TLG 2934 045 :: JOANNES DAMASCENUS :: Fragmenta in Lucam (in catenis) [Dub.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Fragmenta in Lucam (in catenis) [Dub.]

Citation: Volume — page — (line)

t28Τοῦ Δαμασκηνοῦ.
29Καὶ ἐπὶ τοὺς ἀποστόλους τὸ Πνεῦμα κάτεισι. Θεὸς
30γάρ ἐστιν· ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί. Διὰ τοῦτο πυρὶ λέγεται βαπτίζειν ὁ Χριστὸς, ἐπειδὴ ἐν εἴδει πυρίνων γλωττῶν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθη‐ τὰς τὴν τοῦ Χριστοῦ χάριν ἐξέχεεν, ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικόν. Βάπτισμα γὰρ κἀκεῖνο
35τελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναι‐ ρετικόν· οὐκέτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύε‐ ται· κολάζον δὲ ἀτελεύτητα.
38tΤοῦ Δαμασκηνοῦ.
39Ἐπειδὴ πολλαχῶς τὸ πνεῦμα νοεῖται, λεκτέον τὰ
40σημαινόμενα. Πνεῦμα τοίνυν εἴρηται τὸ ἅγιον Πνεῦ‐ μα· λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ ἁγίου Πνεύμα‐ τος, πνεῦμα· ὡς τὸ, «Ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἑπτὰ πνεύματα.» Αἱ γὰρ ἐνέργειαι τοῦ Πνεύματος, πνεύματα οἶμαι φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Πνεῦμα καὶ
45ὁ ἄγγελος ὁ ἀγαθὸς, ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα.» Πνεῦμα καὶ ὁ δαίμων, ὡς τὸ, «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν.» Πνεῦμα καὶ ἡ ψυχὴ, ὡς τὸ, «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά
μου.» Ἔστι δὲ ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται.233

95

.

236

Πνεῦμα καὶ ὁ ἄνεμος, ὡς τὸ, «Τὸ Πνεῦμα, ὅπου θέ‐
λει, πνεῖ.» Πνεῦμα καὶ ὁ ἀήρ.235