TLG 2934 035 :: JOANNES DAMASCENUS :: De sancta trinitate (fragmentum) [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae De sancta trinitate (fragmentum) [Dub.] Citation: Volume — page — (line) | ||
95.9(t1) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
t2 | ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ | |
---|---|---|
t3 | ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ. | |
4 | αʹ. Περὶ μὲν τῆς ἁγίας Τριάδος τῆς ὁμοουσίου, ζωο‐ | |
5 | ποιοῦ, μίαν φύσιν ὁμολόγει, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν δύναμίν τε καὶ ἐξουσίαν, καὶ κυ‐ ριότητα, ὅτι καὶ μία θεότης τρεῖς ὑποστάσεις, ἤτοι τρία πρόσωπα, φυλασσομένης ἑκάστῳ προσώπῳ τῆς ἰδιότητος. Ἐπὶ δὲ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς | |
10 | τῆς ἁγίας Τριάδος, ἤτοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο φύσεις, θεότητός τε καὶ ἀνθρωπότητος, δύο θελήσεις ὡσαύτως καὶ ἐνεργείας, μίαν ὑπόστα‐ σιν, ἤγουν ἓν πρόσωπον, ὅτι εἷς καὶ αὐτός ἐστιν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἀῤῥεύστως καὶ ἀσωμά‐ | |
15 | τως, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων ἐκ τῆς ἁγίας ἀειπαρθένου Μαρίας τῆς Θεοτόκου κυηθεὶς ἀῤῥήτως καὶ ἀῤῥυπώτως· ὅλος ἄνθρωπος ὁ αὐτὸς καὶ Θεὸς, ἐν μιᾷ ὑποστάσει γνωριζόμενος ἀπαθὴς θεότητι, καὶ παθητὸς τῷ προσλήμματι· σῶα μετὰ τόκον φυλάξας | |
20 | δηλαδὴ τῆς παρθενίας τὰ σήμαντρα, τουτέστι τὰς | 9 |
95.12 | σφραγίδας. Ἐρώτ. Διὰ τί ὁ Υἱὸς ἐνηνθρώπησε, καὶ οὐχ ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα; καὶ τί ἐνανθρω‐ πήσας κατώρθωσε; Ἀπόκρ. Πατὴρ ὁ Πατὴρ, καὶ οὐχ Υἱός. Υἱὸς ὁ Υἱὸς, καὶ οὐ Πατήρ· Πνεῦμα ἅγιον | |
5 | τὸ Πνεῦμα, καὶ οὐ Πατὴρ, οὐδὲ Υἱός· ἡ γὰρ ἰδιό‐ της ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης, κινουμένη, ἢ με‐ ταπίπτουσα; Διὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Υἱὸς γίνεται ἀνθρώπου, ὁ σαρκωθεὶς ἐκ τῆς ἁγίας Παρ‐ θένου, καὶ οὐκ ἐξέστη τῆς ὑϊκῆς ἰδιότητος. Ἐνην‐ | |
10 | θρώπησε δὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἵν’ ἐφ’ ᾧπερ ἐποίησεν τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται ἀθανασίαν, καὶ αἰώνιον ζωὴν εἰς ἀπόλαυσιν τῶν αἰωνίων ἀγα‐ θῶν. Ἀμήν· γένοιτο, γένοιτο. βʹ. Πατὴρ καὶ Υἱὸς, οὐ δύο ἄναρχα, ἀλλὰ ἀμεσί‐ | |
15 | τευτα· μίξις φθορὰν ἐργάζεται, καὶ οὕτω μίγνυται, ὡς τὸ ὕδωρ καὶ ὁ οἶνος· ἕνωσις, ὅταν συνάφειά τις γένηται, μὴ ἐλαττουμένου ἑτέρου, μηδὲ φθειρομένου, ἀλλὰ μένοντος ἐν ᾧ ἐστιν· ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα· οὕτω καὶ ὁ Χριστὸς, ὁ Θεὸς Λόγος τέλειος, καὶ ἄν‐ | |
20 | θρωπος τέλειος, ἥνωται μὲν, οὐ συγκέχυται δέ. Εἷς Θεὸς, Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἀϊδίου, τέλειος τελείου γεννήτωρ, Πατὴρ Υἱοῦ μονογενοῦς, καὶ εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν | |
25 | τῆς θεότητος, Λόγος ἐνεργὸς, σοφία τῆς τῶν ὅλων στάσεως περιεκτικὴ, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητικὴ, Υἱὸς ἀληθινὸς ἀληθινοῦ Πατρὸς, ἀόρατος ἀοράτου, καὶ ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου, καὶ ἀΐδιος ἀϊδίου· καὶ ἓν Πνεῦμα ἅγιον, | |
