TLG 2934 018 :: JOANNES DAMASCENUS :: Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Vat. gr. 1236)

JOANNES DAMASCENUS Scr. Eccl. Theol., Monachus, vel Joannes Monachus Sancti Sabae
(Damascenus: A.D. 7–8)

Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Vat. gr. 1236)

Citation: Volume — page — (line)

95

.

1040

(t1)

ΠΡΟΛΟΓΟΣ ΤΩΝ ΠΑΡΑΛΛΗΛΩΝ.
2 Κτῆμα τίμιον ἡ ἀρετὴ, Θεῷ συνάπτουσα, καὶ βασιλείας οὐρανῶν προξενοῦσα. Πορισμὸς δὲ ταύτης ἡ τῶν θείων ἐντολῶν τήρησις γίνεται. Φησὶ γὰρ ὁ
5Κύριος ἐν ἐπαγγελίαις πρὸς τὸν ἐν Αἰγύπτῳ λαόν· Ἐὰν ἀκούσητέ μου, καὶ φυλάξητε τὰς ἐντολάς μου, ἔσεσθέ μοι λαὸς περιούσιος, βασίλειον ἱε‐ ράτευμα, ἔθνος ἅγιον. Καὶ υἱοὺς Θεοῦ γενέσθαι τοὺς πειθαρχοῦντας τοῖς προστάγμασιν ἀπεφήνατο.
10Ἡλίκον δὲ τοῦτο ἀγαθὸν λόγος ἑρμηνεῦσαι οὐ δύνα‐ ται. Ὑπὲρ γὰρ τὴν ἡμετέραν φύσιν ἡ χάρις· ὑπὲρ ἐλπίδα τὸ τῆς υἱοθεσίας ἀξίωμα. Προσήκει τοίνυν ἡμᾶς ὑπὲρ τῶν τοιούτων ἀγαθῶν τὰ ἐντεταλμένα προθύμως ἐκτελεῖν. Ῥᾳδίαν δὲ τὴν τοῦ συμφέροντος
15αἵρεσιν ἕξομεν, παραλλήλους θέντες τὰς ἀρετὰς, καὶ τὰς ἀντιζύγους καὶ ἀντιθέους αὐτῶν κακίας, καὶ ὅσα περὶ αὐτῶν λέλεκται τῇ θείᾳ Γραφῇ καὶ τοῖς ἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν. Εἰσόμεθα γὰρ ἐντεῦθεν καὶ τὰς λαμπρὰς τῶν δικαίων διανομὰς,
20καὶ τὰς ἠπειλημένας κατὰ τῶν ἀθετούντων κο‐ λάσεις. Ἰστέον δὲ, ὅτι καὶ ἀπὸ τῶν Φίλωνος καὶ Ἰωσήπ‐ που συνταγμάτων ἠθροίσθησαν γνῶμαι εἰς κλέος τῆς παρ’ ἡμῶν ἀληθείας. Ἑβραῖοι δὲ ἄμφω καὶ λό‐
25γιοι ἄνδρες· διὸ προσήκειν δεῖ μετὰ πάσης ἀκριβείας τοῖς διηγήμασι, καὶ ἀποφθέγμασι τούτων, ὡς οὐ μό‐ νον τοῦ σκοποῦ τῶν παρ’ ἡμῖν πιστοτάτων καὶ μα‐ καρίων ἀνδρῶν οὐδ’ ὅλως διαμαρτάνουσιν· ἀλλά γε καὶ πολλὴν τὴν ἰσότητα, καὶ ὁμοιολεξίαν ἔν τε λό‐
30γοις καὶ ἤθεσι ἐπιδείκνυνται, βεβαιοῦντα μᾶλλον, οὐκ ἐλαττοῦντα τούτων παρὰ τοῦ Πατρὸς ῥηθησόμενα
λόγια.1040 in vol. 95

95

.

1041

(t1)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
t2ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
t3ΕΙΣ ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ.
4Τῆς θεοπνεύστου Γραφῆς ἡ ἄσκησις, πλούτου δό‐
5ξης καὶ ἀρχῆς, καὶ πάντων ὅσα τὸ θνητὸν ἀσπάζεται γένος, ὑπερέχει, σωτηρίας ἡμῖν ἐφόδια χαριζομένη. Τὸ δὲ ῥᾷον φέρειν τοὺς ἐξ αὐτῆς πόνους, τὸ παρὸν ἡμῖν πραγματεύεται σύνταγμα. Τῶν γὰρ λίαν θαυ‐ μαζομένων, τὰ ἔτι καθ’ ὑπερβολὴν ἀμείνω ἔστιν εὑ‐
10ρεῖν ἐν αὐτῷ, καὶ κόρος οὐδεὶς ἀκοῆς τοῖς ἐπισκή‐ πτουσι γίνεται. Ἡ γὰρ τοῦ κάλλους τῶν ἐγκειμένων ἐκλογὴ πρὸς ἑαυτὴν ἕλκει τοὺς ἐντυγχάνοντας, οὐκ ἐῶσα καμεῖν τὸ μέλλον ἀκοῦσαι ποθοῦντας, καὶ ὡς ἐν στιχηραῖς ᾄδεται ῥήσεσιν· «Οἱ ἐσθίοντές με,
15ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με, ἔτι διψήσουσιν.» Ἐπέραστος γὰρ ὡς ἀληθῶς ἡ γλυκύτης τῶν πνευ‐ ματικῶν μαθημάτων ἁγιάζουσα, καὶ αὐξάνουσα, καὶ τρέφουσα τὰς ψυχάς· περιείληφεν δὲ ὅσα ἠθικῶς, ἢ γνωμικῶς, ἢ παραινετικῶς [ἡ μνήμη ἀγκναία]
20πρὸς πᾶσαν αἰτίαν τε, καὶ ὑπόθεσιν τῇ τε Παλαιᾷ, καὶ Νέᾳ τῶν ἱερῶν λογίων Γραφῇ λέλεκται, τοῖς δὲ ἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν· ὧν τὸ μέγα κλέος, κατὰ πᾶσαν τὴν οἰκουμένην διαβεβόηται καὶ ὕμνηται· καὶ τὰ περὶ τούτων σποράδην κείμενα
25ἀποφθέγματα ἠνθολόγηνται, καὶ ἰδίοις τίτλοις παρα‐ τέθεινται. Πᾶσα δὲ ἡ πραγματεία ἐν τρισὶ βίβλοις ἀναγέγραπται· καὶ τούτων ἡ μὲν πρώτη σύγκειται ἀφ’ ὧν μάλιστα προσήκοι Χριστιανοῖς τὴν ἀρχὴν ἀεὶ ποιεῖσθαι, ἀπὸ Θεοῦ, τὴν τριαδικὴν μονάδα φωτί‐
30ζουσαν ἐκ προοιμίων ἡμᾶς. Ἡ δὲ δευτέρα, περὶ συ‐ στάσεως καὶ καταστάσεως τῶν ἀνθρωπίνων πραγμά‐ των φησίν· ἡ δὲ τρίτη, ἰδίως τὰ περὶ ἀρετῆς καὶ κακίας περιείληφεν. Διὰ τὸ εὔληπτον δὲ, καὶ ῥᾳ‐ δίως εὑρίσκειν τὰ ζητούμενα, ὁ πίναξ τῶν κεφα‐
35λαίων, ἤγουν οἱ τίτλοι, κατὰ στοιχεῖον σύγκειται· καὶ ἕκαστον ζητούμενον κεφάλαιον εὑρεθήσεται κεί‐
μενον ἐν τῷ γράμματι ἀφ’ οὗ καὶ ἄρχεται· οἷον, τὸ1042 in vol. 95

95

.

1044

ἀπὸ τοῦ ἄλφα. εἰς τὸ ἄλφα στοιχεῖον· καὶ τὸ ἀπὸ τοῦ βῆτα, εἰς τὸ βῆτα· ὁμοίως καὶ τὰ ἑξῆς ἅπαντα στοιχεῖα. Ἐν τέλει δὲ ἑκάστου γράμματός εἰσι τίτλοι παραπεμπόμενοι, περὶ ὧν μικρὸν ὕστερον ἐν
5τοῖς τόποις γενόμενος βραχέα ἐρῶ, σαφῶς τὸ ἐξ αὐ‐ τῶν χρήσιμον παριστῶν. Ὃν δὲ τρόπον οἶνος ὕδατι συγκραθεὶς, ἡδύς ἐστι καὶ ἐπιτερπῆ τὴν χάριν ἀπο‐ τελεῖ· οὕτως καὶ ἡ κατασκευὴ ὅλου τοῦ συγγράμμα‐ τος, σύμμικτος οὖσα ἀπὸ τῆς θείας Γραφῆς, καὶ τῶν
10ὁσίων καὶ θεοφόρων ἀνδρῶν, πολλὴν ἔχει, τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ φιλο‐ πονοῦσιν, εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐμάρειαν· πᾶσι δὲ τοῖς ἐντυγχάνουσιν, ὠφέλειαν. Καὶ εἰ μὲν καλῶς καὶ προσηκόντως συντέτακται, τοῦτο τῆς ἄνω‐
15θεν ὑπάρχει ῥοπῆς. Εἰ δὲ βαναύσως, καὶ οὐ λίαν εὐ‐ στόχως, τοῦτο τὸ τῆς ἐμῆς ἀσθενείας. Ὄνομα τῷ ὅλῳ συντάγματι τὰ ἱερά. Ἰστέον δὲ ὡς καὶ ἀπὸ τῶν τοῦ Φίλωνος καὶ Ἰω‐ σήππου συνταγμάτων ἠθροίσθησαν γνῶμαι, εἰς
20κλέος τῆς παρ’ ἡμῖν ἀληθείας, καὶ ὑπὸ δυσμενῶν ἀνευφημουμένης. Ἡ λύσις τῶν παραπομπῶν. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ τοῦ αὐτοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμέ‐
25νων τε, καὶ εὑρισκομένων. Λεχθήσεται δὲ τί ἐστι παραπομπὴ, καὶ δι’ ἣν αἰτίαν ἐξεύρηται. Παραπομπή ἐστι λέξις ὁδηγοῦσα, καὶ ἕλκουσα ἡμᾶς ἔνθα ἕκαστον τῶν ζητουμένων εὑρίσκεται. Πολλὴν δὲ χρεῖαν εἰσ‐ φέρει τῷ συντάγματι. Οὐ μόνον γὰρ σύντομον κατά‐
30ληψιν χαρίζεται, ἀλλὰ καὶ μῆκος λόγου ὑποτέμνεται, μὴ συγχωροῦσα παλιλλογεῖν, καὶ τὰ αὐτὰ πολλάκις λέγοντας ἐνοχλεῖν τοὺς ἀκούοντας. Μάλιστα δὲ ἐξηύ‐ ρηται διὰ τὰ ὁμοιότροπα, ἤγουν τὰ ἐπὶ ἑνὸς πράγμα‐ τος πολλαχῶς λεγόμενα. Διάφοροι γάρ εἰσι τίτλοι ἐν
35ἑκάστῳ βίβλῳ ἐκ τεσσάρων ὀνομάτων, ἴσως δὲ καὶ ἐκ πλειόνων τὰς ἐπιγραφὰς ἔχοντες· οἷον, Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. Ταῦτα γὰρ εἰ καὶ ἀπὸ διαφόρου γράμ‐ ματος ἔχουσι τὴν ἀρχὴν, ταὐτόν ἐστι τῷ ὑποκειμένῳ.
40Διὸ καὶ τὴν τῶν ῥημάτων παράθεσιν ἀπὸ τῆς θείας Γραφῆς καὶ τῶν ὁσίων Πατέρων κοινῶς ἐδέξαντο. Καὶ πάλιν, Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ θυμώδους, καὶ ὀργίλου, καὶ ὀξυχόλου. Καὶ ταῦτα γὰρ πάντα ἐν τῇ θεωρίᾳ ὑπάρχουσι. Καὶ ἵνα μὴ ἐν
45τῷ νέμειν τὰ αὐτὰ ἀναγνώσματα τοῖς ἐν ῥήμασι, καὶ οὐκ ἐν πράγμασι κεχωρισμένοις, μακροὺς ἀποτείνω‐ μεν λόγους, ἀναγκαίως ἡ παραπομπὴ ἐξηύρηται, δι’ ἧς περιγίνεται ἡμῖν ἡ κατὰ στοιχεῖον τῶν τίτλων, ἤγουν τῶν κεφαλαίων, ἔκθεσις. Προσήκει τοίνυν τοὺς

95

.

1044

(50)

ἐντυγχάνοντας τῷ πίνακι στοιχείων, καὶ τὰς παρα‐ πομπὰς τὰς ὑποτεταγμένας αὐτῷ ἐπισκέπτεσθαι. Τὸ γὰρ ζητούμενον κεφάλαιον ἐν ἑνὶ τούτων εὑρηθή‐
σεται.1044 in vol. 95

95

.

1045

(t1)

ΠΙΝΑΞ ΑΡΙΣΤΟΣ
t2ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΠΥΚΤΙΔΟΣ.
3Στοιχεῖον ἄλφα. Αʹ. Περὶ ἀϊδίου θεότητος τῆς ἁγίας καὶ ὁμοουσίου
5Τριάδος· καὶ ὅτι εἷς καὶ μόνος ἐν πᾶσι Θεός. Βʹ. Περὶ τοῦ ἄφευκτον εἶναι Θεόν· καὶ ὅτι πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτῷ λέληθεν. Γʹ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔρ‐ γα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ αὐτοῦ
10ζητεῖν ἢ περιεργάζεσθαι· ἀνέφικτος γὰρ καὶ ἀκα‐ τάληπτος ἡ τούτων εὕρεσις. Δʹ. Περὶ ἀγάπης καὶ φόβου Θεοῦ· καὶ ὅτι παντὸς ἀγα‐ θοῦ ὑπερέχουσι. Εʹ. Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέ‐
15γειν, ἢ δικαιολογεῖσθαι πρὸς Θεόν. ϛʹ. Περὶ ἀγγέλων· ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολάζονται. Ζʹ. Περὶ ἀγγέλων· ὅτι ἀγγέλους φύλακας ἐπέστησεν ὁ Θεός.
20Ηʹ. Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατα‐ σκευῆς. Θʹ. Περὶ αὐτεξουσίου· ὅτι αὐτεξούσιον δέδοται ἡμῖν ἀπὸ Θεοῦ, καὶ ἐν ἡμῖν ἔστι σωθῆναι καὶ ἀπολέ‐ σθαι.
25Ιʹ. Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων πραγμάτων καταστάσεως· καὶ τίνι ἔοικεν ὁ ἄν‐ θρωπος καὶ ὁ βίος αὐτοῦ· καὶ ὅτι μάταια τὰ παρ‐ όντα, καὶ σκιᾶς ἀδρανέστερα. ΙΑʹ. Περὶ ἀγαθοεργίας· καὶ ὅτι χρὴ τὸ ἀγαθὸν πρὸς
30πάντας ποιεῖν· καὶ ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ μὴ μνησικακεῖν, ἀλλὰ ἀντιλαμβάνε‐ σθαι, καὶ ἐλέγχειν, μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ. ΙΒʹ. Περὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν, καὶ ἀδίκων, καὶ
35παρανόμων. ΙΓʹ. Περὶ ἀναμαρτησίας· ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ μὴ εἷς ὁ Θεός. ΙΔʹ. Περὶ ἀποταξαμένων, καὶ ἐξ ὑποστροφῆς ἐκεῖνα πραττόντων.
40ΙΕʹ. Περὶ ἀναστάσεως, καὶ κρίσεως, καὶ αἰωνίου κο‐ λάσεως. Ιϛʹ. Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ ἀποστόλων γενομένης. ΙΖʹ. Περὶ ἀδικουμένων· ὅτι χρὴ βοηθεῖν αὐτοῖς.
45ΙΗʹ. Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ εἰρηνοποιῶν, καὶ πράων ἀνθρώπων. ΙΘʹ. Περὶ ἀληθείας, καὶ μαρτυρίας πιστῆς. Κʹ. Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται τοῖς τῶν κρα‐ τούντων ἤθεσιν, κἄν τε χρηστοὶ, κἄν τε μοχθηροὶ

95

.

1045

(50)

τυγχάνωσιν. ΚΑʹ. Περὶ ἀρχομένων· ὅτι χρὴ αὐτοὺς ὑποτάσσε‐ σθαι τοῖς ἄρχουσιν καὶ εἴκειν, καὶ παραχωρεῖν, καὶ τιμᾷν, καὶ μὴ ἀντιλέγειν. ΚΒʹ. Περὶ ἀναρχίας, ἤτοι λαοῦ μὴ ἔχοντος ποιμένα,
55καὶ ἄρχοντα. ΚΓʹ. Περὶ ἀκηδείας καὶ ἀθυμίας. ΚΔʹ. Περὶ ἄφρονος, καὶ ἀνοήτου, καὶ ἀπαιδεύτου, καὶ μωροῦ. ΚΕʹ. Περὶ ἁπλοῦ, καὶ ἀκάκου τὸν τρόπον.
60Κϛʹ. Περὶ ἀκτημοσύνης, καὶ αὐταρκείας, καὶ ὀλιγο‐ δείας. ΚΖʹ. Περὶ ἀπάτης κατ’ οἰκονομίαν γινομένης. ΚΗʹ. Περὶ ἀγγέλλοντος, καὶ μεσάζοντος ἀπόκρισιν· καὶ ὅτι ὁ τῶν σταλέντων ἐξουθενῶν, τοῦ πέμψαν‐
65τος καταφρονεῖ.1046 in vol. 95

95

.

1048

ΚΘʹ. Περὶ ἀγνωμονούντων καὶ ἀχαριστούντων. Λʹ. Περὶ ἀδυνάτων πραγμάτων. ΛΑʹ. Περὶ ἁγίων καὶ μακαρίων ἀνδρῶν. ΛΒʹ. Περὶ ἀπαρχῶν καὶ ἀποδεκατούντων· καὶ ὡς
5χρὴ προσφέρειν Θεῷ. ΛΓʹ. Περὶ ἀγγελίας ἀγαθῆς ΛΔʹ. Περὶ ἀγγελίας κακῆς. ΛΕʹ. Περὶ ἀσπασμοῦ· ὅτι τὸ μετριάζειν εὔνοιαν προξενεῖ.
10Λϛʹ. Περὶ ἀπαντημάτων, καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων. ΛΖʹ. Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας. ΛΗʹ. Περὶ ἀποφάσεως καὶ ἀκριβείας Θεοῦ· καὶ ὅτι οὐ δεῖ τῆς ὀργῆς τοῦ Θεοῦ πλέον ἀμύνασθαι, ἢ
15παρὰ τὰς ἐντολὰς αὐτοῦ φιλανθρωπεύεσθαι. ΛΘʹ. Περὶ ἀγγαρίας. Μʹ. Περὶ αἰσχύνης ἀγαθῆς. ΜΑʹ. Περὶ αἰσχύνης πονηρᾶς. ΜΒʹ. Περὶ ἀδίκων αἰτήσεων· καὶ ὅτι τὰς ἀδίκους
20αἰτήσεις οὐ χρὴ πρὸς πέρας ἄγειν, κἂν μήτηρ τυγχάνῃ. ΜΓʹ. Περὶ ἀπληστίας· καὶ ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος ὄρεξιν. ΜΔʹ. Περὶ ἀδελφῶν.
25ΜΕʹ. Περὶ αἰτοῦντος, ἤγουν προσαιτοῦντος. Μϛʹ. Περὶ αἰσχρολογίας· καὶ ὅτι οὐ δεῖ προσφέρειν λόγον σαπρόν. ΜΖʹ. Περὶ ἀρᾶς εὐλόγως, ἢ ἀδίκως ἐπαγομένης· καὶ ὅτι χρὴ εὐλογεῖν, καὶ μὴ καταρᾶσθαι
30ΜΗʹ. Περὶ ἀφέσεως ἁμαρτιῶν· καὶ κατὰ τρόπους δυνάμεθα τυχεῖν συγχωρήσεως. ΜΘʹ. Περὶ ἀπογινώσεως· ὅτι οὐ δεῖ ἡμᾶς ἀπογινώ‐ σκειν τῆς σωτηρίας ἡμῶν. Νʹ. Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ.
35ΝΑʹ. Περὶ τῶν ἀμίκτων, καὶ τῶν ἀκοινωνήτως ἐχόν‐ των πρὸς ἄλληλα. Ἐνταῦθα αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ τοῦ αὐτοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμένων τε καὶ εὑρισκομένων.
40Περὶ ἀσκήσεως· κεῖται ἐνταῦθα ἐν τῷ γ στοιχείῳ τῆς ἕκτης, οὗ ἡ ἀρχὴ, περὶ γυμνασίου. Περὶ ἀρετῆς· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ τῆς ΙΔʹ, οὗ ἡ ἀρχὴ, περὶ δικαιοσύνης. Περὶ ἀκουσίων ἁμαρτημάτων· κεῖται ἐνταῦθα ἐν τῷ
45ε στοιχείῳ τῆς ΚΑʹ, οὗ ἡ ἀρχὴ, περὶ ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων. Περὶ ἀνθρωπαρεσκούντων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ τῆς Δʹ, οὗ ἡ ἀρχὴ, περὶ κολάκων. Περὶ ἀσθενούντων· κεῖται ἐνταῦθα ἐν τῷ ν στοιχείῳ

95

.

1048

(50)

τῆς Βʹ, οὗ ἡ ἀρχὴ, περὶ νοσούντων. Περὶ ἀρσενοκοιτίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοι‐ χείῳ ΙΑʹ· ἡ ἀρχὴ, περὶ πορνείας. Περὶ ἀπειρίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΒʹ, οὗ ἡ ἀρχὴ, περὶ πείρας.
55Περὶ ἀναιδοῦς· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΕʹ· οὗ ἡ ἀρχὴ, περὶ προπετείας. Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ, τῆς ΙΗʹ· καὶ δείκνυται ἡ ἀρ‐ χὴ, περὶ πολιτείας φευκτῆς.
60Περὶ ἀγορασίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΛΒʹ· οὗ ἡ ἀρχὴ, περὶ πράσεως. Περὶ ἀκολουθίας· κεῖται ἐνταῦθα ἐν τῷ τ στοιχείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ τάξεως. Περὶ ἀλαζόνων· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς
65ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑπερηφάνων. Περὶ ἀγαθότητος Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλανθρωπίας Θεοῦ. Περὶ ἀνοσίων πράξεων· κεῖται ἐνταῦθα ἐν τῷ χ
70στοιχείῳ τῆς ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ χαλεπῶν. Περὶ ἀμφισβητούντων περὶ τὴν πίστιν· κεῖται ἐν‐ ταῦθα ἐν τῷ λ στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ περὶ
λογομάχων.1048 in vol. 95

95

.

1049

Περὶ τῶν ἀποστερούντων μισθούς· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς Ιϛʹ· οὗ ἡ ἀρχὴ, περὶ μι‐ σθωτοῦ. Στοιχεῖον Β.
5Αʹ. Περὶ βασιλείας οὐρανῶν. Βʹ. Περὶ βουλῆς Θεοῦ· καὶ ὅτι ἄτρεπτος, καὶ ἀνέ‐ φικτος ἀνθρώποις ὑπάρχει. Γʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ εὐδοκοῦν‐ τος, πᾶσα ἐπιβουλὴ ἀνθρώπων ἀσθενεῖ, καὶ ὀλίγοι
10πολλῶν κρατοῦσιν. Δʹ Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λυτροῦ προ‐ φητείας. Εʹ. Περὶ βδελυγμάτων, καὶ τῶν λεγομένων θεῶν. ϛʹ. Περὶ τοῦ βίου καὶ τοῦ κόσμου τούτου· καὶ ὅτι ἐν
15περισπασμῷ καὶ μόχθῳ, καὶ ἡμεῖς, καὶ ὁ βίος ἡμῶν. Ζʹ. Περὶ βιαίου καὶ ἀβιάστου. Ηʹ. Περὶ βλασφήμου καὶ μεγαλοῤῥήμονος. Θʹ. Περὶ βασιλέως χρηστοῦ καὶ μισοπονήρου.
20Ιʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. ΙΑʹ. Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι ὑπὲρ αὐτοῦ. ΙΒʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ σκέψεως καὶ βουλῆς πάντα πράττειν. ΙΓʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων.
25Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ τοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμέ‐ νων τε καὶ εὑρισκομένων. Περὶ τῶν βλασφημούντων ἐξ ἀνοίας εἰς τὸν Θεόν· κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρ‐
30χὴ, περὶ ἐκδικήσεως Θεοῦ. Περὶ βροχῆς· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς Ζʹ, περὶ ὑετοῦ. Στοιχεῖον Γ. Αʹ. Περὶ γνωστικῶν καὶ πνευματικῶν ἀνδρῶν· καὶ
35ὅσα ἀγαθὰ ἕψεται αὐτοῖς. Βʹ. Περὶ τοῦ, Γνῶθι σεαυτὸν, ἤτοι Πρόσεχε σεαυτῷ· καὶ ὅτι χρὴ τὰ οἰκεῖα ἕκαστον περισκοπεῖν, καὶ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι κακά. Γʹ. Περὶ γογγυσμοῦ.
40Δʹ. Περὶ γερόντων καὶ παλαιῶν ἀνδρῶν· καὶ ὡς χρὴ τιμᾶσθαι αὐτούς. Εʹ. Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ ἐργάζεσθαι. ϛʹ. Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως.
45Ζʹ. Περὶ γνωσιμαχούντων. Ηʹ. Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰ ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι· καὶ μηδὲν πράττειν ἄνευ τῆς αὐ‐ τῶν γνώμης καὶ βουλῆς. Θʹ. Περὶ γυναικῶν κυϊσκουσῶν· καὶ ὅτι μὲν ἄρσεν

95

.

1049

(50)

τίκτει, ἐπὶ τεσσαράκοντα ἡμέρας οὐκ εἰσελεύσε‐ ται εἰς οἶκον Κυρίου· εἰ δὲ θῆλυ, ἐπὶ ὀγδοή‐ κοντα. Ιʹ. Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκαταλύπτως εὔχεσθαι, ἀλλὰ οὐδὲ λαλεῖν, ἢ διδάσκειν ἐν τῇ ἐκκλησίᾳ
55Θεοῦ. ΙΑʹ. Περὶ γυναικὸς ἀνδρείας καὶ σώφρονος. ΙΒʹ. Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. ΙΓʹ. Περὶ γαστριμαργίας, καὶ κόρου· καὶ ὅτι θάνα‐
60τον προξενεῖ. ΙΔʹ. Περὶ τῶν τὴν γλῶσσαν ἑαυτῶν φυλαττόντων. ΙΕʹ. Περὶ τῶν τὴν γλῶσσαν ἑαυτῶν μὴ φυλαττόντων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ γέλωτος, καὶ γελοιαστῶν· κεῖται ἐνταῦθα ἐν
65τῷ π στοιχείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ παρθε‐ νίας. Στοιχεῖον Δ.
Αʹ. Περὶ δυνάμεως Θεοῦ.1050 in vol. 95

95

.

1052

Βʹ. Περὶ δημιουργίας Θεοῦ, καὶ ὡς οὐδὲν εἰκῆ γέγο‐ νεν παρ’ αὐτοῦ, ἀλλὰ καλὰ λίαν. Γʹ. Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν καὶ ἁγιάζειν τὸν Θεόν· καὶ ὅτι τοὺς δοξάζοντας αὐ‐
5τὸν δοξάζει. Δʹ. Περὶ δικαιολογίας καὶ τίνες ἐδικαιολογήσαντο πρὸς Θεόν. Εʹ. Περὶ τῶν δουλευόντων Θεῷ· καὶ ὅτι χρὴ τούτους τιμᾷν, καὶ σέβειν, καὶ τὰ πρὸς τὴν χρείαν νέ‐
10μειν. ϛʹ. Περὶ διαγνώσεως καλοῦ καὶ πονηροῦ· καὶ ὅτι ἀπὸ τῶν ἔργων, καὶ οὐκ ἀπὸ τῶν λόγων χρὴ δο‐ κιμάζειν. Ζʹ. Περὶ δικαίων εὐχῆς παρ’ αὐτῶν γενομένης· καὶ
15ὅτι φυλάττει αὐτοὺς ἐκ πειρασμῶν. Ηʹ. Περὶ δικαίων· ὅτι περιφρονοῦνται, καὶ διασύρον‐ ται. Θʹ. Περὶ δανείζοντος καὶ δανειζομένου, καὶ περὶ τῶν κακῶν.
20Ιʹ. Περὶ δεσποτῶν, καὶ οἰκοδεσποτῶν· καὶ ὅτι οὐ χρὴ αὐτοὺς φορτικοὺς εἶναι, ἀλλ’ ἠπίους τοῖς νοσοῦσιν. ΙΑʹ. Περὶ διδασκάλων. ΙΒʹ. Περὶ διαβολῆς· ὅτι οὐ δεῖ ἀκρίτως δέχεσθαι δια‐
25βολὴν κατά τινος ἀνθρώπου. ΙΓʹ. Περὶ διηγήσεως ἀπὸ συνετῶν ἀνδρῶν γινομένης· καὶ ὅτι χρὴ σπουδαίους εἶναι ἡμᾶς περὶ τὰς τοι‐ αύτας ἀκροάσεις, διαδιδράσκειν δὲ τὰς τῶν ἀπί‐ στων ἀνδρῶν διηγήσεις καὶ ὁμιλίας.
30ΙΔʹ. Περὶ δικαιοσύνης καὶ ἀρετῆς. ΙΕʹ. Περὶ διαφορᾶς καὶ ἀνομοίου καταστάσεως ἀν‐ θρώπων. Ιϛʹ. Περὶ δικαίων, καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. ΙΖʹ. Περὶ διγλώσσου.
35ΙΗʹ. Περὶ δικαστῶν ἀδεκάστων, καὶ καθαρὰς χεῖρας ἐχόντων, καὶ κρῖμα, καὶ δικαιοσύνην ποιούντων. ΙΘʹ. Περὶ δικαστῶν ληπτῶν, καὶ δωροδοκουμένων, καὶ ἀθέσμως κατακρινόντων. Κʹ. Περὶ δούλων χρηστῶν.
40ΚΑʹ. Περὶ δούλων πονηρῶν. ΚΒʹ. Περὶ δυσαρεστουμένων. ΚΓʹ. Περὶ διψύχων, καὶ παλιμβόλων, καὶ ἄστατον γνώμην ἐχόντων, καὶ μεταβατῶν. ΚΔʹ. Περὶ δόξης καὶ τιμῆς· καὶ ὅτι οὐ δεῖ τὴν ἰδίαν
45δόξαν ἑτέρῳ παρέχειν. ΚΕʹ. Περὶ διαβόλου, ἤτοι Σατανᾶ καὶ δαιμόνων. Κϛʹ. Περὶ δυσπιστίας· καὶ ὅτι ἐπὶ εὐλόγῳ αἰτίᾳ δυσπιστήσας Θεῷ συγγινώσκεται ΚΖʹ. Περὶ δείπνου καὶ συνεστιάσεως.

95

.

1052

(50)

ΚΗʹ. Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς ὁ Κύριος. ΚΘʹ. Περὶ δικαίων· ὅτι τίμιος παρὰ Θεῷ ὁ θάνατος αὐτῶν. Λʹ. Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων, καὶ τοῦ ἁμαρ‐ τάνειν εἰς Θεὸν, καὶ τοῦ ἁμαρτάνειν εἰς ἀνθρώ‐
55πους· καὶ ὅτι πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώ‐ πων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ διαστάσεως· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους.
60Περὶ δοκήσεως· κεῖται ἐνταῦθα ἐν τῷ στοιχείῳ ο τῆς ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ οἰήσεως. Περὶ δήμου πόλεως· κεῖται ἐνταῦθα ἐν τῷ π στοι‐ χείῳ τῆς Κϛʹ· οὗ ἡ ἀρχὴ, περὶ πλήθους. Περὶ δωρημάτων Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ χ στοι‐
65χείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ χαρισμάτων. Περὶ δυσπραγίας· κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ εὐπραγίας. Περὶ δικαιοσύνης Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ κρίματος.
70Στοιχεῖον Ε.
Αʹ. Περὶ ἐντολῶν Θεοῦ καὶ τῶν φυλαττόντων αὐτάς.1052 in vol. 95

95

.

1053

Βʹ. Περὶ ἐντολῶν Θεοῦ, καὶ τῶν μὴ φυλαττόντων αὐ‐ τάς. Γʹ. Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· καὶ ὅτι οὐ δεῖ πρὸ τελευτῆς εὐδαιμονίζειν τινὰ, ἢ μακαρί‐
5ζειν. Δʹ. Περὶ ἐνυπνίων. Εʹ. Περὶ ἐλπίδος· ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας. ϛʹ. Περὶ ἐκκλησίας καὶ οἴκου Θεοῦ, καὶ θυσιαστη‐
10ρίου, καὶ θυσίας ἱερατικῆς· καὶ ὅτι οὐ δεῖ ἐν ἐκ‐ κλησίᾳ ἐσθίειν. Ζʹ. Περὶ εὐχῆς, καὶ ὅσα δι’ εὐχῆς κατορθοῦται ἡμῖν ἀγαθά. Ηʹ. Περὶ ἐλεημοσύνης, καὶ εὐποιΐας εἰς πτωχούς.
15Θʹ. Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ πλεον‐ εκτούντων, καὶ περὶ φειδωλῶν, καὶ φιλοπλουτούν‐ των, καὶ φιλαργύρων. Ιʹ. Περὶ ἔργων, καὶ πράξεων· καὶ ὅτι ὁποῖά τις δρᾷ, ταῦτα καὶ ὑφίσταται· καὶ ὡς κατὰ τὰ ἔργα καὶ
20ὁ μισθὸς ἐξομοιοῦται ἡμῖν παρὰ τοῦ Θεοῦ. ΙΑʹ. Περὶ εὐπραγίας· καὶ ὅτι οὐ χρὴ ἐπαίρεσθαι ἐν ταῖς εὐπραγίαις. ΙΒʹ. Περὶ εὐθηνίας καὶ εὐπορίας· καὶ ὅτι ἐν ταῖς εὐ‐ πορίαις φιλεῖ τὰ ἁμαρτήματα γίνεσθαι.
25ΙΓʹ. Περὶ ἐπιβουλῆς, καὶ τῶν ἐπιβουλευόντων τοῖς πλησίον· καὶ ὅτι αἱ καθ’ ἑταίρων ἐπιβουλαὶ εἰς τοὺς μηχανησαμένους περιτρέπονται. ΙΔʹ. Περὶ ἐχθρῶν, καὶ πτώσεως αὐτῶν· καὶ ὅτι οὐ δεῖ χαίρειν ἐπὶ τῇ κακοπραγίᾳ τῶν ἐχθρῶν.
30ΙΕʹ. Περὶ εὐεργεσίας ἢ προσφορᾶς ἐξ ἀδίκων γινο‐ μένη. Ιϛʹ. Περὶ ἐργολάβων, καὶ ἐντολέων, καὶ τῶν εἰς ἀλ‐ λοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων. ΙΖʹ. Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων τὰς
35ἐντολὰς τοῦ Θεοῦ. ΙΗʹ. Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. ΙΘʹ. Περὶ ἐγγύης. Κʹ. Περὶ ἐπιθυμίας· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἐξακολου‐
40θεῖν ταῖς πονηραῖς ἐπιθυμίαις. ΚΑʹ. Περὶ ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων. ΚΒʹ. Περὶ εὐχαριστούντων, καὶ εὐγνωμονούντων· καὶ ὅτι χρὴ τοὺς εὐεργέτας κηρύσσειν. ΚΓʹ. Περὶ ἐκδικήσεως· καὶ ὡς ἀπηγόρευται δὶς περὶ
45αὐτοῦ πράγματος εὐθύνας εἰσπράττεσθαι. ΚΔʹ. Περὶ ἐπικοίνων πραγμάτων· καὶ ὅτι χρὴ φεύ‐ γειν τὰ ἐπίκοινα καταγώγια, διότι μάχας καὶ δια‐ στάσεις ποιοῦσι. ΚΕʹ. Περὶ εὐδοκιμίας· ὅτι εὐχῆς ἄξιον τὸ κατόρ‐

95

.

1053

(50)

θωμα. Κϛʹ. Περὶ ἐμπόρων. ΚΖʹ. Περὶ εὐνούχων, καὶ ὅτι πονηρῶν. ΚΗʹ. Περὶ ἐγκωμίων τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ τῶν ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν τινα.
55ΚΘʹ. Περὶ ἐκδικήσεως ἀπὸ Θεοῦ τοῖς ἀδικουμένοις· καὶ ὅτι χρὴ Θεῷ ἐπιτρέπειν τὰ τῆς ἐκδικήσεως. Λʹ. Περὶ εὐθυνομένων, καὶ δίκας εἰσπραττομένων· καὶ ὡς οὐδαμῶς ἄλλος ἀντὶ ἄλλου εὐθύνας εἰσ‐ πράττεσθαι.
60ΛΑʹ. Περὶ ἐλεημόνων. καὶ συμπαθῶν ἀνθρώπων. ΛΒʹ Περὶ ἐλέγχων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ ἐχθρᾶς· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους.
65Περὶ τῶν ἐπιορκούντων· κεῖται ἐνταῦθα ἐν τῷ ο στοιχείῳ τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ τῶν τοὺς ὅρκους τῶν ἀθετούντων. Περὶ εὐσεβείας εἰς Θεόν· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ πίστεως.
70Περὶ τῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Ηʹ· οὗ ἡ
ἀρχὴ, περὶ τῶν προφητῶν.1054 in vol. 95

95

.

1056

Περὶ εὐλαβείας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Ιϛʹ· οὗ ἡ ἀρχὴ, περὶ πραότητος. Περὶ ἐξουσίας, καὶ πόθεν γίνεται· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Ιϛʹ· οὗ ἡ ἀρχὴ, περὶ παῤῥη‐
5σίας. Περὶ εὐσπλαγχνίας· κεῖται ἐνταῦθα ἐν τῷ ς στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ συμπαθείας. Περὶ τῶν ἐλέγχους δεχομένων· κεῖται ἐνταῦθα ἐν τῷ ς στοιχείῳ τῆς ΚΒʹ· οὗ ἡ ἀρχὴ, περὶ συμβουλῆς
10πονηρᾶς. Περὶ ἐπάρσεως· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ τῆς Ζʹ, οὗ ἡ ἀρχὴ, περὶ καυχήσεως. Περὶ ἐμπρεπείας σώματος· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ κάλλους.
15Περὶ εὐλαβείας πλαστῆς· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑποκρίσεως. Στοιχεῖον Ζ. Αʹ. Περὶ τοῦ ζητεῖν τὸν Θεὸν, καὶ αὐτῷ ἕπεσθαι, καὶ ἀκολουθεῖν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ πάντα
20χρὴ ἡμᾶς διαπράττεσθαι. Βʹ. Περὶ ζώων ἀλόγων τῶν φυσικῇ σοφίᾳ κεκοσμη‐ μένων. Γʹ. Περὶ ζυγῶν καὶ σταθμῶν δικαίων. Δʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων.
25Εʹ. Περὶ ζήλου ἀγαθοῦ καὶ πονηροῦ. Στοιχεῖον Η. Αʹ. Περὶ ἡμέρας ἀγαθῆς. Βʹ. Περὶ ἡμέρας κακῆς. Γʹ. Περὶ ἡμέρας καὶ νυκτός.
30Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ ἠρωνείας· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑποκρίσεως. Περὶ ἡσυχίας· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ τῆς ΛΖʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀπραγμοσύνης.
35Στοιχεῖον Θ Αʹ. Περὶ τῆς θείας μυσταγωγίας Βʹ. Περὶ θυσιῶν· καὶ ὅτι τὰς κιβδήλους θυσίας ὁ Θεὸς οὐ προσίεται. Γʹ. Περὶ θείων λογίων· καὶ ὅτι χρὴ ἀκροᾶσθαι αὐ‐
40τῶν, καὶ διὰ μελέτης ἔχειν ταῦτα. Δʹ. Περὶ θείων μυστηρίων. Εʹ. Περὶ θλιβομένων καὶ φροντιζόντων ἀνθρώπων, καὶ περὶ λύπης. ϛʹ. Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως.
45Ζʹ. Περὶ θανόντων, καὶ περὶ πενθούντων· καὶ ὅτι οὐ δεῖ ἐπὶ τοῖς προαπελθοῦσι πενθεῖν καὶ κόπτεσθαι. Ηʹ. Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γινομένου. Θʹ. Περὶ θαλάσσης. Ιʹ. Περὶ θυγατέρων.

95

.

1056

(50)

ΙΑʹ. Περὶ τοῦ μὴ θαῤῥεῖν τινὶ ὡς ἔτυχεν. ΙΒʹ. Περὶ θερισμοῦ καὶ τρυγητοῦ. ΙΓʹ. Περὶ θηρευτῶν. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ θυσιαστηρίων καὶ θυσίας ἱερατικῆς· κεῖται ἐν‐
55ταῦθα ἐν τῷ ε στοιχείῳ τῆς ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ ἐκκλησίας, καὶ οἴκου Θεοῦ. Περὶ θυμώδους· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ προπετοῦς. Στοιχεῖον Ι.
60Αʹ. Περὶ ἰαμάτων ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν γινομένων. Βʹ. Περὶ ἱερατικῶν· καὶ ὅτι οὐκ ἔξεστι ἰδιωτεύοντι ἅπτεσθαι ἱερατικοῦ σκεύους. Γʹ. Περὶ ἱκετευόντων· καὶ ὅτι χρὴ τὰς ἱκεσίας τῶν
65δεομένων προσίεσθαι. Δʹ. Περὶ ἰσότητος· καὶ ὅτι χρὴ τὰ πρὸς ἀξίαν ἑκάστῳ νέμειν, καὶ μὴ σφάλλειν ἐν τῇ κρίσει τοῦ τοιού‐
του.1056 in vol. 95

95

.

1057

Εʹ. Περὶ ἰατρῶν, καὶ ἰατρείας σώματος καὶ ψυχῆς. ϛʹ. Περὶ ἱματίων ὅτι οὐ δεῖ ἱματισμῷ πολυτελεῖ κεχρῆσθαι. ἢ ἄνδρα γυναικεῖαν ἐσθῆτα φορεῖν. Ζʹ. Περὶ ἰσότητος, καὶ ὅτι ἴση τάξις παρὰ Θεῷ
5πλουσίου καὶ πένητος. Στοιχεῖον Κ. Αʹ. Περὶ κριμάτων Θεοῦ· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν οἷς ὅσιοι μὲν δυσπραγοῦσιν, ἄδικοι δὲ εὐπραγοῦ‐ σιν.
10Βʹ. Περὶ καταλαλιᾶς· καὶ ὅτι καταλαλιά ἐστι λόγος ψιλὸς ψευδὴς κατά τινος λεγόμενος. Γʹ. Περὶ καιροῦ· ὅτι δεῖ τὸν καιρὸν ἐξαγορεύειν, καὶ ὅτι πάντα καιρὸν ἔχει τοῦ καὶ λέγεσθαι, καὶ γί‐ νεσθαι.
15Δʹ. Περὶ κολάκων καὶ παρασίτων, καὶ γελοιαστῶν· καὶ ὡς χρὴ φεύγειν αὐτούς. Εʹ. Περὶ κλεπτῶν. ϛʹ. Περὶ κτηνῶν, καὶ προνοίας αὐτῶν. Ζʹ. Περὶ καυχήσεως καὶ ἐπάρσεως· καὶ ὅτι ἐπ’ οὐδ‐
20ενὶ περὶ τὸν βίον χρὴ καυχᾶσθαι, ἢ ἐπαίρεσθαι. Ηʹ. Περὶ κάλλους, καὶ εὐπρεπείας σώματος. Θʹ. Περὶ κομπαζόντων, καὶ φουμιζόντων. Ιʹ. Περὶ κρειττόνων· ὅτι οὐ δεῖ πρὸς κρείττονας φι‐ λονεικεῖν.
25ΙΑʹ. Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ· καὶ ὅτι τὰ πρὸς ἀξίαν ἑκάστων νέμει ὁ Θεὸς, καὶ πρόσ‐ ωπον ἀνθρώπου οὐ λαμβάνει. ΙΒʹ. Περὶ καρδίας καθαρᾶς, καὶ τῶν συνειδὸς καθα‐ ρὸν ἐχόντων.
30ΙΓʹ. Περὶ κακοῦ συνειδότος, καὶ τῶν λογισμὸν ἄδικον καὶ πονηρὸν ἐχόντων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ κόρου· κεῖται ἐνταῦθα ἐν τῷ γ στοιχείῳ τῆς ΙΓʹ· οὗ ἡ ἀρχὴ, περὶ γαστριμαργίας.
35Περὶ τῶν καταφρονούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ μισέργων. Στοιχεῖον Λ. Αʹ. Περὶ λογομαχούντων, καὶ ἀμφισβητούντων περὶ τὴν πίστιν.
40Βʹ. Περὶ λοιδορίας. Γʹ. Περὶ λιμοῦ, καὶ τῶν σῖτον ἐν ἀνάγκῃ μὴ πω‐ λούντων. Δʹ. Περὶ λουππαίων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.
45Περὶ λύπης· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ θλιβομένων. Στοιχεῖον Μ. Αʹ. Περὶ μυστηρίων, καὶ τῶν ἐκφερόντων μυστηρία. Βʹ. Περὶ μισοπονηρίας, καὶ τῶν ἀπαρεσκόντων Θεῷ.

95

.

1057

(50)

Γʹ. Περὶ μετανοίας, καὶ ἐξομολογήσεως. Δʹ. Περὶ τῶν μὴ μετανοούντων, μηδὲ ἐπιστρεφόν‐ των. Εʹ. Περὶ μεθυόντων. ϛʹ. Περὶ μισέργων, καὶ ὀκνηρῶν, καὶ ῥᾳθυμούντων,
55καὶ καταφρονούντων. Ζʹ. Περὶ μίσους, καὶ ἔχθρας, καὶ διαστάσεως, καὶ τῶν μάχας συναπτόντων, καὶ φιλονεικούντων. Ηʹ. Περὶ μεταμελείας Θεοῦ· καὶ ἐν τίσιν ὁ Δημιουρ‐ γὸς μετεμελήθη.
60Θʹ. Περὶ μισαδελφίας. Ιʹ. Περὶ μοναχῶν, καὶ ἀσκήσεως αὐτῶν. ΙΑʹ. Περὶ μαθητευομένων· ὅτι χρὴ αὐτοὺς ἐπιμελῶς, καὶ σπουδαίως πρὸς τὰς μαθήσεις ἔρχεσθαι καὶ μὴ ἀποδιδράσκειν τὸ τῆς διδασκαλίας ἐπίπονον·
65ἀλλ’ ἐρωτᾷν, καὶ μανθάνειν παρὰ τῶν εἰδότων. ΙΒʹ. Περὶ μεταβατῶν, καὶ μετερχομένων ἀπὸ τόπου εἰς τόπον. ΙΓʹ. Περὶ μισθωτοῦ, καὶ τῶν ἀποστερούντων μι‐ σθούς.
70ΙΔʹ. Περὶ ματαιοπονούντων.1058 in vol. 95

95

.

1060

Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ τοῦ μὴ μνησικακεῖν· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀγαθοεργίας. Περὶ μοχθηρῶν ἀνθρώπων· κεῖται ἐνταῦθα τῷ α
5στοιχείῳ τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀσεβῶν. Περὶ μαρτυρίας πιστῆς· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ τῆς ΙΘʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀληθείας. Περὶ μύρου· κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ τῆς ΚΔʹ· οὗ ἡ ἀρχὴ, περὶ ἁγίων.
10Περὶ μεγαλοῤῥήμονος· κεῖται ἐνταῦθα ἐν τῷ β στοι‐ χείῳ τῆς Ηʹ· οὗ ἡ ἀρχὴ, περὶ βλασφήμων. Περὶ μελέτης· κεῖται ἐνταῦθα ἐν τῷ γ στοιχείῳ τῆς ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ γυμνασίων. Περὶ μεταβατῶν· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ
15τῆς Κϛʹ· οὗ ἡ ἀρχὴ, περὶ διψύχων. Περὶ τοῦ ὅτι οὐ δεῖ μακαρίζειν πρὸ τελευτῆς· κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς ΚΓʹ· οὗ ἡ ἀρχὴ, περὶ εὐδαιμονίας. Περὶ μέτρων ἀδίκων· κεῖται ἐνταῦθα ἐν τῷ ζ στοι‐
20χείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ζυγῶν. Περὶ μερίμνης· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ προσπαθείας. Περὶ μοιχείας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ πορνείας.
25Περὶ μητραλοίων· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΚΓʹ· οὗ ἡ ἀρχὴ, περὶ πατραλοίων. Περὶ μακροθυμίας· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑπομονῆς. Περὶ μακροθυμίας Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ φ
30στοιχείῳ τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλανθρωπίας Θεοῦ. Περὶ μοχθηρῶν· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ τῆς Ηʹ· οὗ ἡ ἀρχὴ, περὶ φίλων τραπέζης. Περὶ μεταδοτικῶν· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ
35τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλοτιμουμένων. Στοιχεῖον Ν. Αʹ. Περὶ νεότητος, καὶ τῆς νέας ἡλικίας, καὶ ὅσα ἕπεται αὐτοῖς. Βʹ. Περὶ νοσούντων· καὶ ὡς χρὴ ἐπισκέπτεσθαι αὐ‐
40τούς. Γʹ. Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας σωτηρίας. Δʹ. Περὶ νεογάμων. Εʹ. Περὶ νηστείας καὶ νηστευτῶν.
45Στοιχεῖον Ξ. Αʹ. Περὶ ξένων πραγμάτων, καὶ τῶν σπανίως ἔν τισιν εὑρεθέντων. Βʹ. Περὶ ξένων κολάσεων ἀπὸ Θεοῦ, καὶ ἀνθρώπων δικαίως ἐπελεγχθέντων.

95

.

1060

(50)

Γʹ. Περὶ ξενιτείας· καὶ ὅτι ἀπαῤῥησίαστος ὁ ξένος πάντη. Στοιχεῖον Ο. Αʹ. Περὶ ὅρκου· καὶ ὅτι τοῖς ἐπὶ κακῷ καὶ ἀτόπῳ δε‐ δομένοις ὅρκοις οὐ χρὴ ἐμμένειν.
55Βʹ. Περὶ ὀρφανῶν καὶ χηρῶν καὶ ὅτι δεῖ τούτους οἰκτείρειν. Γʹ. Περὶ ὁρίων· ὅτι οὐ χρὴ αὐτὰ μετάγειν, ἢ σα‐ λεύειν. Δʹ. Περὶ ὁδοῦ ἀγαθῆς καὶ πονηρᾶς· καὶ ὅτι οὐ χρὴ
60τὰ σκολιὰ πράγματα, καὶ τὰς σκολιὰς ὁδοὺς ἐκ‐ κλίνειν, καὶ τῇ εὐθείᾳ πορεύεσθαι, καὶ ἀγαθῇ, καὶ δικαίᾳ ὁδῷ. Εʹ. Περὶ ὀνόματος χρηστοῦ καὶ κακοῦ. ϛʹ. Περὶ οἰήσεως καὶ δοκήσεως· καὶ ὅτι κρεῖττον τὸ
65εἶναι τοῦ δοκεῖν· ἐμπόδιον γὰρ τοῦτο πρὸς ἀρετήν. Ζʹ. Περὶ οἴνου, καὶ τῆς χρήσεως αὐτοῦ. Ηʹ. Περὶ ὀφθαλμοῦ. Θʹ. Περὶ ὀνειδισμοῦ· καὶ ὅτι οὐ δεῖ συμφορὰν ὀνει‐
70δίζειν. Ιʹ. Περὶ ὀλιγοβίων, καὶ ὀλιγοχρονίων ΙΑʹ. Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ
χρὴ ὀμνύειν.1060 in vol. 95

95

.

1061

ΙΒʹ. Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων, καὶ ἐπιορ‐ κούντων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ ὀλιγοδείας κεῖται ἐνταῦθα ἐν τῷ α στοιχείῳ· τῆς
5Κϛʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀκτημοσύνης. Περὶ οἰωνισμοῦ· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΚΖʹ· οὗ ἡ ἀρχὴ, περὶ παρατηρήσεως. Περὶ ὀργίλων, καὶ ὀξυχόλων· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΕʹ· οὗ ἡ ἀρχὴ, περὶ προπετοῦς
10Περὶ ὀλιγοψυχούντων· κεῖται ἐνταῦθα ἐν τῷ υ στοι‐ χείῳ τῆς ΙΓ· οὗ ἡ ἀρχὴ, περὶ τῶν μὴ ὑπομενόν‐ των. Στοιχεῖον Π. Αʹ. Περὶ πίστεως, καὶ εὐσεβείας εἰς Θεόν.
15Βʹ. Περὶ προκοπῆς πνευματικῆς. Γʹ. Περὶ προσκαίρων καὶ αἰωνίων· καὶ ὅτι τὰ μέ‐ γιστα πλημμελοῦσιν, οἱ τὰ παρόντα τῶν μελλόν‐ των προτιμῶντες. Δʹ. Περὶ προνοίας Θεοῦ· καὶ ὅτι κήδεται καὶ προ‐
20νοεῖται ἡμῶν ὁ Θεός. Εʹ. Περὶ προσπαθείας, καὶ μερίμνης· καὶ ὅτι χρὴ ἀπροσπαθῶς διακεῖσθαι περὶ τὰ πράγματα. ϛʹ. Περὶ τῶν προφητῶν ἀνδροφονησάντων, καὶ εὐαρεστησάντων Θεῷ.
25Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπά‐ νειν Ηʹ. Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας.
30Θʹ. Περὶ προαιρέσεως, καὶ διαθέσεως· καὶ ὅτι τὴν προαίρεσιν, καὶ ἐπ’ ἀγαθῷ, καὶ ἐπὶ κακῷ ἐξ‐ ετάζει ὁ Θεός. Ιʹ. Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου σεμνοῦ.
35ΙΑʹ. Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοι‐ τείας. ΙΒʹ. Περὶ πείρας, καὶ ἀπειρίας. ΙΓʹ. Περὶ πραότητος, καὶ εὐλαβείας. ΙΔʹ. Περὶ πταιόντων, καὶ βλασφημούντων ἐξ ἀνοίας
40εἰς Θεόν. ΙΕʹ. Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ ὀξυχόλων. Ιϛʹ. Περὶ παῤῥησσίας, καὶ ἐξουσίας· καὶ πόθεν ἡμῖν περιγίνεται ἡ τούτων κτῆσις.
45ΙΖʹ. Περὶ πολιτείας σεμνῆς, καὶ καταστάσεως, καὶ τρόπων χρηστῶν, καὶ ὑπακοῆς· καὶ ὅτι εὐσχη‐ μόνως ἡμῶν βιούντων ὁ Θεὸς δοξάζεται, καὶ θε‐ ραπεύεται. ΙΗʹ. Περὶ πολιτείας ψεκτῆς, καὶ ἀνηκόων, ἀνυπο‐

95

.

1061

(50)

τάκτων, καὶ πανούργων, καὶ τὸ ἦθος ἀπόβλητον ἐχόντων. ΙΘʹ. Περὶ παραμονῆς καὶ παραμενόντων· ὅτι δεῖ αὐτοὺς πίστιν καὶ εὔνοιαν σώζειν τοὺς προλα‐ βοῦσιν.
55Κʹ. Περὶ προϊσταμένων· ὅτι δεῖ αὐτοὺς σπουδαίως προΐστασθαι. ΚΑʹ. Περὶ πτωχῶν καὶ πενήτων· καὶ ὅτι οὐ χρὴ τοὺς πένητας ἐκκλίνειν, καὶ ἐξουθενεῖν, ἢ ἀπο‐ στρέφεσθαι.
60ΚΒʹ. Περὶ παίδων· ὅτι χρὴ αὐτοὺς φοβεῖσθαι τοὺς γονεῖς καὶ τιμᾷν, καὶ μηδόλως τούτους κακολο‐ γεῖν. ΚΓʹ. Περὶ πατραλοίων καὶ μητραλοίων· καὶ ὅσα ἕψεται κακὰ τοῖς ἀτιμάζουσι, καὶ ἀπειθοῦσι τοῖς
65ἑαυτῶν γονεῦσι. ΚΔʹ. Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα καὶ σωφρονίζειν· εἰ γὰρ τοῦτο μὴ πράξωσι, τῆς ἐκείνων γινομένης ἁμαρτίας, καὶ αὐτοὶ μεθ‐ έξουσιν.
70ΚΕʹ. Περὶ πείρας πρὸς Θεὸν γινομένης· καὶ ὅτι οὐ δεῖ πειράζειν τὸν Θεόν. Κϛʹ. Περὶ πλήθους καὶ δήμου πόλεως. ΚΖ. Περὶ παρατηρήσεως, καὶ οἰωνισμοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς καιροὺς, ἢ ἀνθρώπους παρατηρεῖ‐
75σθαι.1062 in vol. 95

95

.

1064

ΚΗʹ. Περὶ παραθήκης· καὶ ὅτι χρὴ πιστῶς ποιεῖσθαι τὴν ταύτην φυλακὴν, καὶ μηδαμῶς δόλον, ἢ ἀποστέρησιν τοῦ παραθεμένου μηχανᾶσθαι. ΚΘʹ. Περὶ πρεσβυτέρων.
5Λʹ. Περὶ προσφυγίου, καὶ τῶν προσφυγόντων ἐν ἱεροῖς τόποις· καὶ ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι, καὶ ἐκδιώκειν. ΛΑʹ. Περὶ πόλεως ἀσεβείας πεπληρωμένης καὶ κα‐
10κίας. ΛΒʹ. Περὶ πράσεως, καὶ ἀγορασία. ΛΓʹ. Περὶ παιδείας Θεοῦ, καὶ τῶν εὐγενῶς φερόντων τὰ ἐπερχόμενα, καὶ μακροθύμως. ΛΔʹ. Περὶ παιδείας Θεοῦ, καὶ τῶν μὴ δεχομένων
15αὐτήν· καὶ ὅτι οἱ μὴ σωφρονιζόμενοι ἐνταῦθα, τῇ αἰωνίᾳ κολάσει παραπέμπονται. ΛΕʹ. Περὶ παιδείας Θεοῦ, κατὰ δοκιμὴν, καὶ πεῖραν γινομένης. Λϛʹ. Περὶ παραμονῆς· καὶ ὅτι ἡ παραμονὴ ἔργον
20ἀνύει. ΛΖʹ. Περὶ πιστοῦ· ὅτι σπάνιον τὸ εὑρεῖν ἄνδρα πι‐ στόν. ΛΗʹ. Περὶ τῶν πεποιθότων εἰς κενὰ καὶ μάταια, καὶ εἰς τὰς τῶν ἀνθρώπων προστασίας, καὶ μὴ
25εἰς τὸν Θεὸν τὴν ἐλπίδα ἐχόντων, καὶ τὴν πε‐ ποίθησιν· καὶ ὅτι χρὴ αὐτῷ ἀνακεῖσθαι διὰ παν‐ τὸς ὅλον δι’ ὅλης ψυχῆς τε καὶ καρδίας. Ἐνταῦθα αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ παρανόμων καὶ ἀνόμων· κεῖται ἐνταῦθα ἐν τῷ
30α στοιχείῳ τῆς ΙΒʹ· οὗ ἡ ἀρχὴ, περὶ ἀσεβῶν. Περὶ τοῦ προσέχειν ἑαυτῷ, καὶ μὴ περιεργάζεσθαι τὰ ἀλλότρια κακά· κεῖται ἐνταῦθα ἐν τῷ γ στοι‐ χείῳ τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ Γνῶθι σαυτόν. Περὶ παλαιῶν ἀνδρῶν· κεῖται ἐνταῦθα ἐν τῷ γ στοι‐
35χείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ γερόντων. Περὶ πλεονεκτούντων· κεῖται ἐνταῦθα ἐν τῷ ε στοι‐ χείῳ τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων. Περὶ προσφορᾶς ἐξ ἀδικιῶν γινομένης· κεῖται ἐν‐
40ταῦθα ἐν τῷ ε στοιχείῳ τῆς ΙΕʹ· οὗ ἡ ἀρχὴ, περὶ εὐεργεσίας. Περὶ παιδείας· κεῖται ἐνταῦθα ἐν τῷ ς στοιχείῳ τῆς ΙΗʹ· οὗ ἡ ἀρχὴ, περὶ σοφίας. Περὶ περισπωμένων· κεῖται ἐνταῦθα ἐν τῷ ς στοι‐
45χείῳ τῆς ΙΘʹ· οὗ ἡ ἀρχὴ, περὶ συνοχῆς πραγμά‐ των. Περὶ πτωχῶν τῷ πνεύματι· κεῖται ἐνταῦθα ἐν τῷ τ στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ ταπεινοφρο‐ νούντων.

95

.

1064

(50)

Περὶ πλαστῆς εὐλαβείας· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ, τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑποκρίσεως. Περὶ πενθούντων· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ θανόντων. Περὶ παρασίτων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ
55τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ κολάκων. Στοιχεῖον Ρ. Αʹ. Περὶ ῥεμβομένων τῇ διανοίᾳ, καὶ τοῖς ὀφθαλ‐ μοῖς. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων.
60Περὶ ῥᾳθυμούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ στοι‐ χείῳ τῆς ϛʹ· οὗ ἡ ἀρχὴ, περὶ μισέργων. Στοιχεῖον Σ. Αʹ. Περὶ συμπαθείας, καὶ εὐσπλαγχνίας, καὶ ἐλεη‐ μοσύνης.
65Βʹ. Περὶ συμμέτρου καταστάσεως, καὶ τοῦ μηδένα λυπεῖν. Γʹ. Περὶ σοφῶν, καὶ συνετῶν ἀνδρῶν· καὶ ὅτι χρὴ αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν πάντοτε. Δʹ. Περὶ συνηθείας.
70Εʹ. Περὶ τῶν συμβουλὴν δεχομένων. ϛʹ. Περὶ τῶν μὴ συμβουλὴν ἐχόντων, καὶ μισούν‐
των ἐλέγχους.1064 in vol. 95

95

.

1065

Ζʹ. Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλλοτρίων κακῶν σωφρονίζεσθαι. Ηʹ. Περὶ σπουδῆς· ὅτι ἀνόητος πᾶσα σπουδὴ μὴ βου‐ λομένου Θεοῦ.
5Θʹ. Περὶ σοφίας κοσμικῆς. Ιʹ. Περὶ σκανδάλων· καὶ ὅτι χρὴ φεύγειν τὰ σκάν‐ δαλα. ΙΑʹ. Περὶ σαρκικῶν ἀνθρώπων. ΙΒʹ. Περὶ σπάνεως, καὶ ἀφορίας χρηστῶν ἀνδρῶν.
10ΙΓʹ. Περὶ συνεδρίου· ὅτι οὐ χρὴ ἐν συνεδρίῳ ἀκροά‐ σεως γινομένης διαλέγεσθαι. ΙΔʹ. Περὶ τῶν συμβαινόντων, καὶ ἐμπιπτόντων ἐκ παραλόγου. ΙΕʹ. Περὶ στρατιωτῶν.
15Ιϛʹ. Περὶ συναγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ ἀρίστοις ἀνδράσι κολλᾶσθαι, καὶ μὴ πονηροῖς· ἐξομοιοῦται γὰρ τοῖς ἐκείνοις μεθ’ ὧν τὰς δια‐ τριβὰς ποιεῖται Φθείρουσι γὰρ χρηστὰ ἤθη ὁμιλίαι κακαί.
20ΙΖʹ. Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν μοχθηρῶν ἑταιρίας ὡς ὀλεθρίους. ΙΗʹ. Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως, καὶ φρονήσεως. ΙΘʹ. Περὶ συνοχῆς πραγμάτων, καὶ περισπασμοῦ.
25Κʹ. Περὶ τῶν συχναζόντων ἐν ἀλλοτρίοις οἴκοις. ΚΑʹ. Περὶ συμβουλῆς, καὶ εἰσηγήσεως ἀγαθῆς. ΚΒʹ. Περὶ συμβουλῆς, καὶ εἰσηγήσεως πονηρᾶς. ΚΓʹ. Περὶ τοῦ συμπεριφέρεσθαι. ΚΔʹ. Περὶ τοῦ ἁγίου σταυροῦ.
30Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ σταθμῶν δικαίων· κεῖται ἐνταῦθα ἐν τῷ ζ στοιχείῳ τῆς Γʹ· οὗ ἡ ἀρχὴ, περὶ ζυγῶν δικαίων. Περὶ σταθμῶν ἀδίκων· κεῖται ἐνταῦθα ἐν τῷ ζ στοιχείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ ζυγῶν ἀδίκων.
35Περὶ σωφροσύνης· κεῖται ἐνταῦθα ἐν τῷ π στοι‐ χείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ παρθενίας. Περὶ συντάξεων· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς Ιʹ. οὗ ἡ ἀρχὴ, περὶ ὑποσχέσεων. Περὶ σοβαρῶν· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ
40τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑπερηφάνων. Περὶ σπουδαίων· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλέργων. Περὶ συκοφαντίας· κεῖται ἐνταῦθα ἐν τῷ ψ στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ, περὶ ψεύδους
45Στοιχεῖον Τ. Αʹ. Περὶ τιμῆς· ὅτι χρὴ ἀλλήλους τιμᾷν. Βʹ. Περὶ τελωνῶν. Γʹ. Περὶ ταραχοποιῶν, καὶ τὰ σκάνδαλα ἐμποιούν‐ των.

95

.

1065

(50)

Δʹ. Περὶ τάξεως, καὶ καταστάσεως, καὶ ἀκολουθίας· καὶ ὅτι χρὴ ταύτας πανταχοῦ φυλάττεσθαι. Εʹ. Περὶ ταπεινοφρονούντων, καὶ πτωχῶν τῷ πνεύ‐ ματι. ϛʹ. Περὶ τεχνῶν, καὶ τίνες τέχνας ἐξηῦρον.
55Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ τόκων· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ δανείζοντος. Περὶ τιμῆς· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σεμνῆς.
60Περὶ τρόπων χρηστῶν· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σε‐ μνῆς. Περὶ τρυγητοῦ· κεῖται ἐνταῦθα ἐν τῷ θ στοιχείῳ τῆς ΙΒʹ. οὗ ἡ ἀρχὴ, περὶ θερισμοῦ.
65Στοιχεῖον Υ. Αʹ. Περὶ ὑβριστοῦ. Βʹ. Περὶ ὑδροποτούντων. Γʹ. Περὶ ὕπνου, καὶ ἀϋπνίας. Δʹ. Περὶ ὑποκρίσεως, καὶ ἠρωνείας, καὶ πλαστῆς
70εὐλαβείας, καὶ τῶν ταῦτα νοσούντων.1066 in vol. 95

95

.

1068

Εʹ. Περὶ υἱοῦ σοφοῦ. ϛʹ. Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύ‐ του. Ζʹ. Περὶ ὑετοῦ καὶ βροχῆς· καὶ ὅτι ἀπὸ γῆς εἰς
5οὐρανὸν τὰ ὕδατα ἀνάγονται. Ηʹ. Περὶ ὑγείας· καὶ ὅτι πάντων διαφέρει. Θʹ. Περὶ ὑπονοίας· ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς τὰς τικτούσας ὑπονοίας κακάς. Ιʹ. Περὶ ὑποσχέσεων, καὶ συντάξεων· καὶ ὅτι δεῖ
10πληροῦν αὐτὰς ὡς χρὴ, μετὰ ἀληθείας. ΙΑʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζό‐ νων, καὶ κενοδόξων. ΙΒʹ. Περὶ ὑπομονῆς, καὶ μακροθυμίας. ΙΓʹ. Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ’ ὀλιγοψυχούν‐
15των. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ ὑπακοῆς· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΖʹ· οὗ ἡ ἀρχὴ, περὶ πολιτείας σεμνῆς. Στοιχεῖον Φ.
20Αʹ. Περὶ φιλοξενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεη‐ μοσύνης. Βʹ. Περὶ φιλανθρωπίας Θεοῦ, καὶ ἀγαθότητος, καὶ μακροθυμίας· καὶ ὅτι κρεῖττον ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ, ἢ εἰς χεῖρας ἀνθρώπων.
25Γʹ. Περὶ φυσικῶν. Δʹ. Περὶ φήμης· ὅτι οὐ δεῖ ἑκάστῳ πιστεύειν. Εʹ. Περὶ φιλέργων, καὶ σπουδαίων· καὶ ὅτι χρὴ πο‐ νεῖν· καὶ ὠφέλειαν γὰρ παρέχει. ϛʹ. Περὶ φιλαρχίας· ὅτι οὐ δεῖ ἀπροὔπτως ἐπι‐
30πηδᾷν ταῖς ἀρχαῖς, καὶ τιμῆς καὶ δόξης ὀρέγε‐ σθαι. Ζʹ. Περὶ φίλων χρηστῶν. Ηʹ. Περὶ φίλων τραπέζης, καὶ μοχθηρῶν. Θʹ. Περὶ φιλοτιμουμένων, καὶ μεταδοτικῶν· καὶ
35ὅτι φιλοτιμία σωτηρίαν προξενεῖ. Ιʹ. Περὶ φειδωλῶν καὶ ἀμεταδότων· καὶ ὅτι οἱ φει‐ δωλίαν νοσοῦντες κινδύνοις περιπίπτουσιν. ΙΑʹ. Περὶ φιλαιτίου, καὶ φιλεγκλήμονος. ΙΒʹ. Περὶ φθόνου, καὶ ζήλου.
40ΙΓʹ. Περὶ φιλαυτίας· καὶ ὅτι οὐ δεῖ ἑαυτὸν δικαιοῦν, ἢ ἐπαινεῖν. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ φιλονεικούντων· κεῖται ἐνταῦθα ἐν τῷ μ στοι‐ χείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ μίσους.
45Περὶ φρονήσεως· κεῖται ἐνταῦθα ἐν τῷ ς στοιχείῳ τῆς ΙΗʹ· οὗ ἡ ἀρχὴ, περὶ σοφίας. Περὶ φουμιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ τῆς Θʹ· οὗ ἡ ἀρχὴ, περὶ κομπαζόντων. Περὶ φροντιζόντων· κεῖται ἐνταῦθα ἐν τῷ θ στοι‐

95

.

1068

(50)

χείῳ τῆς Εʹ· οὗ ἡ ἀρχὴ, περὶ θλιβομένων. Στοιχεῖον Χ. Αʹ. Περὶ χαρισμάτων, καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου Πνεύματος· καὶ ὡς ἀσύγγνωστα πταίουσιν, οἱ
55τὴν χάριν τοῦ Θεοῦ δώροις καὶ χρήμασι κτᾶσθαι νομίζοντες. Βʹ. Περὶ χαιρεκακίας, καὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων τὸν δίκαιον. Γʹ. Περὶ χαλεπῶν, καὶ ἀνοσίων πράξεων.
60Δʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν κλήσεως. Εʹ. Περὶ ὅτι χρὴ μᾶλλον φοβεῖσθαι Θεὸν, ἢ ἀνθρώ‐ πους. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων. Περὶ χηρῶν· κεῖται ἐνταῦθα ἐν τῷ ο στοιχείῳ
65τῆς Βʹ· οὗ ἡ ἀρχὴ, περὶ ὀρφανῶν. Στοιχεῖον Ψ. Αʹ. Περὶ ψεύδους, καὶ συκοφαντίας.
Βʹ. Περὶ ψιθυριστῶν.1068 in vol. 95

95

.

1069

Στοιχεῖον Ω. Περὶ ὥρας καὶ ἡμέρας θανάτου, καὶ τῆς ἐξόδου ἡμῶν· καὶ ὅτι χρὴ ἡμᾶς εὐτρεπίζεσθαι πρὸς αὐτὴν, καὶ ἐν ᾧ λαμβάνειν τὴν μετάστασιν.
5 Ἕως ὧδε ὁ κώδηξ τῶν τῇδε τῇ βίβλῳ ἐντεταγμέ‐ νων· ἐπελευσώμεθα λοιπὸν ἐπὶ τὰς ἑκάστου τούτων κατὰ στροφὴν καὶ συντάξεις, πλατύνοντες, καὶ δια‐ τρανοῦντες ταῦτα, ὡς οἷόν τε, ἐκ τῶν διὰ Πνεύματος ἁγίου ἐμφερομένων ἐν ἱεροῖς προφητῶν, καὶ ἀπο‐
10στόλων, καὶ εὐαγγελιστῶν, καὶ διδασκάλων δέλτοις, προαγούσης, καὶ προλαμπούσης πάντων τῆς περὶ τὴν τρισυπόστατον μίαν, καὶ ἀσύγχυτον, καὶ ὁμοού‐ σιον θεότητα θεολογίας· ὅτι ἐξ αὐτῆς ἡ θεία, καὶ σωτήριος, καὶ ζωοποιὸς ἐχαρίσθη ἡμῖν πίστις καὶ
15ὁμολογία, ἡ δὲ κατὰ φύσιν καὶ εἶδος αὐτῆς ἵδρυσις ἐπ’ αὐτῆς εἴσεται μόνῃ τῇ ἁγίᾳ καὶ προσκυνητῇ Τριάδι, κατὰ τὸ εἰρημένον, οὐδεὶς γινώσκει «Τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Καὶ, Τὰ Θεοῦ οὐδεὶς
20ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, τὸ ἐρευνῶν τὰ βάθη τοῦ Θεοῦ.» ᾯ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ μονο‐ γενεῖ καὶ συνάρχῳ Υἱῷ, νῦν τε, καὶ εἰς τοὺς ἀτε‐ λευτήτους καὶ ἀπεράντους αἰῶνας τῶν αἰώνων.
25Ἀμήν.
t26ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
t27ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ.
28ΣΤΟΙΧΕΙΟΝ Α. Τίτλος πρῶτος. —Περὶ ἀϊδίου θεότητος τῆς
30ἁγίας καὶ ὁμοουσίου Τριάδος· καὶ ὅτι εἷς καὶ μόνος ἐπὶ πᾶσιν ὁ Θεός. «Εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰ‐ κόνα τὴν ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν.» «Εἶπεν ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἷς ἐξ
35ἡμῶν.» «Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶσ‐ σαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλη‐ σίον.» «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς
40ἐστιν.» «Ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν
ἐμοῦ.»1070 in vol. 95

95

.

1072

«Τίς Θεὸς πάρεξ τοῦ Κυρίου ἡμῶν, ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;» «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις
5αὐτῶν.» «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων.» «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ
10γενεᾷ.» «Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων» καὶ τὸ λοιπόν. «Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου
15ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δό‐ ξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν αὐτοῦ κύκλῳ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶν ἐκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, καὶ ταῖς δυσὶν ἐκάλυπτον τοὺς πόδας ἑαυτῶν, καὶ ταῖς
20δυσὶν ἐπέταντο. Καὶ ἔκραζον ἕτερος πρὸς ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ. πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» «Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα, ἐγώ εἰμι.»
25 «Γνῶτε, καὶ πιστεύσατέ μοι, καὶ συνῆτε, ὅτι εἰμί· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμοῦ οὐκ ἔσται. Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων.» «Οὕτως λέγει Κύριος, Θεὸς βασιλεὺς Ἰσραὴλ, καὶ
30ὁ ῥυσάμενος αὐτὸν, Κύριος Σαβαώθ. Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγει‐ λάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐρχόμενα πρὸ τοῦ ἐλθεῖν ἀπαγ‐
35γειλάτω μοι.» «Ἐγὼ Κύριος ὁ Θεὸς, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.» «Κύριος ἀληθινός ἐστι, Θεὸς ζώντων, καὶ βασι‐ λεὺς αἰώνων.»
40 «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» «Ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξ‐ ουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» «Καὶ βαπτισθεὶς ὁ Κύριος, ἀνέβη εὐθὺς ἀπὸ τοῦ
45ὕδατος. Καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδεν τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, ὡσεὶ περι‐ στερὰν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα.»

95

.

1072

(50)

«Στέφανος δὲ ὑπάρχων πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδεν δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ.»
55«Οὐδεὶς Θεὸς εἰ μὴ εἷς. Καὶ γάρ εἰσι θεοὶ λεγό‐1072 in vol. 95

95

.

1073

μενοι, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐ‐ τόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ
5πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ.» Διαδραμὼν τὰ σύμπαντα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς, ἐπέκεινα τὸν νοῦν ἀνυψώσας, ἐννόησον τὴν θείαν φύσιν, ἑστῶσαν ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθῆ, ἁπλῆν, ἀσύνθετον,
10ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητὴν, κάλλος ἀμήχανον, σφοδρῶς μὲν τῆς τε‐ τρωμένης ψυχῆς καθαπτόμενον, λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον. Ἐκεῖ Πατὴρ, ἐκεῖ Υἱὸς, ἐκεῖ
15ἅγιον Πνεῦμα, ἡ ἄκτιστος φύσις, τὸ Δεσποτικὸν ἀξίω‐ μα, ἡ φυσικὴ ἀγαθότης· Πατὴρ ἡ πάντων ἀρχὴ, ἡ αἰτία τοῦ εἶναι τοῖς οὖσιν, ἡ ῥίζα τῶν ζώντων. ὅθεν προῆλθεν ἡ πηγὴ τῆς ζωῆς, ἡ σοφία, ἡ δύναμις, ἡ εἰκὼν ἀπαράλλακτος τοῦ ἀοράτου Θεοῦ, ὁ ἐκ τοῦ Πατρὸς γεν‐
20νηθεὶς Υἱὸς, ὁ ζῶν Λόγος, ὁ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὤν· οὐχὶ προσγενόμενος, ὑπάρχων πρὸ τῶν αἰώνων· οὐχὶ προσκτηθεὶς ὕστερον· Υἱὸς, οὐχὶ κτῆμα· ποιη‐ τὴς, οὐχὶ ποίημα· κτίστης, οὐχὶ δὲ κτίσμα· πάντα ὢν ὅσα ἐστὶν ὁ Πατήρ· Υἱὸς εἶπον καὶ Πατήρ· φύ‐
25λασσέ μοι ταύτας τὰς ἰδιότητας. Μένων οὖν ἐν τῷ εἶναι Υἱὸς, πάντα ἐστὶν ὅσα ἐστὶν ὁ Πατὴρ, κατὰ τὴν αὐτοῦ φωνὴν τοῦ Κυρίου, εἰπόντος· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Τῷ ὄντι γὰρ τῆς εἰκόνος ἐστὶ πάντα ὅσα ἐστὶ τῇ πρωτοτύπῳ μορφῇ.
30 Μίαν φωνὴν τὴν αὐτὴν, καὶ σύμφωνος φθέγξομαι. Τριὰς ὡς ἀληθῶς ἡ Τριὰς, ἀδελφοί· Τριὰς δὲ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις, ἀλλ’ ἴσων καὶ ὁμο‐ τίμων σύλληψις, ἐνούσης τῆς προσηγορίας τὰ ἡνω‐ μένα ἐκ φύσεως, καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῷ
35λελυμένῳ τὰ μὴ λυόμενα. Ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. Θεὸς μέν ἐστι τὸ ἀκρότατον καὶ ἀπρόσιτον, καὶ
40ἄῤῥητον φῶς, οὔτε νοῒ ληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως· τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ὁ ἥλιος. Ὅσον ἂν καθαρώμεθα, φανταζόμενον, καὶ ὅσον ἂν φαντασθῶμεν, ἀγαπώ‐ μενον, καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον·
45αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ καταληπτικόν· ὀλίγα τοῖς ἔξω χεόμενον. Ὅπερ ἐστὶν τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον. Καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς,

95

.

1073

(50)

ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι, καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων
δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον·1074 in vol. 95

95

.

1076

οὕτω καὶ ὁ Θεὸς τοῖς τε νοοῦσι, καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσα ἔφεσις ἵσταται.
5 Διὰ τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος ἡ Τριὰς λαμ‐ βάνεται. Καὶ γὰρ ὁ Πατὴρ τὸ πᾶν ἐργάσασθαι δύ‐ ναται, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ’ ἐπειδὴ περὶ τοῦ Πατρὸς οὐδεὶς ἀμφιβάλλει, τὸ δὲ ἀμφίβολον ἦν περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ‐
10ματος, παρείληπται ἐν τῇ μυσταγωγίᾳ, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, καὶ τὴν κοινωνίαν τῆς ἀξίας καταμανθάνωμεν· Ἅγιος, ἅγιος, ἅγιος· καὶ οὐ λέγουσιν, ἅγιοι, ἅγιοι, ἵνα τὸ ἑνικὸν πολυώνυμον ἀποφάνωσι, μηδὲ
15τῶν τριῶν τὸν ἀριθμὸν ἀποκρύψωσιν, ἀλλὰ τρὶς δι‐ δόασι τὴν ἁγιαστείαν· μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομά‐ σωσιν· εἷς γάρ ἐστι Θεὸς Πατὴρ ἐν Υἱῷ· Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι. Καὶ διὰ τοῦτο ἅγιος ἐν
20ἁγίοις ἀναπαυόμενος, Πατὴρ ὁ ἀληθινὸς ἐνυπόστατος, καὶ Υἱὸς ἀληθινὸς ἐνυπόστατος, καὶ Πνεῦμα ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης, μία οὐσία, μία δοξολογία, εἷς Θεός· ὀνομάσας Θεὸν, συμπεριείληφας διανοίᾳ τὴν Τριάδα. Ἔσχες Πνεῦμα ἅγιον, κατηξίω‐
25σαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἐδόξασας τὸν Πατέρα, ἐσήμανας τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, ἀλλὰ μὴ κατὰ συναλοιφήν. Ἔστι γὰρ ὁ Πατὴρ Πατήρ· ἔστιν ὁ Υἱὸς Υἱός· ἔστιν τὸ ἅγιον Πνεῦμα, ἅγιον Πνεῦμα. Ἀλλ’ οὐκ ἀπηλλο‐
30τριωμένη Τριὰς τῆς ἑνότητος, καὶ τῆς ταυτό‐ τητος. Ὦ Τριὰς ἁγία ἀριθμουμένη, Τριὰς ἐν ἑνὶ ὀνό‐ ματι ἀριθμουμένη! Οὐ γὰρ λέγεται μονὰς καὶ δυὰς, οὐδὲ μονὰς καὶ μονὰς, ἀλλὰ Τριὰς ἐν μονάδι, καὶ
35μονὰς ἐν Τριάδι, μονοειδῶς μονωνύμως εἷς Θεός· Πατὴρ ἐν Υἱῷ· Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύ‐ ματι. Μία δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. «Τὴν δόξαν γάρ μου, φησὶν, ἑτέρῳ οὐ δώσω.» Οὐ γάρ
40ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶ Πατὴρ ἐν Υἱῷ θεολογεῖται. Καθὼς καὶ Ἡσαΐας λέγει, θεο‐ λογῶν Υἱὸν σὺν Πατρί· «Προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ,
45Σωτήρ.» Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, οἱ μὴ ὁμολογοῦντες αὐτῷ, καὶ τὸ Πνεῦμα αὐτοῦ, τῆς αὐτῆς τῷ Υἱῷ οὐσίας, καὶ πλὴν αὐτοῦ [μὴ] εἶναι Θεόν. Οὐκ ἔστιν οὕτω· μὴ γένοιτο· οὐκ ἔστι γεννητὴ ἡ

95

.

1076

(50)

Τριὰς, ἀλλ’ ἀΐδιος, καὶ μία θεότης ἐν Τριάδι, καὶ1076 in vol. 95

95

.

1077

μία δόξα τῆς ἁγίας Τριάδος. Καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε; Μόνῳ Θεῷ ἁρμόττει λέ‐ γειν τὸ ἐμόν. Αὐτοῦ γὰρ μόνου ὄντως κτῆμα τὰ πάντα.
5Τίτλ. Βʹ. —Περὶ τοῦ ἄφευκτον εἶναι τὸν Θεόν· καὶ ὅτι πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λέ‐ ληθεν. «Οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» «Ὁρατής ἐστιν ἔργων χειρῶν ἀνθρώπων· λέληθε
10δὲ αὐτὸν οὐδὲν ὧν πράττουσιν.» «Κύριος πάντα ἐφορᾷ, καταλαμβάνων ἀνεξιχνία‐ στα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀρι‐ θμός.» «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ
15ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται κρύπτειν;» «Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.» «Ὑψηλὸς Κύριος, καὶ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπομακρόθεν γινώσκει.» «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ
20τοῦ προσώπου σου ποῦ φύγω;» «ᾍδης καὶ ἀπώλεια φανερὰ παρὰ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;» «Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς.»
25 «Θεὸς ἐγγίζων εἰμὶ ἐγὼ, λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν; Εἰ κρυβήσεταί τι ἐν κρυφίοις, κἀγὼ οὐκ ὄψομαι αὐτό; Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» «Κύριος ἀποκαλύψει βαθέα καὶ ἀπόκρυφα, γινώ‐
30σκων τὰ ἐν σκότει, καὶ φῶς μετ’ αὐτοῦ ἐστι.» «Τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει φωνῆς· διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς οὐ μὴ λάθῃ, οὐδ’ οὐ μὴ παρελεύσεται αὐτὸν ἐλέγχουσα δίκη.» «Τῶν νεφρῶν αὐτοῦ μάρτυς, καὶ τῆς καρδίας
35αὐτοῦ ἐπίσκοπος ἀληθὴς, καὶ τῆς γλώσσης ἀκου‐ στής.» «Τὴν σὴν χεῖρα ἐκφυγεῖν ἀδύνατόν ἐστιν.» «Οἱ ὀφθαλμοὶ Κυρίου μυριοπλάσιον ἡλίου φωτει‐ νότεροι, ἐπιβλέποντες πάσας τὰς ὁδοὺς τῶν ἀνθρώ‐
40πων.» «Ἔγνω Κύριος ὁ ὕψιστος πᾶσαν συνείδησιν, καὶ ἐπέβλεψεν εἰς σημεῖον αἰῶνος, ἀπαγγέλλων τὰ παρ‐ ελθόντα, καὶ τὰ ἐσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων. Οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα· οὐκ
45ἐκρύβη ὑπ’ αὐτοῦ εἷς λόγος. Τὰ μεγαλεῖα αὐτοῦ τῆς σοφίας τῆς κοσμικῆς ἐκόσμησεν, ὅς ἐστι πρὸ τοῦ αἰῶνος, καὶ εἰς τὸν αἰῶνα. Οὐ προσετέθη, οὔτε ἠλατ‐ τώθη.» «Ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ

95

.

1077

(50)

ἔστι κρυβῆναί τι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.»
«Ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, κατὰ τὴν1078 in vol. 95

95

.

1080

εὐδοκίαν αὐτοῦ, οὕτως ἄνθρωπος ἐν χειρὶ τοῦ ποιή‐ σαντος αὐτὸν, ἀποδοῦναι αὐτῷ κατὰ κρίσιν.» «Πολλὴ ἡ σοφία αὐτοῦ· ἰσχυρὸς ἐν δυναστείᾳ, βλέπων τὰ πάντα, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον
5ἀνθρώπου.» «Ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καρδίας. Καὶ οὐκ
10ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Οὐδὲν ἀπρονόητον, οὐδὲν ἀμέλητον παρὰ τῷ Θεῷ. Πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός· πᾶσι πάρ‐
15εστιν, ἐκπορίζων ἑκάστῳ τὴν σωτηρίαν. Εἰ ἔχινον ἔξω τῆς αὐτοῦ ἐπισκοπῆς ὁ Θεὸς οὐκ ἀφῆκε, τὰ σὰ οὐκ ἐπισκοπεῖ; Οὐδὲν αὐτὸν παρῆλθεν, οὐδὲ μέλλει, ἀλλὰ πάντα ἐνέστηκε, καὶ τὰ πόῤῥωθεν ἡμῖν προσδοκώμενα ὡς
20ἤδη παρόντα ὑπὸ τοῦ θείου ὀφθαλμοῦ καθορᾶται. Ὁ πανταχοῦ ὣν κατ’ οὐδὲν μέρος ἰδιαζόντως κα‐ ταλαμβάνεται, ἐπίσης περιέχων τὸ πᾶν. Ἅπαντα μέτρῳ καὶ τάξει ποιεῖ ὁ Θεὸς, καὶ οὐδὲν ἄμετρον παρ’ αὐτῷ, ὅτι μηδὲν ἀναρίθμητον.
25 Μόνης τῆς θεότητός ἐστι τὸ τῆς διανοίας ὁρᾷν Πάντα πεπλήρωκεν ὁ Θεὸς, καὶ διὰ πάντων διῆλ‐ θεν, καὶ κενὸν οὐδὲν, οὐδὲ ἔρημον ἀπολέλοιπεν αὐτοῦ. Ποῖον γάρ τις τόπον ἐφέξει, ἐν ᾧ οὐχ ὁ Θεάς ἐστι; Πρὸ γὰρ παντὸς γενητοῦ ὁ Θεός ἐστι, καὶ εὑρίσκε‐
30ται πανταχοῦ. Ἔκθεσμος ἅπας καὶ ἔκφυλος, ὁ τὸν τοῦ Θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾷν. Τίτλ. Γʹ. —Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔργα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ ζητεῖν, ἣ περιεργάζεσθαι.
35 «Εἶπεν ὁ Θεὸς πρὸς Μωϋσῆν· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπον μου, καὶ ζήσεται.» «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκρα‐ ταιώθη, καὶ οὐ μὴ δύναμαι πρὸς αὐτήν.»
40 «Ὁ προστιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα.» «Τίνι ὡμοιώσατε Κύριον, ἢ τίνι ὁμοιώματι ὡμοιώ‐ σατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, χρυσοχόος χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτὸν, ἢ ὁμοίωμα κατεσκεύασεν αὐτῷ;»
45«Ἐμωράνθη πᾶς ὁ ἄνθρωπος ἀπὸ γνώσεως.» «Λογισμοὶ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπί‐
νοιαι ἡμῶν· μόλις γὰρ εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς,1080 in vol. 95

95

.

1081

καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς, τίς ἐξιχνίασεν;» «Χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ περιεργάζου· ἃ, προσετάγη σοι, ταῦτα διανοοῦ.
5Οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν. Ἐν τοῖς περισ‐ σοῖς τῶν ἔργων σου μὴ περιεργάζου. Πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι· πολλοὺς γὰρ ἀπώλεσεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διάνοιαν αὐτῶν· καὶ ὁ ἀγαπῶν κίνδυνον
10ἐν αὐτῷ ἀπολεῖται.» «Περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ πε‐ ριεργάζου.» «Θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις.»
15 «Τίς ἐξιχνιάσει τὰ μεγαλεῖα τοῦ Θεοῦ; κράτος τῆς μεγαλοσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ; οὐκ ἔστιν ἐλαττῶσαι, οὐδὲ προσθεῖναι· καὶ οὐκ ἔστιν ἐξιχνιά‐ σαι τὰ θαύματα Κυρίου· ὅταν συντελέσῃ ὁ ἄνθρωπος,
20τότε ἄρχεται· καὶ ὅταν παύσῃ, τότε ἐξαπορηθήσε‐ ται.» «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» «Ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων· ὁ μόνος ἔχων ἀθανασίαν· φῶς οἰκῶν
25ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται.» Εἰ βούλει περὶ Θεοῦ λέγειν τι, ἢ ἀκούειν, ἄφες τὸ σῶμα ἑαυτοῦ· ἄφες τὰς σωματικὰς αἰσθήσεις· κατά‐ λιπε τὴν γῆν· κατάλιπε τὴν θάλασσαν· κάτω σεαυ‐
30τοῦ ποίησον τὸν ἀέρα· παράδραμε ὥρας, καιρῶν εὐταξίας, τὰς περὶ γῆν διακοσμήσεις. Ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας, τὰ περὶ αὐ‐ τῶν θαύματα, τὴν εὐκοσμίαν αὐτῶν, τὰ μεγέθη, τὰς χρείας, τὴν λαμπρότητα, τὴν θέσιν, τὴν
35κτίσιν. Μὴ ζήτει τὰ ἀνερεύνητα· οὐδὲ γὰρ εὑρίσκεις. Ἵνα γὰρ τί καὶ ζητεῖς; Παρὰ τίνος ἔχεις μαθεῖν; Παρὰ γῆς; οὐχ ὑφειστήκει. Παρὰ θαλάσσης; οὐκ ἦν ἡ ὑγρά. Παρὰ οὐρανοῦ; οὐκ ἦν ἐπαρθείς. Παρὰ ἡλίου
40καὶ σελήνης; οὐδέπω δεδημιούργηντο. Ἀλλὰ παρ’ αἰώνων; πρὸ αἰώνων ὁ Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα, ὑπὲρ τοῦ ἀεὶ ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς, καταγελῶ σου τῆς ἀγνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν.
45 Τοῖς γεγραμμένοις πίστευε· τὰ μὴ γεγραμμένα μὴ ζήτει. Εἰδέναι ἡμεῖς ὀφείλομεν ἃ χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Μὴ πάντα τὰ ῥήματα τῇ γλώσσῃ, ἵνα μὴ πάθῃς, καθάπερ ὁ ὀφθαλμὸς, ὃς ὅλον τὸν ἥλιον ἀποβλέψας, ἀπολεῖ καὶ ὃ ἔχει φῶς.

95

.

1081

(50)

Πόσος ὁ Θεὸς, καὶ τί τὸ μέτρον τοῦ Θεοῦ, καὶ ποταπὸς τὴν οὐσίαν; τὰ τοιαῦτα, ἐπικίνδυνα μὲν ἐρωτῶντι, ἀπορία δὲ τῷ ἐρωτωμένῳ· σιωπὴ δὲ,
θεραπεία τῶν τοιούτων.1082 in vol. 95

95

.

1084

Ὁ μὴ ταπεινῶν ἑαυτοῦ τὴν διάνοιαν, μηδὲ κατὰ μίμησιν τοῦ Ἀποστόλου λέγων τὸ, «Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὕτω λογίζομαι κατειληφέναι τι·» ἀλλὰ περινοῶν οὐσίας Θεοῦ κατάληψιν, καὶ τῷ ἰδίῳ λογι‐
5σμῷ ἐκμετρῶν τὰ ἀνέφικτα, καὶ τοιοῦτον εἶναι λο‐ γιζόμενος τὸν Θεὸν, ὅσον αὐτὸς τῷ ἰδίῳ λογισμῷ περιέλαβεν, καὶ ὅλως τὸν οἰκεῖον νοῦν μέτρον τῶν ὄντων ποιούμενος, καὶ μὴ λογιζόμενος, ὅτι ῥᾷον ἐστὶ κοτύλῃ μικρᾷ τὴν πᾶσαν θάλασσαν ἐκμετρῆ‐
10σαι, ἢ τῷ ἀνθρωπίνῳ νῷ τῆς ἀφάτου μεγαλειότητος τοῦ Θεοῦ περιδράξασθαι, εἰκῆ φυσιούμενος, καὶ ἐπαιρόμενος τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐ δύ‐ ναται λέγειν τὸ, «Ἐπίστευσα, διὸ ἐλάλησα.» Δεδιδάγμεθα παρὰ τῆς θείας Γραφῆς μηδὲν ἐπι‐
15τρέπειν ἡμῶν τῷ νῷ παρὰ τῶν συγκεχωρημένων φαντασιοῦσθαι. Θεοῦ μεμνῆσθαι μὲν διηνεκῶς εὐσεβὲς, καὶ κόρον οὐκ ἔχον τῇ φιλοθέῳ ψυχῇ· λόγῳ δὲ διεξιέναι τὰ περὶ Θεοῦ τολμηρόν· τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ
20τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης· πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστῶντος τὰ νοηθέντα. Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται, ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας, πῶς οὐκ ἀναγκαία ἡ
25σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων εὐτελείᾳ δόξῃ κινδυνεύειν τῆς θεολογίας τὸ θαῦμα; Φρίττω καὶ γλῶσσαν, καὶ διάνοιαν, ὅταν περὶ Θεοῦ φθέγγωμαι, καὶ ὑμῖν τὸ αὐτὸ συνεύχομαι, τὸ ἐπαι‐ νετὸν πάθος καὶ μακάριον.
30 Ταπεινόφρων ἐμὸς, οὐχ ὅστις περὶ ἑαυτοῦ μικρὰ διαλέγεται, καὶ τοῦτο πρὸς ὀλίγους καὶ ὀλιγάκις, οὐδὲ ὅστις ταπεινῶς προσαγορεύει τὸν ἀτιμότερον, ἀλλ’ ὅστις περὶ Θεοῦ μετρίως φθέγγεται· καὶ τὰ μὲν εἰπεῖν οἶδεν, τὰ δὲ κατέχειν, τῶν δὲ ὁμολογῆσαι
35τὴν ἄγνοιαν· καὶ παραχωρεῖται τοῦ λόγου τῷ πι‐ στευθέντι, καὶ εἶναί τινα πνευματικώτερον δέχεται, καὶ διαβεβηκότα μᾶλλον ἐν θεωρίᾳ. Φύσει μὲν ἅπας λόγος σαθρὸς, καὶ εὐκίνητος, καὶ διὰ τὸν ἀντίμαχον λόγον ἐλευθερίαν οὐκ ἔχων. Ὁ δὲ
40περὶ Θεοῦ, τοσούτῳ μᾶλλον, ὅσῳ μεῖζον τὸ ὑποκεί‐ μενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώ‐ τερος. Καὶ τί φοβηθέντες, τί θαῤῥήσομεν; νοῦν ἢ λόγον, ἢ ἀκοήν; ἐν τρισὶ τούτοις κινδύνου σαλεύον‐ τος. Καὶ γὰρ νοῆσαι χαλεπὸν καὶ ἑρμηνεῦσαι ἀμή‐
45χανον, καὶ ἀκοῆς κεκαθαρμένης τυχεῖν ἐργωδέ‐ στερον. Τίς φθόνος ἐπαινετῆς ἀναβάσεως; Καὶ τί πτῶμα τοιοῦτον, οἷον ἐπάρσει περιπαρῆναι, καὶ μὴ γνῶναι
τῆς ἀνθρωπίνης ἀναβάσεως τὴν ταπείνωσιν, καὶ ὅσον1084 in vol. 95

95

.

