TLG 2934 037 :: JOANNES DAMASCENUS :: De virtutibus et vitiis (fragmenta) [Sp.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae De virtutibus et vitiis (fragmenta) [Sp.] Citation: Volume — page — (line) | ||
95.85(t1) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
t2 | Ἰωάννου Δαμασκηνοῦ, Περὶ ἀρετῶν καὶ κακιῶν, | |
---|---|---|
3 | ψυχικῶν καὶ σωματικῶν. Ἰστέον οὖν ὅτι διπλοῦς ὢν ὁ ἄνθρωπος, ἤγουν | |
5 | ἐκ ψυχῆς καὶ σώματος, διπλᾶς ἔχει καὶ τὰς αἰσθή‐ σεις, καὶ τὰς τούτων ἀρετάς· καὶ πέντε μέν εἰσι τῆς ψυχῆς, καὶ πέντε τοῦ σώματος. Καὶ αἱ μὲν ψυ‐ χικαὶ αἰσθήσεις, ἃς καὶ δυνάμεις αὐτὰς οἱ σοφοὶ λέγουσιν, εἰσὶν αὗται· νοῦς, διάνοια, δόξα, φαντα‐ | |
10 | σία, καὶ αἴσθησις. Αἱ δὲ σωματικαὶ, ὅρασις, ὄσφρη‐ σις, ἀκοὴ, γεῦσις, καὶ ἁφή· ὅθεν τοι διπλαῖ τούτων αἱ ἀρεταὶ, διπλαῖ καὶ αἱ κακίαι· ὥστε ἀναγκαῖον εἰδέναι σαφῶς πάντα ἄνθρωπον, πόσα μέν εἰσι τὰ ψυχικὰ πάθη, ποῖα δὲ τὰ σωματικά· καὶ ψυχικὰς | |
15 | μὲν ἀρετὰς λέγομεν εἶναι προηγουμένως γενικωτά‐ τας τέσσαρας ταύτας, αἵτινές εἰσιν αὗται, ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη· καὶ ἐκ τού‐ των ἀποτίκτονται ψυχικαὶ ἀρεταί· πίστις, ἐλπὶς, ἀγάπη, προσευχὴ, ταπείνωσις, πραότης, μακρο‐ | |
20 | θυμία, ἀνεξικακία, χρηστότης, ἀοργησία, γνῶσις θεία, τὸ ἄθυμον, τὸ ἁπλοῦν, τὸ ἀτάραχον, τὸ ἀνυπό‐ κριτον, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ ἄφθονον, τὸ ἄδολον, τὸ ἀφιλάργυρον, τὸ συμπαθὲς, τὸ ἐλεημο‐ νητικὸν, τὸ μεταδοτικὸν, τὸ ἄφοβον, τὸ ἄλυπον, τὸ | |
25 | κατανυκτικὸν, τὸ αἰδεστικὸν, ἡ εὐλάβεια, ἡ τῶν μελ‐ λόντων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία. Ἀρεταὶ δὲ σωματικαὶ αὗται, μᾶλλον δὲ ἐργαλεῖα ἀρετῶν, ἐν γνώσει καὶ κατὰ Θεὸν γινόμεναι, ἔξω | |
30 | τε πάσης ὑποκρίσεως καὶ ἀνθρωπαρεσκείας, εἰς προκοπὴν ταπεινώσεως, καὶ ἀπαθείας φέρουσαι τὸν | |
ἄνθρωπον· ἐγκράτεια, νηστεία, δίψα, ἀγρυπνία, | 85 | |
95.88 | στάσις παννύχιος, κάμψις γονάτων συνεχὴς, ἀλου‐ σία, μονοχιτωνία, ξηροφαγία, βραδυφαγία, βραχυ‐ φαγία, ὑδροποσία, χαμευνία, πτωχεία, ἀκτημοσύνη τὸ αὐχμηρὸν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον, | |
5 | μεμονωμένον, τὸ ἥσυχον, τὸ ἀπρόϊτον, τὸ ἐνδεὲς, τὸ αὐταρκὲς, τὸ σιωπηλὸν, τὸ ταῖς οἰκείαις χερσὶν ἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια, καὶ ἄσκησις σωματική· ἅπερ ἅπαντα, τοῦ σώματος ῥω‐ στοῦντος, καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλουμένου, | |
10 | ἀναγκαιότατα καὶ ὠφελιμώτατα· ἀσθενοῦντος δὲ, καὶ Θεοῦ βοηθείᾳ τούτων περιγενομένου, οὐ τοσοῦτον ἀναγκαῖά εἰσιν, ὡς τῆς ἁγίας ταπεινώσεως, καὶ εὐχῆς τὰ πάντα ἀναπληρούσης. Ὀφείλομεν οὖν εἰπεῖν, καὶ περὶ τῶν ψυχικῶν | |
15 | καὶ σωματικῶν, ἤγουν παθῶν· καὶ ψυχικὰ μέν εἰσι πάθη ταῦτα, λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ὑφ’ ὧν δηλαδὴ τῶν παθῶν τούτων ὁ ὀφθαλμὸς τῆς ψυχῆς, ἤτοι ὁ νοῦς, σκοτιζόμενος, κυριεύεται ὑπὸ πάντων τῶν παθῶν, ἅτινά εἰσι ταῦτα, ἀσέβεια, κακοδοξία, | |
