TLG 2934 042 :: JOANNES DAMASCENUS :: De partibus animae (fragmentum) [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae De partibus animae (fragmentum) [Dub.] Citation: Volume — page — (line) | ||
Τῆς δὲ ψυχῆς μέρη γʹ. | ||
95.229(50) | Ἐπιθυμητικὸν, θυμικὸν, λογιστικόν. Ἀρεταῖς δὲ τέσσαρσι τεθρόνισται ὁ ἱερώτατος νοῦς· φρονήσεως, ἀνδρείας, δικαιοσύνης, σωφροσύ‐ | |
νης. | 229 | |
95.232 | Τρισσὸς ὁ νόμος. Φυσικὸς, γραπτὸς, καὶ ὁ ἐν χάριτι πνευματικός. Τετραμερές ἐστι τὸ σῶμα, ὥσπερ τις κόσμος συν‐ ιστάμενον· τριμερὴς δὲ ἐν αὐτῷ ἡ ψυχὴ, προτυποῦσα | |
5 | τὴν ἁγίαν Τριάδα, καὶ τοῦτο ταῖς ἐνεργείαις ζωο‐ ποιοῦσα. Τριμερῆ δὲ λέγομεν τὴν ψυχὴν, ἔχουσαν λογικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν· ἵνα διὰ μὲν τοῦ λογικοῦ λογίζηται· διὰ δὲ τοῦ θυμικοῦ ὀργίζηται τοῖς δαίμοσιν, ἀνδριζομένη κατ’ αὐτῶν· διὰ δὲ τοῦ | |
---|---|---|
10 | ἐπιθυμητικοῦ ἀγαπᾷ τὸν Θεόν. Τοῦτο δὲ τὸ ἐπιθυμη‐ τικὸν διαιρεῖται εἰς τρία· εἰς θεϊκὸν, φυσικὸν, καὶ μέσον τὸ σαρκικὸν, ὅπερ ἐστὶ τὸ διαβολικόν. Θεϊκὸν μὲν, τὸ ἀγαπᾷν τὸν Θεόν· φυσικὸν δὲ, τὸ ἀγαπᾷν τὰ κατὰ φύσιν· σαρκικὸν δὲ τὸ ἀγαπᾷν τὰ παρὰ φύ‐ | |
15 | σιν· οἷον, κατὰ φύσιν μὲν ὁ γάμος· παρὰ φύσιν δὲ, ἡ πορνεία, καὶ τὰ τοιαῦτα. Ἐν ἄλλῳ εὗρον. Τῆς ψυχῆς εἰσι δυνάμεις πέντε· νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις. Νοῦς ἐστι νοερὰ αἴσθησις τῆς ψυχῆς, καθ’ ἣν δύναται αὐτοπτι‐ | |
20 | κῶς ὁρᾷν τὰ πράγματα, καὶ δίχα ζητήσεων. Διάνοιά ἐστι δύναμις τῆς ψυχῆς, καθ’ ἣν μετὰ συλλογισμοῦ δύναται γινώσκειν τὰ πράγματα· διὸ καὶ λέγεται διάνοια, παρὰ τὸ ὁδόν τινα διανοίγειν. Δόξα ἐστὶ δύ‐ ναμις τῆς ψυχῆς, καθ’ ἣν ἄνευ αἰτίας γινώσκει τὸ | |
25 | πράγματα. Φαντασία δύναμίς ἐστι τῆς ἀλόγου ψυ‐ χῆς. Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς, ἀντιληπτικὴ | |
τῶν ὑλῶν. | 231 |