1085

ἔτι λείπεται τοῦ ἀληθινοῦ ὕψους ὁ πάντων ἀνώ‐ τερος; Κρεῖσσον καμεῖν ἐν τοῖς λογισμοῖς μετὰ τῆς ὁδη‐ γίας τοῦ Πνεύματος, ἢ προχείρως ἀσεβεῖν τὴν ῥᾳστώ‐
5νην διώκοντα. Οὔτε ἀέρα ἔπνευσέ τις ὅλον πώποτε, οὔτε οὐσίαν παντελῶς Θεοῦ, ἢ νοῦς ἐχώρησεν, ἢ φωνὴ περιέλα‐ βεν. Ἄλλη μὲν τοῖς ἐκκεκαθαρμένοις παντελῶς τὴν
10διάνοιαν ἁρμόζει ἡ θεολογία, ἡ μάλιστα ἀληθής· ἄλλη δὲ τοῖς πολλοῖς, ἡ δυναμένη τὴν διάνοιαν αὐτῶν εἰς εὐσέβειαν ἐκκαλεῖσθαι καὶ δικαιοπραγίαν ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ, ἀπαλλάττουσα τοῦ θηριώ‐ δους βίου.
15 Τί ποτε ἄρα ἐστὶ τὸ φῶς, ᾧ τὸ ζοφῶδες τοῦτο τῆς ἀνθρωπίνης φύσεως σπήλαιον ἐν τῷ παρόντι βίῳ οὐκ ἀπαυγάζεται; Ἢ τάχα πρὸς ἀνήνυστον, καὶ ἀκα‐ τάληπτον ἡ ἐπιθυμία βλέπει; Τίς γὰρ ἐν ἡμῖν λόγος τοιοῦτος, ὡς ἀνιχνεῦσαι τοῦ ζητουμένου τὴν φύσιν;
20Τίς ἐξεύροι ὀνομάτων τε καὶ ῥημάτων σημασίαν τοιαύτην, ὡς ἀξίαν ἡμῖν ἔννοιαν τοῦ ὑπερκειμένου φωτὸς ἐμποιεῖσθαι; Πῶς ὀνομάσω τὸ ἀθάνατον; πῶς παραστήσω τὸ ἄϋλον; πῶς δὲ δείξω τὸ ἀειδές; πῶς διαλάβω τὸ ἀμέγεθες, τὸ ἄποσον, τὸ ἄποιον, τὸ
25ἀσχημάτιστον, τὸ μήτε τόπῳ, μήτε χρόνῳ εὑρισκό‐ μενον, τὸ ἐξώτερον παντὸς πειρασμοῦ καὶ πάσης ὁριστικῆς φαντασίας; οὗ ἔργον ζωὴ, καὶ ἡ πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ὑπόστασις; Ἀλλ’ ὡς μὴ μάτην ὁ λόγος κάμῃ, τοῖς ἀχωρήτοις ἑαυτὸν
30ἐπεκτείνων· ἀμήχανον γὰρ ὑπὸ κατάληψιν τοῦτο ἐλθεῖν· πολυπραγμονοῦντες παυσώμεθα, τοσοῦτον μόνον ἐκ τῶν ζητηθέντων κερδάναντες, ὅσον δι’ αὐτῶν ἔννοιάν τινα μεγέθους ἄφραστον ἀνατυπώσα‐ σθαι. Ὅσον δὲ τῆς γνώσεως ἡμῶν ὑψηλότερον εἶναι
35τὸ ἀγαθὸν τῇ φύσει πιστεύομεν, τοσοῦτον μᾶλλον τὸ πένθος ἑαυτοῖς ἐπιτείνομεν· ὅτι τούτου τοῦ ὑπεραί‐ ροντος πᾶσαν δύναμιν καταληπτικὴν ἐν μετουσίᾳ ποτὲ ἦμεν οἱ ἄνθρωποι. Ἀκράτητος καὶ οὐρανοδρόμος ἡ θεία φύσις, ἀν‐
40έφικτος τοῖς διώκουσιν, ἐγγίζουσα τοῖς πιστεύουσιν. Ἀνθρώπιναι λέξεις Θεοῦ οὐσίαν ἑρμηνεῦσαι οὐ δύνανται. Ἔστιν ὅτε καὶ θεολογεῖν ἐπιχειροῦσιν, ὅπου καὶ ἡ ἀλήθεια ἀνέφικτος, καὶ ὁ στοχασμὸς ἐπικίνδυνος.
45 Εἰ ζητεῖς Θεὸν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει. Τίτλ. Δ. —Περὶ ἀγάπης καὶ φόβου Θεοῦ· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. «Ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἀβραὰμ ἐξ οὐρα‐

95

.

1085

(50)

νοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ
ἐγώ. Εἶπε δέ· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παι‐1086 in vol. 95

95

.

1088

δάριόν σου, μηδὲ ποιήσῃς αὐτῷ μηθέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ.» «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεὸς ἀπαιτεῖ
5παρὰ σοῦ, ἀλλ’ ἢ φοβεῖσθαι αὐτὸν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ;» «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς δυνάμεώς σου.» «Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν.»
10 «Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.» «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου‐ μένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ.»
15«Ἀρχὴ σοφίας, φόβος Κυρίου.» «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.» «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.» «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.» «Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θέλεις, οὐδὲ ἐν
20ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖς,» καὶ τὰ λοιπά. «Κύριος δώσει σοφίαν, καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.» «Φόβος Κυρίου πηγὴ ζωῆς· ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.»
25 «Φόβος Κυρίου μισεῖ κακίαν.» «Φόβος Κυρίου προστίθησιν ἡμέρας. Ὀχύρωμα ὁσίων, φόβος Κυρίου.» «Φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακῶν.» Ὑπερασπίζει Κύριος τῶν εὐλαβουμένων αὐτόν.»
30 «Φοβοῦ τὸν Θεὸν, καὶ ἔκκλινον ἀπὸ παντὸς κα‐ κοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.» «Ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος.» «Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ,
35καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε.» «Ἀνατελεῖ ἡμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἐν τοῖς πτέρυξιν αὐτοῦ ἴασις.» «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, εὐλαβείσθω ἀπὸ
40προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.» «Φόβος Κυρίου, δόξα καὶ καύχημα. Φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην, καὶ χαρὰν, καὶ μακροημέρευσιν. Τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων. Ἀρχὴ σοφίας, φοβεῖσθαι τὸν Κύ‐
45ριον, στέφανος σοφίας, φόβος Κυρίου. Ῥίζα σοφίας, φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέ‐ ρευσις. Σοφία καὶ παιδεία, φόβος Κυρίου. Μὴ ἀπειθήσῃς
φόβῳ Κυρίου, καὶ μὴ προσέλθῃς αὐτῷ καρδίᾳ δισσῇ.»1088 in vol. 95

95

.

1089

«Πνεῦμα φοβουμένων Κύριον ζήσεται ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς. Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν· ὀφθαλμοὶ Κυ‐ ρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.»
5 «Οἱ φοβούμενοι Κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνατε, ἵνα μὴ πέσητε. Οἱ φοβού‐ μενοι Κύριον οὐκ ἀπειθήσουσι ῥημάτων αὐτοῦ· καὶ οἱ ἀγαπῶντες αὐτὸν, συντελέσουσι τὰς ὁδοὺς αὐτοῦ.»
10 «Τῷ φοβουμένῳ τὸν Κύριον οὐκ ἀπαντήσει κακὸν, ἀλλ’ ἐν πειρασμῷ καὶ πάλῃ ἐξελεῖται. Χρήματα καὶ ἡ ἰσχὺς ἀνυψοῦσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φό‐ βος Κυρίου.» «Ὁ φοβούμενος Κύριον εὐθύνει φίλους αὐτοῦ.»
15 «Ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου.» «Σπέρμα ἔντιμον ποῖον; Οἱ φοβούμενοι τὸν Κύ‐ ριον. Πλούσιος καὶ ἔνδοξος, καὶ πένης, τὸ καύχημα αὐτῶν, φόβος Κυρίου.» «Οἱ φοβούμενοι Κύριον, πιστεύσατε αὐτῷ, καὶ
20οὐ μὴ πέσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον, ἐλπίσατε εἰς ἀγαθὰ, καὶ εἰς εὐφροσύνην αἰώνιον καὶ ἔλεος.» «Μεγιστὰν καὶ κριτὴς, καὶ δυνάστης δοξασθήσε‐ ται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου
25τὸν Κύριον.» «Πᾶσα σοφία φόβος Κυρίου. Οὐδὲν κρεῖττον φόβου Κυρίου, καὶ οὐδὲν γλυκύτερον τοῦ προσέχειν ἐντο‐ λαῖς Κυρίου.» «Ὁ φοβούμενος Κύριον, οὐδὲν εὐλαβηθήσεται.
30Φοβουμένου Κύριον, μακαρία ἡ ψυχή.» «Ὁ φοβούμενος Κύριον, ἐκδέξεται παιδείαν.» «Οἱ φοβούμενοι Κύριον, εὑρήσουσι κρῖμα καὶ δι‐ καιώματα, καὶ ὡς φῶς ἐκλάμψουσιν.» «Οὐκ ἔστιν ἐν φόβῳ Κυρίου ἐλάττωσις, φόβος
35Κυρίου, ὡς παράδεισος εὐλογίας.» «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπο‐ λέσαι ἐν γεέννῃ.»
40 «Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντο‐ λάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.»
45 «Ἀνοίξας Πέτρος τὸ στόμα εἶπεν· Ἐπὶ ἀληθείᾳ καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.» «Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συν‐

95

.

1089

(50)

εργεῖ εἰς ἀγαθόν.» «Εἴ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ.»
Φόβος Κυρίου, καθάρσιον ψυχῆς, κατὰ τὴν εὐχὴν1090 in vol. 95

95

.

1092

τοῦ Προφήτου λέγοντος· «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου·» ὡς ὅπου φόβος ἐνοικεῖ, πά‐ σης πονηρᾶς καὶ ἀνοσίας πράξεως ἀποφευγούσης, τῶν τοῦ σώματος μελῶν κινηθῆναι πρὸς ἀτόπους
5ἐνεργείας διὰ τὸ τῷ φόβῳ καθηλῶσθαι, μὴ δυναμέ‐ νων. Ὥσπερ γὰρ ὁ ἐμπεπηγότας ἔχων ἐν ἑαυτῷ τοὺς σωματικοὺς ἥλους, ἀνενέργητός ἐστιν, ὑπὸ τῶν ὀδυνῶν κατεχόμενος, οὕτως ὁ τῷ φόβῳ Θεοῦ κατει‐ λημμένος, οὐκ ὀφθαλμῷ χρήσασθαι πρὸς ἃ μὴ δεῖ,
10οὐ χεῖρας κινῆσαι πρὸς ἀπηγορευμένας πράξεις, οὐχ ὅλως μικρὸν ἢ μεῖζον ἐνεργῆσαι παρὰ τὸ καθῆκον δύναται· οἷον ὀδύνῃ τινὶ τῇ προσδοκίᾳ τῶν ἀπειλη‐ θέντων συμπεπαρμένος. Ἀναγκαῖον ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαι‐
15τούμεθα, ὃ τῇ ἐλλιπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότατον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ, καὶ τῶν ἐν τῇ γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ.
20 Φόβος Κυρίου παντοίων κατορθωμάτων τῆς ψυχῆς περιγίνεται. Ἡ εἰς Θεὸν ἀγάπη αὕτη ἐστὶν, τὸ ὑπὲρ δύναμιν ἀεὶ τὴν ψυχὴν ἐπεκτεῖναι. Ὥσπερ τῷ βοῒ καὶ τῷ ὄνῳ ἐκ τῆς παρὰ τοῦ τρέ‐
25φοντος εὐεργεσίας, ἡ πρὸς αὐτὸν ἀγάπη αὐτομάτως ἐγγίνεται, οὕτω καὶ ἡμεῖς, ἐὰν εὐαισθήτως καὶ εὐ‐ γνωμόνως τὰς εὐεργεσίας δεξώμεθα. Τὸν τοσούτων καὶ τηλικούτων εὐεργέτην Θεὸν πῶς οὐκ ἀγαπήσομεν κατὰ φύσιν, ἵν’ οὕτως εἴπω, ἀδιδάκτως τῆς τοιαύτης
30διαθέσεως τῇ ὑγιανούσῃ ψυχῇ ἐγγινομένης; Ἀρχὴ σοφίας φόβος Κυρίου, οἷόν τι πρῶτον σπάρ‐ γανον· καὶ σοφία τὸν φόβον ὑπερβᾶσα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται.
35 Ἀγαθὸν καὶ ὑποχωρῆσαί τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖν ἑτοίμως τῷ καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα· τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος
40δύναμιν. Οὐ τοσοῦτον ἐργάζεσθαι δυνήσεται λόγος, ὅσον ἐρ‐ γάζεται φόβος. Τί γεέννης χαλεπώτερον; ἀλλ’ οὐδὲν τοῦ ταύτης χρησιμώτερον φόβου. Ὁ γὰρ τῆς γεέν‐ νης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον.
45Καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου, οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων, τολμήσει φανῆναι πλησίον· οὕτω φόβου κατέχοντος τὰς ψυχὰς, οὐδὲν τῶν ἀν‐ ελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν, ἀλλὰ

95

.

1092

(50)

δραπετεύει καὶ φυγαδεύεται, τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτό ἐστιν ὃ καρ‐
πούμεθα ἀπὸ τοῦ φόβου μόνον, ἀλλὰ καὶ ἕτερον1092 in vol. 95

95

.

1093

πολλῷ μεῖζον. Οὐ γὰρ δὴ μόνον τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολ‐ λῆς εὐκολίας τὴν ἀρετήν. Οὐδὲν γὰρ οὕτω κατ‐ εσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι ποιεῖ
5καὶ θάλλειν, ὡς διηνεκοῦς φόβου φύσις. Διὰ τοῦτο τὸν μὴ συζῶντα φόβῳ ἀμήχανον κατορθῶσαι, ὡσπερ‐ οῦν τὸν ἐν φόβῳ ζῶντα ἀμήχανον διαμαρτεῖν. Φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος, καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος.
10 Ὁ τοῦ ἀπαθοῦς Θεοῦ φόβος ἀπαθής· φοβεῖται γάρ τις, οὐ τὸν Θεὸν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ Θεοῦ. Ὁ δὲ τοῦτο δεδιὼς, τὸ τοῖς κακοῖς συμπεσεῖν, φοβεῖται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα, ἄφθαρ‐ τον ἑαυτὸν καὶ ἀπαθῆ εἶναι βούλεται.
15 «Οὐ δυνατὸν τὸν ἀληθῶς φοβούμενον τὸν Θεὸν δει‐ λίαν ἔχειν, εἰρημένου τοῦ· «Πλὴν αὐτὸν μὴ φοβοῦ ἄλλον.» Ὁ φοβούμενος τὸν Θεὸν, κατὰ Θεὸν πάντα πράττει.
20 Λέγεται ὁ Θεὸς φοβερὸς εἶναι· ἀλλ’ οὐχ ὡς θανα‐ σίμου θηρίου ἢ ἀνθρώπου ὠμοῦ φόβον ἔχειν. Ὁ γὰρ Θεὸς φῶς ἐστιν, καὶ τὰ ἑξῆς. Πῶς οὖν φοβηθῶμεν φῶς, ἢ ζωὴν, ἢ ἀλήθειαν, ἢ ἀνάστασιν; ὡς ἐάν τις ᾗ ἐπὶ ὑψηλὸν ὄρος οἰκῶν, καὶ λέγεται φοβεῖσθαι
25αὐτό· οὐ τὸ ὄρος φοβεῖται, ἀλλὰ τοῦ μὴ ἐκπεσεῖν αὐτοῦ. Τοίνυν καὶ ἡμεῖς φοβούμεθα τὸν Θεὸν, φοβού‐ μενοι ἐκπεσεῖν τοῦ φωτὸς, καὶ τῆς ζωῆς, καὶ τῆς ἀληθείας, καὶ τῆς γνώσεως. Τίτλ. Εʹ. —Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ
30ὅτι οὐ δεῖ ἀντιλέγειν, ἣ δικαιολογεῖσθαι πρὸς Θεόν. «Ἀνομία ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ῥήματα ἐνώπιον Κυρίου.» «Οὐκ εἶ ἄνθρωπος κατ’ ἐμὲ, ᾧ ἀντικρινοῦμαι,
35ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.» «Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχό‐ μενος παρὰ Κυρίου, ἀκούων τοιαῦτα οὐθὲν ὤν; Ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω; Χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσ‐
40θήσω.» «Μή μοι εἴη ἐναντίον Κυρίου ἀσεβῆσαι, ἢ ἐναν‐ τίον παντοκράτορος ταράξαι τὸ δίκαιον.» «Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ ἡ καρδία σου μὴ ταχύνηται τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου
45τοῦ Θεοῦ.» «Μὴ ἐρεῖ πλάσμα τῷ πλάσαντι, Οὐ σύ με ἔπλα‐ σας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας;» «Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς; Τί οὐκ

95

.

1093

(50)

ἐργάσεις, οὐδὲ ἔχεις χεῖρας; καὶ μὴ ἀποκριθήσεται1094 in vol. 95

95

.

1096

τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτόν; ἢ ὁ λέγων τῷ πατρὶ, τί ἐγέννησε; καὶ τῇ μητρὶ, Τί ὠδίνεις;» «Ὁ μὴ ἐνθυμηθεὶς κατὰ τοῦ Κυρίου πονηρὰ, δο‐ θήσεται αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτή.»
5 «Μὴ δικαιοῦ ἐναντίον Κυρίου.» «Ὦ ἄνθρωπε, μενοῦν γε, σὺ τίς εἶ ὁ ἀνταπο‐ κρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλά‐ σαντι· Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος
10ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» «Μὴ πειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Οἱ τολμῶντες Θεῷ ἀντιλέγειν, φασίν· Διά τί ἐν τῇ κατασκευῇ τὸ ἀναμάρτητον οὐκ ἔχομεν, ὥστε
15οὐδὲ βουλομένοις ἡμῖν ὑπάρχειν τὸ ἁμαρτάνειν; Ὅτι καὶ σὺ τοὺς οἰκέτας, οὐχ ὅταν δεσμίους ἔχῃς, εὔνους ὑπολαμβάνεις, ἀλλ’ ὅταν ἴδῃς ἑκουσίως ἀποπληροῦν‐ τάς σοι τὰ καθήκοντα. Καὶ Θεῷ φίλον, οὐ τὸ ἠναγ‐ κασμένον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον. Ἀρετὴ
20δὲ ἐκ προαιρέσεως, καὶ οὐκ ἀνάγκης γίνεται. Ὁ τοίνυν μεμφόμενος τὸν ποιητὴν, ὡς μὴ φυσικῶς κατασκευάσαντα ἡμᾶς ἀναμαρτήτους, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ, καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμ‐
25πράκτου. Μηδεὶς, παρακαλῶ, διορθούσθω τὸν Κύριον, μηδὲ λεγέσθω, ὅτι τοῦτο ἡμῖν ὠφελεῖ συμβῆναι, καὶ οὐκ ἐκεῖνο πάντως. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἐν γνόφῳ γὰρ κρίνει,
30κατὰ τὸν Ἰὼβ, καὶ νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται. Εἶδεν τὰ ἀπὸ κακίας ἐπὶ ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ προτρεπόμενα φάρμακα. Κάθες, ἄνθρωπε, τὴν ὁρμήν· ἐπίθες τῇ γλώττῃ
35μοχλὸν καὶ θύραν, ἀποπήδησον τῆς οὕτω ψυχρᾶς εἰ‐ καιομυθίας Πάρες ἐπὶ πάντα Θεῷ τὸ καὶ εἰδέναι καὶ δρᾷν ἅπερ ἂν αὐτῷ πρέπει. Τίτλ. ϛʹ. —Περὶ ἀγγέλων· ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολάζονται.
40 «Προστάγματι ἐθανάτωσε δράκοντα ἀποστά‐ την.» «Ὁ Θεὸς ἁμαρτησάντων οὐκ ἐφείσατο· ἀλλὰ σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖσθαι.»
45«Ἀγγέλους τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρ‐
χὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρί‐1096 in vol. 95

95

.

1097

σιν μεγάλης ἡμέρας δεσμοῖς αἰωνίοις ὑπὸ ζόφον τε‐ τήρηκεν.» Ἄγγελοι πάντες, ὥσπερ προσηγορίας, οὕτω καὶ φύσεως πάντως τῆς αὐτῆς τυγχάνουσι.
5 Φανοτάτης οὔσης οὐσίας τῶν ἀγγέλων, μᾶλλον δὲ οὐρανίου, οὐκ ἀποτεταγμένον ἓν εἶδος, ἢ μία μορφὴ περὶ αὐτὰ εὑρίσκεται· οὐ γὰρ σκληραὶ καὶ ἀντίτυ‐ ποι φύσεις σωμάτων εἰσίν. Ἦν τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες
10αὐτῶν, ὁ μέγας Ἰεζεκιὴλ περὶ τῶν ἀγγέλων ἔλεγεν· ὅπερ δηλοῖ τὸ ἀκλινὲς τῆς γνώμης, καὶ τὸ πρὸς τὰ νοήματα τῆς φύσεως ἐκείνης ὀξυκίνητον. Τιμῶμεν ἀγγέλους, οὐ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὴν ἀρετήν· καὶ δαίμονας ἀτιμάζομεν, διὰ τὴν ἐν‐
15υπάρχουσαν αὐτῶν κακίαν. Πνευματικαὶ τῶν ἀγγέλων οὐσίαι· εἰκάζονται δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας μεταμορφούμενοι. ΤΙΤΛ. Ζʹ. —Περὶ ἀγγέλων· ὅτι ἀγγέλους φύλακας
20ἡμῖν ἐπέστησεν ὁ Θεός. «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσ‐ ώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπειθήσῃ αὐτῷ· οὐ γὰρ μὴ
25ὑποστελεῖταί σε. Τὸ γὰρ ὄνομά μού ἐστιν ἐν αὐτῷ.» «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐ‐
30ρανοῖς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Ὥσπερ παιδαγωγούς τινας ἢ παιδονόμους ἐπιτε‐ ταγμένους τοῖς ἀνθρώποις τοὺς ἀγγέλους εἰδὼς ὁ Ἀπόστολος, εἰς μαρτυρίαν ἐκάλεσε.
35 Τοὺς μὲν ἁγίους φωταγωγοὶ φυλάττουσιν ἄγγελοι, τοὺς δὲ φαύλους σκοτεινοί. Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δο‐ θέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται. Ἡ γὰρ
40πνευματικὴ φιλία ἔστιν ἀρετὴ καὶ γνῶσις Θεοῦ, δι’ ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν, εἴ γε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνον‐ ται τοῖς ἀγγέλοις. ΤΙΤΛ. Ηʹ. —Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ
45κατασκευῆς. «Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ‐ τούς.» «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, λαβὼν χοῦν ἀπὸ

95

.

1097

(50)

τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· καὶ ὕπνωσεν, καὶ ἔλαβεν μίαν ἐκ πλευρῶν αὐτοῦ, καὶ
ἐνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς, καὶ ᾠκοδόμησεν αὐ‐1098 in vol. 95

95

.

1100

τὴν εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ἐστιν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κλη‐ θήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή·
5ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασαν· δέρμα καὶ κρέας ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖ‐
10ρας. Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.» «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται.»
15 «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.» «Τὰ πάντα ἐγένετο ἐκ τοῦ χοὸς, καὶ τὰ πάντα ἐπιστρέψει εἰς τὴν γῆν.» «Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ,
20καὶ κατ’ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐ‐ τόν.» «Ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον
25ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι κρίσιν κρίνῃ.» «Εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος, ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου, καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ, δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν
30αἵματι, ἐκ σπέρματος ἀνδρὸς, καὶ ἡδονῆς ὕπνῳ συν‐ ελθούσης. Καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα, καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσα γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων· ἐν σπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν. Οὐδεὶς γὰρ βασιλεὺς
35ἑτέραν ἔσχε γενέσεως ἀρχήν· μία δὲ πάντων εἴσοδος εἰς τὸν κόσμον, ἔξοδος ἴση.» «Κύριος ἔκτισε ἐκ γῆς ἄνθρωπον· ἡμέρας ἀρι‐ θμοὺς καὶ καιρὸν ἔδωκεν αὐτῷ, καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν ἐπ’ αὐτῆς. Κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐ‐
40τὸν, καὶ ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς, κατακυριεύειν θηρίων καὶ ἑρπετῶν. Διαβούλιον, καὶ δόξαν, καὶ ὀφθαλμοὺς, καὶ ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτὸν, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτῷ.»
45 «Πάντα ὅσα ἀπὸ γῆς, εἰς τὴν γῆν ἐπελεύσεται.» «Αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν ἔργοις ἀγα‐ θοῖς ἐν Χριστῷ Ἰησοῦ, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτῷ περιπατήσωμεν.» «Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς

95

.

1100

(50)

τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων.»
Αὐτὸς ὁ Δημιουργὸς καὶ Δεσπότης τῶν ἁπάντων1100 in vol. 95

95

.

1101

ἐπὶ τοῖς ἔργοις αὐτοῦ ἀγάλλεται. Τῷ γὰρ παμμεγε‐ θεστάτῳ αὐτοῦ κράτει οὐρανοὺς ἐστήριξεν, καὶ τῇ ἀκα‐ ταλήπτῳ αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς· γῆν δὲ ἐχώρισεν ἀπὸ τοῦ περιέχοντος αὐτὴν ὕδατος, καὶ
5ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίου θελήματος θεμέ‐ λιον. Ἐπὶ τούτοις τὸν ἐξοχώτατον καὶ παμμεγέθη ἄνθρωπον ταῖς ἰδίαις αὐτοῦ καὶ ἀμώμοις χερσὶν ἔπλασεν, τῆς ἑαυτοῦ εἰκόνος χαρακτῆρα. Οὕτως γάρ φησιν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα
10ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» Ταῦτα οὖν πάντα τελειώσας, ἐποίησεν αὐτὰ, καὶ ηὐ‐ λόγησε, καὶ εἶπεν· «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Τίς ὀστέων ἐξῆπται ἄτηκτον οὐσίαν; τίς δὲ συνέδη‐
15σεν ἐπιτείνεσθαι νεύροις, καὶ ἀνίεσθαι περὶ τὰς ἁρ‐ μογὰς καμπτόμενα τὰ μέλη; τίς ὃς ἐζύμωσε χυμοὺς, δεύσας αἵματι, καὶ μαλθακὴν ἡμῖν ἐκ χοὸς σάρκα; Μόνος ὁ ἀριστοτέχνης τὴν λογικωτάτην εἰκόνα καὶ ἔμψυχον τὸν ἄνθρωπον, ἡμᾶς ἑαυτοῦ τεκταινόμενος,
20καὶ κηροπλαστῶν ἐξ ὑγρῶν καὶ βραχυτάτων σπερμά‐ των ἐν μήτρᾳ. Τίς γάρ ἐστιν ὁ προμηθούμενος μὴ συμπνίγεσθαι τῷ ὑγρῷ, καὶ τῇ συνοχῇ τῶν ἀγγείων ἐπικλειζόμενον ἔσω τὸ ἔμβρυον; ἢ τίς ὁ μετὰ τὸ λοχευθῆναι, καὶ εἰς φῶς ἀνελθεῖν, εἰς μέγεθος, καὶ
25κάλλος, καὶ ῥώμην, ἐξ ἀσθενοῦς καὶ βραχέος μετα‐ βάλλων, εἰ μὴ αὐτὸς οὗτος ὁ ἀριστοτέχνης, ὡς ἔφην, Θεὸς, τῇ ποιητικῇ δυνάμει μετασχηματίζων, καὶ μεταζωγραφῶν τὰς ἰδέας; Ὁ Θεὸς ἀθανασία ἐστὶ, καὶ ζωὴ, καὶ ἀφθαρσία· ἔργον δὲ ἄνθρωπος Θεοῦ·
30πᾶν δὲ τὸ ὑπὸ ἀθανασίας ἐργασθὲν, ἀθάνατον. Διὸ τὸν μὲν ἄνθρωπον ηὐτούργησεν αὐτός· τὰ δὲ λοιπὰ γένη τῶν ζώων, ἀέρι, καὶ γῇ, καὶ ὕδατι προσέταξε φέρειν, «Ἐξαγαγέτω, λέγων, τὰ ὕδατα ἑρπετὰ ζω‐ σῶν ψυχῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ
35τὸ στερέωμα τοῦ οὐρανοῦ.» Καὶ, «Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος· τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς κατὰ γένος.» Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐκ ἔτι, «Ἐξαγαγέτω,» ἀλλὰ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» Καὶ,
40«Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν αὐ‐ τόν.» Σῶμα ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον· καὶ ψυχὴν ἐποίησεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν· ἐκακώθη δὲ ἡ ψυχὴ παρατραπεῖσα τοῦ κατὰ φύσιν. Ἦν ποτε Ἀδὰμ
45ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει. Διὰ τί οὐκ εὐθέως αὐτῷ συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα; Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ τέχνης. Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστὶν, οἷον πτερὰ καὶ τρίχες, καὶ δερμάτων παχύτης, στέγειν μὲν χειμῶ‐

95

.

1101

(50)

νας, φέρειν δὲ καύσωνας δυναμένων· ἀνθρώπῳ δὲ ἔπρεπε κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγάπης παρηλλαγμένας τῶν ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρ‐ χειν. Σκόπει, τίς ἡ ἀπὸ ψυχῆς τῇ σαρκὶ ἐνδιδομένη δύ‐
55ναμις, καὶ τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυχὴν ἐπανιοῦσα
συμπάθεια· πῶς δέχεται μὲν τὴν ζωὴν ἐκ τῆς ψυ‐1102 in vol. 95

95

.

1104

χῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ ψυχή· ποίας ἀποθήκας τῶν μαθημάτων ἔχει· διὰ τί οὐκ ἐπισκοτεῖ τῇ γνώσει τῶν προλαβόντων ἡ τῶν ἐπιγινομένων προσθήκη, ἀλλὰ σύγχυτοι καὶ εὐκρινεῖς
5αἱ μνῆμαι, οἷον χαλκῆ τις στήλη τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἐγκεχαραγμέναι διαφυλάττονται· πῶς μὲν πρὸς τὰ τῆς σαρκὸς ὑπολισθαίνουσα πάθη τὸ οἰκεῖον ἀπόλλυσι κάλλος· πῶς δὲ πάλιν τὸ ἀπὸ κακίας αἶ‐ σχος καθαιρομένη δι’ ἀρετῆς, πρὸς τὴν ὁμοίωσιν ἀνα‐
10τρέχει τοῦ Κτίσαντος. Πρόσχες, εἰ δοκεῖ, μετὰ τὴν τῆς ψυχῆς θεωρίαν καὶ τὴν τοῦ σώματος κατασκευήν· καὶ θαύμασον, ὅπως πρέπον ἐν αὐτῷ καταγώγιον τῇ λογικῇ ψυχῇ ὁ ἀριστοτέχνης ἐδημιούργησεν. Ὄρθιον μόνον ἔπλασεν τῶν ζώων τὸν ἄνθρωπον, ἵνα ἐκ τοῦ
15σχήματος ἴδοις, ὅτι ἐκ τῆς ἄνωθεν συγγενείας ἐστὶν ἡ ζωή σου. Τὰ μὲν γὰρ τετράποδα πάντα πρὸς τὴν γαστέρα νένευκεν, ἀνθρώπῳ δὲ ἑτοίμη πρὸς οὐρα‐ νοὺς ἡ ἀνάβλεψις, ὥστε μὴ σχολάζειν τῇ γαστρὶ, μηδὲ τοῖς ὑπογαστρίοις πάθεσιν, ἀλλ’ ὅλην ἔχειν τὴν
20ὁρμὴν τοῦ ἄνω πορεύεσθαι. Ἔπειτα τὴν κεφαλὴν ἐπὶ τὸ ὑψηλότατον θεὶς, ἐν αὐτῇ τὰς πλείστου ἀξίας τῶν αἰσθήσεων καθιδρύσατο. Ἐκεῖ ὄψις, καὶ ἀκοὴ, καὶ γεῦσις, καὶ ὄσφρησις, πᾶσαι ἐγγὺς ἀλλήλων κατῳκισμέναι, καὶ οὕτω περὶ τὸ βραχὺ χωρίον στε‐
25νοχωρούμεναι, οὐδὲν ἑκάστη παρεμποδίζει τὴν ἐνέρ‐ γειαν τῆς γείτονος. Παρήχθημεν εἰς τὸ εἶναι μὴ ὄντες, καὶ κατ’ εἰκόνα τοῦ Κτίσαντος ἐγενήθημεν, νοῦν καὶ λόγον συμπληροῦν‐ τα ἡμῶν τὴν φύσιν ἔχοντες, δι’ οὗ Θεὸν ἐγνωρίσαμεν.
30 Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρω‐ μένων ἡ σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ζῶντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύο‐
35μεν. Τὰ ἀπὸ χρόνου ἀρξάμενα, ἀνάγκη πάντως καὶ ἐν χρόνῳ συστέλλεσθαι. Εἰ ἀρχὴν ἔχει χρονικὴν, μὴ ἀμ‐ φιβάλῃς περὶ τοῦ τέλους. Τίς ὁ τῇ σοφίᾳ κατασκευάσας τὸν ἄνθρωπον, καὶ
40εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα, καὶ μίξας τὸν χοῦν τῷ πνεύματι, καὶ συνθεὶς ζῶον ὁρατὸν καὶ ἀόρατον, πρόσκαιρον καὶ ἀθάνατον, ἐπίγειον καὶ οὐράνιον, ἁπτόμενον Θεοῦ, καὶ οὐ περιδρασσόμενον, ἐγγίζον καὶ μακρυνόμενον;
45 Ὅπως συνεζύγην, οὐκ οἶδα, καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ πηλῷ συμφύρομαι. Ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δε‐ σμὸν φεύγω, καὶ ὡς συγκληρονόμον αἰσχύνομαι. Τῆξαι

95

.

1104

(50)

φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλ‐ λιστα χρήσομαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀνατεῖναι διὰ τῶν πράξεων. Φείδομαι
ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστα‐1104 in vol. 95

95

.

1105

σιν, ἣ πῶς μὴ ἀπὸ Θεοῦ πέσω, βαρυνθεὶς ταῖς πέ‐ δαις, κατασπώσαις ἢ κατεχούσαις εἰς ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεως. Ὃ φοβοῦμαι, περιέπω· ὃ
5στέργω, δέδοικα· πρὶν πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διΐσταμαι. Τίς ἡ περὶ ἐμὲ σο‐ φία; καὶ τί τὸ μέγα περὶ ἐμὲ μυστήριον; ἢ τί βού‐ λεται, μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαν‐ τας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωρι‐
10ζόμενοι καταφρονῶμεν τοῦ Κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν, παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος, ἵνα εἴδωμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι
15καὶ ἀθάνατοι, κληρονόμοι φωτὸς πυρὸς, εἴτουν σκό‐ τους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ διὰ ταῦτα· ὡς γοῦν ἐμοὶ καταφαίνεται· ἵνα ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συστελλώμεθα.
20 Τάξις τὸν ἄνθρωπον ἐκ λογικοῦ καὶ ἀλόγου συγκρί‐ ματος ζῶον λογικὸν συνεστήσατο, καὶ συνέδησε μυ‐ στικῶς καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ, τὸν νοῦν τῷ πνεύματι· καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι, τὸ αὐτὸ καὶ διεσώσατο, καὶ διέλυ‐
25σεν. Τὸν μὲν γὰρ ἐπεισήγαγεν, τὸν δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Τίς ἡ μίξις ἡμῶν; τίς ἡ κίνησις; πῶς τὸ ἀθάνα‐ τον τῷ θνητῷ συνεκράθη; πῶς κάτω ῥέω, καὶ ἄνω
30φέρομαι; πῶς ψυχὴ περιφέρεται, καὶ ζωὴν δίδωσι, καὶ πάθους μεταλαμβάνει; πῶς ὁ νοῦς περιγραπτὸς καὶ ἀόριστος, ἐν ἡμῖν μένων, καὶ πάντα ἐφοδεύων τάχει φορᾶς καὶ ῥεύσεως; πῶς μεταλαμβάνεται λόγῳ καὶ μεταδίδοται, καὶ δι’ ἀέρος χωρεῖ, καὶ μετὰ τῶν
35πραγμάτων εἰσέρχεται ἀπὸ τῶν αἰσθήσεων; Οὐχ ἵνα φάγωμεν καὶ πίωμεν, καὶ περιβαλώμεθα, ἐγεννήθημεν, ἀλλ’ ἵνα φύγωμεν κακίαν, ἑλώμεθα δὲ ἀρετὴν, τῆς θείας ἐπιλαβόμενοι φιλοσοφίας. Ὅτι γὰρ οὐχ ἵνα φάγωμεν καὶ πίωμεν, ἐγεννήθημεν, ἀλλ’ ἐφ’
40ἑτέροις πολλῷ μείζοσι καὶ βελτίοσιν, ἄκουσον τοῦ Θεοῦ καὶ τὴν αἰτίαν λέγοντος, ἐφ’ ᾗ ἄνθρωπον ἐποίησεν· διαπλάττων γὰρ αὐτὸν, οὕτω πως φησί· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» Ὅμοιοι δὲ τοῦ Θεοῦ γινόμεθα, οὐκ
45ἐσθίοντες καὶ πίνοντες καὶ περιβαλλόμενοι· Θεὸς γὰρ οὔτε ἐσθίει, οὔτε πίνει, οὔτε περιβάλλεται· ἀλλὰ δικαιοσύνην ἀσκοῦντες, καὶ φιλανθρωπίαν ἐπιδει‐ κνύμενοι, χρηστοὶ καὶ ἐπιεικεῖς ὄντες, τοὺς πλησίον ἐλεοῦντες, ἅπασαν ἀρετὴν διώκοντες· ἐπεὶ τὸ φαγεῖν

95

.

1105

(50)

καὶ τὸ πιεῖν, κοινὸν πρὸς τὴν τῶν ἀλόγων φύσιν1106 in vol. 95

95

.

1108

ἡμῖν ἐστιν, καὶ οὐδὲ ἐκείνων κατὰ τοῦτο ἀμείνους ἐσμέν. Τί ὠφέλησαν οἱ Ἑλλήνων σοφοὶ, τοὺς λόγους μη‐ χανησάμενοι, καὶ τὸν τοῦ λόγου δοτῆρα μὴ γνωρί‐
5σαντες; Τί ὠφέλησεν Πλάτων, τὸ μὲν στόμα πλα‐ τύνας, τὴν δὲ ψυχὴν μὴ εὐεργετήσας; Οὐχ οἱ πολλὰ περὶ ψυχῆς διαλαβόμενοι, καθ’ ἑαυτοὺς ἀπ‐ έψυξαν, τὸν ἐμπνεύσαντα αὐτοῖς τὴν ψυχὴν ἐπιγνῶ‐ ναι μὴ θελήσαντες; Εἰ γὰρ ἔγνωσαν τὸν ποιητὴν
10τῶν ἁπάντων, ἐπείσθησαν τῷ Μωσεῖ τῷ θεράποντι λέγοντι· «Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν.» Εἶδες πῶς ἔργον Θεοῦ ὁ ἄνθρωπος, τὸ ἔμψυχον τοῦ Θεοῦ
15κειμήλιον, ἡ ῥίζα τοῦ λογικοῦ ζώου, ὁ ἐν τῇ πλευρᾷ τὴν γυναῖκα βαστάζων; εἶδες πῶς διεπλάσθη ὁ ἄν‐ θρωπος; πῶς παραδόξως ἐγένετο ὁ Ἀδάμ; πα‐ ραδόξως ἐπλάσθη, καὶ ὑπὲρ φύσιν ἐγέννησε φυσικῶς μὲν ἐγέννησε τὸν Κάϊν καὶ τὸν Ἄβελ,
20καθώς φησιν ἡ θεία Γραφή· ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν· τὸ δὲ ὑπὲρ τὴν φύσιν, τοῦτό ἐστι τὸ ζητούμενον· πῶς Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ θυγατέρα ἐγέννησεν. Εἰ καὶ Θεὸς αὐτὴν ἐδημιούργησεν, ἀλλ’ ὅμως ἐκ τοῦ
25Ἀδὰμ τὴν πλευρὰν ἐδανείσατο. Ὅθεν καὶ διαπλάτ‐ των αὐτὴν, ὕπνον ἐνέβαλεν ἐπὶ τὸν Ἀδὰμ καὶ ἔκστα‐ σιν, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀν‐ επλήρωσε σάρκα ἀντ’ αὐτῆς. Ἀλλ’ ὅμως καὶ ἐν ἐκστάσει ὕπνωσε τὸν Ἀδὰμ, ὃν οὐκ ἔλαθεν ὃ ὁ Θεὸς
30ἐποίησεν ἐν κρυφῇ· μόνον γὰρ εἶδεν ὁ Ἀδὰμ τὴν Εὔαν· ἥψατο τῆς ἑαυτοῦ πλευρᾶς, καὶ εὗρε τὸ λεῖ‐ πον μετὰ προσθήκης σαρκὸς δεδωκὼς, καὶ λογικὸν ζῶον ὑποδεξάμενος. Ὅθεν καὶ τοῦ Θεοῦ προσαγα‐ γόντος τὴν γυναῖκα τῷ Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτὴν,
35ἀποκριθεὶς ὁ Ἀδὰμ πρὸς τὸν Θεὸν, εἶπεν, Τί μοι ταύτην ὡς ξένην παρήγαγες, Δέσποτα; οὐκ ἐκπλήτ‐ τομαι τῇ θέᾳ. Ἐγνώρισα γάρ μου τὴν σάρκα. Ἐχα‐ ρίσω μοι ζῶον λογικὸν, εἰ καὶ διαφέρει τῷ σχήματι, ἀλλ’ ἥνωται τῇ φύσει. Γυνὴ καλείσθω· ἐξ ἀνδρὸς
40γὰρ ἐλήφθη, καὶ ἐκ τῆς πλευρᾶς ἐπλάσθη. Ἔστω οὖν ὑπὸ χεῖρα. Οὐ γὰρ ἐκ τῆς κεφαλῆς ἐλήφθη, ἀλλ’ ἐκ τῆς πλευρᾶς. Κατὰ μὲν τὴν πρώτην ἑπταετίαν ἔκφυσις ὀδόντων ἐστίν· κατὰ δὲ τὴν δευτέραν, καιρὸς τοῦ προίεσθαι
45σπέρμα γόνιμον. Τρίτη δὲ, γενείων αὔξησις. Τετάρτη δὲ, πρὸς ἰσχὺν ἐπίδοσις. Πέμπτη δ’ αὖ γάμων ὥρα. Ἕκτη, συνέσεως ἀρχή. Ἡ δὲ ἑβδόμη, βελτίωσις ἀμφοῖν, καὶ συναύξησις νοῦ καὶ λόγου. Ὀγδόη δὲ, ἡ ἐν ἑκατέρῳ τελείωσις. Κατὰ δὲ τὴν ἐννάτην, ἡ ἐπι‐

95

.

1108

(50)

είκεια καὶ πραότης τῶν παθῶν ἐπὶ πλεῖον ἡμερω‐ θέντων. Κατὰ δὲ τὴν δεκάτην, τὸ εὐκταῖον τοῦ βίου τέλος, ἔτι τῶν ὀργανικῶν μελῶν συνεστηκότων. Φι‐ λεῖ γὰρ τὸ μακρὸν γῆρας ἕκαστον ὑποσκελίζειν καὶ
παραιρεῖσθαι. Ἰατρὸς Ἱπποκράτης, ἡλικίας ἑπτὰ1108 in vol. 95

95

.

1109

εἶναι φησί· παιδίου, παιδὸς, μειρακίου, νεανίσκου, ἀνδρὸς, πρεσβύτου, γέροντος. Ταύτας δὲ μετρεῖσθαι μὲν ἑβδομάσιν, οὐ μὴν ταῖς κατὰ τὸ ἑξῆς. Λέγει δὲ οὕτως· «Ἐν ἀνθρώπου φύσει ἑπτά εἰσιν ὧραι, ἃς
5ἡλικίας καλέουσιν· παιδίον, παῖς, μειράκιον, νεανί‐ σκος, ἀνὴρ, πρεσβύτης, γέρων. Καὶ παιδίον μέν ἐστιν ἄχρι ἑπτὰ ἐτῶν, τουτέστι τῆς τῶν ὀδόντων ἐκβολῆς. Παῖς δὲ ἄχρι γονῆς ἐκφύσεως, εἰς τὰ δὶς ἑπτά. Μειράκιον ἄχρι γενείου λαχνώσεως, ἐς τὰ τρὶς
10ἑπτά· νεανίσκος δὲ ἄχρις αὐξήσεως ὅλου τοῦ σώμα‐ τος, ἐς τὰ τετράκις ἑπτά. Ἀνὴρ δ’ ἄχρις ἑνὸς δέον‐ τος πεντήκοντα· πρεσβύτης δὲ, ἄχρι πεντήκοντα, ἐς τὰ ἑπτάκις ὀκτώ. Τὸ δὲ ἐντεῦθεν, γέρων.» Δυνατὸν ἐν τριακοστῷ ἔτει αὐτὸν ἄνθρωπον πάπ‐
15πον γενέσθαι. Ἡβᾷν μὲν περὶ τὴν τεσσαρεσκαιδεκά‐ την ἡλικίαν, ἐν ᾗ σπείρει, τὸ δὲ σπαρὲν ἐντὸς ἐνιαυτοῦ γενόμενον, πάλιν πεντεκαιδεκάτῳ ἔτει τὸ ὅμοιον ἑαυτῷ γεννᾷν. Πᾶν τὴν ἀρχὴν ἔχον, καὶ τέλος ἐπιδέχεται. Τὸ δὲ
20τέλος ἐπιδεχόμενον, φθορᾶς ἐστι δεκτικόν. ΤΙΤΛ. Θʹ. —Περὶ τοῦ αὐτεξουσίου· ὅτι δέδοται ἡμῖν παρὰ Θεοῦ, καὶ ἐν ἡμῖν ἐστι σωθῆναι καὶ ἀπολέσθαι. «Διαμαρτύρομαι ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ
25τὴν γῆν· τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα ἐπὶ προσώπου ὑμῶν, καὶ τὴν εὐλογίαν, καὶ τὴν κατ‐ άραν.» «Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου εἰμὶ ἐγώ.» «Κύριος ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφ‐
30ῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. Παρέθηκέν σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἐκτείνοις τὴν χεῖρά σου. Ἐναντία ἄνθρωπον ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ αὐτῷ.» «Ἰδοὺ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι.»
35 «Οὐκ οἴδατε, ὅτι ᾧ ἐμπαριστάνετε ἑαυτοὺς δού‐ λους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε.» Θέλουσιν ὑμῖν εὖ πράττειν, Θεὸς ἕτοιμος εἰς τὸ παρέχειν. Τέθεικα, φησὶ, πρὸ προσώπου σου τὴν ζωὴν καὶ
40τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακὸν, δύο ἀντικει‐ μένας φύσεις. Ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ σεαυ‐ τοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσι‐ τελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδονὴν, καὶ δι’ αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ
45ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου τρυφῆς.
Τὰ ἐν ᾄδου κακὰ, οὐχὶ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ’1110 in vol. 95

95

.

1112

ἡμᾶς αὐτούς. Ἀρχὴ γὰρ καὶ ῥίζα πάσης ἁμαρτίας τὸ ἐφ’ ἡμῖν, καὶ τὸ αὐτεξούσιον. Ἡ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι, πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κεχω‐
5ρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτ‐ εξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικου‐ μένην. Τίνος γὰρ τοῦτο, εἰ οὐχὶ βασιλέως ἐστίν; Ἀγαπήσωμεν τὴν εὐλογίαν, καὶ φύγωμεν τὴν κατ‐ άραν. Ἐφ’ ἡμῖν γάρ ἐστιν ἑλέσθαι κατ’ ἐξουσίαν
10ἑκάτερον, πρὸς ὅπερ ἐν τῇ προθυμίᾳ ῥέψωμεν. Οὐ πάντα ἡμῖν ἐξ εὐθείας ὁμιλεῖ ὁ Θεός. Ἐπειδὴ γὰρ ἑκόντας βούλεται εἶναι καλοὺς, οὐ διὰ τὸ αὐτοῦ ἀδύνατον· ἄπαγε· ἀλλὰ διὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον. Αὐτῷ γὰρ ἔξεστι νεῦσαι μόνον, μᾶλλον δὲ ποιῆσαι
15ἅπερ ἂν βούλεται. Ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν γενό‐ μενοι κύριοι, οὐκ ἀνεχόμεθα πάντα ὑπακούειν αὐτῷ. Ἐὰν δὲ ἄκοντας ἑλκύσῃ, ὅπερ ἔδωκεν ἀφαιρήσεται, τὴν τῆς ἐξουσίας ἐλευθερίαν. Εἰδότες, ὅτι καὶ τὸ θέλειν, καὶ τὸ τρέχειν ἐν ἡμῖν
20ἐστιν, καὶ διὰ τοῦ θέλειν καὶ τοῦ τρέχειν, τὸν Θεὸν ἐπισπασώμεθα πρὸς τὴν ἡμετέραν βοήθειαν· ἐπι‐ σπασάμενοι δὲ αὐτὸν, πρὸς τὸ τέλος ἥξομεν τῶν πραγμάτων· διανιστῶμεν οὖν, ἀδελφοὶ, καὶ πᾶσαν σπουδὴν ἐπιδειξώμεθα ἐν τῇ τῆς ψυχῆς σωτηρίᾳ τῆς
25ἡμετέρας, ἵνα μικρὸν ἐνταῦθα πονέσαντες χρόνον, κατὰ τὸν ἀγήρω καὶ ἀθάνατον αἰῶνα τῶν ἀθανάτων ἀπολαύσωμεν ἀγαθῶν. Πλάσας ὁ Θεὸς κατ’ ἀρχὰς τὸν ἄνθρωπον, τῆς γνώμης αὐτοῦ τὰ τῆς φύσεως ἀπῃώρησεν, ἐντολὴν
30μίαν ποιησάμενος τὴν διὰ πεῖραν· φυλάξαντα μὲν γὰρ ταύτην, τῆς ἀθανάτου λήξεως πεποίηκεν ἔσε‐ σθαι· παραβάντα δὲ, τῆς ἐναντίας. Ἐπὶ τῷ ἀνθρώπῳ μὲν αἵρεσις ὡς ἐλευθέρῳ· ἐπὶ Θεῷ ἡ δόσις ὡς Κυρίῳ· δίδωσι δὲ βουλομένοις καὶ
35ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵνα οὕτως ἴδιον αὐ‐ τοῦ ἡ σωτηρία γένηται. Οὐ γὰρ ἀναγκάζει ὁ Θεός· βία γὰρ ἐχθρὸν Θεῷ· ἀλλὰ τοῖς ζητοῦσι πορίζει, καὶ τοῖς αἰτοῦσι παρέχει, καὶ τοῖς κρούουσιν ἀνοί‐ γει.
40 Βουλομέναις μὲν ὁ Θεὸς ταῖς ψυχαῖς συνεπιπνεῖ. Εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας, καὶ τὸ δοθὲν ἐκ τοῦ Θεοῦ πνεῦμα συνεστάλη. Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐλεύθερον καὶ αὐτεξούσιον, ἵνα ὃ ἑαυτῷ ἐποίησεν δι’ ἀμελείας καὶ
45παρακοῆς, τοῦτο αὐτῷ γοῦν ὁ Θεὸς δωρῆται διὰ φι‐ λανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. Καθάπερ γὰρ παρακούσας ὁ ἄνθρω‐ πος, θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούων τῷ βουλήματι τοῦ Θεοῦ, δύναται περιποιήσασθαι

95

.

1112

(50)

ἑαυτῷ τὴν αἰώνιον ζωήν. Δέδωκε γὰρ ἡμῖν ὁ Θεὸς
ἐντολὰς ἁγίας, ἃς πᾶς ὁ ποιῶν, δύναται σωθῆναι,1112 in vol. 95

95

.

1113

καὶ ἀναστάσεως τυχὼν κληρονομήσει τὴν ἀφθαρ‐ σίαν. Ἐν σοὶ ἂν εἴη καὶ φωτὸς ἀπολαύειν, καὶ ζόφῳ συνδιαιτᾶσθαι. Πρὶν παρέβη, καὶ ἠθέτησε ὁ πρωτό‐
5πλαστος ἄνθρωπος, χειροήθη εἶχεν πάντα τὰ θηρία, μηδὲν αὐτὸν ἀδικοῦντα παντελῶς. «Ἐγὼ εἰμὶ ἡ θύρα,» εἴρηκεν ὁ Κύριος. Οἱ θησαυροὶ οὖν τῆς σο‐ φίας καὶ τῆς γνώσεως ἔνδον τῆς θύρας κεκρυμμένοι τυγχάνουσι.
10 Λέγουσί τινες περὶ τοῦ ἀνθρώπου, ὅσα δεῖ αὐτὸν ποιῆσαι ἀγαθὰ καὶ πονηρά. Πολλοὶ οὖν ἐμπίπτοντες διὰ τοῦ πονηροῦ εἰς κακὰ, λέγουσιν· Οὐαὶ τῷ ἄστρῳ αὐτοῦ· καὶ πάλιν, ὅτι κατὰ τὸ δοτὸν ἀποθνήσκουσιν οἱ ἄνθρωποι· ἢ ἐν τῷ ποταμῷ, ἢ ἐν κρημνῷ, ἢ
15οἱῳδήποτε τρόπῳ. Καὶ τοῦτο ματαιολογοῦντες ἁμαρ‐ τάνουσιν. Ὁ γὰρ Θεὸς αὐτεξούσιον ἔδωκε τὴν προ‐ αίρεσιν τῷ ἀνθρώπῳ, καὶ ὑπέδειξεν αὐτῷ τὴν ὁδὸν τοῦ φωτὸς καὶ τοῦ σκότους. Τὸ κέρδος καὶ τὴν ζη‐ μίαν λέγει διὰ τοῦ προφήτου Ἡσαΐου· «Ἐὰν θέλητε,
20καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, ἐγὼ οὐκ ἀναγκάζω.» Τὸ γὰρ ἐξ ἀνάγκης γινόμενον κέρδος οὐκ ἔχει. Ἐγὼ ὅρους οὐκ ἐπέθηκα· οὐκ ἔταξα ἐπὶ σὲ καλὰ ἢ κακά. Ἐπεὶ εἰ ἐνετείλατό μοι φόνον, ἢ
25πορνείαν δηλονότι, ποιῆσαι αὐτὰ εἶχον· τὸ γὰρ προστάγματι αὐτοῦ ἀντειπεῖν οὐ δυνατόν. Ἢ τίς κρίνει με τὰς ἐντολὰς αὐτοῦ τηροῦντα; οὐδέποτε ὁ Θεὸς θελητής ἐστι κακοῦ ἀνθρώπων. Τὰ γὰρ πει‐ ρατήρια τὰ ἐπερχόμενα τῶν ἀνθρώπων, ἐκ τοῦ πο‐
30νηροῦ εἰσιν· τοῦ Ἀποστόλου λέγοντος· «Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπι‐ θυμίας.» Ἐὰν δὲ ποιῇς ἀγαθὸν, τῇ τοῦ Θεοῦ φιλαν‐
35θρωπίᾳ ἐπίγραψον· ἐὰν δὲ πονηρὸν, τῇ τοῦ διαβόλου πονηρίᾳ ἐπίγραψον. ΤΙΤΛ. Ιʹ. —Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων πραγμάτων καταστάσεως· καὶ τίνι ἔοικεν ἄνθρωπος, καὶ ὁ βίος αὐτοῦ· καὶ
40ὅτι μάταια τὰ παρόντα, καὶ σκιᾶς ἀδρανέ‐ στερα. «Προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου.» «Πάροικοί ἐσμεν ἐναντίον σου, καὶ κατοικοῦντες,
45ὡς πάντες οἱ πατέρες ἡμῶν. Ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ τῆς γῆς.» «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας τῆς μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ βίος μου ἐστὶν ἐλαφρότερος λαλιᾶς.»

95

.

1113

(50)

«Σκιά ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς.» «Βροτὸς γενητὸς τῆς γυναικὸς, ὀλιγόβιος, καὶ πλήρης ὀργῆς. Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ.» «Ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου, σκῶ‐
55ληξ.»1114 in vol. 95

95

.

1116

«Ἥγημαι ἐμαυτὸν γῆν καὶ σποδόν.» «Ἐγώ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος.» «Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. Πάροι‐ κος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος.»
5 «Μνήσθητι, ὅτι χοῦς ἐσμεν.» «Ἐμνήσθη, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον.» «Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.» «Ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου.»
10 «Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.» «Ἄνθρωπος ματαιότητι ὁμοιωθεὶς, αἱ ἡμέραι μοι ὡσεὶ σκιὰ παράγουσιν.» «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» «Ἐπῄνεσα γὰρ τοὺς τεθνηκότας, τοὺς ἤδη ἀπο‐
15θανόντας ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ δύο τούτους, ὅστις οὔπω ἐγένετο, ὃς οὐκ οἶδε σύμπαν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον.» «Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ.» «Τί ἐπερίσσευσεν ἀνθρώπῳ παρὰ τὸ κτῆνος; οὐ‐
20δέν· ὅτι πάντα ματαιότης.» «Πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων, καὶ θυμοῦ περισπασμός. Καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καὶ γὰρ τοῦτο ματαιότης ἐστί.» «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς γυμνὸς, ἐπι‐
25στρέψει τοῦ πορευθῆναι ὡς ἤκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν τῇ χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ ἀῤῥωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται.» «Οἱ πατέρες ὑμῶν, καὶ οἱ προφῆται ποῦ εἰσίν;
30μὴ εἰς τὸν αἰῶνα ζήσονται.» «Πᾶσα σὰρξ χόρτος, καὶ δόξα ἀνθρώπου, ὡς ἄν‐ θος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.» «Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε,
35καὶ ὁ σὴς καταφάγεται ὑμᾶς.» «Μὴ φοβήθητε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυ‐ λισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον πα‐ λαιωθήσονται, καὶ βρωθήσεται ὑπὸ σητός.» «Καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν· καὶ παρελεύσε‐
40ται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης. Σκιᾶς γὰρ πάρ‐ οδος ὁ βίος ἡμῶν.» «Τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία ἡμῶν; καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; Παρῆλ‐ θεν ἐκεῖνα πάντα ὡς σκιὰ, καὶ ὡς ἀγγελία παρα‐
45τρέχουσα, ὡς ναῦς διερχομένη, κυμαινόμενον ὕδωρ· ἧς διαβάσης, οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν πορείας αὐτῆς ἐν κύμασιν· ἢ ὡς ὀρνέου διϊπτάντος
ἀέρα, οὐδὲν εὑρίσκεται τεκμήριον πορείας.»1116 in vol. 95

95

.

1117

«Πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται, ὡς φύλλον θᾶλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει. Οὕτως γενεὰ σαρκὸς καὶ αἵματος.» «Ἄνθρωποι πάντες, γῆ καὶ σποδός.»
5 «Ξένοι καὶ παρεπίδημοί ἐσμεν ἐπὶ γῆς.» «Ἀριθμὸς ἡμερῶν ἀνθρώπου, πολλὰ ἔτη ἑκατόν· ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης, καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέραις αἰῶνος.» «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι
10οὐδὲν ἐξενεγκεῖν δυνάμεθα.» «Ποία ζωὴ ἡμῶν ἐστιν; ἀτμὴ γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη.» Ὁδὸς ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς
15πλοίοις καθεύδοντες, αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἕλκονται, κἂν αὐτοὶ μὴ αἰσθάνωνται ἀλλ’ ὁ δρόμος αὐτῆς πρὸς τὸ τέλος ἐπείγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέον‐ τος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ
20οἰκεῖον ἕκαστος τὸ πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Οἷον καθεύδεις; καὶ ὁ χρόνος σε παρατρέχει. Ἐγρήγορας, καὶ ἄσχολος εἶ τὴν διάνοιαν; ἀλλ’ ὅμως ἡ ζωὴ δαπανᾶται, κἂν τὴν αἴσθησιν διαφεύγῃ. Δρόμῳ οὖν τρέχομεν πάντες οἱ
25ἄνθρωποι, πρὸς τὸ οἰκεῖον τέλος ἕκαστος κατεπειγό‐ μενοι. Διὰ τοῦτο πάντες οἱ ἄνθρωποί ἐσμεν ἐν ὁδῷ· καὶ οὕτω δ’ ἂν λάβοις τῆς ὁδοῦ τὴν ἔννοιαν, ὁδοιπό‐ ρος ἐφέστηκας τῷ βίῳ τούτῳ πάντα παρέρχῃ· πάντα κατόπιν σοι γίνεται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυ‐
30τὸν, ἢ πόαν, ἢ ὅ τι ἂν τύχῃ τῶν ἀξίων θεάματος; μικρὸν ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις, καὶ φάραγξιν, καὶ κρημνοῖς, καὶ σκοπέλοις, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, ἤ τισιν ἄλλοις τῶν ὀχληρῶν, μικρὸν ἠνιάθης, εἶτα
35κατέλιπες. Τοιοῦτος ὁ βίος, οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Ἡ ὁδὸς οὐκ ἔστι σὴ, ἀλλ’ οὐδὲ τὰ παρόντα σά· ἐπὶ τῶν ὁδευόν‐ των, ὁμοῦ τε ὁ πρῶτος τὸ ἴχνος ἐκίνησεν, καὶ εὐθὺς ὁ μετ’ αὐτὸν τὴν βάσιν ἤνεγκεν, καὶ μετ’ ἐκεῖνον ὁ
40ἐφεπόμενος. Σκόπει δὲ εἰ μὴ καὶ τὰ τοῦ βίου πα‐ ραπλήσια. Τὴν γῆν σήμερον σὺ ἐγεώργησας, καὶ αὔ‐ ριον ἄλλος, καὶ μετ’ ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους, καὶ τὰς πολυτελεῖς οἰκίας; πόσα εἴδη ὀνομάτων, τούτων ἕκαστον ἤμειψεν; τοῦ δεῖνος ἐλέ‐
45γετο. Εἶτα μετωνομάσθη πρὸς ἕτερον· πρὸς τὸν δεῖνα μετῆλθεν· εἶτα νῦν ἄλλου λέγεται. Ἆρα οὖν οὐχ ὁδὸς ὁ βίος, ἄλλοτε ἄλλου μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; «Μακάριος οὖν, ὃς ἐπὶ τῆς ὁδοῦ τῶν ἁμαρτωλῶν οὐκ ἔστη.»

95

.

1117

(50)

Ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος χόρτου, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, εἰπόντος, ὅτι «Πᾶσα
σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος1118 in vol. 95

95

.

1120

χόρτου.» Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημε‐ ρίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκεν εἰ‐ κόνος. Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρ‐
5κωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν, ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς σφριγῶν, καὶ σύν‐ τονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον ὁ αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ δια‐ λυθείς. Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περι‐
10ουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων, δορυφορία φίλων προσποιητῶν τὴν ἀπ’ αὐτοῦ χάριν θεραπευόν‐ των, πλῆθος συγγενείας καὶ ταύτης κατεσχηματισμέ‐ νης, ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶν τε ἐπισι‐ τίων, καὶ τῶν κατ’ ἄλλας χρείας αὐτῷ προσεδρευόν‐
15των· καὶ οὓς καὶ προιὼν, καὶ πάλιν ἐπανιὼν ἐπι‐ συρόμενος, ἐπίφθονός ἐστι τοῖς συντυγχάνουσιν. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικήν τινα δυναστείαν, καὶ τὰς ἐκ βασιλέων τιμὰς, ἢ ἐθνῶν ἐπιμέλειαν, ἢ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα
20πρὸ αὐτοῦ, τοὺς ῥαβδοφόρους ἔνθεν καὶ ἔνθεν βαρυ‐ τάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἀπαγωγὰς, τὰ δεσμω‐ τήρια, ἐξ ὧν ἀπόῤῥητος ὁ παρὰ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; μία νὺξ
25καὶ πυρετὸς, ἢ πλευρίτης, ἢ περιπνευμονία ἀνάρ‐ παστον ἐξ ἀνθρώπων, ἀπάγουσα τὸν ἄνθρωπον οἴ‐ χεται, πᾶσαν τὴν κατ’ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπο‐ γυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπε‐ λέγχθη. Ὥστε ἐπιτέτακται τῷ προφήτῃ ἡ πρὸς τὸ
30ἀδρανέστερον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης φύ‐ σεως. Οὐδὲν μόνιμον τῶν ἀνθρωπίνων· ἀλλὰ τὰ μὲν ἐκ τοῦ μὴ ὄντος πρόεισιν εἰς τὸ τέλειον· τὰ δὲ πρὸς τὴν οἰκείαν ἀκμὴν φθάσαντα, καὶ τὸ ἀκρότατον μέτρον
35αὐτῶν αὐξηθέντα, πάλιν ταῖς κατὰ μικρὸν ὑφαιρέ‐ σεσι φθίνει τε καὶ διαλύεται, καὶ μειούμενα κα‐ θαιρεῖται· ὥστε ἐκ τοῦ κατὰ τὴν σελήνην θεάματος παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα, καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτροπῆς λαμβάνοντας ἔννοιαν, μὴ
40μεγαλοφρονεῖν ταῖς εὐημερίαις τοῦ βίου, μὴ ἐπ‐ αγάλλεσθαι δυναστείαις, μὴ ἐπαίρεσθαι πλούτου ἀδη‐ λότητι· περιφρονεῖν τῆς σαρκὸς περὶ ἣν ἡ ἀλλοίωσις, ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς, ἧς τὸ ἀγαθόν ἐστιν ἀκίνητον. Εἰ δὲ λυπεῖ σε ἡ σελήνη ταῖς κατὰ μι‐
45κρὸν ἀφαιρέσεσι τὸ φέγγος ἐξαφανίζουσα, λυπείτω σε πλέον ψυχὴ ἀρετὴν μὴ κτησαμένη, καὶ διὰ ἀπροσεξίας αἰτίαν τὸ καλὸν ἀφανίζουσα, καὶ μη‐ δέποτε ἐπὶ τῆς αὐτῆς διαθέσεως μένουσα· ἀλλὰ πυκνὰ τρεπομένη, καὶ μεταβαλλομένη διὰ τὸ τῆς

95

.

1120

(50)

γνώμης ἀνίδρυτον. Τὸν βίον τοῦτον πολλαχοῦ εὑρίσκομεν ὑπὸ τῆς θείας Γραφῆς ὕδατα καὶ θάλασσαν ὀνομαζόμενον· ὡς ἐν τῷ ψαλμῷ, «Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσελάβετό με ἐξ ὑδάτων πολλῶν.»
55Πρόδηλον γὰρ, ὅτι τὴν ταραχὴν τοῦ βίου, ὕδατα1120 in vol. 95

95

.

1121

λέγει. Οὔτε γὰρ τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὸς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστα‐ τικὰ τῶν πραγμάτων καὶ κατηφῆ, παγίως ἥδρασται· ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλύδωνι, καὶ μεταβολαῖς
5ἀδοκήτοις ὑπόκειται. Ὥσπερ οὖν θάλασσαν ἀμή‐ χανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι· τὴν γὰρ νῦν λίαν σταθερὰν μικρὸν ὕστερον ὄψει βιαίως ὑπὸ ἀνέμων τραχυνομένην, καὶ πάλιν τὴν ἀγριαίνου‐ σαν, καὶ βρασσομένην τῷ κλύδωνι, βαθείᾳ γαλήνῃ
10ταχὺ κατεστόρεσεν· οὕτως καὶ τὰ τοῦ βίου πρά‐ γματα ῥᾳδίως λαμβάνει περιστροφὰς ἐφ’ ἑκάτερα. Οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ εἰς τὸ παν‐ τελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν. Τὰ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀδρανέστερα,
15καὶ ὀνείρων ἀπατηλότερα· εἴτε γὰρ νεότης ἐαρινῶν ἀνθῶν ὀξύτερον καταῤῥεῖ, καὶ ὥρα σώματος, ἢ χρόνῳ, ἢ νόσῳ μαραίνεται. Καὶ πλοῦτος μὲν ἄπι‐ στος, δόξα δὲ εὐπερίτρεπτος, αἵ τε παρὰ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ ἀπαρτίζονται, ἀλλὰ καὶ
20τὸ περισπούδαστον ἅπασιν, ὀλίγοι ἄχρι ἀκοῆς τὴν χάριν ἔχουσιν. Πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς, καὶ ἐπαγάλλῃ πατρίδι, καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; πρόσεχε σεαυτῷ, ὅτι θνητὸς
25εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ εἰς τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ τὰς πανηγύρεις διατιθέντες; οἱ λαμπροὶ ἱπποφόροι; οἱ στρατηγοί; οἱ
30σατράπαι; οἱ τύραννοι; οὐ πάντα κόνις, οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα τῆς ζωῆς αὐτῶν; ἔγκυψον τοῖς τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης, καὶ τίς ὁ δεσπότης· τίς ὁ πτωχὸς, καὶ τίς ὁ πλούσιος. Διάκρινον, εἴ τις σοι δύναμις, τὸν δέ‐
35σμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσ‐ θενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Μεμνημένος οὖν τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Οἱ ἄνθρωποι ταῖς νεφέλαις ἐοίκασιν, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ’ ἄλλο μέρος τοῦ
40ἀέρος ἐμφερομέναις. Φύσει μὲν οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστά‐ μενον· ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολ‐
45λάκις, ἔστι δὲ ὅτε καὶ ὥρας φέρων μεταβολὰς, καὶ αὔραις μᾶλλον πιστεύειν αὐτὸν ἔστιν οὐχ ἱσταμέ‐ ναις, καὶ νηὸς ποντοπορούσης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασι, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ κατὰ ψαμάθων παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώ‐

95

.

1121

(50)

πων εὐημερίᾳ. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ ὥσπερ ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤ‐ ῥιπτούμενα· καὶ οὐδὲν οὕτως τοῦ κατέχοντος ἴδιον,
ὡς ἢ μὴ χρόνῳ παυσθῆναι, ἢ φθόνῳ μετατεθῆναι.1122 in vol. 95

95

.

1124

Οὐδὲν ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔ‐ ταρκες, οὐδὲ εἰς τέλος ὅμοιον· οὔτε εὐθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις, οὐκ ἀσθένεια, οὐ τα‐ πεινότης, οὐ δυναστεία, οὐ τὰ παρόντα, οὐ τὰ μέλλοντα,
5οὐ τὰ ἡμέτερα, οὐ τὸ ἀλλότριον, οὐ μικρὸν ἢ μεῖζον, οὐχ ὅ τι ἂν εἴπῃ τις. Καὶ τοῦτο ἴσον κἂν ἰσότης ἔχει, τὴν περὶ πάντων μεταβολήν. Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχωρεῖ, καὶ ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν, καὶ γράμμασι τοῖς
10καθ’ ὕδατος, ἢ ἀνθρώπων εὐημερίᾳ. Τέθνηκα τῷδε τῷ ταλαιπώρῳ βίῳ, Ὃς φέρεται ἄνω καὶ κάτω Εὐρίπου δίκην, Βέβαιον οὐδὲν, οὐδὲ ἐφ’ ἡμέραν φέρων. Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί· τοιοῦτον τὸ ἐπὶ
15γῆς παίγνιον, οὐκ ὄντα γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμενον, φάσμα τι μὴ κρατούμενον, πτῆσις ὀρνέου παρερχομένου, ναῦς ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσα· κόνις, ἀτμὶς, ἑωθινὴ δρόσος, ἄνθος καιρῷ φυόμενον, καὶ καιρῷ λυόμενον·
20«Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄν‐ θος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.» Καλῶς ὁ θεῖος Δαβὶδ περὶ ἀσθενείας ἡμῶν ἐφιλοσόφησεν, καὶ ἐν ἐκείνοις τοῖς ῥήμασι· «Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·» καὶ παλαιστῶν μέτρον τὰς ἀν‐
25θρωπίνας ἡμέρας ὁρίζεται. Πολλαὶ μὲν τοῦ βίου τοῦ πολυπαθοῦς αἱ ὁδοί· ἄλλη δὲ ἀλλοίαις βλάβαις συμμίσγεται· ὁ πλοῦτος μὲν ἄπιστος· ἡ δὲ ἀρχὴ καὶ εὐδαιμονία, ὀνείρων ὑπερη‐ φανία· καὶ τὸ ἄρχεσθαι μόχθος, ἡ πενία δὲ δεσμός·
30εὐμορφία δὲ ἐπιλάμπουσα καὶ ἐξαστράπτουσα, μικρὰ χάρις· ἡ νεότης δὲ θερμότης χρόνου· τὸ γῆρας λυ‐ πηρὸν τέλος τοῦ βίου· ἡ δόξα ὡς ἀήρ· ἡ ἰσχὺς ὡσεὶ χόρτος τοῦ ἐν ἀγρῷ ἀχύρου. Ἄτακτος ἡ πλησμονή· δεσμὰ ὁ γάμος· εὐπαιδία τέκνων, μέριμνα ἀναγκα‐
35στική· ἡ κακοτεκνία, νόσος καὶ ὀδύνη· αἱ δὲ ἀγοραὶ, τῆς κακίας φροντίδες· ἡ μόνωσις δὲ, ἀσθένεια. Στενὴ καὶ ἐπονείδιστος ἡ ἀλλοτρία τροφή· τὸ δὲ τὴν γῆν ἀροτριᾷν κόπος· τῶν θαλασσοπλόων, ὡς ἐπὶ τὸ πλέον ἐν τῷ ᾄδῃ· ἡ πατρὶς δὲ, βάραθρον ἴδιον· ἡ
40ξενιτεία, ὄνειδος. Πάντα μόχθος τοῖς ἀνθρώποις τὰ ἐνταῦθα, πάντα ἐμπαιγμὸς, ῥιπιζόμενος χνοῦς, σκιὰ, καὶ φαντασία· δρόσος, ἄνεμος, πτερὸν, ἀτμὶς, σπινθὴρ, ἐνύπνιον, χύμα ῥεύματος, πλοίου ἴχνος, τέφρα, τροχὸς ἀεὶ στρεφόμενος, ὅμοια πάντα κυλίν‐
45δροις, ἑστώς τε καὶ τρέχων, λυόμενος, πεπηγὼς, ὥραις, ἡμέραις, νυξὶ, μόχθοις, θανάτοις, λύπαις, τέρψεσιν, ἀῤῥωστίαις, πτώσεσι, κακοπραγίαις. Τῶν ἀνθρωπίνων δὲ οὐδέν ἐστιν ἀδρανέστερον· ἓν μόνον καὶ βέβαιόν ἐστιν τοῖς ἀνθρώποις καλὸν, ἐντεῦθεν

95

.

1124

(50)

ἀναχωρεῖν τὸν σταυρὸν βαστάζοντας, δάκρυά τε καὶ στεναγμοὺς καὶ νοῦν θείαις φροντίσι καὶ ἐλπίσι, καὶ τῇ Τριάδι λελαμπρυσμένους, τῇ ἐπουρανίῳ, τῇ μι‐
γνυμένῃ τοῖς καθαροῖς.1124 in vol. 95

95

.

1125

Οἴμοι τούτου τοῦ βίου βλάβαις ἐπιμηκεστέρου· ἕως τίνος κόπρῳ παρακαθέζομαι; Τίς βίος; ποία ζωή; ἐκ τάφου πηδήσας, ἐπὶ τάφον πάλιν ὁδεύων· ἐκ δὲ τοῦ τάφου πάλιν ἐν πυρὶ θά‐
5πτομαι ἀποτόμως. Αὐτὸ δὲ τοῦτο ὅσον ἀναπνέω, πο‐ ταμοῦ ἐστι ῥοῦς τρέχοντος, ἀεὶ ἀπερχομένου καὶ ἐρ‐ χομένου ἐκ τῶν ὀπίσω, πάλιν βέβαιον μηδὲν ἔχοντος ἢ φέροντος· ὅσον κόνις ὀφθαλμοῖς ἐπιπάσσουσα, ὅπως ἂν τοῦ Θεοῦ πόῤῥω πέσω. Παίγνιόν ἐστιν ὁ ἄν‐
10θρωπος. Ἀλλήλους μὲν καὶ ἐγὼ, καὶ ὁ χρόνος, ὡς ὄρνις ἢ ὡς πλοῖα ἐν πελάγει ἀντιπαρατρέχομεν, βέβαιον οὐδὲν ἔχοντες. Ὅπερ δὲ ἥμαρτον, οὐ παρατρέχει, ἀλλὰ παραμένει τῇ ζωῇ.
15 Ὁ περίγειος χῶρος τῶν τρεπομένων καὶ ἀλλοιου‐ μένων ἐστίν. Ἀεὶ, μάλιστα δὲ νῦν εὔκαιρον εἰπεῖν· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Ποῦ ἡ λαμπρὰ τῆς ὑπατείας περιβολή; ποῦ δὲ αἱ φαιδραὶ λαμ‐
20πάδες; ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροὶ, καὶ αἱ θαλεῖαι, καὶ αἱ πανηγύρεις; ποῦ δὲ οἱ στέφανοι, καὶ τὰ πα‐ ραπετάσματα; ποῦ δὲ τῆς πόλεως ὁ θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεάτρων αἱ κο‐ λακεῖαι; Πάντα ἐκεῖνα οἴχεται· καὶ ἄνεμος πνεύσας
25ἀθρόως, τὰ μὲν φύλλα κατέβαλεν, γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἀπέδειξεν, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς λοιπὸν σαλευόμενον. Τοιαύτη γὰρ ἡ τοῦ πνεύματος προσβολὴ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾷν, καὶ αὐτὰ δια‐ σαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα. Ποῦ νῦν οἱ πεπλανη‐
30μένοι φίλοι; ποῦ δὲ τὰ προσωπεῖα τῶν κολάκων; ποῦ τὰ συμπόσια καὶ τὰ δεῖπνα, καὶ ὁ τῶν παρα‐ σίτων ἐσμὸς, καὶ δι’ ὅλης ἡμέρας ἐκχεόμενος ἄκρα‐ τος, καὶ αἱ ποικίλαι τῶν μαγείρων τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταί; οἱ πάντα πρὸς χάριν
35ποιοῦντες καὶ λέγοντες; Νὺξ ἦν πάντα ἐκεῖνα καὶ ὄναρ, καὶ ἡμέρας γενομένης ἠφανίσθη. Ἄνθη ἦν ἐαρινὰ, καὶ παρελθόντος τοῦ ἔαρος ἅπαντα κατ‐ εμαράνθη· σκιὰ ἦν, καὶ παρέδραμεν· καπνὸς ἦν, καὶ διελύθη· πομφόλυγες ἦσαν, καὶ διεῤῥάγησαν· ἀράχνη
40ἦν, καὶ διεσπάσθη. Διὸ πάλιν τὴν πνευματικὴν ταῦτα ἐπῳδὴν ἐπάγωμεν, συνεχῶς λέγοντες· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Ταύτην τὴν ῥῆ‐ σιν, καὶ ἐν τοίχοις, καὶ ἐν ἱματίοις, καὶ ἐν ἀγοραῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν ὁδοῖς, καὶ ἐν θύραις, καὶ ἐν εἰσ‐
45όδοις, καὶ ἐν ἐξόδοις, καὶ πρὸ πάντων ἐν τῷ ἑκάστου συνειδότι συνεχῶς ἐγγεγράφθαι ἔδει, καὶ διὰ παντὸς αὐτὴν μελετᾷν. Ἐπειδὴ πολλὴ τῶν πραγμάτων ἡ ἀπάτη, καὶ τὰ προσωπεῖα, καὶ ἡ ὑπόκρισις, ἀλήθειά τις παρὰ τοῖς πολλοῖς εἶναι δοκεῖ, ταῦτα καθ’

95

.

1125

(50)

ἑκάστην ἡμέραν, καὶ ἐν δείπνῳ, καὶ ἐν ἀρίστῳ, καὶ ἐν συλλόγοις ἐπιλέγειν ἕκαστον τῷ πλησίον ἐχρῆν, καὶ παρὰ τοῦ πλησίον ἀκούειν, ὅτι «Ματαιότης μα‐ ταιοτήτων, τὰ πάντα ματαιότης.» Οὐκ ἔλεγον συν‐ εχῶς, ὅτι δραπέτης ὁ πλοῦτος; σὺ δὲ ἡμῶν οὐκ
55ἠνέχου· οὐκ ἔλεγον, ὅτι ἀγνώμων ἐστὶν οἰκέτης; σὺ δὲ οὐκ ἠβούλου πείθεσθαι. Ἰδοὺ σὲ τῶν πραγμάτων
ἐδίδαξεν ἡ πεῖρα· ὅτι οὐ δραπέτης μόνον, οὐδὲ1126 in vol. 95

95

.

1128

ἀγνώμων οἰκέτης, ἀλλὰ καὶ ἀνδροφόνος· οὗτος γάρ σε τρέμειν νῦν καὶ δεδιέναι παρεσκεύασεν. Οὐκ ἔλε‐ γον συνεχῶς, ἡνίκα ἐπετίμας ἀληθῆ σοι λέγοντι, ὅτι ἐγώ σε φιλῶ μᾶλλον τῶν κολακευόντων; οὐκ ἔλεγον,
5ὅτι ἐγὼ ὁ ἐλέγχων, πλέον κήδομαι τῶν χαριζομένων; οὐ προσετίθουν τοῖς ῥήμασι τούτοις, ὅτι ἀξιοπιστό‐ τερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν; Εἰ τῶν ἐμῶν ἤκουσας τραυμάτων, οὐκ ἄν σοι τὰ φιλήματα τὰ ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον. Τὰ
10γὰρ ἐμὰ τραύματα ὑγείαν ἐργάζονται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε. Ποῦ νῦν οἱ οἰνοχόοι; ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ μυρία πᾶσιν ἐγκώμια πλέκοντες; ἐδραπέτευσαν· ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς
15σῆς ἀγνοίας πορίζοντες. Οὔτε ἐγγὺς γενέσθαι τολ‐ μῶσι· καὶ ἡ μὲν πολεμηθεῖσα παρά σου Ἐκκλησία, τοὺς κόλπους ἥπλωσε, καὶ ὑπεδέξατο· τὰ δὲ θερα‐ πευθέντα θέατρα, ὑπὲρ ὧν πρός σε πολλάκις δι‐ ελέχθην, προὔδωκεν, καὶ ἀπώλεσεν, ἀλλ’ ὅμως οὐκ
20ἐπαυσάμεθα ἀεὶ λέγοντες· τί ταῦτα ποιεῖς; ἐκβακ‐ χεύεις τὴν πόλιν, καὶ κατὰ κρημνῶν φέρεις; Καὶ παρέτρεχες ἅπαντα. Καὶ αἱ μὲν ἱπποδρομίαι, αἱ τὸν πλοῦτον τὸν σὸν κακῶς ἀναλώσασαι, τὸ ξίφος ἠκό‐ νησαν, ἡ δὲ Ἐκκλησία τῆς ὀργῆς ἀπολαύσασα τῆς
25ἀλόγου καὶ ἀκαίρου, πανταχοῦ περιτρέχει τῶν δι‐ κτύων τούτων ἐξαρπάσαι σε ἐπειγομένη. Καὶ ταῦτα λέγω, οὐκ ἐπεμβαίνων τῷ κειμένῳ, οὐκ ἀναξαίνων τὰ ἕλκη τοῦ τετρωμένου, οὐ καταποντίζων τὸν κλυ‐ δωνιζόμενον, ἀλλὰ τοὺς ἐξουρίας πλέοντας παιδεύω
30μὴ γενέσθαι ὑποβρυχίους. Οὐδὲν γὰρ τῶν ἀνθρω‐ πίνων πραγμάτων σαθρώτερον. Διὸ, ὅπερ ἂν εἴποι τις ὄνομα τῆς εὐτελείας αὐτῶν, ἔλαττον τῆς ἀλη‐ θείας ἐρεῖ, κἂν καπνὸν, κἂν σκιὰν, κἂν χόρτον, κἂν ὄναρ, κἂν ἄνθη ἐαρινὰ, κἂν ὁτιοῦν ἕτερον ὀνο‐
35μάσῃ, καὶ τῶν οὐδὲν ὄντων οὐδαμινώτερα, μετὰ τῆς οὐδενείας καὶ πολὺ τὸ ἀπόκρημνον ἔχει. Τίς γὰρ τούτου γέγονεν ὑψηλότερος; οὐ πᾶσαν τὴν οἰ‐ κουμένην παρῆλθεν τῷ πλούτῳ; οὐ πρὸς αὐτὰς τῶν ἀξιωμάτων ἀνέβη τὰς κορυφάς; οὐχὶ καὶ αὐτοῖς
40τὰ διαδήματα περικειμένοις φοβερὸς ἦν; οὐχὶ πάν‐ τες αὐτὸν ἔτρεμον καὶ ἐδεδίεσαν; Ἀλλ’ ἰδοὺ γέγονε καὶ δεσμωτῶν ἀθλιώτερος, καὶ οἰκετῶν ἐλεεινότερος, καὶ αὐτῶν τῶν λιμῷ τηκομένων πτωχῶν πενέστε‐ ρος, καθ’ ἑκάστην ὥραν ξίφη βλέπων ἠκονημένα,
45καὶ βάραθρον, καὶ δημίους, καὶ τὴν ἐπὶ θάνατον ἀπαγωγήν· καὶ οὐδὲ εἰ πώποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης· οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος, ἀλλ’ ἐν μεσημβρίᾳ μέσῃ ὥσπερ πυκνοτάτῃ νυκτὶ περιστοιχιζόμενος· οὕτως τὰς ὄψεις πεπή‐

95

.

1128

(50)

ρωται. Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωμεν, οὐ δυνη‐ σόμεθα παραστῆσαι τῷ λόγῳ τὸ πάθος, ὅπερ ὑπο‐ μένειν αὐτὸν εἰκὸς, ἴσως καθ’ ἑκάστην ὥραν ὑποτέμνεσθαι προσδοκοῦντα. Τὴν γὰρ προτέραν ὅτε ἐπ’ αὐτὸν ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς
55οἰκίαν ἑλκῦσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι προσ‐
έδραμε τοῖς ἱεροῖς, πύξινον μὲν αὐτοῦ τὸ πρόσωπον1128 in vol. 95

95

.

1129

ἦν, καὶ τοῦ νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον δια‐ κείμενον. Κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος, καὶ τρόμος τοῦ παντὸς σώματος, καὶ φωνὴ διακοπτο‐ μένη, καὶ γλῶσσα διαλελυμένη, καὶ σχῆμα, οἷον καὶ
5λιθίνην ψυχὴν τῆξαι δυνάμενον. Καὶ ταῦτα λέγω οὐκ ὀνειδίζων, οὐδὲ ἐπεμβαίνων τῇ συμφορᾷ, ἀλλὰ τὴν ὑμετέραν διάνοιαν μαλάξαι βουλόμενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι. Τίνος ἕνεκεν ἀγανακτεῖς; Ὅτι δὴ, φησὶν, εἰς Ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας
10αὐτὴν διηνεκῶς. Διὰ τοῦτο μάλιστα δοξάζειν χρὴ τὸν Θεὸν, ὅτι ἀφῆκεν αὐτὸν εἰς τοσαύτην καταστῆναι ἀνάγκην, ὥστε καὶ τὴν δύναμιν τῆς Ἐκκλησίας, καὶ τὴν φιλανθρωπίαν μαθεῖν. Οὐ μνησικακήσασα ὑπὲρ τῶν ἔμπροσθεν, ἀλλὰ τοὺς κόλπους αὐτῆς ἁπλώσασα
15τῆς φιλοστοργίας. Τοῦτο τροπαίου παντὸς λαμπρό‐ τερον· τοῦτο Ἕλληνας ἐντρέπει· τοῦτο Ἰουδαίους καταισχύνει, ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα φείδεται· καὶ καθάπερ μήτηρ φιλόστοργος ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψεν, καὶ πρὸς βασιλικὴν
20ὀργὴν ἀντέστη, καὶ πρὸς δήμου θυμὸν καὶ πρὸς μῖ‐ σος ἀφόρητον. Τοῦτο τοῦ θυσιαστηρίου κόσμος. Ποῖος κόσμος, φησὶ, τὸν ἐναγῆ, καὶ πλεονέκτην, καὶ ἅρ‐ παγα τῶν κιόνων ἅπτεσθαι τοῦ θυσιαστηρίου; Μὴ λέγε ταῦτα· ἐπεὶ καὶ ἡ πόρνη ἥψατο τῶν ποδῶν
25τοῦ Ἰησοῦ ἡ σφόδρα ἐναγὴς καὶ ἀκάθαρτος, καὶ οὐκ ἦν ἔγκλημα τοῦ Ἰησοῦ. Οὐ γὰρ τὸν καθαρὸν ἔβλαπτεν ἡ ἀκάθαρτος, ἀλλὰ τὴν ἐναγῆ πόρνην ὁ καθαρὸς εἰργάσατο ἄμωμον διὰ τῆς ἁφῆς· μηδὲ μνησικακήσῃς, ἄνθρωπε, ἐκείνου. Οἰκέται ἐσμὲν
30τοῦ Δεσπότου τοῦ ἐσταυρωμένου, τοῦ λέγοντος· «Πά‐ τερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Ἀλλ’ ἀπετείχισεν τὴν ἐνταῦθα καταφυγὴν γράμμασι καὶ νόμοις διαφόροις· ἀλλ’ ἰδοὺ διὰ τῶν ἔργων ἔμαθεν, ὅπερ ἐποίησεν, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς
35δι’ ὧν ἔπαθεν, καὶ γέγονε τῆς οἰκουμένης θέατρον. Καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασιν παραι‐ νῶν, καὶ λέγων· Μὴ ποιῆτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Καὶ διδάσκαλος ἐνεδείχθη σιγῶν διὰ τῆς συμφορᾶς. Καὶ λαμπηδόνα μεγάλην ἀφίησι τὸ θυ‐
40σιαστήριον. Νῦν φοβερὸν μάλιστα, ὅτι τὸν λέοντα δεδεμένον ἔχει. Καὶ βασιλικῇ εἰκόνι μέγας γένοιτ’ ἂν κόσμος· οὐχ ὅταν ἐπὶ τοῦ θρόνου κάθηται πορ‐ φυρίδα περιβεβλημένος, καὶ διάδημα μόνον, ἀλλὰ καὶ ἐὰν ὑπὸ τὼ βασιλικὼ ποδὲ Βάρβαροι ὀπίσω
45δεδεμένοι, κατὰ τὰς κεφαλὰς νεύωσι κείμενοι. Καὶ πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φυσὶν ἴδητε διελεγχομένην. Ὁρῶν γὰρ τοῦτον ἐκ τοσαύτης κορυφῆς κατενεχθέντα, τὸν σείοντα σχεδὸν τὴν οἰκουμένην πᾶσαν συνεσταλμένον, καὶ λαγωοῦ,

95

.

1129

(50)

καὶ βατράχου δειλότερον γεγενημένον, καὶ χωρὶς δεσμῶν τῷ κίονι τούτῳ προσηλωμένον, καὶ ἄν τι ἀλύσεως τῷ φόβῳ περισφιγγόμενον, καὶ δεδοικότα, καὶ τρέμοντα καταστέλλετε τὴν φλεγμονὴν, καὶ καθαιρεῖτε τὸ φύσημα, φιλοσοφήσαντες, ὅτι «Πᾶσα
55σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν,» ὅτι «Ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ
λάχανα χλόης ταχὺ ἀποπεσοῦνται·» ὅτι «Ἄνθρω‐1130 in vol. 95

95

.

1132

πος ματαιότητι ὡμοιώθη, καὶ ὡσεὶ καπνὸς αἱ ἡμέ‐ ραι αὐτοῦ.» Ταράσσεται ἄνθρωπος, καὶ τὸ τέλος ἀπόλλυται. Ταράσσεται, ὡς μὴ γενόμενος ἀφανίζεται. Ταράσσε‐
5ται, καὶ πρὶν καταστῆναι καταποντίζεται· ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται· ὡς θύελ‐ λα ὑπεραίρεται, καὶ ὡς κόνις ἐξαφανίζεται, ὡς φλὸξ ἀναῤῥιπίζεται, ὡς καπνὸς διαλύεται, ὡς ἄνθος ὡραΐ‐ ζεται, καὶ ὡς χόρτος ξηραίνεται· ὡς νέφος ὑπερ‐
10απλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται· ὡς πομ‐ φόλυξ ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται. Ταράσσεται, καὶ τοῦ πλούτου μόνον τὸν βόρβορον ἀποφέρεται. Ταράσσεται, κερδάναι τὴν δυσωδίαν. Ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμ‐
15βάνων ἀπέρχεται. Αὐτοῦ αἱ ταραχαὶ, καὶ ἄλλων αἱ τρυφαί· αὐτοῦ οἱ πόνοι, καὶ ἄλλων οἱ θησαυροί· αὐ‐ τοῦ αἱ φροντίδες, καὶ ἄλλων αἱ εὐφροσύναι· αὐτοῦ αἱ θλίψεις, καὶ ἄλλων αἱ ἀπολαύσεις· αὐτοῦ αἱ ἁρ‐ παγαὶ, καὶ ἄλλων αἱ ἡδοναί· αὐτοῦ αἱ κατάραι, καὶ
20ἄλλων αἱ θεραπεῖαι· κατ’ αὐτοῦ οἱ στεναγμοὶ, καὶ παρ’ ἑτέροις οἱ πλεονασμοί· κατ’ αὐτοῦ τὰ δάκρυα, καὶ παρ’ ἑτέροις τὰ χρήματα. Αὐτὸς ἐν ᾅδῃ κολάζε‐ ται, καὶ ἄλλοι πολλάκις ἐν τοῖς αὐτοῦ τρυφῶντες ψάλλουσι· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος
25ζῶν. Ἄνθρωπος, τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα, τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα, τὸ ἐκ προαιρέ‐ σεως ἀδάμαστον ζῶον, τὸ αὐτοδίδακτον πονήρευμα, τὸ αὐτοματὲς ἐπιβούλευμα, τὸ εὔτεχνον εἰς κακουρ‐ γίαν, τὸ εὐμήχανον εἰς ἀδικίαν, τὸ ἕτοιμον εἰς
30πλεονεξίαν, τὸ ἀκόρεστον εἰς ἀπληστίαν, τὸ ὑπέρ‐ κομπον πνεῦμα, τὸ μεγαλοῤῥῆμον θράσος, τὸ εὐ‐ διάλλακτον φρύαγμα, τὸ εὐάλωτον τόλμημα· ὁ πηλὸς ὁ αὐθάδης, ἡ κόνις ἡ μεγαλόφρων, ἡ σποδὸς ἡ πε‐ φυσιωμένη, ὁ σπινθὴρ εὐκατάσβεστος, ἡ φλὸξ ἡ
35εὐμάραντος, ὁ εὐρίπιστος λάχνος, τὸ ἑτοιμόφθορον φύλλον, ὁ εὐξήραντος χόρτος, ἡ εὐνέκρωτος χλόη, ἡ ἀεὶ δαπάνητος φύσις. Ὁ σήμερον ἀπειλῶν, καὶ αὔ‐ ριον τελευτῶν· ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ· ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν
40μνήματι· ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώ‐ ληξιν· ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς· ὁ σήμερον ὢν, καὶ αὔριον μὴ ὤν· ὁ ἄρτι φρυαττό‐ μενος, καὶ μετ’ ὀλίγον θρηνούμενος· ὁ ἐν εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος· ὁ
45ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ ἑαυτὸν πολυπραγμονῶν· ὁ τὸ παρὸν οὐκ εἰδὼς, καὶ περὶ τῶν μελλόντων φαν‐ ταζόμενος· ὁ φύσει θνητὸς, καὶ τῇ ἐπάρσει, ὡς νομί‐ ζει, αἰώνιος. Τὸ παντὸς πάθους εὐδιάβατον κατ‐ αγώγιον· τὸ τῶν πορετῶν ἀδιάφορον παίγνιον· τὸ τῶν

95

.

