καλῶν ἐμφορηθῆναι; Εἰς τί γὰρ καὶ τὴν εὐωχίαν ἡτοίμασεν, ἀλλ’ ἢ τὸ τοὺς οἰκείους δεξιώσα‐ σθαι φίλους; Καὶ εἰ οὖν ἡμῖν τοῦτο ἐπίσπουδον, τί | |
5 | ἂν τῷ μεγαλοδώρῳ, καὶ μόνῳ φύσει ὑπεραγάθῳ, καὶ φιλανθρώπῳ Θεῷ· ὃς νέμων καὶ διδοὺς πλείονα χαί‐ ρει καὶ ἐπαγάλλεται, ἢ ὁ λαμβάνων, καὶ σωτηρίαν μεγίστην ἑαυτῷ ποριζόμενος. καʹ. Τοῦτο οὖν σκόπει πᾶς τις ὁ τοῖς ῥηθεῖσιν ἀμ‐ | |
10 | φισβητῶν, ὅτιπερ ἕκαστος τῶν ἀνθρώπων ὁ μικρὰν ἀρετῶν ζύμην κτησάμενος, μὴ πεφθακὼς δὲ ταύτην ἀρτοποιῆσαι, ἀλλὰ βουληθεὶς μὲν, μὴ δυνηθεὶς δὲ τοῦτο, ἢ ῥᾳθυμίας, ἢ ἀμελείας, ἢ ἀνανδρίας ἕνεκεν, ἢ τῆς ἐξ ἡμέρας εἰς ἡμέραν ἀναβολῆς, ἐπιφθασθεὶς | |
15 | δὲ καὶ θερισθεὶς παρ’ ἐλπίδα, οὗτος οὐκ ἐπιληθή‐ σεται παρὰ τοῦ δικαίου Κριτοῦ καὶ Δεσπότου, ἀλλ’ ἐγερεῖ ὁ Κύριος αὐτῷ μετὰ τὸν θάνατον αὐτοῦ τοὺς οἰκείους καὶ ἀγγιστεῖς καὶ φίλους, καὶ τούτων τὰς γνώμας ἰθυνεῖ, καὶ τὰς καρδίας ἑλκύσει, καὶ τὰς | |
20 | ψυχὰς ἐπικάμψει πρὸς ἀγωγὴν καὶ βοήθειαν τούτου· καὶ σπεύσουσι κινηθέντες θεόθεν, καὶ ἁψαμένου τοῦ Δεσπότου τῶν καρδιῶν αὐτῶν, ἀναπληρῶσαι τοῦ οἱ‐ χηθέντος ὑστερήματα. Ὁ δὲ αὖ γε βίον πονηρὸν κεκτημένος, συμπεφυρμένον τε ὅλον ἀκάνθαις, καὶ | |
25 | πλήρη ὄντα ὑλῶν τῶν ἀκαθάρτων, ὃς οὐδέποτε τῇ συνειδήσει διῆξεν, ἀλλ’ ἀδεῶς καὶ ἀδιαφόρως ταῖς τῶν ἡδονῶν ἐνέκειτο δυσωδίαις, πράττων ἁπάσας τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ μηδὲν ὅλως περὶ ψυχῆς φροντίζων, ἔχων τε τὸ φρόνημα σαρκικὸν ἅπαν, καὶ | |
30 | οὕτω φθασθεὶς ἐκδημῆσαι τοῦ βίου, τούτῳ παντελῶς οὐδεὶς ὀρέξει χεῖρα· ἀλλ’ οὕτω πάντα τὰ κατ’ αὐτὸν διαπραχθήσεται, ὡς μήτε ὑπὸ συνεύνου, ἢ τέκνων, ἢ ἀδελφῶν, ἢ συγγενῶν, ἢ φίλων ἐπικουρηθῆναι τὸ σύνολον, ὅτι μηδ’ ἔχει Θεὸς ἐν μέτρῳ τοῦτον. | |
