TLG 2934 041 :: JOANNES DAMASCENUS :: De animato (fragmentum) [Dub.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

De animato (fragmentum) [Dub.]

Citation: Volume — page — (line)

t24Περὶ ἐμψύχου.
25 Ἔμψυχον λέγεται τὸ τρεφόμενον, καὶ αὖξον, καὶ τίκτον ὅμοιον ἑαυτῷ. Τοῦτο δὲ διαιρεῖται εἰς τρία· εἰς ζῶον· τὸ δὲ ζῶον οὐκ ἔχει μόνον τὰς τρεῖς φυσι‐ κὰς ταύτας κινήσεις, ἀλλὰ καὶ τὸ ἐκ τόπου εἰς τόπον μεθίστασθαι· εἰς φυτόν· τοῦτο τὰς τρεῖς μόνας ἔχει·
30εἰς ζωόφυτον· τὸ ζωόφυτον μέσον ἐστὶ τοῦ ζώου καὶ τοῦ φυτοῦ. Τοῦ γὰρ φυτοῦ τὰς τρεῖς ἔχοντος, τοῦ δὲ ζώου πρὸς ταῖς τρισὶν καὶ τὴν ἐκ τόπου κίνησιν, τοῦτο μέσον ὑπάρχει. Ἔχει γὰρ καὶ αὐτὸ κίνησιν, καὶ οὐ τὴν ἀπὸ τόπου εἰς τόπον, ἀλλὰ τὴν τῆς συστο‐
35λῆς, εἴ τις αὐτοῦ ἐφάψαιτο. Τὸ σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον· τὸ ἔμψυχον εἰς αἰσθητικὸν ζῶον καὶ ἀναίσθητον· τὸ ἄψυχον εἰς ζωόφυτον καὶ φυτόν· τὸ ζωόφυτον εἰς συκῆν· τὸ φυτὸν εἰς πόαν, θάμνον, δένδρον· τὸ ζῶον
40εἰς λογικὸν καὶ ἄλογον· τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον· τὸ ἀθάνατον εἰς ἄγγελον, δαίμονα· τὸ θνητὸν εἰς ἄνθρωπον, βοῦν, κύνα, καὶ τὰ τοιαῦτα. Καινοτομία ἐστὶ πρᾶγμα παρὰ τοὺς τῆς φύσεως ὅρους καὶ νόμους παρηλλαγμένον.
45 Οἰκονομία ἐστὶ πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γί‐ νεται καὶ κατὰ συγκατάβασιν καὶ ὠφέλειάν τινων. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία· τὰ δὲ ἐπιτηδειό‐
της· τὰ δὲ ἐνέργεια.229