1132

(50)

συμφορῶν καθημερινῶν γυμνάσιον· τὸ πάσης λύ‐ πης εὐπαράδεκτον πανδοχεῖον. Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία! πόσος τῆς ἀνθρωπίνης ἀσθε‐ νείας ὁ θρίαμβος! ὢ πόσα εἶπον! τῆς προφητικῆς
φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον τῆς λεγούσης. Πλὴν1132 in vol. 95

95

.

1133

ταράσσεται πᾶς ἄνθρωπος ζῶν· νεκροῦ ἀχρηστό‐ τερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. Τὰ παρόντα πάντα ἀράχνης ἐστὶν ἀδρανέστερα, καὶ ὀνείρων ἀπατηλότερα· καὶ γὰρ καὶ ἀγαθὰ,
5καὶ τὰ κακὰ τέλος ἔχει. Εἰδότες, ἀγαπητοὶ, ὡς ὄναρ τὰ παρόντα, καὶ ὡς πανδοχεῖον οἰκοῦμεν, ὡς διὰ παντὸς ἐξερχόμενοι· φροντίσωμεν τῆς ὁδοῦ, καὶ τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς ἐπαγάγωμεν. Ἐνδυσώμεθα ἱμάτια τὰ μεθ’ ἡμῶν ἀπερχόμενα· ὥσπερ τῆς ἰδίας
10σκιᾶς οὐκ ἔστιν ἐπιλαβέσθαι, οὕτως οὐδὲ τῶν ἀνθρω‐ πίνων πραγμάτων. Τὰ μὲν γὰρ τῇ τελευτῇ κατα‐ λύεται, τὰ δὲ πρὸ τῆς καὶ παντὸς χειμάῤῥου ὀξυῤῥε‐ πέστερον παράγει· τὰ δὲ μέλλοντα οὐκ οἶδεν μεταβολήν. Οὐκ ἐπίσταται γῆρας, οὐκ ἔχει τινὰ
15ἀλλοίωσιν, ἀλλ’ ἀνθεῖ διηνεκῶς, καὶ ἐν ποικίλαις εὐπραγίαις διαμένει. Μὴ θαυμάσῃς χρήματα τὰ μὴ παραμένοντα τοῖς κεκτημένοις, ἀλλ’ ἀμείβοντα τοὺς δεσπότας, καὶ ἀπὸ τούτου ἀποπηδῶντα εἰς ἕτερον, καὶ πάλιν ἀπ’ ἐκείνου πρὸς ἄλλον· τούτων πάντων
20δεῖ καταπτύειν. Ἀρκεῖ γὰρ ἀκοῦσαι καὶ μόνον τοῦ λέγοντος· «Τὰ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.» Σκιᾶς θᾶττον ἀπανθεῖ τὰ ἀν‐ θρώπινα. Οὐδενὸς οὕτως ὡς χρόνου πενόμεθα. Καὶ ἡ μὲν
25τέχνη μακρὰ, βραχὺς δὲ ὁ βίος ἡμῶν. Ἐγγὺς τὸ τέλος τῆς ζωῆς· γρηγόρησον, ἄνθρωπε. Καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγορας, καὶ περὶ τὰ μάταια τὴν ἑαυτοῦ περιέλκεις καρδίαν· ἀλλ’ ὅμως μειοῦται ἡ ζωή σου, κἂν αὐτὸς μὴ αἰσθά‐
30νῃ, μηδὲ συνιῇς. Φύλλα καὶ πομφόλυγας, καὶ καπνὸν, καὶ ἄχυρα, καὶ σκιὰν, καὶ κονίορτον ἀπὸ ἅλωνος, ἐκριπτούμενον ὑπὸ ἀνέμου προεῖπον πάντα τοῦ παρόντος αἰῶνος τὰ λαμπρά. Πάντα γὰρ τὰ γήϊνα τὴν γῆν εὑρίσκει
35τέλος. Ἱππόδρομον νοήσεις τὸν παρόντα αἰῶνα. Πάντες γὰρ ἐν αὐτῷ φαῦλοί τε καὶ ἀγαθοὶ ἄνθρωποι δίκην ἵππου τρέχουσι πρὸς τὸ οἰκεῖον ἕκαστος ἐπειγόμενοι πέρας. «Οὐκ οἴδατε, φησὶν, ὅτι οἱ ἐν σταδίῳ τρέ‐
40χοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδή‐ λως.» Εἰκότως οὖν ἱππόδρομον λέγομεν τὸν παρ‐ όντα βίον. Θρὶξ λελευκασμένη τὴν ἐντεῦθεν τῆς ψυχῆς ἀπο‐
45δημίαν βοᾷ καὶ διαμαρτύρεται. Ὅθεν, κατὰ τὸ γεγραμμένον, «ἑτοίμαζε τὰ ἔργα σου εἰς τὴν ἔξ‐ οδον.» Θεατέον γὰρ τὴν χώραν τῆς κεφαλῆς, καὶ τοῦ πώγωνος, ὅτι λευκὴ ὑπάρχει πρὸς θερισμὸν, καὶ μέλλει δρεπάνη τις νοητὴ διὰ θανάτου ἐκτέμνειν τὴν

95

.

1133

(50)

ψυχήν σου ἐκ τοῦ σώματος, καὶ εἰς ξένους τινὰς1134 in vol. 95

95

.

1136

πάμπαν ἀγνοουμένους μετακομίζειν τόπους τῇ τοῦ Κυρίου διατάξει. Μὴ ἐξαπατάτω ἡμᾶς τὰ ἐν τῷ κόσμῳ τούτῳ περι‐ φανῆ καὶ λαμπρὰ δεικνύμενα πράγματα. Παρέρχε‐
5ται γὰρ τὰ πάντα, καὶ οὐδὲν παντελῶς τῶν φαινο‐ μένων στάσιμον. Ἐπιστάμενοι οὖν ὡς οὐδὲν τῶν παρόντων παραμένει τοῖς κτήτορσι, καὶ ὅτι δεῖ πάντως ἐξελθεῖν ὥσπερ ἐκ πανδοχείου, φροντίσωμεν τῆς ὁδοῦ τῆς ἀπαγούσης ἐκεῖ, καὶ τὰ ἐφόδια τῆς
10αἰωνίου ζωῆς ἑαυτοῖς ἀπενεγκώμεθα, δι’ εὐχῶν, δι’ ἐλεημοσυνῶν, διὰ πραότητος, διὰ γνώσεως τῶν θεοπνεύστων Γραφῶν, διὰ τῆς πρὸς τοὺς οἰκέτας εὐμενείας καὶ συγκροτήσεως, καὶ διὰ τῶν ἄλλων πραγμάτων ὧν ὑπαγορεύει ὁ ἀληθὴς λογισμός.
15 Κυρίως, οὔτε ἐπὶ χρημάτων ἢ κτημάτων περι‐ ουσίᾳ, οὔτε ἐπὶ δόξης λαμπρότητι, οὐδὲ συνόλως ἐπί τινι τῶν ἐκτὸς ψυχρῶν τε ὄντων καὶ ἀβεβαίων, καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων χαίρειν ἔστι. Καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ, καὶ εὐτονίᾳ, καὶ τοῖς ἄλλοις
20τοῦ σώματος πλεονεκτήμασιν. ἃ καὶ τῶν φαυλοτά‐ των ἐστὶ κοινὰ, καὶ τοῖς ἔχουσι πολλάκις ὄλεθρον ἀπαραίτητον ἤνεγκεν διὰ τὸ ἀσύστατον καὶ ἀβέ‐ βαιον. Πάντων μὲν, εἰ δεῖ τ’ ἀληθὲς εἰπεῖν, ἄκυρον ἄν‐
25θρωπος, οὐδενὸς ἐνειλημμένος, οὐχ ὅ τι τῶν ἄλλω ἀλλ’ οὐδὲ τῶν περὶ αὐτὸν βεβαίως, οὐχ ὑγείας, οὐκ εὐαισθησίας, οὐκ ἀρτιότητος τῆς περὶ τὰ ἀλλὰ τοῦ σώματος, οὐχὶ φωνῆς, οὐκ ἀγχινοίας. Τὰ γὰρ κατὰ πλοῦτον, ἢ δόξαν, ἢ φίλους, ἢ ἀρχὰς, ἢ ὅσα ἄλλα
30τυχηρὰ, τίς οὐκ οἶδεν ὡς ἔστιν ἀβέβαια; Ὥστε ἀνάγ‐ κη ὁμολογεῖν, ὅτι περὶ ἕνα τὸ κύρος τῶν ἁπάντων ἐστὶ, τὸν ὄντα ὄντος Κύριον. ΤΙΤΛ. ΙΑʹ. —Περὶ ἀγαθοεργίας· καὶ ὅτι χρὴ τὸ ἀγαθὸν πρὸς πάντα ποιεῖν· καὶ ὅτι χρὴ τὰ βάρη
35τοῦ πλησίον φέρειν, καὶ μὴ μνησικακεῖν, ἀλλ’ ἀντιλαμβάνεσθαι αὐτοῦ, καὶ ἐλέγχειν τὰ ὡς εἰκὸς παρ’ αὐτοῦ γινόμενα κακὰ, καὶ μὴ ἀντι‐ διδόναι κακὸν ἀντὶ κακοῦ. «Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρό‐
40βατον πλανώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀπο‐ στροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ τῷ ἀδελφῷ σου, μηδὲ ἐπίστῃ αὐτὸν, συνάξεις αὐτὰ μετὰ σεαυτοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδῷς αὐτά.»
45 «Ἐὰν συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώ‐ σεις αὐτῷ. Ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνάγεις αὐτῷ μετ’ αὐτοῦ.»

95

.

1136

(50)

«Ἀγαπήσεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν» «Ἐὰν πένηται ὁ ἀδελφός σου, καὶ ἀδυνατοῖ ἐν ταῖς χερσὶν παρά σοι, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου· καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
55Οὐ λήψῃ παρ’ αὐτοῦ τόκον, οὐδὲ πλεονασμόν.1136 in vol. 95

95

.

1137

«Ἐξῆλθεν Δαβὶδ ἀπὸ τοῦ σπηλαίου, καὶ ἐβόησεν ὀπίσω Σαοὺλ, λέγων· Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαοὺλ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαβὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Καὶ
5εἶπεν Δαβίδ· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· Ἰδοὺ Δαβὶδ ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου, ὥσπερ ἔδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου καὶ
10εἶπα· Οὐκ ἐποίσω χεῖρά μου εἰς τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτος. Καὶ ἰδοὺ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, καὶ οὐκ ἀπέκταγκά σε. Καὶ ἐπῆρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν, καὶ εἶπε πρὸς Δαβίδ· Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ
15ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.» «Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν ἀγαθήν.» «Μὴ πλατύνου σοῖς χείλεσιν· μὴ εἴπῃς· Ὃν τρό‐ πον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, ὑπὲρ ὧν με ἠδί‐
20κησεν.» «Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν· ἀλλ’ ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ.» «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας
25πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά.» «Ὁδοὶ μνησικάκων εἰς θάνατον.» «Ὃς μνησικακεῖ, παράνομος.» «Ὁ κρύπτων ἔχθραν, συνίστησι δόλον.»
30 «Κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ οὐ μὴ μνη‐ σικακῆτε ἐν ταῖς καρδίαις ὑμῶν. Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.» «Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, καὶ
35ἔσται μεθ’ ὑμῶν Κύριος.» «Ἀκούσατε ῥῆμα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε, ἀδελφοί μου, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ὑμῖν ἐν εὐφροσύνῃ ὑμῶν, καὶ ἐκεῖνοι αἰ‐
40σχυνθήσονται.» «Ἐπὶ παντὸς ἀδικήματος μὴ μηνίσῃς τῷ πλη‐ σίον σου.» «Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεη‐ θέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.»
45 «Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραί‐ νων.» «Δάνεισον τῷ πλησίον σου κατὰ δύναμίν σου.» «Ἔλεγξον τὸν πλησίον σου, μήποτε οὐκ ἐποίησε· καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ. Ἔλεγξον τὸν φί‐

95

.

1137

(50)

λον, μήποτε οὐκ εἶπε· καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευ‐ τερεύσῃ.» «Νόει τὰ τοῦ πλησίον ἐξ ἑαυτοῦ.»
«Ἅνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, καὶ παρὰ1138 in vol. 95

95

.

1140

Κυρίου ζητεῖ ἴασιν. Ἐπ’ ἄνθρωπον ὅμοιον αὐτοῦ οὐκ ἔχει ἔλεος, καὶ περὶ ἁμαρτιῶν αὐτοῦ δεῖται. Αὐτὸς σὰρξ ὢν, διατηρεῖ μῆνιν· καὶ τίς ἐξελεῖται τὰς ἁμαρ‐ τίας αὐτοῦ; μνήσθητι τὰ ἔσχατά σου, καὶ παύσῃ
5ἐχθραίνων. Μνήσθητι ἐντολῶν, καὶ μὴ μηνίσῃς τῷ πλησίον.» «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστή‐ ριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατά σου. Ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου,
10καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐ‐ τῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα
15αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.» «Τότε προσελθὼν ὁ Πέτρος εἶπεν· κύριε, πολλάκις εἰς ἐμὲ ἁμαρτήσει ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι,
20ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐθέλησε συνάραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ
25ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν ὁ Κύριος αὐτοῦ πραθῆ‐ ναι, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα, καὶ τὰ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ δοῦ‐ λος, προσεκύνει αὐτῷ, λέγων· Κύριε, μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ
30ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος, εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν, ἔπνιγε λέγων, ἀποδὸς εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ
35εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτοῦ, λέγων· Μακρο‐ θύμησον ἐπ’ ἐμοὶ, καὶ ἀποδώσω σοι. Ὁ δὲ οὐκ ἠθέλη‐ σεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν εἰς φυλακὴν, ἕως ἂν ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες
40διεσάφησαν τῷ κυρίῳ αὐτοῦ πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος ὁ κύριος αὐτοῦ, λέγει αὐτῷ· Δοῦλε πονηρὲ, πᾶσαν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσας ἐμέ· οὐκ ἔδει καί σε ἐλεῆσαι τὸν σύνδουλον, ὡς καὶ ἐγώ σε ἐλέησα; Καὶ ὀργισθεὶς ὁ
45κύριος αὐτοῦ, παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ αὐτῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕ‐ τως καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.»

95

.

1140

(50)

«Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἴς σε, καὶ ἑπτάκις τῆς ἡμέ‐ ρας ἐπιστρέψῃ, λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.» «Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα
55τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν,
πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρε‐1140 in vol. 95

95

.

1141

σκεν, ἀλλὰ καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.» «Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προ‐ νοούμενοι καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.
5Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» «Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.» «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀνα‐
10πληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Ἕως καιροῦ ἐργασώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.» «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἀλλήλων μέλη ἐσμέν.
15Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὁ ἥλιος μὴ ἐπι‐ δυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Γίνεσθε εἰς ἀλλήλους χρηστοὶ, εὐσπλάγ‐ χνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς
20τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυ‐ τὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα
25καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.» «Τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε; Ἀλλ’ εἰ καὶ πάσχετε διὰ δικαιοσύνην, μακά‐ ριοι. Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, μὴ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς
30τοῦτο ἐκλήθητε, ἵνα εὐλογίας κληρονομήσητε.» «Ἀγαπητὲ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ δὲ κακοποιῶν, οὐχ ἑώρακε τὸν Θεόν.» Ὥσπερ τῷ φωτὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν,
35καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πρά‐ ξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Οἱ τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἀπόδεκτον ἔχουσι. Μηδεὶς ἄγνοιαν προφασιζέσθω περὶ τὸ ἀγαθόν·
40φυσικὰς λόγος, οἰκείωσιν ἡμῖν τοῦ καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνύων ἐγκατ‐ εσπάρη. Ὁ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποτή‐ ξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι’ ὧν τὸν ἀδελφὸν
45ἐπωδύρατο. Οἶδας τί ποιήσεις τῷ πλησίον σου καλόν; ὡς ἑαυτῷ βούλει παρ’ ἑτέρου γενέσθαι. Ὁ ἐφησυχάζων, καὶ μὴ ἐλέγχων τὴν ἁμαρτίαν τοῦ ἀδελφοῦ, ἄσπλαγχνός ἐστιν, ὥσπερ ὁ τὸν ἰὸν

95

.

1141

(50)

ἐναφεὶς τῷ δηχθέντι ὑπὸ τοῦ ἰοβόλου. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφα‐ λῶς, ὥς σοι δύναμις· ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ
κειμένῳ.1142 in vol. 95

95

.

1144

Συγχωρήσωμεν, ἵνα συγχωρηθῶμεν. Ἀφῶμεν, ἵνα αἰτησώμεθα ἄφεσιν. Ἄφες ὁ ἀφεθείς· ἐλέησον ὁ ἐλεημένος. Κτῆσαι τὸ φιλάνθρωπον ἕως καιρός.
5 Συγχωρήσωμέν τι μικρὸν, ἵνα μεῖζον ἀντιλάβω‐ μεν, τὴν ὁμόνοιαν. Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνί‐ σματα, οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους.
10 Ἀγαθὸν χρηστότητι νικᾷν θρασύτητα, καὶ βελ‐ τίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν πά‐ σχοντες. Εἰ μηδὲν ὤφλεις τῷ Θεῷ τιμωρίας, Μηδὲ αὐτοῖς ἴσθι τοῖς ὄφλουσι συμπαθής·
15 Εἰ δὲ οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται. Ὅτι δίδωμι πλέον τῇ πρὶν ἀγάπῃ τῆς παρούσης ὑπεροψίας, καὶ διὰ τοῦτο γίνομαι μακροθυμότερος, ἵνα ὀνειδίσω θερμότερον.
20 Αὐτάρκης μοι τιμωρία κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Μή σε ἀπατᾷ μάταιος λογισμὸς, ὅτι τὸ δίκαιος ἐπ‐ εξελθεῖν ἀνεύθυνόν ἐστι, καὶ τὸ παραδοῦναι τοῖς νόμοις τὸν ἀδικήσαντα.
25 Μεγάλην ἡμῖν νομίζωμεν προκεῖσθαι πραγμα‐ τείαν φιλανθρωπίας, καὶ συγχωρήσωμεν τὰ εἰς ἡμᾶς, ἵνα καὶ αὐτοὶ τύχωμεν συγχωρήσεως. Τί χρηστότητος δόγμα συντομώτερον; Τοιοῦτος ἴσθι τοῖς φίλοις, καὶ τοῖς πέλας,
30 Οἵους ἑαυτῷ τούσδε τυγχάνειν θέλεις. Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα πενθή‐ σωμεν, ἀλλ’ ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχω‐ μεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίον τραύ‐ ματα.
35 Ὅσῳπερ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν ἀσθενέστερον διαβάσταξαι. Οὐ γὰρ ἑαυτῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ τὸν ἰσχύοντα. Εἰ δὲ λέγων ἰσχύειν, τὴν ἀσθένειαν, τὴν ἐκείνου περιορᾷς, διπλῆν δώσεις δίκην, ὅτι τε οὐκ
40ἐφείσω, καὶ ὅτι πολλὴν ἔχομεν τοῦ φείσασθαι δύνα‐ μιν. Ὑπεύθυνος γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλη‐ σίον σωτηρίας ἐστίν. Διὰ τοῦτο οὐχὶ τὰ ἑαυτοῦ σκο‐ πεῖν, ἀλλὰ τὰ τῶν πέλας, ἐκελεύσθημεν. Τιμῆς γὰρ ἠγοράσθημεν· ὁ δὲ ἀγοράσας ἡμᾶς, τοῦτο προσέταξεν
45ἐπὶ τῇ κοινῇ πάντων λυσιτελείᾳ. Οὐχ ἁπλῶς πρὸς τὸ τῶν παραπτωμάτων μέτρον δεῖ τὴν ἐπιτίμησιν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μήποτε ῥάψαι τὸ διεῤῥηγὸς βουλόμενος, χεῖρον τὸ σχίσμα

95

.

1144

(50)

ποιήσῃς. Ἓν μόνον σκοπῶμεν, ἀδελφοὶ, οὐχ ὅπως μηδὲν
πάθωμεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ’ ὅπως μηδὲν1144 in vol. 95

95

.

1145

αὐτοῖς ἡμεῖς ἐργασώμεθα κακόν. Ὅταν λάβῃς τὸν ἐχθρόν σου εἰς τὰς χεῖρας τὰς σὰς, μὴ σκόπει ὅπως αὐτὸν ἀμυνάμενος, καὶ μυρίαις πλύνας λοιδορίαις ἐκπέμψῃς, ἀλλ’ ὅπως ἐπαναγάγῃς πρὸς ἐπιείκειαν·
5καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ὠμότητος τῆς ἐκείνου. Τότε μείζους παρὰ τοῦ βίου κείσονται ἀντιδόσεις, ὅταν μυρία τοὺς ἐχθροὺς ἀγαθὰ ποιήσαντες, τοὐναν‐ τία ἀνταπολάβωμεν.
10 Ὅταν ἐννοήσωμεν ἅπερ ἐπάθομεν παρὰ τῶν συν‐ δούλων, λογισώμεθα ἅπερ ἐποιήσαμεν εἰς τὸν Δεσπό‐ την, καὶ τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι ταχέως ἀπώσασθαι δυνησόμεθα. Εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρ‐
15τημάτων, τῶν οἰκείων δεῖ μεμνῆσθαι μόνον· κἂν τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε ἀλλότρια λογιούμεθα. Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν λύπην, θεράπευσον τὴν ὀργὴν, λύσον τὴν ἔχθραν, ἵνα λάβῃς
20θεραπείαν ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ, αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσφορᾶς. Ἐσφαγμένος πρόκειται ὁ Χριστός· καὶ τίνος ἕνεκεν ἐσφάγη; καὶ διὰ τί; Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· ἵνα καὶ ἀγγέ‐
25λοις σὲ ποιήσῃ φίλον. Μηδεὶς τοίνυν ἔστω Ἰούδας, μηδεὶς πονηρίας γέ‐ μων, μηδεὶς ἔχων ἰὸν ἐν τῇ διανοίᾳ, μὴ εἰς κατά‐ κρισιν λάβῃ. Καὶ γὰρ τότε μετὰ τὸ λαβεῖν τὴν προσ‐ φορὰν, ἐπέπεσεν τῷ Ἰούδᾳ ὁ διάβολος· οὐ τοῦ
30σώματος καταφρονῶν τοῦ Δεσποτικοῦ, ἀλλὰ τῆς ἀναισχυντίας, ἐπιπηδῶν τοῦ Ἰούδα, ἵνα μάθωμεν, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ τῷ Ἰούδᾳ τότε. Αἱ γὰρ τιμαὶ τοὺς
35ἀξίους ὠφελοῦσιν· τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολα‐ βόντας, εἰς μείζονα τιμωρίαν ἐμβάλλουσιν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα φοβήσω, ἀλλ’ ἵνα ἀσφαλί‐ σωμαι. Σὺ τῷ συνδούλῳ μένεις ἐχθραίνων, καὶ πῶς δυ‐
40νήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Καὶ γὰρ ὁ Χριστὸς οὐδὲ ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο, σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι τῷ συνδούλῳ διὰ σεαυτὸν ἀνέχῃ. Ἐπηρέασε γὰρ, φησὶ, καὶ τὰ μέγιστα ἐπλεονέκτησεν. Καὶ τί τοῦτο; εἰς χρήματα ἡ ζη‐
45μία· οὐδέπω ἐσταύρωσε, καθάπερ τὸν Χριστὸν οἱ Ἰουδαῖοι· ἀλλ’ ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν τοῖς ἐκχέασιν ἔδωκεν. Τί τούτῳ ἴσον ἔχεις εἰπεῖν; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας μᾶλλον, ἢ σαυτόν. Ἐκεῖνον μὲν γὰρ εἰς

95

.

1145

(50)

τὸν παρόντα βίον παρέβλεψας, ἑαυτὸν δὲ ἀσύγγνω‐ στον ἐποίησας πρὸς τὴν ἀπολογίαν τὴν εἰς τὴν μέλ‐
λουσαν ἡμέραν. Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς, ὡς1146 in vol. 95

95

.

1148

μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν, ὡς φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν· «Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστή‐ ριον, κἀκεῖ μνησθῇς ἄνω τοῦ θυσιαστηρίου, ὅτι ὁ
5ἀδελφός σου ἔχει τι κατά σου· ἄφες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἀπελθὼν καταλλάγηθι τῷ ἀδελφῷ.» Τί λέγεις, ἀφήσω; Ναὶ, φησίν· διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν, καὶ αὕτη ἡ θυσία ἐγένετο.
10 Μεῖζον ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ ἑαυτὸν ἀπαλλαγῆναι κακοῦ, τοῦ ἄλλον ἀπαλλάξαι. Δεῖ κεκραμένον εἶναι τὸν ἔλεγχον, τὸ πρᾶγμα μὲν λέγοντα, δειλίαν δὲ προσποιούμενον, κατὰ τοὺς σο‐
15φοὺς τῶν ἰατρῶν, οἳ κρύπτουσι τῷ χαλκῷ τὸν διαι‐ ροῦντα σίδηρον. Πᾶσα μὲν ἁμαρτία δεινή ἐστι· πλὴν μεῖζον τῆς μνησικακίας, καὶ τῆς πλεονεξίας οὐδέν ἐστιν. Οὐκ εἶπεν, πορνεία ἢ εἰδωλολατρεία ἐστὶν, ἀλλὰ πλεον‐
20εξία. Ἀδελφὴ δὲ τῆς πλεονεξίας ἡ μνησικακία. Δεινὴ γάρ ἐστιν ἡ ἁμαρτία αὕτη καὶ παράνομος. Τὰ λοιπὰ ἁμαρτήματα πονηρὰ μέν εἰσιν, ὀλιγόχρονοι δὲ τυγχά‐ νουσιν, ἐν μιᾷ ὥρᾳ ἀποτελούμενα. Ἐπόρνευσέ τις; ἐν μιᾷ ὥρᾳ παύσας τὸ κακὸν, τὰς λοιπὰς ὥρας δύ‐
25ναται ἡσυχάσαι. Ἔκλεψέ τις; ἐν μιᾷ ὥρᾳ ποιήσας τὸ κακὸν, λοιπὸν μετανοεῖ. Ἐφόνευσέ τις; κακὸν μὲν καὶ τοῦτο· ἀλλὰ ἐν μιᾷ ὥρᾳ ποιήσας τὸ κακὸν, τὰς λοιπὰς ὥρας δύναται μετανοῆσαι. Ὁ δὲ μνησί‐ κακος, καθ’ ἑκάστην ὥραν ἁμαρτάνει, τὴν κακίαν
30ἐν τῇ καρδίᾳ περιφέρων. Κἂν εἰς ἐκκλησίαν εἰσέλθῃ, οὐ δύναται καθαρὰν εὐχὴν τῷ Θεῷ ἀναπέμψαι, τὴν κακίαν ἔχων κατὰ τοῦ πλησίον. Οὐδὲ καθαρεύει ἀπὸ ἁμαρτίας μνησίκακος ψυχή· καὶ ἐλεημοσύνην οὐδέποτε ἐργάζεται. Ὁ γὰρ μὴ ἔχων ἀγάπην, οὐδὲ
35ἐλεεῖ, οὐδὲ ἀντιλαμβάνεται. Ὁ ἄκακος ἐχθρὸν οὐκ ἔχει· ὁ μνησίκακος οὐκ ἀπαλλάττεται τοῦ ἐχθροῦ, ἐχθρὸν ἔχων τὸ ἴδιον συνειδός. ΤΙΤΛ. ΙΒʹ. Περὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν, καὶ κακῶν, καὶ μοχθηρῶν ἀνδρῶν, καὶ ἀδίκων, καὶ
40παρανόμων. «Οὐ συνθελήσεις τῷ ἀσεβεῖ· οὐκ εἰσακούσεις τῆς φωνῆς αὐτοῦ, καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ. Οὐκ ἐπιποθήσεις ἐπ’ αὐτῷ, οὐδὲ μὴ σκεπάσῃς αὐτόν. Ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ· καὶ αἱ
45χεῖρές σου ἔσονται ἐπ’ αὐτὸν ἐν πρώτῳ ἀποκτεῖναι αὐτὸν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ σου ἐπ’ ἐσχά‐ των.» «Διὰ τὴν ἀσέβειαν τῆς καρδίας τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς πρὸ προσώπου σου· οὐ

95

.

1148

(50)

διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου, σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀνομίαν τῶν ἐθνῶν τούτων Κύ‐
ριος ἐξολοθρεύει αὐτοὺς πρὸ προσώπου σου.»1148 in vol. 95

95

.

1149

«Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπ‐ ελάθου Θεοῦ τοῦ τρέφοντός σε.» «Ἵνα μὴ ἀπολέσῃ ἁμαρτωλὸς τὸν ἀναμάρτητον, οὐ μὴ θελήσῃ ὁ Θεὸς εὐιλατεῦσαι αὐτῷ· ἀλλ’ ἐκκαυ‐
5θήσεται ὀργὴ Κυρίου, καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀν‐ θρώπῳ ἐκείνῳ.» «Ἐξολοθρεύσατε τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς παγίδας, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ
10εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν· ὅτι οὐκ ἠκού‐ σατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ ἔσται, τὸν τρόπον ηὐφράνθη Κύριος ἐν ὑμῖν τοῦ εὖ ποιῆσαι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ’ ὑμῖν, ἐξολοθρεῦσαι ὑμᾶς.»
15 «Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια.» «Ἐγένετο λόγος Κυρίου πρὸς Βασσὰ λέγων· Ἀνθ’ ὧν ὕψωσά σε ἐπὶ τῆς γῆς, καὶ ἔδωκά σε ἡγού‐ μενον ἐπὶ τὸν λαόν μου, καὶ ἐπορεύθης ἐν ὁδῷ Ἱερο‐ βοὰμ, καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ
20παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, ἰδοὺ ἐγὼ ἐξ‐ εγείρω ὀπίσω σου, καὶ ὀπίσω τοῦ οἴκου σου κακά· καὶ δώσω τὸν οἶκόν σου, ὡς τὸν οἶκον Ἱεροβοάμ. Τὸν τεθνηκότα τοῦ Βασσὰ ἐν τῇ πόλει, καταφάγον‐ ται οἱ κύνες· καὶ τὸν τεθνηκότα ἐν τῷ πεδίῳ, τὰ
25πετεινὰ τοῦ οὐρανοῦ.» «Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ἐὰν ἀνέβη εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτῶν νεφῶν ἅψηται· κἂν δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖ‐
30ται. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἐστιν;» «Θυμὸς ἐπὶ ἁμαρτωλοὺς ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη.» «Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θερίσουσιν. Ἀπὸ δὲ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ
35πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.» «Πρὸ προσώπου ἀσεβοῦς τίς ἔπηξεν; Φῶς ἀσε‐ βῶν σβεσθήσεται.» «Πρόσωπα ἀσεβῶν ἀτιμίας ἐμπλησθήσεται.» «Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι· ὅταν δοκῇ εἰρη‐
40νεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή.» «Ἐλπὶς ἀσεβοῦς ἀπολεῖται· ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος. Ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.» «Ἡμέρα ὀργῆς ἐπέλθῃ αὐτῷ.»
45 «Ἀσεβῶν λύχνος σβεσθήσεται. Ἐλεύσεται δὲ αὐτοῖς ἡ καταστροφὴ, καὶ ἔσονται ὥσπερ ἄχυρα ἀπὸ ἀνέμου.» «Ὀφθαλμοὶ ἀσεβῶν τακήσονται. Ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια.»

95

.

1149

(50)

«Ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυ‐ χήν.» «Ἐλασσονοῦσι φυλὰς ἁμαρτίαι.» «Παρανομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν
ἑαυτῶν ἁμαρτιῶν ἕκαστος σφίγγεται.»1150 in vol. 95

95

.

1152

«Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμέ‐ νουσι.» «Συντελεσθήσεται δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς.»
5 «Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ τοῦ πονηροῦ.» «Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ’ ἤχου.» «Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον.»
10 «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ «Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι.» «Θάνατος ἁμαρτωλῶν πονηρὸς, καὶ οἱ μισοῦντες τὸν δίκαιον.»
15 «Οἱ ἐχθροὶ Κυρίου ἅμα τοῦ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι.» «Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμε‐ νον.» «Κρῖνόν με ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου
20ἐξ ἔθνους.» «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν.» «Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.»
25 «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας· ἐπλανήθησαν.» «Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας, κ. τ. λ.» «Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων,
30ἀπὸ πλήθους.» «Ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦνται.» «Ἀνταποδώσει Κύριος κατὰ τὴν ἀνομίαν αὐτῶν· καὶ κατὰ, κ. τ. λ.»
35 «Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνο‐ μοι.» «Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.» «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦν‐ ται.»
40 «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δι‐ καιώματα, κ. τ. λ.» «Πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.» «Ἁμαρτάνοντας καταδιώξεται κακά.» «Ὁδοὶ ἀσεβῶν ἀπολοῦνται.»
45 «Αἱ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναὶ, καὶ οὐκ οἴδασι πῶς προσκόπτουσιν.» «Ἔγγονον κακὸν, μάχαιρα τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας στομίδας, ὥστε ἀναλίσκειν τοὺς ταπει‐ νοὺς τῆς γῆς.»

95

.

1152

(50)

«Πρόχειρος γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἡ ἀπώλεια.» «Οὗ ἐὰν εἰσέλθῃ ἀσεβὴς, ἀφανίζεται.» «Καρποὺς ἀσεβῶν ἀναστρέψει Κύριος.»
«Ἀσεβὴς ποιεῖ ἔργα ἄδικα.»1152 in vol. 95

95

.

1153

«Στόμα ἀσεβῶν καλύπτει πένθος ἄωρον.» «Συντριβὴ ἀσεβῶν, πενία.» «Παραπονηρευομένης καταιγίδος ἀφανίζεται ὁ ἀσεβής.»
5«Διωγμοὶ ἀσεβῶν εἰς θάνατον.» «Λαμπτὴρ ἀσεβῶν, ἁμαρτία.» «Ἔργα ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.» «Ἀσεβὴς ποιεῖ ἔργα ἀδικίας.» «Φυλάσσεται ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.»
10«Ἄδικοι ἀπολοῦνται συντόμως.» «Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν.» «Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος.» «Γλῶσσα ἀδίκου ἐξολεῖται.» «Ἀσεβὴς οὐχ ἕξει παῤῥησίαν.»
15 «Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ.» «Ὁδὸς κακοῦ, καὶ ποῦς παρανόμου, ἀπολεῖται ἐν ἡμέρᾳ κακῇ.» «Βδέλυγμα Κυρίῳ, ὁδοὶ ἀσεβοῦς.» «Ἀνθ’ ὧν ἠδίκουν νηπίους, φονευθήσονται.»
20 «Ψυχὴ ἀσεβοῦς, οὐκ ἐλεηθήσεται ὑπ’ οὐδενὸς ἀνθρώπων.» «Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸς, καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ.» «Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν.»
25 «Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται.» «Μακρὰν ἀπέχει ἀπὸ ἁμαρτωλῶν ὁ Θεός.» «Ἀκάθαρτος ἔναντι Κυρίου πᾶς παράνομος.» «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δεί‐ λαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ.»
30 «Συντέλεια εἰς ἀσεβεῖς ἥξει.» «Ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνό‐ μους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.» «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἔσονται ὥσπερ τερέβινθος ἀποβεβληκυῖα
35αὐτῆς τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἰσχὺς αὐτῶν ὡς καλάμη στυπασίου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Καὶ κατα‐ καυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.»
40 «Ἀσεβῶν πόλις, εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδο‐ μηθῇ.» «Ἐντελοῦμαι τῇ οἰκουμένῃ κακὰ, καὶ τοῖς ἀσε‐ βέσι τὰς ἁμαρτίας αὐτῶν.» «Οὐ μὴ μείνῃ εἰς τὸν αἰῶνα χρόνον σπέρμα πο‐
45νηρόν.»
«Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου μετὰ θυμοῦ καὶ1154 in vol. 95

95

.

1156

ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.» «Ἡ γῆ τῶν ἀσεβῶν πεσεῖται.» «Τρόμος λήψεται τοὺς ἀσεβεῖς.»
5 «Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυ‐ ρίου.» «Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος.» «Ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλέον τι ἕξεις, εἶπεν ὁ Κύριος.»
10 «Ὁ ἄνομος θύων μόσχον, ὡς ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὑῶν.» «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χει‐ ρῶν αὐτοῦ δοθήσεται αὐτῷ.» «Ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν
15ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος.» «Καὶ ἔσται ὡς στιγμή.» «Καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ’ ὕπνον, ὁ πλοῦτος τῶν ἐθνῶν, καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πει‐ νῶντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων αὐτῶν μά‐
20ταιον τὸ ἐνύπνιον αὐτῶν· καὶ ὃν τρόπον ἐνυπνιάζε‐ ται ὁ διψῶν ὡς πεινῶν, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦ‐ τος πάντων τῶν ἐθνῶν.» «Εἶπεν Κύριος πρός με· Μὴ προσεύξῃ περὶ τοῦ
25λαοῦ τούτου, ὅτι ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔσται ἡ ψυχή μου πρὸς αὐτούς.» «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.» «Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ
30παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου, ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός.» «Τάδε λέγει Κύριος· Αὐτοὶ οἰκοδομήσουσιν, ἐγὼ δὲ καταστρέψω.» «Ἐν ἴσῳ μισητὰ, καὶ ὁ ἀσεβῶν, καὶ ἡ ἀσέβεια·
35τὸ πραχθὲν σὺν τῷ δράσαντι ἐξολοθρευθήσεται.» «Ἐλπὶς ἀσεβῶν ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου, καὶ ὡς καπνὸς ἀπὸ ἀνέμου διεχύθη.» «Γενεᾶς ἀδίκου χαλεπὰ τὰ τέλη.» «Μάταιοι μὲν πάντες ἄνθρωποι, οἷς παρῆν Θεοῦ
40ἀγνωσία, καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὰ ὄντα, οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνω‐ σαν τὸν τεχνίτην. Ταλαίπωροι, καὶ ἐν νεκροῖς αἱ ἐλ‐ πίδες αὐτῶν.» «Τοῖς ἀσεβέσι μέχρι τέλους ἀνελεήμων θυμὸς
45ἐπέστη.» «Ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ.»
«Ἐκδίκησις ἀσεβῶν, πῦρ καὶ σκώληξ.»1156 in vol. 95

95

.

1157

«Πῦρ, χάλαζα, καὶ λιμὸς, καὶ θάνατος, πάντα ταῦτα εἰς κόλασιν ἁμαρτωλῶν ἐκτίσθη.» «Θάνατος, καὶ ἔρις, καὶ ῥομφαία, καὶ μάστιξ, ἐπὶ τοὺς ἀνόμους ἐκτίσθησαν.»
5 «Οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Κυρίου.» «Πένθος νεκροῦ ἑπτὰ ἡμέραι· μωροῦ δὲ καὶ ἀσε‐ βοῦς, πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.» «Ὡς ῥομφαία δίστομος, πᾶσα ἁμαρτία»
10 «Οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν.» «Ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας. Ἐὰν γὰρ προσέλθῃς, ἕξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς, ἀναιροῦντες ψυχάς.» «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε,
15Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν. Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀνα‐ χωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς
20ἁμαρτίας· ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ.» «Τάλας ἐγὼ, οὐδὲ ἐμνήσθην, ὅτι ὁ Θεὸς νοῦν ὁρᾷ, καὶ ψυχῆς ἐπιτηρεῖ φωνήν. Συνεργῶν ὁ ἐχθρὸς πρὸς ἁμαρτίαν, πρὸς ἐμαυτὸν λέγει· Ἐλεήμων ἐστὶν ὁ Θεὸς, καὶ ἀνέξεταί μου. Καὶ μὴ πληγεὶς παρα‐
25χρῆμα, οὐκ ἐπαυσάμην, ἀλλὰ μᾶλλον κατεφρόνησα συγγνώμης. καὶ ἐδαπάνησα Θεοῦ μακροθυμίαν.» «Ὥσπερ συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ κατα‐ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τού‐ του. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους
30αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.» «Τότε ἐρεῖ ὁ βασιλεὺς καὶ τοῖς ἐξ εὐωνύμων.
35Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέ‐ λοις αὐτοῦ.» «Ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά. Ἐκ γὰρ τοῦ πε‐
40ρισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Οὐκ ἔστι δένδρον καλὸν, ποιοῦν καρπὸν σαπρὸν, οὐδὲ δένδρον σαπρὸν, ποιοῦν καρπὸν καλόν. Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέ‐ ξουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν.»
45«Τὰ ὀψώνια τῆς ἁμαρτίας, θάνατος.» «Ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ
ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.»1158 in vol. 95

95

.

1160

«Ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.» «Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν· τινῶν δὲ καὶ ἐπακολουθοῦσι.»
5 Βαρυτάτη κόλασις τοῖς εὖ φρονοῦσιν, ὁ ἀπὸ Θεοῦ χωρισμός. Ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία. Ἀμήχανον ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λή‐ θην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας.
10 Μηδεὶς οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἐχόντων ὑπολήψεις, ὅτι δεκταὶ αὐτῶν εἰσὶν αἱ ἐν ψαλμῳδίαις αἰνέσεις. Θεοῦ ἄγνοια θάνατός ἐστι ψυχῆς. Τίνι οὐαί; τίνι θλίψεις; τίνι ἀπορία καὶ σκότος;
15τίνι αἰωνία κατάκρισις; οὐ τοῖς παραβάταις; οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις; Τίς δὲ τῆς ἀρνήσεως ἔλεγ‐ χος; οὐχ ὅτι τὰς οἰκείας ὁμολογίας ἠθέτησαν; Ὥσπερ ὁμολογία τῆς εἰς Θεὸν πίστεως, τὸν τῆς εὐσεβείας μακαρισμὸν προξενεῖ, οὕτω καὶ ἡ ἄρνησις τῇ κατα‐
20κρίσει τῆς ἀθεότητος ὑποβάλλει. Παρεμβαλεῖ ἄγγελος Κυρίου παντὶ πεπιστευκότι εἰς τὸν Κύριον. Ἄγγελος παρεδρεύει, ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς
25περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. Ὁ κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, ζήσεται εἰς τέ‐ λος. Ὁ δὲ ἐν τρυφῇ καὶ ἐκλύσει πάσῃ διάγων, διὰ
30τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδεδυμένος, καὶ εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς, καὶ φεύ‐ γων τοὺς ὑπὲρ ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζόμενος ἐν τῇ φλογὶ
35τῆς καμίνου. Ὥσπερ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικο‐ νίζουσαι. Οὔπω ἡ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς.
40Πρεσβυτέρα γὰρ αὕτη τῆς ἁμαρτίας, δι’ ἣν κατεκρί‐ θημεν ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον. Πλὴν τὸ ῥόδον ἄνευ ἀκάνθης ἦν πότε· ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους ἀκάνθη συνεζεύχθη, ἵνα τῷ τέρπνῳ τῆς ἀπολαύσεως ἔγγυθεν ἔχωμεν παρακει‐
45μένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι’ ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδι‐ κάσθη. Εἰ ἀκόρεστος τοῦ ἡλίου τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης Ἥλιος; Εἰ τυφλῷ ζημία

95

.

1160

(50)

τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι;
Βαρεῖα ἡ ἁμαρτία, καθέλκουσα τὴν ψυχὴν εἰς1160 in vol. 95

95

.

1161

πυθμένα ᾅδου. Τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου φόβου γίνεται. Εἰ μὲν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς τέ‐ λος. Εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς
5ὀλεθρίοις; οὐδεὶς χολὴν ἐμέσαι ζητῶν ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης, πολυπλασίονα ταύτην ἑαυτῷ θησαυρίζει. Νοῦν σου τὴν ὑπέρθεσιν, κἂν περιστείλῃ τοῖς ῥή‐ μασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιω‐
10πᾷς. Ἔασον, ἀποχρήσομαι τῇ σαρκὶ πρὸς ἀπόλαυσιν τῶν αἰσχρῶν. Ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν· αἱμάξω τὰς χεῖρας· ἀφέλωμαι τὰ ἀλλότρια· πορευ‐ θῶ δολίως, ἐπιορκήσω, ψεύσωμαι, καὶ τότε μετανοῶ. Ὅρα μὴ ἐπ’ ἐλπίδι τῆς ἀπολυτρώσεως πλῆθος κακῶν
15συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· καλὸς μὲν ὁ νόμος, ἀλλ’ ἡδίων ἡ ἁμαρ‐ τία· ἡδονὴ ἄγγιστρόν ἐστιν τοῦ διαβόλου πρὸς ἀπ‐
20ώλειαν ἕλκον· ἡδονὴ μήτηρ τῆς ἁμαρτίας, ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ θανάτου. Ἡδονὴ τροφός ἐστι τοῦ αἰωνίου σκώληκος, ἣ πρὸς καιρὸν καταλι‐ παίνει τὸν ἁμαρτάνοντα, ὕστερον δὲ πικροτέρας χο‐ λῆς ποιεῖται τὰς ἀναδόσεις. Οὐδὲν ἄλλο βοᾷ ἡ ὑπέρ‐
25θεσις, ἢ ταῦτα· βασιλευσάτω ἐν ἐμοὶ ἡ ἁμαρτία, εἶτα βασιλεύσει ποτὲ καὶ ὁ Κύριος. Παραστήσω μου τὰ μέλη ὅπλα ἀδικίας τῇ ἀνομίᾳ ποτὲ, καὶ ὅπλα δικαιο‐ σύνης αὐτὰ τῷ Θεῷ. Οὕτω καὶ ὁ Κάϊν προσέφερε τὰς θυσίας, τὰ πρῶτα τῇ ἀπολαύσει τῇ ἑαυτοῦ, τὰ δεύ‐
30τερα τῷ κτίσαντι καὶ δωρησαμένῳ Θεῷ. Ὅτε δυνα‐ τὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις· ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδέν ἐστιν αὐτοῖς χρήσασθαι, ἀλλ’ ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρό‐
35νου μαρασμὸν παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ’ ἀκολασίας ἀδυνα‐ μία· νεκρὸς οὐ στεφανοῦται. Οὐδεὶς δίκαιος δι’ ἀδυ‐ ναμίαν τοῦ κακοῦ. Ἕως ἐστὶ δύναμις, λόγῳ κράτει τῆς ἁμαρτίας. Τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ
40κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονη‐ ρίας, οὔτε ἐπαίνων αὐτὴ καθ’ ἑαυτὴν, οὔτε κολάσεως ἀξιοῦται. Ἐὰν δι’ ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαί‐ ρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπὸ ἀνάγκης ἐξειργομένους.
45Τίς δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξεν; τί σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισεν; τίς οὗτος ἀξιόπιστος παρά σοι τῶν μελλόντων ἐγγυητής; οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα; τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι

95

.

1161

(50)

δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὔτε φθέγξασθαι δυνήσῃ, τάχα δὲ οὐδὲ ἀκοῦσαι, οὐ χεῖρας ἆραι εἰς τοὺς οὐρανοὺς, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι
γόνυ εἰς τὴν προσκύνησιν.1162 in vol. 95

95

.

1164

Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις· ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπάγων βιαίως, καὶ κατασύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς
5ἁμαρτίαις πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τὸν θρῆνον ἀποκλεισθέντος, Ὢ πόσα σπαράξεις σεαυτὸν, πόσα δὲ στενάξεις, ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βου‐ ληθεῖσιν! ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν
10λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἲ ἐμὲ, μὴ ἀποῤῥί‐ ψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳ‐ δίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κα‐
15κῶν τούτων ἐφέλκεσθαι. Αἲ ἐμὲ, τὰς κηλίδας μὴ ἀποπλύνασθαι, ἀλλ’ ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρα‐ νίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευ‐ μάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνα‐
20τα βασανίζομαι. Δι’ ἡδονὴν σαρκὸς, τῷ πυρὶ παρα‐ δίδομαι· δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον. Ἐδιδασκόμην, καὶ οὐ προεῖχον. Διε‐ μαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος, ἐὰν προαναρπασθῇς.
25 Τοὺς τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπί‐ πονον καὶ σκυθρωπὸν ἀναμένει. Ἐμοὶ μὲν δακρύειν ἐπέρχεται ἐπὶ σὲ, ἄνθρωπε, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολα‐
30σίας ἡδὺ δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀποκλείεις, μὴ ἰδεῖν ἀγαθὰ τῆς Ἱερουσαλήμ. Ἐκεῖ ἀγγέλων μυριάδες, πρωτοτόκων πανήγυρις, ἀποστόλων θρόνοι, προφη‐ τῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων
35στέφανοι, δικαίων ἔπαινοι. Τούτοις σεαυτὸν ἐπιθύμη‐ σον συναριθμηθῆναι, ἀπολουσάμενος, καὶ ἁγιασθεὶς κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασι‐ λείας ἀντιποιήθητι. Μὴ ἀτιμάσῃς τὴν κλῆσιν.
40 Πρόχειρον ἡ κακία, καὶ δίχα τοῦ ἕλκοντος. Εὑρετὶς κακῶν ἡ ἀσέβεια, καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν. Πῶς δὲ ἀνθρώπων ἤμελλον φείδεσθαι, οἱ θεότητος μὴ φεισάμενοι; Πρώτην ὤφλησε τιμωρίαν ὁ ἄνθρωπος τῷ Θεῷ,
45ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναντίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν Δεσπότου, καὶ ἀποστάτης γενόμενος. Δευτέραν δὲ, ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλλάξατο, καὶ προετίμησεν

95

.

1164

(50)

τοῦ δουλεύειν Θεῷ τὸ τυραννεῖσθαι ἀπὸ τῆς κατα‐
φθειρούσης δυνάμεως.1164 in vol. 95

95

.

1165

Ἡ τοῦ κακοῦ στάσις, ἀρχὴ τῆς κατὰ ἀρετήν ἐστιν ὁρμῆς. Οὐκ ἔστιν ἄλλη τις τοῦ κακοῦ ὑπόστασις, εἰ μὴ ὁ χωρισμὸς τοῦ ἀγαθοῦ καὶ κρείττονος.
5 Ἡ ἁμαρτία, ἕως μὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰ‐ σχύνην. Ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁμαρτάνειν κα‐ κόν. Ἡ χαλεπὴ θλίψις τοῦτό ἐστιν.
10 Οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ, δι’ ὄκνον ἢ διὰ νωθείαν, ὁμοίως κολάζονται. Μὴ προσεύξῃ περὶ τοῦ λαοῦ τούτου, φησὶ πρὸς Ἱερεμίαν ὁ Θεὸς, ὅτι ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ,
15οὐκ εἰσακούσομαι αὐτῶν. Οὕτως ἐστὶν ἁμαρτήματα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ ἀπολογίας τυ‐ χεῖν οὐ δυνάμενα. Τὸ ἀνεπισκόπητον καὶ ἀπρονόητον ἐγκαταλειφθῆ‐ ναι ὑπὸ τοῦ Θεοῦ, πάντων ὀλεθριώτατον, καὶ ἡ ἐπὶ
20τοῖς μεγίστοις ἀδικήμασι μεγίστῃ τιμωρία αὕτη, τὸ ἔρημον καὶ ὀρφανὸν γενέσθαι ποιεῖ Θεοῦ. Ὁ γὰρ ξένος τοῦ βοηθοῦ καὶ Σωτῆρος γενόμενος, ὑπὸ τοῖς ἐχθροῖς καὶ τοῖς λῃσταῖς εὐθύς ἐστιν. Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καί‐
25περ μὴ πᾶσι βλεπόμενος· διὰ δὲ νόμων, καὶ διατά‐ ξεων αὐτοῦ, καὶ ἐξουσιῶν, καὶ δυνάμεων, καὶ εἰκό‐ νων νοεῖται, τὸν δὲ Θεὸν οὐ βούλει νοεῖσθαι δι’ ἔργων καὶ δυνάμεων. Οὐ τὸν Θεὸν βλάψομεν ἀγνοοῦντες αὐτὸν, ἀλλ’ ἑαυ‐
30τοὺς ἀποστερήσομεν τῆς αὐτοῦ φιλίας. Οὐδέποτε αἵρεσις τὴν Ἐκκλησίαν ἐνίκησεν, ἀλλὰ ἀεὶ μαίνεται, καὶ κατ’ ὀλίγον προελθοῦσα εὐθέως λύεται. Ὥσπερ ὀφθαλμὸς τεταραγμένος, οὕτω καὶ ἡ ψυχὴ
35τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν, οὐχ οἷά τε τὸ φῶς τῆς ἀληθείας διιδέναι ἀκριβῶς, ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορᾷ. Ἐν οὖν θολερῷ ὕδατι, καὶ τὰς ἐγχέ‐ λεις ἁλίσκεσθαί φασιν ἀποτυφλουμένας. Κρείττων εὐημερίας ἀχαλινώτου νόσος φιλόσο‐
40φος. Οἱ πολλὰ πταίοντες, καὶ μὴ κολαζόμενοι, φοβεῖ‐ σθαι καὶ δεδοικέναι ὀφείλουσιν. Αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μα‐ κροθυμίας τοῦ Θεοῦ.
45 Πέφυκεν ἕκαστος τῶν κακουργῶν ἀνδρῶν τὸ δί‐ καιον λέγων κακόν. Εἰ μηδὲν πράττεις φαῦλον, μηδὲν φοβηθῇς πάμ‐ παν. Εἰ δὲ κακὰ ἐργάζῃ, φοβήθητι τὸν Κριτήν.
Εἰ εὑρίσκομεν ὄφεις ὄφεων δεινοτέρους, δῆλον ὅτι1166 in vol. 95

95

.

1168

καὶ πάθη παθῶν ἐστι χαλεπώτερα, καὶ δαιμόνων πονηρῶν ἕτεροι πονηρότεροι καὶ πικρότεροι ὑπάρ‐ χουσι δαίμονες, καὶ φαύλων φαυλότεροι. Τῆς ψυχῆς τοῦ ἀνθρώπου ῥᾳδίως διὰ τῆς ἁμαρ‐
5τίας φονευομένης ὑπὸ τῶν δελεαζόντων ἀκαθάρτων δαιμόνων, εὐστόχως εἶπεν ὁ λέξας, ὅτι ἀγρεύομαι ὥσπερ λέων εἰς σφαγήν. Τῇ φύσει τὸ ἀγαθὸν ἄνω φέρον ὑπάρχει, τὸ δὲ κα‐ κὸν πρὸς τὰ κάτω καθέλκει τὸν κεχρημένον· ὥς που
10καὶ ὁ Σολομὼν ἐφράσατο, ὅτι «Οἱ πόδες τῆς ἀφρο‐ σύνης τοὺς χρωμένους αὐτῇ εἰς ἅδην κατάγου‐ σιν.» Βαβυλὼν ποτὲ μὲν ὁ διάβολος λέγεται, ποτὲ δὲ ἡ ψυχὴ ἀνθρώπου συγκεχυμένη ἐκ πειρασμῶν χαλε‐
15πῶν, ποτὲ δὲ ὁ κόσμος δι’ αὐτὴν ἐν αὐτῷ πολιτευο‐ μένην σύγχυσιν, καὶ χλεύην, καὶ ἀπάτην Τινὲς καὶ χωρὶς περιστάσεως, καὶ ἀνάγκης, πόθῳ θείῳ καὶ ἔρωτι προσέρχονται τῷ Θεῷ, ἀποφυγόντες τὰ δοκοῦντα ἐν κόσμῳ ὡραῖά τε καὶ τερπνά· σὺ
20τοσαύταις βληθεὶς ταλαιπωρίαις, μένεις ἀκμὴν φι‐ λονεικῶν, καὶ στέργων τὰ ὑλικὰ πράγματα, καὶ ταῖς ἁμαρτίαις καταπνιγόμενος, οὐ βούλει αἰσθάνεσθαι, ἀλλ’ ἐκ παρατάξεως τὸν Θεὸν παροργίζεις, τρισ‐ άθλιε;
25 Εἴπερ αἴσθησιν εἶχες, αὐτὰ τὰ τοῦ βίου πράγματα ἤλαυνέ σε καταφυγεῖν πρὸς Θεὸν, καὶ σωθῆναι. Ἀλλ’ ἐπειδὴ ἐθελοκακεῖς, βλέπε τὰ καταληψόμενά σε, ἵνα ἐν μέσῳ τῶν βιωτικῶν πραγμάτων κακίστῳ μόρῳ τὸν βίον καταλύσῃς, κἀκεῖσε ἀπέλθῃς γυμνὸς ἀρετῆς
30πάσης. Τοὺς καρποὺς τῶν σῶν ἐπιτηδευμάτων αὐτὸς ἐσθίεις. Καὶ γὰρ εἴρηται παρὰ τῷ Ἡσαΐᾳ, ὅτι «Ἔδον‐ ται τὰ ἔργα τῆς πονηρίας αὐτῶν.» Τῆς δὲ καρδίας τῇ πονηρίᾳ μεμορφωμένης, βδελυροὶ ἐκ ταύτης λο‐
35γισμοὶ ἀναπηδῶσι. Καταγέλαστον ἂν εἴη τὸ κατάρχειν τῶν ἀνδραπό‐ δων, ἐξανδραποδίζεσθαι δὲ ὑπὸ τῆς ἁμαρτίας. Πάντες οἱ ἁμαρτωλοὶ πολύτροποι λέγονται. Ἄλλος γὰρ τρόπος πορνείας, καὶ ἄλλος τρόπος θυμοῦ, καὶ
40ἕτερος κενοδοξίας τρόπος, καὶ φθόνου, καὶ μνησικα‐ κίας, καὶ τῶν ἑξῆς. Οἱ δὲ δίκαιοι μονότροποί εἰσιν. Διόπερ φησὶν ὁ μακάριος Δαβὶδ, ὅτι «Κύριος κατ‐ οικίζει κοινοτρόπους ἐν οἴκῳ πνευματικῷ. Εἰ λεπρός ποτε κατάστικτος τὴν σάρκα, μετὰ πί‐
45στεως προσελθὼν Χριστῷ τῷ πανυψίστῳ Θεῷ, ἀπεί‐ ληφεν εὐθέως ταύτην παντὸς καθαρὰν σπίλου, διὰ τί αὐτὸς ὀκνεῖς πίστει καὶ δεήσει χρήσασθαι, καὶ τῶν μιαρῶν, καὶ ἀκαθάρτων παθῶν τῆς ψυχῆς λυ‐ τρωθῆναι;

95

.

1168

(50)

Οὐκ οἶσθα ὅτι ὧν τις ἡττῆται ψυχῆς παθῶν, τού‐ των γίνεται καὶ δοῦλος μαστιγίας; ἀλλ’ οὐκ ἐσμὲν ἡμεῖς παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας, ὅπως
τῆς ἁμαρτίας διαιρεθέντες ἐλευθεριάσωμεν. Αἱρετὸν1168 in vol. 95

95

.

1169

μᾶλλον δοῦλον γενέσθαι καὶ οἰκοτρίβων οἰκότριβα, ἢ δουλωθῆναί ποτε πάθεσι καταράτοις Πλειστάκις τὴν μεγάλην θάλασσαν, καὶ τὸν θα‐ λάσσιον οὐκ ἠγνόησας φόβον; πόσῳ μᾶλλον φοβερω‐
5τέρα ἡ μνήμη τῆς κρίσεως. Οὐ πάντες οἱ δαίμονες τὰ αὐτὰ ἐπιτηδεύματα, ἢ τὰς αὐτὰς πονηρὰς λειτουργίας ἐπιτάσσονται παρὰ τοῦ διαβόλου. Ἄλλος γὰρ ἄλλην βδελυρὰν καὶ θεο‐ στυγῆ διακονίαν πεπίστευται. Καὶ οὗτος μὲν βλα‐
10σφημίας λογισμοὺς ταῖς τῶν ἀνθρώπων καρδίαις ἐγγλύφουσιν· ἐκεῖνοι δὲ αἰσχρὰς ἐπιθυμίας ὑποτί‐ θενται τῇ ψυχῇ. Καὶ ἄλλοι μὲν εἰς κενοδοξίαν, καὶ φθόνον, καὶ τὰ ἑξῆς διεγείρειν εἰώθασιν· ἄλλοι δὲ τοῖς αἱρετικοῖς τὰς ὕλας τῶν νοημάτων χορηγοῦσιν·
15ἄλλοι δὲ περὶ γαστριμαργίαν καὶ μέθην, καὶ πορνείαν σχολάζουσι. Καὶ ἕτεροι μὲν δαίμονες διὰ τῶν ἐν‐ υπνίων, καὶ τῶν παρατηρήσεων Ἑλληνικῶν ἐξαπατῶ‐ σι, καὶ χλευάζουσιν. Ἕτεροι δὲ τὰς ἡδονὰς τῶν ἀνθρώ‐ πων ἐμβάλλουσιν ἐν τῷ σώματι, καὶ πάντα τὰ μέλη
20τῇ ἀθεσμίᾳ καγχλάζειν καὶ κυματοῦσθαι ποιοῦσι, καὶ ὀμίχλης, καὶ ζόφου πληροῦσι τὰς αἰσθήσεις· καὶ οἱ μὲν τοῖς ἐπαοιδοῖς, καὶ φαρμάκοις, καὶ τοῖς ἐπι‐ λαλοῦσι συμπράττουσι, καὶ συνεπισχύουσιν. Ἐκεῖ‐ νοι, καὶ ἁπλῶς εἰπεῖν, ἕκαστον τάγμα δαιμόνων ἰδίαν
25τινὰ κεκλήρωται διακονίαν καὶ πραγματείαν ψυχο‐ βλαβῆ. Ὃ χείλεσι μόνον ὁμολογῶν τὸν Χριστὸν, ἀρνησά‐ μενος δὲ τοῖς ἔργοις, οὐκ ἔστιν ἐν αὐτῷ, οὐδὲ ἔχει αὐτὸν ἐν ἑαυτῷ· μόνου καὶ παντὸς μετόχου τυγχά‐
30νοντος τοῦ ἐν αὐτῷ πάντα ποιοῦντος. Τότε συγχώρησις γίνεται τῶν προεπταισμένων, ὅταν ἔργα μετανοίας μετὰ ταῦτα τελεσθῇ. Εἰ γάρ τις ἔτι πράττων τὰ ψεκτικὰ καὶ κολαστέα, προσ‐ ποιεῖται μετάνοιαν, οὐ τεύξεται συγχωρήσεως, ἔτι
35πράττων τὰ ἀπηγορευμένα. Προσαγορεύσαντος τοῦ ἀσεβοῦς Βασιλίδους τὸν εὐαγγελιστὴν Ἰωάννην, καὶ εἰπόντος· Ἐπιγινώσκεις ἡμᾶς; ἀμελητὶ, Ἐπιγινώσκω σε, λέγει ὁ ἅγιος, πρω‐ τότοκον τε Σατανᾶ.
40 Φοβηθῶμεν, οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ ἁμαρ‐ τήματα, δι’ ἃ ἡ νόσος· καὶ νόσον ψυχῆς, οὐχὶ σώ‐ ματος. Νόμος ἔστω κατὰ τῶν σεμνὰ καὶ θεῖα, οὐ σεμνῶς καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων, κόλασιν ἐπιφέρειν
45ἀορασίας. Εἰ βούλει ὑπὸ τοῦ Θεοῦ βασιλεύεσθαι, μὴ βούλει ἁμαρτάνειν. Εἰ δὲ ἁμαρτάνεις, πῶς βασιλεύσῃ ὑπὸ τοῦ Θεοῦ. Ὁ καθαρὸς νοῦς πέφυκεν θεωρεῖν τὴν ἀλήθειαν,

95

.

1169

(50)

καὶ ὁ Θεὸς τούτῳ πέφυκεν ἐμφανίζεσθαι. Ὅσοι οὖν1170 in vol. 95

95

.

1172

περὶ τὴν ἀλήθειαν ἐσφάλησαν, παρὰ τὸ κακῶς βιῶ‐ σαι ἐσφάλησαν. Κολάζονται οὖν οἱ αἱρετικοὶ, οὐχ ὅτι αἱρετικοί εἰσιν, ἀλλ’ ὅτι γεγόνασι κακῶς βιώσαντες. Οὐκ ἔστι γὰρ αἱρετικὸν γενέσθαι, μὴ κακῶς βιώ‐
5σαντα, εἴτε λόγος, εἴτε πράξει. Δικαίως οὖν κριθή‐ σονται, οὐχ ὅτι προσκόπτουσιν, ἀλλ’ ὅτι ἑαυτοὺς διὰ μέθης, ἀπειθείας, καὶ φιλαργυρίας τυφλοῦντες, ἐν σκότει διαπορεύονται. ΤΙΤΛ. ΙΓʹ. —Περὶ ἀναμαρτησίας· ὅτι οὐδεὶς ἀνα‐
10μάρτητος, εἰ μὴ ὁ Θεός. «Μὴ καθαρὸς ἔσται βροτὸς ἐνώπιον Κυρίου;» «Τίς καθαρός ἐστιν ἀπὸ ῥύπου; ἀλλ’ οὐδὲ εἷς, κἂν μίαν ἡμέραν ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» «Οὐρανὸς οὐ καθαρὸς ἐναντίον αὐτοῦ.»
15 «Τίς βροτὸς, ὅτι ἔσται ἄμεμπτος; πῶς ἔσται βροτὸς δίκαιος παρὰ Κυρίῳ;» «Ἐὰν ἀνομίας παρατηρήσεις, Κύριε, Κύριε, τίς ὑποστήσεται;» «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι
20οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.» «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάζεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας;» «Ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσεται.»
25 «Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν.» ΤΙΤΛ. ΙΔʹ. —Περὶ ἀποταξαμένων. καὶ ἐξ ὑπο‐ στροφῆς ἐκεῖνα πραττόντων οἷς ἀπετάξαντο. «Τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει
30Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.» «Ὥσπερ κύων, ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμε‐ τον, καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ αὐτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἁμαρτίαν.» «Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης
35αὐτοῦ, καὶ ποιήσει ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν, οὐ μὴ φυλαχθῶσιν ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται.»
40 «Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κα‐ κώσῃ αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστραφῇ ἀπὸ τῆς ἀνο‐ μίας αὐτοῦ. Ἕκαστον ἐν ταῖς ὁδοῖς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.»
45 «Βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ; Οὕτως ὁ ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσ‐ ευχῆς αὐτοῦ, τίς εἰσακούσεται; καὶ τί ὠφέλησεν ἐν

95

.

1172

(50)

τῷ ταπεινωθῆναι αὐτόν;»
«Μὴ προσκόψῃς ἐν λιθώδεσι.»1172 in vol. 95

95

.

1173

«Ἐπανάγων ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥομφαῖαν αὐτόν.» «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, οὐκ εὔθετός ἐστιν εἰς τὴν
5βασιλείαν τοῦ Θεοῦ.» «Εἰ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπι‐ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χρι‐ στοῦ, τούτῳ δὲ πάλιν ἐμπλακέντες. ἡττῶνται, γέγο‐ νεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖσσον
10γὰρ αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιο‐ σύνης, ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθεί‐ σης αὐτοῖς τῆς ἁγίας ἐντολῆς. Συμβέβηκε γὰρ αὐ‐ τοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα, καὶ ὗς λουσάμενος εἰς κύ‐
15λισμα βορβόρου.» Ἐλεεινὸν θέαμα, μετὰ νηστείαν, μετὰ σκληρα‐ γωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δα‐ ψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν εἴκοσί που ἢ τριάκοντα, δι’ ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν γυμνὸν ἁπάντων
20ἀποδειχθῆναι, καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τὰ πλήθη τῶν ἀγωγίμων ἐπαγό‐ μενος, ἐξ οὐρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φο‐ βερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι
25διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἔρημος ἀθρόον ἀπεδείχθη. Ἐὰν καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτηθέντα, μιᾷ προσβολῇ δαίμονος ἀπολέσῃ, ὥσπερ τινὶ ἀγρίῳ λαίλαπι τῇ ἁμαρτίᾳ βυθισθείς· πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυα‐
30γήσαντι. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ὁ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τοῖς πεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ
35καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως. Τὸ ἅπαξ τινὰ μετανοήσαντα, τὴν αὐτὴν πάλιν ποιῆσαι ἁμαρτίαν, ἔλεγχός ἐστι τοῦτο, πρῶτον αἴ‐ τιον τῆς ἁμαρτίας ἐκείνης μὴ κεκαθάρθαι, ἀφ’ οὗ καθάπερ ἀπὸ ῥίζης τινὸς τὰ ἶσα φύεσθαι συμβαίνει.
40Ὥσπερ εἴ τις φυτοῦ κλάδους ἐκκόψαι θελήσειεν, τὴν ῥίζαν ἐάσας, οὐδὲν ἧττον ἡ ῥίζα μένουσα πάλιν βλαστάνει. Ἐφ’ οἷς ἂν εὕρω ὑμᾶς ἐπὶ τούτοις καὶ κρινῶ· καὶ παρέκαστα βοᾷ τὸ τέλος ἁπάντων, ὥστε καὶ τὰ
45μέγιστα εὖ πεποιηκότι τὸν βίον, ἐπὶ δὲ τοῦ τέ‐ λους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῇ καταστροφῇ τοῦ δράματος ἐξ‐ άθλων γενομένων. Ὅταν ἄνθρωπος δίκαιος ἐκπέσῃ, λέγωμεν περὶ

95

.

1173

(50)

αὐτοῦ τὸ λεχθὲν παρὰ τοῦ Ἡσαίου· «Πῶς ἐξέπε‐ σεν ὁ ἑωσφόρος ἐξ οὐρανοῦ, καὶ εἰς τὴν γῆν συν‐
ετρίβη;»1174 in vol. 95

95

.

1176

Ἔνιοι προκόψαντες ἐπ’ ἀρετὴν, ὑπενόστησαν πρὶν ἐφικέσθαι τοῦ τέλους, τὴν ἄρτι φυομένην ἀριστο‐ κρατείαν ἐν ψυχῇ καθελούσης τῆς παλαιᾶς ὀλιγο‐ κρατείας, ἡ πρὸς ὀλίγον ἠρεμήσασα, πάλιν ἐξ ὑπ‐
5αρχῆς μετὰ πλείονος δυνάμεως ἐναπέθετο. Ὅταν ἄνθρωπος κατορθώσῃ βίον ἐνάρετον δι’ ἀσκήσεως, καὶ ἀγαθῆς πολιτείας, καὶ ἔστιν ὑπὸ πάντων ἐγνωσμένος, ὅτι ἔστιν εὐσεβὴς καὶ φοβούμε‐ νος τὸν Θεὸν, καὶ ἐκπέσῃ εἰς ἁμαρτίαν, τοῦτό ἐστι
10παράπτωμα. Ἀνῆλθεν γὰρ εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ πέπτωκεν εἰς τὸν πυθμένα τοῦ ᾅδου. ΤΙΤΛ. ΙΕʹ. Περὶ ἀναστάσεως, καὶ κρίσεως, αἰω‐ νίας κολάσεως. «Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ
15αὐτὸς κρινεῖ.» «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.» «Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρ‐ τωλὸς ποῦ φανεῖται;»
20 «Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονη‐ ρόν.» «Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τί ὑμῖν αὕτη ἡμέρα Κυρίου; αὕτη ἐστὶ σκότος,
25καὶ οὐ φῶς.» «Μεγάλη ἡ ἡμέρα Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα. Τίς ἔσται ἱκανὸς αὐτῇ;» «Ἐξεγειρέσθω, καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, ὅτι ἐκεῖ καθιῶ τοῦ δια‐
30κρῖναι πάντα τὰ ἔθνη εἰς τὴν κύκλωθεν. Ἐξαπο‐ στείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός. Εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερ‐ χεῖται τὰ ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὁ ἥλιος
35καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες οὐ δώ‐ σουσι τὸ φέγγος αὐτῶν· ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνα‐ κράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.» «Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου, διότι ἐγγὺς
40ἡ ἡμέρα Κυρίου. Ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ. Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡ ἡμέρα Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης,
45καὶ ἀφανισμοῦ· ἡμέρα σκότους καὶ γνόφου.» «Ἰδοὺ ἔρχεται, λέγει Κύριος ὁ παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; διότι αὐ‐ τὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθα‐

95

.

1176

(50)

ρίζων ὡς τὸ ἀργύριον.» «Ἰδοὺ ἐγὼ ἀποστέλλω Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.» «Νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε
55εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ1176 in vol. 95

95

.

1177

ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦ‐ σαι τὴν γῆν.» «Ἰδοὺ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται μετὰ θυ‐ μοῦ καὶ ὀργῆς, θῆναι τὴν οἰκουμένην ὅλην ἔρημον
5καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσει ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ ὁ κόσμος πᾶς τοῦ οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτασθήσονται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελή‐ νη οὐ δώσει τὸ φῶς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ
10ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολέσω ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.» «Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.»
15 «Ἐγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν συλλογισμὸν ἔρχομαι συναγαγεῖν.» «Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσοῦνται ὡς φύλλον ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλον ἀπὸ συκῆς.»
20 «Πᾶσα φωνὴ ἀναστήσεται πρὸς σὲ εἰς κρίσιν, καὶ πάντα αὐτοὺς ἐτάσει· οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ.» «Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ ὁ Κύριος ἡμῶν μετὰ ἰσχύος ἔρχεται. Ἰδοὺ ὁ μισθὸς μετ’ αὐτοῦ, καὶ τὸ
25ἔργον ἐνώπιον αὐτοῦ.» «Ἰδοὺ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ.»
30 «Τάδε λέγει Κυρίος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω ἐφ’ ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα, καὶ ἄξω ἐφ’ ὑμᾶς σάρκα· καὶ ζή‐ σεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος.» «Κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεσθαι αὐ‐
35τὸς πρὸς πᾶσαν σάρκα.» «Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ πα‐ λαιὸς ἡμερῶν ἐκάθητο. Καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, καὶ οἱ
40τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χιλίαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστή‐ κεισαν αὐτῷ. Ἔμπροσθεν αὐτοῦ κριτήριον ἐκάθισεν, καὶ αἱ βίβλοι ἠνεῴχθησαν.»
45 «Ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ· καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς

95

.

1177

(50)

ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ ταύτῃ· καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθή‐ σονται. Οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν, καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος,
55καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡσεὶ ἀστέρες εἰς τὸν αἰῶνα.»
«Λέγω ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλή‐1178 in vol. 95

95

.

1180

σωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ἐκ γὰρ τῶν λόγων σου δι‐ καιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ.» «Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγον‐
5τες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁ σπείρων καλὸν σπέρμα, ἔστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρὸς, ἔστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνια, εἰσὶν υἱοὶ
10τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτὰ, ἔστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς, συντέλεια τοῦ αἰῶνός ἐσ‐ τιν· οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀποστελεῖ
15ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλ‐ λέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσι αὐ‐ τοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυ‐ θμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς
20αὐτῶν.» «Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν.» «Εὐθέως μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ
25ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐ‐ ρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώ‐ που ἐν τῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ
30φυλαὶ τῆς γῆς· καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως, καὶ δόξης πολ‐ λῆς· καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλ‐ πιγγος καὶ φωνῆς μεγάλης, καὶ συλλέξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων
35οὐρανῶν ἕως ἄκρων αὐτῶν. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης, καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος.» «Γρηγορεῖτε. ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν.»
40 «Ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ· καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.» «Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως
45ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ ἀνθρώπου. Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίσκοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἀπώλεσε πάντας. Ὁμοίως καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγό‐

95

.

1180

(50)

ραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν θεῖον ἀπ’ οὐρα‐ νοῦ, καὶ ἀπώλεσεν ἅπαντας. Κατὰ ταῦτα ἔσται ἡ ἡμέρᾳ, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτε‐ ται.»
55 «Τότε ἔσται σημεῖα ἐν ἡλίῳ, σελήνῃ, καὶ ἄσ‐ τροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων
ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ1180 in vol. 95

95

.

1181

οἰκουμένῃ. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθή‐ σονται, καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολ‐ λῆς. Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν
5αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως ἐφ’ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» «Ὅταν ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν,
10οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοί εἰσιν ἐν οὐ‐ ρανῷ.» «Λογίζομαι, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν
15ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.» «Ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκι‐ μάσει. Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησεν, μισθὸν λήψεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς
20διὰ πυρός.» «Οὕτως γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρω‐ πος εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιόν. Ἀλλ’ οὐ πρῶτον τὸ πνευματικόν· ὁ πρῶ‐ τος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος
25ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χυϊκοί· καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουρά‐ νιοι. Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτό φημι, ἀδελφοί μου, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν
30Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγη‐ σόμεθα. Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ· καὶ οἱ νεκροὶ ἐγερθήσον‐
35ται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσεται ἀθανασίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσεται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσεται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος.
40Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; τὸ κέντρον τοῦ θα‐ νάτου ἡ ἁμαρτία; Ἡ δὲ δύναμις τῆς ἁμαρτίας, ὁ νόμος.» «Τοὺς πάντας ἡμᾶς φανερωθῆναι, δεῖ ἔμπροσθεν
45τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, καθὰ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» «Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος; τοῦτο καὶ θε‐ ρίσει.»

95

.

1181

(50)

«Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.» «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς
55οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν γὰρ εἴπωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπιστήσεται ὄλε‐ θρος. Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ
μὴ ἐκφύγωσιν.»1182 in vol. 95

95

.

1184

«Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρου‐ σίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆ‐ ναι ὑμᾶς ἀπὸ τοῦ νοός· μηδὲ θροεῖσθε, μηδὲ διὰ πνεύ‐
5ματος, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρᾳ Κυρίου. Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρό‐
10μενος ἐπὶ πάντα λεγόμενον Θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἐστὶ Θεός. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ
15καιρῷ Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνο‐ μίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς Χριστὸς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ τὴν ἐπιφάνειᾳ τῆς παρ‐
20ουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο
25πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πι‐ στεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ.» «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.»
30 «Ἥξει ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, ἐν ᾗ οἱ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται· στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.» «Ἰδοὺ ἔρχεται Κύριος ἐν μυριάσιν ἁγίαις αὐτοῦ,
35ποιῆσαι κρίσιν κατὰ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν λόγων, ὧν ἐλάλησαν κατ’ αὐτοῦ οἱ ἁμαρτωλοί.» «Μή με νομίσῃ ὥσπερ μητέρα τινὰ τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι
40ποιεῖν περὶ τοὺς νηπίους τῶν παίδων εἰώθασιν, ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, καὶ δι’ ἐπιπλάστων διηγημάτων κατασιγάζουσιν. Ταῦτα μὲν οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδὴς προκεκηρυγμένος φωνεῖ. Καὶ ἴσθι ἀκριβῶς, ὅτι γενήσεται τῶν βεβιωμένων ἔλεγ‐
45χος ἀκριβής. Οὐκ ἔνι ῥήτωρ ἐκεῖ· οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσι κόλακες, οὐ τὰ χρήματα, οὐδ’ ὄγκος ἀξιώματος· ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυν‐

95

.

1184

(50)

ηγόρητος, καταισχυνόμενος ἕκαστος ἀπολειφθήσεται· σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. Ὅπου ἄν τις περιαγάγῃ τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψεται τῶν ἔργων τὰς εἰκόνας. Ὥσπερ γὰρ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται,
55ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Διὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ· ἀλλὰ φράσσεται στόμα ἀναί‐
σχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ1184 in vol. 95

95

.

1185

πράγματα, οὐ φωνὴν ἀφίεντα, ἀλλὰ τοιαῦτα φαινό‐ μενα, οἷα ὑφ’ ἡμῶν γεγένηται. Ἓν καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομένους τῶν
5τοσούτων ἀποφάσεων, τέλος κολάσεων ἑαυτοῖς ὑπο‐ γράφειν, εἰς τὸ μᾶλλον κατατολμᾷν τῆς ἁμαρτίας. «Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται.» Ἐκεῖ κρίνεται, οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ
10δεινοῦ, ἀλλὰ καὶ ὁ πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρ‐ τίαν ἀκολουθήσας. Φησὶν ὁ προφήτης· «Ἵνα τί ὑμεῖς ζητεῖτε τὴν ἡμέραν Κυρίου; καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς·» σκότος δὲ δηλονότι τοῖς ἀξίοις τοῦ σκότους. Ἐπεὶ
15ἀνέσπερον καὶ ἀδιάδοχον, καὶ ἀτελεύτητον τὴν ἡμέ‐ ραν ἐκείνην οἶδεν ὁ λόγος, ἣν καὶ ὀγδόην ὁ ψαλμῳ‐ δὸς προσηγόρευσεν, διὰ τὸ ἔξω κεῖσθαι τοῦ ἑβδομα‐ τικοῦ τούτου χρόνου. Ὥστε κἂν ἡμέραν εἴπῃς, καὶ αἰῶνα, τὴν αὐτὴν ἐρεῖς ἔννοιαν. Εἴτε οὖν ἡμέρα ἡ
20κατάστασις ἐκείνη λέγοιτο, μία ἐστὶ, καὶ οὐ πολλαί· εἴτε αἰὼν προσαγορεύοιτο, μοναχὸς ἂν εἴη, καὶ οὐ πολλοστός. Καλὸν μὴ ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου καὶ
25λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς. Γίνωσκε συλλέγεσθαι εἰς ὕστερον. Οὐδὲν ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθή‐ σεται ἐκεῖ παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ ἁμαρτημάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν μέλλομεν
30τιμωρίας ἡμεῖς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μικρὰ λογισθήσεται. Ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων, καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγὸν, ἔσωσαν οὐ μικρᾶς τὸν ἐργάτην τῶν ἑαυ‐
35τῶν· κἂν τοσούτων ἰσχύσῃ πονηρῶν πράξεων ἐργα‐ σία βλάψαι, ὅσον κατασπᾶσαι τῆς πρώτης χώρας, αὐτὸν εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὡς καὶ δυνη‐ θῆναι ἀντιστῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ἀνωθι‐
40σμόν. Μνημονεύετε τῆς φρικώδους, καὶ φοβερᾶς ἡμέρας, ἐν ᾗ πάντες παρίστανται τῷ βήματι τοῦ Χριστοῦ, δώσοντες δίκας τῶν πεπραγμένων, ἔνθα πρὸ ὀφθαλ‐ μῶν πάντων προτεθήσεται τὰ ἁμαρτήματα, καὶ
45ἀποκαλυφθήσεται, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδειχθήσε‐ ται· ἔνθα ἡ πηγὴ τοῦ πυρὸς, καὶ ὁ ἀκοίμητος σκώ‐ ληξ. Ἔνθα πάντα γυμνὰ καὶ τετραχηλισμένα· ἔνθα βίβλοι τῶν καρδιῶν ἡμῶν ἀνοιγήσονται, καὶ ἐν μέσῳ ἀναγνωσθήσεται τὰ φανερὰ καὶ τὰ κεκρυμμένα, τὰ

95

.

1185

(50)

ἐν νυκτὶ, καὶ τὰ ἐν ἡμέρᾳ. Ἐπὶ τοῦ ἑνὸς οὐ θέλομεν ἀσχημονῆσαι ἐνταῦθα, ἐπὶ δὲ μυριάδων τοσούτων ἐκεῖ τί ποιήσομεν Καθάπερ ἡμεῖς τοῖς οἰκέταις τοῖς ἡμετέροις, οὐχὶ τῆς ἐξόδου μόνον, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦμεν
55τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο χρήματα,
καὶ παρὰ τίνων, καὶ πότε, καὶ πῶς, καὶ πόσα·1186 in vol. 95

95

.

1188

οὕτως δὲ καὶ ὁ Θεὸς, οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς κτήσεως ἀπαιτήσει τὰς εὐθύνας. Οὐ τὸ κολάζεσθαι ἐνταῦθα, κακὸν, ἀλλὰ τὸ ἄξιον τῆς ἐκεῖσε γενέσθαι κολάσεως.
5 Οὐκ ἔστι παρὰ Θεῷ, οὔτε πονηρὸν ὄντα ἀπολέσαι τὸν ἀγαθὸν μισθὸν περὶ ἑνὸς ἀγαθοῦ μετὰ πλειόνων κακῶν πεπραγμένου, οὔτε πάλιν ἀγαθὸν ὄντα, ἀπο‐ λέσαι τὴν κόλασιν, καὶ μὴ λαβεῖν αὐτὴν, εἰ μετὰ πλειόνων ἀγαθῶν ἔν τινι γένηται πονηρεύων.
10Ἀνάγκη γὰρ ζυγῷ καὶ σταθμῷ πάντα ἀποδιδόναι τὸν Θεόν. Ὁ νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ ἐβου‐ λεύσαντο, καὶ τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος, καὶ πάντων ἀψευδέστατος.
15ΤΙΤΛ. Ιϛʹ. —Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ τῶν προ‐ φητῶν, καὶ ἀποστόλων ποτὲ γενομένης. «Εἶπεν ὁ Κύριος τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει, καὶ
20τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Τῷ δὲ
25Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι, τοῦτο μόνον μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους
30ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀπο‐ στρέψῃς εἰς γῆν ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ.» «Εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν· Οὐ γινώσκω Μὴ φύλαξ
35τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποιήσας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· ὅτε ἐργᾷ τὴν
40γῆν, καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.» «Ἐξένηψε Νῶε ἐκ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίη‐ σεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς
45ἀδελφοῖς αὐτοῦ.» «Εἶπεν Δαβίδ· ὄρη τὰ Γελβουὲ, μήτε δρόσος, μήτε ὑετὸς πέσῃ ἐφ’ ὑμᾶς. Ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξηράνθη σκέπη δυνατῶν.» «Ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.

95

.

1188

(50)

Καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν· Ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. Καὶ ἀπεκρίθη Ἠλιοὺ, καὶ εἶπεν αὐτῷ· Εἰ ἄνθρωπος τοῦ Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐξ οὐ‐ ρανοῦ, καὶ ἀναλώσει σε, καὶ τοὺς πεντήκοντά σου.
55Καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐ‐
τὸν, καὶ τοὺς πεντήκοντα αὐτοῦ. Εἶπεν Ἠλιού·1188 in vol. 95

95

.

1189

Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ἐξαπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῷ Βαὰλ μυῖαν θεὸν προσόχθισμα Ἀκκα‐ ρὼν, οὐχ οὕτως· ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσει ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.»
5 «Ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων, Ἀπόλοιτο ἡ ἡμέρα ἐκείνη ἐν ᾖ, εἶπον ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ἐν ᾖ εἶπον· Ἰδοὺ ἄρσεν. Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσει αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθῃ ἐπ’ αὐτὴν φέγγος.
10Ἐκλάβῃ δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου. Ἐπέλθοι ἐπ’ αὐτὴν γνόφος· καταραθείη ἡ ἡμέρα, καὶ ἡ νὺξ ἐκείνη. Ἐπενέγκαι αὐτὴν σκότος, μὴ εἴη εἰς ἡμέραν ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέραν μηνῶν· ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, μηδὲ ἔλθοι ἐπ’ αὐτὴν εὐφροσύνη,
15μηδὲ χαρμονὴ, ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώ‐ μενος ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκεί‐ νης, καὶ εἰς φωτισμὸν μὴ ἔλθῃ, μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς
20μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.» «Εἴησαν οἱ ἐχθροί μου, ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπανιστάμενοί μοι ὥσπερ ἡ ἀπώ‐ λεια τῶν παρανόμων.»
25 «Ἡμέρα συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ με‐ σημβρινὸν ψηλαφήσεται ἶσα νυκτί. Ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἐκσιφωνηθείη αὐτῶν ἡ ἰσχύς. «Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτῷ ἡ καταστροφή. Οἶδεν ἐν ἑαυτῷ,
30ὅτι μένει εἰς πτῶμα. Ἡμέρα δὲ αὐτοῦ σκοτεινή· ἀνάγκη δὲ αὐτὸν καὶ θλίψις καθέξει, ὥσπερ στρατη‐ γὸς πρωτοστάτης πίπτων ὅτι ἦρεν χεῖρας ἐναντίον τοῦ Θεοῦ, ἐναντίον δὲ παντοκράτορος ἐτραχηλίασεν. Αὐλισθείη δὲ εἰς πόλεις ἐρήμους· εἰσέλθοι δὲ εἰς
35οἴκους ἀοικήτους. Ἃ δὲ ἐκεῖνοι ἐθέρισαν, ἄλλοι ἀποίσονται· οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα. Οὐ μὴ βάλλῃ ἐπὶ τὴν γῆν σκιὰν, οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος. Τὸν βλαστὸν αὐ‐ τοῦ μαράνῃ ἄνομος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. Κενὰ
40ἀποβήσεται αὐτῷ. Ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρή‐ σεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκνάσῃ. Τρυ‐ γηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας· ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας· μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. Ἐν γαστρὶ λήψεται ὀδύνας· ἀποβήσεται αὐτῷ κενὰ, ἡ
45δὲ κοιλία αὐτοῦ ὑποίσει δόλους.» «Φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ. Θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτῶν. Ἐμβέβληται ὁ ποῦς αὐτῶν ἐν παγίδι, καὶ ἐν δικτύῳ ἑλιχθείη. Ἔλθοισαν ἐπ’ αὐτὸν παγίδες. Πτῶμα

95

.

1189

(50)

δὲ αὐτῷ ἑτοίμασται ἐξαίσιον. Κατέδεται τὰ ὡραῖα αὐτοῦ θάνατος· κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. Ὑποκάτωθεν αὐτοῦ αἱ ῥίζαι ξηρανθήσονται, καὶ ἐπάνωθεν αὐτοῦ ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. Τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς. Ἀπώσῃ
55αὐτὸν ἐκ φωτὸς εἰς σκόπος, οὐκ ἔσται σεσωσμένος εἰς τὴν ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι· οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος ὁ
τόπος τῶν μὴ ἰδόντων τὸν Κύριον.»1190 in vol. 95

95

.

1192

«Κρῖνον αὐτοὺς ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν.» «Αἰσχυνθείησαν, καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου.»
5 «Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου.» «Μὴ οἰκτειρήσεις πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· μὴ ἀποκτείνῃς.»
10 «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα.» «Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, ἐπὶ τὰ ἔθνη μὴ γινώσκοντά σε.» «Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλά‐
15μην κατὰ πρόσωπον ἀνέμου. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν.» «Οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐν‐ τροπήν.»
20 «Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πο‐ νηροῦ.» «Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς.» «Δὸς αὐτοῖς, Κύριε, μήτραν ἀτεκνοῦσαν, καὶ μα‐ στοὺς ξηρούς.»
25 «Ἔσται ὑμῖν ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ κόσμου τῆς κε‐ φαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ χιτῶνος μεσοπορφύρου περιζώσῃ σάκ‐ κον. Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὂν ἀγαπᾷς, μαχαί‐
30ρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ἡμῶν μαχαίρᾳ πεσοῦν‐ ται, καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς τὴν γῆν ἐδαφι‐ σθήσῃ.» «Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδεί‐ ξατο. Ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ ἔργα αὐτοῦ.»
35ΤΙΤΛ. ΙΖʹ. —Περὶ ἀδικουμένων· ὅτι χρὴ βοηθεῖν αὐτοῖς. «Ἐν ταῖς ἡμέραις ἐκείναις μέγας γενόμενος ὁ Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄν‐
40θρωπον Αἰγύπτιον τύπτοντα τινὰ Ἑβραῖον τῶν ἑαυ‐ τοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ. Περιβλέψας δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· καὶ πατάξας τὸν Αἰγύ‐ πτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας διαπληκτιζομέ‐
45νους, καὶ λέγει τῷ ἀδικοῦντι· Διὰ τί τύπτεις τὸν πλη‐ σίον; Ὁ δὲ εἶπε Τίς σε κατέστησε ἄρχοντα καὶ δι‐ καστὴν ἐφ’ ἡμᾶς; Ἢ ἀνελεῖν με θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; ἐφοβήθη δὲ Μωϋσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα

95

.

1192

(50)

τοῦτο;» «Διέσωσα πτωχὸν ἐκ χειρὸς δυνάστου. Συνέτριψα μυλὰς ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρ‐ παγμα ἐξέσπασα.» «Ῥῦσαι ἀπαγομένους εἰς θάνατον, καὶ ἐκπριοῦ
55κτεινομένους, μὴ φείσῃ. Ἐὰν δὲ εἴπης, Οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει,
ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.»1192 in vol. 95

95

.

1193

«Ἐξέλεσθε διηρπαγμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν.» «Ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε· ἐξάρατε καταδυναστείαν ἐκ τοῦ λαοῦ μου, λέγει Κύριος.»
5 «Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος αὐ‐ τόν.» Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ τοσού‐ τῳ μᾶλλον, ὅσῳ σφοδρότερον πλέει· καὶ πᾶς ὁ σῶμα περικείμενος, ἐγγύς ἐστι τῶν τοῦ σώματος κακῶν,
10καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς βαδίζει, καὶ μὴ βλέπει τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλεῖς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐεκτεῖς, καὶ πλουτεῖς, τῷ κακοπαθοῦντι βοήθησον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον κακόν ἐστιν ἀπανθρωπία,
15καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς χρῄζουσιν ἀνοιγόμενα. Χρηστοὺς εἶναι χρὴ τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθε‐ σθαι χρὴ, καὶ δανείζειν Θεῷ τὸν ἔλεον ἐλέους χρῄ‐
20ζοντας, καὶ μὴ καταφρονεῖν ἀνθρώπων ἄνθρωποι ὄντες. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφα‐ λῶς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ.
25 ΤΙΤΛ. ΙΗʹ. —Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ εἰρηνοποιῶν. «Εἶπε Νοεμεῖν πρὸς Ῥούθ· Ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς, καὶ πρὸς τοὺς θεοὺς αὐτῆς, ἐπιστράφηθι καὶ σύ. Εἶπε δὲ Ῥούθ· Μὴ ἀπαν‐
30τήσῃς μοι τοῦ καταλιπεῖν σε, ὅτι ὅπου ἐὰν πορευθῇς, πορεύσομαι· καὶ ὁ λαός σου, λαός μου, καὶ ὁ Θεός σου, Θεός μου.» «Προσέθετο Ἰωνάθαν ὀμόσαι τῷ Δαβὶδ, ὅτι ἠγά‐ πησεν ἡ ψυχὴ ἀγαπῶντος αὐτόν.»
35 «Ἀλγῶ ἐπὶ σὲ, ἀδελφέ μου Ἰωνάθαν. Ὡραιώθης μοι σφόδρα· ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπης γυναικῶν.» «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» «Οἱ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται.»
40 «Πάντας τοὺς μὴ φιλονεικοῦντας καλύψει φιλία· ὁ ἐλέγχων μετὰ παῤῥησίας, εἰρηνοποιεῖ.» «Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις· ὁ δὲ ἀσε‐ βὴς ἐγερεῖ μᾶλλον.» «Καλύπτουσιν ἔχθραν χείλη δίκαια.»
45 «Κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης.»
«Θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος.»1194 in vol. 95

95

.