20 | ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμὸς, ὀργὴ, πι‐ κρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, κατα‐ λαλία, κατάκρισις, λύπη ἄλογος, φόβος, δειλία, ἔρις, ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις, ψεῦδος, ἀπιστία, πλεονεξία, φιλοϋλία, προσπάθεια, | |
25 | σχέσις γηΐνων, ἀκηδία, μικροψυχία, ἀχαριστία, γογ‐ γυσμὸς, τύφος, οἴησις, σοβαρότης, ἀλαζονεία, φιλ‐ αρχία, ἀνθρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναι‐ σθησία, κολακεία, ὑπουλότης, εἰρωνεία, διψυχία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθη‐ | |
30 | τικοῦ μέρους, καὶ ἡ συνεχὴς τούτων μελέτη, πλάνη λογισμῶν, φιλαυτία ἡ τῶν κακῶν γεννήτρια, καὶ ἡ ῥίζα πάντων τῶν κακῶν φιλαργυρία, κακοήθειά τε καὶ πονηρία. Σωματικὰ δὲ πάθη· γαστριμαργία, λαιμαργία, | |
35 | τρυφὴ, μέθη, λαθροφαγία, φιληδονία ποικίλη, πορ‐ νεία, μοιχεία, ἀσέλγεια, ἀκαθαρσία, αἱμομιξία, παιδοφθορία, κτηνοβατία, ἐπιθυμίαι κακαὶ, καὶ πάντα τὰ παρὰ φύσιν καὶ αἰσχρὰ πάθη, κλεψία, ἱεροσυλία, λῃστεία, φόνος, σωματικὴ ἄνεσις καὶ ἀπό‐ | |
40 | λαυσις τῶν θελημάτων τῆς σαρκὸς, ὑγιαίνοντος μᾶλλον τοῦ σώματος, μαντεῖαι, μαγεῖαι, γοητεῖαι, οἰωνισμοὶ, κληδονισμοὶ, φιλοκοσμίαι, περπερεῖαι, βλακεῖαι, καλλωπισμοὶ, ἐπιτρίμματα προσώπων, ἡ κατάκριτος ἀργεία, μετεωρισμοὶ, κυβεῖαι, ἡ ἐμπα‐ | |
45 | θὴς τῶν τοῦ κόσμου ἡδέων παράχρησις, ἡ φιλοσώ‐ ματος ζωὴ, ἥ τις παχύνουσα τὸν νοῦν, γεώδη καὶ κτηνώδη τοῦτον ἀποτελεῖ, καὶ οὐδέποτε πρὸς Θεὸν, καὶ τὴν τῶν ἀρετῶν ἐργασίαν ἀνανεοῦσθαι ἐᾷ. | |
95.88(50) | Ῥίζαι δὲ πάντων τῶν παθῶν, καὶ, ὡς ἂν εἴποι | 87 |
95.89 | τις προπέτειαι, φιληδονία, φιλοδοξία, φιλαργυρία, ἀφ’ ὧν ἀποτίκτεται πᾶν κακόν. Οὐχ ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱ κραταιοὶ οὗτοι γίγαντες, καθώς φησιν ὁ ἐν ἀσκηταῖς | |
5 | σοφώτατος, Μάρκος περιγένωνται καὶ κατακυριεύ‐ σωσιν αὐτοῦ· ἤτοι λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ταύ‐ τας δὲ ἀποτίκτει ἡδονὴ καὶ ἄνεσις, τὸ ἀγαπᾷν τὴν δόξαν τῶν ἀνθρώπων, καὶ τὸν περισπασμόν· πρωτ‐ αίτιος δὲ τούτων ἁπάντων, καὶ οἷα μήτηρ κακίστη, | |
10 | ὡς προείρηται, ἡ φιλαυτία, ἤγουν ἄλογος φιλία τοῦ σώματος καὶ ἐμπαθὴς προσπάθεια· διάχυσις γὰρ καὶ ἔκλυσις νοὸς μετὰ εὐτραπελίας καὶ αἰσχρολογίας, πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παῤ‐ ῥησία, καὶ ὁ γέλως. | |
15 | Πρὸς τούτοις δὲ πᾶσι χρὴ γινώσκειν, ὡς ποικίλη τίς ἐστι καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία, καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναὶ, ὅταν μὴ νή‐ φουσα πρὸς Θεὸν, αἴρεται τῷ θείῳ φόβῳ, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ, τῆς τῶν ἀρετῶν ἐργασίας ἐπι‐ | |
20 | μελουμένη. Μυρίαι γὰρ φέρονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι τοὺς τῆς ψυχῆς ὀφθαλμούς· αἱ τῶν σωμά‐ των, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δό‐ ξης, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυνα‐ στείας, αἱ τῆς φιλαργυρίας, αἱ τῆς πλεονεξίας· καὶ | |
