TLG 2934 038 :: JOANNES DAMASCENUS :: Contra Severianos (fragmentum) [Dub.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Contra Severianos (fragmentum) [Dub.]

Citation: Volume — page — (line)

95

.

225

(t1)

ΕΠΙΛΥΣΙΣ
t2πρὸς τοὺς λέγοντας, «Εἰ δύο φύσεις ὁ Χριστὸς,
t3ἀνάγκη [Θεοῦ καὶ] ἀνθρώπου τρεῖς φύσεις,
t4καὶ τοσαύτας λέγειν ἐνεργείας,» ὡς ὁ Σεβῆ‐
t5ρος ἔφασκεν.
6 Ὁ γὰρ ἄθλιος οὗτος Σεβῆρος ἁρπάσας τὸν θρόνον Ἀντιοχείας, τὴν κατὰ Μάνην καὶ Ἀπολινάριον καὶ Εὐτυχέα ἐκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν, ὅση δύ‐ ναμις, τὴν τῶν Ἐκκλησιῶν εἰρήνην. Ἐξελασθεὶς
10δὲ τῆς Ἀντιοχέων ὡς στασιώδης, τῇ Ἀλεξανδρείᾳ λαίλαπος δίκην ἐνέσκηψεν· ἔνθα καὶ ἑτέρας καται‐ γίδος ἀντιπνευσάσης τῷ λαῷ συνέχεε πάντα καὶ ἐθορύβησεν Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασ‐ σοῦ τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακο‐
15δοξίας προστάτης εὐθυμότατος. Σεβήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι Χριστὸν, καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ, μίαν μὲν κατὰ Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν δια‐ φορὰν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασιν
20οἱ ἀνόσιοι, «μὴ νοοῦντες, κατὰ τὸ δὴ λεγόμενον, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται·» λαμβάνοντες εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καί φασιν· Οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις. Ἀλλ’ ἴστωσαν οἱ
25ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅτι δύο φύσεις ἡμεῖς λέγο‐ μεν· οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε μὲν Θεοῦ καὶ ψυχῆς· ἀλλὰ Θεοῦ καὶ ἀνθρώπου. Οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις, ἡ τοῦ μέρους φύσις. Μέρη μὲν γὰρ ἀνθρώπου ψυχὴ καὶ σῶμα· μέρη δὲ τῶν μερῶν
30αἱ περὶ αὐτῶν διαιρέσεις καὶ ὑποδιαιρέσεις· καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα, θεότης καὶ ἀνθρωπό‐ της. Ψυχὴ δὲ καὶ σῶμα, οὐ μέρη Χριστοῦ, ἀλλὰ μέρη τοῦ μέρους. Μέρη γὰρ τῶν μερῶν τοῦ ἀνθρώ‐ που, ἐπὶ μὲν τῆς ψυχῆς, οὐσία λογικὴ καὶ ποιότης
35ἀσώματος ἔχουσα ἐν αὐτῇ νοῦν, καὶ αἴσθησιν, καὶ λόγον· ὧν τὸ μὲν ἡγεμονικὸν, τὸ δὲ θυμικὸν, τὸ δὲ ἐπιθυμ[ητ]ικόν· καὶ τούτων, τὸ μὲν ἐννοηματικὸν
καὶ διανοητικὸν, μνημονευτικόν τε καὶ βουλευτικὸν,225

95

.

228

τὸ δὲ ὀρεκτικόν τε καὶ ἑλκτικὸν, τὸ δὲ ἀμυντικὸν, καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθω δὲ τὰ νῦν ζητεῖν, πότερον ὡς μέρη ταῦτά εἰσιν ἐν ψυχῇ, ἢ ὡς δυνάμεις· ἐπὶ δὲ τοῦ σώματος πάλιν
5διαίρεσις γίνεται εἰς ὁμοιομερῆ [καὶ ἀνομοιομερῆ]· καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας· καὶ ταῦτα, εἰς ὀστέα καὶ σάρκα καὶ νεῦρα· καὶ ταῦτα εἰς τέσσαρα στοιχεῖα· καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. Καὶ πολλὰ δὲ ἕτερα φιλοσοφοῦσι ἰατρῶν παῖ‐
10δες περὶ δυνάμεων φυσικῶν· ὧν τὴν μὲν ἑλκτικὴν, τὴν δὲ καθελκτικὴν, τὴν δὲ ἀλλοιωτικὴν, τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσι· πολλὰ δὲ καὶ περὶ αἰσθή‐ σεως καὶ φαντασίας, καὶ τοῦ συνέχοντος τὸ ζῶον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύματος, ἑτέρου παρὰ τὸ
15λογικὸν, ὥς φασιν, ὑπάρχοντος. Ὥσπερ τοίνυν ἀπό‐ χρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τοῦ σάρκα εἰπεῖν, ἢ σῶμα ἀνθρώπου· καὶ ἀπόχρη ἄνθρωπον, ἢ φύσιν ἀνθρώπου εἰρηκότα, πάντα δηλῶσαί τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστηκεν, ἐν οἷς καὶ γνω‐
20ρίζεται. Οἱ δὲ, οὐχ ἵνα αὐτὸν ἄνθρωπον τέλειον ἀπο‐ φήνωσιν, ἀλλ’ ἵνα τὸν Κύριον συκοφαντήσωσι, καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ μὴ προσειληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον, ἢ μὴ σῶον φυλάξαντα, ὅπερ ἔσχε παρ’ ἡμῶν.
25 Τέλος εἴληφε ἡ βίβλος τοῦ ἁγίου καὶ μακαρίου Ἰωάννου τοῦ Μανδὰρ τοῦ Δαμασκηνοῦ ἡ λεγο‐
μένη Πάνδεκτος.227