1196

«Ὕδωρ πολλὸν οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύζουσιν αὐτήν.» «Τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπᾶτε, λέγει Κύριος παντοκράτωρ.»
5 «Ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων οἱ πόδες εὐαγγελιζο‐ μένων ἀγαθὰ, ἀκοὴν εἰρήνης, εὐαγγελιζομένων ἀγα‐ θά!» «Ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι.»
10 «Ἐν τρισὶν ὡραΐσθην, καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφε‐ ρόμενοι.» «Μακάριοι εἰρηνοποιοὶ, ὅτι καὶ αὐτοὶ υἱοὶ Θεοῦ
15κληθήσονται.» «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεα‐ ζόντων ὑμᾶς καὶ διωκόντων.» «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν συμφωνή‐
20σωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ὑμεῖς ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγα‐
25πᾶτε ἀλλήλους. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» «Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» «Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα
30ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐν‐ τολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύ‐ της ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ
35ὑπὲρ τῶν φίλων αὐτοῦ.» «Εἰς ἣν δ’ ἂν οἰκίαν ἔρχησθε, πρῶτον λέγετε, Εἰ‐ ρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη.» «Ὡς ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου πρὸς ἄρ‐
40χοντα ἐν τῇ ὁδῷ, δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐ‐ τοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν, καὶ ὁ κριτὴς παραδῷ σε τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλλῃ εἰς φυλακήν. Ἀμὴν λέγω σοι· οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.»
45«Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» «Μηδὲν μηδενὶ ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλή‐ λους. Τὸ γὰρ, Οὐ μοιχεύσῃς, οὐ κλέψεις, οὐ ψευδο‐ μαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐστὶν ἐντολὴ, ἐν τῷ

95

.

1196

(50)

λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπῆσαι τὸν πλησίον σου ὡς ἑαυτόν.» «Τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.» «Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται.
55Πλήρωμα νόμου ἡ ἀγάπη.»
«Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι1196 in vol. 95

95

.

1197

καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσ‐ σαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλά‐ ζον. Κἂν ἔχω προφητείαν, καὶ ἴδω τὰ μυστήρια
5πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· κἂν ψωμίζω πάντα τὰ ὑπάρχοντά μοι, κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ οὐ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη οὐ ζηλοῖ·
10ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζη‐ τεῖ τὰ ἑαυτῆς. Πάντα πιστεύει, πάντα ἐλπίζει, πάν‐ τα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Καὶ πάλιν· «Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ
15τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.» Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.» «Εἰρηνεύετε, ἀδελφοὶ, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν.» «Διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. Ὁ γὰρ πᾶς
20νόμος ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» «Γίνεσθε εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χα‐ ριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν. Γίνεσθε οὖν μιμηταὶ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ
25περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπη‐ σεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσ‐ φορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» «Ἐπὶ πᾶσι τὴν ἀγάπην διώκετε, ὅτι ἐστὶ σύνδε‐ σμος τῆς τελειότητος. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βρα‐
30βεύεται ἐν ταῖς καρδίαις ὑμῶν.» «Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγια‐ σμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» «Καρπὸς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.»
35 «Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μέ‐ νει.» «Ἐκ καθαρᾶς καρδίας ἀγαπᾶτε.» «Ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν.» «Τέκνα, μὴ ἀγαπῶμεν λόγῳ, μηδὲ τῇ γλώσσῃ,
40ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ. Καὶ ἐν τούτῳ γνωσόμεθα, ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν.» «Ἀγαπητοὶ, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐν τοῦ Θεοῦ ἐστιν· καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ Θεοῦ γε‐ γέννηται, καὶ γινώσκει τὸν Θεόν. Ὁ μὴ ἀγαπῶν, οὐκ
45ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ· ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον· ὁ δὲ φοβούμενος, οὐ τελειοῦται ἐν τῇ ἀγά‐ πῃ. Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελ‐ φὸν αὐτοῦ μισεῖ, ψευστής ἐστιν. Ὁ γὰρ μὴ ἀγαπῶν

95

.

1197

(50)

τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώ‐ ρακε, πῶς δύναται ἀγαπᾷν;» Οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος
καταργεῖται.1198 in vol. 95

95

.

1200

Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθὸν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; Οὐδὲν γὰρ οὕτως ἴδιον Χριστιανοῦ, ὡς τὸ εἰρηνοποιεῖν, διότι καὶ τὸν ἐπ’ αὐτὴν μισθὸν ἡμῖν ὁ Κύριος ἐπηγγείλατο.
5 Θεοῦ καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ, τῇ στάσει ἀπεχθραίνονται καὶ δυσχεραίνουσιν. Ὥσπερ ὑγείας ἐπιλαβούσης, νόσος ἐξαφανίζεται, καὶ φωτὸς φαίνοντος, οὐχ ὑπολείπεται σκότος, οὕτως
10καὶ τῆς εἰρήνης ἐπιφανείσης, λύεται πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη. Πᾶσα ἡ τῶν κακῶν ἀγέλη τῇ ἀγαπητικῇ διαθέσει ἐξαφανίζεται. Τῆς ἀγάπης καὶ τῆς εἰρήνης οὐδὲν ἀνώτερον τίθησι. Τοιοῦτον τῶν ἀγαπώντων τὸ ἔθος· πάντα τὰ τῶν
15ἀγαπωμένων πράγματα δι’ αὐτῶν ἀνύεσθαι βούλον‐ ται, καὶ μηδὲν χωρὶς αὐτῶν ἐκείνους, μὴ ποιεῖν, μὴ λέγειν. Ἡ τῆς ἀγάπης φύσις κόρον οὐκ οἶδεν, ἀλλ’ ἀεὶ τῶν ἀγαπωμένων ἀπολαύουσα, πρὸς μείζονα αἴρεται
20φλόγα. Καὶ τοῦτο ὁ ταύτης τρόφιμος εἰδὼς Παῦλος ἔλεγεν· «Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους.» Τοῦτο γὰρ τὸ ὄφλημα ἀεὶ μὲν καταβάλλε‐ ται, οὐδέποτε δὲ ἀποδίδοται. Ἐνταῦθα τὸ διηνεκῶς ὀφλεῖν καλὸν καὶ ἐπαίνων ἄξιον. Ἐπὶ μὲν γὰρ τῶν
25χρημάτων, τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν, ἐπὶ δὲ τῆς ἀγάπης, τοὺς διηνεκῶς ὀφείλοντας μακαρίζο‐ μεν· καὶ ὅπερ ἀγνωμοσύνης ἐκεῖ, τοῦτο ἐνταῦθα εὐ‐ γνωμοσύνης σημεῖόν ἐστι, τὸ μηδέποτε διαλύεσθαι τὸ τῆς ἀγάπης ὄφλημα.
30 Ὁ ἐπευξάμενος εἰρήνην ἅπασι, τὸν πόλεμον πα‐ θῶν ἐξέβαλεν, τὴν ἁμαρτίαν τῶν ἀτόπων λογισμῶν, τὴν ταραχὴν τῶν ἐπιθυμιῶν, τὴν ζάλην, τὰ κύματα, τὸν χειμῶνα, καὶ λιμένος εὐδιωτέραν τὴν ψυχὴν κατ‐ εσκεύασε, τὴν μητέρα καὶ κοινὴν τροφὸν τῶν ἀγα‐
35θῶν ἁπάντων εἰρήνην, μετὰ πολλῆς τῆς. σπουδῆς εἰς τὴν ψυχὴν τῶν δεξαμένων τὴν εἰρήνην πιστῶν εἰσαγαγών. Ὥσπερ ψυχὴ ἄνευ σώματος ἄνθρωπος οὐ καλεῖται, οὐδ’ αὖ σῶμα ἄνευ ψυχῆς, οὕτως οὐδὲ ἀγάπη πρὸς
40Θεὸν, ἐὰν μὴ ἔχῃ ἀκόλουθον καὶ τὴν πρὸς τὸν πλη‐ σίον ἀγάπην, οὐ τυγχάνει ἀγάπη· οὐδ’ αὖ πάλιν ἡ πρὸς τὸν πλησίον ἀγάπη, ἐὰν μὴ ἔχῃ τὴν πρὸς Θεὸν, οὐ καλεῖται ἀγάπη. Διὸ σπάνιον ἔστιν εὑρεῖν τελείαν ἀγάπην.
45 Ὅσοι τοίνυν ὀρθοδόξως φρονοῦσι περὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ τὴν εἰς ἀλλή‐ λους φυλάττουσιν ἀγάπην, οὗτοι κέκτηνται τὸ τέλειον τῆς ἀγάπης. Ἀγάπη Πατέρα ὁμολογεῖ, Υἱὸν προσ‐ κυνεῖ, καὶ τὸ ἅγιον Πνεῦμα δοξολογεῖ. Ἀγάπη τὴν

95

.

1200

(50)

συμφωνίαν τῆς Τριάδος οὐ διαιρεῖ. Ἀγάπη ἀγγέλων σύμβιος, πατέρων σύντροφος, προφητῶν σύσκηνος,
μαρτύρων σύναθλος, ἀποστόλων σύγχορος, Ἐκκλη‐1200 in vol. 95

95

.

1201

σίας σύνδεσμος. Ἀγάπη πόλεμον οὐκ οἶδεν, ἐχθρὸν οὐκ ἔχει, εἰρήνην πρεσβεύει. Ἀγάπη φονικοὺς θυ‐ μοὺς πραΰνει, λογικοὺς λαοὺς σεμνύνει. Ἀγάπη ἐν τῷ κόσμῳ μὴ χωροῦσα, καὶ ἐν ταπεινῇ καρδίᾳ
5κατοικοῦσα. Ἀγάπη μέλιτος καὶ γάλακτος γλυκυ‐ τέρα, ἡ μὴ μόνον ἐν τῷ στόματι τὸ γλυκὺ ἔχουσα, ἀλλὰ ἐν τῷ βάθει τῆς καρδίας τὸ ἡδὺ κέκτηται. Ἀγάπη ἡ πάντων ἁρμογὴ, δι’ ἧς συνέστηκε μὲν τὰ ἐπίγεια, αὔξει δὲ τὰ οὐράνια. Ἀγάπη, δι’ ἣν ὁ
10Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἀπέστειλεν εἰς τὸν κόσμον ὑπὲρ ἡμῶν· ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν εἰς τὸν κόσμον ὑπὲρ ἡμῶν. Ἀγάπη τὰ ζεύγη τῶν ἀρότρων ὁμοφρόνως τῷ ξύλῳ τοῦ σταυροῦ ὑπέζευ‐ ξεν· κινδύνους δὲ κατὰ γῆν καὶ θάλασσαν ὑπομένειν
15ἐδίδαξεν. Ἀγάπη μάρτυρας τελειοῖ, ἀποστόλους στεφανοῖ. Ἀγάπη ἄλλον, ὡς ἑαυτὸν ὁρᾷ, καὶ τὰ ἴδια κοινὰ πᾶσιν ἡγεῖται. Ἀγάπη τὴν ἔνδειαν τοῦ πλη‐ σίον μέριμναν ἰδίαν τίθησιν. Ἀγάπη κοινὴν τράπε‐ ζαν πᾶσιν ἱστᾷ, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ
20ἰδιώτῃ. Ἀγάπη τὴν πεπικρασμένην ψυχὴν γλυκαί‐ νει, τὴν τεθλιμμένην θεραπεύει, τὴν τεταπεινωμένην ἀναθάλλειν ποιεῖ. Ἀγάπη ἄσβεστον λαμπάδα τῆς παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα. Ἀγάπη τὰς τῆς βασιλείας θύρας ἀνοίγει,
25καὶ τοὺς ἐν σεμνῷ γάμῳ βιοῦντας εἰσελθεῖν οὐ κω‐ λύει. Ἀγάπη τὴν ἐλεημοσύνην φιλεῖ, καὶ τῷ ταῦτα γεωργῷ στεφάνους χρυσαυγεῖς ἑτοιμάζει. Ἀγάπη ὑπερηφάνους οὐκ οἶδεν, ταπεινοὺς δὲ δοξάζει. Ἀγά‐ πη κακολογίαν φεύγει, εὐλογίαν δὲ στέργει. Ἀγάπη
30ἄνδρα καὶ γυναῖκα γάμῳ συναφθέντας ὁμονοεῖν συμβουλεύει, χωρίζεσθαι δὲ ἀπ’ ἀλλήλων οὐδέποτε θέλει. Ἀγάπη τοὺς πατέρας φιλεῖν τὰ τέκνα προ‐ τρέπεται, καὶ τὰ τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν. Ἀγάπη τοὺς δεσπότας ἐλεήμονας εἶναι πρὸς
35τοὺς οἰκέτας παρακαλεῖ, καὶ τοὺς οἰκέτας ὑπουργεῖν τοῖς δεσπόταις ἀδόλως παραινεῖ. Πολλαχῶς ἀγάπη νοεῖται, διὰ πραότητος, διὰ χρη‐ στότητος, δι’ ὑπομονῆς, διὰ ἀφθονίας καὶ ἀζηλίας, δι’ ἀμνησικακίας. Ἀμέριστός ἐστιν ἐν πᾶσι, ἀδιά‐
40κριτος κοινωνική. Τρισσὰ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον, τὸ κατ’ ἀρετήν· στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον, τὸ κατ’ ἀμοιβήν· κοινωνικὸν τοῦτο, καὶ μεταδοτικὸν,
45καὶ βιωφελές· κοινὴ γὰρ ἡ εὐχάριστος φιλία. Τὸ δὲ ὕστατον καὶ τρίτον, ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φα‐ μὲν, οἱ δὲ Ἕλληνές φασι, τὸ καθ’ ἡδονὴν τρεπτὸν καὶ μετάβλητον. Οὐκοῦν ἡ μέν τίς ἐστι φιλοσόφου φιλία, ἡ δὲ ἀνθρώπου, ἡ δὲ ζώου.

95

.

1201

(50)

Τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, οὐκ ἀγαπᾷν τὸ κακὸν λέγει, οὐδὲ ἀσέβειαν, οὐδὲ μοιχείαν, ἢ κλοπὴν, ἀλλὰ τὸν κλέπτην, καὶ τὸν μοιχόν· οὐ καθ’ ὃ ἁμαρτάνει,
καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσ‐1202 in vol. 95

95

.

1204

ηγορίαν, καθ’ ὃ δὲ ἄνθρωπός ἐστι, καὶ ἔργον Θεοῦ. Ἀμέλει τὸ ἁμαρτάνειν ἐνεργείᾳ κεῖται, καὶ οὐκ οὐσίᾳ· διὸ οὐδὲ ἔργον Θεοῦ. Οὐ μνησικακήσει ὁ γνωστικός ποτε. Οὐ χαλεπα‐
5νεῖ οὐδενὶ, κἂν μίσους ἄξια τυγχάνῃ, ἐφ’ οἷς δια‐ πράττεται. Σέβει μὲν γὰρ τὸν Ποιητὴν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν. Ἀγάπη τὰ φλεγόμενα μόρια τοῦ θυμοῦ θερα‐
10πεύειν. Ἡ ἀγάπη τὸν ἄνθρωπον εἰς τρία μερίζεται πρόσ‐ ωπα· ὁ μὲν διὰ Θεὸν ἀγαπᾷ, ὃν ἀγαπᾷ· ὁ δὲ ἐπεὶ πλούσιός ἐστι, χάριν λήψεως δώρων· ὁ δὲ ἐμπαθῶς. Καὶ ὁ μὲν εἰλικρινῶς δοξάζει ὃν ἀγαπᾷ, ὁ δὲ διὰ
15πλεονεξίαν, ὁ δὲ χάριν ἡδονῆς Εἰρήνη, κἂν ᾖ σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα ἐστὶ πολέμου. ΤΙΤΛ. ΙΘʹ. —Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.
20 «Οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρ‐ τυς ἄδικος.» «Ἐπὶ δυσὶ μάρτυσιν ἢ τρισὶν ἀποθανεῖται ὁ ἀπο‐ θνήσκων. Οὐκ ἐμμενεῖ μάρτυς εἷς, μαρτυρῆσαι κατὰ ἀνθρώπου, κατὰ πάσας αἰτίας, καὶ κατὰ πᾶν ἁμάρ‐
25τημα.» «Ἀληθινὸν στόμα ἐμπλησθήσεται γέλωτος, καὶ τὰ χείλη αὐτοῦ ἀγαλλιάσεται.» «Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ.»
30 «Ἀλήθειαν ἐκζητήσει Κύριος.» «Μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀλη‐ θείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ὑπερ‐ ήλπισα.» «Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στό‐
35ματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγα‐ λιῶδες.» «Ἔλεον καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. Ῥύε‐ ται ἐκ κακῶν μάρτυς πιστός.» «Ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ,
40ἢ θυσιῶν αἷμα.» «Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτῶν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτῶν.» «Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐ‐ τοῦ· τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην, λέγει Κύριος
45παντοκράτωρ.» «Οὐκ ἔστι παρὰ τῇ ἀληθείᾳ λαμβάνειν πρόσ‐ ωπα.» «Οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν, οὔτε μὴν φθό‐ νῳ τετηκότι συνοδεύσω· ὅτι οὗτος οὐ κοινωνεῖ σο‐

95

.

1204

(50)

φίᾳ.» «Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ· μὴ λάβῃς πρόσωπον δυνάστου. Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀλη‐
θείας, καὶ ὁ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ.»1204 in vol. 95

95

.

1205

«Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει.» «Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐ‐
5τοῦ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκα‐ στος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων
10μέλη.» «Μείζονα ταύτης οὐκ ἔχω χαρὰν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα.» Τὸ κράτιστον τῶν ἀγαθῶν ἡ ἀλήθεια. Δυσθήρατός ἐστιν ὁ τῆς ἀληθείας λόγος, ῥᾳδίως
15δυνάμενος ἐκφυγεῖν τοὺς μὴ προσέχοντας. Τοιοῦτόν τι ἡ ἀλογία, καὶ τὸ πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθαι, ὡς μηδὲ περιπίπτοντας αὐτοὺς ἑαυ‐ τοῖς, ἢ νοεῖν, ἢ αἰσχύνεσθαι. Οὐδεμιᾶς δεῖται βοηθείας ἡ τῆς ἀληθείας ἰσχὺς,
20ἀλλὰ κἂν μυρίους ἔχῃ τοὺς σβεννύντας αὐτὴν, οὐ μόνον οὐκ ἀφανίζεται, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν ἐπη‐ ρεάζειν ἐπιχειρούντων φαιδροτέρα ἄνεισι, τῶν κο‐ πτόντων ἑαυτοὺς καταγελῶσα. Οὔτε τὸ φῶς ἔσται σκότος ποτὲ, ἕως ἂν ᾖ φῶς·
25οὔτε ἡ τῶν παρ’ ἡμῖν πραγμάτων ἀλήθεια διελεγ‐ χθήσεται. Ἀλήθεια γάρ ἐστι, καὶ ταύτης ἰσχυρότερον οὐδέν. Πᾶς ὁ δυνάμενος λέγειν τὴν ἀλήθειαν, καὶ μὴ λέ‐ γων, κριθήσεται ὑπὸ τοῦ Θεοῦ.
30 Βέλτιον λίθον βαλεῖν εἰκῆ, ἢ λόγον. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. Σιγᾷν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν. ΤΙΤΛ. Κʹ. —Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται τοῖς τῶν κρατούντων ἤθεσι, κἄν τε χρηστοὶ,
35κἄν τε μοχθηροὶ ὑπάρχωσι. «Εἶπε Γεδεὼν πρὸς τὸν λαόν· Καθὼς ποιῶ, οὕτως ποιήσατε. Σαλπιῶ ἐν τῇ κερατίνῃ, καὶ σαλπιεῖτε κύκλῳ τῆς παρεμβολῆς.» «Ἔλαβεν Ἀβιμέλεχ τὴν ἀξίνην, καὶ ἔκοψεν κλά‐
40δους ξύλων, καὶ ἔθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ, καὶ εἶπε τῷ λαῷ τῷ μετ’ αὐτοῦ· Ὃ οἴδατε ποιοῦντά με, ποιήσατε.» «Κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτως καὶ οἱ λει‐ τουργοὶ αὐτοῦ· καὶ κατὰ τὸν ἡγούμενον τῆς πό‐
45λεως, πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Πρὸς τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυ‐ κεν ὡς τὰ πολλὰ τὸ ἀρχόμενον. Ὥστε ὁποῖοί ποτε ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸ ἀγόμενον
εἶναι.1206 in vol. 95

95

.

1208

ΤΙΤΛ. ΚΑʹ. —Περὶ ἀρχομένων· ὅτι χρὴ αὐτοὺς ὑποτάσσεσθαι τοῖς ἄρχουσι, καὶ εἴκειν, καὶ παραχωρεῖν, καὶ τιμᾷν, καὶ μὴ ἀντιλέγειν. «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ
5σου οὐκ ἐρεῖς κακῶς.» «Ἀσεβὴς, ὃς λέγει τῷ βασιλεῖ, Παρανομεῖς. Ἀσεβὴς, ὃς οὐκ αἰσχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι τούτοις.» «Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν
10ταμείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας, ἀναγγελεῖ λόγον σου.» «Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα, καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς.»
15 «Στόμα βασιλέως φύλαξον, καὶ ἀπὸ τοῦ προσ‐ ώπου αὐτοῦ πορεύσῃ, ὅτι πάντα ὅσα ἐὰν θελήσῃ ποιῆσαι, καθὼς βασιλεὺς ἐξουσιάζων ποιεῖ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί ποιεῖς;» «Μεγιστᾶνι ταπεινοῦ τὴν κεφαλήν σου.»
20 «Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου.» «Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν γίνου, καὶ τόσῳ σε μᾶλλον προσκαλέσεται.» «Ἐν μέσῳ μεγιστάνων μὴ ἐξίσασον.» «Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέ‐
25σθω. Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν· ὥστε ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται.» «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε.
30Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.» «Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσι,
35ὡς δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακο‐ ποιῶν.» Τῷ Καίσαρι ὑποτάγητε, ἐν οἷς ἀκίνδυνος ἡ ὑπο‐ ταγή. —Εὐεργεσία τοῖς ὑποδεεστέροις, καὶ ἄρχειν ἑαυτῶν μὴ ἐπισταμένοις, τὸ δουλεύειν τοῖς κατ’ ἐπι‐
40στήμην ἄρχουσιν. Ὑποτασσώμεθα, καὶ Θεῷ, καὶ ἀλλήλοις, καὶ τοῖς ἐπιγείοις ἄρχουσι· Θεῷ διὰ παντός· διὰ φιλαδελφίαν, ἀλλήλοις· δι’ εὐταξίαν, τοῖς ἄρχουσιν· καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι.
45Δεινὸν γὰρ ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνευματικὴν λύσαντες, καὶ φωτὶ ζόφον ἐπαγαγόντες, καὶ μέλιτι
καταμιγνύντες ἀψίνθιον.1208 in vol. 95

95

.

1209

Τοὺς ὑπὸ βασιλέως χειροτονουμένους ἄρχοντας, κἂν πονηροὶ ὦσιν, ἕτερον δεδοικέναι χρὴ, οὐ διὰ τὴν πονηρίαν καταφρονοῦντες αὐτῶν, ἀλλὰ διὰ τὴν ἀξίαν τοῦ χειροτονήσαντος δυσωπούμενοι.
5 Πάντες οἱ ἄρχεσθαι κακῶς μεμαθηκότες, καὶ ἄρ‐ χειν εἴσονται, παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ. Ὁ μαθὼν ἄρχεσθαι, καὶ ἄρχειν εὐθὺς μανθάνει. Οὐδὲ γὰρ εἰ πάσης γῆς καὶ θαλάττης τὸ κράτος ἀνάψοιτό τις, ἄρχων ἂν εἴη πρὸς ἀλήθειαν, εἰ μὴ
10μάθοι καὶ προπαιδευθείη τὸ ἄρχεσθαι. Τὸ ὑποτάττεσθαι τοῖς κρείττοσιν, ὠφελιμώτατον ἀνθρώπῳ· χαλεποῦ ὄντος τὸ εἰδέναι ἄρχεσθαι, κιν‐ δυνεύει πολλῷ χαλεπώτερον τὸ ἄρχειν ἀνθρώπων. ΤΙΤΛ. ΚΒʹ. —Περὶ ἀναρχίας, ἤτοι λαοῦ μὴ ἔχοντος
15ποιμένα. «Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον.» «Ἐλθὼν ὁ Ἰησοῦς, εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς ὅτι ἦσαν ὡς πρόβατα
20ἀποίμενα.» Τό τε ἄναρχον, ἄτακτον· τὸ πολύαρχον, στασιῶδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. Εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει, τὴν ἀταξίαν, εἰς δὲ ἔκλυσιν. Ἀταξία γὰρ μελέτη λύσεως.
25 Ἡ μὲν ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσιν. Ἔνθα μή ἐστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνε‐ ται. Ἀναρχία μᾶλλον καὶ στάσις, ἐξ ἰσοτιμίας ἀντι‐ παρεξαγομένη πολυαρχία.
30 Ὦ πόσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται! Λι‐ μὸς, πόλεμος, δῃώσεις χωρίων, στέρησις χρημάτων, ἀπαγωγαὶ, οἱ περὶ δουλείας καὶ θανάτου φόβοι. ΤΙΤΛ. ΚΓʹ. —Περὶ ἀκηδίας, καὶ ἀθυμίας. «Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; ἵνα τί συντα‐
35ράσσεις με;» «Ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου ἐν πέτρᾳ, ὕψωσάς με.» «Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.» «Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίω‐
40σόν με ἐν τοῖς λόγοις σου. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.» «Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παρα‐ λελυμένα. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν.»
45 «Ἰδοὺ ὁ Κύριος ἡμῶν μετὰ ἰσχύος ἔρχεται.» «Ἰδοὺ ὁ μισθὸς μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐνώπιον αὐτοῦ.»
«Κύριε παντοκράτορ, ὁ Θεὸς Ἰσραὴλ, ψυχὴ ἐν1210 in vol. 95

95

.

1212

στεναγμοῖς, καὶ πνεῦμα ἀκηδιῶν ἐκέκραξαν πρὸς σέ· Κύριε, ἄκουσον, Κύριε, ἐλέησον, ὅτι ὁ Θεὸς ἐλεή‐ μων εἶ.» «Τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα
5γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ἡ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία. Ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ, ὑπὸ τῆς κατὰ τὸν
10πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν, ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον καὶ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι, καὶ πανταχοῦ ἀποροῦσι· συμμετέρχεται γὰρ αὐτοῖς ἡ
15ἀηδία καὶ ἡ χολή. Τοιοῦτον καὶ τὸ ἡμέτερον. Τὰ γὰρ ἔνοικα πάθη περιφέροντες, πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν. Πάσης δαιμονικῆς ἐνεργείας βλαβερωτέρα ἡ τῆς ἀθυμίας καὶ ἀκηδίας ὑπερβολή· ἐπεὶ καὶ δαίμων ἐν
20οἷς ἂν κρατῇ, δι’ ἀθυμίας κρατεῖ. Κἂν ταύτην ἀφ‐ έλῃς, οὐδέν σοι παρ’ ἐκείνου γενήσεται κακὸν ἢ δεινόν. Καιρὸς ἀθυμίας, οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ’ ὅταν δρῶμεν κακῶς. Ἑκάστου ἡμῶν ἀγών ἐστι κατὰ τοῦ πνεύματος
25τῆς ἀκηδίας, συνεζευγμένου καὶ συνεργοῦντος τῷ πνεύματι τῆς λύπης. Δεινὸς οὗτος καὶ βαρύτατος δαίμων, καὶ τοῖς μοναχοῖς ἀεὶ πολεμῶν· ὅστις καθ’ ὥραν ἕκτην ἐπιπίπτει τῷ μοναχῷ, ἀτονίαν καὶ φρί‐ κην αὐτῷ ἐμποιῶν, καὶ μῖσος ἐργαζόμενον, καὶ πρὸς
30αὐτὸν τὸν τόπον, καὶ πρὸς τοὺς συνδιατρίβοντας ἀδελφοὺς, καὶ πρὸς πᾶσαν ἐργασίαν, καὶ πρὸς αὐ‐ τὴν τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν, ὑποβαλὼν αὐτῷ καὶ λογισμοὺς μεταβάσεως, ὡς εἰ μὴ μετα‐ στήσῃ ἑαυτὸν πρὸς ἑτέρους τόπους, μάταιος αὐτῷ
35πᾶς ὁ χρόνος, καὶ ὁ πόνος γενήσεται. Πρὸς τούτοις πᾶσι καὶ πεῖναν αὐτῷ ἐντίθησι περὶ ὥραν ἕκτην, οἵα αὐτῷ οὐκ ἂν συνέβη ἐκ τριημέρου νηστείας, ἢ μακροτάτης ὁδοῦ, ἢ βαρυτάτου κόπου. Ἔπειτα λο‐ γισμοὺς αὐτῷ ἐμβάλλει, ὡς οὐδενὶ ἄλλῳ τρόπῳ δυ‐
40νήσεται τῆς νόσου ταύτης καὶ τοῦ βάρους ἀπαλλάτ‐ τεσθαι, εἰ μὴ διὰ τοῦ ἐξέρχεσθαι συνεχῶς, καὶ παραβάλλειν ἀδελφοῖς χάριν ὠφελείας, καὶ ἐπισκέ‐ ψεως ἀσθενούντων. Ὅταν οὖν μὴ δυνηθῇ ἐν τούτοις αὐτὸν ἀπατῆσαι, σφοδρότερος κατ’ αὐτοῦ καὶ ἰσχυ‐
45ρότερος γίνεται, εἰ μὴ διὰ προσευχῆς καὶ ἀποχῆς ἀργολογίας, καὶ μελέτης τῶν θείων λογίων, καὶ τῆς ἐν τοῖς πειρασμοῖς ὑπομονῆς. Ἐὰν γὰρ μὴ τούτοις τοῖς ὅπλοις ἠσφαλισμένον αὐτὸν εὕρῃ, κατατοξεύσας τοῖς ἑαυτοῦ βέλεσιν, ἄστατον αὐτὸν ἀναδείκνυσι, καὶ

95

.

1212

(50)

ῥεμβὸν ἀποτελεῖ, καὶ ῥᾴθυμον, καὶ ἀεργὸν, καὶ μο‐
ναστήρια περιέρχεσθαι παρασκευάζει, καὶ οὐδενὸς1212 in vol. 95

95

.

1213

ἄλλου φροντίζειν, εἰ μή που πότοι γίνονται. Λοιπὸν ἐκ τούτου καὶ εἰς κοσμικὰ αὐτὸν πράγματα ἐνδε‐ σμεῖ, ὡς ἂν αὐτὸν καὶ αὐτοῦ τοῦ μοναδικοῦ ἐπαγ‐ γέλματος τελείως ἐκβάλλῃ. Ταύτην τὴν νόσον βαρυ‐
5τάτην οὖσαν ὁ θεῖος Ἀπόστολος γράφων Θεσσαλο‐ νικεῦσι, τάδε φησί· «Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλ‐ λεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπα‐ τοῦντος. Αὐτοὶ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς. Δω‐
10ρεὰν ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ ἐργαζόμενοι νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Οὐχ ὅτι οὐκ ἔχομεν ἐξου‐ σίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ ὅτε ἤμην πρὸς ὑμᾶς, τοῦτο
15παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἠκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους. Παραγγέλ‐ λομεν οὖν ὑμᾶς ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτοῦ ἄρτον ἐσθίωσιν.»
20Ἀτάκτους γὰρ ὁ Ἀπόστολος καλεῖ τοὺς μὴ ἐργαζο‐ μένους. Ὁ γὰρ ἄτακτος, καὶ ἀνευλαβὴς τυγχάνει, καὶ προπετὴς περὶ λόγον, καὶ εἰς λοιδορίαν πρόχει‐ ρος, καὶ εἰς ἡσυχίαν ἀνεπιτήδειος, καὶ τῆς ἀκηδίας δοῦλος. Παραγγέλλει οὖν στέλλεσθαι ἀπ’ αὐτοῦ, τουτ‐
25έστιν ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. «Δωρεὰν ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλὰ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα.» Ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ κῆ‐ ρυξ τοῦ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρα‐
30νοῦ, ὁ λέγων τὸν Κύριον προστεταχέναι τοῖς τὸ Εὐαγ‐ γέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν, εἶτα σαφέστερον δεικνύων τὴν τικτομένην βλάβην· ἀπὸ γὰρ ἀργίας περιεργία, καὶ ἀπὸ περιεργίας ἀταξία, καὶ ἀπὸ ἀταξίας, πᾶσα κακία· «Εἴ τις οὐ θέλει
35ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.» Οὐ μόνον γὰρ τῆς ἑαυ‐ τῶν χρείας ἕνεκεν ἐργάζονται, ἀλλὰ καὶ ξένοις, καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς ἐκ τοῦ ἰδίου ἔργου αὐτῶν ἐπιχορηγοῦσι, πιστεύοντες τὴν τοιαύτην εὐποιΐαν θυσίαν ἁγίαν εὐπρόσδεκτον τῷ Θεῷ γίνε‐
40σθαι. Καὶ τοῦτο δὲ λέγουσιν οἱ Πατέρες, ὅτι ὁ ἐργα‐ ζόμενος ἑνὶ δαίμονι πολλάκις πολεμεῖ, καὶ ὑπ’ αὐτοῦ θλίβεται· ὁ δὲ ἀεργὸς ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. —Ὁ ἀκηδιαστὴς μισεῖ μὲν τὰ παρ‐ όντα, ἐπιθυμεῖ δὲ τὰ μὴ παρόντα.
45 ΤΙΤΛ. ΚΔʹ. —Περὶ ἄφρονος, καὶ ἀνοήτου, καὶ ἀπαιδεύτου, καὶ μωροῦ. «Ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ’ εὐθὺς ἡ δίαιτα αὐτῶν ἐβρώθη.» «Ἄτιμοι καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγα‐

95

.

1213

(50)

θοῦ, οἱ δὲ ῥίζας ξύλων ἐμασσῶντο ἀπὸ λιμοῦ μεγά‐ λου.» «Ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.»
«Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.»1214 in vol. 95

95

.

1216

«Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» «Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται.» «Ἐκ στόματος ἄφρονος βακτηρία ὕβρεως.»
5 «Ἵνα τί ὑπῆρχε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δύναται.» «Ἄφρων αὐθήμερον ἐξαγγέλλει ὀργὴν αὐτοῦ.» «Ὁ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.» «Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,
10τὸν δὲ Θεὸν αἰτιᾶται ἡ καρδία αὐτοῦ.» «Στόμα ἀφρόνων ἀναγγελεῖ κακά.» «Ἄφρων μαστιγωθεὶς οὐκ αἰσθάνεται.» «Οὐ συμφέρει ἄφρονι τρυφή.» «Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἀφροσύνην αὐ‐
15τοῦ, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ. Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς ἑαυτῷ.» «Ἀπαιδεύτοις συναντᾷ θάνατος.» «Οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.»
20 «Βαρὺς λίθος, καὶ δυσβάστακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.» «Οἱ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταὶ, ἀσε‐ βεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν.» «Ἄνους ὑπὸ παγίδος θανεῖται.»
25 «Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς σκολιάς· ὁ δὲ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει πο‐ δὶ, διδάσκει ἐν νεύμασι δακτύλων.» «Εἰς ὦτα ἄφρονος μηδὲν λέγετε, μήποτε μυκτη‐ ρίσῃ τοὺς συνετοὺς σοὺς λόγους.»
30 «Ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέ‐ λως τῶν ἀφρόνων.» «Χείλη ἄφρονος καταποντίζουσιν αὐτόν.» «Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον.»
35 «Σοφίαν καὶ παιδείαν ἐξουθενῶν, ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι.» «Μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν.» «Μετὰ μωροῦ μὴ συμβουλεύου.» «Συγκολλῶν ὄστρακον, ὁ διδάσκων μωρόν. Ἐπὶ
40νεκρῷ κλαῦσον· ἐξέλιπε γὰρ φῶς. Καὶ ἐπὶ μωρῷ κλαῦσον· ἐξέλιπε γὰρ σύνεσις. Πένθος νεκροῦ ἑπτὰ ἡμέρας, τοῦ δὲ μωροῦ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. Μετὰ ἄφρονος μὴ πληθύνῃς λόγους, καὶ πρὸς ἀσύνετον μὴ πορεύου. Μὴ πρόσπαιζε ἀπαι‐
45δεύτοις. Ἄμμον, καὶ ἅλας, καὶ βῶλον σιδηροῦν εὐκο‐1216 in vol. 95

95

.

1217

πώτερον ὑπενεγκεῖν, ἢ ἄνθρωπον ἀσύνετον. Ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο· τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά.» «Τροχὸς ἁμάξης ἔγκατα μωροῦ, καὶ ὡς ἄξων
5στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.» «Μωρὸς δὲ λέγει, Οὐχ ὑπάρχει μοι φίλος.» Οὔτε ἐν ἰχθύσι φωνὴν, οὔτε ἐν ἀπαιδεύτοις ἀρε‐ τὴν δεῖ ζητεῖν. Ὥσπερ οἱ ἀσθενοῦντες χρῄζουσιν ἰατρικοῖς, οὕ‐
10τως σοφίας ἄφρονες ἐπιδέονται. Πρὸς σκληρὰν καὶ ἀπειθῆ καρδίαν λόγος ὑγιὴς οὐκ εἰσέρχεται· ἀλλ’ ὥσπερ ἀντιτυπούμενος, πρὸς ἑαυτὸν ἐπανέρχεται. Ζωῆς ἀλόγου δαίμων ἡγεμών.
15 Τῶν φαύλων πλούσιος οὐδεὶς, κἂν τὰ πανταχοῦ μέταλλα κέκτηται, ἀλλ’ εἰσὶ πάντες οἱ ἄφρονες πέ‐ νητες. Στενοχωρεῖται πᾶς ἄφρων θλιβόμενος ὑπὸ φιλ‐ αργυρίας, καὶ φιλοδοξίας, καὶ φιληδονίας, καὶ τῶν ὁμοιοτρόπων, ἅπερ οὐκ ἐᾷ τὴν διάνοιαν ἐν εὐρυχω‐
20ρίᾳ διάγειν. Μεῖζον ἀνθρώπῳ κακὸν ἀφροσύνης οὐδέν ἐστι, τοῦ ἰδίου τοῦ λογισμοῦ γένους, τὸν νοῦν ζημιωθέντι. —Νόσου καὶ φθορᾶς αἴτιον ἀπαιδευσία. Ἀμήχανον τὰ μεγάλα πρὸ τῶν μικρῶν παιδευ‐
25θῆναι. ΤΙΤΛ. ΚΕʹ. —Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον. «Ὁ Κύριος μὴ ἀποίσεται τὸν ἄκακον.» «Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητας, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.»
30 «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» «Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.»
«Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς.»1218 in vol. 95

95

.

1220

«Ὅσον χρόνον ἔχονται ἄκακοι τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται.» «Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον.» «Ὁ βλέπων λεῖα, ἐλεηθήσεται.»
5 «Προσδεκτοὶ Κυρίῳ πάντες ἄμωμοι ἐν ὁδῷ αὐτῶν. Ψυχὴ εὐλογημένη, πᾶσα ἁπλῆ.» «Ἄκακος πιστεύει παντὶ λόγῳ.» «Χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ ὑπο‐ λειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσιν
10ἐν αὐτῇ.» Διττῶς νοοῦμεν τὴν ἀκακίαν. Ἢ γὰρ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην, καὶ διὰ μακρᾶς προσοχῆς, καὶ μελέτης τῶν ἀγαθῶν, οἱ‐ ονεὶ ῥίζαν τῆς κακίας ἐκτέμνοντες· ἢ κατὰ στέρη‐
15σιν αὐτῆς παντελῆ τὴν τοῦ ἀκάκου προσηγορίαν δε‐ χόμεθα. Καὶ πάλιν ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα πολλάκις, ἢ βίου τινὸς ἐπιτή‐ δευσιν, ἀπείρως τινῶν πρός τινας κακίας διακειμέ‐ νων, οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ οἶδε
20δόλον, ἢ ῥᾳδιουργίαν. Πάλιν εἰσί τινες τῶν τὴν ἀγροικίαν οἰκούντων, οὐκ εἰδότες τὰς ἐμπορικὰς κακ‐ ουργίας, οὐδὲ τὰς ἐν δικαστηρίῳ διαπλοκάς· τοὺς τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέ‐ σεως κακίας κεχωρισμένους, ἀλλ’ ὡς μήπω εἰς πεῖ‐
25ραν τῆς πονηρᾶς ἕξεως ἀφιγμένους. Χαρακτηρίζει οὖν τὸν ἄκακον ἡ ἁπλότης τοῦ ἤθους. Διώκετε ἀλήθειαν εἰλικρινῆ, ἁπλότητα, δικαιοσύ‐ νην. Ἄπλαστος ὁ δίκαιος, ὁποῖος Ἰακώβ· διὰ τοῦτο κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
30 Τὸν ἁπλοῦν καὶ ἄδολον εὐκόλως ἐξαγορεύει τὰ ἀπόῤῥητα τῆς ψυχῆς. Ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κα‐ κίας ἐλεύθερον.
35 Τὸ εἰς κακίαν οὐχ ἕτοιμον οὐδὲ εἰς ὑπόνοιαν εὐ‐ χερές. Ἡ ἁπλότης τιμία παρὰ Θεῷ. Τὸ γὰρ πανουργὸν, εἰ καὶ δεκτὸν ἐν τοῖς κατὰ Θεὸν σπουδάσμασιν, ἀλλ’ οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν καταλογισθείη ποτέ.
40ΤΙΤΛ. Κϛʹ. —Περὶ ἀκτημοσύνης, καὶ αὐταρ‐ κείας, καὶ ὀλιγοδείας. «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον τῶν ἁμαρτωλῶν πολύν.» «Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν
45καὶ χάριν, ἢ παράθεσις μόχθων μετὰ ἔχθρας. Κρείσ‐ σων ὀλίγων λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννή‐ ματα μετὰ ἀδικίας.»
«Κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος1220 in vol. 95

95

.

1221

πολλῶν ἀγαθῶν, καὶ ἀδίκων χρημάτων μετὰ μά‐ χης.» «Πλοῦτον καὶ πενίαν μή μοι δῷς, Κύριε, σύντα‐ ξον δέ μοι τὰ δέοντα, καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλη‐
5σθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενηθεὶς, κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.» «Μέλι εὑρὼν, φάγε τὸ ἱκανὸν, μήποτε πλησθεὶς ἐξεμέσῃς. Ἐσθίειν μέλι πολὺ οὐ καλόν. «Κρεῖσσον πλήρωμα δρακὸς μετὰ ἀναπαύσεως,
10ὑπὲρ πλήρωμα δύο δρακῶν ἐν μόχθῳ.» «Ζωὴ αὐταρκείας ἐργάτου γλυκανθήσεται.» «Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ.» «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλ‐ κὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ
15δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους. Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.» «Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλε‐ γεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά.»
20 «Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύ‐ μησα. Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.» «Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ, αὐτάρκης εἶναι. Οἶδα ἐγὼ καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν
25παντὶ, καὶ ἐν πᾶσι· μεμύημαι καὶ χορτάζεσθαι, καὶ πεινᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» «Ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω.»
30 «Μηκέτι ὑδροπότει, ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στομαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.» «Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρ‐ κείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆ‐ λον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ
35διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώ‐ μεθα.» Οὐκ εὔχομαι πλουτεῖν, οὔτε ἔραμαι, ἀλλά μοι εἴη ζωὴ ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν. Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ μικροὶ καὶ μεί‐
40ζους τὴν αὐτὴν χρείαν παρέχονται. Ἡ οἰκονομοῦσα τὸ ζῶον δύναμις, αὐτάρκειαν μὲν καὶ λιτότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας οὐκ
45ἐξαρκέσασα, τὰ ποικίλα· γένη τῶν νοσημάτων
ἐποίησεν.1222 in vol. 95

95

.

1224

Παράχρησίς ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Σκοπὸς ἐσθῆτος εἰς κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Ἀκτημοσύνην ἐκείνην ἔφη ὁ Κύριος τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον
5χιτῶνα αὐτοῦ ἕκαστον περιεστάναι τὴν κτῆσιν. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτί‐ μων, μᾶλλον δὲ ἀτίμων, ὁμοίως καὶ ἀποβλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀνεπιτήδευτος, δια‐
10φέροντες. Κρείσσων πενίη ἐπαινετὴ πλούτοιο κακίστου. Δεινὸν πείνεσθαι, χεῖρον δ’ εὐπορεῖν κακῶς. Ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀμβλύνειν τῇ κραιπάλῃ τὴν
15ὄρεξιν. Ὁ τὴν ἡμέραν διδοὺς, καὶ τὰ εἰς τὴν ἡμέραν σοι δώσει. Τὸ καλῶς ἔχειν ὀλίγα, πολὺ τιμιώτερον τοῦ κακῶς ἔχειν πολλά. Ἡ εὐτελὴς δίαιτα κυλιομένη, καὶ προκό‐
20πτουσα, ἐπὶ πολὺ καταλύει τὰ τῆς πορνείας μαθήματα. Σιτίοις χρῶ, μὴ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελί‐ μοις. Ὁ σπουδαῖος ὀλιγοδεὴς, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος· τὸ μὲν ἐπιδεὲς ἔχων, διὰ σῶμα
25θνητὸν, τὸ δὲ μὴ πολυδεὲς, διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας. ΤΙΤΛ. ΚΖʹ. —Περὶ ἀπάτης κατ’ οἰκονομίαν γινο‐ μένης καὶ ὅτι ἀπάτη δόλου ἀμοιροῦσα, ἔπαινον προξενεῖ τῷ δεδρακότι.
30 «Εἶπε Ῥεβέκκα πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον· Ἰδοὺ ἐγὼ ἤκουσα λαλοῦντος τοῦ πατρός σου πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκέ μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα· καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
35Νῦν οὖν, υἱὲ, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλο‐ μαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ αὐτὸν ἀποθανεῖν. Εἶπε δὲ Ἰα‐
40κὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ ἀδελ‐ φός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος. Μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν· καὶ ἐπάξω ἐπ’ ἐμαυτὸν κατ‐ άραν, καὶ οὐκ εὐλογίαν. Εἶπε δὲ μήτηρ· Ἐπ’ ἐμὲ
45ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου. Καὶ πορευθεὶς ἔνεγκε τῇ μητρὶ αὐτοῦ· καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρ’ αὐτὴν ἐν τῷ οἴκῳ, ἐνέδυσε Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτε‐

95

.

1224

(50)

ρον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τρα‐ χήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκεν τῷ πατρὶ
αὐτοῦ.»1224 in vol. 95

95

.

1225

«Ῥαχὴλ ἔλαβε τὰ εἴδωλα, καὶ ἐπέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι ὁ κατεθισμὸς τῶν γυναικείων μοῦ
5ἐστιν.» «Ἀπηγγέλη τῇ Θάμαρ λέγοντες· Ἰδοὺ ὁ πενθε‐ ρός σου ἀναβαίνει κεῖραι τὰ πρόβατα αὐτοῦ. Καὶ ἀφελομένη τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς, περι‐ έβαλε τὸ θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισεν
10ἐν παρόδῳ Θαμνᾷ. Εἶδε γὰρ ὅτι μέγας γέγονε Ση‐ λώμ· αὐτὸς δὲ οὐ δέδωκεν αὐτὸν εἰς γυναῖκα. Καὶ ἰδὼν Ἰούδας αὐτὴν, ἐξέκλινε πρὸς αὐτὴν, καὶ εἶπεν αὐτῇ· Ἔασόν με εἰσελθεῖν πρὸς σέ. Οὐ γὰρ ἔγνω, ὅτι νύμφη αὐτοῦ ἐστιν. Ἡ δὲ εἶπε· Τί μοι δώσεις,
15ἐὰν εἰσέλθῃς πρός με; Ὁ δὲ εἶπεν· Ἐγώ σοι ἀποστέλλω ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου. Ἡ δὲ εἶπε· Δὸς ἀῤῥαβῶνα, ἕως οὐ ἀποστεῖλαί σε. Ὁ δὲ εἶπε· Τίνα δώσω σοι ἀῤῥαβῶνα. Ἡ δὲ εἶπε· Τὸ δακτύλιόν σου, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον τὴν
20ἐν τῇ χειρί σου. Καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν παρ’ αὐτοῦ.» Σχόλιον. Τρεῖς υἱοὺς ἔσχεν ὁ τῆς Θάμαρ πεν‐ θερὸς Ἰούδας, καὶ τοὺς δύο καθ’ ἕνα ἦν συνάψας αὐτῇ. Καὶ ὡς ἄπαιδες ἐτελεύτησαν, παρῃτήσατο
25τὸν τρίτον αὐτοῦ συνάψαι αὐτῇ υἱὸν, εὐλαβηθεὶς μή‐ ποτε καὶ αὐτὸς τελευτήσῃ. Θάμαρ οὖν εἰς τὸ τῆς ἀτεκνίας ὄνειδος περιπεσοῦσα, καὶ τὸν ἀπὸ τῆς πορ‐ νείας κίνδυνον ὑφορωμένη, οἰκονομίᾳ χρησαμένη κατὰ τοῦ αὑτῆς πενθεροῦ, ἐμίχθη αὐτῷ, καὶ τίκτει
30ἐξ αὐτοῦ παῖδας δύο, τὸν Φαρὲς καὶ τὸν Ζαρᾶ. «Εἶπεν ἡ ἀδελφὴ Μωϋσῇ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον; Καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραῶ, Πορεύου. Ἐλθοῦσα δὲ ἡ
35νεᾶνις, ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραῶ· Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτό· ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Καὶ ἔλαβεν ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτό.»
40 «Ἀπέστειλεν Ἰησοῦς δύο ἄνδρας ἐκ Σατὶμ σκο‐ πεῦσαι τὴν γῆν καὶ τὴν Ἱεριχῶ. Καὶ εἰσῆλθον εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ῥαὰβ, καὶ κατ‐ έλυσαν ἐκεῖ. Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἱεριχῶ, λε‐ γόντων· Εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν Ἰσ‐
45ραὴλ κατασκοπεῦσαι τὴν γῆν. Καὶ ἀπέστειλεν ὁ βα‐ σιλεὺς Ἱεριχῶ, καὶ εἶπεν πρὸς Ῥαὰβ, λέγων· Ἐξ‐ άγαγε τοὺς εἰσπορευομένους εἰς τὴν οἰκίαν σου νύκτα. Κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν· καὶ λαβοῦσα ἡ γυνὴ τοὺς ἄνδρας, ἔκρυψεν. Καὶ εἶπεν· Εἰσεληλύ‐

95

.

1225

(50)

θασι πρός με οἱ ἄνθρωποι, ὡς δὲ ἡ πύλη ἐκέκλειστο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον, καὶ οὐκ ἐπίστα‐ μαι ποῦ πεπόρευνται. Καὶ καταδιώξατε ὀπίσω αὐτῶν καὶ καταλήψεσθε αὐτούς. Αὕτη δὲ ἀνεβίβασεν αὐ‐ τοὺς ἐπὶ τὸ δῶμα, καὶ ἔκρυψεν ἐν τοῖς ξύλοις τῆς
55ληνοκαλάμης τῆς ἐστοιβασμένης αὐτῇ ἐπὶ τοῦ δώ‐ ματος. Καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ἰορδάνου ἐπὶ τὰς διαβάσεις. Καὶ ἐγέ‐ νετο ὡς ἐξῆλθον οἱ διώκοντες, αὕτη ἀνέβη πρὸς αὐ‐
τοὺς ἐπὶ τοῦ δώματος, καὶ εἶπεν αὐτοῖς· Εἰς τὴν1226 in vol. 95

95

.

1228

ὀρεινὴν ἀπέλθατε, μὴ συναντήσωσιν οἱ καταδιώκον‐ τες ὑμᾶς, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας ἕως ἂν ἀναστρέψωσιν οἱ καταδιώκοντες.» «Εἶπε Κύριος πρὸς Σαμουήλ· Πλῆσον τὸ κέρας
5σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε εἰς Βηθλεὲμ πρὸς Ἰεσσαὶ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ εἰς βασιλέα. Καὶ εἶπε Σαμουὴλ, Πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ, καὶ ἀποκτενεῖ με. Καὶ εἶπε Κύ‐ ριος· Δάμαλιν βοῶν λάβε ἐν τῇ χειρί σου, καὶ ἐρεῖς,
10Θῦσαι τῷ Κυρίῳ ἥκω. Καὶ καλέσεις τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ εἰς τὴν θυσίαν, καὶ χρίσεις ὃν ἂν εἴπω σοι. Καὶ ἐποίησεν ὁ Σαμουὴλ, ὅσα ἐλάλησεν αὐτῷ Κύριος.» Σχόλιον. Ἐντεῦθεν διδασκόμεθα ἐν ἐνίοις οἰκονο‐
15μεῖν χρείαν εἶναι τὰ πράγματα, καὶ τῷ ὄγκῳ, καὶ τῷ μεγέθει τῆς ἐξουσίας κεχρῆσθαι. Ὁ γὰρ Θεὸς, ὁ λόγῳ πάντων κρατῶν, καὶ δυνάμενος τὸν Σαοὺλ ἄρδην ἀφανίσαι, καὶ εἰς τὸ ἀνύπαρκτον καταστῆσαι, ἐνέτρεψε τῷ Σαμουὴλ μεθόδῳ τινὶ ἀποκρούσασθαι
20τὴν ὑπ’ αὐτοῦ γενομένην πεῦσιν. «Κατάγει Μελχὼλ τὸν Δαβὶδ διὰ τῆς θυρίδος, καὶ ἔφυγεν, καὶ σώζεται. Καὶ ἔλαβε Μελχὼλ τὰ κενο‐ τάφια, καὶ ἔθηκεν ἐπὶ τὴν κλίνην, καὶ ἧπαρ αἰγῶν, καὶ στρογγύλωμα τριχῶν, καὶ ἔθηκε πρὸς κεφαλῆς
25αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ· καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαβίδ· καὶ εἶπε Μελχὼλ ἐνοχλεῖσθαι αὐτόν.» Οὐκ ἐν τοῖς πολέμοις μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ πολλὴν καὶ ἀναγκαίαν εὕροι τις τῆς ἀπάτης τὴν
30χρείαν, καὶ οὐ πρὸς τὰ τῆς πόλεως πράγματα μό‐ νον, ἀλλὰ καὶ ἐν οἰκίᾳ, πρὸς γυναῖκα τῷ ἀνδρὶ, καὶ πρὸς ἄνδρα γυναικὶ, καὶ πατρὶ πρὸς υἱὸν, καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί. Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν, ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ
35ἴσχυσεν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα, ἀλλ’ ἢ μετὰ τὸ παραλογίσασθαι τὸν πατέρα. Καὶ ὁ ταύτης δὲ ἀδελ‐ φὸς, τὸν ὑπ’ ἐκείνης διασωθέντα σῶσαι βουλόμενος. κινδυνεύοντα πάλιν τοῖς αὐτοῖς ὅπλοις ἐχρήσατο, οἷσπερ καὶ ἡ γυνή. Πολὺ γὰρ ἡ τῆς ἀπάτης ἰσχὺς,
40μόνον μὴ μετὰ δολερᾶς προσαγέσθω τῆς προαι‐ ρέσεως. Εὔκολον πρὸς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν. Οὐ πᾶς δόλος ὑπαίτιός ἐστιν· ἐπεὶ καὶ λῃστὰς νυκτοφύλακες, καὶ πολεμίους στρατηγοὶ, οὓς ἀδόλως
45συλλαβεῖν οὐκ ἔστιν, ἐνεδρεύοντες κατορθοῦν δο‐ κοῦσι, καὶ τὰ λεγόμενα στρατηγήματα τοιοῦτον ἔχει λόγον, καὶ τὰ τῶν ἀθλητῶν ἀγωνίσματα. Καὶ γὰρ ἐπὶ τούτων ἡ ἀπάτη νενόμισται ἴδιον. ΤΙΤΛ. ΚΗʹ. —Περὶ ἀγγέλλοντος, καὶ μεσάζοντος

95

.

1228

(50)

ἀπόκρισιν· (sic) καὶ ὅτι ὁ τὸν σταλέντα ἐξουθ‐ ενῶν, τοῦ πέμψαντος περιφρονεῖ «Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφε‐ λεῖ, οὕτως ἄγγελος πιστὸς ἀποστείλαντα αὐτόν. Ψυ‐ χὰς γὰρ τῶν αὐτῶν χρωμένων ὠφελεῖ.»
55«Ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος περιποιεῖται ὁ ἀπο‐
στέλλων δι’ ἀγγέλου ἄφρονος λόγον.»1228 in vol. 95

95

.

1229

Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δε‐ χόμενος, δέχεται τὸν ἀποστείλαντά με.» Ἃ πρέσβεις ὑπομένουσι, ἐπὶ τοὺς πέμψαντας λαμ‐ βάνει τὴν ἀναφοράν.
5 ΤΙΤΛ. ΚΘʹ. Περὶ ἀγνωμονούντων καὶ ἀχαρι‐ στούντων. «Τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθα‐ νίου ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ δέκα ἄν‐ δρες μετ’ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, καὶ
10ἀπέθανεν· καὶ τοὺς Ἰουδαίους, καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ’ αὐτοῦ εἰς Μασιφά.» Σχόλ. Οὗτος λόγον λαβὼν ἀπαθείας, τὸν δεδωκότα ἀνεῖλε. «Πνεῦμα Κυρίου ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ
15Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπεν· Τάδε λέγει Κύριος· Τί παραπορεύεσθε τὰς ἐντολὰς τοῦ Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγ‐ κατελίπετε τὸν Κύριον. Καὶ ἐλιθοβόλησαν δι’ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. Καὶ οὐκ
20ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους, οὗ ἐποίησε μετ’ αὐτοῦ Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. Καὶ ὡς ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος, καὶ κρινάτω. Καὶ ἐγένετο μετὰ ἐνιαυτὸν, ἀνέβη ἐπ’ αὐτὸν δύναμις Συρίας, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ
25κατέφθειρε πάντας.» «Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν.» «Ἀντὶ τοῦ, Ἀγαπᾷν με ἐνδιέβαλόν με.» «Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐκ ἐνεχθή‐
30σεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.» «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλά‐ λησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέ‐ τησαν.» «Ἀχαρίστου ἐλπὶς ὡς χειμέριος πάχνη τακήσε‐
35ται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.» «Ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλὸς, καὶ ἀχά‐ ριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον. Ξενιεῖς καὶ ποτιεῖς ἀχάριστον, καὶ πρὸς ἐπὶ τούτῳ πικρὰ ἀκούσεις.»
40 Δεινὸν, τὸν εὐεργηθέντα καὶ ταῖς μεγίσταις ὑπό‐ χρεων χάρισι, πρὸς τῷ ἀχαρίστῳ, ἔτι καὶ ὕβρεως, καὶ ἀτιμίας κατᾶρξαι. Δεινὸν μέν· ἀλλὰ τῷ ποι‐ οῦντι μεῖζόν ἐστι κακὸν, ἢ τῷ πάσχοντι. Ὑπερβολὴ τοῦτό γε ἀγνωμοσύνης, τὴν φιλανθρωπίαν τοῦ εὐερ‐
45γέτου ἀφορμὴν ἀχαριστίας ποιεῖσθαι. Ὁρῶμεν πολλοὺς τῶν ἀνθρώπων μετὰ τὰς εὐερ‐ γεσίας, καθάπερ ἀνδραπόδων, οὕτω καὶ περιορῶντας τῶν εὐεργετησάντων, καὶ τὰς ὀφρύας ἀνασπῶντας κατ’ αὐτῶν.

95

.

1229

(50)

Δεινόν μοι ἡ ἀχαριστία καταφαίνεται· δεινόν μοι
καὶ πάνδεινον1230 in vol. 95

95

.

1232

ΤΙΤΛ. Λʹ. —Περὶ ἀδυνάτων πραγμάτων. «Μὴ θάλλει πάπειρος ἄνευ ὕδατος; ἢ ὑψωθήσεται βούτομος ἄνευ ποτοῦ, ἔτι ὢν ἐπὶ ῥίζης;» «Εἰ ἔστι ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου,
5ζητοῦντος βοῤῥᾶν;» «Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τις συν‐ έτριψε τὸ πᾶν ὕδωρ ἱματίῳ; τίς ἐκράτησε πάντων ἄκρων τῆς γῆς; Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω, ἴχνη ἀετοῦ πετομένου,
10καὶ ὁδὸν ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντο‐ πορούσης, καὶ ὁδὸν ἀνδρὸς ἐν νεότητι.» «Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; Εἰ ἐξελεύσεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ, θήραν οὐκ ἔχων; εἰ δώσει σκύ‐
15μνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; εἰ φωνήσει σάλπιγξ ἐν πό‐ λει, καὶ λαὸς οὐ πτοηθήσεται; καὶ ἔσται κακία
20ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν;» «Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος, ὥστε κόπτειν ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;» «Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδα‐
25λις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά.» «Ἄμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; Ὕψος οὐρανοῦ, καὶ πλάτος γῆς, καὶ ἄβυσσον, καὶ σοφίαν τίς ἐξ‐
30ιχνιάσει;» «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κει‐ μένη.» «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς
35ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμμωνᾷ. Τίς ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;» «Μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ
40ἀπὸ τριβόλων σῦκα; Οὕτως οὐ δύναται δένδρον ἀγα‐ θὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.» «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ. οὐδὲ δοῦλος ὑπὲρ τὸν Κύριον αὐτοῦ.»
45 «Οὐδέν ἐστι συγκεκαλυμμένον, ὃ οὐκ ἀποκα‐ λυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.» «Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες;»

95

.

1232

(50)

«Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.» «Πῶς δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! Πάλιν λέγω ὑμῖν· Εὐκο‐ πώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος
55διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσ‐ ελθεῖν. Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι πασὰ
δὲ Θεῷ πάντα δυνατά.»1232 in vol. 95

95

.

1233

«Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» «Εἶπεν ὁ Ἰησοῦς τῷ Νικοδήμῳ· Ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος·
5Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὑτοῦ δεύτερον, καὶ γεννηθῆναι; Ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασι‐
10λείαν τοῦ Θεοῦ.» Δεῖ τὴν ψυχὴν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν, καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων
15ὑποτετάχθαι. Ἀμήχανόν ἐστι χωρητικοὺς ἡμᾶς γενέσθαι τῆς θείας χάριτος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατα‐ σχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας· ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος δυσωδίας,
20εἰ μὴ ἐκπλυσθῇ, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤ‐ ῥοήν. Ἀμήχανον ἅψασθαι τοῦ ἀγαθοῦ, μὴ ἀποστάντα πρότερον, καὶ ἐκνεύσαντα τοῦ κακοῦ. Ὥσπερ ἀδύνατον ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν, καὶ
25τῷ λίαν ἐπειγομένῳ (φθάνει γὰρ ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται)· ἢ τοῖς ὁρατοῖς πλησιάσαι τὴν ὄψιν, δίχα τοῦ ἐν μέσῳ φωτὸς, καὶ ἀέρος· ἢ τῶν ὑδά‐ των ἔξω τὴν νηκτὴν φύσιν διολισθαίνειν· οὕτως ἀμήχανον τοῖς ἐν σώματι δίχα τῶν σωματικῶν πάντη
30γενέσθαι μετὰ τῶν νοουμένων. Ἀμήχανον συνυπάρχειν τὴν πρὸς κόσμον ἀγά‐ πην τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συν‐ υπάρχειν ἀλλήλοις φῶς καὶ σκότος. ΤΙΤΛ. ΛΑʹ. —Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ’
35οἷς δρῶσι, καὶ ὑπὲρ ὧν. «Ἀπὸ τῶν ἁγίων φοβηθήσεσθε.» «Μακάριος σὺ Ἰσραήλ. Τίς ὅμοιός σοι· λαὸς σω‐ ζόμενος ὑπὸ Κυρίου.» «Μακάριος ἄνθρωπος, ὃν ἤλεγξε Κύριος.»
40 «Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη.» «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.» «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας αἰνέσουσί σε.»
45 «Μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκτοῦ νόμου σου διδάξεις αὐτόν.» «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν

95

.

1233

(50)

ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.»1234 in vol. 95

95

.

1236

«Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες.» «Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.»
5 «Βουλὴ ἁγίων, σύνεσις.» «Μακάριος ἀνὴρ, ὃς εὗρε σοφίαν. Τιμιωτέρα γάρ ἐστι λίθων πολυτελῶν.» «Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. «Τελειότητος ὁσίων ὁδηγήσει αὐτούς
10 «Ὁ ἐλεῶν πτωχοὺς, μακαριστός.» «Ὁ ἁπτόμενος ὑμῶν, ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ μου.» «Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.» «Μακάριος ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ τοῦ μὴ
15ποιεῖν ἄδικα.» «Καὶ ἔσται ἡ ψυχὴ τῶν ἁγίων ὥσπερ ξύλον ἔγ‐ καρπον.» «Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῶ ὑμῖν γνῶστά ἐστιν.»
20 «Μακάριος ἀνὴρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ. Μακάριος ᾧ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ.» «Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ μου, καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης. Ἄνθρωπος εὐφραι‐ νόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτῶσιν
25ἐχθρῶν. Μακάριος ὁ συνὼν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ. Μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁδηγούμενος εἰς ὦτα ἀκουόντων. Ὡς μέγας ὁ εὑ‐ ρὼν σοφίαν! ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον
30τὸν Κύριον.» «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.»
35 «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθή‐ σονται. «Μακάριοι οἱ πεινῶντες, καὶ διψῶντες τὴν δικαιο‐ σύνην, ὅτι αὐτοὶ χορτασθήσονται.» «Μακάριοι οἱ ἐλεήμονες. ὅτι αὐτοὶ ἐλεηθήσονται.»
40 «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» «Μακάριοι οἱ εἰρηνοποιοὶ ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι
45αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.»

95

.

1236

(50)

«Μακάριοι οἱ μὴ εἰδότες, καὶ πιστεύσαντες.» «Ἐγένετο ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά
τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μα‐1236 in vol. 95

95

.

1237

καρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπεν· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν.»
5 «Μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρ‐ ελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευ‐ τέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ, ἔλθῃ, καὶ
10εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.» «Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμά‐ ζει.» «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ
15ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέ‐ γοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ’ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται,
20τουτέστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς αὐτῶν ἐπικαλεῖσθαι. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Καὶ μετ’ ὀλίγα· «Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, Δαβίδ τε, καὶ
25Σαμουὴλ, καὶ τῶν προφητῶν, οἱ διὰ πίστεως κατ‐ ηγωνίσαντο βασιλείας.» Μακάριος ὁ τὰ πλείστων ἄξια κεκτημένος, ὁ τῶν ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον δὲ πῶς ἐπιγνωσόμεθα; Ὃς οὐκ ἐπορεύθη ἐν τῇ βουλῇ ἀσε‐
30βῶν. Μακάριος, ὃς οὐκ ἔλαβε περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας περὶ τὰ παρόντα, ἀλλὰ ἀνα‐ μένων τὰ προσδοκώμενα· ὃς ἔσχε περὶ τοῦ Κτίσαν‐ τος ἡμᾶς ὑπόληψιν ἄπιστον.
35 Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλο‐ μάρτυρι; διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν οἰκεῖον δεσπότην εὐνοίας Ἡ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις
40τὴν ἀναφορὰν ἐπὶ τὸν δεσπότην ἔχει, ᾧ δεδουλεύκασιν, καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν, δῆλός ἐστιν τὸν ζῆλον ἔχων τῆς πίστεως. Ταύτην εἶναι πραγματείαν ἀρίστην φημὶ, αἵ‐ ματος ὀλίγου βασιλείαν οὐρανῶν ὠνήσασθαι, καὶ
45δόξης ἀϊδιότητα τῶν προσκαίρων ἀντιλαβεῖν ἀγα‐ θῶν. Νόμος μαρτυρίας, μήτε ἐθέλοντας πρὸς τὸν ἀγῶ‐ να χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενε‐ στέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν γὰρ

95

.

1237

(50)

θράσους, τὸ δὲ ἀνανδρίας ἐστίν. Ἡ τῶν μακαρισμῶν κοινωνία, θεότητός ἐστι κοινωνία· Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν. Εἰ τὸ ἰδεῖν τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ
55ἔχει, τὸ Υἱὸν γενέσθαι τοῦ Θεοῦ, ὑπὲρ εὐκληρίαν
ἐστὶ πάντων. Ὁ γὰρ Υἱὸς ἀξιωθεὶς γενέσθαι, ἕξει1238 in vol. 95

95

.

1240

πάντως ἐν ἑαυτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα· ὑπὲρ εὐχὴν δὲ ἡ ἐπιτυχία· ὑπὲρ ἐλπίδα δὲ τὸ δῶρον· ὑπὲρ φύσιν ἡ χάρις. Φύσις ἐστὶ πρὸς τὸ μακάριον καὶ ἐπαινούμενον
5τὴν ἐπιθυμίαν συντείνεσθαι. Ἀγαθοῦ παντὸς τὸ κεφάλαιον, τὸ ὑπὲρ τὴν ζωο‐ ποιὸν ἐξουσίαν τετάχθαι. Τοιαῦτα τῶν ἁγίων αἱ ψυχαί. Πρὶν ἢ καταπεσεῖν, ἀνίστανται· πρὶν ἢ πρὸς ἁμαρτίαν ἐλθεῖν, ἀναχαι‐
10τίζονται· ἐπειδὴ νήφουσι, καὶ διὰ παντός εἰσιν ἐγρη‐ γορυῖαι. Οὐ μήρινθον λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν ἐπικυβιστῶντες γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσιν, ἀλλὰ ἀντὶ μὲν σχοι‐
15νίου τὴν στενὴν καὶ ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι· τῶν δὲ τυραννου‐ μένων ξιφῶν τὰς ἀκμὰς ταῖς τῶν οἰκείων πλη‐ γῶν φιλοτιμίαις ἀμβλύνουσιν· οὐ τὸ μὴ πάσχειν τέχνην ποιησάμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν
20ἀσκούμενοι. Ἔοικε τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. Μακαρία φύσις, ἡ ἐπὶ παντὶ χαιροῦσα, καὶ μη‐ δενὶ δυσαρεστοῦσα ἐν τῷ κόσμῳ τὸ παράπαν, ἀλλ’
25εὐαρεστοῦσα τοῖς γινομένοις, ὡς καλῶς καὶ συμφε‐ ρόντως γινομένοις. ΤΙΤΛ. ΛΒʹ. —Περὶ ἀπαρχῶν καὶ ἀποδεκατούν‐ των καὶ ὡς χρὴ προσφέρειν τῷ Θεῷ τὰς ἀπαρ‐ χάς.
30 «Ἀπαρχὰς ἅλωνός σου, οὐχ ὑστερήσεις.» «Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. Ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου, εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου.» «Ὁ βραχίων ὁ δεξιὸς τῷ ἱερεῖ ἔσται.
35 «Πᾶσα δεκάτη τῆς γῆς σου, ἔσται ἅγιον τῷ Κυ‐ ρίῳ.» «Πρόσεχε σεαυτῷ, μὴ ἐγκαταλίπῃς τὸν Λευΐτην πάντα τὸν χρόνον, ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς.» «Οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κε‐
40νός· ἕκαστος κατὰ τὴν δύναμιν τῶν χειρῶν ὑμῶν κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι.» «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα
45πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνου δὲ αἱ ληνοί σου ἐκβλύζωσι.» «Μὴ ὀφθῇς ἐνώπιον Κυρίου κενός. Ἐν πάσῃ δό‐ σει ἱλάρυνον τὸ πρόσωπόν σου, καὶ εὐφροσύνῃ ἁγία‐
σον δεκάτην. Δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ.1240 in vol. 95

95

.

1241

ὅτι Κύριος ἀνταποδιδούς ἐστιν ἡμῖν, καὶ ἑπταπλά‐ σιον ἀποδώσει σοι.» «Ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται.»
5Δῶρον Θεοῦ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντα ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. ΤΙΤΛ. ΛΓʹ. —Περὶ ἀγγελίας ἀγαθῆς.
10 «Ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνὲς, οὕτω ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.» «Ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομέ‐ νου, καὶ ἀπαγγέλλοντος εἰρήνην.» «Ὡς ὡραῖοι πόδες ἐπὶ τῶν ὀρέων εὐαγγελιζομένου
15ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά!» ΤΙΤΛ. ΛΔʹ. —Περὶ ἀγγελίας κακῆς. «Λαβόντες χιτῶνα τοῦ Ἰωσὴφ, ἔσφαξαν ἔριφον αἰγῶν, καὶ ἐμόλυναν τὸν χιτῶνα τοῦ Ἰωσὴφ τῷ αἵ‐ ματι, καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, λέγοντες·
20Τοῦτον εὕρομεν, ἐπίγνωθι εἰ ὁ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. Καὶ ἐπέγνω αὐτὸν Ἰακὼβ, καὶ εἶπεν· Χιτὼν τοῦ υἱοῦ μού ἐστιν. Θηρίον πονη‐ ρὸν κατέφαγεν αὐτόν· θηρίον πονηρὸν διήρπασεν αὐτόν. Διέῤῥηξε δὲ Ἰακὼβ τὸ ἱμάτιον αὐτοῦ, καὶ
25ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς.» «Ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐληλυθὼς ἐκ τῆς παρεμβο‐ λῆς, καὶ εἶπε τῷ Ἡλεί· Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἀπὸ προσώπου τῶν ἀλλοφύλων, καὶ πληγὴ μεγάλη
30γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τε‐ θνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγέ‐ νετο, ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, ἔπεσεν ἀπὸ τοῦ δίφρου εἰς τὰ ὀπίσω ἐχόμενα τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν.»
35 «Ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Ἐγένετο δὲ ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαβὶδ, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτόν. Καὶ
40εἶπε πρὸς αὐτὸν Δαβίδ· Πόθεν παρεγένου; Καὶ εἶ‐ πεν· Ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ σέσωσμαι. Καὶ εἶπε Δαβὶδ πρὸς αὐτόν· Τίς ὁ λόγος οὗτος; ἀπάγγει‐ λόν μοι. Καὶ εἶπε· Φεύγει ὁ λαὸς ἐκ τοῦ πολέμου τῆς παρεμβολῆς, καὶ ἔπεσαν πολλοὶ ἐκ τοῦ λαοῦ,
45καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ τεθνήκασι. Καὶ ἐκράτησεν ὁ Δαβὶδ τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ, καὶ πάντες οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ. Καὶ ἐκό‐ ψαντο, καὶ ἔκλαυσαν, καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ τὸν λαὸν

95

.

1241

(50)

Ἰούδα, καὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.» «Εἶπε Χουσὶ τῷ βασιλεῖ· Εὐαγγέλια, κύριέ μου βασιλεῦ. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Χουσί· Εἰ εἰρήνη
τῷ παιδαρίῳ τῷ Ἀβεσαλώμ; Καὶ εἶπεν ὁ Χουσί·1242 in vol. 95

95

.

1244

Γένοιντο ὡς τὸ παιδάριον Ἀβεσαλὼμ οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ πάντες ὅσοι ἐπαν‐ έστησάν σοι εἰς κακά. Καὶ ἐδάκρυσεν ὁ βασιλεὺς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης, καὶ ἔκλαυσε, καὶ
5τάδε εἶπεν ἐν τῷ κλαίειν αὐτόν· Τέκνον ἐμὸν Ἀβε‐ σαλώμ· Ἀβεσαλὼμ τέκνον ἐμόν. Τίς δῷ ἡμῖν θάνατον ἀντὶ σοῦ, Ἀβεσαλὼμ υἱέ μου;» «Παιδεύσω αὐτοὺς ἀντὶ ἀκοῆς τῆς θλίψεως αὐ‐ τῶν.»
10 «Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται. Καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέ‐ ρων. Καὶ ὁ ἄρχων ἐνδύσεται ἀφανισμὸν, καὶ αἱ χεῖ‐ ρες τοῦ λαοῦ μου τῆς γῆς παραλυθήσονται.»
15ΤΙΤΛ. ΛΕʹ. —Περὶ ἀσπασμοῦ· ὅτι τὸ μετριάζειν εὔνοιαν προξενεῖ. «Ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα πρὸς Ἀβεσαλὼμ τοῦ προσκυνῆσαι αὐτῷ, καὶ ἐξέτεινε τὴν χεῖρα αὐ‐ τοῦ, καὶ κατεφίλει αὐτόν. Καὶ ἐποίησεν Ἀβεσαλὼμ
20κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ, τοῖς παραγενο‐ μένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα· καὶ ἰδιοποιεῖτο Ἀβεσαλὼμ τὰς καρδίας πάντων τῶν ἀνδρῶν Ἰσ‐ ραήλ.» «Εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν.
25Καὶ ἐὰν μὲν εἴη ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν. Ἐὰν δὲ μὴ εἴη ἀξία, ἡ εἰρήνη πρὸς ὑμᾶς ἐπιστραφήσεται.» Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσιν, γλυκὺν ἐν ταῖς ὁμιλίαις. Μὴ νομίζωμεν ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ
30κατόρθωμα τοῦτο, γίνεσθαι εὐπροσήγορον καὶ φιλο‐ προσήγορον. ΤΙΤΛ. Λϛʹ. —Περὶ ἀπαντημάτων, καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων. «Πορεύσονται εἰς ταλαιπωρίας Αἰγύπτου, καὶ
35ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχ‐ μάς.» «Ὃν τρόπον ὅταν ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσῃ χεῖρας αὐτοῦ εἰς
40τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις.» «Ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἀναλωθή‐ σεται ὑπὸ τῆς παγίδος.» ΤΙΤΛ. ΛΖʹ. —Περὶ ἀπραγμοσύνης καὶ ἡσυ‐
45χίας. «Ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου.» «Ἡσυχάσεις, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε.» «Σὺ, Κύριε, καταμόνας ἐπ’ ἐλπίδι κατῴκησάς με.»

95

.

1244

(50)

«Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω.» «Ἀνὴρ φρόνιμος ἡσυχίαν ἄγει.» «Ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός.» «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον, καὶ
ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;»1244 in vol. 95

95

.

1245

«Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κύκλω‐ θεν.» «Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ τὸν ζυγὸν ἐν νεότητι.
5Καθήμενος καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ’ ἑαυτῷ.» «Ἀναστρέψει Ἰακὼβ, καὶ ἡσυχάσει, καὶ ὑπνώσει εἰς τὸ σωτήριον Κυρίου, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν.»
10 «Μάρθα, Μάρθα, μεριμνᾷς, καὶ τυρβάζεις περὶ πολλά.» «Παρακαλοῦμεν ὑμᾶς, ἀδελφοί μου, ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν.»
15 Τὸ ἀπεσχισμένον καὶ ἰδιάζον, τοῦ κοινωνικοῦ, καὶ ἡνωμένου τοῖς πολλοῖς προτιμώτερον. Ἀφάτῳ τοίνυν δυνάμει φαντασιούμενοι τὸν νοῦν οἱ ἀπερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἡνιοχοῦντα αὐτοὺς ἔχουσι τὸν λόγον τοῦ Θεοῦ. —
20Ἡσυχία, καθάρσεως ἀρχὴ τῇ ψυχῇ, καὶ ὥσπερ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι, καὶ ὀργαὶ, καὶ λύπαι, καὶ φόβοι τὰ ἰοβόλα τῆς ψυχῆς κακὰ, κατευνασθέντα διὰ τῆς ἡσυχίας, καὶ μὴ ἀγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκατα‐
25γωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. —Ἐπὶ τὸν κόσμον μὴ διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυ‐ τὸν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀνα‐ βαίνει, μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περι‐ βολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ
30σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι. Χρή τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρὸν ἀπανάγειν τὸν νοῦν ἀπὸ τῶν
35πλανωμένων. Ἡ ἀπράγμων ἡσυχία, τῆς ἐν πράγμασιν περι‐ φανείας τιμιωτέρα. Τότε μάλιστα ἐπιτίθεται ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένους ἡμᾶς, καὶ καθ’ ἑαυτοὺς ὄντας. —
40Ἁρμόζει τῷ ἐγκρατεῖ, καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτά‐ ραχον. Πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Μέγας συνεργὸς πρὸς τελειότητα τῶν ἀνθρώπων ἐστὶν ἡ ἀναχώρησις.
45 Μεγάλην εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. Ζῇν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον, καὶ θαῤ‐ ῥεῖν, ἢ ταράττεσθαι χρυσῆν ἔχοντα κλίνην. Βίος ἡσύχιος χρημάτων πολλῶν περιφανέστε‐

95

.

1245

(50)

ρος.
Ὁ σοφὸς ἠρεμίαν, καὶ ἀπραγμοσύνην, καὶ σχολὴν1246 in vol. 95

95

.

1248

μεταδιώκει, ἵνα τοῖς θείοις θεωρήμασιν ἐν ἡσυχίᾳ ἐντύχῃ ΤΙΤΛ. ΛΗʹ. —Περὶ ἀποφάσεως, καὶ ἀνταποδό‐ σεως, καὶ ἀκριβείας Θεοῦ· καὶ ὅτι οὐ δεῖ τῆς
5ὀργῆς τοῦ Θεοῦ πλέον ἀμύνασθαι, ἢ παρὰ τὰς ἐντολὰς αὐτοῦ φιλανθρωπεύεσθαι. «Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Οὐχὶ μικρὸς ἐνώ‐ πιον Κυρίου, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραὴλ, καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ; Καὶ
10εἶπέν σοι· Πορεύθητι, καὶ ἐξολόθρευσον τὸν Ἀμαλὴκ, τοὺς ἁμαρτάνοντας εἰς ἐμὲ, καὶ πολεμήσεις αὐτοὺς, ἕως οὗ συντελέσῃς αὐτούς. Καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, ἀλλ’ ὥρμησας ἐπὶ τὰ σκύλα, καὶ τὸν βασιλέα ἀγαγὼν περιεποιήσω; Καὶ ἐξουδέ‐
15νωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.» «Προσῆλθεν Ἡλιοὺ, καὶ εἶπεν Ἀχαὰβ βασιλεῖ Ἰσραήλ· Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν εἶπε Συρία, Θεὸς ὀρέων Κύριος, ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς
20κοιλάδων αὐτός· καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρά σου, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύ‐ ριος. Καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν, ἑκατὸν χι‐ λιάδας πεζῶν ἡμέρᾳ μιᾷ, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν, καὶ υἱὸς Ἀδὲρ
25ἔφυγεν, καὶ εἶπον πρὸς αὐτὸν οἱ παῖδες αὐτοῦ· Ἰδοὺ δὴ οἴδαμεν, ὅτι βασιλεῖς Ἰσραὴλ, βασιλεῖς ἐλέους εἰσίν. Ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν, καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν, καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ἰσραὴλ, ὅπως ζωογονήσῃ τὰς ψυχὰς
30ἡμῶν. Καὶ ἐποίησαν οὕτως, καὶ εἶπαν τῷ βασιλεῖ Ἰσραήλ· Δοῦλός σου υἱὸς Ἀδὲρ λέγει, Ζήσεται ἡ ψυχή μου. Καὶ εἶπεν ὁ βασιλεύς· Εἰ ἔτι ζῇ; ἀδελ‐ φός μου. Καὶ ἐξῆλθε πρὸς αὐτὸν ὁ υἱὸς Ἀδὲρ, καὶ ἀναβιβάζουσι πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. Καὶ εἶπε
35πρὸς αὐτόν· Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ. Καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν.» Καὶ μετ’ ὀλίγα· «Εἶπε πρὸς
40αὐτὸν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Τάδε λέγει Κύριος· Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός μου, ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» «Ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ
45ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας τὰ φυλάγματα αὐτῶν.» «Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς· ἐρευνήσατε αὐ‐ τὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτὴν, μὴ γε‐ νέσθαι αὐτῇ κατάλυμα.»

95

.

1248

(50)

«Γῆ, γῆ, ἄκουσον λόγον Κυρίου· Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἀνθρώποις· ὅτι οὐ μὴ αὐ‐ ξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἐν τῷ Ἰούδα.» Ἐπὶ μὲν τῶν ἐχθραινόντων τῇ ἀληθείᾳ, καὶ ἐμ‐
55ποδιζόντων ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ἐξ ἀνάγκης ἐστὶ ποιεῖν κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίσῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Ἡ γὰρ ἐπὶ τῶν τοιούτων
φιλανθρωπία παραπλησία ἐστὶ τῇ ἀπαιδεύτῳ χρηστό‐1248 in vol. 95

95

.

1249

τητι τοῦ Σαοὺλ ἐπὶ τοῦ Ἀγαγοῦ ἣν παρὰ τὸ τοῦ Κυ‐ ρίου διατεταγμένον αὐτῷ ἐπεδείκνυτο. ΤΙΤΛ. ΛΘʹ. —Περὶ ἀγγαρίας. «Ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀσιτεῖ καὶ ἀμισθὶ
5εἰργάσαντο.» «Ὅστις σε ἀγγαρεύσει μίλιον ἓν, ὕπαγε μετ’ αὐ‐ τοῦ δύο.» «Ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύ‐ νης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ
10πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐ‐ τοῦ οὐ μὴ ἀποδῷ αὐτῷ.» «Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ
15εἰσεληλύθει.» ΤΙΤΛ. Μʹ. —Περὶ αἰσχύνης ἀγαθῆς. «Λαβόντες Σὴμ καὶ Ἰαφὲθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφα‐ νῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐ‐
20τῶν, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον.» «Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.» «Πρὸ βροντῆς κατασπεύδει ἀστραπὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.»
25 «Αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορ‐ νείας, καὶ ἀπὸ ἡγουμένου καὶ τυράννου ἕνεκεν ψεύ‐ δους· ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς, καὶ ἀπὸ ἀληθείας Θεοῦ, καὶ ἀπὸ διαθήκης· καὶ ἀπὸ πήξεως
30ἀγκῶνος ἐν ἄρτοις, καὶ ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως, καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς· ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας, καὶ ἀπὸ συστροφῆς προσ‐ ώπου συγγενοῦς, καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ περιεργίας παιδίσκης αὐτῆς· ἀπὸ
35φίλων περὶ λόγου ὀνειδισμοῦ, καὶ ἀποκαλύψεως λό‐ γων κρυφίων· καὶ ἔσῃ αἰσχυντηρὸς ὡς ἀληθινὸς, καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.» ΤΙΤΛ. ΜΑʹ. —Περὶ αἰσχύνης πονηρᾶς. «Περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς. Ἔστι γὰρ
40αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις· καὶ μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.» «Ἔστι χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρόν.»
45 «Ὀργὴ, καὶ ἀναίδεια, καὶ αἰσχύνη μεγάλη, ἐὰν γυνὴ ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.» «Περὶ τούτων μὴ αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσ‐ ωπον τοῦ ἁμαρτάνειν· Περὶ νόμου Ὑψίστου καὶ δια‐ θήκης, καὶ περὶ κρίματος τοῦ δικαιῶσαι τὸν ἀσεβῆ,

95

.

1249

(50)

περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, καὶ περὶ δόσεως κληρονομίας ἑτέρων· περὶ ἀκριβείας ζυγοῦ καὶ στα‐ θμῶν, καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων· περὶ δια‐ φόρου πράσεως ἐμπόρων, καὶ περὶ παιδείας τέκνων πολλῶν, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι. Ἐπὶ
55γυναικὶ πονηρᾷ καλὸν σφραγίς· καὶ ὅπου χεῖρες1250 in vol. 95

95

.

1252

πολλαὶ, κλεῖσον. Ὃ ἐὰν παραδῷς, ἐν ἀριθμῷ, καὶ σταθμῷ· καὶ δόσις καὶ λῆψις πάντων ἐν γραφῇ.» Τὴν αἰδὼ φασὶ μὴ λυσιτελῆσαι πολλοῖς. ΤΙΤΛ. ΜΒʹ. —Περὶ ἀδίκων αἰτήσεων· καὶ ὅτι
5τὰς ἀδίκους αἰτήσεις, οὐ χρὴ πρὸς πέρας ἄγειν, κἂν μήτηρ τύχῃ ἡ τὴν αἴτησιν ποιουμένη. «Ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε, καὶ εἶπεν αὐτῷ· Αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ· μὴ ἀποστρέψῃς τὸ
10πρόσωπόν μου. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Αἴτησαι, μήτηρ ἐμὴ, ὅτι οὐκ ἀποστρέψω σε. Δοθήτω δὴ Ἀβι‐ σὰκ ἡ Σουναμῖτις Ὀρνίᾳ [Al. Ἀδονίᾳ
סרניה
pro
אדניה
] τῷ ἀδελφῷ σου εἰς γυναῖκα. Καὶ ἀπεκρίθη Σολομὼν ὁ βασιλεὺς, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· Καὶ
15ἵνα τί αἰτῇ τὴν Ἀβισὰκ τῷ Ὀρνίᾳ εἰς γυναῖκα; Καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ὁ ἀδελφός μου μείζων ὑπὲρ ἐμὲ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ υἱὸς Σαρουΐα ὁ ἀρχιστράτηγος ἑταῖ‐ ρος αὐτοῦ. Καὶ ὤμοσεν ὁ βασιλεὺς Σολομὼν κατὰ τοῦ
20Κυρίου, λέγων· Τάδε ποιῆσαί μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ὀρ‐ νίας τὸν λόγον τοῦτον. Καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοί‐ μασε, καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαβὶδ τοῦ πατρός μου, ὅτι σήμερον θανατωθήσεται Ὀρνίας. Καὶ ἐξ‐
25απέστειλεν, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ὀρνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» «Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβε‐ δαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦ‐ σά τι παρ’ αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Ἡ
30δὲ εἶπεν· Ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασι‐ λείᾳ σου. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πίνειν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ βάπτισμα, ὃ βαπτίζομαι, βαπτισθῆναι; Λέγουσιν
35αὐτῷ· Δυνάμεθα. Λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοιμάσθη ὑπὸ τοῦ Πα‐ τρός μου.»
40ΤΙΤΛ. ΜΓʹ. —Περὶ ἀπληστίας· καὶ ὅτι ἀπλή‐ στως ἔχομεν πρὸς τὴν τοῦ πλείονος ὄρεξιν. «ᾍδης καὶ ἀπώλεια οὐκ ἐμπίπλαται· ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι.» «Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ
45πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως.» «Δι’ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν.» Ἀπληστία σώματος, καὶ τοὺς τὰ ἄλλα σοφοὺς ἐκ‐ μαίνειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθά‐ περ ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσα.

95

.

1252

(50)

Ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλείο‐ νος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις.
Ὁ φαῦλος ἀεὶ πολυδεὴς, ἀεὶ διψῶν τῶν ἁπάντων1252 in vol. 95

95

.

1253

ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἢ πυρὸς δίκην πάντα μικρά τε, καὶ μεγάλα πίνει. ΤΙΤΛ. ΜΔʹ. —Περὶ ἀδελφῶν «Οὐ μισήσεις τὸν ἀδελφόν σου ἐν τῇ διανοίᾳ
5σου.» «Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοι‐ κεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.» «Ἀδελφοὶ ἐν ἀνάγκῃ χρήσιμοι ἔστωσαν.» «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις
10ἰσχυρὰ, καὶ ὑψηλή. Ἰσχύει δὲ ὥσπερ τεθεμελιωμέ‐ νον βασίλειον.» «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, φιλίας μακράν ἐστιν.» «Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς μακρὰν οἰ‐
15κῶν.» «Ἀδελφοὶ καὶ βοήθεια ἐν καιρῷ θλίψεως.» «Μὴ ἀλλάξῃς ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σου‐ φίρ.» ΤΙΤΛ. ΜΕʹ. —Περὶ αἰτούντων, ἤγουν προσαι‐
20τούντων. «Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς. Κρεῖσσον γὰρ ἀποθανεῖν, ἢ ἐπαιτεῖν. Ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαιτήσεως δόσις, καὶ ἐν κοιλίᾳ αὐ‐ τοῦ πῦρ καήσεται.»
25ΤΙΤΛ. Μϛʹ. —Περὶ αἰσχρολογίας. «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.» «Πᾶς λόγος σαπρὸς μὴ ἐκπορευέσθω ἐκ τοῦ στό‐ ματος ὑμῶν, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.»
30 «Αἰσχρότης καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ μὴ ἀνήκοντα, μηδὲ ὀνομαζέσθωσαν ἐν ὑμῖν, καθὼς πρέ‐ πει ἁγίοις.» «Αἰσχρολογία μὴ ἐξερχέσθω ἐκ τοῦ στόματος ὑμῶν.»
35 Ἡ τῶν λόγων συνήθεια ὁδός ἐστιν ἐπὶ τὰ πράγ‐ ματα. Διὸ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τι, λάθωμεν τῶν χειρόνων, ὥσπερ καταδηλητήρια μετὰ τοῦ μέ‐ λιτος προσιέμενοι.
40 Κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν, ἢ καὶ παντελῶς εἰς φύσιν ὡς τὰ πολλὰ τοῦ ἔθους μεθισταμένου. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, ᾨδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα.
45 Αἰσχροὶ καὶ εἰκαῖοι, οἱ ἐν τοῖς ματαίοις εὐφυΐαν ἀνεπιδεικνύντες, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύε‐ σθαι, τὰ δὲ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχει‐ ρότατοι.
Αἰσχρολογίας αὐτοῖς τε ἡμῖν παντελῶς ἀφεκτέον,1254 in vol. 95

95

.

1256

καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον, καὶ ὄψει δριμυτέρᾳ, καὶ προσώπου ἀποστροφῇ, καὶ τῷ ἀπο‐ μυκτηρισμῷ καλουμένῳ, πολλάκις δὲ καὶ λόγῳ θρα‐ συτέρῳ.
5 Τὸ ἐν τοῖς ὀνόμασιν ἀτακτεῖν, μελέτην ἐμποιεῖ τοῦ καὶ εἰς τὰ ἔργα ἀκοσμεῖν. Πάντη ἀφεκτέον αἰσχρῶν ἀκουσμάτων καὶ θεαμά‐ των· πολὺ δὲ πλέον ἔργων αἰσχρῶν καθαρευτέον. — Ὁδὸς ἐπ’ ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ τέλος
10ἀμφοῖν ἡ αἰσχρουργία. Κίνδυνον φέρει πολλάκις τὸ δυσφήμους λόγους ἀκούειν. ΤΙΤΛ. ΜΖʹ. —Περὶ ἀρᾶς εὐλόγως ἢ ἀδίκως ἐπ‐ αγομένης· καὶ ὅτι χρὴ εὐλογεῖν, καὶ μὴ κατ‐
15αρᾶσθαι. «Ὥσπερ ὄρνεα ἃ πέτανται, καὶ στρουθοὶ, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.» «Μὴ δῷς τύπον ἀνθρώπῳ καταρᾶσθαί σε. Κατα‐ ρωμένου γάρ σε πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως
20αὐτοῦ εἰσακούσεται ὁ ποιήσας αὐτόν.» «Κατάρα μητρὸς ἐκριζοῖ θεμέλια.» «Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.» «Ἡ γλῶσσα ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανα‐
25τηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγενημένους. Ἐκ τοῦ αὐτοῦ στόμα‐ τος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι, μήτε ἡ πηγὴ ἐκ τῆς
30αὐτῆς ὀπῆς τὸ γλυκὺ, καὶ τὸ πικρὸν βρύει. Μὴ δύ‐ ναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα;» ΤΙΤΛ. ΜΗʹ. —Περὶ ἀφέσεως ἁμαρτιῶν· κατὰ ποίους τρόπους δυνάμεθα τυχεῖν συγχωρή‐
35σεως. «Ἔκδυσαι ῥύπον, καὶ οὐ μὴ φοβηθῇς, καὶ τὸν κό‐ πον σου ἐπίλυσαι, ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ· ὅτι εὐχή σου ὥσπερ ἑωσφόρος.» «Λύτρον ψυχῆς ἀνδρὸς, ὁ ἴδιος πλοῦτος.»
40 «Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» «Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἔλεος γενήσομαι αὐτῷ, λέγει Κύριος.» «Εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως
45ἐπὶ ἁμαρτήμασι μετάνοιαν.» «Πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημο‐ σύνη ἐξιλάσκεται ἁμαρτίας.» «Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεη‐
θέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.»1256 in vol. 95

95

.