25 | φαίνονται ἐν ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις, καὶ εὐαρέστους· ἱκαναὶ ἐπισπάσασθαι τοὺς περὶ ταῦτα ἐπτοημένους, καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας, καὶ τὴν ταύτης ὑπομένοντας σκληρότητα. Καὶ πᾶσα γὰρ σχέσις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσ‐ | |
30 | πάθεια, ἡδονὴν καὶ τέρψιν ποιεῖ τῷ προσπαθητικῷ, καὶ ἀνόνητον καὶ βλαβεράν. Τὸ τῆς ψυχῆς ἐπιθυμη‐ τικὸν ἐμπαθὲς ἐν τούτῳ δεικνύει, ὡς τούτου ἕνεκεν, θυμῷ καὶ ὀργῇ, λύπῃ τε καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει τὸν ἡττώμενον καθυπο‐ | |
35 | βάλλεσθαι. Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰ ἐπικρατήσει συνήθεια, ἀναισθήτως φάναι, καὶ ἀνιά‐ τως ἄχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι, διὰ τῆς ἐνταῦθα κεκρυμμένης ἡδονῆς τὸν ἁλόντα παρασκευάζει. Πολυσχεδὴς γάρ ἐστιν ἡ τῆς ἐπιθυ‐ | |
40 | μίας ἡδονὴ, ὡς προείρηται· καὶ οὐ μόνον τῇ πορ‐ νείᾳ, καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπλη‐ ροῦται, ἀλλὰ καὶ τοῖς λοιποῖς πάθεσιν. Ἐπεὶ τὸ σωφρονεῖν οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπ‐ έχεσθαι, καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ ἀπὸ | |
45 | τῶν λοιπῶν ἡδονῶν ἐκτὸς εἶναι. Ἔνθεν καὶ ὁ φιλο‐ χρηματίας καὶ ὁ φιλαργυρίας, καὶ ὁ πλεονεξίας ἐρῶν, ἀκόλαστος· ὥσπερ γὰρ ἐκεῖνος σώματος ἐρᾷ, οὕτω καὶ οὗτος χρημάτων. Μᾶλλον δὲ οὗτος ἀκολα‐ | |
στότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν ἐκ τῆς φύ‐ | 89 | |
95.92 | σεως συνωθοῦσαν αὐτόν. Καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν, ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ τὸν σκληρὸν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ’ ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον, μὴ δυνάμενος ὑπο‐ | |
5 | τάξαι. Καὶ δῆλόν ἐστι πανταχόθεν, ὡς περιττὴ καὶ οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ’ ἐκ τῆς μοχθη‐ ρᾶς προαιρέσεως. Διὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος· ὥστε χρὴ σαφῶς ἐπι‐ | |
10 | γινώσκειν ἡμᾶς, οὐκ εἰς τρυφὴν μόνον, καὶ τὴν τῶν σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ’ ἐν παντὶ τρόπῳ καὶ πράγματι προαιρέσει ψυχῆς ἀγαπωμένῳ καὶ προσπαθείᾳ. Ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη κατὰ τὸ τῆς ψυχῆς τριμερὲς δια‐ | |
15 | γινώσκηται, καὶ τάδε ἐν ἐπιτόμῳ προσθῆναι διεκρί‐ ναμεν. Περὶ τοῦ τριμεροῦς τῆς ψυχῆς. Ἡ ψυχὴ διαιρεῖται εἰς τρία· λογιστικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν. Ἐκ τοῦ μὲν λογικοῦ τὰ ἁμαρτήμα‐ | |
20 | τά εἰσι ταῦτα· ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφη‐ μία, ἀχαριστία, καὶ αἱ συγκαταθέσεις σωματικῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους. Ἡ δὲ τούτων τῶν κακῶν ἴασις καὶ θεραπεία ἡ ἀδί‐ στακτός ἐστι πίστις πρὸς τὸν Θεὸν, τὰ ἀληθινὰ καὶ | |
