TLG 2934 036 :: JOANNES DAMASCENUS :: De octo spiritibus nequitiae (fragmentum) [Sp.]

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

De octo spiritibus nequitiae (fragmentum) [Sp.]

Citation: Volume — page — (line)

95

.

80

(t1)

ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
t2ΠΕΡΙ
t3ΤΩΝ ΟΚΤΩ ΤΗΣ ΠΟΝΗΡΙΑΣ ΠΝΕΥΜΑΤΩΝ.
4αʹ. Γίνωσκε, ἀδελφὲ, ὅτι ὀκτώ εἰσιν οἱ λογισμοὶ οἱ
5πολεμοῦντες τὸν μοναχὸν, καθὼς λέγουσιν οἱ Πατέ‐ ρες. Πρῶτον ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς κακῆς καὶ αἰσχρᾶς ἐπιθυμίας· τρίτος ὁ τῆς φιλ‐ αργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδο‐
10ξίας· καὶ ὁ τῆς ὑπερηφανίας ὄγδοος. βʹ. Ὀφείλεις οὖν γινώσκειν, ὦ μοναχὲ, καὶ προσ‐ έχειν ἀκριβῶς, εἰς ποῖον πάθος παρὰ τῶν ἐχθρῶν ἡμῶν καὶ πνευμάτων τῆς πονηρίας ἐκταράττῃ καὶ θορυβῇ, καὶ πρὸς ποῖον ἐμπαθὲς νόημα ὁ νοῦς σου
15συγκατατίθεται. γʹ. Καὶ εἰ μὲν συνορᾷς, ὅτι ὑπὸ γαστριμαργίας, καὶ ὑπὸ τρυφῆς ταράττῃ, στένωσόν σου τὴν γα‐ στέρα, περιορίζων ἐν σταθμῷ καὶ μέτρῳ τὴν τρυ‐ φὴν καὶ τὸ πόμα· ἔχε μνήμην διηνεκῆ τοῦ χωρι‐
20σμοῦ τῆς ψυχῆς, τῆς τε μελλούσης κρίσεως καὶ τῆς φοβερᾶς γεέννης· ὁμοίως δὲ καὶ τοῦ πόθου τῆς βα‐ σιλείας τῶν οὐρανῶν. Οὕτω γὰρ δυνήσῃ τὴν ἡδονὴν διὰ γαστρὸς νικῆσαι, καὶ βδελύξασθαι. δʹ. Εἰ δὲ πάλιν ὑπὸ τοῦ πνεύματος τῆς αἰσχρᾶς καὶ
25κακῆς ἐπιθυμίας κατέχῃ, ἄσκησον ἐγκράτειαν σώ‐ ματος, καὶ συντριβὴν ψυχῆς, καὶ ἀγρυπνίας, μετὰ ἐκτενοῦς προσευχῆς· πρὸς τούτοις ἔχε καὶ τὸ ἀπ‐ αῤῥησίαστον, καὶ τὸ μὴ κρίναι τινὰ ἢ καταλαλῆ‐ σαι, ἢ τὸ παράπαν βδελύξασθαι. Ἐνθυμοῦ δὲ καὶ
30τὸν θάνατον, καὶ ἀγάπησον τὴν δίψαν· καὶ μηδόλως θέλε παραβάλλειν ταῖς γυναιξὶν, ἢ κἂν ὅλως τὴν
τούτων ὄψιν ἰδεῖν, καὶ τοῦ πάθους ἀπαλλαγήσῃ.80

95

.