1257

«Ὁ τιμῶν πατέρα, ἐξιλάσεται ἁμαρτίας.» «Εὐδοκία Κυρίου, ἀποστῆναι ἀπὸ ἀδικίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἁμαρτίας.» «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα
5αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.» «Ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐ‐ τοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.» ΤΙΤΛ. ΜΘʹ. —Περὶ ἀπογνώσεως· ὅτι οὐ δεῖ ἡμᾶς
10τῆς ἑαυτῶν ἀπογινώσκειν σωτηρίας. «Πεποιθὼς ἔσῃ, ὅτι σοι ἔστιν ἐλπίς.» «Οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων, ἐμπλησθήσον‐ ται εὐφροσύνης.» Οὐδεὶς φόβῳ τῶν στερήσεων τὰ ἀγαθὰ ἀπωθεῖται.
15Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ’ ἑκάστῳ τῶν σπουδαζομένων τὰς ἀποτυχίας ἐλογιζό‐ μεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀποτεκνώσεις. Ἀλλ’ ὅμως
20ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι, τὴν δὲ τῶν ἐλπισθέντων ἔκβασιν ἀνα‐ τιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Οὔτε ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτὲ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς, καὶ
25μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν. ΤΙΤΛ. Νʹ. —Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ. «Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα ὥσπερ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς,
30καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστιν.» — «Οὐχ εὑρεθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος.» «Εἶπε Κύριος πρὸς Ἰησοῦν· Οὐ δύνανται υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν,
35ὅτι ἐγενήθησαν ἀνάθεμα. Οὐ προσθήσω ἔτι μεθ’ ὑμῶν εἶναι, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. Ἀναστὰς ἁγίασον τὸν λαὸν εἰς τὴν αὔριον· καὶ ὃς ἀναδειχθῇ παρὰ Κυρίου, κατακαυθήσεται ἐν πυρὶ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθή‐
40κην Κυρίου, καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ. Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωῒ, καὶ εἶπε τῷ Ἀχάρ· Ἀνάγγειλόν μοι, τί ἐποίησας. Καὶ εἶπεν Ἀχάρ· Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν χρυσῆν
45πεντήκοντα διδράχμων, καὶ ἔλαβον· καὶ ἰδοὺ κε‐ κρυμμένα εἰσὶν ἐν τῇ γῇ. Καὶ ἐλιθοβόλησαν αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ.» ΤΙΤΛ. ΝΑʹ. —Περὶ ἀμίκτων, καὶ τῶν ἀκοινωνή‐ τως ἐχόντων πρὸς ἄλληλα.

95

.

1257

(50)

«Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;»
«Τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς1258 in vol. 95

95

.

1260

πρὸς εὐσεβῆ. Τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, αὕτη συντριβήσεται.» «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Τίς μετοχὴ δικαιοσύνης καὶ
5ἀνομίας; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;» Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς ἐναν‐
10τίωσις. Οὐχ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν· οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται· οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης· φροῦδος ὁ θάνα‐ τος, ἀφανὴς ἡ φθορὰ, ὅταν ἐν ἡμῖν βασιλεύῃ ἡ ζωὴ,
15καὶ ἡ ἀφθαρσία τὸ κράτος ἔχῃ. Γενηθήτω ἐν ἐμοὶ τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων, φωτὸς εἰσκομισθέντος, ὁ ζόφος ἐξαφανί‐ ζεται, οὕτως τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου,
20πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιίσταται. Ἡδονὴ οὐ παραδέχεται πόνον, οὐδὲ λύπη χαρὰν, οὐδὲ κατήφεια εὐφροσύνην, οὐδὲ αὖ πάλιν πόνος δυναστεύων ἡδονὴν προσίεται, οὐδὲ κρατοῦσα λύπη
25ἔχει χαρὰν παρεζευγμένην, οὐδὲ κατηφείᾳ ἐγκέκρα‐ ται εὐφροσύνη. Ἀνεπιπλόκως γὰρ ἔχει πρὸς ἄλληλα τὰ ἐναντία πάθη, καὶ οὐκ ἂν εἰς ταυτὸν ἔλθοι ποτέ· οὐδὲ ὁμηρεύσει ποτὲ πρὸς φιλικὴν κοινωνίαν, διὰ τὴν ἐκ φύσεως ἄσπονδον ἔχθραν καὶ ἀλλοτρίωσιν.
30 Ἀμήχανον συνυπάρχειν τὴν πρὸς τὸν κόσμον ἀγάπην τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συν‐ υπάρχειν ἀλλήλοις φῶς καὶ σκότος ΣΤΟΙΧΕΙΟΝ Β. ΤΙΤΛΟΣ Αʹ. —Περὶ βασιλείας οὐρανῶν.
35 «Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δι‐ καιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» «Ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπά‐
40ζουσιν αὐτήν.» «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ χαρᾶς αὐτοῦ ὑπάγει, καὶ πάντα ὅσα ἔχει, πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.»
45—«Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅ τι εἶχε, καὶ ἠγόρασεν αὐτόν.» «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ

95

.

1260

(50)

οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας,» καὶ τὰ ἑξῆς.
«Ἀποκριθεὶς ὁ Ἰησοῦς, πάλιν εἶπεν αὐτοῖς ἐν1260 in vol. 95

95

.

1261

παραβολαῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρα‐ νῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον
5ἐλθεῖν· πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων· Εἴπατε τοῖς κεκλημένοις, Ἰδοὺ τὸ ἄριστόν μου ἡτοί‐ μασα, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸ ἴδιον ἔργον, ὁ δὲ εἰς τὴν ἐμ‐
10πορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δού‐ λους αὐτοῦ, ὕβρισαν καὶ ἀπέκτειναν. Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος, ὠργίσθη, καὶ πέμψας τὰ στρα‐ τεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. Τότε λέγει τοῖς δούλοις
15αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε, καλέσατε εἰς τοὺς γά‐ μους. Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς, συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγα‐
20θούς· καὶ ἐνεπλήσθη ὁ γάμος ἀνακειμένων·» καὶ τὰ λοιπὰ τοῦ χωρίου. «Τότε ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου,» καὶ τὰ λοιπά.
25 «Ἔλεγεν ὁ Κύριος· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέ‐ ραν, καὶ ὁ σπόρος βλαστάνῃ, καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶ‐
30τον χόρτον, εἶτα. ἄσταχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. Ὅταν δὲ παραδῷ ὁ καρπὸς, εὐθέως ἀποστέλ‐ λει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. Ἔλεγε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολῇ παραβάλλομεν αὐτήν; Ὡς κόκκῳ σι‐
35νάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον πάν‐ των τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς ἐστι, καὶ ὅταν σπαρῇ, ἀναβαίνει πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.»
40 «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» «Οὐκ ἔστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ.»
45 «Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνά‐ μει.» «Ἢ οὐκ οἴδατε, ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κλη‐ ρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδω‐ λολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενο‐

95

.

1261

(50)

κοῖται, οὔτε λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βα‐ σιλείαν Θεοῦ κληρονομήσουσι.» Τελειούμενος ἄνθρωπος, εἰς τὴν τῶν ἀγγέλων ἀξίαν ἀνάγεται. Τὸν ἐκεῖθεν τῶν ἑορταζόντων ἦχον, ἔνθα εὐφραι‐
55νομένων πάντων ἡ κατοικία, οὐκ ἄλλο τι, ἢ τοῦτο εἶναι νομίζω, Θεὸν ὑμνούμενόν τε καὶ δοξαζόμενον
τοῖς τῆς ἐκεῖσε πολιτείας ἠξιωμένοις.1262 in vol. 95

95

.

1264

Ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτως καὶ μοναὶ ἄλλαι παρὰ τῷ Θεῷ κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζό‐ μεναι. Καὶ ὁ μὲν τήνδε κατορθούτω ἀρετὴν, ὁ δὲ τὰς ἁπάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ
5πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι καὶ κατευθύνοντι, καὶ διὰ τῆς στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριό‐ τητος. Χριστῷ συνταφῆναί με δεῖ, Χριστῷ συναναστῆναι,
10συγκληρονομῆσαι Χριστῷ, υἱὸν γενέσθαι Θεοῦ, θεὸν αὐτόν. Ἆθλον ἀρετῆς, θεὸν γενέσθαι, καὶ τῷ καθαρω‐ τάτῳ φωτὶ καταστράπτεσθαι. —Τὸ πιστὸν καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος, ἀπόλαυσις
15τοῖς δι’ ὑπομονῆς ἀπεκδεχομένοις γίνεται. Ἡ τῆς βασιλείας ἀξία, ὑπερκειμένην ἑαυτῆς τυραννίδα οὐκ ἔχει. —Τῶν προσδοκωμένων ἀγαθῶν ἡ θλίψις ἄνθος ἐστίν. Διὰ τὸν καρπὸν τὸ ἄνθος δρε‐ ψώμεθα.
20 Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν. Αὕτη γὰρ μόνη βία καλὴ, Θεὸν βιάσασθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βεβαίως, μᾶλλον δὲ βιαίως ἀντεχομένους, συνεχώρησε καὶ εἶξε. Χαίρει
25γὰρ ὁ Θεὸς τὰ τοιαῦτα ἡττώμενος. Οὐκ ἔχει ἐπιθυμίαν ἡ ἄφθαρτος βασιλεία, ἀλλὰ παρουσίαν πάντων τῶν ἀγαθῶν. Ὅθεν οὐκ ἔστιν ἐπιθυμῆσαι· ἐκ γὰρ τοῦ ὑστερεῖν, τὸ ἐπιθυμεῖν ἐστιν· ἐκ δὲ τοῦ πάντα ἔχειν, τὸ μηδενὸς ἐπιθυμεῖν
30ἐστι. —Βασιλείαν Θεοῦ λεκτέον, τὴν κατάστασιν τῶν κατὰ τοὺς θείους νόμους βιούντων. ΤΙΤΛ. Βʹ. —Περὶ βουλῆς Θεοῦ· καὶ ὅτι ἄτρεπτος, καὶ ἀνέφικτος ἀνθρώποις ὑπάρχει. «Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λο‐
35γισμοὺς λαῶν.» «Ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς ἀν‐ θρώπων.» «Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνθρώπου· ἡ δὲ βουλὴ τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.»
40 «Ἃ ὁ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» «Τάδε λέγει Κύριος Σαβαὼθ, λέγων· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ.» —«Ποῦ εἰσιν οἱ σοφοί σου; καὶ
45ἀναγγειλάτωσάν σοι ὅ τι βεβούλευται Κύριος Σα‐ βαώθ.»
«Τίς ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ1264 in vol. 95

95

.

1265

ἐγένετο, ὃς συμβιβάσει αὐτόν; ἢ πρὸς τίνα συν‐ εβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Θεὸς αἰώνιος ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐ‐
5τοῦ.» «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω· ἐλάλησα, καὶ ἤγαγον· ἔκτισα καὶ ἐποίησα αὐτό.»
10 «Τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενὸν, ἕως ἂν συν‐ τελέσῃ πάντα ὅσα ἠθέλησα.» «Τίς ἀνδρῶν γνώσεται βουλὴν Θεοῦ; ἢ τίς ἐνθυ‐ μηθήσεται τί θέλει ὁ Κύριος; λογισμοὶ γὰρ θνητῶν
15δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Μόλις γὰρ εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρί‐ σκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνία‐ σεν; βουλὴν δέ σου τίς ἔγνω;» Ὅπου Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Εἰ
20ἠβουλήθη γὰρ, ἠδυνήθη. ΤΙΤΛ. Γʹ. —Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ εὐδοκοῦντος ἐπιβουλὴ ἀνθρώπων ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσι. «Καθότι αὐτοὺς ἐταπείνουν, πλείους ἐγίγνοντο,
25καὶ ἴσχυον σφόδρα.» «Εἶπε Κύριος πρὸς Μωϋσῆν· Εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐ‐ τῶν ἀκήκοα, ἀπὸ τῶν ἐργοδιωκτῶν αὐτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐ‐
30τοὺς ἐκ χειρὸς Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ῥέου‐ σαν μέλι καὶ γάλα.» «Εἶπε Βαλαάμ· Ἐκ Μεσοποταμίας κατεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ, λέγων· Κατάρασαί μοι
35τὸν Ἰσραήλ. Τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ καταράσομαι ὃν μὴ καταρᾶται ὁ Θεός; «Εἶπε Κύριος πρὸς Γεδεών· Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ἰσραὴλ, ὅτι Ἡ χείρ μου
40ἔσωσέ με. Καὶ νῦν λάλησον εἰς τὰ ὦτα τοῦ λαοῦ, λέ‐ γων· Τίς ὁ φοβούμενος καὶ δειλός; Ἐπιστραφήτω. Καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι δύο χιλιάδες, καὶ δέκα χιλιάδες ἀπελείφθησαν. Καὶ εἶπε Κύριος πρὸς Γεδεών· Ἔτι ὁ λαὸς πολὺς, κατένεγκον αὐτοὺς
45εἰς τὸ ὕδωρ. Καὶ εἶπε πρὸς Γεδεών· Πᾶς ὃς ἂν λείξῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος, ὡς ἂν λείξῃ κύων, στήσεις αὐτοὺς κατὰ μόνας· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν τριακόσιοι ἄνδρες. Καὶ εἶπε Κύριος· Ἐν τοῖς τριακοσίοις τούτοις παραδώσω τὴν Μαδιὰμ εἰς

95

.

1265

(50)

χεῖράς σου.» «Ἔλαβε Δαβὶδ τὴν ῥάβδον ἐν χειρὶ αὐτοῦ, καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους, καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ, καὶ σφενδόνη αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσῆλθεν πρὸς τὸν ἀλλόφυλον.
55Καὶ εἶδε τὸν Δαβὶδ, καὶ ἐξουδένωσεν αὐτὸν, ὅτι ἦν1266 in vol. 95

95

.

1268

παιδάριον. Καὶ εἶπεν ὁ ἀλλόφυλος· Μὴ κύων ἐγώ εἰμι, ὅτι σὺ ἐξῆλθες ἐν ῥάβδῳ καὶ ἐν λίθοις; Καὶ εἶπε Δαβὶδ πρὸς ἀλλόφυλον· Σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι. Ἐγὼ δὲ προσ‐
5άγω πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ παντοκρά‐ τορος, καὶ πατάξω σε, καὶ γνώσονται πᾶσα ἡ ἐκκλη‐ σία αὕτη, ὅτι οὐκ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν δόρατι σώζει Κύριος. Καὶ ἐξέτεινε Δαβὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον, καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα, καὶ ἐσφενδό‐
10νησε, καὶ ἐπάταξε τὸν ἀλλόφυλον εἰς τὸ μέτωπον αὐτοῦ. Καὶ διέδυ ὁ λίθος διὰ τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν, καὶ ἔδραμε Δαβὶδ, καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ.» «Εἶπεν Ἀβεσαλὼμ, καὶ πᾶς ἀνὴρ Ἰσραήλ·
15Ἀγαθὴ ἡ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀρχιτόφελ. Ὅπως ἐπάγῃ Κύριος ἐπὶ Ἀβεσαλὼμ τὰ κακά.» «Εἰσῆλθον τέσσαρες λεπροὶ, καὶ Θεοῦ εὐδοκήσαν‐ τος, ὅλον τὸ στρατόπεδον Συρίας ἐφόβησαν.» «Κατίσχυσεν Ἐζεκίας, καὶ ᾠκοδόμησε τὸ τεῖχος
20τὸ κατεσπασμένον, καὶ ἐλάλησεν ἐπὶ καρδίαν λέγων· Ἰσχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆναι ἀπὸ προσ‐ ώπου τοῦ βασιλέως Ἀσσοὺρ, καὶ τοῦ ἔθνους τοῦ μεγάλου, ὅτι μεθ’ ἡμῶν πλείους ἢ μετ’ αὐτῶν. Βρα‐ χίονες σάρκινοι μετ’ αὐτοῦ, μεθ’ ἡμῶν δὲ Κύριος
25ὁ Θεὸς ἡμῶν· καὶ κατεθάῤῥησεν ὁ λαός.» «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» καὶ τὰ λοιπά. «Οὐ σωθήσεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας,» καὶ τὰ λοιπά.
30 «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, Κύριε, τίς ὅμοιός σοι;» καὶ τὰ λοιπά. «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σω‐ τηρία ἀνθρώπου.» «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν· εἰπάτω δὴ Ἰσραήλ·
35εἰ μὴ ὅτι Κύριος,» καὶ τὰ λοιπά. «Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου.» «Ἔσομαι αὐτῇ πύργος κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι αὐτῆς.»
40 «Καὶ ποιήσω ἐκδίκησιν πᾶσι τοῖς ἀτιμάζουσιν αὐτούς.» «Μεθ’ ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, καὶ ἀκούσατε ἕως ἐσχάτου τῆς γῆς.» «Κύριος ἐγένετο βοηθός μου, διὰ τοῦτο οὐκ ἐν‐
45ετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου, ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.» «Κύριος μετ’ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων.»
«Κύριος δίδωσι ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν.» —«ᾌσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτὸν, ὅτι

95

.

1268

(50)

ἐξείλετο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένου.» «Ἀνεβόησε φωνῆ μεγάλῃ Σωσάννα, καὶ εἶπεν· Ὁ Θεὸς αἰώνιος, ὁ τῶν καρδιῶν γνώστης, ὁ εἰδὼς τὰ
πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψεύδη1268 in vol. 95

95

.

1269

μου κατεμαρτύρησαν. Καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιή‐ σασα μηδὲν ὧν οὗτοι κατεμαρτυρήσαντο κατ’ ἐμοῦ. Καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς αὐτῆς, καὶ ἀπ‐ αγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ Θεὸς τὸ
5Πνεῦμα τὸ ἅγιον παιδάριον νεώτερον, ᾧ ὄνομα Δα‐ νιὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· Καθαρός εἰμι ἀπὸ τοῦ αἵματος αὐτῆς.» «Οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπ‐ έδοντο εἰς Αἴγυπτον, καὶ ἦν ὁ Θεὸς μετ’ αὐτοῦ, καὶ
10ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον.» «Εἰ ὁ Θεὸς μεθ’ ἡμῶν, τίς καθ’ ἡμῶν;» Ὁ τὸν Θεὸν ἔχων μεθ’ ἑαυτοῦ, πάντων ἐστὶν ἰσχυ‐ ρότερος.
15 Εἰ πάντα ὅσα διεσπούδαζον οἱ πονηροὶ καὶ ἄθεοι γόητες, ἐξεγίνετο αὐτοῖς τε καὶ τοῖς τούτων ὑπερ‐ ασπισταῖς καὶ συνεργοῖς δαίμοσιν, οὐκ ἂν ἀφῆκαν ἐπὶ τῆς γῆς ἕνα που ζῶντα Χριστιανὸν ἄνθρωπον, οὐκ εὐκτήριον οἶκον, οὐ παραίνεσιν ἀγαθὴν, οὐ λό‐
20γον οὐδαμοῦ περιφανῆναι σωτήριον. ΤΙΤΛ. Δʹ. —Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας. «Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.»
25 «Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε οἶνον ἄνευ ἀργυρίου καὶ τιμῆς.» «Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.»
30 «Λούσασθε, καθαροὶ γένεσθε.» «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορ‐ τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς βασι‐
35λείαν τοῦ Θεοῦ.» «Ἐν ἡμέραις Νῶε κατεσκευασμένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τουτέστιν ὀκτὼ ψυχαὶ διεσώθησαν δι’ ὕδατος. Ὃ καὶ ἡμᾶς νῦν ἀντίτυπον διασώζει βάπτι‐ σμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως
40ἀγαθῆς ἐπερώτημα εἰς Θεὸν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ.» «Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμέ‐ νους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμέ‐
45νους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας.» Καιρὸς βαπτίσματος, ἅπας ὁ τῶν ἀνθρώπων βίος.

95

.

1269

(50)

Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνατὸν, οὔτε ψυχῇ συνεστάναι, μὴ γνωριζούσῃ τὸν Κτίσαντα. Θεοῦ γὰρ ἄγνοια θάνατός ἐστι ψυχῆς. Ὁ δὲ μὴ βαπτισθεὶς, οὐ πεφώτισται. Ἄνευ δὲ φωτὸς, οὔτε ὀφθαλμὸς τὰ ἑαυτοῦ καθορᾷ, οὔτε ψυχὴ δύναται
55Θεοῦ δέξασθαι θεωρίαν ἄνευ βαπτίσματος.1270 in vol. 95

95

.

1272

Ἰωάννης ἐκήρυσσε βάπτισμα μετανοίας· καὶ ἐξ‐ επορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία. Κύριος κη‐ ρύσσει βάπτισμα υἱοθεσίας· καὶ τίς τῶν εἰς αὐτὸν ἠλπικότων οὐχ ὑπακούσεται; Ἐκεῖνο εἰσαγωγικὸν
5τὸ βάπτισμα, τοῦτο τελειωτικόν· ἐκεῖνο ἁμαρτίας ἀναχώρησις, τοῦτο οἰκείωσις πρὸς Θεόν. Ὁ Ἰσραὴλ, εἰ μὴ παρῆλθε τὴν θάλασσαν, οὐκ ἂν ἐχωρίσθη τοῦ Φαραώ· καὶ σὺ ἐὰν μὴ παρέλθῃς διὰ τοῦ ὕδατος, οὐ χωρισθήσῃ τῆς πικρᾶς τυραννίδος τοῦ
10διαβόλου. Οὐκ ἂν ἔπιεν ἐκεῖνος ἐκ τῆς πνευματικῆς πέτρας, εἰ μὴ τυπικῶς ἐβαπτίσθη· οὐδὲ σοί τις δώσει τὴν ἀληθινὴν πόσιν, ἐὰν μὴ ἀληθῶς βαπτισθῇς. Ἔφαγεν ἄρτον ἀγγέλων ἐκεῖνον ἐκεῖνος μετὰ τὸ βά‐ πτισμα· σὺ δὲ οὐ βρώσῃ τὸν ζῶντα ἄρτον, ἐὰν μὴ
15πρότερον ἀποδέξῃ τὸ βάπτισμα. Εἰσῆλθεν ἐκεῖνος εἰς τὴν γῆν τῆς ἐπαγγελίας διὰ τὸ βάπτισμα· σὺ δὲ πῶς ἐπανέλθῃς εἰς τὸν παράδεισον, μὴ σφραγισθεὶς τῷ βαπτίσματι; Ἢ οὐκ οἶδας ὅτι φλογίνη ῥομφαία τέτακται φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου, τοῖς μὲν
20ἀπίστοις φοβερὰ καὶ φλογίζουσα, τοῖς δὲ πεπιστευ‐ κόσιν εὐπρόσιτος, καὶ ἡμέραν ἐπιλάμπουσα; ἀλλὰ καὶ στρέφεσθαι αὐτὴν ἐποίησεν ὁ Δεσπότης. Ὅταν μὲν γὰρ ἴδῃ πιστὸν, τὰ νῶτα δίδωσιν· ὅταν δέ τινα τῶν ἀσφραγίστων, κατὰ στόμα προσαπαντᾷ. Ἠλίας
25ἅρμα πυρὸς καὶ ἵππους πυρίνους ἐπ’ αὐτὸν ἐλθόν‐ τας οὐ κατεπλάγη, ἀλλ’ ἐπιθυμίᾳ τῆς ἄνω πορείας τῶν φοβερῶν κατετόλμησεν, καὶ μετὰ περιχαρείας ἐπέβη τῶν φλογίνων ὀχημάτων, ὁ ἐν σαρκὶ ζῶν ἔτι· σὺ δὲ οὐ πυρίνων ἁρμάτων ἐπιβήσεσθαι μέλλων,
30ἀλλὰ δι’ ὕδατος καὶ Πνεύματος ἀναβαίνειν εἰς οὐρα‐ νὸν, οὐκ ἐπιτρέχεις τῇ κλήσει; Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συν‐ ηγόρους μισθούμενος, καὶ δικαστὰς παρακαλῶν,
35ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι; ἤ που καὶ ῥάπισμα τὴν τελευταίαν τῶν δούλων πληγὴν ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰκισμῶν ἀπαλλαγῆς κατεδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε οὐχὶ ἀνθρώ‐ πων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς ἐλευθερίαν ὁ
40κήρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰχμαλωσίας, ἰσοπο‐ λίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀπο‐ δείξῃ Θεοῦ, εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρο‐ νόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ, οὔπω λέγεις εἶναι καιρόν σοι δέξασθαι τὰ δεδομένα
45 Πότε γενήσῃ Χριστιανός; πότε σε γνωρίσομεν ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα καιρὸν ἐξεδέχου· νῦν πάλιν ἀναμένεις τὸν ἐπιόντα. Ὅρα μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑποσχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ ἐπαγγέλλου τὰ

95

.

1272

(50)

μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀπο‐ φεύγεις τὴν κλῆσιν; ἐπὶ ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοι‐ κται· ὁ καλῶν ἀψευδὴς, ἡ ὁδὸς ῥᾳδία· οὐ χρόνου, οὐ δαπάνης, οὐ πραγματείας χρεία· τί ἀναδύῃ; τί
55φοβῇ τὸν ζυγὸν, ὥσπερ δάμαλις ἀπειρόζυγος;1272 in vol. 95

95

.

1273

χρηστός ἐστιν, ἐλαφρός ἐστιν, οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον. Αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς ὅτι κατηγορεῖται Ἐφραῒμ, ὥσπερ οἰστρῶσα
5δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται, τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων. Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ ἀφέμενος τῆς ζεύγλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ
10Κύριος. Γλυκύτητα μέλιτος πῶς ἀναγγελῶ τοῖς ἀγνοοῦσι; Γεύσασθε καὶ ἴδετε. Αἴσθησις παντὸς λό‐ γου ἐναργεστέρα. Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἑστάναι νόμιζέ σου τὴν ψυχὴν, ἔνθεν ὑπ’ ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων
15ἑλκομένην. Ἄγγελοί σε παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες. Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθεμα τοῖς ὑπ’ αὐτοῖς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥᾳδίως ἀνακαλῶνται ἀλλήλους, καὶ πρὸς τοὺς ἐναντίους ἐν ταῖς συμπλοκαῖς ἀναμιχθεῖσιν, εὐκρινὴς
20δύναται ὑπάρχειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα. Ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου, πῶς ἀντιποιηθήσεταί σου ὁ ἄγγελος; πῶς δὲ ἀφ‐
25ελεῖται τῶν ἐχθρῶν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμι, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα; Ἢ ἀγνοεῖς, ὅτι τὰς ἐσφραγισμένας οἰκίας ὁ ὀλοθρευτὴς ὑπερβαίνων, ἐν δὲ ταῖς ἀσφρα‐ γίστοις κατεφόνευε τὰ πρωτότοκα; Ἀσφράγιστος
30θησαυρὸς, εὐεπιχείρητος κλέπταις. Πρόβατον ἀση‐ μείωτον, ἀκινδύνως ἐπιβουλεύεται. Νέος εἶ; ἀσφά‐ λισαι τὴν νεότητα τῷ τοῦ βαπτίσματος χαλινῷ. Παρέδραμεν ἡ ἀκμή; μὴ ζημιωθῇς τὰ ἐφόδια· μὴ ἀπολέσῃς τὰ φυλακτήρια· μὴ περὶ τῆς ἑνδεκάτης,
35ὡς περὶ πρώτης διανοοῦ. Εἴ τις ἰατρῶν ἐπηγγείλατό σοι μηχαναῖς τισι καὶ ἐπινοίαις νέον ποιεῖν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμη‐ σας ἐλθεῖν ἐπ’ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα; Ἐπειδὴ δὲ
40τὴν ψυχήν σου ἀναθαλήσειν ἐπαγγέλλεταί σοι τὸ βάπτισμα, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυπῶσαν αὐτὴν ἐκ τῶν ἀνομιῶν, καὶ ἐσπιλωμένην ἀπέδειξας, κατα‐ φρονεῖς τοῦ εὐεργέτου; Οὐ προστρέχεις τῷ ἐπαγ‐ γέλματι; Οὐκ ἐπιθυμεῖς ἰδεῖν τί τὸ μέγα θαῦμα τῆς
45ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρω‐ πος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, σφριγᾷ πάλιν, καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Βάπτισμα αἰχμαλώτοις λύτρον, ὀφλημάτων ἄφεσις,

95

.

1273

(50)

θάνατος ἁμαρτίας, παλιγγενεσία ψυχῆς, ἔνδυμα φω‐ τεινὸν, σφραγὶς ἀνεπιχείρητος, ὄχημα πρὸς οὐρα‐ νὸν, βασιλείας πρόξενον, υἱοθεσίας χάρισμα. Το‐ σούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμωτέ‐ ραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν·
55κἂν περιστέλλῃς τοῖς ῥήμασιν. Αὐτὰ βοᾷ τὰ πράγ‐ ματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον ἀποχρήσωμαι τῇ
σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ1274 in vol. 95

95

.

1276

τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφ‐ έλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι, καὶ τότε τὸ βάπτισμα, ὅταν λήξω τῶν κακῶν, ὑποδέξομαι. Τίς δέ σοι καὶ τὸν ὅρον τῆς
5ζωῆς ἔπηξεν; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισεν; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελ‐ λόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὸ
10βάπτισμα; ὅτε οὔτε φθέγξασθαι δυνήσῃ τὰ σωτήρια ῥήματα, τάχα δὲ [οὐδὲ] ἀκοῦσαι καθαρῶς· οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ συνθέσθαι Χριστῷ,
15οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, Ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γενομένων; ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργα‐
20σίαν οὐκ ἐπιφέρεις. Ὥσπερ οὐκ ὄντας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασεν, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις τὴν ἡλικίαν χάρισμα, καὶ τῆς
25παθούσης εἰκόνος διὰ τὴν κακίαν ἐπανόρθωσις, ἵνα μὴ τῇ ἀπογνώσει χείρους γενόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελείως ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς πίπτωμεν. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον,
30ἀλλὰ καὶ τῆς εἰκόνος· μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις· μὴ τὸν προ‐ λαβόντα βόρβορον ἀποκλυζέτω μόνον, ἀλλὰ καὶ τὴν πηγὴν καθαιρέτω· μὴ τὸ καλῶς κτᾶσθαι τυπούτω μό‐ νον, ἀλλὰ καὶ τὸ καλῶς ἀποκτᾶσθαι, ἢ τόγε κουφότα‐
35τον, τὸ κακῶς κτηθὲν ἀποτίθεσθαι. Τί γὰρ ὄφελος, σοὶ μὲν συγχωρηθῆναι τὴν ἁμαρτίαν, τῷ δὲ ἠδικημένῳ μὴ λυθῆναι τὴν παρὰ σοῦ ζημίαν; δύο σοι κακῶν ὄντων, τοῦ τε κτήσασθαι μὴ δικαίως, καὶ τοῦ τὸ κτηθὲν κατέχεσθαι, τοῦ μὲν ἄφεσιν ἔλαβες, τὸ δὲ σήμερον
40ἀδικεῖς. Σήμερον γάρ ἐστι παρὰ σοὶ τὸ ἀλλότριον, καὶ οὐκ ἀνῃρέθη τὸ ἁμάρτημα, τῷ χρόνῳ δὲ δι‐ εκόπη· τὸ μὲν πρὸ τοῦ βαπτίσματος τολμηθὲν, τὸ δὲ μένον μετὰ τὸ βάπτισμα. Τῶν γὰρ ἡμαρτημένων, οὐ τῶν ἁμαρτανομένων, τὸ λουτρὸν ἔχει συγχώρησιν.
45Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν, ἀλλ’ ἐνσημαν‐ θῆναι· λαμπρυνθῆναί σε τελείως, ἀλλὰ μὴ χρωσθῆ‐ ναι· μηδὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλὰ ἀπαλ‐ λαγὴν ἔχειν τὸ χάρισμα. Εὐλογητὸς ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια μόνος. ὁ

95

.

1276

(50)

ποιῶν πάντα, καὶ κατασκευάζων αὐτά. Οἱ χθὲς
αἰχμάλωτοι, νῦν ἐλεύθεροι, καὶ πολῖται τῆς Ἐκ‐1276 in vol. 95

95

.

1277

κλησίας. Οἱ πρώην ἐν αἰσχύνῃ ἁμαρτημάτων, νῦν ἐν παῤῥησίᾳ δικαιοσύνης. Εἰ τὸ εἰδέναι τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ εὐκληρίαν ἐστὶ
5πᾶσαν. Ὁ γὰρ Θεοῦ υἱὸς ἀξιωθεὶς γενέσθαι, ἕξει πάντως τοῦ Πατρὸς τὸ ἀξίωμα. Ὑπὲρ εὐχὴν δὲ ἡ ἐπιτυχία· ὑπὲρ ἐλπίδα δὲ τὸ δῶρον· ὑπὲρ φύσιν ἡ χάρις. —Βαπτίζεται ἁγίῳ Πνεύματι, ὁ διὰ πάσης νοήσεως, καὶ λόγων, καὶ πράξεων ἁγιαζόμενος, καὶ
10ὢν πνευματικός. Ὡς γὰρ ὁ εἰς ὕδωρ βαπτιζόμενος, ὅλως ὑγραίνεται, οὕτως ὁ ἐν ἁγίῳ Πνεύματι βαπτι‐ ζόμενος, ὅλως πνευματικὸς καὶ ἅγιος γίνεται, γνώμῃ καὶ πράξει τοιοῦτος ἀποτελούμενος. ΤΙΤΛ. Εʹ. —Περὶ βδελυγμάτων, καὶ τῶν λεγο‐
15μένων θεῶν. «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν τι ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις, οὐδὲ
20μὴ λατρεύσῃς αὐτοῖς. Ἐγὼ γάρ εἰμι Κύριος.» «Πᾶς θυσιάζων θεοῖς ἑτέροις, ἐξολοθρευθήσεται.» «Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα ὥσπερ τοῦτο.» «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
25ἔργα χειρῶν ἀνθρώπων.» «Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς. καὶ ὑποκάτω τοῦ οὐρα‐ νοῦ τούτου.» «Μάταιοι πάντες ἄνθρωποι, οἷς παρῆν Θεοῦ
30ἀγνωσία, καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα· οὔτε τοῖς ἔργοις προστρέχοντες ἐπέγνωσαν τὸν τεχνίτην· ἀλλ’ ἢ πῦρ, ἢ πνεῦμα, ἢ ταχινὸν ἀέρα, ἢ κύκλον ἀστέρων, ἢ βίαιον ὕδωρ, ἢ φωστῆρας οὐρανοῦ, πρυτάνεις κόσμου θεοὺς ἐνόμι‐
35σαν· ὧν εἰ μὲν τὴν καλλονὴν τερπόμενοι, ταῦτα ὑπ‐ ελάμβανον, γνώτωσαν, πόσῳ μᾶλλον ὁ τούτων Δεσπό‐ της ἐστὶ βελτίων. Ὁ γὰρ τοῦ κόσμου γενεσιάρχης ἔκτισε ταῦτα. Εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλα‐ γέντες, νοησάτωσαν ἀπ’ αὐτῶν, πόσῳ ὁ κατα‐
40σκευάσας αὐτὰ δυνατώτερός ἐστιν. Ἐκ γὰρ μεγέ‐ θους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουρ‐ γὸς αὐτῶν θεωρεῖται. Ταλαίπωροι δὲ, καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν, οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χει‐ ρῶν ἀνθρώπων, χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμε‐
45λετήματα, καὶ ἀπεικάσματα ζώων, ἢ λίθων ἀχρή‐ στων.» «Τὸ χειροποίητον ἐπικατάρατον, καὶ ὁ ποιήσας αὐτὸ, ὅτι ὁ μὲν εἰργάσατο, τὸ δὲ φθαρτὸν, Θεὸν ὠνόμασεν. Ἐν ἴσῳ μισητὰ Θεῷ, καὶ ὁ ἀσεβῶν, καὶ ἡ

95

.

1277

(50)

ἀσέβεια αὐτοῦ. Καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι
ἐξολοθρευθήσονται.»1278 in vol. 95

95

.

1280

«Κριτὴς ὁ πηλουργὸς, καὶ ὁ κακόμοχθος, θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ· ὃς πρὸ μικροῦ ἐκ γῆς γεννηθεὶς, μετ’ ὀλίγον πορεύεται εἰς γῆν ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος. Ἀλλ’
5ἔστιν αὐτῷ φροντὶς, οὐχ ὅτι μέλλει κάμνειν, οὐδ’ ὅτι βραχυτελῆ βίον ἔχει· ἀλλ’ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μι‐ μεῖται, καὶ δόξαν ἡγεῖται, ὅτι κίβδηλα πλάσσει. Σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς
10αὐτοῦ, πηλοῦ τε ἀτιμώτερος ὁ βίος αὐτοῦ, ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν, καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν, καὶ ἐμφυσήσαντα αὐτῷ πνεῦμα ζωτικόν· ἀλλ’ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον ἡμῶν πανηγυρισμὸν ἐπι‐
15κερδῆ.» «Θέαμα βρωμάτων παρακειμένων ἐπὶ τάφῳ· τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται, οὔτε μὴ ὀσφρανθῇ.» Οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ἀστέρων πλῆ‐
20θος, οἱ δὲ οὐρανὸν αὐτὸν ἅμα τούτοις ἐσεβάσθησαν, οἱ δὲ τὰ στοιχεῖα, ὧν ἄνευ οὐ δυνατὸν συστῆναι τὸν ἀνθρώπινον βίον. Οἶμαι δὲ, καὶ δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες, θεὸν ἐποίησαν τῷ χρόνῳ τὸ τιμώμενον.
25Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ὠνό‐ μασαν. Εἰσί τινες καταρώμενοι τοὺς ἀστέρας, ὅτε κατὰ ἀνθρώπου ὀργίζονται λέγοντες, Οὐαὶ τῷ ἄστρῳ σου. Ἄλλοι λέγουσιν· Καλοῦ ἄστρου ἐγεννήθη, διὸ καὶ
30συναστρεῖ αὐτῷ τὰ πάντα. Καὶ οὐαὶ τοῖς αὐτὰ λέ‐ γουσι. Πολλοὺς οἶδα εὐχομένους εἰς τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ ἱκεσίαν προσφέρουσι τῷ ἡλίῳ λέ‐ γοντες, Ἐλέησόν με· καὶ οὐαὶ τούτοις. Τί ἀφιεὶς τὸν ποιητὴν τοῦ ἡλίου, τὸν ἥλιον προσκυνεῖς; οὐ δεῖ
35λατρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς προσκυνῶν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ εἴ τι ἕτερον ποίημα παρὰ τὸν ποιητήν. Πολλοὶ φανταζόμενοι λέγουσι τὴν σελήνην κατέρχεσθαι. Ὅταν, φασὶν, ἐξαι‐
40ματοῦται ἄνθρωπος καταγοητεύσας αὐτὴν καταφέ‐ ρει. Καὶ οὐαὶ τοῖς ταῦτα λέγουσιν. Τίς ἠδυνήθη καταγοητεύσας ἀναβαίνειν εἰς οὐρανόν; ἠβουλήθη Σίμων ὁ μάγος, ἀλλὰ πεσὼν διεῤῥάγη. Οὐδεὶς γὰρ δύναται οὐ μικρὸν, οὐ μέγα σαλεῦσαι ἄστρον οὐρα‐
45νοῦ, ἃ ὁ Θεὸς τῇ ἰδίᾳ δυνάμει ἐθεμελίωσεν. Πάλιν δὲ λέγουσιν, ὅτι νεφέλας καὶ ὑετοὺς παράγουσι γόητες ἄνθρωποι, καὶ τοῦτο ματαιολογοῦσι. Τίς ἀνθρώπων δύναται πρόσταγμα Θεοῦ ἀποστρέψαι γοητείᾳ; τὰ γὰρ νέφη κατὰ πρόσταξιν Θεοῦ

95

.

1280

(50)

ἐκχέουσι τὸν ὑετὸν ἐπὶ τῆς γῆς. ΤΙΤΛ. ϛʹ. —Περὶ τοῦ βίου, καὶ τοῦ κόσμου τούτου· καὶ ὅτι ἐν περισπασμῷ καὶ μόχθῳ καὶ ἡμεῖς, καὶ ὁ βίος ἡμῶν. «Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς
55λύπας καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός
σου κυριεύσει.»1280 in vol. 95

95

.

1281

«Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.» «Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς;»
5 «Περισπασμὸν πονηρὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ.» «Συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθὸς,
10ὁ ἁμαρτάνων· ὡς ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φο‐ βούμενος. Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσιν.» «Οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. Ἀρὰ, καὶ ψεῦδος, καὶ φόνος, καὶ
15κλοπὴ, καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς.» «Ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον, ἕως φο‐ ροῦντος ὠμόλινον, θυμὸς, καὶ ζῆλος, καὶ ταραχὴ, καὶ σάλος, καὶ φόβος θανάτου, καὶ μήνισμα, καὶ ἔρις.»
20 «Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.» «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ
25Πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυ‐ μία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγει, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ
30Θεοῦ, μένει εἰς τὸν αἰῶνα.» Πολυστένακτος ὁ βίος ἡμῶν, καὶ κατηφείας πλήρης. Ὁ κόσμος οὗτος προηγουμένως μὲν διδασκαλεῖον καὶ παιδευτήριον τῶν ἀνθρωπίνων ψυχῶν ἐστιν· ἔπειτα μέντοι καὶ ἅπαξ ἁπλῶς τῶν ἐν γενέσει καὶ
35φθορᾷ ἐπιτήδειον ἐνδιαίτημα. Συμφυὴς ἄρα τῷ κόσμῳ, καὶ τοῖς ἐν αὐτῷ ζώοις τε καὶ φυτοῖς, ἡ χρόνου διέξοδος ἐπέστη, ἐπειγομένη ἀεὶ, καὶ παραῤ‐ ῥέουσα, καὶ μηδαμῶς παυομένη τοῦ δρόμου. Τὰ ἀπὸ χρόνου ἀρξάμενα, ἀνάγκη πάντως καὶ ἐν
40χρόνῳ συντελεῖσθαι. Εἰ ἀρχὴν ἔχει χρονικὴν, μὴ ἀμφιβάλῃς περὶ τοῦ τέλους. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστιν ἡ τῶν ὁρωμένων σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι
45πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ζῶντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπο‐ λαύομεν. Τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμέ‐ νον, λυσσώδεις ἐπιθυμίαι, καὶ ὁρμαὶ δυσκάθεκτοι,

95

.

1281

(50)

καὶ ἔρωτες δυσέρωτες ἐκταράττουσι. Τὸν δὲ ἤδη κατ‐ ειλημμένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντί‐ δων ἐκδέχεται· ἐν ἀπαιδίᾳ παίδων ἐπιθυμία, ἐν τῇ
κτήσει τῶν παίδων παιδοτροφίας μέριμνα, γυναικὸς1282 in vol. 95

95

.

1284

φυλακὴ, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοὶ, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαὶ, καὶ τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας δια‐
5πονήσεις· πᾶσα ἡμέρα ἰδίαν ἥκει κομίζουσα τῆς ψυχῆς ἐπισκότησιν, καὶ αἱ νύκτες τὰς καθημερινὰς φροντίδας παραλαβοῦσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Παντοίοις πάθεσι καὶ ταλαιπωρίαις καταβεβά‐
10πτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς. Ὅρα, ἀγαπητὲ, πῶς θάλατταν μιμεῖται τῶν ἀν‐ θρώπων τὰ πράγματα· εἰ μὴ τῆς ταραχῆς ἐκείνης ὁ βίος ἐμπέπλησται· εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα· εἰ μὴ τῶν ἀνέμων σφοδρότερον
15εἰς ἀλλήλους συμπίπτομεν· εἰ μὴ τὰ χρήματα, καθ‐ άπερ καταιγίδες κατ’ ἀλλήλων ἡμᾶς συγκρούου‐ σιν· εἰ μὴ καθάπερ ἐν ζόφῳ θαλαττίῳ ὧδε κἀκεῖσε περιφερόμεθα. Οὗτος ἐκείνου τὸν ἀγρὸν ἀφηρπάσατο· ἕτερος ἑτέρου τὴν γῆν ἐπαφείλατο· ἄλλος τῆς τοῦ
20πλησίου γυναικὸς ἐπεθύμησεν, ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασεν. Ὁ μὲν περὶ ὕδατος πρὸς τὸν γείτονα κρίνεται· ὁ δὲ περὶ ἀέρων τῷ συνκτήτορι μάχεται. Οἱ μὲν περὶ μέτρα τῆς γῆς διαπληκτίζον‐ ται· οἱ δὲ διὰ οἰκοδομίας οἰκιῶν ἀλλήλους διαθλί‐
25βουσιν· οὗτος ἅπερ οὐκ ἔδωκεν λαβεῖν ἐπιφύεται· ἐκεῖνος ἅπερ ἔλαβεν, μὴ δοῦναι ἀντιδικάζεται. Ὁ μὲν περὶ τόκους ἀπληστεύεται· ὁ δὲ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται. Οὗτος ἀπορῶν ὀδυνᾶται, ἐκεῖνος εὐπορῶν θορυβεῖται. Ὁ μὴ ἔχων ὀνειδίζε‐
30ται, καὶ ὁ ἔχων ἐπιβουλεύεται· ὁ κρατῶν ἐνεδρεύεται, ὁ ἐν ἀρχαῖς ὑποβλέπεται· ὁ ἐν ἐξουσίαις μισεῖται, ὁ ἐν δυναστείαις σκευάζεται· οἱ πόλεμοι συνεχεῖς, οἱ φόνοι ἐπάλληλοι. Ἡ ἀπληστία τυραννεῖ, ἡ πλεον‐ εξία δυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται· ἡ πρὸς ἀλ‐
35λήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατ‐ έλιπεν· ἡ φιλία μέχρι τραπέζης περιώρισται, οἱ δὲ καὶ τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν· αἱ προσηγορίαι ὑποψίας πεπλήρωνται. Οὕτω δὴ πάντων ἐν κακοῖς σεσοβημένων ἡμῶν, ὁ προφήτης τὸν βίον ἐκπτυό‐
40μενος ἐκβοᾷ, λέγων· «Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.» ΤΙΤΛ. Ζʹ. —Περὶ βιαίου καὶ βιαστοῦ. «Μὴ βιάζου ῥοῦν ποταμοῦ.» «Τὸν θέλοντα βοῦν ἔλαυνε.»
45 «Μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως.» Τὸ ἠναγκασμένον, καὶ παρὰ φύσιν, ἐπ’ ὀλίγον ἀνίσχον, καὶ τοῦτο βιαίως, καὶ μόλις ταχὺ διελύθη εἰς τὰ ἐξ ὧν συνετέθη. Τὸ ἀκούσιον πρὸς τὸ τυραννικὸν εἶναι, καὶ οὐκ

95

.

1284

(50)

ἐπαινετὸν, οὐδὲ μόνιμον. Φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ
φυτὸν βίᾳ χερσὶ μετασπώμενον, εἰς ἑαυτὸν πάλιν1284 in vol. 95

95

.

1285

ἀφεθὲν ἀνατρέχειν. Τὸ δὲ ἐκ προαιρέσεως, ἐννομώ‐ τατον ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρού‐ μενον. —Βουλομένων, οὐ τυραννουμένων τὸ τῆς εὐ‐ σεβείας μυστήριον.
5 Τό τε βεβιασμένον, καὶ ἀηδὲς ταχύ· τὸ δὲ ἀβία‐ στον, οὐκ ἔχει κόρον, ἀλλ’ ἀεὶ χάριτί τε καὶ πόθῳ θάλλει. Μάλιστα πάντων Χριστιανοῖς οὐκ ἐφίεται τὸ πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν ἁμαρτημάτων πταίσματα.
10Οὐ γὰρ τοὺς ἀνάγκῃ τῆς κακίας ἀπεχομένους, ἀλλὰ τοὺς προαιρέσει, στεφανοῖ ὁ Θεός. Βία Θεῷ οὐ πρόσεστιν. ΤΙΤΛ. Ηʹ. —Περὶ βλασφήμου καὶ μεγαλοῤῥήμο‐ νος.
15 «Εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται· ὁ ὀνομάζων δὲ ὄνομα Κυ‐ ρίου, λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ υἱῶν Ἰσραήλ.»
20 «Μὴ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν.» «Τί ἐτόλμησεν ἡ καρδία σου, ὅτι θυμὸν ἔῤῥηξας ἔναντι Κυρίου;» «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια,
25γλῶσσαν μεγαλοῤῥήμονα· τοὺς εἰπόντας, Τὴν γλῶσ‐ σαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν;» «Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντεῖπε πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοὶ, καὶ τὰ
30ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται.» «Μεθύσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.» «Τάδε λέγει Κύριος· Ἐπειδὴ δέδωκας τὴν καρ‐ δίαν σου ὡς καρδίαν Θεοῦ, ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλο‐ τρίους, λοιμοὺς ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαί‐
35ρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν.» «Φιλάνθρωπον πνεῦμα σοφίας, καὶ οὐ κατορθώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ.» «Ὁ βάλλων λίθον εἰς ὕψος, ἐπὶ τὴν κεφαλὴν αὐ‐
40τοῦ βάλλει.» «Πᾶσα ἁμαρτία ἀφεθήσεται τοῖς ἀνθρώποις· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθή‐ σεται, οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» Ὁ μὲν ἁμαρτάνων, παραβαίνει νόμον· ὁ δὲ βλασ‐
45φημῶν, εἰς αὐτὴν ἀσεβεῖ τὴν Θεότητα. Τοὺς ἐν τῇ πόλει βλασφημοῦντας, σωφρόνιζε· κἂν ἀκούσῃς τινὸς ἐν ἀμφόδῳ, ἢ ἐν ἀγορᾷ, ἐπιτίμησον, κἂν πληγὰς ἐπιθεῖναι δέῃ, μὴ παραιτήσῃ. Ῥάπισον αὐτοῦ τὴν ὄψιν, σύντριψον αὐτοῦ τὸ στόμα, ἁγίασόν

95

.

1285

(50)

σου τὴν χεῖρα διὰ τῆς πληγῆς. Κἂν ἐγκαλῶσί τινες,
κἂν εἰς δικαστήριον ἕλκωσιν, ἀκολούθησον.1286 in vol. 95

95

.

1288

Καθάπερ ὁ λίθον ἀκοντίζων εἰς τὸ ὕψος, τοῦ οὐρα‐ νοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δύναται, οὐδὲ πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ ἰδίᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου·
5οὕτως καὶ ὁ βλασφημῶν εἰς τὴν μακαρίαν τοῦ Θεοῦ οὐσίαν, ἐκείνην οὐ παραβλάψει ποτὲ, πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν· κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενό‐ μενος.
10ΤΙΤΛ. Θʹ. —Περὶ βασιλέως χρηστοῦ καὶ μισο‐ πονήρου. «Αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖ· βολίσιν αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ.»
15 «Κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐ‐ τοῖς ἔθνη κερατιεῖ. Ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τραχήλου αὐτῶν ἐπιβήσῃ.» «Ἔσωσεν ὁ Θεὸς τὸν Δαβὶδ ἐν πᾶσιν οἷς ἐπορεύ‐ θη, καὶ ἦν Δαβὶδ ποιῶν κρῖμα καὶ δικαιοσύνην.»
20 «Εἶπε Δαβίδ· Ἄφες αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ ὁ Θεός· Εἴ πως εἴδοι Κύριος ἐπὶ τὴν ταπείνω‐ σίν μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης.» «Καὶ Σεμεεὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐναν‐
25τίον τοῦ βασιλέως, καὶ εἶπε πρὸς τὸν βασιλέα· Μὴ λογιζέσθω ὁ κύριος ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ἐξεπορεύετο ὁ κύριός μου ὁ βασιλεὺς ἐξ Ἱερουσαλὴμ, ὅτι ἔγνων ὁ δοῦλός σου, ὅτι ἥμαρτον. Καὶ ὤμοσεν αὐτῷ ὁ βασι‐
30λεύς· Οὐ μὴ ἀποθάνῃς.» «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασι‐ λεὺς,» καὶ τὰ λοιπά. «Ἡμέραν ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσῃ,» καὶ τὰ λοιπά.
35 «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν,» καὶ τὰ λοιπά. «Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.» «Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία τοῦ βασιλέως ἐν χειρὶ Θεοῦ.»
40 «Βδέλυγμα βασιλεῖ, ὁ ποιῶν κακά. Μετὰ γὰρ δι‐ καιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. Δεκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγαπᾷ. Μαντεῖον ἐν χείλεσι βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στό‐ μα αὐτοῦ.»
45 «Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυναστῶν.» «Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ οὐδὲν πονηρόν. Ἐλεη‐ μοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώ‐

95

.

1288

(50)

σουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.»
«Κτεῖνε ἀσεβεῖς ἀπὸ προσώπου βασιλέως, καὶ1288 in vol. 95

95

.

1289

κατορθώσῃ ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.» — «Δόξα βασιλέως τιμᾷν πρόσταγμα.» «Βασιλεὺς δίκαιος ἀνίστησι χώραν.» «Μάχαιρα, γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη.»
5
«Μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλέως λεγέσθω.» «Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς, ὁ θρό‐ νος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.» «Θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σο‐ φὸς ἐξιλάσει αὐτόν.»
10 «Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος. Ὡς γὰρ δρόσος ἐπὶ χόρτον, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.» «Στόμα βασιλέως φύλαξον.» «Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.»
15 «Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀν‐ θρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἐνδείας σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐτούς· σκέ‐ πη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων
20εὐλογήσουσί σε.» «Ἰδοὺ ἡμέρα ἔρχεται, λέγει Κύριος, καὶ ἀναστή‐ σω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν· καὶ βασιλεύσει βασι‐ λεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύ‐ νην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ, καὶ σωθή‐
25σεται λαὸς, καὶ κατασκηνώσει πεποιθώς.» «Βασιλεὺς φρόνιμος εὐστάθεια δήμου.» Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα κρί‐ σιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον
30ὁσιότητα.» «Παρὰ βασιλεῖ μὴ σοφίζου.» «Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγε‐ μονία συνετοῦ τεταγμένη ἔσται.» Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα. Νομοθετήσει
35γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε τὸ πιστευ‐ θὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κό‐ σμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω μόνον Θεοῦ, τὰ δὲ κάτω, καὶ ὑμῶν. Θεοὶ γίνεσθε τοῖς ὑφ’
40ὑμᾶς, ἵνα εἴπω τι καὶ τολμηρότερον. Καρδία βασι‐ λέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πεπίστευται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῶν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρό‐ νους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ
45ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Τὸ δραστικὸν δείκνυε, μὴ τὸ δρᾷν κακῶς, Τὸ δὲ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός· Τὸ δέ ἐστιν ἀνδρὸς εἰδότος τὸ συγγενές.
Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος.1290 in vol. 95

95

.

1292

Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον. Βασιλεία τῶν ἐπὶ τῆς γῆς πραγμάτων τὰς τραχύ‐ τητας ὁμαλίζει. Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν.
5ΤΙΤΛ. Ιʹ. —Περὶ βασιλέως μὴ λίαν θαυμαζομέ‐ νου. «Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά.» «Βασιλεὺς ἐνδεὴς προσόδων, μέγας συκοφάντης.» «Βασιλέως ὑπακούοντες λόγον ἄδικον, πάντες
10ὑπ’ αὐτὸν παράνομοι.» «Οὐαί σοι, πόλις ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου ἐν πρωῒ ἐσθίουσιν.» «Κακοπραγία περιστρέφει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· ἐνωτίσασθε, οἱ
15κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν. Ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Ὑψίστου ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπι‐
20στήσεται ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται, καὶ τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίστα‐ ται ἔρευνα· δυνατοὶ δυνατῶς ἐτασθήσονται.» «Πολλοὺς ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίαν βασι‐ λέως ἐξέκλινεν.»
25 «Βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ.» Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδεὶς, κἂν τὸ πάσης γῆς καὶ θαλάττης κράτος ἀνάψηται· μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλής. ΤΙΤΛ. ΙΑʹ. —Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι
30ὑπὲρ αὐτοῦ. «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» «Ἀσεβὴς, ὁ λέγων βασιλεῖ· Παρανομεῖς.» «Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ, ὅτι πε‐
35τεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου.» «Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα, καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσεις.» «Ἰδόντες ἀστέρα οἱ μάγοι, ἐχάρησαν, καὶ δῶρα προσήγαγον.»
40 «Παρακαλῶ ὑμᾶς, πρῶτον πάντων ποιεῖσθαι δεή‐ σεις, προσευχὰς, ἐντεύξεις ὑπὲρ πάντων ἀνθρώπων· ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄν‐ των. Τοῦτο γὰρ καλὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.»
45ΤΙΤΛ. ΙΒʹ. —Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως πράττειν πάντα. «Ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη, ἀτεί‐ χιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τὰ πάντα
πράττει.»1292 in vol. 95

95

.

1293

«Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ἐν πολλῇ βουλῇ.» «Μετὰ κυβερνήσεως γίνεται πόλεμος· βοήθεια δὲ, μετὰ καρδίας βουλευομένης.»
5 «Μετὰ βουλῆς πάντα ποίει.» «Μετὰ βουλῆς οἰνοπότει.» «Βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρή‐ σει σε.» «Συνάχθητε, καὶ καταβουλεύσασθε ἅμα, οἱ σωζό‐
10μενοι.» «Ἄνευ βουλῆς μηδὲν ποιήσῃς, καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμέλου.» «Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν, ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστη‐
15ριγμένη ἐπὶ διανοήμασι βουλῆς, ἐν καιρῷ οὐ δειλιά‐ σει.» «Ἑτοίμασον λόγον, καὶ οὕτως ἀκουσθήσῃ· σύν‐ δησον παιδείαν, καὶ οὕτως ἀποκριθήσῃ.» «Χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδας, καὶ
20ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμήσει.» «Μετὰ σοφοῦ συμβουλεύου.» «Βουλὴ σοφοῦ πηγὴ ζωῆς.» Κρείσσων λελογισμένη βραδύτης, τάχους ἀπερι‐ σκέπτου.
25 Μακαριότης ἐστὶ, βουλῆς κακῆς ἐκπεσεῖν. Τὰ μὴ σὺν λόγῳ, πάντα αἰσχρὰ, ὥσπερ τὰ σὺν λόγω κόσμια. Χωρὶς θεωρίας ἐπιστημονικῆς, οὐδὲν τῶν πραττο‐ μένων καλόν. Μὴ ἀγνοήσῃς, ὅτι καὶ ὑπὲρ δοῦναι
30γνώμην τοῦ μὴ καθήκοντος, καὶ συμβουλίαν οὐκ εὐαγῆ, ἀποκλειόμεθα τῆς θείας βασιλείας. Διόπερ ἐσκεμμένως λίαν τὰς γνώμας τοῖς αἰτοῦσιν ἡμᾶς ὀρέγειν ὀφείλομεν. ΤΙΤΛ. ΙΓʹ. —Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ
35ζῇν ἀναγκαίων. «Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα, πλὴν κρέα ἐν αἵματι ψυχῆς οὐ φάγεσθε.» «Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.»
40 «Ἀρχὴ ζωῆς ἀνθρώπων, ἄρτος, καὶ ὕδωρ, καὶ ἱμάτ‐ ιον, καὶ πῦρ, καὶ σίδηρος, καὶ ἅλας, σεμίδαλις πυροῦ, ἔλαιον, γάλα, μέλι, ταῦτα τοῖς εὐσεβέσιν εἰς ἀγαθά.» «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιθεῖναι ὑμῖν βάρος, πλὴν τῶν ἐπ’ ἀνάγκης·
45τούτων ἀπέχεσθαι, εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτῶν, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε.» «Οἶδα, καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν παρ’ αὐτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν

95

.

1293

(50)

εἶναι. Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι
κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖ‐1294 in vol. 95

95

.

1296

νον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ὁ διακρινό‐ μενος ἐὰν φάγῃ, κατακέκριται.» «Πάντα καθαρὰ τοῖς καθαροῖς, τοῖς δὲ μεμιασμέ‐ νοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται
5αὐτῶν καὶ ὁ νοῦς, καὶ ἡ συνείδησις.» ΣΤΟΙΧΕΙΟΝ Γ. ΤΙΤΛ. Αʹ. —Περὶ γνωστικῶν καὶ πνευματικῶν ἀνδρῶν· καὶ ὅσα ἀγαθὰ ἕψεται αὐτοῖς. «Χείλη δικαίων ἐπίσταται ὑψηλά.»
10 «Ὁ πνευματικὸς ἄνθρωπος ἀνακρίνει τὰ πάντα· αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.» «Λέγω ὑμῖν· πνεύματι περιπατεῖτε, καὶ ἐπιθυ‐ μίαν σαρκὸς μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός·
15ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται. Ὁ καρπὸς τοῦ πνεύ‐ ματός ἐστιν, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» «ᾯ μὴ πάρεστι γνῶσις, τυφλός ἐστι, μυωπάζων,
20λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι ἁμαρτημά‐ των.» «Ἡ γνῶσις φυσιοῖ.» «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστι.
25Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται, ἢ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύ‐ ματος.» Εὐγένεια, ἡ τῆς εἰκόνος τήρησις, καὶ πρὸς τὸ
30ἀρχέτυπον ἐξομοίωσις, ἣν ἐργάζεται λόγος καὶ ἀρετὴ, καὶ καθαρὸς πόθος, ἀεὶ καὶ μᾶλλον μορφῶν τὰ κατὰ Θεὸν τοὺς γνησίους τῶν ἄνω μύστας· καὶ τὸ γινώ‐ σκειν, ὅθεν, καὶ τίνες, καὶ εἰς ὃ γεγόναμεν. —Κρείτ‐ των ἡ πνευματικὴ συγγένεια τῆς σωματικῆς.
35 Ὡς δὲ σώματος ἀγαθὸν ὑγεία, οὕτως ψυχῆς ἀγαθὸν, γνῶσις Θεοῦ, ὑγεία τις οὖσα ψυχῆς, καθ’ ἣν πρὸς Θεὸν ὁμοίωσις γίνεται. Τὸν πνευματικὸν ἀπόνηρον εἶναι χρὴ, καὶ ἁπλοῦν, καὶ ἄδολον.
40 Ὁ μὲν γνωστικὸς, πάντως καὶ ἔργα ἐπιτελεῖ καθήκοντα· ὁ δὲ τὰ ἔργα μὴ ἐπιτελῶν, οὐ πάντως καὶ γνωστικός ἐστι. Τριῶν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος· πρῶτον μὲν τῆς θεωρίας, ἔπειτα δὲ τῆς τῶν ἐντο‐
45λῶν ἐπιτελέσεως, τρίτον, ἀνδρῶν ἀγαθῶν κατα‐ σκευῆς· ἃ δὴ συνελθόντα, τὸν γνωστικὸν ἀποτελεῖ. Ὅ τι δ’ ἂν ἐνδέῃ τούτων, χωλεύει τὰ τῆς γνώσεως. Ὁ γνωστικὸς ἀφέξεται τῶν κατὰ λόγον, καὶ τῶν κατὰ διάνοιαν, καὶ τῶν κατ’ αἴσθησιν καὶ ἐνέργειαν

95

.

1296

(50)

ἁμαρτημάτων. —Θεοῦ γνῶσιν λαβεῖν τοῖς ἔτι ὑπὸ
τῶν παθῶν ἀπαγομένοις ἀδύνατον.1296 in vol. 95

95

.

1297

Πνευματικὸν καὶ γνωστικὸν, τὸν αὐτὸν οἶδεν ὁ Ἀπόστολος, τὸν τοῦ ἁγίου Πνεύματος μαθητήν. — Ὁ γνωστικὸς θεόθεν λαβὼν τὸ δύνασθαι ὠφελεῖν, ὀνίνησιν, τοὺς μὲν τῇ παρακολουθήσει σχηματίζων,
5τοὺς δὲ τῇ ἐξομοιώσει προτρεπόμενος, τοὺς δὲ καὶ τῇ προστάξει παιδεύων καὶ διδάσκων. Καί μοι καταφαίνεται τρία εἶναι τῆς γνωστικῆς δυνάμεως ἀποτελέσματα· τὸ γινώσκειν τὰ πράγματα· δεύτερον, τὸ ἐπιτελεῖν· τρίτον, τὸ παραδιδόναι δύ‐
10νασθαι θεοπρεπῶς τὰ παρὰ τῇ ἀληθείᾳ κεκρυμμένα. —Ὥσπερ πᾶν ὃ βούλεται, δύναται ὁ Θεὸς, οὕτω πᾶν ὃ ἂν αἰτήσῃ ὁ γνωστικὸς, λαμβάνει. —Ἕπεται τῇ γνώσει τὰ ἔργα, ὡς τῷ σώματι ἡ σκιά. —Οὐ μνησικακήσει ὁ γνωστικός ποτε· οὐ χαλεπανεῖ
15οὐδενὶ, κἂν μίσους ἄξια τυγχάνῃ, ἐφ’ οἷς διαπράτ‐ τεται. Σέβει μὲν γὰρ τὸν Ποιητὴν, ἀγαπᾷ δὲ τὸν κοι‐ νωνικὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐ‐ τοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. —Τὸν γνωστικὸν οὐδέ‐ ποτε τὸ πλουτεῖν γήθειν ποιεῖ, οὐδὲ τῶν χρημάτων
20ἀπορεῖν, εἰς ταπείνωσιν ἄγει, τῆς ἀρετῆς καὶ σο‐ φίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπεράνω αὐτῶν ἵστα‐ σθαι παρασκευαζούσης, ὡς διὰ μεγαλοψυχίαν ἐναδια‐ φορεῖν τοῖς ἡδέσι καὶ ἀηδέσι. ΤΙΤΛ. Βʹ. —Περὶ τοῦ, «Γνῶθι σεαυτὸν,» ἤτοι,
25«Πρόσεχε σεαυτῷ·» καὶ ὅτι χρὴ ἕκαστον τὰ οἰκεῖα περισκοπεῖν, καὶ μὴ τὰ ἀλλότρια περι‐ εργάζεσθαι. Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωρά‐
30κασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου.» «Οἱ ἑαυτῶν ἐπιγνώμονες, σοφοί.» «Συντήρησον, καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς.»
35 «Ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ βίους, ἀλλ’ ἐπαί‐ νους. Καὶ εἴ σοί ἐστιν ἁμαρτία, μὴ ἀποκάλυπτε.» «Τί βλέπεις τὸ κάρφος ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες, ἔκβαλε τὸ κάρ‐
40φος ἐκ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.» «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.»
45 «Σκόπει, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστιν.» «Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς δὲ ὁ Θεὸς στῆσαι αὐτόν. Σὺ δὲ τί κρίνεις τὸν ἀδελ‐ φόν σου; Πάντες παραστησόμεθα τῷ βήματι τοῦ

95

.

1297

(50)

Χριστοῦ.» «Σεαυτὸν ἁγνὸν τήρει.»
«Ὁ καταλαλῶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ κρίνων, κατα‐1298 in vol. 95

95

.

1300

λαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου.» Γνῶθι σεαυτὸν πρὸ πάντων. Οὐδὲν γὰρ δυσχερέ‐ στερον. Ὅταν δὲ σαυτὸν γνῷς, τότε δυνήσῃ καὶ Θεὸν
5ἐπιγνῶναι, καὶ λογισμῷ ἐπελθεῖν τὰ πράγματα, ὡς καθήκει. Ἔπαθες, ἄνθρωπε, ὃ ἐγκαλεῖς; καὶ τὸ μὲν ἀλλό‐ τριον κακὸν ἐπιμελῶς ἐπιβλέπεις, τὸ δὲ αὑτοῦ αἰ‐ σχρὸν οὐδαμοῦ τιθεῖς;
10 Ῥᾴδιον ἑκάστῳ ἡμῶν πολυπραγμονεῖν τὰ ἀλλό‐ τρια, ἢ τὰ οἰκεῖα ἑαυτοῦ διασκέπτεσθαι. Ἵνα οὖν μὴ τοῦτο πάσχωμεν, παῦσαι, φησὶ, τὰ τοῦ δεῖνος κακὰ περιερευνώμενος. Μὴ δίδου σχολὴν τοῖς λο‐ γισμοῖς τὸ ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα, ἀλλὰ
15σαυτῷ πρόσεχε· τουτέστιν ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε τὸ ὄμμα σου τῆς ψυχῆς, καὶ μὴ παύσῃ δι‐ ερευνώμενος σεαυτόν. Μεμνημένος τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Μεμνήσῃ δὲ ἑαυτοῦ, ἐὰν προσέχῃς σεαυτῷ. Πρόσεχε
20οὖν σεαυτῷ· τουτέστι πανταχόθεν σεαυτὸν περισκό‐ πει. Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τῆς ψυχῆς ὄμμα. Ἐν μέσῳ παγίδων διαβαίνεις· κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πολλαχόθεν καταπεπήγασιν. Πάντα οὖν περισκόπει, ἵνα σώζῃ
25ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγί‐ δος. Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ φυλακὴν, μήποτε ταῖς παγίσιν ἁλοὺς, θήραμα γένῃ τοῦ διαβόλου, ἐζωγρημένος ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Πρόσεχε οὖν σεαυτῷ, τουτ‐
30έστι μήτε τοῖς σοῖς, μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μᾶλλον πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο περὶ ἡμᾶς. Ἡμεῖς μὲν οὖν ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ’ ὃν κατ’ εἰκόνα τοῦ Κτίσαντος γεγενήμεθα. Ἡμέτερον δὲ τὸ σῶμα, καὶ
35αἱ διὰ τούτου αἰσθήσεις, περὶ ἡμᾶς δὲ χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή· τί οὖν φη‐ σιν ὁ λόγος; Μὴ τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε, ὑγείαν, καὶ κάλλος, καὶ ἡδονῶν ἀπολαύσεις, καὶ μακροβίωσιν, μηδὲ χρή‐
40ματα, καὶ δόξαν, καὶ δυναστείαν θαύμαζε, μηδ’ ὅσα σοι τῆς προσκαίρου ζωῆς τὴν ὑπηρεσίαν πληροῖ. Ἀλλὰ πρόσεχε σεαυτῷ, τουτέστι τῇ ψυχῇ σου. Ταύ‐ την κατακόσμησον, καὶ ταύτης ἐπιμελοῦ· ὥστε πάντα μὲν τὸν ἐκ πονηρίας ἐπιγινόμενον αὐτῇ ῥύπον
45ἀποικονομεῖσθαι διὰ τῆς προσοχῆς, πᾶν δὲ τὸ ἀπὸ κακίας αἶσχος ἀποκαθαίρεσθαι, παντὶ δὲ τῷ ἐξ ἀρε‐ τῆς κάλλει κατακοσμεῖν αὐτὴν καὶ φαιδρύνειν. Ἐξ‐ έτασον σεαυτὸν, τίς εἶ· γνῶθι σεαυτοῦ τὴν φύσιν, ὅτι θνητὸν μέν σου τὸ σῶμα, ἀθάνατος δὲ ἡ ψυχὴ, καὶ

95

.

1300

(50)

ὅτι διπλῆ τις ἡμῶν ἡ ζωή· ἡ μὲν οἰκεία τῇ σαρκὶ ταχὺ παρερχομένη, ἡ δὲ συγγενὴς τῇ ψυχῇ, μὴ δε‐ χομένη περιγραφήν. Πρόσεχε οὖν σεαυτῷ, μηδὲ τοῖς θνητοῖς ὡς ἀϊδίοις ἐναπομένῃς, μήτε τῶν ἀϊδίων ὡς παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκός·
55παρέρχεται γάρ. Ἐπιμελοῦ ψυχῆς, πράγματος ἀθα‐ νάτου. Ἐπίστηθι μετὰ πάσης ἀκριβείας σεαυτῷ, ἵνα
εἰδῇς ἑκατέρῳ διανέμειν τὸ πρόσφορον· σαρκὶ μὲν δια‐1300 in vol. 95

95

.

1301

τροφὰς καὶ σκεπάσματα, ψυχῇ δὲ δόγμα εὐσεβείας, ἀγωγὴν ἀστείαν, ἀρετῆς ἄσκησιν, παθῶν ἐπανόρθω‐ σιν· μὴ ὑπερπιαίνειν τὸ σῶμα, μηδὲ περὶ τὸν ὄχλον τῶν σαρκῶν ἐσπουδακέναι. Ἐπειδὴ γὰρ ἐπιθυμεῖ ἡ
5σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται, ὅρα μήποτε προθέμενος τῇ σαρκὶ, πολλὴν παράσχῃς τὴν δυνα‐ στείαν τῷ χείρονι. Ὥσπερ γὰρ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν, ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέ‐
10ραν πάντως τὴν ἀντικειμένην ποιήσεις, οὕτως καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Πρόσεχε οὖν σεαυτῷ. Ἕκαστος γὰρ ἡμῶν τῶν μαθητευομένων τῷ λόγῳ μιᾶς τινός ἐστι πράξεως
15ὑπηρέτης τῶν κατὰ τὸ Εὐαγγέλιον διατεταγμένων ἡμῖν. Ἐν γὰρ τῇ μεγάλῃ οἰκείᾳ τῇ Ἐκκλησίᾳ ταύτῃ, οὐ μόνον ἐστὶ σκεύη παντοδαπὰ χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ ξύλινα, καὶ ὀστράκινα, ἀλλὰ καὶ τέχναι παν‐ τοῖαι. Ἔχει γὰρ ὁ οἶκος τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκ‐
20κλησία Θεοῦ ζῶντος, θηρευτὰς, ὁδοιπόρους, ἀρχι‐ τέκτονας, οἰκοδόμους, γεωργοὺς, ποιμένας, ἀθλη‐ τὰς, στρατιώτας· πᾶσι τούτοις ἐφαρμόζει τὸ βραχὺ τοῦτο ῥῆμα, ἑκάστῳ τοῦ ἔργου σπουδὴν καὶ τῆς προαιρέσεως ἐμποιοῦν. Θηρευτὴς εἶ, ἀπεσταλμέ‐
25νος παρὰ τοῦ Κυρίου εἰπόντος· «Ἰδοὺ ἐγὼ ἀποστέλλω θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους.» Πρόσεχε ἐπιμελῶς, μή πού σοι διαφύγῃ τὸ θήραμα, ἵνα συλλαβόμενος τῷ λόγῳ τῆς ἀληθείας τοὺς ὑπὸ τῆς κακίας ἀγριωθέντας προσ[αγ]άγῃς τῷ
30σώζοντι. Ὁδοιπόρος εἶ, ὅμοιος τῷ εὐχομένῳ· «Τὰ δια‐ βήματά μου κατεύθυνον.» Πρόσεχε δὲ σεαυτῷ, μὴ παρατραπῇς τῆς ὁδοῦ, μὴ ἐκκλίνῃς δεξιᾷ ἢ ἀριστερᾷ· ὁδῷ βασιλικῇ πορεύου. Ὁ ἀρχιτέκτων, ἀσφαλῶς τὸν θεμέλιον καταβαλλέσθω τῆς πίστεως, ὅς ἐστι Χριστὸς
35Ἰησοῦς. Ὁ οἰκοδόμος, βλεπέτω πῶς ἐποικοδομεῖ, μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην, ἀλλὰ χρυσίον, ἀργύ‐ ριον, λίθους τιμίους. Ὁ ποιμὴν, πρόσεχε μή τίς σε παρέλθῃ τῶν ἐπιβαλλόντων τῇ ποιμαντικῇ. Ταῦτα δέ ἐστι ποῖα; τὸ πεπλανημένον ἐπίστρεφε· τὸ συν‐
40τετριμμένον ἐπίδησον· τὸ νοσοῦν ἴασαι. Ὁ γεωργὸς, περίσκαπτε τὴν ἄκαρπον συκῆν, καὶ ἐπίβαλλε τὰ πρὸς βοήθειαν τῆς καρπογονίας. Ὁ στρατιώτης, συγκακοπάθησον τῷ Εὐαγγελίῳ, στρατεύων τὴν καλὴν στρατείαν κατὰ τῶν πνευμάτων τῆς πονη‐
45ρίας, κατὰ τῶν παθῶν τῆς σαρκός· ἀνάλαβε πᾶσαν τὴν πανοπλίαν τοῦ πνεύματος. Μὴ ἐμπλέκου ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃς. Ὁ ἀθλητὴς, πρόσεχε σεαυτῷ, μήπως τινὰ παραβῇς τῶν ἀθλητικῶν νόμων· οὐδεὶς γὰρ στεφα‐

95

.

1301

(50)

νοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Μιμοῦ τὸν Παῦλον, καὶ τρέχοντα, καὶ παλαίοντα, καὶ πυκτεύοντα· καὶ αὐτὸς ὡς ἀγαθὸς πύκτης ἀμετεώριστον ἔχε τὸ τῆς ψυχῆς βλέμμα. Σκέπε τὰ καίρια τῇ προβολῇ τῶν χειρῶν· ἀτενὲς τὸ ὄμμα πρὸς τὸν ἀντίπαλον ἔστω,
55δρόμοις τοῖς ἐν τοῖς ἔμπροσθεν ἐπεκτείνων, οὕτω τρέχε, ἵνα καταλάβῃς. Ἐν τῇ πάλῃ τοῖς ἀοράτοις
ἀνταγωνίζου. Τοιοῦτόν σε διὰ βίου ὁ λόγος βούλε‐1302 in vol. 95

95

.

1304

ται, μὴ ἀναπεπτωκότα, μηδὲ καθεύδοντα, ἀλλὰ νηφόντως καὶ ἐγρηγορότως σεαυτοῦ προεστῶτα. Πρόσεχε οὖν σεαυτῷ· τουτέστιν ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα τῆς ψυχῆς. Πολλοὶ γὰρ
5κατὰ τὸν λόγον τοῦ Κυρίου, τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰ‐ κείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσιν. Μὴ παύσῃ τοίνυν διερευνώμενος σεαυτὸν, μηδὲ τὰ ἔξω περι‐ σκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθῇς κατὰ
10τὸν Φαρισαῖον τὸν βαρὺν ἐκεῖνον καὶ ἀλαζόνα, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελί‐ ζων· ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλίπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε, τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν
15χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Πρόσεχε οὖν σεαυτῷ, μήποτε ἐάσῃς ἐξανδραποδισθέντα τὸν νοῦν δοῦλον γενέσθαι τῶν παθημάτων. Τῷ ὄντι ἔοικε πάντων εἶναι χαλεπώτατον, ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνον ὀφθαλμὸς τὰ ἔξω βλέπων,
20ἐφ’ ἑαυτοῦ οὐ χρήσεται τῷ ὁρᾷν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλότριον ἁμάρτημα κατα‐ βλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττω‐ μάτων ἐπίγνωσιν. Μὴ κρίνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰατρείας·
25μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σε καθαιρόντων. Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Ποῦ ποτε ἡμῖν οἱ τῶν μὲν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα
30ψεύδωνται τὴν ἀλήθειαν; ποῦ ποτε ἡμῖν, οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες; οἱ τὰ προσκόμματα διασύροντες, οἱ τῷ βορβόρῳ κυ‐ λινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμε‐ νοι; οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη προ‐
35φέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χα‐ λεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως; Μὴ ἄλλους ἰατρεύειν ἐπιχειρήσωμεν, αὐτοὶ βρύον‐ τες ἕλκεσιν.
40 Ἐρεύνα σαυτὸν πλέον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ’ οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων. Τὰ μὲν γάρ ἐστι τῆς φθορᾶς, τὸ δ’ ἵσταται. Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ’ ἄγαν.
45Κρεῖσσον γὰρ εἶναι, τοῦ δοκεῖν. Εἰ δ’ ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μηδὲ τὴν νέαν. Τί γὰρ πίθηκι κέρδος ἂν δοκῇ λέων; Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρη‐
νήσωμεν, ἀλλ’ ἵνα ὀνειδίσωμεν· οὐδὲ ἵνα θεραπεύ‐1304 in vol. 95

95

.

1305

σωμεν, ἀλλ’ ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχω‐ μεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίων τραύ‐ ματα. Κακοὺς δὲ καὶ ἀγαθοὺς, οὐχ ὁ τρόπος, ἀλλ’ ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σή‐
5μερον ἐπαινοῦμεν, αὔριον ἐκακίσαμεν. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσωμεν· θώμεθα ταῖς ἀκοαῖς θύρας καλῶς ἀνοιγομένας, καὶ κλειομένας, καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν, καὶ
10γεῦσιν σπαράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν, καὶ γέλωτος ἀμετρίας καταγελάσω‐ μεν. Ὁ ἄρα γινώσκων ἑαυτὸν, τόπος ἐστὶ καὶ θρόνος τοῦ Κυρίου.
15 Βούλει γνῶναι Θεόν; προλαβὼν γνῶθι σεαυτόν. Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχάτης. Οὐδαμόθεν γὰρ ἠμέληται τὰ ἡμέτερα, ἢ ἐκ τοῦ τὰ ἀλλότρια πολυπραγμονεῖν καὶ περι‐ εργάζεσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον τοὺς ἀλ‐
20λοτρίους πολυπραγμονοῦντα βίους, τῆς οἰκείας ἐπι‐ μεληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς αὐτῷ πά‐ σης εἰς τὴν τῶν ἑτέρων πολυπραγμοσύνην ἀνα‐ λισκομένης, ἀνάγκη τὰ αὐτοῦ ἁπλῶς κεῖσθαι καὶ ἠμελημένως.
25 Καὶ ἄλλως δὲ πέφυκεν ἄνθρωπος, τὰ μὲν κατορ‐ θώματα τοῦ πλησίον, καὶ πολλὰ ὄντα, καὶ μεγάλα παρορᾷν· εἰ δὲ ἐλάττωμά που φανῇ, κἂν τὸ τυχὸν ᾖ, κἂν διὰ πολλοὺς συμβεβηκὸς, καὶ ἐπαισθάνεται ταχέως, καὶ ἐπιλαμβάνεται προχείρως, καὶ μέμνη‐
30ται διὰ παντός. Καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς, τῶν πολλῶν καὶ μεγάλων πολλάκις ἠλάττωσε δόξαν. ΤΙΤΛ. Γʹ. —Περὶ γογγυσμῶν. «Ἦν ὁ λαὸς γογγύζων· καὶ ἐθυμώθη Κύριος, καὶ ἐξεκαύθη πῦρ, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς.»
35 «Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ κατα‐ λαλιᾶς φείσασθε γλώσσης, ὅτι πνεῦμα λαθραῖον κενὸν οὐ πορεύσεται.» «Ἀνὴρ ἐπιστήμων οὐ γογγύζει.» «Μὴ γογγύζετε, καθώς τινες ἐγόγγυσαν, καὶ ἀπ‐
40ώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.» «Πάντα ποιεῖτε ἄνευ γογγυσμῶν, ἵνα γένησθε ἄμεμπτοι.» Ἀπρόσδεκτος ἡ ἀπὸ τῶν γογγυστῶν ἐργασία, ὡς θυσία ἐπίμωμος. —Χρὴ οὖν τὸ τοῦ ὀκνηροῦ καὶ
45ἀντιλογικοῦ ἔργον ἀλλοτριῶσαι τῆς ἀδελφότητος. ΤΙΤΛ. Δʹ. —Περὶ γερόντων καὶ παλαιῶν ἀνδρῶν· καὶ ὡς χρὴ τιμᾶσθαι αὐτούς. «Ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου.»

95

.

1305

(50)

«Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ
σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.»1306 in vol. 95

95

.

1308

«Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ μακρῷ χρόνῳ ἐπι‐ στήμη.» «Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δὲ πρεσβύ‐ τεροι· διὸ ἡσύχασα φοβηθεὶς ἀναγγεῖλαι ὑμῖν τὴν
5ἐμαυτοῦ ἐπιστήμην.» «Στέφανος καυχήσεως, γῆρας· ἐν δὲ ὁδοῖς δι‐ καιοσύνης εὑρίσκεται.» «Δόξα πρεσβυτέρων πολιά.» «Γῆρας τίμιον, οὐ τὸ πολύχρονον, οὐδὲ ἀριθμῷ
10ἐτῶν μεμέτρηται. Πολιά ἐστι φρόνησις ἀνδρὶ, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος.» «Ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ εἴ τίς ἐστι σοφὸς, προσκολλήθητι αὐτῷ.» «Μὴ ἀστόχει διηγημάτων γερόντων· καὶ γὰρ αὐ‐
15τοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν.» —«Μὴ ἀτιμάσῃς ἄνδρα ἐν γήρᾳ αὐτοῦ.» «Στέφανος γερόντων πολυπειρία· καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.» «Λάλησον, πρεσβύτερε· πρέπει γάρ σοι.»
20 «Ὡς ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν.» Πᾶν τὸ ἀρχαιότητι διαφέρον, αἰδέσιμον. Πλεῖον τῷ ὄντι τῆς ἐν θριξὶ λευκότητος εἰς πρε‐ σβυτέρου σύστασιν, τὸ ἐν φρονήσει πρεσβυτερικόν.
25 Ἐπὶ παντὸς ὡς ἐπιπολὺ πράγματος, ἐπισφαλὴς σύμβουλος ἡ νεότης· καὶ οὐκ ἄν τις εὕρῃ ῥᾳδίως κατορθωθέν τι τῶν σπουδῆς ἀξιῶν, ᾧ μὴ καὶ πολιὰ συμπαρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμματος. Κρείσσων πολιὰ μετὰ φρονήσεως, ἀπαιδεύτου νεό‐
30τητος. Πολιὰ γερόντων πραότης· ζωὴ δὲ αὐτῶν, γνῶσις ἀληθής. Ἀνθεῖται πρὸς ἐπιστήμην ψυχὴ, ὁπότε τοῦ σώμα‐ τος ἀκμαὶ μήκει μαραίνονται.
35 Ὁ ἀληθείᾳ πρεσβύτερος, οὐκ ἐν μήκει χρόνων, ἀλλ’ ἐν ἐπαινετῷ καὶ τελείῳ βίῳ θεωρεῖται. Τοὺς μὲν οὖν αἰῶνα πολὺν τρίψαντας ἐν τῇ μετὰ σώματος ζωῇ, δίχα καλοκαγαθίας, πολυχρονίους παῖδας λε‐ κτέον, μαθήματα πολιᾶς ἄξια μηδέποτε παιδευ‐
40θέντας. —Ἀκύμαντος λιμὴν πολιά. —Σώματος παρακμὴ, καταστολὴ παθῶν. ΤΙΤΛ. Εʹ. —Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ ἐργάζεσθαι. «Ἐξέβαλε Κύριος τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου
45τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη.» «Ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύ‐ τευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμε‐ θύσθη.»
«Ἰσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος1308 in vol. 95

95

.

1309

ἀναμέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν, ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, τέθεικε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός.» «Ἐπιμελοῦ τῶν ἐν πεδίῳ χλωρῶν, καὶ κερεῖς
5πόαν· σύναγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. Τίμα δὲ πεδίον, ἵνα ὦσί σοι ἄρνες.» «Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος.» «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε εἰς
10ἀκάνθας.» «Μὴ μισήσῃς ἐπίπονον ἐργασίαν, καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.» «Ὁ ἐργαζόμενος τὴν γῆν, ἀνύψωσε θημωνίαν αὐτοῦ.»
15 «Χάριν καὶ κάλλος ἐπιθυμεῖ ὀφθαλμὸς, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.» «Τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου, καὶ καυ‐ χώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων, καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτοῦ, καὶ διήγησις αὐτοῦ
20ἐν υἱοῖς ταύρων; Καρδίαν δώσει βαθὺ εἰς τεμεῖν αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεως.» «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.»
25 Γεηπόνος τὸν ὕπνον ἀποσεισάμενος, πρὸ τὴν τῆς γῆς ἐργασίαν ἐπείγεται, καὶ τοῦ μὲν οἰκίσκου καὶ τῆς ἐπαύλεως τὸ ἔρημον ὑπερασπίζεται, καὶ ἀναγ‐ κάζεται ὅμως, καὶ φλογμῷ καὶ χειμῶνι ἀπὸ ταλαι‐ πώρου σαρκὸς διαμάχεσθαι. Πανταχοῦ γὰρ διὰ δυσ‐
30κολίας καὶ πόνων τοῖς ἀνθρώποις πέφυκε τὰ χρήσιμα παραγίνεσθαι. —Φέρει γεηπόνοις ἡδονὴν τὸ ἐξ ὑπ‐ τίων τε καὶ βαθυγείων χωρίων πολύν τινα δρέπεσθαι τὸν καρπόν. Εἰ δέ ποτε καὶ ἐκ πετρώδους γῆς, καὶ λεπτῆς, καὶ ὑποψάμμου δυνηθείη μετὰ πολλὴν ἐπι‐
35μέλειαν χρηστοῦ τινος ἀπολαῦσαι καρποῦ, μείζων ἐντεῦθεν ἡ ἡδονὴ τῷ γεηπόνῳ, διότι πρὸς τὴν τῆς φύσιν ἀγωνισάμενος, καὶ τοὺς οἰκείους πόνους ἀντεισ‐ άξας τῇ στειρώσει τῆς γῆς, νίκης τινὰ μαρτυρίαν ἀποφέρεται παρὰ τῶν τὸ γεώργιον θαυμαζόντων.
40ΤΙΤΛ. ϛʹ. —Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως. «Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰ‐ ρήνη.» «Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν
45σου.» «Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωμα‐ τικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλούσης.»

95

.

1309

(50)

Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις. —Μιμησώμεθα τοὺς ἐν τοῖς τακτικοῖς τὰς μελέτας ποιουμένους, οἵ γε ἐν χειρονομίαις, καὶ ὀρχήσεσι τὴν ἐμπειρίαν κτησάμενοι, ἐπὶ τῶν ἀγώνων τοῦ ἐκ
55τῆς παιδείας ἀπολαύουσι κέρδους.1310 in vol. 95

95

.

1312

Ἀρετὴ ἀμελέτητος ἐν τοῖς ἔργοις, ταχέως ὑπὸ τῶν περιστάσεων ἀφανίζεται. Ἐκ μελέτης πολλῆς καὶ ἀσκήσεως ἡ βία καὶ ἡ ἀγριότης τῶν παθῶν ἀσθενεῖ.
5 Ἡ συνεχὴς ἄσκησις ἐπιστήμην παγίαν ἐργάζεται, ὡς ἀμαθίαν ἀμελετησία· καὶ πάλιν αὔξει τὴν πεῖ‐ ραν ἡ περὶ αὐτὴν τριβή. —Μελέτη τροφὸς ἐπιστή‐ μης. ΤΙΤΛ. Ζʹ. —Περὶ γνωσιμαχούντων.
10 «Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα.» «Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.» «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.»
15 «Πρὸ κρίσεως ἐξέταζε σεαυτὸν, καὶ ἐν καιρῷ ἐπι‐ σκοπῆς εὑρήσεις ἱλασμόν.» «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου.» ΤΙΤΛ. Ηʹ. —Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσ‐ σεσθαι τοῖς ἰδίοις ἀνδράσι, καὶ μηδὲν ποιεῖν
20χωρὶς αὐτῶν. «Εἶπεν ὁ Θεὸς τῇ γυναικί· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.» «Ἐὰν γενομένη γένηται γυνὴ ἀνδρὶ, καὶ εὐχαὶ αὐτῆς ἐπ’ αὐτῇ, κατὰ τὴν διαστολὴν τῶν χειλέων
25αὐτῆς, ὅσας ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται. Ἐὰν δὲ ἀνανεύσῃ ὁ ἀνὴρ
30αὐτῆς, ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ἀνὴρ ἀνένευσε· καὶ Κύριος καθαρίσει αὐτήν.» «Γυνὴ ἴδιον ἄνδρα τιμῶσα, σοφὴ πᾶσι φανήσε‐
35ται.» «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθω‐ σαν ὡς τῷ Κυρίῳ· ὅτι ἀνὴρ κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· καὶ αὐ‐ τός ἐστι κεφαλὴ τοῦ σώματος. Ἀλλ’ ὡς ἡ Ἐκκλησία
40ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν πᾶσιν. Ἕκαστος τὴν ἑαυτοῦ γυ‐ ναῖκα ὡς ἑαυτὸν ἀγαπάτω· ἡ δὲ γυνὴ, ἵνα φοβηθῇ τὸν ἄνδρα.» «Αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
45ἵνα εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυ‐ ναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται· ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἐν πλοκαῖς τριχῶν καὶ περιθέσεως χρυ‐ σίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ’ ὁ κρυπτὸς

95

.

1312

(50)

τῆς καρδίας ἄνθρωπος ἐν ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅς ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελής. Οὕτως γάρ ποτε αἱ γυναῖκες αἱ ἐλπίζου‐ σαι εἰς Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς
ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραὰμ,1312 in vol. 95

95

.

1313

κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθο‐ ποιοῦσαι, καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. ΤΙΤΛ. Θʹ. —Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύ‐ πτως εὔχεσθαι αὐτὰς, ἢ λαλεῖν, ἢ διδάσκειν
5ἐν ἐκκλησίᾳ Θεοῦ. «Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτίμια αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι
10ἡ κόμη ἀντὶ περιβολαίου αὐτῇ διδόται.» «Οὐκ ἔστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ’ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. Αἱ γυ‐ ναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπι‐ τρέπεται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς
15καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.» «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν
20ἀνδρός.» Αἱ γυναῖκες τὰς φλυαρίας ἐκ τῶν στομάτων αὐ‐ τῶν παυσάτωσαν, καὶ τοὺς ψιθυρισμοὺς, μνημο‐ νεύουσαι πῶς τῇ Εὔᾳ ψιθυρίσας ὁ πονηρὸς, ἐξέβαλε τοῦ παραδείσου.
25ΤΙΤΛ. Ιʹ. —Περὶ γυναικῶν κυϊσκουσῶν· ἐὰν μὲν ἄρσεν τέκῃ. ἐπὶ μʹ ἡμέρας οὐκ εἰσελεύσεται εἰς οἶκον Κυρίου· εἰ δὲ θῆλυ, ἐπὶ ὀγδοή‐ κοντα. «Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λά‐
30λησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέ‐ γων· Γυνὴ εἴ τις ἂν σπερματισθῇ, καὶ τέκῃ ἄῤῥεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς. Καὶ τῇ ἡμέρας τῇ ὀγδόῃ περιτεμεῖς τὴν σάρκα τῆς ἀκροβυστίας αὐ‐
35τοῦ· καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς καθεσθήσεται· παντὸς ἁγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως οὗ πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. Εἰ δὲ θῆλυ τέκῃ, ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας
40κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐ‐ τῆς.» Τὰ κατὰ γαστρὸς βρέφη μησὶν ἑπτὰ ζωογονεῖσθαι πέφυκεν, ὡς παραδοξότατόν τι συμβαίνειν. Γίνεται
45γὰρ ἑπτάμηνα ἀγώγιμα, τῶν ὀκταμήνων ἐπίπαν ζωο‐ γονεῖσθαι μὴ δυναμένων. ΤΙΤΛ. ΙΑʹ. —Περὶ γυναικὸς ἀνδρείας καὶ σώ‐ φρονος. «Ἀνεχώρησε τοῖς ποσὶν εἰς σκηνὴν Ἰαὴλ γυναι‐

95

.

1313

(50)

κὸς Χαβὴρ τοῦ Κιναίου. Καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συν‐ άντησιν Σισάρα, καὶ εἶπεν αὐτῷ· Ἔκκλινον, κύριέ μου, ἔκκλινον πρός με· μὴ φοβοῦ. Καὶ ἐξέκλινε πρὸς αὐτὴν ἐν τῇ σκηνῇ, καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. Καὶ εἶπε Σισάρα πρὸς αὐτήν· Πότισον δή με μικρὸν
55ὕδωρ, ὅτι ἐδίψησα. Καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλα‐ κτος, καὶ ἐπότισεν αὐτὸν, καὶ περιέβαλεν αὐτῷ ἐπι‐
βόλαιον. Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· Στῆθι δὴ ἐπὶ1314 in vol. 95

95

.