35 | κβʹ. Ἐμοὶ γοῦν, καὶ ὅστις ἐμοὶ φίλος, γένοιτο, εἰ μὲν οἷόν τε, αὑτὸν ἐπικουρῆσαι, καὶ μηδὲν κατα‐ λεῖψαι ὑστέρημα· εἰ δ’ ἂν φθασθείην μὴ τετελειω‐ μένος, κἂν ὁ Κύριος ὁ πολὺς ἐν ἐλέῳ ἐπικάμψαι μοι τοὺς ἀγχιστεῖς καὶ φίλους, καὶ θερμήναι τούτων τὰς | |
40 | ψυχὰς καὶ καρδίας, ὡς ἂν δι’ ἔργων ἀγαθῶν τε καὶ θεαρέστων ἐπικουρήσωσί μοι λίαν προθύμως, καὶ εἴ τι ὡς ἄνθρωπος καταλείψω ὑστέρημα, ἀναπληρώσειάν μοι μετὰ τὸν πότμον. Ναὶ, Κύριε ὁ τῶν θαυμασίων Θεὸς καὶ τῶν ἀπόρων πορίστης, μηδὲν εὑρεθείη μοι | |
45 | ἐν τῇ σῇ παρουσίᾳ μικρὸν ἢ μέγα ὑστέρημα, μήτε μὲν πᾶσι τοῖς ἐπὶ σοὶ πεποιθόσιν· οὕτω γάρ μοι καὶ ὁ προμνημονευθεὶς θεοῤῥήμων Χρυσόστομος διαπρυ‐ σίως καὶ διδάσκει καὶ κράζει, ἵνα καὶ αὖθις τῶν χρηστοτάτων αὐτοῦ λογίων ἐφάψωμαι. «Εἰ, φησὶν, | |
95.268(50) | οὐκ ἔφθασας περιὼν ἐν τῷ βίῳ τὰ τῆς ψυχῆς σου | |
95.269 | πάντα διευθετῆσαι, κἂν ἐν τῷ τέλει τοῦ βίου ἐντεῖλαι τοῖς σοῖς μετὰ θάνατον παραπέμψαι σοι τὰ σὰ, καὶ βοήθειαν δοῦναί σοι δι’ ἔργων ἀγαθῶν· ἐλεημοσυνῶν λέγω, καὶ προσφορῶν. Κἀντεῦθεν τὸν Λυτρωτὴν καταλ‐ | |
5 | λάξειας· δεκτὰ γὰρ αὐτῷ ταῦτα καὶ πρόσφορα.» Καὶ πάλιν αὐτὸς ἀλλαχοῦ· «Γράψον, φησὶν, ἐν τῇ σῇ διατυπώσει μετὰ τῶν τέκνων καὶ συγγενῶν, συγ‐ κληρονόμον καὶ τὸν Δεσπότην. Ἐχέτω σου ὁ χάρτης τοῦ Δικάστου τὸ ὄνομα, καὶ μνήμης μὴ ἀμοιρείτω | |
10 | πτωχῶν· κἀγὼ τούτων ἐγγυητής. Οὐ δίδομεν τοίνυν ἀφορμὰς καὶ προφάσεις τοῦ ζῶντά τινα μὴ ποιεῖν ἐλεημοσύνας, ἀλλὰ φυλάττειν ταύτας μετὰ τὸν θάνα‐ τον· ἔκτοπον γὰρ τοῦτο πάντη καὶ βέβηλον, καὶ τῆς θείας νομοθεσίας ἀλλότριον· ἀλλὰ καὶ κάλλιστον | |
15 | καὶ θεάρεστον, καὶ εἰς ἅπαν εὐπρόσδεκτον, τὸ πάντα ἄνθρωπον θεοσεβῆ καὶ φιλόχριστον καθαίρειν ἑαυτὸν δι’ ἀγαθοεργίας παντοίας, ἀπεχόμενον πάσης ἀκα‐ θαρσίας, ἐχόμενον δὲ τῶν τοῦ Θεοῦ φαεινῶν προσ‐ ταγμάτων, ὡς ἂν πρὸς τὸ τέλος ἐληλακὼς, μετὰ | |