30 | ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ διὰ Υἱοῦ πεφηνὸς, δηλαδὴ τοῖς ἀνθρώποις. Εἰκὼν τοῦ Υἱοῦ τελεία καὶ ζωὴ, ζώντων αἰτία, πηγὴ ἁγία, ἁγιότης, ἁγιασμοῦ χορηγὸς, ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι· καὶ Θεὸς ὁ Υἱὸς, ὁ διὰ πάντων· | |
35 | Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ, μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη. Οὔτε οὖν κτι‐ | |
στόν τι, ἢ δοῦλον ἐν Τριάδι, οὔτε ἐπείσακτον, ὡς | 11 | |
95.13 | πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δ’ ἐπεισελθόν. Οὔτε γὰρ ἐνέλιπέ ποτε Υἱὸς Πατρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ’ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Οὕτως γὰρ ἡμεῖς πιστεύομεν τὴν μακα‐ | |
5 | ρίαν καὶ ζωοποιὸν καὶ ἀδιαίρετον ἁγίαν Τριάδα. Πα‐ τὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον, τρία πρόσωπα, μία εἰκών· τρεῖς χαρακτῆρες, μία ἐκτύπωσις· τρεῖς ὑποστάσεις, μία θεότης· τρία ἰδιώματα, μία οὐσία· τρεῖς ἐνέργειαι, μία χάρις· τρεῖς ὑπάρξεις, μία | |
10 | ἰσότης· τρεῖς ἐπιγνώσεις, μία δόξα· τρία ὀνόματα, μία ὁμολογία· τρεῖς ὁμολογίαι, μία πίστις. Θεός ἐστιν, ἀΐδιος οὐσία καὶ ἀπαράλλακτος, δημιουργικὴ τῶν ὄντων. Θεός ἐστι φῶς ἀκρότατον καὶ ἀπρόσιτον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητόν. | |
15 | γʹ. Ἐρώτ. Ὁσαχῶς ὁ Θεός; Ἀπόκρ. Θεὸς ὁ Πατήρ· Θεὸς ὁ Υἱός· Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἡ μακαρία φύσις, ἡ ἄφθονος ἀγαθότης· τὸ ἀγαπητὸν πᾶσι τοῖς τοῦ λόγου μετειληφόσι, τὸ πο‐ λυπόθητον κάλλος, ἡ ἀρχὴ τῶν ὄντων, ἡ πηγὴ τῆς | |
20 | ζωῆς, ἡ ἀπρόσιτος σοφία, ἡ ἄτρεπτος φύσις, ἡ ἀν‐ ενόχλητος ζωὴ, ἡ ἄλυπος διαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός. δʹ· Ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐ | |
25 | στὸν τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, σαρκω‐ θῆναί τε καὶ ἐνανθρωπῆσαι ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Θεὸν τέλειον τὸν αὐτὸν, καὶ ἄνθρωπον τέ‐ | |
30 | λειον, ἕνα καὶ μόνον Υἱὸν, καὶ πρὸ τῆς σαρκώσεως, καὶ μετὰ τὴν σάρκωσιν· ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, κατὰ πάντα ὅμοιον ἡμῖν, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, χωρὶς ἁμαρτίας γενό‐ μενον ἄνθρωπον· πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς | |
35 | γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἕνα καὶ μόνον Υἱὸν ἐν δυσὶ φύσεσιν, ἀσυγ‐ χύτως, ἀτρέπτως, ἀδιαιρέτως γνωριζόμενον. Δύο | |
40 | γὰρ φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπα‐ στον, ἀσύγχυτον, ἄτρεπτον. Ἡ γὰρ σὰρξ, σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως καὶ ὁ Λόγος, Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ μίαν ἐποιήσατο τὴν σάρκα διὰ τῆς οἰκονομίας· δύο | |
45 | τοίνυν τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπή‐ | |
σαντα καὶ σεσαρκωμένον. Οὐ γὰρ τὴν ἑαυτοῦ δόξαν | 13 | |