1316

τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ, καὶ ἐρωτήσῃ σε, εἰ ἔστιν ὧδε ἀνὴρ, ἐρεῖς· Οὐκ ἔστι. Καὶ ἔλαβεν Ἰαὴλ τὸν πάσσαλον τῆς σκηνῆς, καὶ ἔθηκε τὴν σφύραν ἐν τῇ χειρὶ αὐτῆς, καὶ εἰσῆλθε
5πρὸς αὐτὸν ἐν κρυφῇ, καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ. Καὶ αὐτὸς ἀπεσκάρησεν ἀναμέσον τῶν γονάτων αὐτῆς, καὶ ἀπ‐ έψυξε, καὶ ἀπέθανε. Καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σι‐ σάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς ἀπάντησιν αὐτοῦ, καὶ
10εἶπε πρὸς αὐτόν· Δεῦρο, καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς. Εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἰδοὺ Σισάρα ἐῤῥιμ‐ μένος νεκρὸς, καὶ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ.» «Εὐλογηθείη ἐν γυναιξὶ Ἰαὴλ, γυνὴ Χάβερ τοῦ Κιναίου ἀπὸ γυναικῶν, ἐν σκηναῖς εὐλογηθείη.
15Ὕδωρ ᾔτησε, καὶ γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόν‐ των.» «Ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς πύλης τοῦ πύργου ἐμπρῆσαι αὐτὴν ἐν πυρί· καὶ ἔῤῥιψε γυνὴ μία κλάσμα ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ, καὶ συνέκλασε
20τὸ κρανίον αὐτοῦ. Καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδά‐ ριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ, καὶ εἶπεν αὐτῷ Σπᾶσον τὴν ῥομφαίαν σου, καὶ θανάτωσόν με, μή‐ ποτε εἴπωσιν ὅτι γυνὴ ἀπέκτεινεν αὐτόν. Καὶ ἐξ‐ εκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν.»
25 «Ἀπήγγειλε Δαβὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέ‐ γουσα· Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν αὐτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαβὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε, καὶ ἔφυγε, καὶ σώζεται.»
30 «Εἶπεν Ἀβιγαία πρὸς Δαβίδ· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία. Λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου. Μὴ θέσθω ὁ κύριός μου τὴν καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, καὶ ἀφροσύνη μετ’ αὐ‐ τοῦ. Καὶ εἶπε Δαβὶδ τῇ Ἀβιγαίᾳ· Εὐλογητὸς Κύριος
35ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε σήμερον εἰς ἀπάν‐ τησιν, καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ εἶ, ἀποκωλύουσά με σήμερον μὴ εἰσελθεῖν εἰς αἵματα.» «Τίς ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποι‐ κιλτικὴν ἐπιστήμην;»
40 «Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς.» «Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας· ἔλαβε δὲ παρὰ Κυρίου ἱλαρότητα. Ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν, ἐκβάλλει τὰ ἀγαθὰ ἐκ τοῦ οἴκου αὐτοῦ.» «Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων
45κατέστρεψε ταῖς χερσὶν αὐτῆς.» «Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν.» «Μὴ ἀστόχει ἀπὸ γυναικὸς σοφῆς καὶ ἀγαθῆς. Ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ χρυσίον. Γυνή σοί ἐστι κατὰ

95

.

1316

(50)

τὴν ψυχήν; μὴ ἐκβάλῃς αὐτήν. «Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθὴ, καὶ ἐν μερίδι φοβου‐ μένων Κύριον δοθήσεται. Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ· γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς,
καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. Χάρις γυναι‐1316 in vol. 95

95

.

1317

κὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιαίνει ἐπιστήμη αὐτῆς.» «Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει. Εἰ ἔστιν
5ἐπὶ στόματος ἔλεος καὶ πραότης, οὐκ ἔστιν ἀνὴρ αὐτῆς καθ’ υἱοὺς ἀνθρώπων.» Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ἣν γράφουσι χεῖρες, καὶ λύει χρόνος. Φιλόδακρύ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς
10ἔλεον εὐδιάθρυπτον ἔχει. Ἀνύποπτον εἰς διαβολὴν δείκνυσι γυναῖκα, τὸ μὴ καλλωπίζεσθαι, μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτε‐ νῶς· τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς
15πολλὰς, ἀποκλείουσαν ὡς οἷόν τε ἑαυτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, ὡς ἂν προὐργιαί‐ τερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκου‐ ρίαν. ΤΙΤΛ. ΙΒʹ. —Περὶ γυναικῶν πονηρῶν καὶ μοιχα‐
20λίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. «Ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπήγγειλε Σαμψὼν τῇ Δαλιδᾷ τὸ πρόβλημα, ὅτι ἐνώχλησεν αὐτόν. Καὶ ἀνήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. Καὶ
25εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ δῦναι τὸν ἥλιον· Τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; Καὶ εἶπεν αὐ‐ τοῖς Σαμψών· Εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμα‐ λιν, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου.»
30 «Εἶπε δὲ Σαμψὼν Δαλιδᾷ· Πῶς λέγεις, ὅτι Ἠγά‐ πηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ’ ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με, καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη. Καὶ ἐγένετο ὅτε κατ‐ ειργάσατο αὐτὸν ἐν τοῖς λόγοις αὐτῆς πάσας τὰς
35ἡμέρας, καὶ ἐστενοχώρησεν αὐτὸν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν, ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρ‐ δίαν αὐτοῦ, καὶ εἶπεν αὐτῇ· Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι Ναζιραῖος Θεοῦ εἰμι ἀπὸ κοιλίας μητρός μου. Ἐὰν οὖν ξυρήσωμαι, ἀποστή‐
40σεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω, καὶ ἔσομαι ὡς πάντες ἄνθρωποι. Καὶ εἶδε Δαλιδὰ ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε, καὶ ἐκάλεσε τοὺς σατράπας πάντας τῶν ἀλλοφύλων λέγουσα· Ἀνάβητε τὸ ἅπαξ τοῦτο, ὅτι
45ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ. Καὶ ἀν‐ έβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν χειρὶ αὐτῶν. Καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς, καὶ ἐκάλεσε τὸν κουρέα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφα‐

95

.

1317

(50)

λῆς αὐτοῦ, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ. Καὶ εἶπε Δαλιδά· Ἀλλόφυλοι ἐπὶ σὲ, Σαμψὼν, καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, Ἐξελεύ‐ σομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ
αὐτὸς οὐκ ἔγνω ὅτι Κύριος ἀπέστη ἀπ’ αὐτοῦ. Καὶ1318 in vol. 95

95

.

1320

ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι, καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν Καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς»
5 «Ἐγενήθη ἐν τῷ καιρῷ γήρους Σολομὼν, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελείως μετὰ Κυρίου, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ
10Χαμῶς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ τῶν υἱῶν Ἄμμων, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις· καὶ ἐθυμίων, καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν.»
15 «Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἢ πρὸς καιρὸν λιπαί‐ νει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστό‐ μου.»
20 «Γυνὴ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει, —Θρόνος ἀτιμίας, γυνὴ μισοῦσα δίκαια.» «Υἱὲ, φύλασσε ἐμὰς ἐντολὰς, καὶ βιώσεις, ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς. Ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας
25παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον ἐν γωνίᾳ, ἐν διόδοις οἴκων αὐτῆς, καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ᾖ ἡσυχία νυκτερινὴ καὶ γνοφώ‐ δης· ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικὸν,
30ἢ ποιεῖ νέων ἐξίπτασθαι καρδίας. Ἀνεπτερωμένη ἐστὶν ἀσώτως· ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς. Χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνῳ δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. Εἶτα ἐπι‐ λαβομένη ἐφίλησεν αὐτὸν, ἀναιδεῖ δὲ προσώπῳ προσ‐
35εῖπεν αὐτῷ· Θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀπο‐ δίδωμι τὰς εὐχάς μου. Ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ πρόσωπόν σου εὕρηκά σε· κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου· διέῤῥαγκα τὴν κοίτην
40μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ. Ἐλθὲ, καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου. Δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι. Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται ὁδῷ μακρᾷ, ἔνδεσμον ἀργυρίου λαβὼν ἐν τῇ χειρὶ αὐτοῦ, δι’ ἡμερῶν πολλῶν ἐπαν‐
45ήξει εἰς τὸν οἶκον αὐτοῦ. Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις δὲ τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν. Ὁ δὲ ἐπηκολούθησε κεπφωθεὶς, καὶ ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμὸν, ἢ ὡς ἔλαφος πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ

95

.

1320

(50)

ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. Πολλοὺς τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς, κατ‐ άγουσαι εἰς ταμεῖα θανάτου.» «Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κα‐
55κόφρονι κάλλος.» «Γυνὴ ἄφρων καὶ θρασεία, ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην. Ἐκάθισεν ἐπὶ θύραις τοῦ
ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις1320 in vol. 95

95

.

1321

προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, ἐνδεὴς δὲ φρονήσεως, παρακε‐ λεύομαι, λέγουσα· Ἄρτων κρυφίων ἡδέως ἅψασθε,
5καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίεσθε. Ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ’ αὐτῇ ὀλοῦνται, καὶ εἰς πέταυρον ᾅδου συναντᾷ.» «Ὥσπερ σκώληξ ἐν ξύλῳ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.»
10 «Ὁ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.» «Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς μα‐ χίμου καὶ γλωσσώδους καὶ ὀργίλου.» «Σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χει‐ μερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδο‐
15ρος ἐκ τοῦ ἰδίου οἴκου ἄνδρα ἐκβάλλει.» «Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι ποιεῖν.» «Μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, μὴ ὑπάντα ἑταιριζομένῃ. Μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε. Παρ‐
20θένον μὴ καταμάνθανε. Μὴ δῷς πόρνῃ τὴν ψυχήν σου. Ἀπόστρεψον τὸν ὀφθαλμόν σου ἀπὸ γυναικὸς εὐμόρφου. Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον. Ἐν κάλλει γὰρ γυναικὸς πολλοὶ ἐπλανήθη‐ σαν.»
25 «Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς.» «Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.» «Γυνὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίων, πρῶτον ἐν νόμῳ Ὑψίστου
30ἠπείθησε, καὶ δεύτερον εἰς ἄνδρα αὐτῆς ἐπλημμέ‐ λησεν, καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν. Αὕτη εἰς ἐκ‐ κλησίαν ἐξαχθήσεται· οὐ διαδώσουσι τὰ τέκνα αὐτῆς ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσι καρπόν·
35καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς.» «Μὴ δῷς ὕδατι διέξοδον, μηδὲ γυναικὶ πονηρᾷ ἄνεσιν. Εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν. Συνοικῆσαι λέοντι, καὶ δράκοντι εὐδόκησαι, ἢ συνοικῆσαι μετὰ γυναικὸς
40πονηρᾶς. Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναι‐ κός· κλῆρος ἁμαρτωλοῦ ἐπιπεσεῖ ἐπ’ αὐτήν. Ἀνά‐ βασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτω γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. Ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτῆς ἀποθνήσκομεν πάντες.»
45«Μὴ δῷς γυναικὶ πονηρᾷ παῤῥησίαν.» «Ὀργὴ μεγάλη γυνὴ μέθυσος. Πορνεία γυναικὸς ἐν μετεώροις ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐ‐ τῆς γνωσθήσεται.» «Κρείσσων πονηρία ἀνδρὸς, ἢ ἀγαθοποιὸς γυνή.

95

.

1321

(50)

Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς.» Ἁμαρτήματα γυναικῶν, ἀνδρῶν ἀπαιδευσία. Γυνὴ φιλόπλουτος, συνοικοῦσα ἀνδρὶ ὁμόφρονι, δι‐
πλάσιος νόσος. Τάς τε γὰρ τρυφὰς ἀναφλέγει καὶ1322 in vol. 95

95

.

1324

τὰς φιληδονίας αὔξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, τινὰς ἐπινοοῦσα μαργαρίτας, καὶ σμαράγδους, καὶ ὑακίνθους, καὶ χρυσόν· τὸν μὲν χαλκεύουσα, τὸν δὲ ὑφαίνουσα, καὶ διὰ πάσης ἀπει‐
5ροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες, καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι· καὶ μυρίοι τινὲς κόλακες ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συν‐ άγουσι τοὺς ἀνθοβαφεῖς, χρυσοχόους, τοὺς μυρ‐
10εψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς· οὐδένα καιρὸν ἀναπνεῖν τῷ ἀνδρὶ δίδωσιν ἐκ τῶν συνεχῶν αὐτῆς ἐπι‐ ταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ’ ἂν ἐκ ποταμῶν ἐπιῤ‐ ῥέῃ. Σπουδάζεται μὲν παρ’ αὐταῖς τὸ βαρβαρικὸν μῦ‐
15ρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάσσης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. Χρυσὸς δὲ περισφίγγων τοὺς βαρυτίμους τῶν λίθων, ὁ μὲν αὐταῖς προμετώπιος γίνεται κόσμος, ὁ δὲ περιαυ‐ χένιος, καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δε‐
20σμεῖ, καὶ τοὺς πόδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι δεδε‐ μέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πλοίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ
25τῶν γυναικῶν διαθέσεις, τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν. Γυναῖκες ἀκόλαστοι ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν
30τῆς ἀναστάσεως καθέζεσθαι ἐν τοῖς οἴκοις, καὶ ἔν‐ νοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ’ ἣν ἀνοι‐ γήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνά‐ στασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀνταπόδοσις
35ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμάζεσθαι πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέ‐
40ραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς ἀσχημοσύνης καλύμματα, κατα‐ φρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέ‐ λων αὐτοῦ, καταναισχυντήσασαι πάσης ὄψεως ἄῤῥε‐
45νος, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ ἀσελγεῖ, γέλωτι ἐκκεχυμένῳ πρὸς ὄρχησιν, πᾶσαν νέων ἀκο‐ λάσιαν ἐφ’ ἑαυτὰς προσκαλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργα‐

95

.

1324

(50)

στήριον τῆς οἰκείας ἀσχημοσύνης, αὐτῶν τοὺς ἡγια‐ σμένους τόπους πεποίηνται· ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσιν κατεκρότη‐ σαν, θέατρον ἑαυταῖς νεανίσκων ὄχλον περιστησάμε‐
55ναι, σοβάδες ὄντως, καὶ παραφόρου παντελῶς μα‐ νίας οὐδεμίαν ὑπερβολὴν καταλείπουσαι. Ταῦτα μὲν
πῶς σιωπήσω; πῶς δὲ κατ’ ἀξίαν ὀδύρωμαι; Οἶνος1324 in vol. 95

95

.

1325

ἡμῖν τῶν ψυχῶν τούτων τὴν ζημίαν ἐποίησεν· οἶνος τὸ παρὰ Θεοῦ δῶρον εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσιν, ὅπλον δὲ νῦν γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν.
5 Οὐδὲν τοίνυν ἐφάμιλλον γυναικὸς πονηρᾶς. Τί λέοντος δεινότερον ἐν τετράποσιν; οὐδέν. Τί δὲ ὠμό‐ τερον δράκοντος ἐν ἑρπετοῖς; ἀλλ’ οὐδέν· πλὴν γυ‐ ναικὸς πονηρᾶς. Καὶ λέων, καὶ δράκων ἐλάττω τυγ‐ χάνουσι. Μαρτυρεῖ μοι τῷ λόγῳ ὁ σοφώτατος Σολομὼν
10λέγων· Συνοικῆσαι λέοντι ἢ δράκοντι εὐδόκησαι, ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς καὶ γλωσσώδους. Καὶ ἵνα μὴ νομίσῃς τὸν προφήτην εἰρωνείαν εἰρηκέ‐ ναι, ἐξ αὐτῶν τῶν πραγμάτων κατάμαθε ἀκριβῶς· τὸν Δανιὴλ οἱ λέοντες ᾐδέσθησαν, τὸν δὲ δίκαιον Ναβου‐
15θὴν Ἰεζάβελ ἐφόνευσε. Τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξεν, Δαλιδὰ δὲ τὸν Σαμψὼν ξυρήσασα τοῖς ἀλλοφύλοις παρέδωκεν. Δράκοντες, καὶ ἀσπίδες, καὶ κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἐτρόμαξαν, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμεν. Οἱ κόρακες
20τὸν Ἠλίαν ἐν τῷ ὄρει διέθρεψαν, Ἰεζάβελ δὲ αὐτὸν μετὰ τὴν εὐεργεσίαν τοῦ ὑετοῦ πρὸς φόνον παρέδω‐ κεν. Τί γὰρ ἔλεγεν; Εἰ σὺ εἶ Ἠλίας, κἀγὼ Ἰεζά‐ βελ· τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσ‐ θείησαν, εἰ μὴ ὡς ταύτην τὴν ὥραν αὔριον θή‐
25σομαι τὴν ψυχήν σου ὡς ἑνὸς τῶν τεθνηκότων. Καὶ ἐφοβήθη Ἠλίας, καὶ ἐπορεύθη, καὶ ἦλθεν εἰς τὴν ἔρημον ὁδὸν ἡμέρας, καὶ ᾐτήσατο τὴν ψυ‐ χὴν αὐτοῦ ἀποθανεῖν, καὶ εἶπεν· Κύριε ὁ Θεὸς, ἱκανούσθω, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι
30καλὸν τὸ ἀποθανεῖν με, ἢ ζῇν, ὅτι κρείσσων ἐγὼ οὐκ εἰμὶ ὑπὲρ τοὺς πατέρας μου. Οἴμοι! ὅτι ὁ προ‐ φήτης Ἠλίας ἐφοβήθη γυναῖκα, ὁ τῆς οἰκουμένης ὅλης τὸν ὑετὸν ἐν τῇ γλώττῃ βαστάζων, ὁ πῦρ οὐ‐ ρανόθεν ῥήματι κατενέγκας, καὶ δι’ εὐχῆς νεκροὺς
35ἀνεγείρας, ἐφοβήθη γυναῖκα; ναὶ, ἐφοβήθη. Οὐδεμία γὰρ συγκρίνεται κακία γυναικὶ πονηρᾷ. Μαρτυρεῖ μοι τῷ λόγῳ ἡ Σοφία λέγουσα· Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Ὢ τὸ κακὸν τοῦ διαβόλου καὶ
40ὀξύτατον ὅπλον· διὰ γυναικὸς ἐξ ἀρχῆς ἐν τῷ παρα‐ δείσῳ κατέτρωσε τὸν Ἀδάμ. Διὰ γυναικὸς τὸν Δαβὶδ πρὸς τὴν κατὰ τοῦ Οὐρίου δολοφονίαν ἐξέμανεν. Διὰ γυναικὸς τὸν σοφώτατον Σολομῶντα πρὸς παράβασιν κατέστρεψεν· διὰ γυναικὸς τὸν ἀνδρειότατον Σαμψὼν
45ξυρήσας ἐτύφλωσεν. Διὰ γυναικὸς τοὺς υἱοὺς Ἡλὶ τοῦ ἱερέως ἐδάφισεν· διὰ γυναικὸς τὸν οὐρανοδρόμον Ἠλίαν ἐδίωκε· διὰ γυναικὸς τὸν εὐγενέστατον Ἰωσὴφ φυλακῇ κατέκλεισε. Διὰ γυναικὸς τὸν παντὸς κόσμου λύχνον Ἰωάννην ἐπέτεμε· διὰ γυναικὸς πάντας

95

.

1325

(50)

κατασφάζει. Γυνὴ γὰρ ἀναιδὴς οὐδενὸς φείδεται. Οὐ Λευΐτην τιμᾷ, οὐχ ἱερέα ἐντρέπεται, οὐ προφήτην ἐναιδεῖται. Ὢ κακοῦ κακὸν κάκιστον, γυνὴ πονηρὰ, κἂν ᾖ πενιχρά. Ἐὰν δὲ καὶ πλοῦτον ἕλῃ τῇ πονηρίᾳ αὐτῆς συνεργοῦντα, δισσὸν τὸ κακόν· ἀφόρητον τὸ
55ζῶον, ἀθεράπευτον τὸ θηρίον. Ἐγὼ οἶδα καὶ ἀσπί‐1326 in vol. 95

95

.

1328

δας κολακευομένας ἡμεροῦσθαι, καὶ λέοντας, καὶ τί‐ γρεις, καὶ παρδάλεις τιθασσευομένας πραΰνεσθαι· γυνὴ δὲ πονηρὰ καὶ ὑβριζομένη μαίνεται, καὶ κολα‐ κευομένη ἐπαίρεται. Κἂν ἔχῃ ἄνδρα ἄρχοντα, νύκτωρ
5τε καὶ μεθ’ ἡμέραν τοῖς λόγοις αὐτὸν ἐκμοχλεύουσα πρὸς δολοφονίαν ὀξύνει, ὡς Ἡρωδιὰς τὸν Ἡρώδην. Κἂν πένητα ἔχῃ τὸν ἄνδρα πρὸς ὀργὰς καὶ μάχας αὐτὸν διεγείρει· κἂν χήρα τυγχάνῃ, αὕτη δι’ ἑαυτῆς τοὺς πάντας ἀτιμάζει. Φόβῳ γὰρ Θεοῦ οὐ χαλινοῦται
10τὴν γλῶσσαν· οὐκ εἰς τὸ μέλλον κριτήριον ἀποβλέ‐ πει· οὐ φιλίας οἶδεν θεσμόν. Οὐδέν ἐστι γυναικὶ πο‐ νηρᾷ τὸν ἴδιον ἄνδρα παραδοῦναι εἰς θάνατον. Ἀμέ‐ λει γοῦν τὸν δίκαιον Ἰὼβ ἡ ἰδία γυνὴ πρὸς θάνατον παρεδίδου, λέγουσα· Εἶπόν τι ῥῆμα βλάσφημον
15πρὸς Κύριον, καὶ τελεύτα. Ὢ φύσεως μοχθηρᾶς! ὢ προαιρέσεως ἀνοσίας! οὐκ ἠλέησεν ἰδοῦσα τοῦ ἰδίου ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν φλυ‐ κτίδων, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων καιό‐ μενα, καὶ ὅλας τὰς σάρκας αὐτοῦ τοῖς σκώληξι συνει‐
20λημμένας. Οὐ κατεκάμφθη πρὸς οἶκτον, ἰδοῦσα αὐ‐ τὸν, ὅλον δι’ ὅλου ἑλισσόμενον καὶ κάμνοντα, καὶ ἀγωνιῶντα, καὶ συνεχῆ ἄσθματα ἐκ λαγόνων μετὰ πόνου κεχηνότι τῷ στόματι φέροντα. Οὐκ ἐμειλίχθη πρὸς εὐσπλαγχνίαν, ὁρῶσα τόν ποτε ἐν βασιλικῇ
25πορφυρίδι, τότε ἐπὶ κοπρίας κείμενον, γεγυμνωμέ‐ νον τῷ σώματι. Καὶ οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐ‐ τὸν ἀρχαίας συνηθείας, καὶ οὐδὲ ὅσα δι’ αὐτὸν ἐπί‐ δοξα καλὰ ἤνθησεν. Ἀλλὰ τί; Εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἆρά σοί ποτε ἀῤῥωστούσῃ
30τοιοῦτον ἐφθέγξατο; Καὶ οὐχὶ εὐχαῖς τὴν νόσον ἀπ‐ έσμηξεν; Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ πρὸς καιρὸν πενία, ἀλλὰ καὶ αἰώνιον αὐτῷ προξενεῖς διὰ τῆς βλασφη‐ μίας τὴν κόλασιν; Ἢ οὐκ οἶδας, ὅτι πᾶσα ἁμαρτία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ Πνεύμα‐
35τος βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι; Θέλεις ἰδεῖν καὶ ἄλλην τῆς πονηρίας ταύτης ὁμόζυγον; ἴδε μοι καὶ τὴν Δα‐ λιδάν. Καὶ γὰρ ἐκείνη τὸν Σαμψὼν τὸν ἀνδρειότα‐ τον ἄνδρα ξυρήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε, τὸν
40ἴδιον ἄνδρα, τὸν ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ὃν ἐθώ‐ πευεν, ὃν ἐκολάκευεν, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾷν ὑπ‐ εκρίνατο· ὃν χθὲς ἠγάπα, σήμερον ἠπάτα· ὃν χθὲς ἔθαλπεν ἀγαπῶσα, σήμερον ἔθαπτεν ἀπατῶσα. Καὶ μὴν οὐκ ἦν ὡραῖος; καὶ τίς αὐτοῦ ὡραιότερος κατ’
45ἐκεῖνο καιροῦ; ὥστε ἑπτὰ βοστρύχους ἐπὶ κεφαλῆς ἔφερε, τῆς ἑπταφώτου χάριτος τὴν εἰκόνα βαστάζων. Μὴ οὐκ ἦν ἀνδρεῖος; ὥστε τὸν λέοντα φοβερὸν ὄντα ἐν τῇ ὁδῷ μόνος ἀπέπνιξεν, καὶ μιᾷ σιαγόνι ὄνου μυρίους ἀλλοφύλους κατέστρωσεν. Ἀλλὰ καὶ ἅγιος

95

.

1328

(50)

ἦν. Τοσοῦτον γὰρ ἦν ἅγιος, ὡς διψήσαντα αὐτὸν ἐν σπάνει ὕδατος εὔξασθαι, καὶ ἐκ τῆς κατεχομένης ἐν τῇ χειρὶ αὐτοῦ σιαγόνος νεκρᾶς ὕδατος πηγὰς ἐξενέγ‐ και, κἀκεῖθεν τὸ ἴαμα τῆς δίψης ἀρύσασθαι. Καὶ τὸν οὕτως ὡραῖον, τὸν οὕτως ἀνδρεῖον, ἡ ἰδία γυνὴ ὡς
55πολέμιον τοῖς ἀλλοφύλοις παρέδωκεν. Διὰ τοῦτο παρ‐ αγγέλλει σοι ὁ προφήτης· Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι. Εἰπέ μοι, ποῖον θηρίον κατὰ τοῦ ἰδίου ἄῤῥενος τοιαῦτα ἂν ἐμελέτησε
πώποτε; Ποία δὲ δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπο‐1328 in vol. 95

95

.

1329

λέσθαι θέλει; Ποία δὲ λέαινα τὸν ἴδιον ἄνδρα πρὸς σφαγὴν παραδίδωσιν; Ὁρᾷς ὅτι ἐπιτετευγμένως εἶπεν ἡ Σοφία τὸ, Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός.
5Καὶ ἅπαξ ἁπλῶς, ὁ ἔχων γυναῖκα πονηρὰν, γινωσκέ‐ τω, ὅτι ἤδη τοὺς μισθοὺς τῶν ἀνομιῶν αὐτοῦ ἐκομί‐ σατο· Γυνὴ πονηρὰ ἀνόμῳ μερὶς δοθήσεται, ἀντὶ τῶν ἔργων αὐτοῦ. Ἀφόρητός ἐστι γυνὴ κολακευομένη, τὴν ὄψιν ὥσ‐
10περ λειμῶνα διανθίζουσα, ποικίλως φύει τὰς παρειὰς ἐρυθραίνουσα· ἀμύλῳ τε, οἰνανθίῳ, φαβατίῳ, καὶ ψιμμυθίῳ τὸ πρόσωπον λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα· χρυσοῖς δὲ κόσμοις τὸν τράχηλον αὐτῆς, τὰς χεῖρας, καὶ τὰς τρίχας καλλωπί‐
15ζουσα, καὶ τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα. Ἔστι δὲ παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων ἀπάγουσα τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς μαλακίαις μαγεύουσα.
20 Γυνὴ τὸ ὑποζύγιον τὸ κακὸν, ὁ σκώληξ ὁ συρόμε‐ νος, ὁ ἔνοικος τοῦ Ἀδὰμ, τοῦ ψεύδους ἡ θυγάτηρ, ἡ φυλακὴ τοῦ παραδείσου, τοῦ Ἀδὰμ ἡ ἐκβλητρία, ὁ πολέμιος ὄλεθρος, ἡ ἔχθρα τῆς εἰρήνης. Οὐ τῷ ξύλῳ ὁ Θεὸς ἐχαρίσατο τὴν γνῶσιν καλοῦ
25καὶ πονηροῦ, οὔτε κατεκρέμασε τὸ λογικὸν τοῦ ἀλό‐ γου. Τὸ γὰρ φυτὸν ἄλογον, ὁ δὲ ἄνθρωπος λογικός. Οὐκ ἦν τὸ ξύλον καλοῦ καὶ πονηροῦ ἔχον γνῶσιν. Εἰ δὲ τὸ ξύλον εἶχε γνῶσιν πάντως, καὶ λογικὸν ὑπῆρ‐ χεν, ἔδει, τῆς Εὔας ἀπιούσης λαβεῖν τοῦ καρποῦ,
30εἰπεῖν τὸ δένδρον πρὸς τὴν γυναῖκα· Τί ποιεῖς, γυνή; θέλεις ἐκ τοῦ καρποῦ μου γεύσασθαι; μὴ φάγῃς, ἵνα μὴ ἀποθάνῃς. Κατὰ σεαυτῆς βούλει με τρυγῆσαι. Τέρπῃ μου τῷ καρπῷ, ἀλλὰ θάνατος ἔγκειται. Μὴ γὰρ οὐκ ἔχεις ἐξ ὧν φάγῃς; Τί οὖν οὐκ ἀπολαύεις
35ἀκινδύνως, ἀλλ’ ἐπιθυμεῖς ὀλεθρίως; θέλεις, καλέσω τὸν ἄνδρα σου, καὶ εἴπω τὴν πρᾶξίν σου, ἵνα μισήσῃ τὴν γνώμην σου; Ἵνα σὺ τερφθῇς, ἐκεῖνος ἀφανίζε‐ ται· ἵνα σὺ φάγῃς, ἐκεῖνος ἀποθνήσκει· ἵνα σὺ τῷ ὄφει προσομιλήσῃς, ἐκεῖνος τοῦ Θεοῦ ἀλλοτριοῦται.
40Ἀλλ’ οὐδὲν τούτων εἶπε τὸ δένδρον. Διὰ τί; ὅτι οὐ μετεῖχε λόγου, ἀλλὰ νόμον ἐβάσταζεν. Ὥσπερ γὰρ βιβλίον ὁλόγραφον οὐ φθέγγεται δι’ αὑτοῦ, λαλεῖ δὲ διὰ τῶν ἐν αὐτῷ, οὕτω καὶ τὸ δένδρον ἀντὶ γραμμά‐ των τὸν νόμον προεβάλλετο. Ποῖον νόμον; Ἀπὸ παν‐
45τὸς ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ. ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε, θα‐ νάτῳ ἀποθανεῖσθε. Τί οὖν ὁ Μωϋσῆς; λεγέτω τὰ ἀκόλουθα. Καὶ εἶπεν ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’

95

.

1329

(50)

αὐτόν. Βοηθὸν, οὐκ ἀνδροκτόνον· βοηθὸν, οὐ πλάνον· βοηθὸν, οὐκ ἐπίβουλον· βοηθὸν, οὐκ ἀντίδικον· βοη‐ θὸν, οὐχ ὑπὲρ αὐτόν· κατ’ αὐτὸν, οὐ κατ’ αὐτοῦ.
Καὶ ἔλαβεν ὁ Θεὸς τὸν ἄνθρωπον, φησὶν, ὃν ἔπλα‐1330 in vol. 95

95

.

1332

σε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυ‐ φῆς. Τίνος οὖν ἕνεκεν, τὸν μὲν Ἀδὰμ ἔξω τοῦ παρα‐ δείσου ἔπλασε, καὶ ἔξω πλάσας εἰς τὸν παράδεισον ἔθετο, ἐν δὲ τῷ παραδείσῳ ἐκ τῆς πλευρᾶς αὐτοῦ
5τὴν Εὔαν ἐδημιούργησε; Διὰ τί οὖν μὴ καὶ τὴν γυ‐ ναῖκα ἔπλασεν ἔξω τοῦ παραδείσου, καὶ εἶθ’ οὕτως αὐτὴν εἰς τὸν παράδεισον μετῴκισεν; ἵνα μὴ μάθῃ ἔξω τοῦ ἑαυτῆς οἴκου ῥέμβεσθαι, καὶ τοῦ ἰδίου οἴκου ἀντέχεσθαι. Εἰ γὰρ καὶ ἐν τῷ παραδείσῳ διεπλάσθη,
10καὶ οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ ἑαυτὴν ἐξέωσε, καὶ τὸν Ἀδὰμ ἠλλοτρίωσε, τί ἔμελλε πράττειν, εἰ ἔξω τοῦ παραδείσου διεπλάσθη; Ἐκ ταύτης ἔμαθον αἱ φαῦλαι γυναῖκες οἰκίαν ἐξ οἰκίας περιέρχεσθαι. Ἃς ὀνειδίζων ὁ μακάριος Παῦλος ἔλεγεν· Ἅμα δὲ καὶ
15ὀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας. Ταῦτα ἐμαθήτευσεν ἡ γυνὴ τοῦ Ἰώβ· ἔλεγε γὰρ πρὸς τὸν ἴδιον ἄνδρα· Ἐγὼ πλανῆτις καὶ λάτρις τυγχάνουσα, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας. Καλῶς εἶπε πλανῆτις· τὸν γὰρ
20πλάνον εἶχεν ἐν ἑαυτῇ. Ἀλλὰ μηδεὶς, παρακαλῶ, τοῦ λοιποῦ λοιδορείτω τὴν Εὔαν. Ἡ γὰρ ἁγία Θεοτόκος Παρθένος τὴν ὕβριν αὐτῆς ἀπεγράψατο. Εἰ γὰρ καὶ ἀτακτήσασα συνόμιλος τῷ ὄφει γέγονεν· ἀλλ’ ὅμως διὰ τῆς τεκνογονίας τὸ ἄλγος τῆς ἀνομίας ἀπέθετο,
25καθὼς καὶ ὁ Ἀπόστολος ἐμνημόνευσε λέγων· Ἡ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν, σωθή‐ σεται δὲ διὰ τῆς τεκνογονίας. Ποιάς; ἐκ μὲν αὐτοῦ τοῦ Ἀδὰμ οἱ γεννηθέντες παῖδες, ἀπ’ αὐτῶν δὲ οἱ μετ’ ἐκείνους, εἶτα οἱ πατριάρχαι, οἱ προφῆται,
30Δαβὶδ, καὶ τὸ κατὰ σάρκα ὁ Δεσπότης Χριστὸς, ὁ καὶ τὴν λύπην φυγαδεύσας, καὶ τὴν χάριν βραβεύσας. Τί ἐστιν εὔμορφος γυνή; τάφος κεκονιαμένος, ἐὰν μὴ σωφρονῇ. Τὸ γὰρ κάλλος, καὶ νόσῳ μαραίνεται, καὶ θανάτῳ διακόπτεται. Αἱ γυναῖκες αἱ πόρναι, προ‐
35λαμβάνουσαι καὶ τὰς ἐλευθέρας καλοῦσι πόρνας, ἵνα μὴ ἔχωσιν ἐκεῖναί τι ἀνθυβρίσαι. ΤΙΤΛ. Γʹ. —Περὶ γαστριμαργίας καὶ κόρου· ὅτι ἡ γαστριμαργία θάνατον προξενεῖ. «Ἀπέδοτο Ἡσαῦ τὰ πρωτοτοκία τῷ Ἰακὼβ,
40Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο, καὶ ἐφαύ‐ λισεν Ἡσαῦ τὰ πρωτοτόκια.» «Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστη‐ σε παίζειν. Καὶ ἐλάλησεν ὁ Κύριος πρὸς Μωσῆν λέ‐
45γων· Βάδιζε, καὶ κατάβηθι τὸ τάχος ἐντεῦθεν. Ἠνό‐ μησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγον ἐξ Αἰγύπτου, καὶ ἐποίησαν μόσχον χωνευτόν.» «Ἡ δύναμις τοῦ Σατανᾶ ἐπ’ ὀμφάλου γαστρός.» «Μὴ ἀπληστεύου ἐπὶ τραπέζης, μήποτε προσ‐

95

.

1332

(50)

κόψῃς.»1332 in vol. 95

95

.

1333

«Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ, καὶ τὰ μικρὰ γλυκέα φαίνεται.» «Ὃς κατασπαταλᾷ ἐκ παιδὸς, οἰκέτης ἔσται.» «Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, Ἰα‐
5κώβ.» «Οὐαὶ οἱ ἐγειρόμενοι τῷ πρωῒ, καὶ τὸ σίκερα διώ‐ κοντες, οἱ μένοντες τὸ ὀψέ! Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.» «Πάντες οἱ τὸν οἶνον πίνοντες, αἰσχυνθήσονται.»
10 «Ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφή‐ της· ἐξέστησαν διὰ τὸν οἶνον.» «Στενάζουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυ‐ χήν.» «Ἐκάλεσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν
15καὶ κοπετὸν, ξύρησιν καὶ ζῶσιν σάκκων· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, ἐπισφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν.» «Οἱ ἐσθίοντες τὰς τρυφὰς, ἠφανίσθησαν ἐν ταῖς
20ἐξόδοις· οἱ τιθηνούμενοι ἐπὶ κόκκον, περιεβάλλοντο κοπρίαν.» «Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. Ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσεις ἐπίχαρμα ἐχθρῶν
25σου.» «Μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ. Στρόφος μετὰ ἀνδρὸς ἀπλήστου. Κοιλίας ὄρεξις, καὶ συνουσιασμὸς, μή με καταλαβέτωσαν.» «Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ. Ἐν πολλοῖς γὰρ
30βρώμασιν ἔσται νόσος. Ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς.» «Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες, ὅτι πενθήσετε καὶ κλαύσετε.» «Προσέχετε ἑαυτοῖς, μήποτε ὑμῶν βαρυνθῶσιν
35αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, μερίμναις βιωτι‐ καῖς, καὶ αἰφνιδίως ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς ἐλεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» «Ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφα‐
40γῆς.» «Τοὺς ἐχθροὺς τοῦ σταυροῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐ‐ τῶν.» «Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ
45βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.» Εὐεκτοῦντος καὶ ὑπερζέοντός σου τοῦ αἵματος, ἀφορμὴ πρὸς ἁμαρτίαν ἡ πολυσαρκία γίνεται. Μὴ κολάκευέ σου τὸ σῶμα ὕπνοις, καὶ λουτροῖς, καὶ μαλακοῖς στρώμασι, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο·

95

.

1333

(50)

Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν
με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον1334 in vol. 95

95

.

1336

καταφθαρησόμενον; τί καταπιαίνεις σεαυτὸν, καὶ περισαρκοῖς; ἢ [οὐκ] ἀγνοεῖς, ὅτι ὅσον παχυτέραν τὴν σάρκα ἑαυτοῦ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις δεσμωτήριον; Πῶς γὰρ ὁ χοϊκὸς ἄν‐
5θρωπος καὶ σάρκινος ἐξομολογήσεται τῷ Θεῷ, καὶ ἀναγγελεῖ τὴν ἀλήθειαν αὐτοῦ, ὁ μήτε μαθήμασι δοὺς καιρὸν, καὶ ἐν τοσούτῳ βάρει τῆς σαρκὸς τὸν νοῦν συγκεχυμένον ἔχων; Ἦν ποτε Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέ‐
10σει. Ταχὺ δὲ πάσης ἀπολαύσεως ἐμπλησθεὶς, ἐξύβρι‐ σε τῷ κόρῳ, τὸ φανὲν τερπνὸν τοῖς σαρκίνοις ὀφθαλ‐ μοῖς τοῦ νοητοῦ προτιμήσας κάλλους, καὶ τὴν πλη‐ σμονὴν τῆς σαρκὸς τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν θέμενος. Ἔξω μὲν εὐθὺς τοῦ παραδείσου,
15ἔξω δὲ τῆς μακαρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγ‐ κης κακὸς, ἀλλ’ ἐξ ἀβουλίας γενόμενος. Βαρυνομένη γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ’ οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία. Διότι καταθλιβομένη τῷ πλήθει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλὰ ἀναγκάζε‐
20ται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ’ ἑκάτερα. Γαστὴρ συναλλάκτης ἐστὶν ἀπιστότατος, ταμεῖον ἀφύλακτον· πολλῶν ἀποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παραδοθέντα οὐ διασώ‐ ζουσα.
25 Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενος. Τὰ τῶν ἀνθρώπων σώματα, συνεχεῖ μὲν τῷ κόρῳ καταβαρούμενα, εὐκόλως ὑποβρύχια γίνεται· εὐστα‐
30λεῖ δὲ καὶ κουφῇ κεχρημένα, καὶ τὸ προσδοκώμε‐ νον ἐκ νόσου κακὸν, ὥσπερ χειμῶνος ἐπανάστασιν ὑπεξέφυγεν, καὶ τὸ ἤδη παρὸν ὀχληρὸν ὥσπερ τι‐ νὸς σπιλάδος ἐπιδρομὴν διεκρούσατο. Τεσσαράκοντα ἡμερῶν προσεδρίαν νηστεύοντος
35καὶ δεομένου τοῦ θεράποντος Μωϋσέως, ἄχρηστον ἐποίησεν οἰνοφλυγία μία. Ἃς γὰρ νηστεία ἔλαβε πλάκας, δακτύλῳ Θεοῦ γεγραμμένας, ταύτας ἡ μέθη συνέτριψεν, ἀνάξιον κρίναντος τοῦ προφήτου με‐ θύοντα λαὸν νομοθετεῖσθαι παρὰ Θεοῦ. Ἐν μιᾷ και‐
40ροῦ ῥοπῇ, διὰ γαστριμαργίαν ὁ λαὸς ἐκεῖνος, ὁ τὸν Θεὸν διὰ τῶν μεγίστων τεράτων δεδιδαγμένος εἰς τὴν Αἰγυπτίαν εἰδωλομανίαν ἐξεκυλίσθη, παράλληλα θεὶς ἀμφότερα, πῶς ἡ νηστεία Θεῷ προσάγει, καὶ πῶς τρυφὴ τὴν σωτηρίαν προδίδωσι.
45 Λίχνη γαστὴρ ἀεὶ ἀπαιτοῦσα, καὶ μηδέποτε λή‐ γουσα, ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπιλαν‐ θανομένη, ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσο‐ φεῖ, ὅταν δὲ διεπνεύσθη, ἐπιλανθάνεται τῶν δογ‐ μάτων.

95

.

1336

(50)

Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου. Ἐκεῖνον παρέδωκεν τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδι‐ κίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς ἀπετηγανίζετο
ἐν τῇ φλογὶ τῆς καμίνου.1336 in vol. 95

95

.

1337

Τὸ περὶ τὴν πέψιν πλημμελὲς, τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ. Τοῦτο γὰρ καὶ τὰ σφοδρὰ νο‐ σήματα τοῖς σώμασιν ἀπεργάζεται. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀνα‐
5πεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν, διακόπτουσι. Κόρος ὕβρεως ἀρχή. Οἱ τραπεζοποιούς τινας ἐπινοοῦντες, καὶ πᾶσαν
10διερευνώμενοι γῆν τε καὶ θάλασσαν, καὶ οἷόν τινι χαλεπῷ δεσπότῃ, τῇ γαστρὶ φόρους ἀπάγοντες, ἐλεεινοὶ τῆς ἀσχολίας εἰσί· καὶ τῶν ἐν ᾅδου κολαζο‐ μένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τε‐
15τριμμένον ἀντλοῦντες πίθον, οὐδὲ πέρας τῶν πόνων ἔχοντες Σώματος εὐπαθοῦντος, καὶ πολυσαρκίᾳ βαρυνο‐ μένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰ‐ κείας ἐνεργείας τὸν νοῦν. Ψυχῆς δὲ εὐεκτούσης καὶ
20διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον ἀγα‐ θὸν ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτί‐ μων, μᾶλλον δὲ ἀτίμων, ὁμοίως καὶ ἀποβλήτων.
25 Ἀκρασία ἐμοὶ πᾶν τὸ περισσὸν, καὶ ὑπὲρ τὴν χρείαν, καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος. Οὐδὲν οὕτως ἐπίμαχόν τε καὶ φιλόνεικον ὡς γα‐ στήρ.
30 Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς σαρκὸς, καὶ δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης; τῇ νόσῳ βοήθη‐ σον. Εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν· καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν· καὶ σὺ κόρῳ κόρον
35βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Μὴ γῆ καὶ θάλασσα τὴν ἡμῖν κόπρον δωροφορεί‐ τωσαν. Οὕτω γὰρ τιμᾷν οἶδα τρυφήν.
40 Μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει, ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος ἡ τῶν ἐμ‐ βαλλομένων διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυσωδίαν ἀλλοιούσης. Ὁ σπόρος τοῦ οἰκοδεσπότου ἐστίν· ἐκ δὲ τοῦ σί‐
45του ὁ ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥίζα τῶν περὶ τὸν βίον
πλημμελημάτων ἐστὶν ἡ περὶ τὸν λαιμὸν ἀσχολία;1338 in vol. 95

95

.

1340

Φαγὼν, καὶ πιὼν, καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυ‐ τῷ. Ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος τῆς τρυφῆς. Σύνδρομον ἀεί πώς ἐστι ταῖς τρυφαῖς τὸ φιλήδο‐ νον, καθὰ καὶ αὐτός φησιν ὁ Ἰσοκράτης. Πλοῦτος κα‐
5κίας μᾶλλον ἢ καλοκαγαθίας ἐστὶν ὑπηρέτης. Ἀφεκτέον βρωμάτων, οὐ δι’ αὐτὰ, ἀλλὰ διὰ τὰς ὑπ’ αὐτῶν βλάβας. Ὁ τῆς γαστριμαργίας λογισμὸς τέλος ἔχει τὸ τῆς πορνείας· τὸ δὲ τῆς πορνείας, τέλος ἔχει τὸ τῆς λύ‐
10πης. Φάγε τὴν χρείαν· οὐ γὰρ κεκώλυται ἡ μετὰ συμ‐ μετρίας μετάληψις. Φάγε οὖν εὐχαρίστως, ἀλλὰ μὴ καταφάγῃς. Οἱ γὰρ καταφαγάδες μεμίσηνται. Πᾶς ἄνθρωπος ἄπληστος καὶ ἀκόρεστος, ἀτιμίαν
15καὶ πάθη ἐπίσταται διὰ γαστριμαργίας. Οὐκ ἀγαθὸν ἀνθρώπῳ γνωστικῷ τε καὶ σώφρονι ἑλομένῳ ὑπὲρ τὸ δέον σιτεύεσθαι. Πᾶν τὸ ὑπὲρ τὴν χρείαν, ἀχρεῖον καθίσταται. Οὐκ οἶσθα, ὅτι ὑπὲρ τὸ δέον βεβρωκὼς Ἰσραὴλ,
20ἀπελάκτισε καθάπερ ἡμίονος, καὶ ἀπέστη τοῦ τρέ‐ φοντος; —Μὴ βαρυνέσθω τὸ σῶμα τοῖς ἀμέτροις βρώμασίν τε καὶ πώμασιν, ἵνα μὴ ἐκ πλησμονῆς νο‐ σήματι βλαβῇς, καὶ τὴν ψυχὴν σκοτασμοῖς περι‐ βάλλῃ, καὶ ταῖς τῶν ἡδονῶν φάλαγξιν ἐκπορευθῇς.
25—Σαυτὸν ὑπὲρ τὸ δέον σιτεύων, λέληθας τὸν ἐχθρόν σου σιτεύων. Οὐκ ἂν δύναιο τῷ κλύδωνι τῶν παθῶν ἀντιστῆναι, πεφορτωμένος τῇ δαψιλείᾳ τῶν τρυφη‐ μάτων. —Παραιτεῖσθε δὲ τὸ τρυφᾷν. Ἕλκει γὰρ εἰς πράξεις, ἀφ’ ὧν στεναγμοὶ μετὰ τὴν νῆψιν γίνονται.
30—Ἔμφυτον τῇ πλησμονῇ ἡ τοῦ ἑτέρου ἐπιθυμία. —Ἀναγκαῖον λεπτῦναί σε τὸ παχυνθὲν σαρκίον, διότι παχεῖα γαστὴρ λεπτὸν νοῦν οὐ τίκτει, καὶ μά‐ λιστα ὅτι σχολαστικὸς πολλῆς νήψεως δεῖται. —Φι‐ λήδονος καὶ φιλενδείκτης ὑπάρχων, οὐ μακρὰν ἀφ‐
35έστηκας τῆς ταρταρείας Χαρύβδεως. —Μὴ ἀγνοή‐ σῃς, ὅτι τῆς εὐφραινομένης εὐδαιμονίας οὐδὲν ὑπάρ‐ χει κακοδαιμονέστερον. —Ἔργον ἐστὶ τῆς ἀναιδοῦς γαστρὸς κρατῆσαι. Θεός ἐστι τῶν ἡττωμένων αὐτῆς, καὶ οὐκ ἔστιν ἀθωωθῆναι τὸν ἀνεχόμενον ταύτης.
40ΤΙΤΛ. ΙΔʹ. —Περὶ τῶν τὴν ἑαυτῶν γλῶσσαν φυ‐ λαττόντων. «Οὐ λαλήσει τὰ χείλη μου τὰ ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.» «Φειδόμενος χειλέων, νοήμων ἔσῃ.»
45 «Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυ‐ τοῦ ψυχήν.» «Ἀντιλογίαν πραΰνει σιγηρός.» «Ἀγαπῶν ζωὴν αὑτοῦ, φείδεται στόματος αὑτοῦ.» «Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη

95

.

1340

(50)

ἄπωσαι ἀπὸ σοῦ.»1340 in vol. 95

95

.

1341

Ἄργυρος πεπυρωμένος, γλῶσσα δικαίου.» Μετὰ δικαιοσύνην πάντα τὰ ῥήματα τοῦ στό‐ ματός σου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγα‐ λιῶδες.»
5 «Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσε‐ ται αὐτῶν.» «Ἴασις γλώσσης δένδρον ζωῆς· ὁ δὲ συντηρῶν πλησθήσεται πνεύματος.» «Κηρία μέλιτος λόγοι καλοὶ, γλύκασμα δὲ αὐτῶν
10ἴασις ψυχῆς.» «Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα καὶ τὴν γλῶσ‐ σαν, τηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.» «Γλῶσσα μαλακὴ συντρίβει ὀστᾶ.» «Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης, οἱ δὲ κρα‐
15τοῦντες αὐτὴν ἔδονται τοὺς καρποὺς αὐτῆς.» «Μακάριος ἀνὴρ, ὃς οὐκ ὀλισθήσεται ἐν στόματι αὐτοῦ.» «Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτῶν.» «Τίς δώσει ἐπὶ τοῦ στόματός μου φυλακὴν, καὶ
20ἐπὶ τῶν χειλέων μου σφραγῖδα, ἵνα μὴ ἐκπέσῃ ἀπ’ αὐτῆς, καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;» «Ὁ μισῶν λαλιὰν, ἐλαττοῦται κακίαν.» «Ἀγαθὰ ἐκκεχυμένα, ἐπὶ στόματι κεκλεισμένῳ.» «Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτά‐
25νειν με ἐν γλώσσῃ μου.» «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ‐ ραν περιοχῆς περὶ τὰ χείλη μου.» «Ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι.»
30 «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειός ἐστι, δυνάμενος χαλιναγωγῆσαι τὸ σῶμα.» Τὸ περὶ τὴν φωνὴν ἀσκεῖν σωφρονεῖν, λαγνείας ἐστὶ καρτερία. Οὐκ ἴστε ἡλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπή· φθέγ‐
35γου δὲ, εἴ τι κρεῖττον σιωπῆς ἔχεις. Ἀγάπα δὲ ἡσυ‐ χίαν, ἔνθα κρεῖττον λόγου τὸ σιωπᾷν. Οὐχ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία, καὶ λόγων ἀντι‐ θέσεις. Ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος. Σοφὸς ἀνὴρ καὶ σιγῶν, τὸν Θεὸν τιμᾷ, εἰδὼς καὶ
40διὰ τί σιγᾷ. Φείδου μοι, παρακαλῶ, τοῦ αὐτοῦ ἀκαταστάτου γλώσσης. Χαλεπώτερος γὰρ ὁ τῆς γλώσσης ὄλισθος τοῦ τῶν ποδῶν ὀλίσθου. ΤΙΤΛ. ΙΕʹ. —Περὶ τῶν τὴν γλῶσσαν μὴ φυλατ‐
45τόντων. «Ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀπόστηθι.» «Ἀπὸ μάστιγος γλώσσης κρύψει σε.»
«Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν.»1342 in vol. 95

95

.

1344

«Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα.» «Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς.»
5 «Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσα σου περιέπλεκε δολιότητα.» «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδί‐ κων, καὶ ἀπὸ γλώσσης δολίας.» «Παγὶς ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη· ἁλίσκεται δὲ
10ῥήμασιν ἰδίου στόματος.» «Ὁ ἄστεγος χείλεσιν ὑποσκολιάζων ὑποσκελισθή‐ σεται.» «Λόγος λυπηρὸς ἐγείρει ὀργάς. Ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ. Στόμα ἀφρόνων
15ἀναγγελεῖ κακά.» «Σκολιὸς ἐν τῷ ἑαυτοῦ στόματι φέρει τὴν ἀπ‐ ώλειαν.» «Ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά.»
20 «Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακὰ, τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται. Στόμα ἄφρονος συντρίβει αὐτὸν, τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.» «Βόθρος βαθὺς στόμα παρανόμου· ὁ δὲ μισηθεὶς
25ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν.» «Ἐν πολλοῖς ξύλοις θαλεῖ πῦρ· στόμα δὲ ἄστε‐ γον ποιεῖ ἀκαταστασίας.» «Δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδα ὁ ἁμαρ‐ τωλός.»
30 «Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. —Περί‐ ελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μα‐ κρὰν ἀπὸ σοῦ ἄπωσαι. —Οἱ ἀπαίδευτοι, ἀκρατεῖς γλώσσῃ. Ἐὰν ἐξελκύσῃς λόγον, ἐξελεύσεται κρίσις, καὶ μάχη.»
35 «Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκούσῃ, ἀφροσύνη καὶ ὄνειδος αὐτῷ ἐστι.» «Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ ἡ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ Θεοῦ.»
40 «Ἄφρων πληθύνει λόγους. —Μὴ στῇς ἐν λόγῳ πονηρῷ.» «Ἐνέτειναν γλῶσσαν αὐτῶν ὡς τόξον. «Ὁ πλεονάζων λόγον, βδελυχθήσεται. «Βέλος πεπηγὸς ἐν μηρῷ σαρκὸς, οὕτως λόγος
45ἐν κοιλία μωροῦ. —Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους.» «Μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. —Φοβερὸς ἐν πόλει ἀνὴρ γλωσσώδης.»

95

.

1344

(50)

«Ὀλίσθημα ἀπὸ ἐδάφους, ἢ ἀπὸ γλώσσης.» Πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. —Τὸ ἀργύριόν σου, καὶ τὸ χρυ‐ σίον σου κατάδησον, καὶ τοῖς λόγοις σου ποίησον ζυ‐
γὸν καὶ σταθμὸν, καὶ τῷ στόματί σου ποίησον θύραν1344 in vol. 95

95

.

1345

καὶ μοχλόν· πρόσεχε μή πως ὀλισθήσῃς ἐν αὐτῷ, — Πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλώσσης.» «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ,
5δυνάμενος χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐ‐ τῶν μετάγομεν· ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα μετάγεται ὑπὸ
10ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται· οὕτως καὶ ἡ γλῶσσα σμικρὸν μέλος ἐστὶ, καὶ μεγαλαυχεῖ. Ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀν‐ άπτει! Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπι‐
15λοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀν‐ θρωπίνῃ, τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώ‐
20πων δαμάσαι· ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θα‐ νατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πα‐ τέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας. Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρὴ,
25ἀδελφοί μου. Μή τι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ, καὶ τὸ πικρόν;» Κόρος λόγου πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώματι. Ὄλισθος ἀνθρώποις γλῶσσα, μὴ λόγῳ κυβερνω‐
30μένη. Λόγος ἁπλῶς προσενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθοῦσθαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα ἅπαξ ἀνακτῆσαι πάλιν οὐκ
35ἔνι. Μὴ χελιδῶνας εἰς οἰκίας δέχεσθε, τουτέστι λάλους ἀνθρώπους, καὶ τοὺς περὶ γλῶσσαν ἀνακρατεῖς ὁμοροφίους μὴ ποιεῖσθε. Γλῶσσα κακὴ ἀνθρώπου, πτῶσις αὐτῷ. Καὶ πά‐
40λιν· Ἡ γλῶσσά σου, ἀεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Καὶ πάλιν· Τί δοθείη, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Καὶ πά‐ λιν· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ’ ἐμὲ
45ἠνοίχθη. Καὶ πάλιν· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Τὸν ὄφιν λέγεται δεινὸν ἔχειν τὸ κέντρον τῆς γλώσ‐ σης αὐτοῦ, ἀλλ’ οὐκ ἔστι δεινότερον γλώσσης ἀνθρώ‐ που κακῆς. Λέγεται καὶ σαῦρα χλωρὰ, ἀλλ’ οὐκ

95

.

1345

(50)

ἔστι χλωροτέρα τοῦ φλυάρου. Σκορπίου δῆγμα θε‐ ραπεύεται, λόγος δὲ κακὸς ἐξερχόμενος ἐκ στόματος φλυάρου πλήσσει τὸν πλησίον αὐτοῦ. Φλόγα πυρὸς κατασβεννύει ὕδωρ, γλῶσσαν δὲ κακὴν οὐδεὶς κατα‐ πραΰνει. Ἵππον σκληροτράχηλον δαμάζει χαλινὸς,
55γλῶσσαν δὲ κακὴν οὐδεὶς δύναται δαμάσαι. Θηρίον ἄγριον εὐχερῶς ἡμεροῦται, γλῶσσα δὲ κακὴ οὐ πραΰνεται. Οὐκ ἔστιν ἐν τῷ κόσμῳ χεῖρον γλώσσης
κακῆς. Συγκρούει πόσιν πρὸς πόσιν, οἰκίαν πρὸς1346 in vol. 95

95

.

1348

οἰκίαν, τέκνα κατὰ γονέων, ἀδελφοὺς κατὰ ἀδελφῶν. Πάντα τὰ κακὰ διὰ γλώσσης. ΣΤΟΙΧΕΙΟΝ Δ. ΤΙΤΛ. Αʹ. —Περὶ δυνάμεως Θεοῦ.
5 «Κύριος ὁ Θεός σου ἐν σοὶ, Θεὸς μέγας καὶ κρα‐ ταιός.» «Κύριον τὸν πάντων Δεσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.»
10 «Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» «Οἶδα ὅτι πάντα δύναται· ἀδυνατεῖ δέ σοι οὐδέν.» «Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολω‐ λότας ἐξεγείροντα.»
15 «Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν· ὁ στρέφων αὐτὰ ὀργῇ· ὁ σείων τὴν ὑπ’ οὐρανὸν, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. Ὁ λέγων ἡλίῳ μὴ ἀνατέλλειν, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν
20χειρῶν σου ἐξαιρούμενος. Ἐὰν καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, Τί ἐποίησας;» «Παρ’ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. —Παρ’ αὐτῷ κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. Διάγων βουλευτὰς αἰχμαλώ‐
25τους, κριτὰς δὲ γῆς ἐξέστησε. Καθιζάνων βασιλεῖς ἐπὶ θρόνων, καὶ περιέδησεν ζώνην ὀσφύας αὐτῶν. Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς ἐξέστησεν. Ἐκχέων ἀτιμίας ἐπ’ ἄρχοντας, ἀνακαλύ‐ πτων βαθέα ἐκ σκότους.»
30 «Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεσώσαντο δύναμιν. Κύριος πτωχίζει καὶ πλου‐ τίζει, ταπεινοῖ καὶ ἀνυψοῖ,» καὶ τὰ λοιπά. «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;» καὶ τὰ λοιπά. «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα,»
35καὶ τὰ λοιπά. «Τίς Θεὸς μέγας, ὡς Θεὸς ἡμῶν; σὺ εἰ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια.» «Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου,» καὶ τὰ λοιπά. —«Τίς γινώσκει τὸ κράτος τῆς
40ὀργῆς σου;» —«Τίς λαλήσει τὰς δυναστείας Κυ‐ ρίου; ἀκουστὰς,» καὶ τὰ λοιπά. —«Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας,» καὶ τὰ λοιπά. «Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν.»
45 «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρα‐ νὸν, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν. Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦν‐

95

.

1348

(50)

τας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας.» «Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ
γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομή‐1348 in vol. 95

95

.

1349

σετέ μοι, ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει Κύριος.» «Ὁ λυτρωσάμενος αὐτοὺς ἰσχυρὸς, Κύριος παν‐
5τοκράτωρ ὄνομα αὐτῷ.» «Πάντες οἱ κατοικοῦντες τὴν γῆν, ὡς οὐθὲν ἐλο‐ γίσθησαν, καὶ οὐκ ἔστιν ὃς ἐπιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ, Τί ἐποίησας;» «Τὸ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ
10κράτει βραχίονός σου τίς ἀντιστήσεται; Ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου. Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι.» «Ἡ ἰσχύς σου δικαιοσύνης ἀρχὴ, καὶ τὸ πάντων σε δεσπόζειν, πάντων φείδεσθαί σε ποιεῖ.»
15 «Τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα. —Τὴν σὴν χεῖρα ἐκφυγεῖν ἀδύνατον.» «Τίς ἐρεῖ σοι, Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;» «Φοβερὸς Κύριος, καὶ σφόδρα μέγας, καὶ θαυ‐
20μαστὴ ἡ δυναστεία αὐτοῦ.» Ὁ φέρων τὰ πάντα ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ μὴ σωματικῶς ἐνεργῶν, μηδὲ χειρουργίας εἰς τὴν δημιουργίαν ἐπιδεόμενος, ἀλλὰ βουλήματι ἀβιάστῳ ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γινο‐
25μένων. —Ὅπου Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, καὶ ἠδυνήθη Φύσεως κρείττων ὁ Θεὸς, καὶ παρ’ αὐτοῦ τὸ θέ‐ λειν, ὅτι ἀγαθός ἐστι, καὶ τὸ δύνασθαι, ὅτι δυνατὸς, καὶ τὸ ἐπιτελέσαι ὅτι εὔπορος. —Λέγω ὑμῖν, ὅτι ἐκ
30τῶν λίθων τούτων, τουτέστι τῶν λατρευόντων τοῖς λίθοις, δύναται ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ΤΙΤΛ. Βʹ. Περὶ δημιουργίας Θεοῦ· καὶ ὅτι οὐδὲν εἰκῆ γέγονε παρ’ αὐτοῦ. «Εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ
35καλὰ λίαν.» «Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατ‐ ήρτισας φαῦσιν καὶ ἥλιον· σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς.» «Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν
40οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίω‐ σας. —Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν.» «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας.»
45 «Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος. Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρα‐ νόν.» «Πνεῦμα παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶ‐

95

.

1349

(50)

σαν ἐγὼ ἐποίησα.» «Κύριος ὁ ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμά‐ ζων τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ
συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε1350 in vol. 95

95

.

1352

νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς αὐτοῦ.» «Ὁ κατασκευάσας γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλ‐
5λων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον· Πάρεσμεν· ἔλαμψαν μετ’ εὐ‐ φροσύνης τῷ ποιήσαντι αὐτούς.»
10 «Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων. Ἔκτισε γὰρ εἰς τὸν αἰῶνα τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐδὲ ᾅδου βασί‐ λειον ἐπὶ τῆς γῆς.»
15 «Ἀγαπᾷς τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας. Πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας;» «Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλό‐ γως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.»
20 «Ὁ ζῶν εἰς τὸν αἰῶνα, ἔκτισε τὰ πάντα κοινῆ, Κύριος μόνος.» «Οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· ἓν τοῦ ἑνὸς ἐστε‐ ρέωσε τὰ ἀγαθά· καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;»
25 «Τὰ ἔργα Κυρίου, πάντα ἀγαθὰ, καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῶν χορηγήσει. Καὶ οὐκ ἔστιν εἰπεῖν· Τοῦτο τούτου πονηρότερον. Πάντα γὰρ ἐν καιρῷ δοκιμασθήσεται.» «Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ
30φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς. Καὶ ἡ εἰρήνη ἡ παρ’ αὐτῶν, ἐστὶν ἐπὶ προσώπου τῆς γῆς.» Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ συν‐ εξεδόθη τοῖς τροφίμοις τὰ δηλητήρια· μετὰ τοῦ σίτου τὸ κώνειον, μετὰ τῶν λοιπῶν τροφίμων ἑλ‐
35λέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ ὁ τῆς μήκονος ὀπός. Τί οὖν; ἀφέντες τὸ ἐπὶ τοῖς χρησί‐ μοις τὴν χάριν ὁμολογεῖν, ἐγκαλέσομεν τῷ Δημιουργῷ ἐπὶ τοῖς φθαρτικοῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνο δὲ λο‐ γιζόμεθα, ὅτι οὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς
40ἡμετέρας δεδημιούργηται, ἀλλ’ ἡμῖν μὲν αἱ ἀποτε‐ ταγμέναι τροφαὶ πρόχειροι, καὶ πᾶσιν εὔγνωστοι· ἕκαστον δὲ τῶν γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ. Παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν, οὐκ εὐσε‐
45βές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός. Τί οὖν φαμεν; ὅτι τὸ κακὸν, ἐστὶν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις

95

.

1352

(50)

ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, καὶ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωρι‐ ζέτω.
55Οὐδὲν εἰκῆ τῶν παρὰ Θεοῦ γενομένων.1352 in vol. 95

95

.

1353

Οὐχὶ φύσις αὐτὴ τῶν κινήσεων καθ’ ἑαυτὴν πο‐ νηρὰ, ἀλλ’ ἡ τῶν φυσικῶν κινημάτων παρατροπὴ τῆς ψυχῆς τὰς ὁρμὰς ὡς πάθη διέβαλεν. Ὁ γὰρ δημιουργὸς τὴν λύραν καλὴν καὶ εὔφθογγον ἡρμώ‐
5σατο, οἱ δὲ κρούοντες διαφόρως ἅπτονται τῶν χορ‐ δῶν· καὶ ἀπὸ τῆς αὐτῆς κιθάρας, ὁ μὲν ὕμνον, ὁ δὲ ἀπηχεῖ βλασφημίαν, οὐχ ὡς τῆς τῶν χορδῶν φύσεως τὸ διεστραμμένον ἐχούσης, ἀλλ’ ὡς τῆς τῶν ψη‐ λαφώντων ἀμαθίας παραφθειρούσης τὸ ὄργανον.
10 Ταῖς τῶν κακῶν ἐπισποραῖς αἰτία τῶν ἀνθρώπων ἡ ῥᾳθυμία. Ἐν τῷ γὰρ καθεύδειν, φησὶ, τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε τὰ ζιζά‐ νια ἀναμέσον τοῦ σίτου. Πάντα ὅσα πεποίηκεν ὁ Θεὸς, καλὰ πεποίηκεν,
15ἐπιστήμων αὐτὸς ὢν πάντων. Οὔτε γὰρ ὁ δίκαιος ποιήσειέν τι ἄδικον, οὔτε ὁ ἀγαθὸς φαῦλον, ὥσπερ οὐδὲ ἐπιστήμων ἀνεπιστημόνως. Δίκαιος δὲ, καὶ ἀγαθὸς, καὶ ἐπιστήμων ὁ Θεός ἐστιν· οὐδὲν ἄρα ἄδικον, οὐδὲ φαῦλον ὁ Θεὸς ἐποίησεν.
20 Ἑνὶ νεύματι βουλήσεως ἃ θέλει συνίστησιν ἐκ μὴ ὄντων, μόνος ὢν ἀΐδιος, μόνος ὢν ἄναρχος, μόνος ἀπλοῦς οὐσίᾳ καὶ βουλήσει. ΤΙΤΛ. Γʹ. —Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν καὶ ἁγιάζειν τὸν Θεὸν, καὶ ὅτι τοὺς
25δοξάζοντας αὐτὸν δοξάζει ὁ Θεός. «Εἶπε Κύριος πρὸς Μωσῆν· Ὅτι οὐκ ἐπιστεύ‐ σατε ἁγιάσαι με, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐ‐ τοῖς.»
30 «Τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.» «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν
35ἐχθρῶν μου σωθήσομαι.» «Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτὸν,» καὶ τὰ λοιπά. «Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παν‐ τὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.»
40 «Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βα‐ σιλεῖ ἡμῶν, ψάλατε.» «Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀποδὸς τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός.»
45 «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε τῷ ὀνόματι αὐτοῦ.» «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός· ἐξομο‐ λογησάσθωσάν σοι.» «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον, ἐκ

95

.

1353

(50)

πηγῶν Ἰσραήλ. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» «Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ἠδολέ‐ σχησα.» «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς
55γενεὰν καὶ γενεάν.»1354 in vol. 95

95

.

1356

«Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλ‐ λειν τῷ ὀνόματί σου.» «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ.»
5 «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. ᾌσατε τῷ Κυ‐ ρίῳ, πᾶσα ἡ γῆ. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατρίαι τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.» «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυ‐ νεῖτε.»
10 «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.» «Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
15 «Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.» «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ.» «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκου‐ στὰς ποιήσει.»
20 «Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» «Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυ‐ ρίου. Εἴη τὸ ὄνομα,» κ. τ. ε. «Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες
25οἱ καταβαίνοντες εἰς ᾅδου.» «Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυ‐ ρίου.» «Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε.» «Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι
30Κυρίου.» «Ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν. Ὅτι τὸν Ἰακὼβ,» κ. τ. ε. «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν.»
35 «Τίμα τὸν Κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.» «Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα.»
40 «Ὑμνήσατε τῷ Θεῷ ὕμνον καινόν· ἡ ἀρχὴ αὐ‐ τοῦ δοξάζεται ἀπὸ ἄκρου τῆς γῆς.» «Ἀνθ’ ὧν οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν καρδίαν σου, κἀγώ σε ἰδὼν παρορῶ.» «Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ.»
45 «Δότε τῷ Θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινά.» «Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ αἴνεσις

95

.

1356

(50)

αὐτοῦ ἐστι.»1356 in vol. 95

95

.

1357

«Δεῖ φθάνειν τὸν ἥλιον ἐπ’ εὐχαριστίας Θεοῦ, καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν αὐτῷ.» «Ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον.» «Εὐλόγησον τὸν Κύριον, τὸν ποιήσαντά σε, καὶ
5μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.» «Εὐλογήσατε τὸν Κύριον ἐν πᾶσι τοῖς ἔργοις αὐ‐ τοῦ· δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, καὶ ἐξομο‐ λογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κιννύραις.»
10 «Κύριον τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ἡμῶν.» Τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Τὸ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ
15τῶν ὕμνων παρηγορίαι χαρίζονται. Δόξαζε τὸν Ποιητὴν, ἐν ᾧ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις ἀκατονό‐ μαστοι.
20 Τὸν Θεὸν γνωρίσωμεν, τὸν Κτίσαντα προσκυ‐ νήσωμεν, τῷ Δεσπότῃ δουλεύσωμεν, τὸν Πατέρα δοξάσωμεν, τὸν τροφέα ἡμῶν ἀγαπήσωμεν, τὸν εὐερ‐ γέτην αἰδεσθησώμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης, καὶ τῆς μελλούσης, καὶ προσκυ‐
25νοῦντες μὴ λήξωμεν. Τὴν τῆς αἰνέσεως θυσίαν ἱερουργήσωμέν σοι τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ· ὃς οὐκ ἀπαιτεῖ σωμα‐ τικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καρδίας καθαρὰν ἐξομολό‐
30γησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Μνημονευτέον Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον. Εὐσεβείας σημεῖον, τὸ συνεχῆ ποιεῖσθαι τῶν θεωτέρων τὴν ἐπιμέλειαν, καὶ τὸ πυκναῖς ἐντεύ‐ ξεσιν ἐξιλεοῦσθαι.
35 Τὸν Θεὸν ἔργοις σεμνοῖς σέβου, λόγοις δὲ ὕμνει, ἔννοιᾳ τίμα. Ἀξίως οὐδεὶς τὸν Θεὸν τιμᾷ, ἀλλὰ δικαίως μό‐ νον, ὁπότε οὐδὲ τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάρι‐ τας ἐνδέχεται. Ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε τού‐
40τους. ΤΙΤΛ. Δʹ. —Περὶ δικαιολογίας· καὶ τίνες ἐδι‐ καιολογήθησαν πρὸς τὸν Θεόν. «Οὐκ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. Ἀπόστα ἀπ’ ἐμοῦ· κενὸς γάρ μου ὁ βίος. Τίς γάρ
45ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν, ἢ ὅτι προσ‐ έχεις τὸν νοῦν εἰς αὐτόν; ἢ ἐπισκοπὴν αὐτοῦ ποιή‐ σεις ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν κατα‐ πίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; Εἰ ἐγὼ ἥμαρτον, τί

95

.

1357

(50)

δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀν‐ θρώπων; Διὰ τί ἔθου με κατεντεύκτην σου, εἰμὶ δὲ
ἐπὶ σοὶ φορτίον; καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνο‐1358 in vol. 95

95

.

1360

μίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; Νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι.» «Ἐπειδή εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον; Ἐάν τε ἀπολούσωμαι χίονι, καὶ ἀποκαθάρωμαι χερσὶ
5καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας. Ἐβδελύξατό με ἡ στολή μου. Οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμὲ, ᾧ ἀνταποκρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρί‐ σιν. Εἴθε ἦν ὁ μεσίτης ἡμῶν, καὶ διελέγχων, καὶ διακούων ἀναμέσον ἀμφοτέρων.»
10 «Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Ὁ σπόρος αὐτῶν κατ’ ἐπιθυμίαν ψυχῆς, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Οἱ οἶκοι αὐτῶν εὐθη‐ νοῦσι, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια,
15τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.» «Πόσαι εἰσὶν αἱ ἀνομίαι μου, καὶ αἱ ἁμαρτίαι μου, δίδαξόν με. Διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ;»
20 «Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσ‐ ακούσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Τί μοι ἔδειξας κόπους ἐπιβλέπειν; ἐξεναν‐ τίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, ὅτι ἀσεβὴς καταδυνα‐
25στεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.» «Ἀπεκρίθη ἄγγελος Κυρίου, καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερου‐ σαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο
30ἑβδομηκοστὸν ἔτος.» «Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν δὲ πάντες οἱ ἀθετοῦντες;» ΤΙΤΛ. Εʹ. —Περὶ τῶν δουλευόντων Θεῷ· καὶ
35ὅτι χρὴ τούτους τιμᾷν, καὶ τὰ πρὸς τὴν χρείαν νέμειν. «Εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ· Τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν. Καὶ εἶπε τὸ παιδάριον· Ἰδοὺ ἐν
40τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ.» «Εἶπεν Ἱεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· Ἀνά‐ στηθι, καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλυρίδας τοῖς τέκνοις αὐτοῦ, καὶ
45σταφυλὴν, καὶ μέλι.» «Ἔλαβεν Ἀβδιοὺ ἕκατον ἄνδρας προφήτας, καὶ ἔκρυψεν αὐτοὺς ἀνὰ πεντήκοντα ἐν σπηλαίοις, καὶ ἔτρεφεν αὐτούς.» «Εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· Ἰδοὺ δια‐

95

.

1360

(50)

πορεύεται ἐφ’ ἡμᾶς ἄνθρωπος τοῦ Θεοῦ· ποιήσωμεν αὐτῷ ὑπερῷον, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ λυχνίαν.» «Ἀντιλαμβανόμενος δικαίου, οὗτος ἀνατελεῖ.» «Ὡς εἴ τις πηγὴν φράσσοι, καὶ ὕδατος διέξοδον
55λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι
ἐνώπιον ἀσεβοῦς.»1360 in vol. 95

95

.

1361

Ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός.» «Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλὸν, οὐδὲ ὅσιον.» «Εὐποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδωμα,
5καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Ὑψίστου.» Οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες, μερισταὶ τῶν ἐκεί‐ νοις ἀποκειμένων στεφάνων εἰσίν. Οὐκ ἔστι μέγα τὸ φροντίζειν ἀνδρὸς δικαίου. Ἀλλὰ χάριν λαμβάνει ὁ καταξιούμενος διακονεῖν αὐτῷ.
10ΤΙΤΛ. ϛʹ. —Περὶ διαγνώσεως καλοῦ καὶ πονη‐ ροῦ· καὶ ὅτι ἀπὸ τῶν ἔργων, καὶ μὴ ἀπὸ τῶν λόγων χρὴ δοκιμάζειν ἕκαστον. «Στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.»
15 «Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.» «Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵ τινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπι‐ γνώσεσθε αὐτούς.»
20 «Ἕκαστον δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώ‐ σκεται.» «Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα.» Ἐνδέχεται μὲν, ὦ παιδίον, λέγειν μὲν εὖ, φαῦλον
25δὲ ὑπάρχειν, πράσσοντα δὲ εὖ, φαῦλον εἶναι ἀδύ‐ νατον. ΤΙΤΛ. Ζʹ. —Περὶ δικαίων, καὶ εὐχῆς παρ’ αὐτῶν γινομένης· καὶ ὅτι φυλάττει αὐτοὺς ἐκ πειρα‐ σμῶν.
30 «Προσεύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδί‐ σκας, καὶ ἔτικτον.» «Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ καθιεῖται αὐτοὺς εἰς νίκος, καὶ ὑψωθήσονται.»
35 «Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν,» καὶ τὰ λοιπά. «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν.» —«Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δεήσεις αὐτῶν.»
40 «Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. Γινώ‐ σκει Κύριος τὰς,» κ. τ. ε. «Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.» «Συνθέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ
45τῆς δεήσεως.» «Εὐχὴ κατευθυνόντων δεκτὴ παρὰ Θεῷ.» «Διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα.» «Ἐπαύλεις δικαίων εὐλογοῦνται.» «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου.»

95

.

1361

(50)

«Φῶς δικαίοις διὰ παντός.»1362 in vol. 95

95

.

1364

«Οἶκος δικαίων ἰσχὺς πολλή.» «Δίκαιος ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.» «Δίκαιος ἐκ θήρας ἐκδύνει· ἀντ’ αὐτοῦ παραδί‐ δοται ἀσεβής.»
5 «Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι’ ὕδα‐ τος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς.» «Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.»
10 «Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι.» Καὶ δίκαιοι πολλοὶ περιστατικοῖς περιπίπτουσιν, ἀλλὰ ταῦτα μάστιγες οὐκ εἰσί. ΤΙΤΛ. Ηʹ. —Περὶ δικαίων, ὅτι περιφρονοῦνται καὶ διασύρονται.
15 «Δίκαιοι καταγελῶνται. Παραδίδονται γὰρ εἰς χεῖρας ἀσεβῶν.» «Δίκαιος ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα.» «Ὅσιος ἀκάθαρτος παρὰ κακουργοῖς.»
20 «Ἄνδρες αἱμάτων μέτοχοι μισοῦσι δίκαιον.» «Ὄψονται τὸν δίκαιον, καὶ ἐξουθενήσουσιν, αὐ‐ τοὺς δὲ ὁ Κύριος ἐκγελάσεται. Καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον, καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος.»
25 «Στήσεται ὁ δίκαιος ἐν παῤῥησίᾳ πολλῇ κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν, καὶ τῶν ἀθετούν‐ των τοὺς πόνους αὐτοῦ. Ἰδόντες δὲ ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας. Ἐροῦσι γὰρ ἐν αὐτοῖς μετανοοῦντες·
30Οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα, καὶ εἰς πα‐ ραβολὴν ὀνειδισμοῦ. Οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλο‐ γισάμεθα μανίαν, καὶ τὴν αὐτοῦ τελευτὴν ἄτιμον. Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆ‐ ρος αὐτοῦ; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας,
35καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν. Ἀνο‐ μίας ἐπλήσθημεν τρίβοις καὶ ἀπωλείας, καὶ ὡδεύ‐ σαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.» «Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰη‐
40σοῦ, διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώ‐ μενοι.» Παραδίδονται πολλάκις καὶ δίκαιοι εἰς χεῖρας ἀσεβῶν· οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ’ ἵνα αὐτοὶ
45δοκιμασθῶσιν. Οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς Οὐκ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς.

95

.

1364

(50)

ΤΙΤΛ. Θʹ. —Περὶ δανειζόντων καὶ δανειζομένων. «Ἐὰν ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ σου, οὐκ
ἔσῃ αὐτῷ κατεπείγων· οὐκ ἐπιθήσεις αὐτῷ τόκον.»1364 in vol. 95

95

.

1365

«Ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. Τὸ γὰρ ἀργύ‐ ριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονα‐ σμῷ. Οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ τὰ βρώματά σου.» «Δανεῖον δανειεῖς τῷ πλησίον σου ὅσον ἐπιδέηται,
5καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου, διδόντος σου αὐτῷ· καὶ εὐλογήσει σε Κύριος.» «Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς τῷ ἀδελφῷ σου.»
10 «Ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυ‐ ρον. Ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗτος, οὗ τὸ δα‐ νεῖόν σού ἐστιν, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. Ἐὰν δὲ ὁ ἄνθρωπος πείνηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ
15αὐτοῦ. Ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ, καὶ εὐλογήσει σε, καὶ σοὶ ἔσται ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.» «Δανείζει ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ
20δίκαιος οἰκτείρει, καὶ δίδωσι.» «Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν.» «Δίκαιος οἰκτείρει καὶ κιχρᾷ.» «Ὁ πληθύνων πλοῦτον αὐτοῦ μετὰ τόκου καὶ πλεονασμοῦ, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐ‐
25τόν.» «Δανειστοῦ καὶ χρειωφειλέτου ἀλλήλοις συνελ‐ θόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος.» «Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.»
30 «Μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς ὡς ἀπωλεκὼς γενοῦ.» «Δάνεισον τῷ πλησίον σου ἐν καιρῷ χρείας αὐ‐ τοῦ. Πολλοὶ ὡς εὕρημα ἐνόμισαν δάνος, καὶ παρ‐ έσχον κόπους τοῖς βοηθήσασιν αὐτοῖς. Βαρέα ταῦτα
35ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας, καὶ ὀνειδισμὸς δανειστοῦ.» «Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς.» «Ἐὰν δανείζητε παρ’ ὧν ἐλπίζετε ἀπολαβεῖν,
40ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρ‐ τωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα.» Τῷ ὄντι ὑπερβολὴν ἀπανθρωπίας ἔχει, τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα, ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφα‐
45λαίῳ, ἀλλ’ ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ, καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς. Ὁ δὲ φιλάργυρος ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κα‐

95

.

1365

(50)

τακαμπτόμενον, πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, τί οὐ φθεγγόμενον, οὐκ ἐλεεῖ παρ’ ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ’ ἄκαμπτος καὶ ἀμείλικτος ἕστηκεν, οὔτε δεήσεσιν εἴκων, οὐ δάκρυσιν ἐπικλώ‐
55μενος, ἐπιμένων τῇ ἀρνήσει, ἐπομνύμενος καὶ ἐπ‐1366 in vol. 95

95

.

1368

αρώμενος ἑαυτῷ, ἢ μὴν ἀπορεῖν παντελῶς, καὶ περι‐ σκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕρῃ τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν
5προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε κατα‐ βαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πα‐ τρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον. Καὶ ὀψόμεθα, φησὶ, εἴ πού τί ἐστιν ἡμῖν ἀποκείμενον
10ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ’ ἐργασίᾳ παραθεμένου ἡμῖν· ἀλλ’ ἐκεῖνος μὲν βαρεῖς ἐπ’ αὐτῷ τοὺς τόκους ὥρισεν, ἡμεῖς δὲ πάντως ἐπ‐ ανήσομέν τι, καὶ ἐπελάττωσιν τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις
15ὑποφαίνων, δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ, ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον
20κατεδέξατο διὰ βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου, καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πόλεμον εὗρεν, ἀλεξι‐ φάρμακα ἐπιζητῶν, δηλητηρίοις ἐνέτυχεν· δέον πα‐
25ραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχίαν, σὺ δὲ πολυ‐ πλασιάζεις, τὴν ἔνδειαν ἐκκαρποῦσθαι ζητῶν τὸν ἔρημον; Ψεύδους ἀρχὴ τὸ δανείσασθαι, ἀχαριστίας ἀφορμὴ, ἐπιορκίας τε καὶ ἀγνωμοσύνης. Οὐ νύκτες ἐκείνῳ
30ἀνάπαυσιν φέρουσιν, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσ‐ χεραίνει τὸν βίον, μισεῖται ἡμέρας προθεσμίαν ἐπει‐ γομένας, φοβεῖται τοὺς μῆνας ὡς τόκων, πατέρας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον. Κἂν γρηγορεῖ, ἔν‐
35νοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. Δανειστοῦ, φησὶ, καὶ χρειωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν· ἀφαιρεῖται
40γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέρων οἱ ψῆφοι ἐπὶ δακτύλων· τοῦ μὲν χαίροντος τῇ αὐξή‐ σει τῶν τόκων, τοῦ δὲ στενάζοντος τῇ προσθήκῃ τῶν συμφορῶν. Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, τουτέστι, τὰς οἰκείας ἀφορμὰς περισκόπει. Μὴ ἐπ’ ἀλλοτρίας
45πηγὰς βάδιζε, ἀλλ’ ἐξ οἰκείων λιβάδων συνάγαγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Μὴ βάδιζε ἐπ’ ἀλλοτρίας θύρας. Φρέαρ γὰρ τῷ ὄντι τὸ ἀλλότριόν, ἐστιν. Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθήσασθαι, ἢ ἀθρόως

95

.

1368

(50)

ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις πόθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τού‐ των τῶν ἀφορμῶν διαλύεις; Εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακῷ κακὸν θεραπεύεις. Μὴ δέξῃ πολιορ‐
55κοῦντά σε δανειστήν· μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι. Ψεύδους
ἀρχὴ τὸ δανείσασθαι. Ἄλλα ῥήματα τοῦ δανειζομένου,1368 in vol. 95

95

.

1369

καὶ ἄλλα τοῦ ἀπαιτουμένου. Εἴθε σοι μὴ ἀπήντησα τότε, οὐχὶ δὲ ἄκοντός μου ὑπέβαλες τῇ χειρὶ τὰ χρή‐ ματα· ὑπόχαλκον δέ σου τὸ χρυσίον, καὶ παρακεκομ‐ μένον τὸ νόμισμα. Εἴτε οὖν φίλος ὁ δανείζων, μὴ
5ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γένῃ τῷ δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμενος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν πατρῴων ἐκστήσῃ. Πένης εἶ νῦν; ἀλλ’ ἐλεύθερος. Δανεισάμενος δὲ, οὐδὲ πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος
10τοῦ δεδανεικότος ὁ δανεισάμενος· καὶ δοῦλος μισθο‐ φόρος, ὁ ἀπαραίτητον ἔχων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται, ὁ δὲ δανειστὴς λαμβά‐ νων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλέον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ
15τὰ ἐνδὸν, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐὰν προΐῃς τοῦ δωματίου, ἕλκει πρὸς ἑαυτὸν, καὶ κατα‐ σύρει. Ἐὰν δὲ ἔνδον σεαυτὸν κατακρύψῃς, ἐφέστηκε τῇ αὐλαίᾳ, καὶ θυρακρουστεῖ· ἐπὶ γαμετῆς κατ‐ αισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγόραις
20ἄγχει· κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατα‐ σκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη. Τί ὄφελός σοι τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ ἀγαθὸς δρομεὺς, καὶ ἡ αὐτὴ ἀνάγκη μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος
25οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μακρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Τόκος οἶμαι διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσ‐ ηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγε‐ ται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς
30ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὥσπερ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίστα‐ ται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκ‐ γονον. Ταῦτα δὲ λεγέσθω γεννήματα ἐχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γα‐
35στέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι, καὶ οἱ τό‐ κοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπο‐ γεννῶνται. Δὸς τὸ οἴκοι κείμενον ἀργύριον, μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἥξει καλῶς. Σοὶ
40μὲν ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλῶς, τῷ δὲ λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσ‐ θήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεονασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάν‐
45θρωπα. Ἃ γὰρ λαμβάνεις, ταῦτα μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει. Ἀπὸ συμφορῶν κερ‐ δαίνεις, ἀπὸ δακρύων ἀργυρολογεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ. Τὰ ἐντεῦθεν κέρδη, φιλάνθρωπα ὀνομάζεις; Οὐαὶ οἱ λέ‐

95

.

1369

(50)

γοντες τὸ πικρὸν γλυκὺ, καὶ τὴν μισανθρωπίαν φιλ‐ ανθρωπίαν προσαγορεύοντες. Ἑκατοστολόγοι καὶ δεκατοστολόγοι τινὲς, φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ οἱ τὰς ἐπιληψίας ποιοῦντες, κατὰ τὰς περιόδους τῆς
55σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς, πονηρὰ δόσις1370 in vol. 95

95

.

1372

ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμβάνοντι, τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς ψυχὴν φέρουσαν τὴν ζημίαν. Ὁ γεωργὸς τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς
5ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων· ἄνευ γῆς φυτεύεις, ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον τίνι συν‐ άγεις. Ὁ μὲν δακρύων ἐν τοῖς τόκοις πρόδηλος, ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τούτων περιουσίας, ἀμφίβολος. Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ
10πλούτῳ χαρὰν ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα δανεί‐ σασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ Νέας Διαθήκης δι‐ δαχθεὶς, μετὰ ἀγαθῆς ἐλπίδος πρὸς τὸν Κύριον
15ἀπίῃς, ἐκεῖ τοὺς τόκους τῶν ἀγαθῶν ἔργων ἀπολη‐ ψόμενος. Ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας οἱ ἄνθρωποι, ὥσπερ θήραμα καὶ ἄγραν εὑρόντες, οὕτως γεγή‐ θασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀποίσωσι.
20Κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον τῶν ἀθλίων σῶμα ἐκχέουσιν, αἰκιζόμενοι, καὶ τύ‐ πτοντες, καὶ μυρία αὐτοῖς διατιθέντες κακά. Διάῤῥηξον, ἄνθρωπε, γραμμάτειον ἄδικον, ἵνα
25οὕτως ἡ ἁμαρτία λυθῇ. Ἐξάλειψον βαρυτάτων τό‐ κων ὁμολογίαν, ἵνα τέκῃ τὰ συνήθη ἡ γῆ· χαλκοῦ γὰρ καὶ χρυσίου καὶ τῶν ἀγόνων παρὰ φύσιν γεν‐ νώντων, ἡ κατὰ φύσιν τίκτουσα γίνεται στεῖρα, καὶ πρὸς τιμωρίαν τῶν ἐνοικούντων κατεδικάσθη τὴν
30ἀκαρπίαν. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει. Πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ’ ἀδυνάτως ἔχεις; Προσ‐ αίτει παρὰ τῶν κεκτημένων. Ἀλλ’ αἰσχρὸν τὸ αἰτεῖν;
35Αἰσχρότερον μὲν τὸν δανεισάμενον ἀποστερεῖν. Ὁ μύρμηξ δύναται μήτε προσαιτῶν, μήτε δανειζόμενος διατρέφεσθαι· καὶ μέλισσα τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζεται· οἷς οὔτε χεῖρα, οὔτε τέχνας ἡ φύσις ἔδωκε· σὺ δὲ τὸ εὐμήχανον ζῶον, ὁ
40ἄνθρωπος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Ὦ πόσους ἀπώλεσε τὰ ἀλλότρια ἀγαθά! Πόσοι ὄναρ πλουτήσαντες ὑπεραπέλαυσαν τῆς ζημίας! Ἀλλὰ πολλοὶ, φησὶν, καὶ ἐκ δανεισμάτων ἐπλούτη‐
45σαν. Πλείους, δὲ οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς μὲν πλουτήσαντας βλέπεις, τοὺς δὲ ἀπαγξαμέ‐ νους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαιτήσεσιν αἰ‐ σχύνην μὴ φέροντες, τὸν δι’ ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν. Εἶδον ἐγὼ ἐλεεινὸν

95

.

1372

(50)

θέαμα, παῖδας ἐλευθέρους ὑπὸ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισίν; Μὴ προσαφέλῃ καὶ τὴν εὐ‐
γένειαν. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ.1372 in vol. 95

95

.

1373

Ὄφλημα πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ κατα‐ λείπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖ‐ δας καταβαίνουσαν καὶ ἐγγόνους. ΤΙΤΛ. Ιʹ. —Περὶ δεσποτῶν καὶ οἰκοδεσποτῶν·
5καὶ ὅτι οὐ χρὴ αὐτοὺς φορτικοὺς εἶναι, ἀλλ’ ἠπίους τοῖς συνοῦσι. «Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κλη‐ ρονομήσει ἀνέμους.» «Μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου, καὶ φαντα‐
10σιοσκοπῶν ἐν τοῖς οἰκέταις σου.» «Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σύ· ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. Ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας ἀποδράσῃ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;» «Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέν‐
15τες τὴν ἀπειλὴν, εἰδότες ὅτι Κύριος καὶ αὐτῶν καὶ ὑμῶν ἐστιν ἐν οὐρανῷ.» «Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δού‐ λοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς Κύριον ἔχετε ἐν οὐρανῷ.»
20 Ἐνδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον. Δὸς αὐτῷ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέ‐ ραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἀληθινὴν ἐλευθερίαν παρασκευάσεις. Τίς δεσπότης, ἢ δοῦλος; ἡ φαύλη τομή.
25 Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετουμένους ὡς σύνδουλος βλέπε. Ὅταν λυθῇς, φάνηθι τιμιώτερος. Οἱ λεγόμενοι δεσπόται, δόξῃ μόνον, οὐ πρὸς ἀλή‐ θειαν ὀνομάζονται. Κύριος γεννητὸς πρὸς ἀλήθειαν
30οὐδεὶς, κἂν ἀπὸ περάτων εἰς πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται. Μόνος δὲ ὁ ἀγέννητος ἀψευ‐ δῶς ἡγεμών. Κἂν, ὡς λέγεις αὐτὸς, οὐδένα θλίβεις, οὐ τύπτεις, οὐκ ἐκπιέζεις, οὐκ ἀδικεῖς, ἀλλ’ ὑπὲρ τῶν συνδιατρι‐
35βόντων σοι ὑποίσεις φοβερὸν λογοθέσιον. Μή τις σφοδρῷ λιμῷ κάταγχε τοὺς σεαυτοῦ δού‐ λους, ἄνθρωπε, ἀλλ’ ὅσον εἰς ἀλλοτρίους εὐψυχεῖς, καὶ χαρίζῃ τοῖς ἔξωθεν αἰτιοῦσι διὰ κενοδοξίαν, τοσοῦτον διὰ Θεὸν χορήγησον τοῖς ἰδίοις οἰκέταις, ἵνα μηδὲν
40περαιτέρω σημάνω. ΤΙΤΛ. ΙΑʹ. —Περὶ διδασκάλων. «Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.» «Τάδε λέγει Κύριος, Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ, καὶ ἀναστρέψουσιν αὐ‐
45τοὶ πρὸς σὲ, καὶ οὐκ ἀποστρέψεις πρὸς αὐτούς.» «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ
κύριος αὐτοῦ.»1374 in vol. 95

95

.