25 | ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα τῆς εὐσεβείας, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ πνεύματος, ἡ κα‐ θαρὰ προσευχὴ καὶ ἀδιάλειπτος, καὶ ἡ πρὸς Θεὸν εὐχαριστία. Περὶ τοῦ θυμικοῦ. | |
30 | Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκα‐ κον, ὁ φθόνος, καὶ ὁ φόνος, καὶ ἡ συνεχὴς πρὸς τὰ τοιαῦτα μελέτη. Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, καὶ ἡ χρηστότης. | |
35 | Περὶ τοῦ ἐπιθυμητικοῦ. Τοῦ δὲ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία ἡ πορ‐ νεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλο‐ χρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε | |
40 | καὶ πλούτου, καὶ τῶν σαρκικῶν ἡδονῶν. Ἡ δὲ τού‐ των ἴασις καὶ θεραπεία, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν μελλόντων ἐκείνων ἀθα‐ νάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ | |
45 | ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία. Δέον οὖν ἐνθῆναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι’ ὧν πᾶσα ἁμαρτία τελεῖ‐ ται. Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ τῆς κακίας λο‐ | |
95.92(50) | γισμοί· ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ τῆς φιλαργυρίας, ὁ τῆς ὀργῆς, ὁ τῆς λύπης, ὁ τῆς ἀκηδίας, ὁ τῆς κενοδοξίας, καὶ ὁ τῆς ὑπερηφα‐ | |
νίας. | 91 | |
95.93 | Τούτους ὀκτὼ λογισμοὺς παρενοχλεῖν μὲν, καὶ μὴ παρενοχλεῖν, οὐκ ἐφ’ ἡμῖν ἐστι· ἐμμένειν δὲ, ἢ πάθος κινεῖν, ἣ μὴ κινεῖν, τῶν ἐφ’ ἡμῖν ἐστιν. Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδοιασμὸς, | |
5 | καὶ ἄλλο πάλη, καὶ ἄλλο πάθος, καὶ ἄλλο συγκατά‐ θεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει, καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία. Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς γινομένη παρὰ τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον, ποίησον τόδε ἢ τόδε. | |
10 | Ὡς ἐπὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν· «Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτος γένωνται·» τοῦτο ὡς εἴρηται, οὐκ ἐφ’ ἡμῖν ἐστι. Συνδοιασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλο‐ μένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ, καὶ οἷον μετ’ αὐ‐ | |
15 | τοῦ μελέτη καὶ ἐνήδονος ὁμιλία ἡ παρὰ τῆς προαι‐ ρέσεως ἡμῶν. Πάθος δὲ, ἡ ἀπὸ τοῦ συνδοιασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους, καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία. Πάλη δὲ, ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἡ πρὸς ἀναίρεσιν τοῦ ἐν | |
20 | τῷ λογισμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος· «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται.» Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος | |
25 | τῆς καρδίας ἀπαγωγὴ, ἀπὸ προλήψεως καὶ μακρᾶς συνηθείας τυραννουμένης· συγκατάθεσις δὲ, ἡ κα‐ τάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ, αὐτὴ ἡ πρᾶξις τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογι‐ σμοῦ· ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ | |
