|
TLG 2934 044 :: JOANNES DAMASCENUS :: Ex thesauro orthodoxiae Nicetae Choniatae (fragmentum) [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Ex thesauro orthodoxiae Nicetae Choniatae (fragmentum) [Dub.] Citation: Volume — page — (line) | ||
| t13 | Τοῦ Δαμασκηνοῦ. | |
|---|---|---|
| 14 | Ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, καθὸ Πατὴρ θέλει, | |
| 15 | ἢ καθὸ Θεός; Ἀλλ’ εἰ μὲν καθὸ Πατὴρ, ἄλλο τὸ αὐ‐ τοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυ‐ σικόν· καὶ σὺ γοῦν κατὰ τοῦτο συλλογισάμενος, ἐρώ‐ | |
| 20 | τησον· Ὁ τῶν ὅλων Θεὸς, καθὸ Πατὴρ προσεδέξατο τὸ τοῦ Μονογενοῦς αἷμα, ἢ καθὸ Θεός; Ἀλλ’ εἰ μὲν καθὸ Πατὴρ, ἄλλη αὐτοῦ ἔσται παρὰ τὴν τοῦ Υἱοῦ δύναμίς τε καὶ ἐνέργεια· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ | |
| 25 | ἅγιον· ἄρα τὸ τοῦ Μονογενοῦς αἷμα, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἡ αὐτὴ ἁγία Τριὰς καθὸ Θεὸς προσ‐ | |
| εδέξατο. | 233 | |