1376

«Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρ‐ εσθε.» Ἀξιοπιστία τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρους δὲ τοὺς μαθη‐
5τευομένους παρασκευάζει. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις καὶ τοῦ τρέφοντος. Τότε μάλιστα οἱ μαθηταὶ εἰς τὸν τῶν ἀγαθῶν ἀνάγονται ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα.
10 Διδάσκων τις μανθάνει πλέον, καὶ λέγων συν‐ ακροᾶται πολλάκις τοῖς ὑπακούουσιν αὐτοῦ. Παιδείας σύμβολον ἡ ῥάβδος. Ἄνευ γὰρ τοῦ δυσ‐ ωπηθῆναι, καὶ περὶ ἐνίων ἐπιπληχθῆναι, νουθεσίαν ἐνδείξασθαι καὶ σωφρονισμὸν ἀμήχανον.
15 Οὐχ ὡς δύναται διδάσκειν ὁ διδάσκαλος, οὕτω καὶ μανθάνειν ὁ γνώριμος. Ἐπειδὴ ὁ μὴν τέλειος, ὁ δὲ ἀτελής ἐστιν. Ὅθεν προσήκει στοχάζεσθαι τῆς τοῦ παιδευομένου δυνάμεως. Ἐπίστησον, ὁ διδάσκων, καὶ ἐξέτασον ἀκριβῶς
20ἀκοὴν τοῦ μανθάνοντος. Εὐήθης γὰρ ὁ κωφῷ διαλε‐ γόμενος, καὶ μάταιος ὁ λίθον νουθετῶν. Καὶ σὺ ἔν‐ οχος ἁμαρτίας σεαυτῷ ἔσῃ, ὁ μὴ ἐπισκεψάμενος, ὅπως, καὶ πηνίκα, καὶ πότε δεῖ λόγον προέσθαι σο‐ φίας.
25 Ὁ λαβὼν χάριν, ὀφείλει ἀφθόνως παραδιδόναι τοῖς θέλουσι μανθάνειν, καθὼς καὶ ὁ Κύριος εἶπε, Δω‐ ρεὰν ἐλάβετε, δωρεὰν δότε. Τῷ γὰρ λαβόντι, καὶ μὴ μεταδιδόντι, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. Καὶ οὐ μόνον δικαίοις δίδωσι τὴν χάριν, ἀλλὰ καὶ
30ἁμαρτωλοῖς. Ἐπειδὴ ἄφθονός ἐστιν ὁ Θεὸς καὶ ἀπροσωπόληπτος, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ οὐ παρορᾷ τὸν ἁμαρτάνοντα, ἀλλὰ δί‐ δωσι κἀκείνῳ μικρὰν χάριν. Ἕκαστος οὖν ἀφθόνως
35ὀφείλει διδάσκειν. ΤΙΤΛ. ΙΒ. —Περὶ διαβολῆς· ὅτι οὐ χρὴ ἀκρίτως δέχεσθαι διαβολήν. «Οὐ παραδέξῃ ἀκοὴν ματαίαν.» «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦ‐
40τον ἐξεδίωκον.» Ὁ διαβάλλων τὸν πλησίον, ἀδελφικὰ κρέα ἔφαγεν, ὑπόληψιν τρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος διὰ τοῦ λόγου κακά. Οὐ τοῖς κακῶς μόνον ἀγορεύου‐ σιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς λέγοντας ἑτέρους,
45παραινῶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν Προφήτην μιμήσασθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰπὲ πρὸς τὸν πλησίον· Εἰ ἔχεις τινὰ ἐπαινέσαι καὶ ἐγκωμιά‐ σαι, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μῦρα· ἂν δὲ

95

.

1376

(50)

κακῶς ἐθέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασι.
Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχά‐1376 in vol. 95

95

.

1377

της. Τὸ δὲ πάντων καταγελαστότερον, οἱ τοῦτον ἔχον‐ τες τὸν βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλῶσι τὸν ἀκούσαντα καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δη‐
5λοῦντες, ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλῇς, πόσῳ μᾶλλόν σε πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν, καὶ διαβάλλειν τινὰ, οὐδὲ κατέχοντα ἐν ἀσφαλείᾳ τὸν λόγον προδοῦναι, καὶ τότε τῆς σωτηρίας αὐτοῦ φρον‐
10τίζειν; Ἀλλὰ ἡδὺ τὸ διαβάλλειν, ἡδὺ μὲν ἂν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ κακῶς εἰπὼν, ἐναγώνιος λοιπόν ἐστιν· ὑποπτεύει καὶ δέδοικε, μετανοεῖ καὶ κατεσθίει τὴν γλῶσσαν ἑαυτοῦ, δεδοικὼς καὶ τρέμων, μήποτε εἰς ἑτέρους ἐξενεχθῇ τὸ ῥῆμα, καὶ μέγαν
15ἐπαγάγῃ τὸν κίνδυνον. Ὥσπερ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω καὶ τὸ κακῶς λέγειν, καὶ διαβάλ‐ λειν ἔχθρας, καὶ ἀπεχθείας, καὶ μυρίων κακῶν ἀρχὴ καὶ ὑπόθεσις γέγονεν.
20 Διάβολοι, καὶ θείας ἀπόπεμπτοι χάριτος, οἱ τὴν αὐτὴν ἐκείνῳ διαβολικὴν νοσοῦντες κακοτεχνίαν, θεοστυγεῖς τε καὶ θεομισεῖς πάντη, καὶ πάσης εὐδαι‐ μονίας ἀλλότριοι. Τί ἂν γένοιτο διαβολῆς χεῖρον; κηλεῖ γὰρ τὰ ὦτα,
25καὶ ἐκπλήττει τὴν διάνοιαν τῶν ἀκροατῶν, ἐκθηριοῖ δὲ αὐτοὺς οἷόν τι θήραμα τοῖς κακοῖς ἀεὶ ἐφεδρεύον‐ τας. Οἱ δὲ τῷ σώφρονι λογισμῷ μάλα ἑρματισμένοι καὶ ἀναχαιτιζόμενοι, τῷ διαβάλλοντι ἀπεχθαίνουσι μάλιστα, ἢ τῷ διαβεβλημένῳ, ἐπιτιμήσαντες καὶ
30ἐπιστομίσαντες ταῖς πρὸς μέμψιν ὁρμαῖς, ἄχρις ἂν ἐναργὴς μαρτυρίῳ ἡ ἀπόδειξις γένηται. ΤΙΤΛ. ΙΓʹ. —Περὶ διηγήσεως ὑπὸ συνετῶν ἀν‐ θρώπων γινομένης· καὶ ὅτι χρὴ σπουδαίους εἶναι ἡμᾶς περὶ τὰς τοιαύτας ἀκροάσεις, ἀπο‐
35διδράσκειν δὲ ἀνοήτων ἀνδρῶν. «Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε.» «Λόγοις σοφῶν παράβαλέ σου τὸν νοῦν.» —«Λα‐ λεῖτε, ἄνθρωποι, δικαίοις·»
40 «Μὴ ἀστόχει διηγήματος γερόντων· καὶ γὰρ αὐ‐ τοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν.» «Διήγησις μωροῦ προσόχθισμα.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροι‐ μίαις αὐτῶν ἀναστρέφου.»
45 «Διήγησις μώρου, ὡς ἐν ὁδῷ φορτίον· ἐπὶ δὲ χεί‐ λεσι συνετοῦ εὑρεθήσεται χάρις.» Κήρῳ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, ᾨδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα. Τοῖς δ’ αὖ καλοῖς τε κἀγαθοῖς καὶ ἀεὶ δίδου.

95

.

1377

(50)

Εἰπεῖν, ἀκοῦσαι, καὶ δράσαι, μικρὸν μέσον. ΤΙΤΛ. ΙΔʹ. —Περὶ δικαιοσύνης καὶ ἀρετῆς. «Δικαιοσύνη ῥύεται ἐκ θανάτου.» «Ἐν ὁδοῖς δικαιοσύνης ζωή.»
«Δικαιοσύνη ὑψοῖ ἔθνος.»1378 in vol. 95

95

.

1380

«Ὁ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν.» «Δικαιοσύνη φυλάττει ἀκάκους.» «Διώκοντας δικαιοσύνην ἀγαπᾷ ὁ Θεός. Ἐν πλεο‐ ναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή.»
5 «Ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.» «Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς.» «Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης.» «Δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς.»
10 «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, ποιεῖν δίκαια.» «Μῆκος βίου ὁδὸς δικαιοσύνης.» «Ποιεῖν δίκαια, καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.» «Ἔσται τὰ ἔργα δικαιοσύνης εἰρήνη, καὶ κρατήσει
15ἡ δικαιοσύνη ἀνάπαυσιν.» «Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς πέπαυται γὰρ ὁ ἀσεβής. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάττων δικαιοσύνην καὶ ἀλήθειαν.» «Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, ποιεῖτε
20δικαιοσύνην θείαν. Μακάριος ὁ ποιῶν ταῦτα καὶ ἀντεχόμενος αὐτῶν.» «Δικαιοσύνη ἀθάνατός ἐστιν.» «Ἐὰν δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι αὐτοῦ εἰσιν ἀρεταί.»
25 «Ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψει, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.» «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.» «Πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην, ἐκ τοῦ Θεοῦ ἐστι.»
30 Δικαιοσύνη ἐστὶν ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν Δυσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν φρό‐ νησιν ἐλλειπὲς οὐχ εὑρισκόντων ἑκάστῳ διανεῖμαι τὸ ἶσον, τῶν δὲ διὰ τὸ προκατέχεσθαι ὑπὸ παθῶν ἀνθρω‐ πίνων, ἀφανιζόντων τὸ δίκαιον. —Ἡ ἀρετὴ λόγον
35ὑγείας ἐπέχει. —Τιμιώτερον ἀρετὴ ἢ πλοῦτος. — Ἀρετῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδι‐ στον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Δύσληπτον τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσπερ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ.
40 Ἐλευθέραν εἶναι προσήκει παντὸς φόβου τὴν ἀρε‐ τὴν καὶ ἀδέσποτον. Ἀδέσποτον ἡ ἀρετὴ, καὶ ἑκούσιον, καὶ ἀνάγκης πάσης ἐλεύθερον. Τοιαύτη τῆς ἀρετῆς ἡ διαίρεσις, ὥστε καὶ εἰς πάν‐
45τας τοὺς ἀντιποιουμένους αὐτῆς διαμερίζεσθαι, καὶ1380 in vol. 95

95

.

1381

πᾶσαν ἑκάστῳ παρεῖναι μὴ ἐλαττουμένην ἐπὶ τοῖς συμμετέχουσιν. Χρὴ τὴν ἀρετὴν μὴ χωλὴν εἶναι καθ’ ἑτέρων, ἀλλ’ ἔργῳ καὶ λόγῳ ὀρθὴν καὶ ἀπηρισμένην κατ’ ἀμφό‐
5τερα εἶναι. Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον ἐν ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῶν λογισμῶν ἀμβλυώττουσα. Οὐχ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ’ ἡ ἀρετὴ πέφυκε τὸν
10τόπον σεμνύνειν. —Ὥσπερ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργά‐ σασθαι, ἀλλὰ πάσας ἐπίεναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος, οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ ἡμῖν νόμος εἰς σωτηρίαν, ἀλλὰ δεῖ πάντας
15αὐτοὺς μετὰ ἀκριβείας φυλάττειν. Ὡς ἔοικεν, ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάν‐ τοθεν ἴση καὶ ὁμοία, ἐν λόγῳ καὶ ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιΐᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῆ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικός τε καὶ ἄνισος
20φανῇ. Τῇ δικαιοσύνῃ ἀεὶ τὸ ἰσχύειν ἀκολουθεῖ, ὥσπερ τῇ ἀδικίᾳ τὸ ἀσθενεῖν ἕπεται. Κακίας ἔξοδος ἀρετῆς εἴσοδον ἐργάζεται, ὡς καὶ τοὐναντίον, ἀποστάντος ἀγαθοῦ, τὸ ἐφεδρεῦον κα‐
25κὸν ἐπεισέρχεται. —Εἴ τις πάσας τὰς ἀρετὰς διὰ σπουδῆς καὶ νήψεως ἐγκεκόλπισται, οὗτος βασιλεὺς χρηματίζει, κἂν ἰδιώτης τυγχάνοι. ΤΙΤΛ. ΙΕʹ. —Περὶ διαφορᾶς καὶ ἀνομοίου κατα‐ στάσεως τῶν ἀνθρώπων.
30 «Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων ὅμοιαι.» «Οὐ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.» Οὐ τὰ αὐτὰ πᾶσι ἁρμόζειν οἴεσθε· οὔτε μία πᾶσιν
35ὁμοίως ἐπιτηδεία ὑπάρχει τροφὴ, οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. —Ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν καὶ τροφὴν προσφέρονταί τινες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευ‐
40τέον. Μάρτυρες δὲ τῆς θεραπείας ὦσι καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγ‐ ματι· οἱ μὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον. Οἱ δὲ καθάπερ πῶλοι
45γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες, οὓς βελτίους ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος· τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ὁ ψόγος. Ἀμφότερα μετὰ τοῦ καιροῦ, ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς

95

.

1381

(50)

δὲ ἐπιτίμησις· καὶ αὖθις τοὺς μὲν ἐκ κοινῷ διελέγ‐
χομεν, τοὺς δὲ κρύβδην.1382 in vol. 95

95

.

1384

ΤΙΤΛ. Ιϛʹ. —Περὶ δικαίων, καὶ καλῶν, καὶ ἀγα‐ θῶν ἀνδρῶν. «Ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ, καὶ τοὺς ἁγίους προσελάβετο πρὸς αὐτόν.»
5 «Ὁ ἠγαπημένος ὑπὸ Κυρίου, κατασκηνώσει πε‐ ποιθὼς, καὶ ὁ Θεὸς σκιάζει ἐπ’ αὐτῷ πάσας τὰς ἡμέ‐ ρας.» «Εἶπε Κύριος πρὸς Σαμουήλ· Ἀνάστα, χρίσον τὸν Δαβὶδ, ὅτι ἀγαθός ἐστιν.»
10 «Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Δίκαιοι κλη‐ ρονομήσουσι τὴν γῆν. Σωτηρία τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπεραπιστὴς αὐτῶν ἐστιν.» «Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ
15Λιβάνῳ.» «Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.» «Γενεὰ εὐθέων εὐλογηθήσεται. Δόξα καὶ πλοῦτος. Ἐξανέτειλε φῶς ἐν σκότει τοῖς εὐθέσιν, ἐλεήμων.
20Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς.» «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας, ἐν σκηναῖς δικαίων.» «Κύριος ἀγαπᾷ δικαίους.» «Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου. Πηγὴ
25ζωῆς ἐν χειρὶ δικαίου.» «Θησαυρίζεται δικαίοις πλοῦτος ἀσεβῶν.» «Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι προπορεύονται δὲ, καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.»
30 «Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται.» «Ἐν ἀγαθοῖς δικαίων κατωρθώθησαν πόλεις, στόμασι δὲ ἀσεβῶν κατεσκάφησαν.» «Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπο‐ λειφθήσονται ἐν αὐτῇ.»
35«Ἐπαύλεις δικαίου εὐλογοῦνται.» «Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας.» «Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.» «Οἶκοι δικαίων εὐλογοῦνται.» «Ὁ βλέπων λεῖα, ἐλεηθήσεται.»
40 «Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον.» «Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μα‐ καρίους τοὺς παῖδας καταλείψει.» «Τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν, καὶ γνῶσιν, καὶ εὐφροσύνην.»
45 «Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνά‐ ναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ

95

.

1384

(50)

ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παι‐1384 in vol. 95

95

.

1385

δευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτοὺς, καὶ ἐν
5καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι.» «Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τῆς καλλονῆς ἐκ χειρὸς Κυρίου·
10ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.» «Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.»
15 «Θυσία ἀνδρὸς δικαίου δεκτή.» «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά.» Ῥάβδος δικαίου κρείσσων ἢ τιμὴ κακοῦ Ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν,
20μίαν εὐγένειαν τὴν πρὸς τὸν Θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν τὸ κρατεῖν ἑαυτοῦ, καὶ ἀδού‐ λωτον εἶναι τοῖς ἀνθρωπίνοις παθήμασιν· ἀχθόμε‐ νον μὲν τῇ παρατάσει τῆς τοῦ ὑλικοῦ βίου ζωῆς, σπεύδοντα δὲ καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦν‐
25τες πρὸς λιμένα καταντῆσαι τῆς ἀναστάσεως. Ὥσπερ τὰ εὐώδη τῶν ἀρωμάτων τῆς ἰδίας εὐ‐ πνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ· οὕτως ἀνδρὸς ἀγαθοῦ παρουσία τοὺς πέλας ὀνίνησιν. ΤΙΤΛ. ΙΖʹ. —Περὶ διγλώσσου.
30 «Κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.» «Πᾶς ἁμαρτωλὸς φθονερὸς καὶ δίγλωσσος ἀτι‐ μίαν ἕξει.» «Ψίθυρον καὶ δίγλωσσον καταράσασθε· πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσε. Γλῶσσα διττὴ πολλοὺς
35ἐσάλευσε, καὶ διέστειλεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθ‐ νος, καὶ πόλεις ὀχυρᾶς καθεῖλεν, καὶ οἰκίας μεγι‐ στάνων κατέστρεψε. Γλῶσσα διττὴ γυναῖκας ἀν‐ δρείας ἐξέβαλε καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐ‐ τῶν. Ὁ προσέχων αὐτῇ, οὐ μὴ εὕρῃ ἀνάπαυσιν,
40οὐδὲ κατασκηνώσει μετὰ ἡσυχίας.» ΤΙΤΛ. ΙΗʹ. —Περὶ δικαστῶν ἀδεκάστων, καὶ κα‐ θαρὰς ἐχόντων τὰς χεῖρας. καὶ κρῖμα καὶ δι‐ καιοσύνην ποιούντων. «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς, καὶ οὐκ
45ἀθωώσεις τὸν ἀσεβῆ.» «Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε.» «Οὐ προσθήσεις μετὰ πλήθους ἐκκλῖναι κρίσιν. Δῶρα οὐ λήψῃ. Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς
βλεπόντων, καὶ λυμαίνεται ῥήματα δίκαια.»1386 in vol. 95

95

.

1388

«Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. Οὐ διαστρέψεις κρῖμα πένητος ἐν κρίσει αὐτοῦ.» «Οὐ ποιήσετε ἄδικον ἐν κρίσει. Οὐ λήψῃ πρόσ‐ ωπον πτωχοῦ, οὐδ’ οὐ μὴ θαυμάσῃς πρόσωπον δυνά‐
5στου. Ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου.» «Δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχω‐ ρίῳ.» «Οὐ λήψεσθε λύτρα περὶ τῆς ψυχῆς παρὰ τοῦ φονεύσαντος, τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι· θανά‐
10τῳ θανατώσετε αὐτόν.» «Δικαίως τὸ δίκαιον διώξεις.» «Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μικρὸν, καὶ κατὰ τὸν μέγαν κρινεῖς· οὐ μὴ ὑπο‐ στείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ
15ἐστιν.» «Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου, καὶ ὀρφανοῦ, καὶ χήρας, καὶ οὐκ ἐνεχυριάσεις ἱμάτιον χήρας.» «Ἐπικατάρατος, ὃς ἐὰν λάβῃ δῶρα, καὶ πατάξῃ ψυχὴν αἵματος ἀθώου· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γέ‐
20νοιτο. Ἐπικατάρατος πᾶς ὃς ἐὰν ἐκκλίνῃ κρίσιν προσηλύτου, καὶ ὀρφανοῦ, καὶ χήρας· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο.» «Καθίσατε, καὶ μὴ εἴη ἄδικον, καὶ τῷ δικαίῳ συνέρχεσθε.»
25 «Καθαρὸς χερσὶν ἀναλάβοι θάρσος· ἀδίκων καὶ ἀνόμων καταγελάσει.» «Ἄνθρωπον οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ. Οὐδὲ γὰρ ἐπίσταμαι θαυμά‐ σαι πρόσωπον. Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται.»
30 «Δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβεν. Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.» «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» «Ἄνοιγε σὸν στόμα, καὶ κρίνε πάντα δικαίως.»
35 «Ὁ μισῶν δώρων λήψεις, σώζεται.» «Κτῆμα τίμιον ἀνὴρ καθαρός.» «Αἰδεῖσθαι πρόσωπον ἐν κρίσει, οὐ καλόν.» «Ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συν‐ ιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ
40δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.» «Εἶπε Σαμουὴλ πρὸς πάντα Ἰσραήλ· Ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον Κυρίου· μόσχον τίνος εἴληφα, ἢ ὄνον, ἢ καταδυναστεύσας ὑμᾶς. Ἀποκρίθητε κατ’ ἐμοῦ. Καὶ εἶπαν πρὸς Σαμουήλ· Οὐκ ἠδίκησας ἡμᾶς,
45οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν.» «Εἶπε Κύριος πρὸς Σολομών· Ἀνθ’ ὧν ᾐτήσω παρ’ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω ἑαυτῷ ἡμέρας πολλὰς, οὐδὲ πλοῦτον, οὐδὲ ψυχὰς ἐχθρῶν σου, ἀλλ’ ᾐτήσω ἑαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρῖμα·

95

.

1388

(50)

ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν. Ὡς1388 in vol. 95

95

.

1389

σὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἔσται.» «Εἶπε ταῖς γυναιξὶν ὁ βασιλεὺς Σολομών· Σὺ λέ‐ γεις ὅτι ὁ υἱός σου ὁ ζῶν, καὶ ταύτης ὁ υἱὸς ὁ τε‐
5θνηκώς; Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ μοι μάχαιραν. Καὶ προσήνεγκαν ἐνώπιον τοῦ βασιλέως μάχαιραν. Καὶ εἶπεν ὁ βασιλεύς· Διέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, καὶ τὸ ἥμισυ αὐτοῦ ἐκείνῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ
10εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐ‐ τῆς· Μηδαμῶς, κύριε, δὸς αὐτῇ τὸ παιδίον, καὶ θα‐ νάτῳ μὴ θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμὸν, μήτε αὐτῆς ἔστω· διέλετε αὐτό. Καὶ ἀπ‐ εκρίθη ὁ βασιλεύς· Δότε τὸ παιδίον τῇ μητρὶ τῇ εἰ‐
15πούσῃ, Δότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώ‐ σητε αὐτὸ, ὅτι αὕτη ἡ μήτηρ αὐτοῦ.» «Κρῖμα δίκαιον κρίνετε. Χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε.» «Τάδε λέγει Κύριος· Φυλάξασθε κρίσιν, ποιεῖτε
20καὶ δικαιοσύνην. Μακάριος ὁ ποιῶν ταῦτα, καὶ ἀντ‐ εχόμενος αὐτῶν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.» «Ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρί‐ νατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε,
25καὶ διαλεχθῶμεν, λέγει Κύριος.» «Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης· ἐκεῖ σοφία καὶ εὐσέβεια πρὸς Θεόν· οὗτοί εἰσι θη‐ σαυροὶ δικαιοσύνης.» «Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀν‐
30θρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐ‐ τούς. Σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδι‐ κουμένων, εὐλογήσουσί σε.»
35 «Τάδε λέγει Κύριος· Κρίνατε πρωΐ, καὶ εὐθύ‐ νατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδι‐ κοῦντος αὐτόν· ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σώζων.» «Προσήλυτον, καὶ ὀρφανὸν, καὶ χήραν μὴ κατα‐
40δυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέετε.» «Ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρῖμα καὶ δικαιοσύνην ποιεῖτε· ἐξέλετε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος.»
45 «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» «Οὐκ ἔστι παρὰ τῇ ἀληθείᾳ προσωποληψία.» «Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν.» «Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρί‐

95

.

1389

(50)

σιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα.»
«Μὴ λάβης πρόσωπον δυνάστου. Ἕως θανάτου1390 in vol. 95

95

.

1392

ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πο‐ λεμήσει ὑπὲρ σοῦ.» «Ἐν ἀθώοις μὴ δὸς μῶμον.» «Μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου.»
5 «Μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ.» «Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.» «Πρὶν ἢ ἐξετάσῃς, μὴ μέμψῃ. Νόησον πρῶτον, καὶ τότε ἐπιτίμα.»
10 «Ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.» «Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν.» «Θέλεις μὴ φοβεῖσθαι ἐξουσίαν; Ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς.»
15 «Ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστι, καθὼς καὶ ἐκεῖνος δίκαιός ἐστι. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύ‐ νην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ.» Εἰ δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερ‐ φαίνεσθαι, καὶ εὐδόκιμος ἐν τοῖς κοσμικοῖς πράγ‐
20μασι γίνεσθαι, ἔσο δίκαιος, σώφρων, φρόνιμος, ἀν‐ δρεῖος, ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶ‐ σιν. Οὕτω γὰρ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἔλεγχος τῆς τοῦ δικαίου διαθέσεως ἡ περὶ τὸ κρί‐
25νειν ὀρθότης. —Τὸ νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης ὄντως διανοίας, καὶ φρενὸς τελειοτάτης δεῖ‐ ται. Ἀμήχανον γὰρ μὴ προπαιδευθέντα περὶ τοῦ δι‐ καίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρίνειν. Ὁ γὰρ εἰδὼς τὴν ἀληθῆ δικαιοσύνην, καὶ δι’ αὐτῆς
30διδαχθεὶς τὸ οἰκεῖον ἀπονεῖμαι ἑκάστῳ, οὗτος δύνα‐ ται κατευθῦναι κρῖμα. Ὥσπερ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἐπευθύνει τὸ βέλος, οὕτως ὁ κριτὴς τοῦ δι‐ καίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων, οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ’ εὐθείας καὶ ἀδια‐
35στρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ’ αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ ἔλαττον ἔχοντος ἕστηκεν ὁ κριτὴς, ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον.
40 Ὁ βλέπων λεῖα, ἐλεηθήσεται· ἐὰν ἴδω τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδικάζομαι; Ἀλλὰ νόει μοι ὑψηλῶς. Παρεστήκασί μοι ἀδελφῶν διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος,
45ὁ δὲ οἰκεῖος· ἢ δικάζοντί σοι κρινόμενοι, ἢ μεταδι‐ δόντι σοι χρῄζοντες. Ἐὰν κάθῃ κρίνων, μὴ βλέπε ἀνώμαλα, μηδὲ τὸν πλούσιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν. Ἐὰν παρασταθῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μηδὲ οὕτως ἀνώμαλα

95

.

1392

(50)

ἴδῃς, μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος
εὐεργέτης, ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος, Ἀνώ‐1392 in vol. 95

95

.

1393

μαλα βλέπων οὐκ ἐλεηθήσῃ. Λεῖα βλέπε· φύσις μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή. Δὸς τῷ ἀδελφῷ καὶ τῷ ξένῳ, μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Μὴ πρόκρινε τὸν φίλον ἀπὸ
5τοῦ ἀλλοτρίου, τὴν χρείαν αὐτοῦ ἐπανορθούμενος. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην, οὐ τῷ συγγενεῖ διδόντα, τὸν ξένον ἀπωθούμενον. Πάντες συγγενεῖς, πάντες ἀδελφοὶ, ἑνὸς πατρὸς ἔγγονοι πάντες. Ἐὰν τὸν πνευματικὸν
10εἴπῃς πατέρα, ὁ οὐράνιος· ἐὰν τὰ γήϊνα ζητῇς, μή‐ τηρ ἡ γῆ, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ διηρτίσμεθα πάντες. Ὥστε ἀδελφὴ ἡ φύσις κατὰ σάρκα, ἀδελφὴ ἡ γένεσις ἡ κατὰ πνεῦμα. Τὸ αὐτό σοι αἷμα φορεῖ ἀπὸ τοῦ πρώτου ἀνθρώπου· τὴν αὐτήν σοι χάριν
15ἔλαβε παρὰ τοῦ Δεσπότου. Βλέπε οὖν λεῖα, ἵνα ἐλεη‐ θῇς. Μὴ εἴπῃς· Οὗτος πλούσιος καὶ τιμῆς ἄξιος, ἐκεῖνος πένης, καὶ φαυλίζων τὸν πένητα, μηδὲ ταῖς ὑπεροχαῖς ταύταις ἀνωμάλως διάνεμε τὰς τιμάς. Ἔστι γὰρ ὁ πλούσιος ψεύστης, ὁ πλούσιος ἅρπαξ, ὁ
20πλούσιος πόρνος, ὁ πένης δίκαιος. Μὴ τοίνυν τῇ ἔξωθεν ἐπιφανείᾳ πρόσεχε, ἀλλ’ εἰς τὸ κρυπτὸν εἰσ‐ ερχόμενος, ἐκεῖ τὰς διαφορὰς διάνεμε. Τίμα τὸν τὰ τίμια κεκτημένον. Τί τιμιώτερον; ἀρετὴ ἢ πλοῦτος; τί ἐκ τῶν ἔξωθεν δοκιμάζεις τὰ κρύφια διερευνώ‐
25μενος; Ὁρᾷς ὅτι ὁ Βὴλ, ἔξωθεν μὲν ἔχει χαλκὸν, ἔνδοθεν δὲ πηλὸν, τῷ περιαστράπτοντι χαλκῷ ὑπο‐ κρυπτόμενον; Ἐὰν ἴδῃς τοὺς ἐν τῷ βίῳ περιφανεῖς, γίνωσκε ὅτι ὁ χαλκὸς αὐτοῖς περιλάμπει, ἔνδοθεν δὲ πηλός εἰσιν. Πολλοὶ μὲν χρυσὸν ἔχουσιν ἔνδον, ὄστρα‐
30κον δὲ ἔξωθεν περικείμενον. Οὗτος σωφρονεῖ, κἀκεῖ‐ νος πορνεύει. Τίς πλουσιώτερος; ὁ τὴν σωφροσύνην ἔχων, ἢ ὁ τὰ χρήματα ἐξ ἀδικίας συνειλεγμένα; τοῦτο τὸ μνημόσυνον ἀναφαίρετον, ἐκεῖνος ὁ πλοῦτος πρόσκαιρος. Τοῦτον κλέπτης οὐ διορύσσει, ἐκεῖνος
35σήμερον ἀνθεῖ, αὔριον δὲ ἀπομαραίνεται. Ὥστε βλέπε λεῖα, ὁμοτίμως κατὰ τὸ αὐτό· τὴν μέντοι διά‐ κρισιν τῶν τιμίων μὴ ἀφανίσῃς, ἵνα ᾖς ἐλεημένος. Οὕτω δοκίμαζε τὸν ἀδελφὸν, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. —Ποιήσατε δικαιοσύνης
40ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν. —Ἴσθι κρινό‐ μενος ὁ κριτὴς, καὶ ἧττον ἁμαρτήσεις. —Ἔναντι πάντων εἰσένεγκε τὴν φιλανθρωπίαν, ᾗ χαίρει Θεὸς μᾶλλον ἢ πᾶσι τοῖς ἄλλοις. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν, κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ
45καὶ χρηστότητα κατορθοῦν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀνταπόδοσιν· ὅταν βιάζεσθαι παρὸν, συγχωρήσαντες δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον. Τὸ δραστικὸν δείκνυε, μὴ τῷ δρᾷν κακῶς. Τῷ δ’ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι Θεός.

95

.

1393

(50)

Τὸ δ’ ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές.
Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος.1394 in vol. 95

95

.

1396

Μὴ πλήξωμεν ἀθρόως· οὐ γὰρ ἀσφαλές· ἀλλὰ τῷ φόβῳ σωφρονίσαντες τῇ φιλανθρωπίᾳ νικήσωμεν. Ὅταν αὐτός τις ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ’ ὅσης βούλεται ἐξουσίας, καὶ κολά‐
5ζειν, καὶ ἀνιέναι τοὺς ὑπ’ αὐτὸν ταττομένους ἅπαν‐ τας. Ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει. Δεῖ τὸν κριτὴν εἰδέναι, ὅτι κρίσει Θεοῦ ὑπηρετεῖ, καὶ οὐ κύριός ἐστιν, ὡς βούλεται ἀγαγεῖν τὸ κρῖμα,
10ὥστε καὶ χαρίζεσθαι τοῖς κρινομένοις τὰ πράγματα. Διοικήσω τὴν ἀρχὴν, ὥσπερ ἀγαθὸς προστάτης, οὐχ ὡς τύραννος. Ἀρκεῖσθαι γὰρ τῇ τιμῇ τῆς προσ‐ ηγορίας, τὴν δὲ ἐν ἑκάστῳ τῶν πραγμάτων βουλὴν πᾶσι δώσω.
15ΤΙΤΛ. ΙΘʹ. —Περὶ δικαστῶν δωροδοκουμένων, καὶ ἀθέσμως κατακρινόντων. «Πῦρ καύσει οἴκους δωροδεκτῶν.» «Θυμὸς ἐπ’ ἀσεβεῖς ἔσται, δι’ ἀσέβειαν δώρων ὧν ἐδέχοντο.»
20 «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦν‐ τα κατὰ δικαίου ἀνομίαν ἐν ὑπερηφανείᾳ.» «Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ.»
25 «Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης.» «Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδικίας, οὐ κατ‐ ευοδοῦνται αἱ ὁδοὶ αὐτοῦ.» «Νίκην καὶ τιμὴν περιποιεῖται ὁ διδοὺς δῶρα· τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.»
30 «Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρα‐ κον ἡγητέον.» «Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δί‐ καιον, ἀκάθαρτος, καὶ βδελυκτὸς παρὰ Κυρίῳ.» «Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος
35λαοῖς ἔσται, καὶ μισητὸς εἰς ἔθνη.» «Ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν ὑποδημάτων. Τῶν πατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδυλίαζον εἰς κεφαλὰς ἐθνῶν, καὶ ὁδὸν τα‐ πεινῶν ἐξέκλιναν.
40 «Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδι‐ κίας αὐτῶν ἐτρυγήσατε;» «Πεσοῦνται οἱ ἄρχοντες αὐτῶν ἐν ῥομφαίᾳ δι’ ἀπαι‐ δευσίαν γλώσσης αὐτῶν.» «Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς,
45καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν. Πάντες εἰς αἵματα δικάζουσιν. Ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκ‐ θλίβουσιν. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμά‐ ζουσιν. Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λό‐
γους ἐλάλησε, καταθύμιον τῆς ψυχῆς αὐτοῦ.»1396 in vol. 95

95

.

1397

«Ὑμεῖς ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ· ἠσθενήσατε πολ‐ λούς. Κἀγὼ δέδωκα ὑμᾶς ἐξουθενουμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ’ ὧν ἐλαμβάνετε δῶρα ἐν νόμῳ.» «Γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο
5διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρί‐ σις, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.» «Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ, ὡς λέοντες ὠρυόμε‐ νοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.» «Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν,
10ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες.» «Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμ‐ παῖκται κυριεύσουσιν αὐτῶν.» «Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω
15τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» «Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ’ αὐτοῦ. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος
20πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χόρτος ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν.»
25 «Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κτήματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκο‐
30πῆς; Ἡ γὰρ θλίψις ἡμῶν πόῤῥωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι;» «Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; φησὶ Κύριος.» «Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ κα‐
35λὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκό‐ τος φῶς· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.» «Ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων.»
40 «Οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;» «Οἱ ὀφθαλμοὶ αὐτῶν οὐ καλοὶ, καὶ ἡ καρδία αὐ‐
45τῶν εὐθεῖα, ἀλλ’ ἐπὶ τὴν πλεονεξίαν, καὶ ἐπὶ τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέειν αὐτὸ, καὶ ἐπὶ τὴν συκο‐ φαντίαν, καὶ εἰς ἀδίκημα, καὶ εἰς φόνον τοῦ ποιεῖν.» «Ἐταπείνωσας τὸν ὑψηλὸν, καὶ ὕψωσας τὸν τα‐ πεινόν. Ἀδικίαν θήσομαι αὐτὴν, λέγει Κύριος.»

95

.

1397

(50)

«Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἅρ‐ παγες, ἁρπάζοντες ἅρπαγμα τοῦ ἐκχέαι αἷμα, ὅπως
πλεονεξία πλεονεκτῶσι. Καὶ οἱ προφῆται αὐτῆς ἀλεί‐1398 in vol. 95

95

.

1400

φοντες αὐτούς. Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διεσκέδαζον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθα‐ ροῦ οὐ διέστελλον.» «Αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς
5περιεποιοῦντο, καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιεῖσθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι.» «Κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται·
10τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.» «Ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν.» «Ἀναπολόγητος εἶ, ἄνθρωπε, ὁ κρίνων. Ἐν ᾧ γὰρ κρινεῖς τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἴδαμεν δὲ ὅτι τὸ κρῖμα
15τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ.» Ὁ τὴν δικαιοσύνην μὴ ἔχων προεναποκειμένην
20αὐτοῦ τῇ ψυχῇ, ἀλλ’ ἢ χρήμασι διεφθαρμένος, ἢ φι‐ λίᾳ χαριζόμενος, ἢ ἐχθρὸν ἀμυνόμενος, ἢ δυναστείαν δυσωπούμενος, τὸ κρῖμα κατευθύνειν οὐ δύναται. Πρὸς ὃν ἐρεῖ ὁ ψαλμός· Εἰ ἀληθῶς ἄρα δικαιοσύ‐ νην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.
25 Τοῦτο πολλοὺς ὁρῶμεν τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον τοῖς ὑψηλοῖς τὰ μεγάλα συγχωρήσειαν, ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Ἔστι γὰρ ἄκρας κακο‐ δαιμονίας, μὴ ἐν τοῖς ἰδίοις ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ’ ἐν τοῖς ἑτέρων σαθροῖς.
30 Τοσοῦτον δύνανται ἄρχοντες πρὸ τῆς ἀληθείας δόξαν τιμῶντες, ὅσον καὶ λῃσταὶ ἐν ἐρημίᾳ. Γεγόνασι φιλήδονοι μᾶλλον ἢ φιλάρετοι, νωθροί τε καὶ κατημελημένοι, καὶ οὐ τετηρήκασιν ἀδιάβλητον τὸ τῆς ἀρχῆς ἀξίωμα.
35 Αἱ περὶ τὰ δικαστήρια σπουδαὶ ταῖς πολυτρόποις ἁμαρτίαις ὑπηρετοῦσιν, μυρίας τοῖς ἀδικοῦσι τὰς συνηγορίας εὑρίσκουσαι. Ἐξετασθήσονται, καὶ ἄρχοντες, καὶ δικασταὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ γνωσθήσονται, εἰ μὴ
40διέφθειραν τὸ δίκαιον· εἰ μὴ πρὸς χάριν, μηδὲ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις· εἰ μὴ κολακευθέντες ἐνέδωκαν πρὸς τὸ δέον· εἰ μὴ μνη‐ σικακοῦντες ἐπηρέασαν τοῖς οὐδὲν ἠδικηκόσιν. Ἄδικος δικαστὴς, μεμολυσμένη συνείδησις.
45 ΤΙΤΛ. Κʹ. —Περὶ δούλων χρηστῶν. «Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων.» «Οἰκέτου σοφοῦ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσονται αἱ ὁδοὶ αὐτοῦ. Οἰκέται σοφοὶ ἰδίοις δεσπόταις δανείσουσιν.»

95

.

1400

(50)

«Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ
πολὺ φάγεται.»1400 in vol. 95

95

.

1401

«Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ. Οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχὴ, καὶ μὴ στε‐ ρήσῃς αὐτὸν ἐλευθερίας.» «Οἰκέτῃ συνετῷ ἐλεύθεροι ὑπουργήσουσι.»
5 «Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις ὑμῶν, μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι καρδίας ὑμῶν ὡς Χριστῷ, μὴ κατ’ ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ’ εὐνοίας δουλεύον‐
10τες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώπῳ· εἰδότες ὅτι ἕκαστος ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.» «Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείᾳ, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν
15ἁπλότητι καρδίας, φοβούμενοι τὸν Κύριον. Ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώπῳ. εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν.» «Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπό‐
20τας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτω‐ σαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, καὶ τῆς εὐεργεσίας
25ἀντιλαμβανόμενοι.» «Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις ὑμῶν, οὐ μόνον ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις παρὰ τῷ Θεῷ, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας,
30πάσχων ἀδίκως.» Οἱ οἰκέται μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπό‐ ταις. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. ΤΙΤΛ. ΚΑʹ. —Περὶ δούλων πονηρῶν. «Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός. Ἐὰν
35γὰρ καὶ νοήσῃ, ἀλλ’ οὐχ ὑπακούεται.» «Χορτάσματα καὶ ῥάβδος ὄνῳ, ἄρτος δὲ, καὶ παι‐ δεία, καὶ ἔργον οἰκέτῃ. Ἔργασαι ἐν παιδείᾳ, καὶ εὑρήσεις ἀνάπαυσιν. Ἄνες χεῖρας αὐτῷ, καὶ ζη‐ τήσει ἐλευθερίαν. Ζυγὸς καὶ ἱμὰς τράχηλον κάμ‐
40ψουσι, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. Ἔμβαλλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ. Πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.» «Οἰκέτου πονηροῦ μὴ αἰσχυνθῇς πλευρὰν αἱμά‐ ξαι.»
45 Δούλων ὑπάρχει κακῶν ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ἑαυτοῖς ποιεῖν τὸν ἐλεύθερον. Οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν, ἐναντιοῦ‐ σθαι δεσπότῃ.

95

.

1401

(50)

ΤΙΤΛ. ΚΒʹ. —Περὶ δυσαρεστουμένων. «Ὦ οἱ εὐφραινόμενοι ἐπ’ οὐδενὶ λόγῳ.» «Τίνι ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύ‐
της· Ὅμοιοί εἰσι παιδίοις ἐν ἀγορᾷ καθημένοις,1402 in vol. 95

95

.

1404

καὶ προσφωνοῦσιν ἀλλήλους, καὶ λέγουσιν· Ηὐλή‐ σαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι·
5Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.» ΤΙΤΛ. ΚΓʹ. —Περὶ διψύχων, καὶ παλιμβούλων, καὶ ἀστατούντων τὴν γνώμην, καὶ μεταβα‐
10τῶν. «Αἴγυπτον ἐπεκαλοῦντο, καὶ εἰς Ἀσσυρίους ἐπο‐ ρεύθησαν.» «Οὐαὶ καρδίᾳ δισσῇ, καὶ ἁμαρτωλῷ ἐπιβεβηκότι ἐπὶ δύο τρίβους.»
15 «Μὴ προσέλθῃς καρδίᾳ δισσῇ.» «Ἄφρων ὡς σελήνη ἀλλοιοῦται.» «Καρδία ἐπιβαίνουσα δυσὶν ὁδοῖς, οὐκ εὐοδωθή‐ σεται.» «Ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν· καὶ οὗ παροι‐
20κήσει, οὐκ ἀνοίξει στόμα.» «Τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἦν εἰρήνη ἀπὸ τῆς θλίψεως.» «Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.»
25 «Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Οἷς εὔκολος πρὸς μεταβολὴν ἡ διανοία, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τετάγμενον. Ἄνθρωποι ταῖς νεφέλαις ἐοίκασιν, πρὸς τὰς τῶν
30ἀνέμων μεταβολὰς, ἄλλοτε κατ’ ἄλλο μέρος τοῦ ἀέ‐ ρος ἐμφερομέναις. Κούφους καὶ ἀνοήτους, τούτους ὑπολαμβάνομεν, τοὺς ῥᾳδίως ἐπ’ ἀμφότερα φερομένους, καὶ μεταῤ‐ ῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μετα‐
35βολὰς, ἢ παλιῤῥοίας εὐρίπων, ἢ θαλάσσης ἀστάτου κύματα. Πέφυκεν ὁ ἄφρων ἐπὶ μηδενὸς ἑστάναι πράγμα‐ τος. Καὶ ἔστιν αὐτῷ πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσις ἀκράδαντον οὐκ ἔχουσα.
40 Φυτὸν μεταφερόμενον συνεχῆς, οὐ ποιήσει καρ‐ πόν. ΤΙΤΛ. ΚΔʹ. —Περὶ δόξης, καὶ τιμῆς· καὶ ὅτι οὐ δεῖ δόξαν ἑτέρῳ παρασχεῖν. «Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά
45σοι ἔθνει ἀλλοτρίῳ.» «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» «Ὡς ἔτι ζῇς, καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυ‐ τὸν ἐν πάσῃ σαρκί. Κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου·

95

.

1404

(50)

καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν σου. Υἱῷ καὶ γυναικὶ, καὶ φίλῳ, καὶ ἀδελφῷ, μὴ δὸς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου. Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, ἵνα
μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.»1404 in vol. 95

95

.

1405

ΤΙΤΛ. ΚΕʹ. —Περὶ διαβόλου, ἤτοι Σατανᾶ καὶ δαιμόνων. «Ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, ἐλάμβανε Δαβὶδ τὴν κινύραν, καὶ ἔψαλλεν ἐν τῇ χειρὶ
5αὐτοῦ, καὶ ἀνέψυχε Σαοὺλ, καὶ ἀφίστατο ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.» «Ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ ἀριθμῆσαι τὸν Ἰσραήλ.» «Ἡ δύναμις τοῦ Σατανᾶ ἐπ’ ὀμφαλοῦ γαστρός.
10Ἔστησεν οὐρὰν αὐτοῦ ὡς κυπαρίσσου, τὰ δὲ νεῦ‐ ρα αὐτοῦ συμπέπλεκται ὥσπερ σχοινίον.» «Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, ἡ δὲ καρδία αὐτοῦ πέπηγεν ὥσπερ σίδηρος. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς
15εἰσέλθοι; Πύλας στόματος πρὸ προσώπου αὐτοῦ τίς ἀνοίξει; Κύκλῳ ὀδόντων αὐτοῦ φόβος, τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. Ἐκ στόματος αὐτοῦ ἐκπορεύον‐ ται λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ἐσχάραι πυρός. Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς
20καμίνου καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄνθρακας φλέξει, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπο‐ ρεύεται. Ἔμπροσθεν αὐτοῦ προτρέχει ἀπώλεια. Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θα‐ λάσσης ὑπ’ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.»
25 «Ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἰστήκει ἐκ δεξιῶν αὐτοῦ. Καὶ εἶπεν ὁ ἄγγελος πρὸς τὸν διάβολον· Ἐπιτιμήσει Κύριος ἐν σοὶ, διάβολε, καὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.»
30 «Πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων, συνετρίβη εἰς τὴν γῆν, ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. Καθίσω ἐν ὄρει ὑψηλῷ,
35ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ πρὸς βοῤῥᾶν ἀναβήσομαι, ἐπάνω τῶν νεφελῶν· ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Νῦν δὲ εἰς ᾅδου καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκου‐
40μένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλεν, τοὺς δὲ ἐν ἀπαγωγῇ οὐκ ἔλυσεν. Πάντες οἱ βασιλεῖς τῆς γῆς ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίρᾳ,
45καταβαινόντων εἰς ᾅδου. Ὃν τρόπον γὰρ ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὐδὲ ἔσῃ καθα‐ ρός· διόπερ τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, λέγει Κύριος.» «Δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ

95

.

1405

(50)

μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπ’ ἀπωλείᾳ πολλῶν στήσεται.» «Φθόνῳ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσ‐ ῆλθεν.» «Τότε Ἰησοῦς ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς
55τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα, καὶ μʹ νύκτας, ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων, εἶπεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι
ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται·1406 in vol. 95

95

.

1408

Οὐκ ἐν ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πό‐ λιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
5καὶ λέγει αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Γέγραπται· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμ‐ βάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου
10καὶ τὴν δόξαν αὐτῶν, καὶ λέγει αὐτῷ· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Γέ‐ γραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.»
15 «Εἶπε δὲ τοῖς ἑβδομήκοντα ὁ Κύριος· Ἐθεώρουν τὸν Σατανᾶ ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.»
20 «Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν.» «Νήψατε, γρηγορήσατε, ὅτι ἀντίδικος ὑμῶν διά‐ βολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ ἐν πίστει.» Τὰς πονηρὰς τοῦ διαβόλου συμβουλίας ἀποκωλύων
25ἡμᾶς ὁ Κύριος δέξασθαι, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς μου ἀκούσητε. Ἐκεῖνος λέγει, Τὴν σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Θεῷ. Ὁ Κύριος ἀντιβοᾷ· Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε. Νόησον τὸν ἐχθρόν· οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι
30τοῦ Θεοῦ. Οἶδεν ὅτι βαρὺ τοῦτο ἀκοῦσαι Χριστια‐ νοῖς· ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχεί‐ ρησιν. Σοφός ἐστι τοῦ κακοποιῆσαι· σήμερον κλέπτει ἡμᾶς διὰ τῆς μεθοδείας, καὶ τὴν αὔριον ἡμῖν τὰς ἐπαγγελίας περιαφίησιν. Εἶτα ἐπειδὰν ἡ αὔριον
35ἔλθῃ, πάλιν ἔρχεται κακῶς συμμεριστὴς, ἡμῶν ἀξιῶν τὴν σήμερον αὐτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ, τὸ μὲν παρὸν δι’ ἡδονῆς ἀφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθά‐ νει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς.
40 Πονηρὸς ὁ διάβολος, καὶ κακίας παντοίας δημιουρ‐ γός· καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Ἐν τῷ τῆς βασκανίας ὅπλῳ ἀπὸ καταβολῆς κό‐ σμου, μέχρι συντελείας αἰῶνος, πάντας τιτρώσκει
45καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος, καὶ ὁ χαίρων τῇ ἀπωλείᾳ. Ὁ καταπεσὼν διὰ τοῦ φθό‐ νου, καὶ ἡμᾶς ἑαυτῷ διὰ τοῦ ἴσου ὅπλου καταβάλλων. Πόθεν πονηρὸς ὁ διάβολος; ἐκ τῆς οἰκείας προαι‐ ρέσεως. Αὐθαίρετον γὰρ ἔχων τὴν ζωὴν, καὶ ἐπ’

95

.

1408

(50)

αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ, Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς, ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως. Κἀκεῖνον μὲν ἡ προαίρεσις διεφύλαξε τοῖς ἄνω, καὶ τοῦτον κατ‐
55έῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον. Ἠδύνατο γὰρ
κἀκεῖνος ἀποστῆναι, καὶ οὗτος μὴ ἐκπεσεῖν· ἀλλὰ1408 in vol. 95

95

.

1409

τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρε‐ στον, τὸν δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρη‐ σις. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος; Ὅτι δο‐
5χεῖον ὂν πάσης κακίας, ἐδέξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς. Οὐ γὰρ ἤνεγ‐ κε τὴν ἄλυπον ἡμῶν ζωὴν τὴν ἐν τῷ παραδείσῳ, δόλοις δὲ καὶ μηχανήμασιν ἐξαπατήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἣν ἔσχεν πρὸς τὸ ὁμοιωθῆ‐
10ναι Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγγείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον Θεῷ καταστήσειν. Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη,
15ἀλλ’ ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων ῥιφθέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον εἰς τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς ἡμῶν, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν
20ἐναντίωσιν, δι’ ἣν τῷ ὑπηρετησαμένῳ αὐτῷ διελέγετο πρὸς αὐτὸν τὴν ἀπειλὴν, ὅτι Ἔχθραν θήσω ἀνα‐ μέσον σου, καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Ἐπειδὴ γέγονεν ἀποστάτης ὁ διάβολος, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ τῶν ἀνθρώπων, τῶν κατ’ εἰκόνα
25Θεοῦ γεγενημένων, διὰ τοῦτό ἐστι μισάνθρωπος· διότι καὶ θεομάχος, καὶ μισεῖ ἡμᾶς ὡς κτίσματα τοῦ Δεσπότου, καὶ ὡς ὁμοίωμα Θεοῦ· καὶ συνεχρήσατο αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυ‐ χῶν ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώ‐
30πινα, ὥσπερ ἰατρὸς τὸν τῆς ἐχίδνης ἰὸν εἰς σωτη‐ ρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος. Σατᾶν μὲν οὖν λέγεται, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ. Τῶν ἀγγέλων ὁ στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι, κατέναντι Κυρίου παντοκράτο‐
35ρος τραχηλιάσας, καὶ ὑπὲρ τὰ νέφη καθέδραν ἐπι‐ νοῶν, ὡς ὁ λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθείς. ΤΙΤΛ. Κϛʹ. Περὶ δυσπιστίας· καὶ ὅτι ὁ ἐπ’ εὐ‐ λόγῳ αἰτίᾳ δυσπιστήσας, Θεῷ συγγινώσκε‐
40 ται. «Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς
45ἔθνος, καὶ βασιλεῖς ἐξ αὐτοῦ ἔσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· Εἰ τῷ ἑκατονταετεῖ, καὶ Σάῤῥα ἐνενή‐ κοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήσεται ἐναντίον σου. Εἶπε

95

.

1409

(50)

δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Ἰδοὺ Σάῤῥα ἡ γυνή σου
τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ.1410 in vol. 95

95

.

1412

Καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθή‐ κην αἰώνιον, εἶναι αὐτῷ Θεὸς, καὶ τῷ σπέρματι αὐ‐ τοῦ μετ’ αὐτόν.» «Εἶπεν Ἑλισαιέ· Δίμετρον κριθῆς σίκλου, καὶ
5μέτρον σεμιδάλεως σίκλου ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν πύλῃ Σαμαρείας. Καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ, καὶ εἶπεν· Ἰδοὺ Κύριος ποιεῖ κατα‐ ράκτας ἐν τῷ οὐρανῷ, οὐ μὴ ἔσται τὸ ῥῆμα τοῦτο. Καὶ εἶπεν Ἑλισαιέ· Ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου,
10καὶ ἐκεῖθεν οὐ μὴ φάγῃς.» «Εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γα‐
15βριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστά‐ λην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα· ἀνθ’ ὧν οὐκ ἐπίστευ‐ σας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς
20τὸν καιρὸν αὐτῶν.» «Εἶπε Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ
25καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ.» Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυ‐ μος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐ‐
30τοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ’ ἡμέρας ὀκτὼ, πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐ‐ τοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν
35θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶ‐ πεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου· καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θω‐
40μᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευ‐ κας. Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.» ΤΙΤΛ. ΚΖʹ. —Περὶ δείπνου, καὶ συνεστιάσεως. «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμή‐
45σῃς τῶν ἐδεσμάτων αὐτοῦ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει. Ἐὰν καθ‐ ίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνάστου, νοητῶς νόει τὰ παρατιθέμενά σοι.» «Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, εἰ μὴ ὃς φάγεται

95

.

1412

(50)

καὶ πίεται, καὶ ὡς δείξῃ ἀγαθὸν τῇ ψυχῇ αὐτοῦ. Καί γε τοῦτο ἐκ χειρὸς Θεοῦ ἐστιν.» «Δεῦρο, φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου.» «Ἑτοιμάσατε τράπεζαν· φάγετε, πίετε· ἀνά‐ στητε, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.
55«Ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου.»
«Φάγε ὡς ἄνθρωπος, ἐὰν ἐπὶ τραπέζης μεγάλης1412 in vol. 95

95

.

1413

ἐκάθισας. Μὴ ἀνοίξῃς ἐπ’ αὐτὴν φάρυγγά σου, καὶ μὴ εἴπῃς· Πολλά γε ἐπ’ αὐτῆς. Οὗ ἐὰν ἐπιβλέψῃς, μὴ ἐκτείνῃς τὴν χεῖρά σου, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. Φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά
5σοι, καὶ μὴ διαμασσῶ, μὴ μισηθῇς. Παῦσαι πρῶτος χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μή[πο]τε προ‐ σκόψῃς. Καὶ εἰ ἀναμέσον πλειόνων ἐκάθισας, πρό‐ τερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.» «Ἔλεγεν ὁ Κύριος τῷ κεκληκότι αὐτόν· Ὅταν
10ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ γείτονας πλουσίους, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ τοὺς ἀδελφούς σου, μήποτε καὶ αὐτοὶ ἀντικα‐ λέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα. Ἀλλ’ ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς,
15τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταπο‐ δοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.» Ὡς δὲ ἁρμόδιον πρὸ τῆς τροφῆς εὐλογεῖν τὸν Θεὸν τῶν ἁπάντων· οὕτω καὶ παρὰ πότον καθήκει ψάλ‐
20λειν. Τράπεζα μὴ ἔχουσα μνήμην Θεοῦ, φάτνης ἀλόγων οὐδὲν διενήνοχεν. ΤΙΤΛ. ΚΗʹ. —Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς ὁ Κύριος.
25 «Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ καθιεῖται αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.» «Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.» «Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν
30αὐτῶν. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πα‐ σῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύ‐ ριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντρι‐ βήσεται.» «Σωτηρία τῶν δικαίων παρὰ Κυρίου. Ὑποστη‐
35ρίζει τοὺς δικαίους ὁ Κύριος.» «Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐ‐ τόν.» «Ἐπαύλεις δικαίων εὐλογοῦνται.» «Οἶκος δικαίων εὐλογεῖται.»
40 «Οἶκος δικαίων ἰσχὺς πολλή.» «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου Ἐγχρο‐ νίζει δικαίοις εὐφροσύνη.» «Φῶς δικαίοις διὰ παντός.» «Δίκαιοι ποιοῦσιν ἐν πλούτῳ ἔτη πολλά.»
45 «Δίκαιος ἐν χαρᾷ καὶ εὐφροσύνῃ ἔσται.» «Δίκαιος ἐκ θήρας ἐκδύνει· ἀντ’ αὐτοῦ δὲ παρα‐ δίδοται ὁ ἀσεβής.» «Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σὺ, καὶ ποταμοὶ οὐ συγκλεί‐

95

.

1413

(50)

σουσί σε, καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατα‐
καυθῇς.»1414 in vol. 95

95

.

1416

«Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι.» Καὶ δίκαιοι πολλοῖς περιστατικοῖς περιπίπτου‐ σιν· ἀλλὰ ταῦτα μάστιγες οὐκ εἰσίν· τὸ μὴ δι’ ἁμαρτίας ὑπομεῖναι τὸν σπουδαῖον.
5ΤΙΤΛ. ΚΘʹ. —Περὶ δικαίων· ὅτι τίμιος παρὰ Κυ‐ ρίῳ ὁ θάνατος αὐτῶν. «Ἀποθάνοι ἡ ψυχή μου ἐν σκηναῖς δικαίων.» «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐ‐ τοῦ.»
10 «Μνήμη δικαίων μετ’ ἐγκωμίων. «Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοὶ πολλοί.» «Ἀπὸ προσώπου ἀδικοῦντος ἦρται ὁ δίκαιος, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.»
15 Τιμῶμεν τὰς τῶν ἁγίων θήκας, καὶ τῆς οὕτω λαμπρᾶς αὐτῶν εὐανδρείας, καθάπερ ἐν τάξει γερῶν καὶ ἀντιμισθίας, τὴν ἀμάραντον αὐτοῖς κατατιθέ‐ μενοι μνήμην. Τιμῶμεν ἄνδρας ἁγίους τιμῶντας τὴν πίστιν, καὶ τοῖς τῆς εὐανδρείας αὐχήμασιν εὖ
20μάλα κατεστεμμένους ἀγωνισαμένους τε μέχρι ψυ‐ χῆς καὶ αἵματος, καὶ μαρτυρήσαντας τῇ δόξῃ τοῦ Χριστοῦ, καὶ τοῖς τῆς εὐσεβείας ἀνδραγαθήμασιν ἐκλαμπρυνομένους. Ὁ ἁψάμενος ὀστέων μάρτυρος, λαμβάνει τινὰ
25μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τῷ σώματι παρεδρευού‐ σης χάριτος. Τίμιος οὖν ἐναντίον Κυρίου ὁ θά‐ νατος τῶν ὁσίων αὐτοῦ. ΤΙΤΛ. Λʹ. —Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων· καὶ ὅτι πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων, καὶ
30τοῦ ἁμαρτάνειν εἰς Θεὸν, καὶ εἰς ἀνθρώπους. «Ἡλὶ πρεσβύτερος σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς· Ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου; Μὴ, τέκνα· ὅτι
35οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ. Ἐὰν ἁμαρτάνων ἁμαρτήσῃ ἀνὴρ εἰς ἄν‐ δρα, καὶ προσεύξεται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμαρτήσῃ, τίς προσεύξεται περὶ αὐ‐ τοῦ;»
40 «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε. Ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολει‐ πέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ· καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας
45ὑμῶν. Οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Τοσοῦτον τὸ μέσον Θεοῦ καὶ ἀνθρώπου, ὅσον οὐδὲ

95

.

1416

(50)

ὁ λόγος παραστῆσαι δυνήσεται. ΣΤΟΙΧΕΙΟΝ Ε. ΤΙΤΛ. Αʹ. —Περὶ ἐντολῶν Θεοῦ, καὶ τῶν φυ‐ λαττόντων αὐτάς. «Εἶπε Κύριος· Ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς
55Κυρίου, καὶ φυλάξησθε τὴν διαθήκην μου, ἔσεσθέ1416 in vol. 95

95

.

1417

μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν. Ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ· ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον.» «Ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς μου, καὶ ποιή‐
5σῃς πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις.» «Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιήσητε αὐτὰ, δώσω τὸν ὑετόν μου ἐν καιρῷ αὐτοῦ ὑμῖν, καὶ ἡ γῆ
10δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν, κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς
15ἐκφοβῶν. Καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται [οἱ ἐχθροὶ ὑμῶν] ἐνώπιον ὑμῶν φόνῳ, καὶ διώξονται ὑμῶν πέντε ἑκατὸν, καὶ ἑκα‐ τὸν ὑμῶν διώξουσι μυρίους· καὶ πεσοῦνται οἱ ἐχ‐ θροὶ ὑμῶν ἐνώπιον ὑμῶν μαχαίρᾳ. Καὶ ἐπιβλέψω
20ὑμᾶς, καὶ αὐξήσω ὑμᾶς, καὶ στήσω τὴν διαθή‐ κην μου μεθ’ ὑμῶν. Καὶ φάγεσθε παλαιὰ καὶ πα‐ λαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξ‐ οίσετε. Καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς. Καὶ ἐμπεριπατήσω
25ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός.» «Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα. Μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑω‐ ράκασιν ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου.»
30 «Φυλάττων φύλαξαι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετεί‐ λατό σοι «Οὐκ ἐκκλινεῖς δεξιᾷ, οὐδὲ ἀριστερᾷ, κατὰ πᾶ‐ σαν τὴν ὁδὸν, ἣν ἐνετείλατό σοι ὁ Κύριος.»
35 «Ἐὰν ἀκούσητε τὰ δικαιώματά μου ταῦτα, καὶ φυλάξητε, καὶ ποιήσητε, διαφυλάξει Κύριος ὁ Θεὸς ὑμῖν τὴν διαθήκην, καὶ τὸ ἔλεος, ὃ ὥρισε τοῖς πα‐ τράσιν ὑμῶν, καὶ ἀγαπήσει σε Κύριος, καὶ εὐλογή‐ σει τὰ ἔγγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν
40τῆς γῆς σου, καὶ τὸν σιτόν σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου· καὶ εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη.» «Ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς Κυρίου, εὐλογημένος σὺ ἐν ἀγρῷ, καὶ εὐλογημένη ἡ ἀποθήκη σου, καὶ τὰ
45ἐγκαταλείμματά σου. Εὐλογημένος σὺ ἐν τῷ εἰσπο‐ ρεύεσθαί σε· ἀποστείλῃ Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν, οὗ ἐὰν ἐπιβάλλῃς τὴν χεῖρά σου, καὶ εὐλογήσει πάν‐ τα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιῇ· καὶ ἄρξεις ἐθνῶν πολλῶν.

95

.

1417

(50)

Καὶ καταστήσει σε Κύριος εἰς κεφαλὴν, καὶ μὴ εἰς οὐρὰν, καὶ δώσει τὸν ὑετὸν τῆς γῆς σου ἕως και‐ ροῦ.» «Εἶπε Σαμουήλ· Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώ‐ ματα καὶ θυσίαι, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου;
55Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν.»
«Ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμόν.»1418 in vol. 95

95

.

1420

«Ὁδοὺς αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω ἀπὸ τῶν ἐντολῶν αὐτοῦ, ἵνα μὴ ἀποθάνω.» «Ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν
5εὐπρεπείαις.» «Ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.» «Ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυ‐ λάσσουσι τὴν διαθήκην αὐτοῦ.»
10 «Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυ‐ λάξασθαι.» «Ὁ νόμος σου ἀλήθεια.» «Πάντες οἱ λόγοι Κυρίου πεπυρωμένοι. Ὑπερ‐ ασπίζει δὲ τῶν εὐλαβουμένων αὐτόν.»
15 «Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε.» «Πρόσταγμα Κυρίου πηγὴ ζωῆς.» «Οἱ ἀγαπῶντες τὸν νόμον, περιβαλοῦσιν ἑαυτοῖς τεῖχος.»
20 «Τάδε λέγει Κύριος· Ἐὰν ἐν τοῖς ὁδοῖς μου πο‐ ρεύῃ, καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, σὺ διακρινεῖς τὸν οἶκόν μου.» «Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυ‐ φηθείη ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.»
25 «Κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος, ἢ περισσεύων φρονήσει, καὶ παραβαίνων νόμον.» «Οὐδὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυ‐ ρίου.» «Ὁ ζητῶν νόμον, ἐμπλησθήσεται αὐτοῦ.»
30 «Θὲς τὸν θησαυρόν σου κατ’ ἐντολὰς Ὑψίστου, καὶ λυσιτελέσει σοι μᾶλλον ἢ τὸ χρυσίον.» «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πᾶς ὅστις
35ἀκούει μου τοὺς λόγους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσ‐ έπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν. Τεθεμε‐
40λίωτο γὰρ ἐπὶ πέτραν.» «Ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελ‐ φός μου, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν.» «Ὁ ὢν ἐκ Θεοῦ, τὰ ῥήματα Θεοῦ ἀκούει.» «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ
45ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευ‐ σόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.» «Περιτομὴ οὐδέν ἐστι, καὶ ἀκροβυστία, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.» «Ὁ τηρῶν τὴν ἐντολὴν αὐτοῦ, ἐν αὐτῷ μένει,

95

.

1420

(50)

καὶ αὐτὸς ἐν αὐτῷ.» Ὅπερ ἐπὶ τῆς κιθαρῳδίας ἡ τέχνη, τοῦτο ἐπὶ
τῶν τοῦ Θεοῦ νόμων ἡ διὰ τῶν ἔργων ἐπίδειξις.1420 in vol. 95

95

.

1421

Ὅσα προστάττει ἡμῖν ὁ νόμος, ταῦτα δεῖ κατ’ ἀνάγκην φυλάσσειν· ταῦτα δὲ φόρου λόγον ἐπέχει. Ὅσα δὲ ἐκ προαιρέσεως, οἷον παρθενία, ἀναχώρησις, δῶρά εἰσι, καὶ ξενίου λόγον ἐπέχει. Ξένιον δὲ οὐ
5προσφέρεται κατ’ ἀνάγκην· εἰ δὲ μὴ, οὐκ ἔστι ξέ‐ νιον. ΤΙΤΛ. Βʹ. —Περὶ ἐντολῶν Θεοῦ, καὶ τῶν μὴ φυλ‐ ασσόντων αὐτάς. «Ἐκάλεσεν ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ·
10Ἀδὰμ, ποῦ εἶ; Εἶπεν αὐτῷ Ἀδάμ· Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφο‐ βήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ· Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν ἀπ’ αὐ‐
15τοῦ, ἔφαγες;» «Ἐὰν μὴ ἀκούσητε μου, μηδὲ ποιήσητε τὰ προσ‐ τάγματά μου, ἐπιστήσω ἐφ’ ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν καὶ τὸν ἴκτερον, σφακελίζοντα τοὺς ὀφθαλ‐ μοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν. Καὶ
20σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν· καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς, καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῶν σιδηροῦν, καὶ τὴν γῆν
25ὑμῶν ὡς χαλκῆν, καὶ οὐ δώσει ἡ γῆ τὸν σπόρον αὐ‐ τῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ· καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων.» «Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν
30πᾶσι τοῖς λόγοις τοῦ νόμου τοῦ ποιῆσαι αὐτούς· καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο.» «Ἐπικατάρατος σὺ ἐν τῇ πόλει, καὶ ἐπικατάρα‐ τος σὺ ἐν ἀγρῷ. Ἐπικατάρατος σὺ ἐν ταῖς ἀποθή‐ καις σου, καὶ τὰ ἐγκαταλείμματα. Ἐπικατάρατα
35τὰ ἔγγονα τῆς κοιλίας σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου. Ἐπικατάρατος σὺ ἐν τῷ εἰσ‐ πορεύεσθαι, καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαι. Ἐξαποστελεῖ σοι Κύριος τὴν ἔνδειαν, καὶ τὴν ἐκλιμίαν,
40καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου. Πατάξει σε Κύ‐ ριος ἀπορίᾳ, καὶ πυρετῷ καὶ ῥίγει, καὶ ἐρεθισμῷ, καὶ φόνῳ, καὶ ἀνεμοφθορίᾳ. Καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω
45σου σιδηρᾶ. Δῷ Κύριος τὸν ὑετὸν τῆς γῆς σου κο‐ νιορτόν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασι‐ λείαις τῆς γῆς. Πατάξει σε Κύριος παραπληξίᾳ, ἀορασίᾳ, ἐκστάσει διανοίας, καὶ ἔσῃ ψηλαφῶν με‐ σημβρίας, ὡς ψηλαφήσει ὁ τυφλὸς ἐν τῷ σκότει,

95

.

1421

(50)

καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου. Καὶ ἔσῃ ἀδικού‐ μενος καὶ ἁρπαζόμενος, καὶ οὐκ ἔσται σοι βοηθῶν. Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος λήψεται αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις.» «Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Οὐχὶ μικρὸς σὺ,
55καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ; Καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ, καὶ εἶπέ σοι, Πορεύθητι, ἐξολόθρευσον τὸν Ἀμαλὴκ, καὶ τοὺς ἁμαρτάνοντας
εἰς ἐμέ· καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς1422 in vol. 95

95

.

1424

αὐτούς. Καὶ ἵνα τί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ’ ὥρμησας ἐπὶ τὰ σκύλα, καὶ ἐποίησας τὸ πονηρὸν ἐναντίον Κυρίου; Καὶ εἶπε Σαούλ· Διὰ τὸ ἀκοῦσαί με τὸν λαόν.»
5 «Ἔσται ὃν τρόπον εἶπε Κύριος, καὶ οὐκ εἰσ‐ ήκουσαν αὐτοῦ, οὕτως κεκράξονται, καὶ οὐ μὴ εἰσ‐ ακούσομαι αὐτῶν, λέγει Κύριος.» «Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπ‐ ώλειαν.»
10 «Εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡς ποταμοὶ ἡ εἰρήνη σου. καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης.» «Ἐροῦσιν, Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦν‐ τες τὸν νόμον, φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’
15ὑμῶν.» «Πᾶς ὁ ἀκούων μου τοὺς λόγους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον. Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνε‐
20μοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν Καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.» «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ
25Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» «Γίνεσθε ποιηταὶ νόμου, καὶ μὴ μόνον ἀκροαταὶ, παραλογιζόμενοι ἑαυτούς· ὅτι εἴ τις ἀκροατὴς νό‐ μου ἐστὶ, καὶ οὐ ποιητὴς, οὗτος ἔοικεν ἀνδρὶ κατα‐ νοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ,
30καὶ εὐθέως ἐπελάθετο ὁποῖός ἐστι.» Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐπὶ πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυ‐ λακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας ἐστὶ, καὶ οἶδε τὸ αἱρετὸν αὐτοῦ καὶ τὸ φευκτὸν ἰχθὺς, τί ἐροῦμεν
35ἡμεῖς, οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευ‐ μένοι, ἐπαγγελίας προτραπέντες, πνεύματι σο‐ φισθέντες, οἱ τῶν ἀλόγων ἰχθύων ἀλογώτερον τὸ κατ’ ἑαυτοὺς διατιθέμενοι; Ἐπείπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖσθαι πρόνοιαν, ἡμεῖς δὲ
40δι’ ἡδονῆς βοσκηματώδους τὴν ζωὴν ἀναλίσκομεν. Ἰχθὺς τοιαῦτα διαμείβει πελάγη ὑπὲρ τοῦ εὕρασθαί τινα ὠφέλειαν. Τί ἐρεῖς σὺ ὁ τῇ ἀργίᾳ συζῶν; ἀργία γὰρ κακουργίας ἀρχή. Μηδεὶς ἄγνοιαν προφασι‐ ζέσθω. Φυσικὸς λόγος οἰκείωσιν ἡμῖν τοῦ καλοῦ, καὶ
45ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνὺς ἐγ‐ κατέσπαρται. Ἰχθύες οὐκ ἀντιλέγουσι νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διαταγμάτων οὐκ ἀνεχό‐ μεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄλογα καὶ ἄφωνα παντελῶς· ἀλλὰ καὶ τούτων ἀλογώτερος εἶ,

95

.

1424

(50)

τῇ διατάξει τοῦ Κτίσαντος ἀνθιστάμενος. Ἀσεβὲς τὸ λέγειν ἀδύνατα τὰ τοῦ Πνεύματος παρ‐ αγγέλματα. Ἀνακέκραται τὸ κακὸν πρὸς τὴν φύσιν διὰ τῶν ἐξ ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρ‐
55ακοῆς εἰσοικισαμένων τὴν νόσον.1424 in vol. 95

95

.

1425

Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ· ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι’ ὃν καὶ γέγονε τὰ πάντα. Τῶν τὸν πατέρα μὴ μιμουμένων ὁ πατὴρ πατέρα
5καλούντων οὐκ ἐπακούεται. Μετὰ τὰ τῶν γνωρισμά‐ των οὖν πρόσελθε τῷ Δεσπότῃ, καὶ ὡς τέκνον ἀσπάσεταί σε. Τοῖς μὲν Θεοῦ γνώμῃ κατακολουθοῦσιν, καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν,
10πάντα κατορθοῦνται παρὰ πίστεως, καὶ γέρας εὐ‐ δαιμονίας πρόκειται παρὰ Θεοῦ. Καθ’ ὅσον δὲ αὖ ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτ’ ἂν ὡς ἀγαθὸν δρᾷν σπουδά‐
15σωσιν ΤΙΤΛ. Γʹ. —Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· καὶ ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίζειν τινά. «Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα. Μὴ μακα‐ ρίζῃς ἄνδρα πρὸ τῆς τελευτῆς αὐτοῦ.»
20 Ὁ μὲν ἐν τῷ βίῳ τυγχάνων, οὔπω μακαριστὸς διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. Ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κα‐ τακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Μηδὲν μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος.
25Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος, Πολλοὶ ποοσωρμίσθησαν ἐκ τρικυμίας. ΤΙΤΛ. Δʹ. —Περὶ ἐνυπνίων. «Ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας. Ὡς ὁ δρασ‐ σόμενος σκιᾶς καὶ διώκων ἀνέμους, οὕτως ὁ προσ‐
30έχων ἐνυπνίοις, καὶ ὡς ὠδίνουσα φαντάζεται τῇ καρδίᾳ. Ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπι‐ σκοπῇ, μὴ δώσεις εἰς αὐτὰ καρδίαν σου. Πολλοὺς γὰρ ἐπλάνησαν τὰ ἐνύπνια, καὶ ἠσθένησαν οἱ ἐλπί‐ ζοντες εἰς αὐτά. Μαντεῖαι καὶ οἰωνισμοὶ, καὶ ἐνύπνια
35ἁμαρτία ἐστί.» Πεφύκασί πως αἱ καθ’ ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ ἀποιχήματα εἶναι τῶν καθημερινῶν φροντί‐ δων. Ὁποῖα γὰρ ᾖ τὰ κατὰ τὸν βίον ἡμῶν ἐπιτη‐ δεύματα, τοιαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἐνύπνια.
40ΤΙΤΛ. Εʹ. —Περὶ ἐλπίδος· ὅτι χρὴ εἰς Θεὸν ἐλ‐ πίζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας. «Ὁ πεποιθὼς ἐπὶ Κύριον, σωθήσεται.» «Εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σοὶ, εἰς αἰῶνα,» καὶ τὰ λοιπά.
45 «Ὑπερασπιστὴς ἐπὶ πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν.» «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι,» καὶ τὰ λοιπά. «Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν,

95

.

1425

(50)

καὶ ἐῤῥύσω.» «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον
ὅτι αὐτὸς,» καὶ τὰ λοιπά.1426 in vol. 95

95

.

1428

«Ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.» «Ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθή‐ θην.» Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς
5τὸν αἰῶνα.» «Τὸν ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.» «Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου.»
10 «Μακάριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ.» «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.» «Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέ‐
15ποιθεν ἡ ψυχή μου.» «Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.» «Ὡδήγησεν αὐτοὺς ἐπ’ ἐλπίδι, καὶ οὐκ ἐδειλία‐ σαν.
20 «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον.» «Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.» «Μὴ πεποίθετε ἐπ’ ἀρχόντων, ἐπὶ υἱοὺς ἀνθρώ‐ πων· ἐν ἐκείνῃ ἡμέρᾳ ἀπολοῦνται οἱ διαλογισμοὶ
25αὐτῶν.» «Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ σου.» «Ὃς πέποιθεν ἐπὶ Κύριον, ἐν ἐπιμελείᾳ ἔσται.» «Ὁ πεποιθὼς ἐπὶ Κύριον. μακαριστός.» «Ὁ πεποιθὼς ἐπὶ Κύριον, εὐφρανθήσεται.»
30 «Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύ‐ ριος βασιλεὺς ἡμῶν, Κύριος σωτὴρ ἡμῶν· αὐτὸς σώσει ἡμᾶς.» «Ἰδοὺ ὁ Θεὸς σωτήρ μου πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι.»
35 «Εὐλογημένος ἄνθρωπος ὅστις πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ’ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ» «Οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ.»
40 «Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐν‐ έμεινε τῷ φόβῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρ‐
45τίας.» «Τῇ ἐλπίδι ἐσώθημεν. Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς. Ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδε‐ χόμεθα.

95

.

1428

(50)

«Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας τῆς δια‐
νοίας ὑμῶν νήφοντες.»1428 in vol. 95

95

.

1429

«Τελείως ἐλπίσατε ἐπὶ τὴν δεδομένην ὑμῖν χά‐ ριν.» Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, καὶ ἑαυ‐
5τοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ’ ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὕτως γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν.
10 Ἀμήχανόν ἐστι τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ δια‐ νοίᾳ εἰς τὸν Θεὸν ἐλπίζοντα, καὶ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσφέροντα· ἀδύνατόν τινα σπουδῇ χρώμε‐ νον, καὶ μεριμνῶντα ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, καὶ τὰ παρ’ ἑαυτοῦ πάντα ἐπιδεικνύμενον, ἐγκαταλει‐
15φθῆναί ποτε ὑπὸ τοῦ Θεοῦ. Ὅταν μηδαμόθεν ἀν‐ θρωπίνης βοηθείας ἐλπὶς ἡμῖν ὑπάρχῃ, μὴ ἀπο‐ γνῶμεν, μὴ ἀτονήσωμεν, ἀλλὰ τὴν ἄγκυραν τῆς πίστεως ἀναρπάσωμεν. Ῥίψωμεν τὸ ἐργαλεῖον τῆς ἐλπίδος, μὴ εἰς θάλασσαν, ἀλλ’ εἰς τὸν οὐρανὸν, καὶ
20τὸ χειμαζόμενον σκάφος τῶν κινδύνων ἀπαλλαγή‐ σεται. Μὴ πεποίθετε ἐπ’ ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ δυνάμει σώ‐ ματος· μὴ τῆς ἀνθρωπίνης δόξης τὸ περιφανὲς
25διώκετε. Οὐδὲν τούτων σώζει. Πάντα πρόσκαιρα· πάντα ἀπατηλά· μία καταφυγὴ ὁ Θεός. Ἐπικατά‐ ρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον Ὅταν ἐν ταῖς θλίψεσιν ὦμεν, ἐπὶ πάντα μᾶλλον τρέχομεν, ἢ τὸν Θεόν. Νοσεῖ τὸ παιδίον; καὶ σὺ τὸν
30ἐπῳδὸν περισκοπεῖς, ἢ τὸν τοὺς περιεργοὺς χα‐ ρακτῆρας τοῖς τραχήλοις τῶν ἀναιτίων παιδίων περι‐ τιθέντα, ἢ τὸ τελευταῖον ἐπὶ τὸν ἰατρὸν ἔρχῃ, τὰ φάρμακα τοῦ δυναμένου σώζειν καταμελήσας. Κἂν ἐνύπνιόν σε ἐκταράξῃ, πρὸς τὸν ὀνειροκρίτην τρέ‐
35χεις. Κἂν φοβηθῇς ἐχθρὸν, προστάτην ἕνα τῶν ἀν‐ θρώπων περινοεῖς· καὶ ὅλως ἐφ’ ἑκάστης χρείας ἐλέγχῃ, ῥήματι μὲν ὀνομάζων τὸν Θεὸν καταφυγὴν, ἔργῳ δὲ τὴν ἐκ τῶν ἀνωφελῶν καὶ ματαίων βοήθειαν ἐπισπώμενος. Ἔστι δὲ τῷ δικαίῳ ἀληθινὴ βοήθεια
40ὁ Θεὸς, ὥσπερ τις στρατηγὸς ὁπλιτικὸν γενναῖον ἐξηρτημένος, ἕτοιμος ἀεὶ βοηθεῖν τῷ καταπονουμένῳ μέρει, οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστιν. Νοσεῖς; εὐθύμει. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ
45διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα Χριστοῦ; μακά‐ ριος εἶ, ὅτι σοι ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μετα‐ βληθήσεται. Κἂν, ὡς φὴς, τελευτήσαι οὗτος ὁ πάτρων, πάλιν ἕτερον πάτρωνά σοι ἀγαθώτερον τούτου, καὶ μεγαλο‐

95

.

1429

(50)

ψυχότερον ὁ Κύριος παρέξει, ἐὰν τὴν πίστιν πρὸς αὐτὸν ἔχῃς. Ὁ ἐπ’ ἄνθρωπον ἐλπίζων, ἢ ἐπ’ ἄλλο τι τῶν κατὰ βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν ἢ χρή‐ ματα, ἤ τι τῶν παρὰ πολλοῖς νομιζομένων εἶναι
55λαμπρῶν, οὐ δύναται εἰπεῖν· Ἐπὶ σὲ, Κύριε,1430 in vol. 95

95

.

1432

ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ ἐλπίζειν ἐπ’ ἄρχοντας. Καὶ, Ἐπικατάρατος, ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον. Ὁ τὴν θείαν ἀπάθειαν κατορθῶσαι σπουδάζων,
5ἀδούλωτον παντὶ πάθει ὀφείλει φυλάξαι τὸν ἑαυτοῦ λογισμόν. Πεῖσον τοίνυν σεαυτὸν διὰ τὸν Θεὸν μό‐ νον, καὶ μὴ δι’ ἀνθρωπίνην εὔφθαρτον καὶ ἐξίτηλον δόξαν, τὸ ἀγαθὸν ἐκτελεῖν. ΤΙΤΛ. ϛʹ. —Περὶ ἐκκλησίας, καὶ οἴκου Θεοῦ, καὶ
10 θυσιαστηρίου, καὶ θυσίας ἱερατικῆς· καὶ ὅτι οὐ δεῖ ἐν ἐκκλησίαις θήειν [καπηλεύειν]. «Ἔσται τὸ θυσιαστήριον ἅγιον ἁγίων· καὶ πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου, ἁγιασθήσεται.» «Τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς
15σου εἰσοίσεις εἰς τὸν οἶκον τοῦ Θεοῦ σου.» «Οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσια‐ στήριόν μου, ὅπως μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτῷ.» «Ἐπιθήσεις ἐπὶ τὴν τράπεζάν μου ἄρτον ἐναν‐
20τίον μου διὰ παντός.» «Πᾶς ὃς ἂν ἅψηται τῆς θυσίας τῶν ἱερέων ἁγια‐ σθήσεται.» «Εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσερχέσθω πᾶσαν ὥραν εἰς
25τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσ‐ ωπον τοῦ ἱλαστηρίου. «Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλεούς σου εἰσελεύσο‐ μαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου, «καὶ τὰ λοιπά.»
30 «Ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν.» «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τό‐ πον σκηνώματος δόξης σου.» «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω,»
35καὶ τὰ λοιπά. «Προσκυνήσατε τῷ Κυρίω ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.» «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου» «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.»
40 «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου. Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας.» «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μα‐ κρότητα ἡμερῶν.»
45 «Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογή‐ σει.» «Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ. «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν
αὐταῖς,» κ.τ.λ.1432 in vol. 95

95

.

1433

«Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυ‐ ρίου πορευσόμεθα.» «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, εὐλαβείσθω ἀπὸ προσ‐ ώπου αὐτοῦ πᾶσα ἡ γῆ.»
5 «Μεγάλη ἔσται ἡ δόξα τούτου τοῦ οἴκου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος ὁ παντο‐ κράτωρ.» «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀγγελεῖ ἡμῖν τὴν
10ὁδὸν αὐτοῦ.» «Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν.» «Ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτίσεως αὐτοῦ! Μέγας, καὶ οὐκ ἔχει τε‐
15λευτήν· ὑψηλὸς καὶ ἀμέτρητος.» «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδο‐ μήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατ‐ ισχύσουσιν αὐτῆς. Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐξέβαλε
20πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνέτρεψεν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. Καὶ λέγει αὐτοῖς· Γέγραπται, Ὁ οἶκός μου οἶκος προσ‐ ευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε σπήλαιον
25λῃστῶν.» «Μὴ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε· Ἐπαινέσω ὑμᾶς; ἐν τούτοις οὐκ ἐπαινῶ.» Εὐσεβείας σημεῖον, τὸ συνεχῆ μνήμην ποιεῖσθαι
30τῶν θειοτέρων τόπων, καὶ τὸ πυκναῖς ἐντεύξεσιν ἐξιλεοῦσθαι τὸν Θεόν. Βούλεται γὰρ τοὺς ἀνθρώ‐ πους ὁ Θεὸς περὶ τοὺς τῶν ἁγίων οἴκων λιμένας καθορμίζεσθαι. Τὸ θυσιαστήριον οὐράνιός ἐστι τράπεζα, τὰ ἀπὸ
35γῆς δεχόμενον, καὶ οὐρανῷ παραπέμπων· τὸ ἀπ’ οὐρανῶν δεχόμενον, καὶ τῇ γῇ χορηγοῦν· ἐπὶ γῆς ἐρηρεισμένον, καὶ τῷ ἄνω παρακείμενον θρόνῳ. Θυ‐ σιαστήριον γὰρ αὐτοῖς φοβερὸν τοῖς ἀγγέλοις, τοῖς τὴν οὐράνιον ὑπερπετομένοις ἀψίδα.
40 Ἀπὸ τῆς πλευρᾶς ἄρα τὴν Ἐκκλησίαν ἐδημιούρ‐ γησεν ὁ Χριστὸς, καθάπερ ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὖαν ἐποίησεν. Διὰ τοῦτο Παῦλός φησιν· Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμεν, τὴν πλευρὰν αἰνιττόμενος. Ὥσπερ γὰρ τότε
45ἔλαβε τὴν πλευρὰν ὁ Θεὸς, καὶ ἔπλασε τὴν γυναῖκα, οὕτως ἔδωκεν ἡμῖν αἷμα καὶ ὕδωρ ἐκ τῆς αὐτοῦ πλευρᾶς, καὶ ἀνέπλασε τὴν Ἐκκλησίαν. Καὶ ὥσπερ τότε ἐν ἐκστάσει ἔλαβε τὴν πλευρὰν καθεύδοντος τοῦ Ἀδὰμ, οὕτω καὶ νῦν μετὰ θάνατον τὸ αἷμα καὶ

95

.

1433

(50)

τὸ ὕδωρ δέδωκεν, καὶ ὅπερ τότε ἔκστασις ἦν, τοῦτο νῦν θάνατος. Καθάπερ λιμένας ἐν πελάγει, οὕτω τὰς ἐκκλη‐ σίας ἐν πόλεσιν ἔπηξεν ὁ Θεὸς, ἵνα ἀπὸ τῆς ζάλης τῶν βιωτικῶν πραγμάτων ἐνταῦθα φεύγοντες, γαλή‐
55νης ἀπολαύωμεν. Οὐδὲ γὰρ κυμάτων ἔστιν ἐνταῦθα καταφυγόντες δεῖσαι καταδρομὴν, οὐ κακουργῶν ἔφοδον, οὐ πνευμάτων βίας, οὐ θηρίων ἐπιβολάς. Λιμὴν γάρ ἐστι τούτων πάντων ἀπηλλαγμένος. Λι‐
μὴν ἄρα ἐστὶ ψυχῶν ἡ Ἐκκλησία. Πάντα γὰρ διὰ1434 in vol. 95

95

.

1436

ταύτης κατεστάλη τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν θείων Γραφῶν ἀκροάσεως διὰ τῆς ἀκοῆς ἑκάστου πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ κοι‐ μιζούσης ταῦτα τὰ ἄλογα πάθη.
5 Μὴ ἀπέχου ἀπὸ Ἐκκλησίας· οὐδὲν Ἐκκλησίας ἰσχυρότερον. Τῆς πέτρας ἰσχυροτέρα ἐστὶ, τοῦ οὐρα‐ νοῦ ὑψηλοτέρα ἐστὶ, τῆς γῆς πλατυτέρα ἐστίν. Ὃν γὰρ οὐκ ἐχώρησε τὰ ἄνω καὶ τὰ κάτω, γαστὴρ οὐκ ἐστενοχωρήθη χωρήσασα. Οὐδέποτε γηρᾷ, ἀλλὰ πάντα
10ἀκμάζει. Διὰ τί ὄρος αὐτὴν ἐκάλεσεν ἡ Γραφή; Διὰ τὸ ἀπερίτρεπτον. Καὶ πέτραν καλεῖ αὐτὴν, διὰ τὸ ἄφθορον. ΤΙΤΛ. Ζʹ. —Περὶ εὐχῆς· καὶ ὅσα δι’ εὐχῆς κατορθοῦνται ὑμῖν.
15 «Ἐξῆλθε Μωσῆς ἀπὸ Φαραὼ ἔξω τῆς πόλεως, καὶ ἐξεπέτασε τὰς χεῖρας αὐτοῦ πρὸς Κύριον, καὶ ἐπαύσαντο αἱ φωναὶ καὶ ἡ χάλαζα.» «Ἀνεβόησε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπε· Κύριε, μνήσθητι δή μου τὸ ἅπαξ τοῦτο, καὶ ἀντ‐
20αποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. Καὶ περιέλαβε Σαμψὼν τοὺς δύο στύλους τοὺς μέσους, ἐφ’ οἷς ὁ οἶκος ἐπεστήρικτο, καὶ εἶπεν· Ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλο‐ φύλων. Καὶ ἔπεσεν ὁ οἶκος, καὶ ἐθανάτωσεν ὑπὲρ
25οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.» «Προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς, καὶ ἀπέστειλεν ὁ Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν, καὶ πολεμιστὴν, καὶ ἄρχοντα, καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ.
30 «Ἐλάλησε Κύριος ἐπὶ Μανασσῆν, καὶ κατέλαβον τὸν Μανασσῆν, καὶ ἔδησαν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγον εἰς Βαβυλῶνα. Καὶ προσηύξατο πρὸς αὐτὸν, καὶ ἤκουσε τῆς βοῆς αὐτοῦ.» Σχόλ. Ἱστόρηται παρὰ Ἀφρικανῷ, ὅτι ἐν τῷ
35λέγειν ᾠδὴν τὸν Μανασσῆ, τὰ δεσμὰ διεῤῥάγη σι‐ δηρᾶ ὄντα, καὶ ἔφυγεν. «Ἀνεβόησεν Ἠλιοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐπάκουσόν μου ἐν πυρί· καὶ ἔπεσε πῦρ παρὰ Κυρίου
40ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὸ ὁλοκαύτωμα καὶ τὰς σχίζας, καὶ τοὺς λίθους, καὶ τὸν χοῦν, καὶ τὸ ὕδωρ τὸ ἐντῇ θαλάσσῃ ἐξέλειξε τὸ πῦρ.» «Ὤρθρισεν ὁ λειτουργὸς Ἑλισσαιὲ, καὶ ἰδοὺ δύ‐ ναμις κυκλοῦσα τὴν πόλιν, καὶ ἵπποι, καὶ ἅρματα.
45Καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτόν· Τί ποιήσομεν; Καὶ εἶπεν Ἑλισσαιέ· Μὴ φοβοῦ, ὅτι τοῦ πλείους οἱ μεθ’ ἡμῶν. Καὶ προσηύξατο Ἑλισσαιὲ, καὶ εἶπε· Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου· καὶ εἶδε, καὶ ἰδοὺ τὸ ὅρος πλῆρες ἵππων, καὶ ἅρμα

95

.

1436

(50)

πυρὸς κύκλῳ Ἑλισσαιέ· καὶ προσηύξατο Ἑλισσαιὲ, καὶ εἶπε· Πάταξον τὸ ἔθνος τοῦτο ἀορασίᾳ.» «Ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ μέσῃ, καὶ ῥῆμα Κυ‐ ρίου ἐγένετο πρὸς αὐτόν· Ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν· Τάδε λέγει Κύριος παντοκράτωρ,
55Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά
σου, καὶ προσθήσω ἐπὶ τὰ ἔτη σου ἔτη ιϛʹ.»1436 in vol. 95

95

.

1437

Ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος. Εἰ καθαρὸς εἶ καὶ ἀληθινὸς, ἐπακούσεται τῆς δεη‐ σεώς σου.» «Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ
5Ὑψίστῳ τὰς εὐχάς σου.» «Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.» «Προσεύξασθε πρός με, καὶ εἰσακούσομαι ὑμῶν, καὶ ἐκζητήσατέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, καὶ ἐπιφα‐
10νοῦμαι ὑμῖν.» «Κύριε παντοκράτορ ὁ Θεὸς Ἰσραήλ· ψυχὴ ἐν στεναγμοῖς, καὶ πνεῦμα ἀκηδιῶν ἐκέκραξε πρὸς σέ. Ἄκουσον, Κύριε, ἐλέησον, ὅτι Θεὸς ἐλεήμων εἶ, καὶ ἐλέησον.»
15 «Ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι τα‐ πεινώσεως προσδεχθείημεν, ὡς ἐν ὁλοκαυτώμασιν.» «Μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου· μὴ ἐμ‐ ποδίσῃς τοῦ ἀποδοῦναι εὐχὴν ἐν καιρῷ.» «Ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ ὑποκριταὶ σκυ‐
20θρωποὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου. Προσευχόμενοι δὲ, μὴ
25βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιώθητε αὐτοῖς. Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν, ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ὑμῶν,» καὶ τὰ
30ἑξῆς. «Αἰτεῖτε, καὶ δοθήσεται ὑμῶν· ζητεῖτε, καὶ εὑ‐ ρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ αἰτῶν λαμβάνει.» «Προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν,
35εἶπον· Διὰ τί οὐκ ἐδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
40Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύσεται, εἰ μὴ ἐν προσ‐ ευχῇ καὶ νηστείᾳ.» «Γρηγορεῖτε, καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅ τι ἂν αἰτήσετε τὸν
45Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.» «Ἔλεγε παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Κοιτής τις ἔν τινι πόλει,» κ. τ. ἑ. «Ἀγρυπνεῖτε ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα κατ‐

95

.

1437

(50)

αξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι,» «Γενόμενος ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς· Προσ‐ εύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ αὐτὸς ἀνεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν, καὶ θεὶς τὰ γόνατα προσηύξατο, λέγων· Πάτερ, εἰ βούλει,
55παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ. Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. Καὶ ἐλθὼν ἐπὶ
τοὺς μαθητὰς, εὗρεν αὐτοὺς καθεύδοντας, καὶ εἶπεν1438 in vol. 95

95

.

1440

αὐτοῖς· Προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πει‐ ρασμόν.» «Ἀμὴν λέγω ὑμῖν, ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ δια‐
5κριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. Ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.» «Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμα‐
10δὸν τῇ προσευχῇ καὶ τῇ δεήσει.» «Καὶ προσκαλεσάμενοι οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλείποντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Ἐπι‐ σκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρου‐
15μένους ἑπτὰ, πλήρεις Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου ἐσόμεθα προσ‐ καρτεροῦντες.» «Ἀνήρ τις ἦν ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος,
20ἑκατοντάρχης, ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς, καὶ φοβούμενος Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς ἐν τῷ λαῷ, καὶ δεόμενος Θεοῦ διὰ παντός. Εἶδεν ἐν ὁράματι φανε‐ ρῶς, ὡς περὶ ὥραν ἐννάτην τῆς ἡμέρας, ἄγγελον
25τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔμφοβος γενό‐ μενος, εἶπε· Τί ἐστι, κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν ἐν‐ ώπιον τοῦ Θεοῦ.»
30 «Διὰ πάσης εὐχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει, καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ.» «Παρακαλῶ πρὸ πάντων, ποιεῖσθαι δεήσεις,
35προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀν‐ θρώπων, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵν’ ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν ἐνώπιον τοῦ Θεοῦ. Βούλομαι προσεύχεσθαι τοὺς ἄν‐
40δρας ἐν παντὶ τόπῳ, ἐπαίροντες ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Ὡσαύτως καὶ γυναῖκας.» «Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω. Εὐθυμεῖ τις; ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξά‐
45σθωσαν ἐπ’ αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν ὀνό‐ ματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα.» «Σωφρονήσατε, καὶ νήψατε εἰς προσευχάς.» Μὴ μικρολογίαν καταγνωσθῶμεν, ἐν τῷ μικρὰ

95

.