30 | ἀντιῤῥήσει καὶ ἐμβριθείᾳ ἐκ πρώτης ἀποπεμπό‐ μενος, ἤγουν τὴν προσβολὴν, πάντα τὰ ἔσχατα ὑφ’ ἓν περιέκοψε. Ἀναιρεῖται μὲν ὑπὸ ἐγκρατείας ἡ γαστριμαργία· ὑπὸ δὲ θείου πόθου καὶ τῶν μελλόντων ἀγαθῶν ἐφ‐ | |
35 | έσεως, ἡ πορνεία· ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς πένητας, ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης, ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευ‐ ματικῆς χαρᾶς, ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπο‐ μονῆς καὶ τῆς καρτερίας, καὶ τῆς πρὸς θεῶν εὐχα‐ | |
40 | ριστίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς μέντοι τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς ἐν συντριβῇ καρδίας συν‐ εχοῦς προσευχῆς, ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ’ ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία. | |
45 | Οὕτως οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερω‐ θεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωὴν, τὴν ἀῤῥαβῶνα δεχόμενος τοῦ ἁγίου Πνεύματος· καὶ τῶν ἐντεῦθεν ἀποδημήσας, μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ | |
95.93(50) | φωτὶ τῆς ἁγίας Τριάδος, μετὰ τῶν θείων ἀγγέ‐ | |
λων, εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος. | 93 | |
95.96 | Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή· τρία γὰρ, ὡς εἴρηται, τὰ μέρη ταύτης εἰσὶ, λογισμὸς, θυμὸς καὶ ἐπιθυμία· ἐάν ἐστιν ἐν τῷ θυμικῷ ἀγάπη, καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ | |
5 | σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος. Ἐὰν δὲ ἐν τῷ θυμικῷ ᾖ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος· ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους | |
10 | τῶν κτισμάτων ἁγνικῶς θεωρεῖ, καὶ πρὸς τὴν μα‐ καρίαν καὶ ἁγίαν Τριάδα ἀνάγεται. Ὁ δὲ θυμὸς τότε πάλιν κινεῖ τὸ κατὰ φύσιν, ὅτε πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην, ἢ μνησι‐ κακίαν κέκτηται. Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ταπει‐ | |
15 | νοφροσύνης καὶ ἐγκρατείας καὶ ἀκτημοσύνης νε‐ κρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκὸς, καὶ χρη‐ μάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸ θεῖον καὶ ἀθάνατον ἔρωτα· καὶ γὰρ ἡ ἐπι‐ θυμία πρὸς τὰ τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν | |
20 | σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ καὶ πρὸς ἀπάτην χρημάτων, καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων αὐτοῦ ἐντολῶν, καὶ τῆς θείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, | |
25 | καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν· ὧν ὁ ἀνώ‐ τερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προεί‐ ρηται, ἀπολαμβάνει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν, προσδοκίᾳ τῆς ἀποκειμένης μα‐ καριότητος, τοῖς ἀγαπῶσι τὸν Θεόν· ἧς καὶ ἡμεῖς | |