95.16 | ἠλάττωσεν ὁ Δεσπότης, ὅτι σάρκα ἀνέλαβε· πρὶν μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν, ἄγγελοι μόνον ἐγίνωσκον αὐτόν· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις | |
5 | ἐπέγνω αὐτόν. Ὁρᾷς, πῶς ἡ ταπείνωσις οὐκ ἐλάτ‐ τωσιν εἰργάσατο, ἀλλὰ πλεῖον αὐτοῦ τὴν δόξαν δια‐ λάμψαι ἐποίησεν. Εἰ δέ τις τῶν περιέργων λέγει, ὅτι ἡ θεότης ἐν τῷ σταυρῷ ἦν, ἢ οὐκ ἦν, ποιεῖ αὐ‐ τὴν μὴ ἐν παντὶ οὖσαν, καὶ περιγραπτὴν εἰς ἕνα τό‐ | |
10 | πον· ἡμεῖς δὲ λέγομεν τὸν Θεὸν ἀπερίγραπτον καὶ ἀκατάληπτον. εʹ. Ἐρώτ. Πόθεν ἐτυμολογεῖται Θεός; Ἀπόκρ. Παρὰ τὸ, θῶ, τὸ κατασκευάζω, καὶ ποιῶ· ὡς πάν‐ των ποιητὴς, καὶ τῆς τῶν πάντων κατασκευῆς αἴτιος, | |
15 | ἢ παρὰ τὸ, θέω, τὸ τρέχω. Καὶ γὰρ Θεὸς πανταχοῦ πάρεστι. Ἢ Θεὸς, παρὰ τὸ θεᾶσθαι· ἐθεάσατο γὰρ ὁ Θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Κύριος δὲ παρὰ τὸ κῦρος, ὃ σημαίνει τὴν ἐξουσίαν. Ἐρώτ. Τί ἐστιν ἕνωσις; Ἀπόκρ. Τὸ καθ’ ὑπόστασιν, | |
20 | καὶ τὸ ἐκ διαφόρων φύσεων ὑφεστὼς πρᾶγμα. Ἐρώτ. Μεταδοτική ἐστιν ἡ θεία φύσις, ἢ με‐ ταληπτική; Ἀπόκρ. Μεταδοτική. Ἐρώτ. Τί ἐστι συναλοιφή; Ἀπόκρ. Ἡ σύγχυσις. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Πατὴρ, καὶ κατὰ τί εἴρηται Πα‐ | |
25 | τήρ; Ἀπόκρ. Εἷς Πατὴρ, ὁ ἅγιος Θεὸς, καὶ παν‐ τοκράτωρ, ἄναρχος, ἀΐδιος, ἀθάνατος, ἀπερίβλεπτος, ἀνερμήνευτος, ἀτελεύτητος, ἀδιάδοχος, ἀκίνητος, ἀνεξερεύνητος. Εἴρηται Πατὴρ, διὰ τὸ πάντα τηρεῖν. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Υἱὸς, καὶ κατὰ τί | |
30 | εἴρηται Υἱός; Ἀπόκρ. Εἷς Υἱὸς, ὁ ἅγιος Λόγος, ἄῤῥητον γέννημα, ἀμύθητος Λόγος, ἀπερίβλεπτος νοῦς, φῶς ζωῆς, ἥλιος δικαιοσύνης, ποιμὴν, θύρα, ὁδὸς, ἀμνός. Υἱὸς δὲ εἴρηται, ὅτι ἐκ τοῦ Πατρός. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται τὸ Πνεῦμα τὸ | |
35 | ἅγιον; κατὰ τί εἴρηται Πνεῦμα; Ἀπόκρ. Ἓν Πνεῦ‐ μα ἅγιον, κύριον, ζωοποιὸν, φιλάνθρωπον, ἐνού‐ σιον, ἐνύπαρκτον, ἐνυπόστατον, βέβαιον, ὀξὺ, ἀμέ‐ ριμνον, δύναμις ἁγιαστικὴ, ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Ἀτμὶς γάρ ἐστι τῶν ἄνω δυνάμεων τοῦ Θεοῦ· | |
40 | Πνεῦμα δὲ εἴρηται, διὰ τὸ καθ’ ὃ ἐὰν βουληθῇ νεύειν καὶ πνεῖν. Ἐρώτ. Τί ἐστιν Ἰησοῦς Χριστός; Ἀπόκρ. Κύριος χωρὶς ἁμαρτίας ἐνανθρωπήσας. Ἐρώτ. Τί ἐστι Χριστός; Ἀπόκρ. Σύμβολον θεότητος | |
καὶ ἐμψύχου σαρκὸς, ἄτρεπτος ἕνωσις· Χριστὸς δὲ | 15 | |
95.17 | λέγεται, ἐπειδὴ καθ’ ἡμᾶς ἐχρήσατο σαρκί. Ἐρώτ. Τί ἐστιν ἅγιος; Ἀπόκρ. Ὁ ἁγιάζων καὶ ἁγια‐ ζόμενος. Ἐρώτ. Τί ἐστιν, Λόγος; Ἀπόκρ. Λόγος ἐστὶν οὐσιωδὴς, ἀεὶ τῷ Πνεύματι συμ‐ | |
5 | παρών· Ἐρώτ. Ἐν ποίᾳ ὑποστάσει προσκυνεῖς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπόκρ. Ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει μίαν φύσιν σεσαρκωμένην καὶ προσκυνουμένην, μίαν προσκύνησιν, ἐπεὶ ἐκ δύο συνελθουσῶν ἓν τὸ προσκυνούμενον πρόσωπον. Οὐσίαι | |
10 | δύο, ἐνέργειαι δύο, θελήματα δύο, αὐτεξούσια δύο· πενταχῶς δὲ ἡ ὑπόστασις· ὑπόστασις, καὶ πρόσ‐ | |
ωπον, καὶ χαρακτὴρ, καὶ ἴδιον, καὶ ἄτομον. | 17 |