81

εʹ. Εἰ δὲ θέλεις νικῆσαι τὴν φιλαργυρίαν, ἀγάπα τὴν ἀκτημοσύνην, καὶ τὴν ἀτέλειαν· καὶ ἐνθυμοῦ τὴν τοῦ Ἰούδα κατάκρισιν. καὶ ὅτι δι’ αὐτῆς προ‐ δέδωκε τὸν Κύριον τοῖς ἀνόμοις· καὶ ὅτι πᾶς φιλ‐
5άργυρος καὶ εἰδωλολάτρης καλεῖται παρὰ τῆς θείας Γραφῆς· καὶ ὅτι τῆς ἐλπίδος ἡμᾶς ἀφιστᾷ τοῦ Θεοῦ· καὶ ὅτι ἡ ἀπόλαυσις τῶν χρημάτων πρόσ‐ καιρος, τοῖς δὲ φιλαργύροις ἡ κόλασις ἀθάνατος· ταῦτα οὖν λογιζόμενος, καὶ μηδὲν πλέον τῆς αὐταρ‐
10κείας ζητῶν, τὸ πάθος τοῦτο νικήσεις. ϛʹ. Εἰ δὲ πάλιν ἐκ τῆς κοσμικῆς λύπης ἐκτα‐ ράττῃ, καὶ θορυβῇ, ὀφείλεις εὔχεσθαι συνεχῶς, καὶ τὴν ἐλπίδα πᾶσαν πρὸς τὸν Θεὸν θεῖναι, καὶ μελέ‐ την ἀσκεῖν τῶν θείων Γραφῶν, καὶ μετ’ εὐλαβῶν
15μοναχῶν καὶ φοβουμένων τὸν Κύριον συναναστρέ‐ φεσθαι, καὶ πάντων τῶν παρόντων, ὡς μὴ ὄντων καταφρονεῖν, καὶ τὴν χαρὰν τὴν ἐν οὐρανοῖς ἐννοεῖν, τάς τε τῶν δικαίων ἀπολαύσεις. Καὶ ἐὰν τυφθῇς ὑπό τινος, ἢ ἀτιμασθῇς, ἢ ἐκδιωχθῇς, μὴ λυπηθῇς,
20ἀλλὰ μᾶλλον χαῖρε· τότε δὲ μόνον λυποῦ, ὅταν εἰς Θεὸν ἁμάρτῃς· οὕτω γὰρ πνεύματι δυνήσῃ τοῦ πάθους ἀπαλλαγῆναι. ζʹ. Ὅταν δὲ πάλιν ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ὀξυ‐ χολίας ταράττῃ, συμπάθειαν ἀναλαβοῦ, καὶ δού‐
25λωσον πρὸς τοὺς ἀδελφοὺς, καὶ εἰ δυνατὸν, νίπτε τοὺς πόδας αὐτῶν συνεχῶς ἐν ταπεινοφρονήματι, καὶ συγχώρησιν ζήτει παρὰ παντὸς ἀνθρώπου, καὶ τοὺς ἀσθενοῦντας συνεχῶς ἐπισκέπτου, τήν τε γλῶσ‐ σαν κίνει πρὸς ψαλμῳδίαν, καὶ τάχιστα τοῦ πάθους
30ἀπαλλαγήσῃ. ηʹ. Εἰ δὲ τὴν ἀκηδίαν θέλεις νικῆσαι, κάμνε τί ποτε μικρὸν ἐργόχειρον, καὶ ἀναγίνωσκε, καὶ προσ‐ εύχου πυκνῶς μετ’ ἐλπίδος βεβαίας τῶν καλῶν· ἐννόει τούς τε ψυχοῤῥαγοῦντας, καὶ τὴν βίαν καὶ
35τὸν πνιγμὸν τῶν ἁμαρτωλῶν, πῶς ἀνηλεῶς τιμω‐ ροῦνται καὶ βασανίζονται, καὶ οὕτω τοῦ πάθους ἕξεις ἀνάπαυσιν. θʹ. Εἰ δὲ ὑπὸ τῆς κενοδοξίας καὶ τοῦ τῶν ἀνθρώ‐ πων ἐπαίνου δεινῶς τυραννῇ, ὀφείλεις μηδὲν πρὸς
40ἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖν, ἀλλὰ πᾶσαν τὴν ἐργασίαν σου ποιεῖν ἐν κρυπτῷ, μηδενὸς ἄλλου εἰ‐ δότος, ἢ τοῦ Θεοῦ μόνου· καὶ μὴ ἀγάπα τοὺς ἐπαί‐ νους, μηδὲ τὰς τιμὰς τῶν ἀνθρώπων, μηδὲ τὰ καλὰ ἱμάτια, μηδὲ τὴν προτίμησιν, καὶ τὴν πρωτο‐
45καθεδρίαν· μᾶλλον δὲ ἀγάπα ἵνα σε ψέγωσιν οἱ ἄνθρωποι, καὶ κατηγορῶσι καὶ ἀτιμάζωσι ψευ‐ δόμενοι· καὶ ἔχε ἑαυτὸν παντὸς ἁμαρτωλοῦ ἁμαρ‐ τωλότερον. ιʹ. Εἰ δὲ ὑπὸ τοῦ δαιμονιώδους πάθους τῆς κακί‐