20 | παῤῥησίας λέξοι πρὸς τὸν Δεσπότην· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· καὶ οὕτως ἡδέως ὑπαντήσοι τοῖς ἐπείκταις ἀγγέλοις. Ἀλλὰ τοῦτο μὲν ὀλίγοι καὶ ὀλιγάκις κατὰ τὸν τοῦ Δεσπότου λόγον, ὅτι Ὀλίγοι, φησὶν, οἱ σωζόμενοι. | |
25 | Καίτοι γε τοῦτο οὐχ ἁπλῶς εἴρηκεν ἡ τῶν ὅλων Σο‐ φία, ἀλλ’ ὡς ἄν τις εἴποι, θαυμαστικῶς, ὅτι Ὀλίγοι οἱ σωζόμενοι· τὸ λοιπὸν ἐπιστάμενοι, ὅτι ἐργῶδες λίαν εὑρεθῆναί τινα τῆς πρώτης μερίδος, ἐξ ἀνάγκης ἐπάγομεν τὴν δευτέραν, ἀποστολικαῖς τε καὶ Πα‐ | |
30 | τρικαῖς ἑπόμενοι ῥήσεσιν· ὡς καὶ τοὺς κατοιχομέ‐ νους Θεοῦ ἀγαθότητι ὠφελεῖσθαι, καὶ τὴν φιλαδελ‐ φίαν ἐπαυξάνεσθαι, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα βεβαιοῦσθαι, καὶ τὴν πρὸς Θεὸν εὐχὴν κρατύνεσθαι, καὶ τὴν περὶ τοὺς θείους ναοὺς συνδρομὴν θερμοτέ‐ | |
35 | ρως πληθύνεσθαι, καὶ τὴν εἰς τοὺς πένητας εὐποιίαν πλατύνεσθαι.» κγʹ—ιδʹ. Ἰδὲ κατὰ πόσους τρόπους τὸ πρᾶγμα ἐπι‐ κερδὲς καὶ ὠφέλιμον, παρὰ πόσων ὑποθήσεων ἡ τῶν κατοιχομένων ὠφέλεια· ἀφορμὴ γὰρ γίνεται σωτη‐ | |
40 | ρίας τῶν καταλεγέντων. Ἐπεὶ εἰ τὸ αἴτιον ἀναι‐ ρήσεις, πάντως καὶ τὰ τούτου ἀκόλουθα. Τίς γὰρ ἀνάγκη τοὺς μικροψύχους διαναστῆναι πείσοι, καὶ ταύτην διαπράξασθαι, εἰ μὴ πληροφορίαν ἔχωσι τοῖς ἑαυτῶν ἀφελεῖν; Παύσονται δὲ καὶ αἱ περὶ τὰς δια‐ | |
45 | τυπώσεις τῶν πενήτων ἐγγραφόμεναι μοῖραι, καὶ σὺν ταύταις αἱ ὑπὲρ τῶν νεκρῶν λειτουργίαι, ὑμνῳ‐ δίαι τε καὶ ψαλμῳδίαι, τεσσαρακοστὰ σὺν τριτεννά‐ ταις, καὶ ἐτήσιοι μνῆμαι καὶ τελεταὶ, αἵτινες οὐκ | |
εἰς μάτην παρὰ τῶν διδασκάλων ἐπενοήθησαν. Ἀλλὰ | ||
95.272 | μὴ γένοιτο, ἢ δοξάσαι καθόλου, ἢ παραλείψασθαί τι τούτων. κεʹ. Εἰ δέ τις λέγοι περὶ τῶν ξένων καὶ πενήτων, οἳ τοὺς ὑπὲρ αὐτῶν ἀγωνισομένους οὐ κέκτηνται, | |
5 | οὔτε μὴν λειτουργιῶν ἢ διαδόσεων ἀπόμοιραν κατα‐ λιπεῖν ἐξισχύουσι· Τί ἄρα, φησὶν, οὗτοι; μὴ διὰ τὸ ἀπορεῖν αὐτοὺς καὶ ξένους ὑπάρχειν καὶ παραλελο‐ γισμένους, καὶ συμπόνους μὴ ἔχειν, ἀστοχήσουσι σωτηρίας; Οὐκοῦν ἄδικος ὁ Θεὸς, ἵνα τῷ ἔχοντι δώσει, | |
