TLG 2934 043 :: JOANNES DAMASCENUS :: De unione (fragmentum) [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae De unione (fragmentum) [Dub.] Citation: Volume — page — (line) | ||
t28 | Περὶ ἑνώσεως, τοῦ Δαμασκηνοῦ. | |
---|---|---|
29 | Ἕνωσίς ἐστι διεστώτων πραγμάτων κοινωνικὴ | |
30 | συνδρομή. Γίνεται δὲ κατὰ ιβʹ τρόπους· κατὰ κρᾶσιν κατὰ σωρείαν, κατὰ φύσιν, κατὰ ἀνάμιξιν, κατὰ σύγχυσιν, κατὰ ἁρμονίαν, κατὰ παράθεσιν, κατὰ συναλοιφὴν, κατὰ οὐσίαν, κατὰ σχέσιν, κατὰ σύνθεσιν, καθ’ ὑπό‐ | |
35 | στασιν μόνως. Καὶ ἔστι κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν· οἴνου καὶ ὑδάτων. Κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν· σίτου καὶ κριθῆς. Κατὰ φύρσιν, ὡς ἐπὶ ξηροῦ καὶ ὑγροῦ· γῆς καὶ | |
40 | ὕδατος. Κατὰ ἀνάμιξιν, ὡς ἐπὶ διαφόρων ἀλεύρων. Κατὰ σύγχυσιν, ὡς ἐπὶ τηκτῶν· χρυσοῦ καὶ ἀργύ‐ ρου, κηροῦ καὶ πίσσης. Κατὰ ἁρμονίαν, ὡς ἐπὶ λίθων. | |
45 | Κατὰ παράθεσιν, ὡς ἐπὶ σανίδων. Κατὰ συναλοιφὴν, ὡς ἐπὶ λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ αὖθις ἑνουμένης. Κατὰ οὐσίαν, ὡς ἐπὶ ἀτόμων, Πέτρου καὶ Παύλου, | |
ἤ τινων ἵππων, ἢ βοῶν, ἢ ἑτέρων ζώων. | 232 | |
95.233 | Κατὰ σχέσιν, ὡς ἐπὶ φίλων καὶ γνωμῶν εἰς ἓν θέ‐ λημα συνερχομένων. Κατὰ σύνθεσιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. Καθ’ ὑπόστασιν δὲ ἐπὶ μόνης λέγεται τῆς ἐν Χρι‐ | |
5 | στῷ θεότητος καὶ ἀνθρωπότητος. Ἓν γὰρ πρόσωπον ἔσχον αἱ δύο φύσεις, καὶ οὐ δύο, κατὰ τὸν λῆρον Νεστόριον. Λέγεται δὲ καὶ οὐσιώδης ἡ τοιαύτη ἕνωσις, καὶ ἀληθὴς, καὶ οὐ κατὰ φαντασίαν. Καὶ ἄλλως δὲ, καθ’ | |
10 | ὑπόστασιν ἕνωσίς ἐστιν ἡ τῶν ἑτεροουσίων εἰς μίαν ὑπόστασιν σύνοδος, σωζομένης ἑκάστῳ μετὰ τὴν | |
ἕνωσιν τῆς φυσικῆς ἰδιότητος. | 233 |