95

.

81

(50)

στης ὑπερηφανίας σεαυτὸν ὁρᾷς πολεμούμενον, ὀφεί‐ λεις μηδένα λοιδορῆσαι, ἢ κρῖναι, ἢ ἐξουδενῶσαι τὸ σύνολον, ἀλλ’ ἑαυτὸν περίψημα πάντων λογίζεσθαι,
καὶ ἐννοεῖν συνεχῶς, ὅτι ἐὰν μὴ Κύριος οἰκοδομήσῃ82

95

.

84

οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· καὶ πάντοτε χρεωφειλέτην λογίζεσθαι ἑαυτὸν, καὶ ἐξ‐ ουθενεῖν ἐνώπιον τοῦ Θεοῦ καὶ πάντων ἀνθρώπων. Καὶ μὴ θάρσει, ἕως οὗ τὴν ἀπόφασιν δέξῃ· ὁρῶν
5ἐκεῖνον, τὸν καὶ μετὰ τὴν ἐν νυμφῶνι κατάκλισιν, χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος αἰώνιον ἐξοριζόμενον· ἀλλὰ κἂν νηστεύῃς, κἂν ἀγρυπνῇς, κἂν χαμαικοιτῇς, κἂν ψάλλῃς, κἂν δια‐ μονῇς, κἂν μετανοίας πολλὰς ποιῇς, κἂν ἄλλο τι
10καλὸν ποιῇς, μὴ λέγου, ὅτι ἐξ ἰδίου μου κόπου, ἢ ἀπὸ ἰδίας προθυμίας γεγένηται, ἀλλ’ ἐκ τῆς Θεοῦ βοηθείας καὶ ἀντιλήψεως γίνεται, καὶ οὐχὶ ἐκ τῆς ἐμῆς σπουδῆς. Σπούδασον πάντοτε, ἀδελφὲ, ἵνα ὑπάρχῃς ἀεὶ ἁπλοῦς καὶ ἄμωμος· καὶ μὴ ἔχε ἄλλα
15ἐν τῇ καρδίᾳ, ἄλλα ἐν τῷ στόματί σου· τοῦτο γὰρ δόλιόν ἐστι· καὶ συνεχῶς μετὰ δακρύων προσεύχου· καὶ οὕτω ποιῶν ἀπαλλαγήσῃ τοῦ ὀλεθρίου καὶ πονη‐ ροῦ παραπτώματος. Τῶν παθῶν, τὰ μέν ἐστι σωματικὰ, τὰ δὲ ψυχικά·
20καὶ σωματικὰ μὲν λέγομεν, γαστριμαργίαν, πορ‐ νείαν, μέθην, ἀσέλγειαν. Ψυχικὰ δὲ, μῖσος πρὸς τὸ πλησίον, φθόνον, ἔριν, κενοδοξίαν, ὑπερηφανίαν. Αὐτὰ δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπού‐ σης ἀγάπης καὶ ἐγκρατείας· τὰ δὲ ὑπὸ νηστείας
25καὶ ἀγρυπνίας. Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει, καὶ τὸν Θεὸν ἀπαρεμποδίστως
ὁρᾷ.84