10 | τῷ δὲ μὴ ἔχοντι παρέξει οὐδέν; Ἄπαγε τοῦτο πᾶς τις ἐξ ἑαυτοῦ· καὶ γὰρ δίκαιος ὁ Θεὸς καὶ Δεσπό‐ της, ἢ μᾶλλον εἰπεῖν τἀληθέστερον, αὐτοδικαιοσύνη καὶ σοφία καὶ ἀγαθότης καὶ δύναμις ἐνυπόστατος. Ὡς οὖν δίκαιος, ἀντιμετρήσοι τῷ ἀπόρῳ τὰ εὔπορα· | |
15 | ὡς δὲ σοφὸς, τὴν τῶν ὑστερημάτων καταλλαγὴν πραγματεύσεται· ὡς δυνατὸς δὲ, τὸν ἰσχυρὸν κατεά‐ ξει, καὶ τὸ ἀσθενὲς ἐνισχύσει· ὡς δὲ ἀγαθὸς, τὸ τῶν οἰκείων χειρῶν διασώσει πλαστούργημα, εἰ μή τίς ἐστι τῶν προδήλως κατεγνωσμένων, καὶ τῶν τῆς | |
20 | ὀρθῆς πίστεως ἀποπτυστῶν, οὗτινος ἡ εὐώνυμος πλάστιγξ ἐπὶ πολὺ βαρυνθήσεται. Φασὶ γὰρ οἱ φω‐ τισθέντες θεόθεν ἄνδρες, ὅτιπερ ὡς ἐν ζυγῷ ἐν τῇ ὑστάτῃ πνοῇ αἱ τῶν ἀνθρώπων δοκιμάζονται πρά‐ ξεις· καὶ εἰ μὲν ἡ δεξιὰ πλάστιγξ τῆς ἑτέρας | |
25 | ὑπερέξει, εὔδηλον ὡς ἐν τοῖς δεξιοῖς ἀγγέλοις ὁ τυχὼν ἐναποψύξειεν. Εἰ δ’ αὖ ἐξ ἴσου ἀμφότερα, νικᾷ πάντως ἡ τοῦ Θεοῦ φιλανθρωπία. Ἀλλ’ ὥς φασιν οἱ θεηγόροι, εἰ καὶ μικρὸν ἡ τρυτάνη ἡ ἐν εὐωνύμοις νεύσει, καὶ τηνικαῦτα ὁ τοῦ Θεοῦ ἔλεος | |
30 | ἀναπληρώσει τὸ δέον. Ἰδοὺ τρεῖς αἱ τοῦ Δεσπότου θεῖαι κρίσεις· ἡ μὲν πρώτη, δικαία· ἡ δὲ δευτέρα, φιλάνθρωπος· ἡ δὲ τρίτη, ὑπεράγαθος. Εἶτα ἐκ τού‐ των ἡ τετάρτη, ὁπόταν αἱ πονηραὶ πράξεις ὑπερστα‐ θμισθῶσιν ἄγαν. Οἴμοι, ἀδελφοί· καὶ ταύτη δικαιο‐ | |
35 | τάτη πάντως, δίκαια θεσπίζουσα τοῖς κεκριμέ‐ νοις. κϛʹ. Εἰ δέ τινες λέγοιεν περὶ Βασιλείου τοῦ μά‐ καρος καὶ οἰκουμενικοῦ φωστῆρος, ὡς εἰρηκότος αὐτοῦ· «Μὴ πλάνασθε· Θεὸς οὐ μυκτηρίζεται. | |
40 | Νεκρὸς εἰς θυσίαν οὐκ ἀνάγεται. Ζῶσαν, φησὶ, προσάγαγε τὴν θυσίαν σου. Μὴ δύνασαι ἐκ τῶν τῆς τραπέζης σου λειψάνων τοὺς λαμπροὺς δεξιώσασθαι τοῦ βασιλέως· καὶ γὰρ ὁ ἐκ τοῦ περισσεύματος προσφέρων, ἀπρόσδεκτος. Σὺ δὲ, ἃ μετὰ πᾶσαν τὴν | |