30 | ἀξιωθείημεν διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἀμήν. Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθίας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιά‐ σαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵν’ εὐχε‐ ρῶς ἔχῃ τις διακρίνειν τε καὶ διαγινώσκειν τὴν τού‐ | |
35 | των διαίρεσίν τε καὶ διαφορὰν, τῇ μὲν τούτων λεπτομερίᾳ καὶ σαφηνείᾳ. Δι’ αὐτὸ γὰρ τοῦτο, καὶ ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μη‐ δεμίαν, εἰ δυνατὸν, ἰδέαν ἀρετῆς καὶ κακίαν ἀγνοεῖ‐ σθαι· καὶ οὕτως τὰς μὲν εὐθύμως πρὸς ἑαυτοὺς | |
40 | ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον ψυχικὰς, δι’ ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε κακίας καὶ σφόδρα ἐκκλίναντες διαδιδράσκομεν· μακάριος γὰρ, ὡς ἀληθῶς, ὁ ἀρετὴν ζητῶν, καὶ ταύ‐ την μετιών· καὶ ὅτι τί ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευ‐ | |
45 | νῶν, ὡς δι’ αὐτῆς ἐγγίζων τῷ Θεῷ, καὶ τούτῳ νοερῶς συγγινόμενος. Τοῦτο γὰρ κυρίως, φρόνησις .... σοφία τε καὶ γνῶσις ἀψευδὴς, καὶ πλοῦτος ἀναφαί‐ ρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀν‐ άγεσθαι τοῦ ποιήσαντος. Ἀρετὴ δὲ καλεῖται, διὰ τὸ | |
95.96(50) | αἱρεῖσθαι· αἱρετὴ γὰρ καὶ θελητὴ, διὰ τὸ αἱρετῶς καὶ αὐτεξουσίως τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστῶς· φρόνησις δὲ λέγεται, τὸ παρὰ τῷ | |
νοῒ φέρειν τὰ ὠφέλιμα. | 95 | |
95.97 | Εἰ βούλει δὲ, προσθήσωμεν τῷ ἀφελεῖ τούτῳ λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ’ εἰκόνα, καὶ καθ’ ὁμοίωσιν, μικρὸν τοῦ τιμιωτάτου πάντων τῶν τοῦ Θεοῦ κτισμάτων, τὸ νοερὸν καὶ λογικὸν ζῶον | |
5 | ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ’ εἰκόνα ἐστὶ, καὶ καθ’ ὁμοίωσιν Θεοῦ. Κατ’ εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος, κατὰ τὸ τοῦ νοὸς ἀξίωμα, καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον, τὸ ἀθεώρητον, τὸ ἀθά‐ νατον, τὸ αὐτεξούσιον, ναὶ μὴν καὶ τὸ ἀρχηγὸν, καὶ | |
10 | τεκνογονικὸν, καὶ οἰκοδομικόν· καθ’ ὁμοίωσιν δὲ, κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τὰς θεωνύμους ταύτας καὶ θεομιμήτους πράξεις, ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι· οἰκτείρειν τε καὶ ἐλεεῖν, καὶ ἀγαπᾷν τὸ ὁμό‐ | |
15 | δουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν ἐνδείκνυσθαι. «Γίνεσθε γὰρ, φησὶ Χριστὸς ὁ Θεὸς, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρα‐ νοῖς οἰκτίρμων ἐστί.» Καὶ τὸ μὲν κατ’ εἰκόνα, πᾶς ἄνθρωπος κέκτηται· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα | |
20 | τοῦ Θεοῦ· τὸ δὲ καθ’ ὁμοίωσιν, σπάνιοι, καὶ μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι· οὕτως ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς, εὐαρεστήσαντες αὐτῷ δι’ ἀγαθοεργίας, καὶ μιμηταὶ | |
25 | γενόμενοι τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων Χριστῷ· ὅτι αὐτῷ ἐστιν ἔλεος, καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, καὶ τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
30 | Ἀμήν. | 97 |