TLG 2934 039 :: JOANNES DAMASCENUS :: Qua ratione homo imago dei (fragmentum) [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Qua ratione homo imago dei (fragmentum) [Dub.] Citation: Volume — page — (line) | ||
t28 | Ἰωάννου μοναχοῦ πρεσβυτέρου Δαμασκηνοῦ, | |
---|---|---|
t29 | ἐπίκλην Μανσοὺρ, περὶ θεολογίας· πῶς εἰκο‐ | |
t30 | νίζει τὸ Θεῖον ἄνθρωπος. | |
31 | Τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι τὸν ἄνθρω‐ πον, τοῦτο δηλοῖ, τὸ ἐν τρισὶν ἰδιώμασιν εἶναι τὴν τούτου νοερὰν καὶ λογικὴν ψυχήν· τουτέστι νοῦς καὶ λόγος καὶ πνεῦμα, οἷον ἐπὶ τῆς θείας οὐσίας, Πατὴρ | |
35 | καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Ὥσπερ γὰρ ὁ Πατὴρ, Πατὴρ, καὶ οὐχ Υἱός· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πα‐ τήρ· καὶ τὸ Πνεῦμα, Πνεῦμα ἅγιον, καὶ οὐχ Υἱὸς, ἢ Πατήρ· τὸν αὐτὸν τρόπον, ὅ τε νοῦς, νοῦς καὶ οὐ λό‐ γος· ὁ λόγος, λόγος καὶ οὐ πνεῦμα· καὶ τὸ πνεῦμα, | |
40 | πνεῦμα καὶ οὐ λόγος, ἢ νοῦς. Ταῦτα οὖν οὔτε συγ‐ χέεται τῇ ἑνότητι, οὔτε διαιρεῖται τῷ ἀριθμῷ· τὰ γὰρ τρία ἓν, καὶ τὸ ἓν εἰς τρία, ὁμοφυᾶ τε καὶ ὁμοού‐ | |
σια συνυπάρχοντα ἀλλήλων ἀεί. | 228 |