45 | ζωὴν ἐπερίσσευσε, ταῦτα προσφέρεις τῷ εὐεργέτῃ;» ἐρῶμεν· Καλῶς ὁ Μέγας Βασιλεῖος καὶ καλεῖ καὶ διδάσκει· ἀλλ’ ἴδε καὶ πρὸς τίνας λέγει· πρὸς πλεο‐ νέκτας, πρὸς ἅρπαγας, πρὸς παντελῶς ἀσπόνδους τε καὶ ἀνελεήμονας, ὡς αὐτὸς μαρτυρεῖ, λέγων· | |
95.272(50) | «Λιθίνῃ διαλεγόμεθα καρδίᾳ.» Καί· «Ὅτι ὃν μὲν | |
95.273 | ἔζησας χρόνον, καθηδυπαθῶν τοῦ βίου, καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας. Ἀποθανόντος δέ σου, ποῖος μισθὸς ἐργασίας ὀφεί‐ λεται;» Καὶ αὖθις, ὅτι «Ἐπισκοτεῖ μοι ἡ οἰκία | |
5 | τοῦ γείτονος,» καὶ ὅτι «Ὁ πλεονέκτης οὐκ αἰδεῖ‐ ται χρόνον, οὔτε γνωρίζει ὅρια, ἀλλὰ πυρὸς δικὴν, πάντα καταλαμβάνει καὶ ἐπινέμεται, καὶ ὡς ποτα‐ μὸς ὁρμηθεὶς, τῇ φορᾷ παρασύρει τὸ ἐνιστάμενον,» καὶ ἕτερα τούτοις ἐφάμιλλα, ἅτινα πάντες ἴσασιν, | |
10 | οἱ ἐμμελῶς τῇ πανιέρῳ τούτου βίβλῳ προσεπικύ‐ ψαντες, ὅτι πρὸς τοὺς μηδαμῶς τοῖς πένησιν ἐντο‐ λὴν δεδωκότας, ἀλλὰ καὶ τὰ τούτων ἁρπάζοντας, ὁ λόγος ἐξήρτηται. κζʹ. Καὶ μή τις εἴποι· Καὶ ποῦ φησιν εὑρεθῆναι | |
15 | τοιοῦτον ἄνθρωπον, πλούτῳ κομῶντα, καὶ τοὺς πέ‐ νητας μὴ οἰκτείροντα; Ναὶ, ὄντως εὑρίσκεται, καθὰ καὶ προείρηται ἐν πολλοῖς μὲν καὶ ἄλλοις χρόνοις, ἐν οἷς καὶ ἐν τοῖς τοῦ ἀοιδίμου καὶ πανοσίου Ἰωάν‐ νου τοῦ Ἐλεήμονος, ὁ μετελθὼν ἐξ ἀσπονδίας εἰς | |
20 | παντελῆ ἐλεημοσύνην καὶ ὁσιότητα, Πέτρος ὁ τελώ‐ νης ποτέ. Φέρεται γὰρ ἐν τῇ τούτου πανολβίᾳ τοῦ βίου δέλτῳ, ὅτι, φησὶν, ἐν ἐκστάσει αὐτοῦ γεγονότος, καὶ τὰς οἰκείας πράξεις σταθμιζομένας θεασαμένου, κατιδεῖν λέγεται σιλίγνιον ἐν τῇ δεξιᾷ τοῦ ζυγοῦ | |
25 | πλάστιγγι, ὃ καὶ αὐτὸ μετ’ ὀργῆς ἀντὶ λίθου εἰς τὸ τοῦ πένητος κατέλευσε πρόσωπον· δι’ ἧς ὀπτασίας ἐπὶ τὸ λίαν θεοσεβὲς κατηντηκέναι δέδεικται ὁ μα‐ κάριος οὗτος Πέτρος. κηʹ. Ἰδοὺ τοιγαροῦν ἀναμφίβολος ἐγνώρισται, | |
