TLG 2934 046 :: JOANNES DAMASCENUS :: De mensibus Macedonicis (fragmenta) [Dub.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

De mensibus Macedonicis (fragmenta) [Dub.]

Citation: Volume — page — (line)

t3Ἰωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνων
t4μηνῶν, ἐκ τῆς ἐκκλησιαστικῆς παραδόσεως.
5 Φασὶ γὰρ οἱ Ἕλληνες εἶναι δώδεκα ζώδια ἐξ ἀστέ‐ ρων ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ δώδεκα ζωδίων παρέρχεσθαι τοὺς ἑπτά. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματα εἰσὶ ταῦτα·
10Ἥλιος, Σελήνη, Ζεὺς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Πλανήτας δὲ καλοῦσιν αὐτοὺς διὰ τὸ ἐναν‐ τίαν αὐτοὺς τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν. Εἶναι δὲ καθ’ ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανη‐ τῶν· ἕνα μὲν ἐν τῇ πρώτῃ καὶ ἀνωτέρᾳ τὸν Κρόνον·
15ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία· ἐν τῇ τρίτῃ τὸν Ἄρεα· ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον· ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην· ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν· ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Ὁ μὲν οὖν Ἥλιος καθ’ ἕκαστον ζώδιον ἀποτελεῖ μῆνα ἕνα, καὶ διὰ
20τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζώδια διέρχεται. Τῶν δὲ δώδεκα ζωδίων τὰ ὀνόματα εἰσὶ ταῦτα, καὶ οἱ τούτων μῆνες· αʹ, Κριός· μηνὶ Μαρτίῳ καʹ δέχεται τὸν ἥλιον· βʹ, Ταῦρος· μηνὶ Ἀπριλλίῳ κγʹ· γʹ, Δίδυμος Μαΐῳ κδʹ· δʹ, Καρκίνος Ἰουνίῳ κδʹ· εʹ, Λέων
25Ἰουλίῳ κεʹ· ϛʹ, Παρθένος, Αὐγούστῳ κεʹ. ζʹ, Ζυγὸς Σεπτεμβρίῳ κεʹ· ηʹ, Σκορπίος, Ὀκτωβρίῳ. κεʹ· θʹ, Τοξότης, Νοεμβρίῳ κεʹ· ιʹ, Αἰγόκερως, Δεκεμβρίῳ κεʹ· ιαʹ, Ὑδροχόος, Ἰαννουαρίῳ κʹ· ιβʹ, Ἰχθῦς, Φευ‐ βρουαρίῳ κʹ. Ἡ δὲ Σελήνη καθ’ ἕκαστον μῆνα τὰ ιβʹ
30ζώδια διέρχεται, καὶ κατωτέρα παροῦσα, καὶ ταχύ‐ τερον ταῦτα διοδεύουσα· ὡς ἐὰν ποιήσῃς πόλον ἔν‐ δον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθή‐ σεται. Οὕτω καὶ ὁ δρόμος τῆς Σελήνης κατωτέρας οὔσης ὀλιγότερός ἐστιν, καὶ ἀνύεται τάχιον.
35Περὶ διαφόρων μηνῶν. Μῆνες κατὰ Ῥωμαίους. αʹ. Μάρτιος λαʹ· Γλυκοφάγει, γλυκοπότει. βʹ. Ἀπρίλλιος λʹ· Ῥαφάνης μὴ φάγῃς. γʹ. Μάϊος λαʹ· Ποδοκέφαλα μὴ φάγῃς. δʹ. Ἰούνιος λαʹ· Πίνε ὕδωρ
40ὀλίγον. εʹ. Ἰούλιος λαʹ· Ἀπέχου ἀφροδισίων. ϛʹ. Αὔ‐ γουστος λαʹ· Ὠμὰ λάχανα μὴ φάγῃς. ζʹ. Σεπτέμ‐ βριος λʹ· Γάλα μὴ φάγῃς. ηʹ. Ὀκτώβριος λαʹ· Ἀπ‐ έχου ὀξυφαγίας. θʹ. Νοέμβριος λʹ· Ἀπέχου πολυλου‐ σίας. ιʹ. Δεκέμβριος λαʹ· Κράμβην μὴ φάγῃς. ιαʹ.
45Ἰαννουάριος λαʹ· Ὥρᾳ ιβʹ πίνε ἄκρατον ὀλίγον. ιβʹ.
Φευβρουάριος κηʹ· Σεύτλου μὴ φάγῃς.236

95

.

237

Μῆνες κατὰ Ἰουδαίους. αʹ. Νισάν. βʹ. Ἰάρ· γʹ. Σιουάν. δʹ. Θαμούζ. εʹ. Ἄβ. ϛʹ. Ἀλούλ. ζʹ. Θεσρή. ηʹ. Μαρσουάν. θʹ. Χασλεύ. ιʹ. Τιβήθ. ιαʹ. Σαβάτ. ιβʹ. Ἀδάρ.
5Μῆνες κατὰ Μακεδόνας. αʹ. Ταῦρος. βʹ. Δίδυμος· γʹ. Καρκῖνος. δʹ. Λέων. εʹ. Παρθένος. ϛʹ Ζυγός. ζʹ. Σκορπίος. ηʹ. Τοξότης. θʹ. Αἰγόκερως. ιʹ. Ὑδροχόος. ιαʹ. Ἰχθῦς. ιβʹ. Κριός. Μῆνες κατὰ Ἕλληνας.
10 αʹ. Ξανθικός. βʹ. Ἀρτεμίσιος. γʹ. Δαίσιος. δʹ. Πάνε‐ μος. εʹ. Λῷος. ϛʹ. Γορπιαῖος. ζʹ. Ὑπερβερεταῖος. ηʹ. Δῖος. θʹ. Ἀπηλλαῖος. ιʹ. Αὐδυναῖος. ιαʹ. Περίτιος. ιβʹ. Δύστρος. Μῆνες κατὰ Αἰγυπτίους. αʹ. Φαρμουθί. βʹ. Παχών. γʹ. Παυνί. δʹ. Ἐπιφί. εʹ.
15Μεσωρί. ϛʹ. Θώθ. ζʹ. Φαωφί. ηʹ. Ἀθύρ. θʹ. Χοιάκ.
ιʹ. Τυβί. ιαʹ. Μεχείρ. ιβʹ. Φαμενώθ.237