30 | πρὸς οἵους ὁ μέγας Βασίλειος τὸν λόγον ἐσκεύασε. Γέγονε γὰρ καὶ λιμὸς τηνικαῦτα ἰσχυρός τε καὶ μέ‐ γας κατ’ ἐκεῖνον τὸν χρόνον· καὶ οἱ μὲν πλουτοῦν‐ τες τῇ φειδωλίᾳ νικώμενοι, τὸν πλοῦτον συνεῖχον· οἱ δ’ αὖ πένητες ἀπορίᾳ πιεζόμενοι, τῷ λιμῷ δι‐ | |
35 | εφθείροντο. Ἤνοιξε τοίνυν ὁ θεῖος οὗτος Ποιμὴν, τοῖς ἀποτόμοις αὐτοῦ καὶ καμπτικοῖς, ἅμα δὲ, καὶ καταπληκτικωτάτοις λόγοις, τὰς τῶν ἐχόντων ἀδεῶς ἀποθήκας. Εἰ μὴ γὰρ οὕτως ἀπέφηνεν, οὐκ ἂν οἱ πένητες διετράφησαν, οὔτε μὴν οἱ πλουτοῦντες πρὸς | |
40 | οἶκτον ἐκάμφθησαν. Καὶ ὁ μὲν ταῦτα. | |
κθʹ. Ἡμεῖς δὲ σπεύσωμεν, ὅση δύναμις, ἐπὶ | ||
95.276 | τῆς φρικώδους καὶ φοβερᾶς ἡμέρας, τῆς δευτέρας φημὶ τοῦ Κυρίου παρουσίας, ὑπὸ τῶν οἰκείων μὴ ἐγκληθῆναι, ὡς τὰ ὑπὲρ αὐτῶν ἀμελήσαντες· καὶ μάλιστα οἱ παρ’ αὐτῶν ἐπιτροπὰς λαβόντες καὶ | |
5 | παραθήκας. Μὴ γὰρ οἰέσθω τις, ὅτι οὐκ ἀναγνω‐ ρισμὸς ἑκάστου πρὸς ἕκαστον ἐπὶ τῆς φοβερᾶς ἐκεί‐ νης συναγωγῆς γενήσεται. Ναὶ, ὄντως ἕκαστος ἀνα‐ γνωριεῖ τὸν πλησίον αὐτοῦ, οὐ τῷ τοῦ σώματος σχήματι, ἀλλὰ τῷ διορατικῷ τῆς ψυχῆς ὄμματι. | |
10 | Πόθεν, ἀπαιτεῖς, τοῦτο παραστησόμεθα; Ἄκουε τοῦ Δεσπότου Χριστοῦ ἐν τῇ τοῦ πτωχοῦ Λαζάρου παραβολῇ ἀριδήλως διδάσκοντος, ὅτι, φησὶν, «Ἐπ‐ άρας τοὺς ὀφθαλμοὺς ὁ πλούσιος, ἐγνώρισε τὸν πτω‐ χὸν Λάζαρον ἐν τῷ τοῦ πατριάρχου Ἀβραὰμ κόλπῳ | |
15 | καθήμενον·» ὡσαύτως δὲ καὶ τὸν Ἀβραάμ. Καὶ μή τις εἴποι, διὰ τὸ παραβολὴν εἶναι τὸ πρᾶγμα, τὸν σκοπὸν ὑπάρχειν ἀναπόδεικτον. Αἱ γὰρ τοῦ Σωτῆρος ἡμῶν θεῖαι παραβολαὶ, πραγμάτων εἰσὶν ἑστώτων, ἐνδεχομένων, καὶ ἀποδεδειγμένων. | |
20 | λʹ. Ὁ δὲ Χρυσόστομος Ἰωάννης, τάδε φησίν· ὡς, «Οὐ μόνον τοὺς ὧδε γνωστοὺς γνωριοῦμεν, ἀλλὰ καὶ τοὺς μηδέποτε εἰς ἡμετέραν ἀφιγμένους θέαν θεωρήσομεν. Καὶ γὰρ τὸν Ἀβραὰμ οὐχ ἑώρακας, οὐδὲ τὸν Ἰσαὰκ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τοὺς ἀρχι‐ | |
25 | πάτορας, οὐ τοὺς προφήτας, καὶ ἀποστόλους, καὶ μάρτυρας· ἀλλ’ ἰδὼν τούτους ἐπὶ τῆς καθολικῆς ἐκείνης καὶ φρικτῆς πανηγύρεως, γνωρίσας ἐρεῖς· Ἰδοὺ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ λοιποὶ πατριάρχαι. Ἰδοὺ Πέτρος, καὶ Παῦλος, καὶ | |
30 | πάντες οἱ ἀπόστολοι. Ἰδοὺ Δαβὶδ ὁ Θεοπάτωρ, καὶ προφητῶν ὁ ἐσμός. Ἰδοὺ ὁ πρόδρομος Ἰωάννης, καὶ Στέφανος ὁ πρωτομάρτυς, καὶ ἡ πληθὺς τῶν ἁγίων.» Εἶτ’ αὖθις ὁ πολὺς τὰ θεῖα Βασίλειος πρὸς τοὺς πλεονέκτας διαλεγόμενος, «Οὐ πρὸ ὀφθαλμῶν, | |
35 | φησὶ, λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; ἐπειδάν σε κύκλῳ περιστάντες οἱ παρὰ σοῦ ἠδικημένοι κατα‐ βοῶσί σου. Ὅπου γὰρ ἂν περιάγῃς τοὺς ὀφθαλμοὺς, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας. Ἔνθεν τοὺς ὀρφανοὺς, ἐκεῖθεν τὰς χήρας· ἑτέρωθεν τοὺς κατα‐ | |
40 | κονδυλισθέντας ὑπὸ σοῦ πένητας· τοὺς οἰκέτας, οὓς κατέξαινες· τοὺς γείτονας οὓς παρώργιζες,» καὶ τὰ τούτων ἑξῆς. λαʹ. Ὁ δὲ τῆς τοῦ Χριστοῦ δευτέρας παρουσίας ἀκριβέστατος μύστης Ἐφραὶμ ὁ μακάριος, οὕτως | |
45 | διδάσκει. «Τότε, φησὶ, τέκνα τοὺς ἑαυτῶν κατα‐ κρινοῦσι γονεῖς, ὡς μὴ τὰ χρηστὰ διαπραξαμένους ἔργα. Καὶ ὅτι βλέπουσι τοὺς γνωρίμους ἐν τῇ ὥρᾳ ἐκείνῃ οἱ ἄθλιοι· καὶ ὁπόταν τινὰς ἐξ αὐτῶν τοῖς δεξιοῖς ἴδωσι καταταχθέντας μέρεσιν, ἀποχωριζό‐ | |
95.276(50) | μενοι, θρηνοῦσι τὸ συντακτήριον.» Καὶ αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος, «Τότε, φησὶ, Καισάριον ὄψο‐ μαι, λαμπρὸν, ἔνδοξον, ἀγαλλόμενον, οἷός μοι καὶ κατ’ ὄναρ ὤφθης, ἀδελφῶν φίλτατε.» Εἶτα ὁ ἐν βίῳ | |
καὶ λόγῳ περίβλεπτος, καὶ τῆς τοῦ Θεοῦ Ἐκκλη‐ | ||
95.277 | σίας θεμέλιος Ἀθανάσιος, τάδε φησὶ περὶ τῶν ἐν Κυρίῳ νεκρῶν· ὅτιπερ «Καὶ τοῦτο ὁ Θεὸς τοῖς σωζομένοις κεχάρισται, τὸ μέχρι τῆς κοινῆς ἀνα‐ στάσεως ἀλλήλοις ψυχικῶς συνεῖναι καὶ συνευφραί‐ | |
5 | νεσθαι, ἀπεκδοχὴν ἔχοντας τῶν μελλόντων αὐτοῖς ἀποκληροῦσθαι θείων δωρεῶν· οἱ δ’ ἁμαρτωλοὶ, καὶ ταύτης τῆς παραμυθίας ἐστέρηνται. Οὐ γὰρ ἔχουσι τὸ διαγνωστικὸν ἐν ἀλλήλοις. Ἐν ἐκείνῳ δὲ τῷ πανδήμῳ θεάτρῳ, καθὼς αἱ πράξεις ἀνακεκαλυμ‐ | |
10 | μέναι πάντων, οὕτω καὶ τὰ πρόσωπα γνώριμα παρὰ πάντων, ἕως οὗ ὁ πάντων ἔσχατος γένηται χωρι‐ σμός· καὶ ἀποπεμφθήσεται πᾶς τις, εἰς ὃν ἡτοί‐ μασε τόπον ἑαυτῷ· οἱ μὲν δίκαιοι μετὰ Θεοῦ, καὶ ἀλλήλων· οἱ δ’ ἁμαρτωλοὶ, ἐν τοῖς ἐκτόποις, ἢ καὶ | |
15 | μετ’ ἀλλήλων· ἀλλ’ ὅμως ἀγνώστως. Ἀπεστέρηνται γὰρ, καθὰ προείρηται, καὶ τῆς τοιαύτης παρα‐ μυθίας.» λβʹ. Ποία δὲ καὶ ἄρα αἰσχύνη τοῖς κατῃσχυμμέ‐ νοις γενήσεται, εἰ μὴ κατάδηλοι τοῖς πᾶσιν ὦσι; | |
20 | Τότε γὰρ χαλεπὴ καὶ μεγίστη αἰσχύνη, ὅταν καὶ γνωρίζῃ τις, καὶ γνωρίζηται πάλιν· πᾶς γὰρ αἰ‐ σχυνόμενος, τοὺς ἐγνωκότας αὐτὸν αἰσχύνεται· ἐπεὶ τῷ ἐν ἀγνώστοις ἀγνώστῳ, οὐδεμία μικροῦ δεῖν αἰ‐ σχύνη καταισχυνομένῳ γενήσεται. Ἀναμφίβολον οὖν | |
25 | τοῦτο καὶ ἀναντίῤῥητον, ὡς ἀριδήλως ἀλλήλους γνωριοῦμεν οἱ πάντες· καὶ τότε ὁ ἔλεγχος πάντων τῶν ἀπρεπῶς βιωσάντων κατ’ ὀφθαλμοὺς ἑκάστῳ γενήσεται. λγʹ. Ἀβάλαι τοίνυν τοῖς κατ’ ἐμὲ πᾶσι· καὶ οὐαὶ, | |
30 | κατὰ τὸν θεῖον Ἐφραὶμ, τοῖς ἐξ ἀριστερῶν λαχοῦσι. Μακάριοι δὲ καὶ παμμάκαρες, οὓς ὁ Δεσπότης ἐκ δεξιῶν καθιδρύσει· φωνήν τ’ ἀκουτίσειν εὐλογημέ‐ νην, ἧς ἀξιωθείημεν πάντες ἀκοῦσαι, οἱ φυλάξαντες τὴν ὀρθόδοξον πίστιν, καὶ τῶν ἀγαθῶν ἐμφορηθῆναι | |
35 | πάντων, ὧν τὸ κάλλος ὄμμα βροτῶν οὐκ εἶδεν, οὔτε μὴν ὦτα παράπαν ἠκηκόει, οὔτε καρδία λελόγισται καθόλου. Ἀμήν· γένοιτο, Δέσποτα ζωοδότα, ταῖς ἐντεύξεσι τῆς πανάγνου Μητρός σου, καὶ τῶν ἀΰλων καὶ σεβαστῶν σου νόων, καὶ πάντων ὁμοῦ, Λόγε, τῶν | |
40 | σῶν ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων. | |
Ἀμήν. |