1440

(50)

αἰτεῖν ἡμᾶς, καὶ τοῦ διδόντος ἀνάξια. Εὔηχός ἐστιν ἐκείνη ἡ φωνὴ, καὶ μέχρι τῆς θείας ἀναβαίνουσα ἀκοῆς, οὐχ ἡ μετά τινος διατά‐ σεως γινομένη κραυγὴ, ἀλλ’ ἡ ἀπὸ καθαρᾶς συνει‐ δήσεως ἀναπεμπομένη ἐνθύμησις.
55 Χωρίζεται Θεοῦ, ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προσ‐ ευχῆς τῷ Θεῶ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς
διδαχθῆναι τῷ λόγῳ, ὅτι δεῖ πάντοτε προσεύχεσθαι,1440 in vol. 95

95

.

1441

καὶ μὴ ἐκκακεῖν. Ἐκ γὰρ τοῦ προσεύχεσθαι περι‐ γίνεται τὸ μετὰ τοῦ Θεοῦ εἶναι· ὁ δὲ μετὰ Θεοῦ ὢν, τοῦ ἀντικειμένου κεχώρισται. Προσευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν,
5τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς ζωὴν ἐπανήγαγε, τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρεψεν. Ὁ ἐν καιρῷ προσευχῆς μὴ πρὸς τὰ λυσιτελοῦντα τῇ ψυχῇ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς δια‐
10νοίας κινήσεις συνδιατίθεσθαι τὸν Θεὸν ἀξιῶν, λῆρός τίς ἐστιν ὡς ἀληθῶς, καὶ βαττολόγος, καὶ φληνάφης, καὶ φλυαρὸς, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστί. Παρὰ σοῦ μοι ζωὴ, παρὰ σοῦ γενέσθω καὶ ἡ πρὸς τὸ ζῇν ἀφορμή.
15 Ἐπειδὴ τῆς τοῦ ἀγαθοῦ κρίσεως ἀπεπλανήθη διὰ τῆς ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ χεῖρον ἡ ζωὴ τῶν ἀνθρώπων κατεκρατήθη, καλῶς εὐχό‐ μεθα τοῦ Θεοῦ τὴν βασιλείαν ἐλθεῖν. Οὐ γὰρ ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν,
20μὴ τῆς ζωοποιοῦ δυνάμεως ἐφ’ ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν προσευξώμεθα, ταύτῃ τῇ δυνά‐ μει τὸν Θεὸν ἱκετεύωμεν· Ἀπαλλαγείην τῆς φθορᾶς· ἐλευθερωθείην τοῦ θανάτου· μηκέτι κατ’ ἐμοῦ βασι‐ λευέτω τὰ νῦν ἐπικρατοῦντα πάθη, μηδὲ ἀγέτω
25με ὁ πολέμιος διὰ τῆς ἁμαρτίας αἰχμάλωτον· ἀλλ’ ἐλθέτω ἐπ’ ἐμὲ ἡ βασιλεία σου, ἵνα ἀποχωρήσῃ ἡ τοῦ ἐναντίου τυραννίς. Οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλα‐ βούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη, τῆς ἀπαθείας
30παρούσης. Φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθορὰ, ὅταν ἐν ἡμῖν βασιλεύῃ ἡ ζωὴ, καὶ ἡ ἀφθαρσία τὸ κράτος ἔχῃ. Γενηθήτω ἐν ἐμοὶ τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν
35σπηλαίων φωτὸς εἰσκομισθέντος ὁ ζόφος ἀφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου, πᾶσα ἡ πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται. Θέλημα γάρ σου ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν.
40 Ὁ τοῦ πονηροῦ ῥυσθῆναι εὐχόμενος, ἔξω τῶν πει‐ ρασμῶν γενέσθαι παρακαλεῖ. Ὅταν δι’ εὐχῆς αἰτησώμεθά τι τὸν Δεσπότην, μὴ ταχέως ἐξατονήσωμεν, ἀλλὰ τὸ συνεχὲς τῆς ἀποτυ‐ χίας τῇ συνεχείᾳ τῆς αἰτήσεως ἐκνικήσωμεν.
45 Ἐν ταῖς ἀναβολαῖς καὶ ταῖς ὑπερθέσεσι τῶν δω‐ ρεῶν τοῦ Θεοῦ μὴ προκάμωμεν, μηδὲ προαναπί‐ πτωμεν. Πολλάκις γὰρ ὁ Δεσπότης τὴν δοκοῦσαν ἀναβολὴν εἰς πίστεως γυμνασίαν παρέλκει. Καλὸν πάντοτε διὰ προσευχῆς ὁμιλεῖν τῷ Θεῷ. Εἰ

95

.

1441

(50)

γὰρ συντυχία ἀνδρὸς ἀγαθοῦ βελτιοῖ τὸν συντυγχά‐ νοντα, πόσῳ μᾶλλον καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ προσομιλεῖν τῷ Θεῷ. Μέγα ἀγαθὸν εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου γένηται, ἐὰν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμ‐
55βάνοντας, ἀλλὰ καὶ ἀποτυγχάνοντας εὐχαριστεῖν τῷ
Θεῷ. Καὶ γὰρ ποτὲ μὲν δίδωσι, ποτὲ δὲ οὐ δίδωσιν,1442 in vol. 95

95

.

1444

ἀμφότερα χρησίμως. Ὥστε κἂν λάβῃς, κἂν μὴ λά‐ βῃς, ἔλαβες ἐν τῷ μὴ ἀπολαβεῖν· κἂν μὴ ἐπιτύχῃς, ἐπέτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν ὅπερ αἰτοῦμεν, τοῦ λαβεῖν λυσιτελέστερον.
5Εἰ γὰρ συμφέρον ἡμῖν πολλάκις τὸ λαβεῖν, πάντως ἔδωκεν ἄν. Τὸ δὲ συμφερόντως ἀποτυχεῖν, ἐπιτυχεῖν ἐστι. Μέγα ὅπλον εὐχὴ, μέγας κόσμος, μεγάλη ἀσφά‐ λεια. Ἀνθρώπων μὲν γὰρ δεόμενοι, καὶ δαπάνης
10καὶ χρημάτων δεόμεθα, καὶ κολακείας δουλοπρε‐ ποῦς, καὶ πολλῆς περιόδου καὶ πραγματείας. Οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κύριοις τοῦ δοῦναι τὴν χάριν ἔνι διαλεχθῆναι πολλάκις, ἀλλ’ ἀνάγκη πρό‐ τερον διακόνους, καὶ οἰκονόμους αὐτῶν, καὶ ἐπιτρό‐
15πους, χρήμασι καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι’ ἐκείνων τὴν αἴτησιν δυνηθῆναι λαβεῖν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. Οὐ γὰρ δεῖται μεσιτῶν ἐπὶ τῶν ἀξιούντων, οὐδὲ οὕτως δι’ ἑτέρων πα‐ ρακαλούμενος, ὡς δι’ ἡμῶν αὐτῶν τῶν δεομένων ἐπι‐
20νεύει τῇ χάριτι. Καὶ ἐνταῦθα μὲν, καὶ λαμβάνοντας, καὶ μὴ λαμβάνοντας ἔστι κερδαίνειν, ἐπὶ δὲ τῶν ἀνθρώ‐ πων ἐν ἑκατέρῳ πολλάκις ἐβλάβημεν. Ἐπεὶ οὖν μεῖζον τὸ κέρδος, καὶ πλείων ἡ εὐκολία τοῖς τῷ Θεῷ προσ‐ ιοῦσι, μὴ καταφρονῶμεν εὐχῆς. Τότε γάρ σοι μᾶλλον
25δίδωσιν ἃ αἰτεῖς, ἂν σὺ διὰ σεαυτοῦ αἰτῇς, ἐὰν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσιν οἱ πολλοί. Ἡ γλῶσσα μὲν λέγει τὰ ῥήματα, ἡ δὲ ψυχὴ τῆς οἰκίας ἢ ἀγορᾶς τὰς ὁδοὺς περιέρχεται. Τοῦτο δὲ ὅλον τοῦ διαβόλου τὸ κατασκεύασμα. Ἐπειδὴ γὰρ οἶδεν ἡμᾶς κατ’
30ἐκεῖνον τὸν καιρὸν διαλεχθῆναι πρὸς τὸν Θεὸν, ὅτι δυνάμεθα καὶ ἀφέσεως ἁμαρτημάτων τυχεῖν, βου‐ λόμενος ἡμῖν τὸν τῆς εὐχῆς προσχῶσαι λιμένα, κατ’ αὐτὸν ἐνίσταται τὸν καιρὸν, ἐκκρούων ἡμῶν τὴν διά‐ νοιαν τῶν λεγομένων, ὥστε ζημιωθέντας ἡμᾶς μᾶλ‐
35λον ἢ κερδαίνοντας, ἀπελθεῖν. Ταῦτα οὖν εἰδὼς, ἄν‐ θρωπε, ὅταν προσίῃς Θεῷ. ἐννόησον τίνι προσέρχῃ, καὶ ἀρκεῖ σοι εἰς νῆψιν. Ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶ‐ νος, καὶ ἰδοὺ γυνὴ, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου,
40ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα, ἡ μήτηρ τῆς παρα‐ νομίας, ἡ ἀρχὴ τῆς ἁμαρτίας· αὐτὴ ἐκείνη ἡ γυνὴ ἔρχεται. Καινὸν πρᾶγμα καὶ παράδοξον! Ἰουδαῖοι φεύγουσι, καὶ γυνὴ καταδιώκει. Καὶ παρεκάλει αὐτὸν λέγουσα· Κύριε, Υἱὲ Δαβὶδ, ἐλέησόν με.
45Εὐαγγελίστρια γίνεται ἡ γυνὴ, καὶ τὴν θεότητα, καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, καὶ τὴν δεσπο‐ τείαν· Υἱὲ Δαβὶδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέη‐ σόν με. Οὐκ ἔχω κατόρθωμα βίου· οὐκ ἔχω παῤῥη‐ σίαν πολιτείας. Ἐπὶ ἔλεον καταφύγω, ὅπου ἀνεξ‐

95

.

1444

(50)

έταστος σωτηρία. Καὶ τί εἶδες οὕτω, πονηρὰ οὖσα καὶ παράνομος; Πῶς ἐτόλμησας προσελθεῖν; Καὶ ὅρα γυναικὸς φιλοσοφίαν. Οὐ παρακαλεῖ Ἰάκωβον· οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρον, ἀλλὰ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ
55λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ1444 in vol. 95

95

.

1445

προσέρχομαι. Διὰ τοῦτο κατέβη, διὰ τοῦτο σάρκα ἀνέλαβεν, ἵνα ἐγὼ αὐτῷ διαλεχθῶ. Ἄνω τὰ Χερου‐ βὶμ αὐτὸν τρέμουσι, καὶ κάτω αὐτῷ πόρνη διαλέγε‐ ται. Ἐλέησόν με· ψιλὸν ῥῆμα, καὶ πέλαγος ἀχανὲς
5σωτηρίας. Ἐλέησόν με· διὰ τοῦτο παρεγένου, διὰ τοῦτο σάρκα ἀνέλαβες, διὰ τοῦτο ἐγένου ὅπερ εἰμί. Ἄνω τρόμος, καὶ κάτω παῤῥησία. Ἐλέησόν με· τί ἔχεις; Ἔλεον ζητῶ. Τί πάσχεις; Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἡ συμπαθεία γυμνάζεται, ἡ
10φύσις βασανίζεται. Ἐξῆλθε συνήγορος τοῦ θυγα‐ τρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν. Θεός ἐστι καὶ τὰ πάντα βλέπει. Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Πένθος χαλεπὸν, τὸ κέντρον τῆς φύσεως, τὴν μήτραν διεσχίζει, κλυδώνιον τοῖς
15σπλάγχνοις εἰργάσατο. Τί ποιήσω; Ἀπόλλυμαι. Καὶ διὰ τί οὐκ εἶπεν, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλὰ, Ἐλέησόν με; ἐκείνη γὰρ ἐν ἀσθενείᾳ ἔχει τὸ πάθος. Οὐκ οἶδε τί πάσχει, καὶ οὐκ αἰσθάνεται τῆς ἡδονῆς, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνόδυνον,
20μᾶλλον δὲ τὸ ἀναίσθητον. Ἐμὲ δὲ ἐλέησον, τὴν θεω‐ ρὸν τῶν καθημερινῶν κακῶν. Θέατρον ἔχω συμφορᾶς ἐν τῇ οἰκίᾳ. Ποῦ ἀπέλθω; εἰς τὴν ἔρημον; ἀλλ’ οὐ τολμῶ αὐτὴν καταλιπεῖν μόνην. Ἀλλ’ εἰς τὴν οἰ‐ κίαν; ἀλλ’ εὑρίσκω τὸν πόλεμον ἔνδον, τὰ κύματα ἐν
25τῷ λιμένι. Τί αὐτὴν καλέσω; νεκράν; ἀλλὰ κινεῖται. Ἀλλὰ ζῶσαν; ἀλλ’ οὐκ οἶδε τί πάσχει. Οὐκ οἶδα εὑρεῖν ὄνομα ἑρμηνεῦον τὸ πάθος. Ἐμὲ ἐλέησον. Εἰ τεθνήκει τὸ θυγάτριόν μου, οὐκ ἂν τοιαῦτα ἔπα‐ θον. Παρέδωκα ἂν τὸ σῶμα τοῖς κόλποις τῆς γῆς,
30καὶ τῷ χρόνῳ τὴν λήθην εἰσήγαγον, καὶ διεφόρησα τὸ ἕλκος. Νῦν δὲ νεκρὸν ἔχω διηνεκῆ μοι θεωρίαν ἐργαζόμενον, ὑφαίνοντά μοι τὰ τραύματα, πλεονά‐ ζοντά μοι τὸ ἕλκος. Πῶς εἶδον ὀφθαλμοὺς διαστρε‐ φομένους, χεῖρας στραγγαλουμένας, πλοκάμους λυο‐
35μένους, ἀφρὸν προϊεμένην, τὸν δήμιον ἔνδον ὄντα, καὶ μὴ φαινόμενον, τὰς μάστιγας φαινομένας; Ἕστηκα θεωρὸς τῶν ἀλλοτρίων κακῶν, τῆς φύσεώς με κεντριζούσης. Ἐλέησόν με. Χαλεπὸν τὸ κλυ‐ δώνιον, πάθος καὶ φόβος. Πάθος φύσεως, καὶ φόβος
40δαίμονος. Προσελθεῖν· οὐ δύναμαι, οὐδὲ κατασχεῖν. Ὠθεῖ με τὸ πάθος, καὶ διακρούεταί με ὁ φόβος. Ἐλέησόν με. Ἀλλ’ ἐννόησον γυναικὸς φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς μάντεις· οὐ περίαπτα ἐποίησεν· οὐ μαγγανιστρίας γυναῖκας ἐμισθώσατο, ταύτας τὰς
45γυμναζούσας τοὺς δαίμονας, καὶ αὐξούσας τὸ ἕλκος, ἀλλ’ ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὅσοι πατέρες ἐγένεσθε, βοηθήσατε τῷ λόγῳ, καὶ ὅσαι μητέρες κατεσκευάσθητε. Οὐ δύναμαι ἑρμηνεῦσαι

95

.

1445

(50)

τὸν χειμῶνα ὃν ὑπέμεινε τὸ γυναῖον. Εἶδες τὴν καρ‐ τερίαν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καινὰ τὰ πράγματα! Πα‐ ρακαλεῖ, δέεται, κλαίει τὴν συμφοράν· αὔξει τὴν τραγῳδίαν· διηγεῖται τὸ πάθος, καὶ ὁ φιλάνθρωπος
55οὐκ ἀποκρίνεται, ὁ Λόγος σιγᾷ, ἡ πηγὴ ἀποκλείε‐ ται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τί τὸ καινόν; τί τὸ παράδοξον; Ἄλλοις ἐπιτρέχεις, καὶ ταύτην ἐπιτρέχουσαν ἀπελαύνεις. Ἀλλ’ ἐννόησον τοῦ ἰατροῦ
τὴν σοφίαν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον.1446 in vol. 95

95

.

1448

Τί οὖν; ἐπειδὴ οὐκ Ἐπέτυχεν ἀποκρίσεως, προσ‐ ελθόντες οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν αὐτῷ, Ἀπο‐ λῦσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἄλλος εὐαγγελιστὴς λέγει, ἔμπροσθεν ἡμῶν. Ἐναντία τὰ
5εἰρημένα, ἀλλὰ οὐ ψευδῆ. Ἀμφότερα γὰρ ἐποίει. Πρὸ τούτου ὄπισθεν ἔκραζεν. Ὅτε οὐκ ἀπεκρίθη, ἔμπροσθεν ἦλθεν, καθάπερ κύων περιλείχων τοὺς πόδας τοῦ δεσπότου. Ἀπόλυσον αὐτήν. Θέατρον περιέσεισεν, δῆμον συνήγαγεν. Ἀπόλυσον αὐτὴν,
10ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν αὐτός; Οὐκ ἀπ‐ εστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὅτε ἀπεκρίθη, χεῖρον ἐποίησεν αὐτῆς τὸ ἕλκος. Τί οὖν; διὰ τοῦτο ἄνθρωπος ἐγένου, σάρκα ἀνέλαβες, οἰκονομίας τοσαύτας εἰργάσω, ἵνα
15μίαν γωνίαν σώσῃς; Ἀπειρημένοι Χαναναῖοι, βδε‐ λυκτοὶ τῆς ἀσεβείας, ἐναγεῖς, μιαροὶ, ἀκάθαρτοι, οὔτε ἀκοῦσαι αὐτῶν ἠνείχοντο οἱ Ἰουδαῖοι, τὸν νόμον τελοῦντες, καὶ πληροῦντες αὐτόν. Ἐπειδὴ ἡ γυνὴ Χα‐ ναναία ἦν, καὶ τοῦ ὁρίου ἐκείνου τοῦ ἀπειρημένου,
20ἔνθα καὶ λύσσα, καὶ μανία, καὶ ἀσέβεια ἐπέκειτο, καὶ διαβόλου τυραννὶς, καὶ δαιμόνων βάκχαι, καὶ φύσις πατουμένη, καὶ εἰς ἀλόγων ἀλογίαν κατενεχθεῖσα, εἰς δαιμόνων κακίαν. Προσέτασσε δὲ ὁ νόμος, Μηδέν σοι καὶ Χαναναίοις· μὴ δῷς, μὴ λάβῃς μετ’ ἐκεί‐
25νων. Μὴ γυναῖκα λάβῃς, μὴ συμβόλαια, μὴ συν‐ αλλάγματα. Διὰ τοῦτο φραγμὸν περιέθηκεν. Ἵνα οὖν μὴ λέγωσιν οἱ Ἰουδαῖοι, Ὅτι ἀφῆκας ἡμᾶς, καὶ ἀπῆλθες ἔξω, διὰ τοῦτο οὐκ ἐπιστεύσαμέν σοι. Ἰδοὺ ἀπὸ ἐθνῶν ἔρχονται, καὶ οὐ δέχομαι αὐτοὺς, ὑμᾶς
30δὲ φεύγοντας καλῶ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, καὶ οὐκ ἔρχεσθε. Ταύτην δὲ ἀποῤῥίπτω, καὶ παραμένει. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦ‐ σιν. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
35Ἴδωμεν οὖν τί λέγει· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἀκούσασα, ἦλθε, καὶ προσεκύνησε λέγουσα· Ναὶ Κύριε. Ὁ δέ φησιν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βάλλειν τοῖς κυναρίοις. Τί
40οὖν; Ναὶ, Κύριε. Κύνα με λέγεις, ἐγώ σε Κύριον καλῶ· σύ με ὑβρίζεις, ἐγώ σε αἰνῶ. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Ὦ σοφία γυναικός! Κύνα με λέγεις; ὡς κύνα με
45θρέψον. Οὐ παραιτοῦμαι τὸ ὄνειδος· λάβω οὖν τὴν τροφὴν τοῦ κυνός. Κύνα με ἐκάλεσας; δός μοι ψιχίον. Συνήγορος ἐγένου μοι τῇ αἰτήσει, ἐν τῇ παροχῇ τὴν συγκατάθεσιν ἐπίδειξον. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων

95

.

1448

(50)

ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τί οὖν ὁ παραιτούμενος, ὁ διώκων, ὁ λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις; ὁ λέγων· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τί φησιν,
55Ὦ γῦναι, ἐπαινέτης ἐγένου; ἀνακηρύττεις τὴν γυ‐ ναῖκα, οὐκ ᾔσχυνες αὐτήν; οὐκ ἐδίωκες; διὰ τοῦτο ἐδίωκον. Εἰ γὰρ ἐξ ἀρχῆς αὐτὴν ἀπέλυσα, οὐκ ἂν ἔμαθες αὐτῆς τὴν πίστιν. Εἰ ἐκ προοιμίων ἔλαβεν,
ἀνεχώρει, καὶ τὸν θησαυρὸν αὐτῆς οὐκ ἠπίστατο.1448 in vol. 95

95

.

1449

Διὰ τοῦτο ἀνεβαλόμην τὴν δόσιν, ἵνα δείξω αὐτοῖς τὴν πίστιν. Ὦ γύναι. Θεὸς λέγει, Ὦ γύναι! Ἀκουέ‐ τωσαν οἱ εὐχόμενοι μετὰ βαναυσίας. Ὅταν εἴπω, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον
5αὐτόν· λέγει, Παρεκάλεσα ἅπαξ καὶ δεύτερον, τρί‐ τον, δέκατον, καὶ οὐκ ἔλαβον. Μὴ ἀποστῇς, ἕως ἐὰν λάβῃς. Τότε ἀπόστηθι ὅταν λάβῃς· μᾶλλον δὲ τότε· ἀλλὰ καὶ τότε παράμενε. Κἂν λάβῃς, αἴτει· ὅταν δὲ λάβῃς, εὐχαρίστησον, ὅτι ἔλαβες. Εἰσέρχονται πολ‐
10λοὶ εἰς τὴν Ἐκκλησίαν, καὶ ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται. Μὴ γὰρ πολλῶν χρείαν ἔχει ὁ Θεὸς λόγων; τῆς εὐχῆς σου μόνον χρῄ‐ ζει. Καὶ τί, φησί· ἔκλινα, καὶ ηὐξάμην; Ἔκλινας τὰ γόνατα, ἀλλ’ ἡ διάνοιά σου ἔξω ἐπέτατο. Τὸ σῶμά
15σου ἔσω, καὶ ἡ ψυχή σου ἔξω. Τὸ στόμα σου ἔλεγεν, καὶ ἡ διάνοιά σου ἠρίθμει τοὺς τόκους, συμβόλαια, συναλλάγματα, χωρία, κτήματα. Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται. Πολλάκις κείμεθα ὕπτιοι,
20καὶ οὐδὲν λογιζόμεθα, καὶ ὁ νοῦς ἠρεμεῖ. Ἤλθομεν εὔξασθαι, καὶ μυρίοι λογισμοὶ ἐπέρχονται, ἵνα ἡμᾶς ἐκβάλῃ κενούς. Ταῦτα εἰδὼς ἐν ταῖς εὐχαῖς, γίνωσκε τὴν Χαναναίαν. Ἀλλ’ οὐκ ἔχεις θυγατέρα δαιμονι‐ ζομένην. Τί εἶπεν ἡ Χαναναία; Ἐλέησόν με· ἡ
25θυγάτηρ μου κακῶς δαιμονίζεται. Μέγας ὁ δαί‐ μων, ἁμαρτία· ὁ δαιμονιῶν ἐλεεῖται, ὁ ἁμαρτάνων μισεῖται. Ἐκεῖνος συγγνώμην ἔχει, οὗτος ἀπολογίας ἐστέρηται. Ἐλέησόν με· βραχὺ τὸ ῥῆμα, καὶ πέ‐ λαγος φιλανθρωπίας. Ὅπου γὰρ ἔλεος, πάντα τὰ
30ἀγαθά. Κἂν ἔξω ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με· μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιω‐ πώντων ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ’ ἀρκεῖ τρόπος. Ὁ Ἱερεμίας ἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο. Ὁ Δανιὴλ ἐν λάκκῳ λεόντων, καὶ τὸν
35Θεὸν ἐξευμενίσατο· οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ἦσαν, καὶ τὸν Θεὸν ἐδυσώπησαν. Ὁ λῃστὴς ἐσταυ‐ ρώθη, καὶ ὁ σταυρὸς οὐκ ἐκώλυσεν, ἀλλὰ παράδεισον ἤνοιξεν. Ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεον κατεσκεύασεν. Ὅπου ἐὰν ᾖς, εὔχου. Κἂν δικαστῇ
40παραστῇς, εὔχου. Ὅταν ὀργίζηταί σοι δικαστὴς, εὔχου. Θάλασσα ἦν ἔμπροσθεν, ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, μέσος ὁ Μωσῆς. Πολλὴ εὐχὴ ἐν τῇ στενο‐ χωρίᾳ· ἀλλὰ μέγα τὸ πέλαγος τῆς εὐχῆς. Ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, καὶ μέση ἡ εὐχή. Καὶ οὐδὲν
45ἐλάλει Μωσῆς· καὶ λέγει αὐτῷ ὁ Θεὸς, Τί βοᾷς πρός με; Κἂν τὸ στόμα σου σιγᾷ, ἀλλ’ ἡ καρδία σου βοᾷ. Καὶ σὺ ὅταν παραστῇς δικαστῇ μεμηνότι καὶ τυραννοῦντι, καὶ ἐπ’ αὐτῶν τῶν δημίων, εὔχου τῷ Θεῷ. Εὐχομένου δέ σου, τὰ κύματα καταστέλλεται.

95

.

1449

(50)

Ὁ δικαστὴς ἐπὶ σέ; πρὸς τὸν Θεὸν φεῦγε· Ὁ ἄρχων πλησίον σου; σὺ τὸν Δεσπότην παρακάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν; ἀεὶ ἐγγύς ἐστι, καὶ πανταχοῦ ἐστι, καὶ πάντα πληροῖ. Ἐὰν θέλῃς παρακαλέσαι ἄνθρωπον, καὶ μαθεῖν τί ποιεῖ, διακονῶν οὐκ ἀπο‐
55κρίνεται. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τοιοῦτον. Ὅπου δ’ ἂν ἀπέλθῃς καὶ καλῇς, ἀκούει. Οὐ θυρωρὸς, οὐκ οἰκονόμος, οὐ μεσίτης, οὐ διάκονος, οὐδὲν τούτων. Εἰπέ· Ἐλέησόν με, καὶ ὁ Θεὸς παραγίνεται. Ἔτι
λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. Ὦ ῥῆμα ἡμε‐1450 in vol. 95

95

.

1452

ρότητος γέμον, οὐκ ἀναμένον τελέσαι τὴν εὐχήν. Οὐδέπω τελεῖς τὴν εὐχὴν, καὶ λαμβάνεις τὴν δόσιν. Ἐλέησόν με· ταύτην μιμησώμεθα τὴν Χαναναίαν. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
5Καὶ τί ἤκουσεν; Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ἐξηπορήθης, ὑβρίσθης παρ’ ἐμοῦ. Ἀπεδίωξά σε, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παρέμεινας. Ἀληθῶς, Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἀπέθανεν ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς
10μένει διαδήματος λαμπρότερον εἰς ὅσην ἥλιος ἐφορᾷ γῆν. Ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Ὦ γύναι, Με‐ γάλη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις σύ. Καὶ ἐξῆλθε τὸ δαιμόνιον, καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς. Πότε; ἀπὸ ὥρας ἐκείνης. Οὐκ ἐξ ἧς ἦλθεν ἡ μήτηρ
15αὐτῆς, ἀλλ’ ἐξ ἧς ἤκουσε παρὰ τοῦ Σωτῆρος ἡμῶν, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ λοιπὸν ἦλθεν προσδοκοῦσα εὑρεῖν δαιμο‐ νιζομένην, καὶ εὗρεν ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν κατὰ τὴν κέλευσιν τοῦ Δεσπότου.
20 Ἀεὶ προσεύχεσθαι δεῖ, καὶ πρὸ τῶν ἀγώνων, καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσι, καὶ τὴν ἄνωθεν ἐπικου‐ ρίαν αἰτεῖν. Ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων, χρὴ εὔχεσθαι πρότερον σωτηρίας, εἶθ’ οὕτως ὑπὲρ ἑαυτῶν. Ἐπὶ
25γὰρ κοινωνίαν γεγόναμεν, καὶ ταύτην ὁ προτιμῶν τοῦ καθ’ ἑαυτὸν ἰδίου, μάλιστα εἴη Θεῷ κεχαρι‐ σμένος. Προσέταξε Κύριος, ἵνα ἐπικαλέσῃ αὐτὸν ἐν ἡμέρᾳ θλίψεως. Διὸ οὐ χρὴ κατοκνεῖν, ἀλλὰ παντὶ μὲν καιρῷ
30ἐπικαλεῖσθαι τὸν Θεὸν, μάλιστα δὲ ἐν τοῖς καιροῖς τῶν θλίψεων, ἵνα δείξωμεν τοῖς ἐχθροῖς, ὅτι κατεπό‐ θημεν ὑπὸ τῶν περιστάσεων, ἀλλὰ μετὰ πεποιθή‐ σεως πρὸς τὸν Θεὸν ἄνω βλέπομεν. Πλειστάκις δεηθεὶς, καὶ ἀποτυχὼν, μὴ ἀποκάμῃς,
35μηδὲ ἀπελπίσῃς, ἀλλὰ ἀνακαινίσας τοὺς πρὸς τὸν Θεὸν λιβέλλους, πάλιν πρόσελθε ἀναιδῶς τῷ δεσπότῃ. Προτιμᾶται γὰρ ἐν ταῖς ἀνάγκαις τῆς αἰδοῦς ἡ ἀναί‐ δεια. Διὰ γὰρ τὴν ἀναίδειαν αὐτοῦ δοθήσεται αὐτῷ ὅσον θέλει, καθὼς εἶπεν ὁ Κύριος.
40 Ὥσπερ τὸ ἀναπνεῖν οὐδέποτε ἄκαιρον, οὕτως οὐδὲ τὸ αἰτεῖσθαι παρὰ Κυρίου τὰ αἰτήματα μυστικὰ, μέ‐ χρις ἐσχάτης ἀναπνοῆς. Ἡμέρας, φησὶν, ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναν‐ τίον σου, Κύριε ὁ Θεός μου. Ὁρᾷς πῶς Δαβὶδ ὁ
45θεσπέσιος ὑποτύπωσις ὑμῖν γίνεται πρὸς τὸ ἀδια‐
λείπτως εὔχεσθαι, καὶ μὴ καταφέρεσθαι εἰς ἀκηδίᾳν.1452 in vol. 95

95

.

1453

Εἰ πλεονάκις ὠφελήθημεν ἀνδρὶ ἀγαθῷ συντυ‐ χόντες, πηλίκα κερδανοῦμεν καθ’ ἡμέραν καὶ νύκτωρ προσδιαλεγόμενοι δι’ εὐχῆς, καὶ ψαλμῳδίας τῷ Δε‐ σπότῃ τῶν ὅλων!
5 Οὐ τὸ τυχὸν ἀγαθὸν, ἀλλὰ καὶ ἄγαν μέγα τὸ πάν‐ τοτε διὰ τῆς ἱκετείας ἑαυτοὺς τῷ κρείττονι παρατί‐ θεσθαι. Οὐ μικρὸν τοῖς ἐλαχίστοις καὶ τὸ μίαν βαθμίδα τῆς τῶν ἀρετῶν κλίμακος ἀναθῆναι, καὶ τέως ἄνω
10γενέσθαι τῆς γῆς. Τόλμησον προσελθεῖν μετὰ κλαυθμοῦ τῷ οὐρανίῳ ἀρχιάτρῳ Ἰησοῦ, καὶ πάντα τῆς ψυχῆς ἀπογυμνῶ‐ σαι τὰ τραύματα. Οὐδὲν γὰρ ἂν εἴη πάθος, ὅπερ μὴ ἰσχύει θεραπεῦσαι Χριστὸς ὁ φιλανθρωπότατος.
15 Τοὺς σκώληκας τῆς διανοίας ἐξαφανίζειν σπεῦδε δι’ εὐχῆς, καὶ νηστείας, καὶ ἀγρυπνίας εὐτόνου. Εὖ ἴσθι, καὶ εἰς τὸ γῆρας αὐτὸ ἐληλακότας τινὰς ἔγνωμεν, δι’ εὐχῆς καὶ ἐλπίδος μέγιστον λελογχότας ἐπουρανίου χαρίσματος.
20 Οὐδὲν παντελῶς ἀντιτάξασθαι δύναται τῷ Κυρίῳ, οὐ χρόνος, οὐ τόπος, οὐ πρᾶγμα, οὐ διάβολος βρέ‐ μων, οὐ δαίμονες πολεμοῦντες, οὐκ ἀσθένεια ψυχικὴ ἢ σωματικὴ, οὐ λογισμῶν στειρώσεις, οὐ νόμος με‐ λῶν σαρκός τε καὶ αἵματος, ὧν κατακαυχᾶται ὁ Σα‐
25τανᾶς καὶ δράκων, ὁ τὴν ἰσχὺν ἐπ’ ὀσφύος κεκτη‐ μένος, τὴν δὲ δύναμιν αὐτοῦ τὴν μεστὴν βδελυγμίας, ἐπ’ ὀμφαλοῦ τῆς γαστρός· οὐχ ἕξις κακίστη πολυ‐ παθής· οὐ συνήθεια πολυετής τε καὶ χρόνιος. Οὐ περιποιητέον ἡμῖν τοὺς ἀρέσκοντας τῷ διαβόλῳ
30λογισμοὺς, ἀλλὰ ἀναιρετέον τῇ τοῦ θείου λόγου πα‐ ραξιφίδι. Ἡ ψυχὴ ἡμῶν, φησὶν, ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων δαιμόνων. Ὥσπερ γὰρ τὰ στρουθία διὰ τῆς τῶν πτερῶν κινήσεως μετ‐
35άρσια γίνεται ἄνω τῆς γῆς, οὕτω καὶ ὁ θεοσεβὴς ἄνθρωπος ἀπὸ τῶν ἐπιγείων πρὸς τὰ ἐπουράνια διὰ προσευχῶν μετατίθησιν ἑαυτόν. Τὴν δύναμιν πληροῦτε τῆς προσευχῆς. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τί ποιεῖτε, πάντα
40εἰς δόξαν Θεοῦ ποιεῖτε. Καθεζόμενος ἐπὶ τραπέζης, προσεύχου· προσφερόμενος τὸν ἄρτον, τῷ δεδωκότι τὴν χάριν ἀποπλήρου. Παρῆλθεν ἡ χρεία τῶν βρω‐ μάτων; ἡ μέντοι μνήμη τοῦ εὐεργέτου μὴ παρερ‐ χέσθω. Τὸν χιτῶνα ἐνδυόμενος, εὐχαρίστει τῷ δε‐
45δωκότι. Τὸ ἱμάτιον περιβαλλόμενος, αὔξησον τὴν εἰς Θεὸν ἀγάπην, ὃς καὶ χειμῶνι, καὶ θέρει ἐπιτήδεια ἡμῖν σκεπάσματα ἐχαρίσατο, τήν τε ζωὴν ἡμῶν συντηροῦντα, καὶ τὸ ἄσχημον περιστέλλοντα. Ἐπλη‐ ρώθη ἡ ἡμέρα; εὐχαρίστει τῷ τὸν ἥλιον εἰς ὑπηρε‐

95

.

1453

(50)

σίαν τῶν ἡμερινῶν ἔργων χαρισαμένῳ ἡμῖν, πῦρ δὲ παρασχομένῳ τοῦ φωτίζειν τὴν νύκτα, καὶ ταῖς λοι‐ παῖς χρείαις ταῖς κατὰ τὸν βίον ὑπηρετεῖν. Ὅταν ἀναβλέψῃς πρὸς οὐρανὸν, καὶ πρὸς τὰ τῶν ἀστέρων ἐνατενίσῃς κάλλη, προσεύχου τῷ Δεσπότῃ τῶν ὁρω‐
55μένων, καὶ προσκύνει τὸν ἀριστοτέχνην τῶν ὅλων Θεὸν, ὃς ἐν σοφίᾳ τὰ πάντα ἐποίησεν.
Ὅταν περί τινος ἀγαθοῦ παρακαλέσῃς τὸν Θεὸν,1454 in vol. 95

95

.

1456

καὶ μὴ εἰσακούσῃ σου παραυτίκα, μὴ ὀλιγωρήσῃς, μηδὲ μικροψυχήσῃς. Πολλάκις γὰρ πρὸς τὸ παρὸν οὐ συμφέρει σοι τὸ αἴτημα. Πᾶς ὁ αἰτῶν λαμβάνει, φησί. Λαμβάνει δὲ, εἴπερ ζητοίη τὰ συμφέροντα τῇ
5ψυχῇ. Μὴ πλοῦτον ἐν προσευχῇ ζητήσῃς, μὴ ὑγείαν, μὴ τῶν ἐχθρῶν ἄμυναν, μὴ δόξαν ἀνθρωπίνην, ἀλλὰ μόνον τὰ συντελοῦντα πρὸς σωτηρίαν ψυχῆς. Ἐὰν κακῶς καὶ ἀξυμφόρως αἰτεῖς, καθάπερ ὁ
10πυρέττων ἄνθρωπος παρακαλεῖ παρασχεῖν αὐτῷ οἶνον, προσβλέπων ὁ Θεὸς τὰ μέλλοντα, οὐ ποιεῖ τὸ θέλημά σου· οὐ παρέχει τὴν ἀλόγιστον αἴτησιν. Μνησθῶμεν τοῦ προδότου Ἰούδα, καὶ μὴ ἐξέλθω‐ μεν τῆς ἐκκλησίας. Ἐκείνῳ γὰρ ἀρχὴ ἀπωλείας
15γέγονε, τὸ μὴ παραμένειν τῇ εὐχῇ. Λαβὼν γὰρ τὸν ἄρτον πρῶτος τῶν λοιπῶν ἐξῆλθε, καὶ εὐθέως ἐχώ‐ ρησεν εἰς αὐτὸν ὁ Σατανᾶς, καὶ εἰς τὴν προδοσίαν ἐσπούδασεν. Ἐὰν οὖν τις πρὸ τῆς ἀπολύσεως ἐξέλθῃ, τὰς τοῦ Ἰούδα εὐθύνας ἀποτίσει. Μὴ οὖν διὰ μίαν
20ὥραν μέλλωμεν μετὰ Ἰούδα κατακρίνεσθαι. Οὐδὲν ἡμᾶς βαρήσει ἡ παραμονή· οὐ χειμῶνας ἔνδον ἔχει, οὐ πῦρ, οὐχ ἕτερα κολαστήρια. Εἰ λέγει τῷ ἀνθρώπῳ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις, ὅτι, Παντὶ τῷ αἰτοῦντί σε δίδου τὴν ἐλεημοσύνην,
25πολλῷ μᾶλλον αὐτὸς ὁ Κύριος παντὶ τῷ δεομένῳ δώσει πλούσια τὰ ἐλέη, καὶ τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ τῶν λυπηρῶν τὴν λύσιν, τὰ μυρία καλά. Χριστὸς ὁ παμβασιλεὺς Θεὸς οὐδαμῶς ἀποστρέ‐ φεται τοὺς πρὸς αὐτὸν κεχηνότας, καὶ ἀπὸ βάθους
30καρδίας στενάζοντας, κἂν πολλοῖς ἁμαρτήμασι πε‐ φορτισμένοι τυγχάνωσιν, ἀλλὰ καὶ προσίεται, καὶ καθαρίζει τούτους, τῆς υἱοθεσίας δωρεῖται χάρισμα, καὶ ἀρετῶν ἐργάτας ἀποφαίνει προϊόντος τοῦ χρόνου.
35ΤΙΤΛ. Ηʹ. —Περὶ ἐλεημοσύνης, καὶ εὐποιΐας τῶν πτωχῶν. «Οὐ μὴ ἐκλείπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς. Διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο, λέγων· Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου,
40τῷ πένητι τῷ ἐπιδεομένῳ.» —«Οὐκ ἀποστρέψεις τὴν χεῖρά σου ἐνώπιον τοῦ ἀδελφοῦ.» «Ἐγώ σοι ἐντέλλομαι ἀγαπᾷν τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον.» «Ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. Ἀδύνατοι
45χρείαν ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. Εἰ δὲ καὶ τὸν ἄρτον μου ἔφα‐ γον μόνος, καὶ οὐχὶ καὶ ὀρφανῷ μετέδωκα; εἰ δὲ καὶ παρεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα; ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς

95

.

1456

(50)

ἀμνῶν μοῦ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. Ὀφθαλ‐ μὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤμην Πατὴρ
ἀδυνάτων.»1456 in vol. 95

95

.

1457

«Ὁ δίκαιος οἰκτείρει, καὶ δίδωσι.» «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.» «Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· ἐσκόρ‐ πισεν, ἔδωκεν,» καὶ τὰ λοιπά.
5 «Ἐλεημοσύναι καὶ πίστις μὴ ἐκλειπετωσάν σε· ἔφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χά‐ ριν. Μὴ ἀπόσχῃ εὐποιεῖν ἐνδεεῖ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἀπελθὼν ἐπανῆκε, καὶ αὔ‐ ριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν. Οὐ γὰρ οἶδας
10τί τέξεται ἡ ἐπιοῦσα.» «Εὐλογία εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τῇ ψυχῇ αὐτοῦ ἀγαθοποιεῖ ἀνὴρ ἐλεήμων.» «Λύτρον ψυχῆς ἀνδρὸς, ὁ ἴδιος πλοῦτος. Δίκαιοι οἰκτείρουσι καὶ ἐλεοῦσιν.»
15 «Ὁ ἐλεῶν πτωχὸν, μακαριστός.» «Ἐλεημοσύνῃ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρ‐ τίαι.» «Ὁ σπλαγχνιζόμενος ἐλεηθήσεται.» «Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ· κατὰ δὲ τὸ
20δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ.» «Ὅσοι διδοῦσι πτωχοῖς, οὐκ ἐνδεηθήσονται.» «Ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.» «Ἄνδρα ἱλαρὸν καὶ δότην ἀγαπᾷ ὁ Θεός.»
25 «Πᾶν ὃ ἐὰν εὕρῃ χείρ σου τοῦ ποιῆσαι, ὅση δύ‐ ναμίς σου ποίησον.» Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι, καὶ τοῦ ποιῆσαι ἀγαθὸν ἐν ζωῇ αὐτοῦ.»
30 «Τὸ κρῖμά μου ὡς φλὸξ ἐξελεύσεται, διότι ἔλεον θέλω, καὶ οὐ θυσίαν.» «Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτω‐ χοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε. Ἐὰν δῷς πεινῶντι τὸν ἄρτον σου
35ἐκ ψυχῆς, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ διὰ παν‐ τός.» «Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρ‐
40τίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου, ἐν οἰκτιρμοῖς πενήτων.» «Παντὸς δυνατωτέρα ἐστὶν ἡ εὐσέβεια.» «Πῦρ φλογιζόμενον κατασβέσει ὕδωρ, καὶ ἐλεη‐ μοσύνη ἐξιλάσκει ἁμαρτίας.»
45 «Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς, καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπὶ ἐνδεεῖς. Ψυχὴν πεινῶσαν μὴ λυπήσῃς, καὶ μὴ παρελκύσῃς δόσιν
ἐπιδεομένου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ1458 in vol. 95

95

.

1460

πτωχοῦ, καὶ ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλ‐ μόν σου. Κλῖνον πτωχῷ τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραότητι.» «Ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. Πτωχῷ ἔκ‐
5τεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου.» «Εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Ὑψίστου. Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.»
10 «Ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ.» Ὁ ποιῶν ἔλεον δανιεῖ τῷ πλησίον· καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ, τηρήσει ἐντολάς. Ἐπὶ ταπεινῷ μα‐ κροθύμησον, καὶ ἐπὶ ἐλεημοσύνην μὴ παρελκύσῃς αὐτόν. Σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου,
15καὶ αὕτη σε ἐξελεῖται ἐκ πάσης κακώσεως· κατέ‐ ναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ.» «Ἐλεημοσύνη εἰς τὸν αἰῶνα μένει.» «Ἀδελφοὶ καὶ βοήθεια ἐν καιρῷ θλίψεως· καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύεται.»
20 «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσον‐ ται.» «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμ‐ προσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς. Εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ
25ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποι‐ οῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεη‐
30μοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δε‐ ξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ.» «Πορευθέντες μάθετε τί ἐστιν· Ἔλεον θέλω, καὶ
35οὐ θυσίαν.» «Ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτή‐ ριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.» «Ἀποκριθεὶς ὁ Ἰωάννης λέγει αὐτοῖς· Ὁ ἔχων
40δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα, οὕτως ποιείτω.» «Εἶπεν αὐτοῖς ὁ Κύριος· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἐξ ἁρπαγῆς καὶ πονηρίας.
45Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν αὐτὸς ἐποίησεν; πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.» «Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεη‐ μοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιού‐

95

.

1460

(50)

μενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου
κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει. Ὅπου1460 in vol. 95

95

.

1461

γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.» «Ἔλεγεν ὁ Κύριος τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου,
5μηδὲ γείτονας πλουσίους, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ τοὺς ἀδελφούς σου, μήποτε καὶ αὐτοί σε ἀντι‐ καλέσωσι, καὶ γενήσεταί σοι ἀνταπόδομα. Ἀλλ’ ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χολοὺς, τυ‐ φλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦ‐
10ναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.» «Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρές μου. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβά‐
15νεσθαι τῶν ἀσθενούντων, μνημονεύειν δὲ τῶν λόγων τοῦ Κυρίου, ὅτι αὐτὸς εἶπε· Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν.» «Ὁ μεταδιδοὺς ἐν ἁπλότητι· ὁ προϊστάμενος ἐν σπουδῇ· ὁ ἐλεῶν ἐν ἱλαρότητι.»
20 «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει. Ἕκαστος ὡς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγα‐
25θὸν, καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι.» «Τῶν πτωχῶν, ἵνα μνημονεύωμεν.» «Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι ἐπαγγέλλω μὴ ὑψηλοφρονεῖν, μὴ ἐλπίζειν ἐπὶ πλούτου ἀδηλότητι,
30ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ παρέχοντι πάντα πλουσίως εἰς ἀπόλαυσιν· ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικοὺς, ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον.» «Ὑμεῖς, ἀδελφοὶ, μὴ ἐκκακεῖτε καλοποιοῦντες.»
35 «Τῆς εὐποιΐας καὶ τῆς κοινωνίας μὴ ἐπιλανθάνε‐ σθε. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» «Κατακαυχᾶται ἔλεος κρίσεως.» «Πλούσιός ἐστιν ἐκεῖνος ὁ πολλοὺς ἐλεῶν, καὶ ὁ κατὰ Θεοῦ μίμησιν ἐπιδοὺς ἐξ ὧν ἔχει. Θεὸς γὰρ παν‐
40τάπασιν ἔδωκεν ἐκ τῶν αὐτοῦ κτισμάτων. Σύνετε δὴ πλούσιοι, ὅτι διακονεῖν ὀφείλετε, λαβόντες πλείονα ὧν αὐτοὶ χρῄζετε· μάθετε ὅτι ἑτέροις λείπει τὰ ὑμῖν περισσεύοντα. Αἰσχύνθητε κατέχοντες τὰ ἀλλότρια· μιμήσασθε ἰσότητα Θεοῦ, καὶ οὐδεὶς ἔσται πένης.
45 Μίμησαι τὴν γῆν, ἄνθρωπε, καρποφόρησον ὡς ἐκείνη. Μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν γὰρ τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ’ εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψεν· Σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐποιΐας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις. Διότι

95

.

1461

(50)

τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπ‐1462 in vol. 95

95

.

1464

αναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σῖτος πεσὼν εἰς τὴν γῆν, κέρδος τῷ προιεμένῳ γί‐ νεται, οὕτως ὁ ἄρτος εἰς τὸν πεινῶντα καταβληθεὶς,
5πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας διὰ τῆς τῶν δεομένων μεταλήψεως ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς. Σπείρατε γὰρ ἑαυτοῖς, φησὶν, εἰς δικαιοσύνην. Τί οὖν ἀδη‐ μονεῖς; τί κόπτεις σεαυτὸν, πηλῷ καὶ πλίνθοις τὸν
10πλοῦτον ἀποκλεῖσαι φιλονεικῶν; Κρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν. Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ τὴν αὐτῶν τιμὴν, σκόπει πόσον πρὸς δόξαν λυσιτελέστερον μυρίων παίδων πατέρα προσ‐ αγορεύεσθαι, ἢ μυρίους στατῆρας ἔχειν ἐν βαλαντίῳ.
15Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα καὶ μὴ βουλόμενος, τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτι‐ μίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε τροφέα καὶ εὐεργέτην, καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκα‐
20λῶσιν ὀνόματα. Θεός ἐστιν ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες, οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρίζον‐ τες· δόξα αἰώνιος, στέφανοι δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν ἆθλά σοι ἔσται, Τὰ φρέατα ἐξαντλούμενα, εὐροώτερα γίνεται· ἐν‐
25αφιέμενα δὲ κατασήπεται, καὶ πλούτου, τὸ μὲν στά‐ σιμον ἄχρηστον, τὸ δὲ κινούμενόν τε καὶ μεταβαῖνον κοινωφελὲς καὶ εὔκαρπον. Δὸς χάριν τῷ εὐεργέτῃ, ὅτι οὐχὶ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσιν.
30 Δάνεισον ὁ πλούσιος τῷ ἀπόρῳ. Θεῷ πίστευσον τῷ ἀεὶ εἰς πρόσωπον ἴδιον ὑπὲρ τοῦ θλιβομένου λαμβά‐ νοντι, καὶ οἴκοθεν ἀποδιδόντι τὴν χάριν. Ἀξιόπιστος ἐγγυητὴς, πανταχοῦ γῆς καὶ θαλάσσης ἡπλωμένους ἔχων τοὺς θησαυρούς.
35 Σκορπιζόμενος ὁ πλοῦτος, καθ’ ὃν ὁ Κύριος ὑποτί‐ θεται τρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦται. Ἐὰν φυλάσσῃς, οὐκ ἔχεις· ἐὰν σκορ‐ πίσῃς, οὐκ ἀπολέσεις. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα
40τοῦ αἰῶνος. Ἐν πανηγύρει οὐδεὶς λυπεῖται προϊέμενος τὰ πα‐ ρόντα, καὶ ἀντικτώμενος τὰ δέοντα, ἀλλ’ ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολυτίμητα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτοῦ τοῦ συναλλάγματος γενο‐
45μένου. Σὺ δὲ λυπῇ χρυσίον καὶ ἀργύριον διδοὺς, τουτ‐ έστι χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν. Προλαβὼν ἐνταφίασον σεαυτόν. Καλὸν ἐντάφιον ἡ εὐσέβεια. Πάντα περιβαλλόμενος ἄπελθε. Οἰκεῖον

95

.

1464

(50)

κόσμον τὸν πλοῦτον ποίησον. Ἔχε αὐτὸν μετὰ σεαυ‐ τοῦ. Πείσθητι καλῷ συμβούλῳ, τῷ ἀγαπήσαντί σε Χριστῷ, τῷ δι’ ἡμᾶς πτωχεύσαντι, ἵνα τὴν ἐκείνου
πτωχείαν πλουτήσωμεν.1464 in vol. 95

95

.

1465

Ὅταν πτωχῷ παρέχειν μέλλῃς διὰ τὸν Κύριον, τοῦτο καὶ δῶρόν ἐστι, καὶ δάνεισμα· δῶρον μὲν, διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολαύσεως· δάνεισμα δὲ διὰ τὴν μεγαλοδωρεὰν τοῦ ἀποτιννύντος ὑπὲρ αὐτοῦ, ὃς
5μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτοῦ ἀποδώσει· Ὁ γὰρ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φη‐ σίν. Ὁ χρήματα διδοὺς, ἐλεημοσύνην αἰτεῖ παρὰ σοῦ διὰ τῆς χειρὸς τῶν πενήτων, κἂν λάβῃ τὰ ἑαυτοῦ,
10ἀκεραίαν σοι τὴν χάριν ὡς οἰκείαν ἀποπληροῖ. «Ὁ πλούσιος οὔπω ζηλωτός ἐστι διὰ τὸν πλοῦτον· οὐχ ὁ δυνάστης διὰ τὸν ὄγκον τοῦ ἀξιώματος. Ὄρ‐ γανα γάρ ἐστι ταῦτα τῆς λοιπῆς ἀρετῆς τοῖς καλῶς κεχρημένοις, οὐκ αὐτὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ μακά‐
15ριον. Ὁ μὲν οὖν κακῶς αὐτοῖς κεχρημένος ἐλεεινὸς, ὡς ὁ τῷ ξίφει ὃ ἔλαβεν πρὸς τὴν τῶν πολεμίων ἄμυ‐ ναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώσκων. Εἰ δὲ καλῶς, καὶ κατὰ τὸν ὀρθὸν λόγον, τὸν παρόντα μετα‐ χειρίζεται, καὶ οἰκονόμος ἐστὶ τῶν παρὰ Θεοῦ δοθέν‐
20των, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι ὁ τοιοῦτος δίκαιός ἐστι διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Γενοῦ, ἄνθρωπε, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μηδέποτε γυμνούμενος τῆς ἐλπίδος, ἀλλ’ ἀεὶ θάλλουσαν ἔχων περὶ σεαυτὸν τὴν διὰ πί‐
25στεως σωτηρίαν, οὕτω καὶ τὸ ἀειθαλλὲς τοῦ φύλλου μιμήσῃ, καὶ τὸ πολύκαρπον δὲ αὐτοῦ ζηλώσεις, ἄφθονον τὴν ἐλεημοσύνην παντὶ καιρῷ παρεχόμενος. Οὐκ οἶμαι, τῷ πόσῳ τῆς διδομένης ὕλης οὔσης ἔξω‐ θεν, ταῖς δὲ προσφερούσαις γνώμαις μᾶλλον καὶ
30προαιρέσεσι τὴν φιλοτιμίαν καὶ τὴν μεγαλοπρέπειαν ὁ ἱερὸς λόγος ἐσταθμίσατο. Οὐδενὶ τῶν πάντων οὕτως ὡς ἐλέῳ Θεὸς θεραπεύε‐ ται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν
35ἔλεον πρὸ τῆς κρίσεως. Οὐδὲ γὰρ ἄλλῳ τινὶ ὡς φιλαν‐ θρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δι‐ καίως ἀντιμετροῦντος ἐν ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον. Δός τι Θεῷ χαριστήριον, ὅτι τῶν εὐποιεῖν δυναμέ‐
40νων ἐγένου, ἀλλ’ οὐ τῶν εὐπαθεῖν δεομένων, ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ’ εἰς τὰς σὰς ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ εὐσέβειαν· μὴ μόνον τὸ χρυσίον, ἀλλὰ καὶ τὴν ἀρετήν. Γενοῦ τοῦ πλησίον τιμιώτερος, ἐν τῷ φανῆναι χρηστότερος.
45Γενοῦ τῷ ἀτυχοῦντι Θεὸς, τὸν ἔλεον Θεοῦ μιμούμε‐ νος. Οὐδὲν γὰρ οὕτως ὡς τὸ εὐποιεῖν ἄνθρωπος ἔχει Θεοῦ. Οἴει μὴ ἀνάγκην εἶναί σοι τῆς εὐεργεσίας, ἀλλὰ προαίρεσιν; Σφόδρα καὶ αὐτὸς ἐβουλόμην, καὶ ὑπ‐

95

.

1465

(50)

ελάμβανον ἀλλὰ φοβεῖ με ἡ ἀριστερὰ χεὶρ καὶ οἱ
ἔριφοι, καὶ ἃ παρὰ τοῦ στήσαντος ὀνειδίζονται, οὐχ1466 in vol. 95

95

.

1468

ὅτι διηρπάκασιν, οὐδ’ ὅτι σεσυλήκασιν, ἢ μεμοιχεύ‐ κασιν, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων πεποιήκασιν. ταύτην τὴν τάξιν καταψηφισθέντες, ἀλλ’ ὅτι μὴ Χρι‐ στὸν διὰ τῶν δεομένων τεθεραπεύκασιν. —Οὐδεὶς
5μετέγνω τῶν Θεῷ τι προσενεγκάντων. Πολύς ἐστιν εἰς ἀνταπόδοσιν. —Ἔστω τὸ ἀγαθὸν ὑμῶν ἐκ τῆς χρείας, μὴ τοῦ περισσεύματος· ᾗ μᾶλλον καρποφο‐ ρίᾳ Θεὸς εὐφραίνεται, ἢ πλήθει τῆς εἰσφορᾶς, καὶ με‐ γέθει τῆς ἐπιδόσεως. —Φιλανθρωπίαν ἡμᾶς τὴν εἰς
10ἀλλήλους ἀπαιτεῖ ὁ Θεὸς, κἂν ὑπ’ αὐτοῦ κολαζώμεθα. —Τὸ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν. —Μὴ ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ’ ἤδη γενοῦ· μηδὲ
15ὅτι τῆς ἀξίας λείπει, τὸ πᾶν ἐλλείπῃς, ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι. —Οὐδὲν οὕτως τῶν εἰσφερομένων Θεῷ, κἂν ἐλάχιστον, ἢ κἂν πολὺ τῆς ἀξίας λειπόμενον, ὃ μὴ προσίεται πάντως καὶ ἀπο‐ δέχεται, εἰ καὶ σταθμίζειν οἶδεν τῇ δικαίᾳ κρίσει τὸν
20ἔλεον. Καλόν τι σητῶν ἁρπάσαι, καὶ τοῦ φθόνου, Χριστὸν χρεώστην μᾶλλον, ἢ τὰ πάντα ἔχειν, Ὃς βασιλείαν κλάσματος χαρίζεται. Χριστὸν σκέπεις, τρέφεις τε, τὸν πτωχὸν τρέφων.
25Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας, Μηδ’ αὐτὸς ἴσθι τοῖς ὄφλουσι συμπαθής. Εἰ δ’ οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται. Τί δεῖ θησαυρίζειν λῃσταῖς καὶ κλέπταις, καὶ και‐
30ρῶν μεταβολαῖς, ἄλλοτε εἰς ἄλλους μετατιθέντων, καὶ ῥιπιζόντων τὴν ἄστατον εὐπορίαν, ἀλλὰ εἰς τὰς ἀσφα‐ λεῖς ἀποθήκας ἀποτίθεσθαι τῶν ἐπιβουλευόντων ἰσχυ‐ ροτέρας. Βαρύ τι χρῆμα τὸ χρυσίον ἐστί· κοῦφον δέ τι καὶ
35ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή. Ἀλλὰ μὴν ἀντίκειται ταῦτα ἀλλήλοις τὸ βάρος καὶ ἡ κουφότης. Εἰ οὖν χρὴ τοῖς ἄνω προσβαίνειν, τῶν καθελκόντων πτωχεύσω‐ μεν, ἵνα ἐν τοῖς ἄνω γενώμεθα. Ἀμήχανον γὰρ κοῦ‐ φόν τινα γενέσθαι τὸν τῷ βάρει τῆς ὕλης ἑαυτὸν
40συνηλώσαντα. Τίς δὲ ὁ τρόπος ὑφηγεῖται ἡ ψαλμῳ‐ δία· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιο‐ σύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ τῷ πτωχῷ τοίνυν κοινωνήσας, εἰς τὴν μερίδα τοῦ δι’ ἡμᾶς πτωχεύσαντος ἑαυτὸν καταστήσει.
45 Οὐκ ἔστι κώλυμα πρὸς ἐλεημοσύνην πενία. Καὶ μάρτυς ἡ χήρα, ἡ τὰ δύο λεπτὰ βαλοῦσα, καὶ τοὺς πολλὰ καταθέντας ὑπερακοντίσασα. —Τυφλὸς οἶδεν ἐλεούμενος εἰς οὐρανῶν βασιλείαν χειραγωγεῖν, καὶ ὁ τοίχοις προσκρούων, καὶ βόθροις ἐνολισθαίνων, οὗ‐

95

.

1468

(50)

τος ὁδοποιὸς γίνεται τῆς εἰς οὐρανοὺς ἀναβάσεως. Διὰ πενήτων ὁ ἡμέτερος δικαστὴς δωροδοκεῖται· διὰ τῆς χειρὸς τοῦ πένητος τοῦ δικαστοῦ τὴν παράθυρον
κροῦσον. Δέχεται γάρ σου τὰ δι’ αὐτοῦ δῶρα, καὶ πα‐1468 in vol. 95

95

.

1469

ραχαράττει τοὺς νόμους. Δέχεται, καὶ ἀντὶ δικαίου φιλάνθρωπος γίνεται. Δέχεται, καὶ τῆς ἀληθείας προ‐ τάττει τὸν ἔλεον, καὶ τῇ πλάστιγγι τῶν ἁμαρτημά‐ των ἀντικρεμᾷ τὴν χεῖρα τοῦ πένητος. —Ὅταν δια‐
5θρέψῃς τὸν πένητα, σαυτὸν νόμιζε διατρέφειν. Τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις. Ἐξ ἡμῶν εἰς ἡμᾶς μεταχωρεῖ τὰ διδόμενα. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν δεσπότης τὸ ἡμέτερον ἐπιδὼν μικρόψυχον, εἰς ὑπερ‐ βολὴν ἄμετρον ἀναπέμπει τὸ ἔργον, καὶ ἑαυτὸν χρεώ‐
10στην τῆς ἐλεημοσύνης καλεῖ· Θεοῦ δάνεισμα τὴν εὐ‐ ποιΐαν προσαγορεύει. Ὦ πόση τῆς ἐλεημοσύνης ἡ δύναμις! δύναμις τὸ θεῖον ὑπεισέρχεται δικαστήριον. Μὴ φοβηθῶμεν δικαστὴν πρὸ τοῦ δικαστηρίου τὴν χεῖρα προτείνοντα. Μὴ φοβηθῶμεν δικαστὴν οὐκ
15ἀρνούμενον τοῦ λαβεῖν. —Καθίσας ὁ Ἰησοῦς ἀπέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς οἱ ὄχλοι βάλλουσι χαλκόν. Παραδραμὼν τὸ θυσιαστήριον τῷ γαζοφυ‐ λακίῳ προστρέχει. Παραδραμὼν τοὺς θύοντας ἐπὶ τὸ τῆς εὐποιΐας ἐπιγίνεται θέατρον· δεικνὺς διὰ τῶν ἔρ‐
20γων αὐτῶν ὅτι μόνῳ Θεὸς τούτῳ ἐπιτέρπεται τῷ θεάματι· δεικνὺς ὅτι τὸν θεῖον ὀφθαλμὸν τούτου μό‐ νου δυνατὸν ἀφομοιοῦσθαι τῷ πλάσαντι· δεικνὺς ὅτι τοῦτο μόνον ἄνθρωπον συνάπτει Θεῷ· δεικνὺς ὅτι τοῦτο μόνον τὸν πηλὸν προσπελάζει τῷ πλάστῃ.
25Γίνεσθε γὰρ, φησὶ, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Μία γάρ ἐστι τῆς θείας συγγενείας εἴσοδος ἡ εὐποιΐα. —Ὢ τῆς φιλαν‐ θρώπου ψυχῆς! ὢ τῆς ἐλεήμονος γνώμης! οὐκ ἐξέτε‐ μεν ἡ πτωχεία τὸ τῆς προαιρέσεως συμπαθές. Οὐκ
30ἐξήλεγξεν ἡ πτωχεία τὸ τῆς γνώμης φιλότιμον. Οὐ συνέστειλεν ἡ ἔνδεια τὸ τῆς ψυχῆς δαψιλές. Τὸ τῆς ἐλεημοσύνης χρῆμα διασμήχει ἁμαρ‐ τίας, κατακαυχᾶται κρίσεως, ἡμεροῖ τὴν τῆς κολά‐ σεως φλόγα, δυσωπεῖ τὸν δικάζοντα, μᾶλλον δὲ συν‐
35άπτει Θεῷ, τοῖς τῶν ἁγίων χοροῖς ἐναρίθμιον ἀπερ‐ γάζεται· ἀποφέρει δὲ καὶ εἰς τὴν ἄνω πόλιν, βασι‐ λείαν οὐρανῶν προξενεῖ, δόξαν ἀμάραντον, ἐλπίδα βεβαίαν καὶ ἐρηρεισμένην· καὶ τί γάρ; οὐχὶ τῶν τελειούντων εἰς ἀκλόνητον εὐθυμίαν; —Ὁ τοῖς ἐν
40ἐνδείᾳ καὶ πτωχευομένοις τὸν ἴδιον διανέμων πλοῦ‐ τον, οὐ πτωχεύει ποτέ. Ὁ γὰρ ἐλεῶν πτωχὸν Θεῷ δανείζει, φησίν. Ἀξιόχρεως ὁ δανειζόμενος, πιστὸς ὁ δεχόμενος. Οἶδεν ἐκτίσαι σὺν τόκῳ τὸ δοθέν. Πλού‐ σιος καὶ φιλότιμος, ὁ τὴν τοῦ φιλοικτίρμονος παρα‐
45καταθήκην λαβών. Μὴ ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ’ ἤδη γενοῦ. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐνώπιόν μου. Μηδεὶς ἔστω κενὸς, μηδὲ ὁ ἄκαρπος, μηδέ τις στεῖρα ψυχὴ καὶ ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορεῖ

95

.

1469

(50)

τῷ Θεῷ, καὶ τῶν οἰκείων. —Μεταποιηθῶμεν τῆς ἐκεῖθεν λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ ἀντὶ τῆς
ἐντεῦθεν εὐσπλαγχνίας ἀναπαυσώμεθα· Κρῖμα δί‐1470 in vol. 95

95

.

1472

καιον κρίνωμεν· ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα κτεινο‐ μένους· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν· μὴ πα‐ ραδράμωμεν τὸν ἡλκωμένον· μὴ τρυφήσωμεν ἄλλων
5κακοπαθούντων· μὴ βδελυξώμεθα τὸν ὁμόδουλον· μὴ φίλοι καὶ ἀδελφοὶ γενώμεθα τῆς τοῦ πλουσίου μερί‐ δος, μηδὲ ὀδυνηθῶμεν ἐν τῇ φλογί· μηδὲ τῷ χαρί‐ σματι διαστῶμεν ἀπὸ τῶν ὁσίων· μηδὲ δεηθῶμεν Λαζάρου τοῦ πένητος ἄκρῳ δακτύλῳ καταψύξαι τὴν
10γλῶσσαν ἡμῶν φλεγομένην. Γενώμεθα χρηστοὶ, εὔ‐ σπλαγχνοι, συμπαθεῖς. Μιμησώμεθα τοῦ Δεσπότου τὴν ἀγαθότητα, ὃς ἀνατέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει τῇ βροχῇ πάντας ὁμοίως. Ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν· ῥίψωμεν τὴν
15ἐντεῦθεν περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μόνον κερδάνωμεν· κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν ἐλεημοσύναις· μεταδῶμεν τῶν ὄντων τοῖς πένη‐ σιν, ἵνα τὰ ἐκεῖθεν πλουτήσωμεν· δὸς μερίδα καὶ τῇ ψυχῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ
20Θεῷ, μὴ τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ πυρός· ἀπόθου μικρὸν ἀπὸ τῆς νεμομένης φλογός· ἅρπασον τοῦ τυράννου, καὶ πίστευσον τῷ Δεσπότῃ. Δὸς ὀλίγον παρ’ οὗ τὸ πλέον ἔχεις· δὸς καὶ τὸ πᾶν τῷ πάντα
25χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδωρεὰν Θεοῦ, ὅσον ἐὰν εἰσενέγκῃς, πλεῖον ἀεὶ τὸ λειπόμενον· καὶ οὐδὲν δώσεις ἴδιον, ὅτι τὰ πάντα παρὰ Θεοῦ. Καὶ ὥσπερ οὐκ ἔστιν ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν, οὐδὲ ὑπὲρ τὴν κεφαλὴν γενέσθαι σώματος μέγεθος, οὕτως
30οὐδὲ οἷς δίδομεν νικῆσαι Θεόν. Οὐ γὰρ ἔξω τι τῶν αὐτοῦ δίδωμεν. Πόθεν σοι ταῦτα πάντα, καὶ παρά τινος; Τίς δύναται νικῆσαι Θεὸν τοῖς χαρίσμασιν; Τίς ἔδωκέν σοι κάλλος οὐρανοῦ βλέπειν, ἡλίου δρό‐ μον, σελήνης κύκλον, ἀστέρων πλῆθος, καὶ ἐν τού‐
35τοις πᾶσιν, ὥσπερ ἐν λύρᾳ, εὐαρμοστίαν καὶ τάξιν ὡσαύτως ἔχουσαν, ὡρῶν ἀλλαγὰς, μεταβολὰς και‐ ρῶν, ἐνιαυτῶν περιόδους, ἡμέρας καὶ νυκτὸς ἰσο‐ μοιρίαν, γῆς ἐκφύσεις, ἀέρος χύσιν, πλάτη θαλάσσης λελυμένης καὶ ἱσταμένης, βάθη ποταμῶν, ἀνέμων
40ῥεύματα; Τίς ὑετοὺς, γεωργίαν, τροφὰς, τέχνας, οἰκήσεις, πόθεν σοι τῶν ζώων, τὰ μὲν ἡμέρωται καὶ ὑπέζευκται, τὰ δὲ τροφὴ παραδίδοται; Τίς σε Κύριον καὶ βασιλέα πάντων κατέστησεν ἐπὶ τῆς γῆς; εἶτα οὐκ αἰσχυνόμεθα εἰ τοσαῦτα παρ’ αὐτοῦ, τὰ
45μὲν λαβόντες, τὰ δὲ ἐλπίζοντες, μηδὲ ἓν τοῦτο εἰσ‐ οίσομεν τῷ Δεσπότῃ, τὸ φιλάνθρωπον; Εἰ ὁ ἀτιμάζων πένητα, παροξύνει τὸν ποιήσαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα· Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχε‐

95

.

1472

(50)

ται χρεώστην ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπι‐
καρπίας τὸ δάνειον. Ἐλεημοσύναις καὶ πίστεσιν1472 in vol. 95

95

.

1473

ἀποκαθαίρονται ἁμαρτίαι. Καθαρθῶμεν οὖν ἐλεή‐ σαντες. Δυνατὸς ἦν ὁ Πατὴρ ποιῆσαι μηδένα πένητα· ἀλλ’ εἰ τὸ εὐποιεῖν περιῃρεῖτο, συμπάσχειν οὐδεὶς
5ἠξίου νῦν ἀλλήλων ἕνεκα. Καὶ εὐποροῦμεν, καὶ ἀπο‐ ροῦμεν, ἵνα τόπος γενώμεθα τῇ εὐποιΐᾳ. Τὸν ἐναντίον τοῖς ἄλλοις ἀνθρώποις σεαυτῷ κατά‐ λεξον στρατὸν, ἄοπλον, ἀπόλεμον, ἀναίμακτον, ἀόρ‐ γητον, ἀμίαντον· γέροντας θεοσεβεῖς, ὀρφανοὺς θεο‐
10φιλεῖς, χήρας πραότητι ὡπλισμένας, ἄνδρας ἀγάπῃ κεκοσμημένους. Τοιούτους κτῆσαι τῷ σῷ πλούτῳ, καὶ τῷ σώματι, καὶ τῇ ψυχῇ δορυφόρους, ὧν στρα‐ τηγεῖ ὁ Θεός. Ἐλεήμονας εἶναι βούλεται, οὐ μόνον τοὺς ἔλεον
15ποιοῦντας, ἀλλὰ καὶ τοὺς θέλοντας εὐποιεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστι. Τῆς αὐτῆς οὖν μεθέξουσι τιμῆς τοῖς δυνηθεῖσιν οἱ βουλόμενοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι τῇ περιουσίᾳ. —Ἐλεημοσύνας δεῖ ποιεῖν, ὁ
20λόγος φησὶν, ἀλλὰ μετὰ κρίσεως, καὶ τοῖς ἀξίοις. Καὶ ὥσπερ ὁ γεωργὸς σπείρει οὐκ εἰς ἁπλῶς τὴν γῆν, ἀλλ’ εἰς ἀγαθὴν, ἵνα αὐτῷ καρποὺς κομίσῃ, οὕτω δεῖ σπείρειν τὴν εὐποιΐαν εἰς χήρας, εἰς ὀρφα‐ νοὺς, εἰς τοὺς ἀπεριστάτους, ἵνα τῆς ἀπ’ αὐτῶν
25εὐκαρπίας διὰ τῶν εὐχῶν ἐπιτύχῃς. Ἐν ᾧ ἄν τις δύναται εὐποιεῖν τῷ πλησίον, ἢν μὴ ποιῇ, ἀλλότριος τῆς ἀγάπης τοῦ Κυρίου νομισθή‐ σεται. Τοῦ ἐλεεῖν καὶ εὐεργετεῖν, οὔτε προτιμώτερον,
30οὔτε φιλανθρωπότερόν ἐστιν ἡμῖν τι ἕτερον, ἐπεὶ μηδὲ τῷ Θεῷ. Μακάριόν ἐστιν ἀληθῶς, εἰς πάντα πτωχὸν καὶ πένητα συνιέναι, ἵνα τις κατὰ σύνεσιν τὰ τῆς κοι‐ νωνίας πτωχῷ καὶ πένητι ποιήσηται, μείζονα καὶ
35σπουδαιότερον τὴν ἐπιμέλειαν ποιούμενος εἰς τοὺς δι’ ἀρετὴν ἢ θεοσέβειαν πτωχεύσαντας ἢ πενομέ‐ νους· ἄλλως εἰς τοὺς ἐκ νόσων ἢ συμπτωμάτων ἀπο‐ ροῦντας, παρὰ τοὺς ἐκ κακοπραγίας ἢ ἀσωτίας πτω‐ χεύσαντας.
40 Ξένος καὶ πένης Θεοῦ κωλλύριον. Ὁ δεξάμενος αὐτοὺς, ταχέως ἀναβλέψει. —Λεία ὁδὸς ὑπὸ ἐλεη‐ μοσύνης γίνεται. Οἶδε τρέφεσθαι ὁ Δεσπότης τῶν ὅλων διὰ μεταδό‐ σεως τῆς πρὸς τοὺς εὐποιουμένους. —Ἥνπερ ποιεῖς
45εὐεργεσίαν ἐλεημοσύνης εἰς πάντας τοὺς δεομένους, ὁ Χριστὸς σφετερίζεται. Πεπείνακα γὰρ, φησὶ, καὶ δεδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ πεποτίκατέ με. Πλούτου τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ’ ἐν τῇ

95

.

1473

(50)

τῶν χρῃζόντων ἐπικουρίᾳ.1474 in vol. 95

95

.

1476

ΤΙΤΛ. Θʹ. —Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούν‐ των, ἀλλὰ πλεονεκτούντων, καὶ περὶ φειδώ‐ λων φιλοπλουτούντων καὶ φιλαργύρων. «Ἀδίκου στόμα ἐφράχθη. Ἃ ἐκεῖνοι ἐθέρισαν,
5δίκαιοι ἔδονται· αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρεθή‐ σονται.» «Ἀσεβεῖς ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποι‐ μένι ἁρπάσαντες ἀπῆλθον, ὑποζύγιον ὀρφανῶν ἀπ‐ ήγαγον, βοῦν χήρας ἐνεχυρίασαν. Ἐξέκλιναν δὲ ἀδυ‐
10νάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκύκλωσαν πραεῖς γῆς.» «Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θεριοῦσιν ἑαυ‐ τοῖς, ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.»
15 «Αὐτὸς οἶδεν ἔργα ἀνόμων· ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.» «Οὐκ ἔστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. «Εἰς κενὰ καὶ μάταια ἐκοπίασε πλοῦτον, ἐξ οὗ οὐ
20γεύσεται. Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασε. Δί‐ αιταν δὲ ὀρφανῶν ἥρπασε, καὶ οὐκ ἔστησεν. Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν· ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. Οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ὅταν δοκῇ ἤδη πεπληρῶσθαι, σβεσθήσεται, πᾶσα
25δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται.» —«Φυλάττου μὴ πρᾶξαι ἄδικα.» «Ἐνεχυρίαζες τοὺς ἀδελφούς σου διακενῆς, ἀμ‐ φίασιν δὲ γυμνῶν ἀφέλου. Οὐδὲ ὕδωρ διψῶντας ἐπό‐ τισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Χήρας δὲ
30ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Τοιγαρ‐ οῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πό‐ λεμος ἐξαίσιος.» «Ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, πεπτωκότα δὲ ἐταπείνωσαν, καὶ γυμνοὺς ἐξέβαλον ἀδίκως, πει‐
35νώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. Ὁδὸν δικαιοσύνης οὐχ ὥδευσαν, οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. Γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος.» «Οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ.»
40 «Συντριβείη πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.» «Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται.» «Ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ, ταῦτα πάντα περιποιηθή‐ σονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.
45Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὡς ἀράχνη ὁ πλοῦτος αὐτοῦ,» «Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξο‐ λοθρεῦσαι» καὶ τὰ λοιπά. «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πλη‐

95

.

1476

(50)

θυνθήσεται.» «Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.» «Εἶπεν Ἑλισσαιὲ πρὸς Γιεζέ· Πόθεν Γιεζέ; Καὶ εἶπεν Γιεζέ· Οὐ πεπόρευται ὁ δοῦλός σου. Καὶ εἶπεν Ἑλισσαιὲ πρὸς αὐτόν· Οὐχ ἡ καρδία μου μετὰ σοῦ
55ἐπορεύθη, ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος1476 in vol. 95

95

.

1477

εἰς συνάντησίν σου; Καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια, καὶ νῦν λήψῃ ἑαυτῷ κήπους, καὶ ἐλαιῶ‐ νας, καὶ ἀμπελῶνας, καὶ πρόβατα, καὶ παῖδας, καὶ παιδίσκας. Καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεταί σοι,
5καὶ τῷ σπέρματί σου εἰς τοὺς αἰῶνας.» «Δώρων ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν.» — «Πλοῦτος προστίθησι φίλους πολλούς.» —«Πλού‐ σιοι πτωχῶν ἄρξουσι.» —«Σοφὸς παρ’ ἑαυτῷ πλού‐ σιος.» —«Ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνο‐
10μίας, ἐλάσσων γίνεται.» —«Οὐκ ὠφελήσουσι θη‐ σαυροὶ ἀνόμους.» —«Ὃς ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ πτωχοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται.» — «Ἐξολλύει τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων.» —«Τὰ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.»
15 «Ὁ ἀγαπῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυ‐ ρίου.» «Τοῦ ἀργυρίου ὑπακούσεται τὰ σύμπαντα.» — «Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον, καὶ ὑπάρχοντα, καὶ
20δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμεῖ· καὶ ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν.» «Χαναὰν, ἐν χερσὶν αὐτοῦ ζυγὸς ἀδικίας· κατα‐ δυναστεύειν ἠγάπησεν.»
25 «Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα ἑαυτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαί‐ φνης ἀναστήσονται δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν. Ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, καὶ τοῦ τάξαι νοσσιὰν αὐτοῦ.»
30 «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφ‐ έλωνταί τι.» «Ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν
35πτωχῶν καταισχύνετε, φησὶ Κύριος;» —«Ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου· σὺ δὲ οὐ δέδωκας αὐτοῖς ἔλεος.» —«Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀπο‐ στρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν. Αἱ γὰρ χεῖ‐ ρες ὑμῶν αἵματος πλήρεις.» —«Δι’ ὑμᾶς τὸ ὄνομά
40μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.» —«Οἱ ἄδικοι ὡς θάλασσα ἀναβρασσομένη, οὕτως κλυδωνισθήσον‐ ται, καὶ ἀναπαύσασθαι οὐ μὴ δύνανται.» —«Ἀπ‐ έχου ἀπὸ ἀδίκου, καὶ οὐ μὴ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.»
45 «Τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ, καὶ πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλα, αὕτη καὶ θυγατέρες αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πέ‐ νητος οὐκ ἀντελάβοντο, καὶ ἐμεγαλαύχουν, καὶ ἐποίησαν ἀνόμημα ἐνώπιόν μου.»

95

.

1477

(50)

«Λαὸς ἐκπιέζοντες ἀδικίαν, καὶ ἁρπάζοντες ἅρ‐ παγμα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρί‐ ματος.» «Ἡ μήτηρ σου σκύμνος λεόντων, ἐγενήθη ἐν μέσῳ
55λεόντων· ἐπλήθυνε σκύμνους αὐτῆς, καὶ ἀνεπήδησεν1478 in vol. 95

95

.

1480

εἰς τὸν σκύμνον αὐτῆς, λέων ἐγένετο· ἔμαθεν τὸ ἁρ‐ πάζειν ἅρπαγμα.» «Τάδε λέγει Κύριος· Σὺ εἶ ἡ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς. Οἱ ἀφη‐
5γούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι, ἁρ‐ πάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυνα‐ στεία.» «Πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι.» —«Συντρίψει Κύριος ὀσφὺν ἀνελεημόνων.» —«Μὴ
10ἐπίχαιρε ἐπὶ χρήμασιν ἀδίκοις. Οὐδὲν γὰρ ὠφελή‐ σουσιν ἐν ἡμέρᾳ ἐπαγωγῆς.» —«Οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός.» —«Ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίου, ὡς ὁ συνάγων τοὺς λίθους αὐτοῦ εἰς τὸν χειμάῤῥουν.» —«Λέων
15θήραν ἐνεδρεύει, οὕτως ἁμαρτία τοὺς ἐργαζομένους ἄδικα.» —«Θυσιάζων ἐξ ἀδίκων, θυσία μεμιασμέ‐ νη.» —«Χρήματα ἀδίκων, ὡς ποταμοὶ ξηρανθή‐ σεται, καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει.» — «Θύων υἱὸν ἔναντι πατρὸς αὐτοῦ, ὁ προσάγων θυσίαν
20ἐκ χρημάτων πενήτων.» —«Οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ, καὶ τῷ ἐλεημοσύνην μὴ χα‐ ριζομένῳ.» —«Ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν· ὁ ἀποστερῶν αὐτὴν, ἄνθρωπος αἱμάτων. «—Ἀγα‐ θὸς πλοῦτος ᾧ μὴ ἔστιν ἁμαρτία.»
25 «Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέρι‐ μνα αὐτοῦ ἀφιστᾷ ὕπνον. Ὁ ἀγαπῶν χρυσίον, οὐ δι‐ καιωθήσεται. Πολλοὶ ἐδόθησαν εἰς πτῶμα χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐ‐ τῶν. Ξύλον προσκόμματός ἐστι τοῖς θυσιάζουσιν αὐ‐
30τῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.» «Κυνηγὸς λεόντων, ὄναγροι ἐν ἐρήμῳ, οὕτως νο‐ μαὶ πλουσίων οἱ πτωχοί. Πλουσίου σφαλέντος πολ‐ λοὶ ἀντιλήπτορες· ἐλάλησαν ἀπόῤῥητα, καὶ ἐδικαίω‐ σαν αὐτόν. Πλούσιος ἐλάλησε, καὶ πάντες ἐσίγησαν,
35καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν.» «Κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου, οὕτως καὶ ὁ θυ‐ μὸς αὐτοῦ, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ.» «Μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος, καὶ ὃς
40ὀπίσω χρυσίου οὐκ ἐπορεύθη. Τίς ἐστι; καὶ μακα‐ ριοῦμεν αὐτόν. Ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐ‐ τοῦ. Τίς ἐδοκιμάσθη ἐν αὐτῷ, καὶ ἐτελειώθη; καὶ ἔστω εἰς καύχησιν. Τίς ἠδύνατο παραβῆναι, καὶ οὐ παρέβη, ποιῆσαι κακὰ, καὶ οὐκ ἐποίησε; Στερεωθή‐
45σεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ ἐλεημοσύνας αὐτοῦ ἐκδι‐ ηγήσεται ἡ Ἐκκλησία.» «Ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐ‐ τοῦ, καὶ καταλείψει αὐτὰ ἑτέροις, καὶ ἀποθανεῖ‐ ται.»

95

.

1480

(50)

«Ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ, συνάγει ἄλ‐ λοις, καὶ ἐν τοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. Ὁ πονη‐ ρὸς ἑαυτῷ, τίνι ἀγαθός; τέκνον, καθόσον ἔχεις, εὐ‐ ποίει σεαυτῷ.» «Εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν
55λέγω ὑμῖν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς1480 in vol. 95

95

.

1481

τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν· Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσ‐ ελθεῖν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἐξεπλήσ‐
5σοντο σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώ‐ ποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυ‐ νατά.» «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα,»
10καὶ τὰ λοιπά. «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παρά‐ κλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πει‐ νάσετε. Οὐαὶ ὑμῖν οἱ γελῶντες, ὅτι πενθήσετε καὶ κλαύσετε.
15 «Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργάται τῆς ἀδι‐ κίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς ὀδόν‐ των.» «Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλ‐ λον ἀποστερεῖσθε; ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστε‐
20ρεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἢ οὐκ οἴδατε, ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν;» «Ὁ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε. Καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ.» «Μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν πράγματι τὸν
25ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος ὁ Θεὸς περὶ πάντων τούτων.» «Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνο‐ μα τοῦ Θεοῦ.» «Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρα‐
30σμὸν, καὶ εἰς παγίδα, καὶ εἰς ἐπιθυμίας πολλὰς ἀνοή‐ τους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώ‐ πους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περι‐
35έπειραν ὀδύναις πολλαῖς.» «Οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς τα‐ λαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα ἐγέ‐ νετο. Ὁ χρυσὸς ὑμῶν, καὶ ὁ ἄργυρος κατίωται, καὶ
40ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὁ ἰός. Ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάτῃ ἡμέρᾳ.» «Ἡ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. Ἐὰν ὁ ἀδελφὸς, ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχουσι, καὶ λειπόμε‐
45νοι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε, καὶ χορτάζε‐ σθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος;» «Οἶδε Κύριος εὐσεβεῖς ἐκ τῶν πειρασμῶν ῥύεσθαι,

95

.

1481

(50)

ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τη‐ ρεῖν.» «Ὅστις ἔχει τὸν βίον τοῦ κόσμου τούτου, καὶ θεω‐ ρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσει τὰ σπλάγχνα, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ;»
55Ἄκουσαι ἄνθρωπε, Σολομῶντος· Μὴ εἴπῃς,
Ἐπανελθὼν ἐπάνηκε. καὶ αὔριον δώσω. Οὐ γὰρ1482 in vol. 95

95

.

1484

οἶδας, τί τέξεται ἡ ἐπιοῦσα. Οἴων παραγγελμάτων ὑπερορᾷς! Καὶ κατηφὴς εἶ, καὶ δυσέντευκτος, ἐκκλί‐ νων τὰς ἀπαντήσεις, μήπου τι, καὶ μικρὸν ἀναγκα‐ σθῇς τῶν χειρῶν ἐκβαλεῖν. Μίαν οἶδας φωνήν· Οὐκ
5ἔχω, οὐδὲ δώσω· πένης γάρ εἰμι. Πένης εἶ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγάπης, πένης φιλανθρωπίας, πένης πίστεως εἰς Θεὸν, πένης ἐλπί‐ δος τῆς αἰωνίου. Συμμεριστὰς ποίησον τῶν σητῶν τοὺς ἀδελφούς σου. Τὸ αὔριον σηπόμενον, σήμερον
10μετάδος τοῖς δεομένοις. Πλεονεξίας εἶδος τὸ χαλεπώ‐ τατον, μηδὲν τῶν φθειρομένων τοῖς ἐνδεέσι καταμε‐ ρίσαι. Τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; ποῖα, εἰπέ μοι, σαυτοῦ; Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐχὶ γυμνὸς πάλιν εἰς τὴν γῆν ἀποστρέ‐
15φεις; τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτο‐ μάτου λέγεις, ἄθεος εἶ, μὴ γνωρίζων τὸν Κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι. Εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον δι’ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; διὰ τί σὺ
20μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται, ἢ πάντως ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑπο‐ δέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ πάντα τοῖς ἀπληρώτοις τῆς πλεον‐ εξίας κόλποις περιλαμβάνων, οὐδένα οἴει ἀδικεῖν
25τοσούτοις ἀποστερῶν; τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δὲ ὁ ἀποστερητής; ὁ ἀφαιρούμενος τὰ ἑκάστων. Σὺ δὲ ὁ πλεονέκτης, σὺ δὲ ἀποστερητὴς, ἃ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος. Εἰ ὁ μὲν ἐνδεδυμένον ἀπο‐
30γυμνῶν, λωποδύτης ὁμολογηθήσεται, ὁ δὲ γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης προσηγορίας ἐστὶ ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατ‐ έχεις· τοῦ γυμνητεύοντος, τὸ ἱμάτιον, ὃ σὺ φυλάτ‐ τεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδήτου, τὸ ὑπόδημα, ὃ
35παρὰ σοὶ κατασήπεται. Τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατώρυξας ἔχεις· ὥστε τοσούτοις ἀδικεῖς, ὅσον παρέχειν ἠδύνασο. Τί τὸ κωλύον, ὦ ἄνθρωπε, πρὸς τὴν μετάδοσιν; ὁ πεινῶν τήκεται· ὁ γυμνητεύων πήγνυται, ὁ ἀπαι‐
40τούμενος ἄγχεται, καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλεις; Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μετα‐ βληθῆναι. Ποίαν δὲ μηχανὴν διὰ τὸν χρυσὸν οὐκ ἐν‐ νοεῖς; ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν
45μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται· πᾶσα ἐπί‐ νοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πολυπλασιαζόμενον ἐν δανείσμασι, καὶ κόρος οὐκ ἔστι, καὶ τὸ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται.

95

.

1484

(50)

Ὅσῳ πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Διὰ τί ἀθυμεῖς, ὦ ἄνθρωπε, φθαρτὰ προϊέμενος, καὶ βασιλείαν οὐρανῶν ἀντιλαμβάνων; Διὰ τί ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀπαναίνῃ τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν; Τί ἀποκρι‐
55θήσῃ τῷ κριτῇ, ὁ τοὺς τοίχους ἀμφιεννύων, ἄνθρω‐1484 in vol. 95

95

.

1485

πον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσ‐ σων, τοῦ ἀγχομένου καταφρονεῖς;
5 Ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἵστανται, πρὶν ἂν τῆς ἀρχῆς ἐφίκωνται, οὕτω οὐδὲ οἱ πλούσιοι παύονται, ἕως ἂν ὑψωθέντες, ἀπὸ τοῦ πτώματος ἑαυτοὺς καταῤῥήξωσιν.
10 Ὅσα βλέπει ὁ ὀφθαλμὸς, τοσαῦτα ἐπιθυμεῖ ὁ πλεονέκτης. Οὐ πλησθήσεται ὁ ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν· Ἀρκεῖ, οὐδὲ ὁ πλεονέκτης εἶπέ ποτε τὸ, Ἀρκεῖ. Πότε χρήσῃ τοῖς παροῦσιν; πότε δὲ ἀπο‐
15λαύσῃς αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτίσεως συνεχό‐ μενος; Οὐαὶ τοῖς συνάπτουσιν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζουσιν, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Σὺ δὲ τί ποιεῖς; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶ, τοῦ
20γείτονος ἡ οἰκία, θορύβους ἐνίησιν, ἢ τὸ πεπλανη‐ μένον ὑποδέχεται· ἢ ὅτι ἂν τύχοι αἰτιασάμενος, περιελαύνων, καὶ ἐξωθῶν, καὶ ἕλκων ἀεὶ, καὶ σπα‐ ράσσων, οὐ πρότερον παύσεται, πρὶν ἂν ἐπαγάγῃ αὐτοῖς ἀνάγκην ἐπαναστάσεως. Τί τοίνυν Ναβουθὲ
25τὸν Ἰσραηλίτην ἀπέκτεινεν; οὐχὶ τοῦ Ἀχαὰβ ἐπι‐ θυμία τοῦ ἀμπελῶνος; Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς ὁ πλεονέκτης. Ἡ θάλασσα οἶδε τὰ ὅρια ἑαυτῆς, ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρ‐ χαίας· ὁ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὐ γνωρί‐
30ζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίᾳ διαδοχῆς, ἀλλὰ μι‐ μεῖται τοῦ πυρὸς τὴν βίαν· πάντα ἐπιλαμβάνεται, πάντα ἐπινέμεται. Καὶ ὥσπερ οἱ ποταμοὶ ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ’ ὀλίγον προσθήκαις ἀνυπόστατον λαβόντες τὴν αὔξησιν, τῷ
35βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσι. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένου‐ σιν οἱ πάντες; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; ὑπὲρ τίνος μοχθεῖς; ὑπὲρ τίνος παρανομεῖς; τί συνάγεις χερσὶν ἀκαρπίαν; εἶθε
40ἀκαρπίαν, καὶ μὴ ὕλην αἰωνίῳ πυρί. Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; οὐχ ὑγιανεῖς τοὺς λογισμούς; οὐ σεαυτοῦ γενήσῃ; οὐ πρὸ ὀφθαλμῶν λήψῃ τὸ τοῦ Χρι‐ στοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσι ἐπὶ τοῦ δικαίου
45κριτοῦ; Τί οὖν ποιήσεις; ποίους συνηγόρους μισθώ‐ σεις; ποίους μάρτυρας παραστήσεις; πῶς παραπεί‐ σεις τὸν ἀπαραλόγιστον δικαστήν; οὐκ ἔνι ῥήτωρ ἐκεῖ οὐκέτι πιθανότης ῥημάτων κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν. Οὐκ ἀκολουθοῦσι κόλακες,

95

.

1485

(50)

οὐ τὰ χρήματα, οὐδ’ ὄγκος ἀξιώματος. Ἔρημος φί‐ λων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμμένος ἀπολειφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περι‐
αγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς1486 in vol. 95

95

.

1488

εἰκόνας· ἔνθεν τοῦ οὐρανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυ‐ λισθέντας ἀπὸ σοῦ πένητας, τοὺς οἰκέτας οὓς κατ‐ έξαινες, γείτονας οὓς παρώργιζες, πάντα σοι ἐπανα‐
5στήσεται· πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περιστοιχήσεταί σοι. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώ‐ ματι, οὕτω ταῖς ψυχαῖς ἁμαρτίαι παρέπονται, ἐναρ‐ γῶς τὰς πράξεις εἰκονίζουσαι. Διὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλὰ φράσσεται στόμα ἀναίσχυντον.
10Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα, οἷα ὑφ’ ἡμῶν κατεσκεύασται. Πῶς σοι δυνηθῶ ὑπ’ ὄψιν ἀγαγεῖν τὰ φρικτά; Ἐὰν ἄρα ἀκούσῃς, ἐὰν ἄρα ἐνδῷς, μνήσθητι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ ἀποκα‐
15λύπτεται ἔνδοξος τοῦ Χριστοῦ παρουσία. Τότε ἀνα‐ στήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστα‐ σιν ζωῆς, οἱ δὲ τὰ φαῦλα, εἰς ἀνάστασιν κρίσεως. Τότε αἰσχύνη αἰώνιος τοῖς ἁμαρτωλοῖς, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους. Ἐκεῖνα λυ‐
20πείτω σε, καὶ μὴ λυπείτω σε ἡ ἐντολή. Πῶς σε δυ‐ σωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς· γέενναν οὐ φοβῇ. Πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ τὰ φρικτὰ οὐ πτοεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ διαλεγόμεθα. Διάβλεψον, ἄνθρωπε,
25πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν; λίθος ἐστὶν ὁ χρυσός· λίθος ὁ ἄρ‐ γυρος· λίθος ὁ μαργαρίτης· λίθος τῶν λίθων ἕκα‐ στος, χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. Ταῦτα δὴ τοῦ
30πλούτου τὰ ἄνθη, ὧν σὺ, τὰ μὲν ἀποτιθῇ κατακρύ‐ πτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων τῷ σκότει κα‐ τακρύπτεις· τοὺς δὲ περιφέρεις τῶν βαρυτίμων, ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. Εἰπὲ, τί σοι ὄφελος λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; Οὐκ
35ἐρυθριᾷς λιθιδίων κισσῶν, ὡς γυναῖκες ὅταν κύω‐ σιν; καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσιν, καὶ σὺ λίχνως ἔχεις περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς καλλωπι‐ σθεὶς, μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος
40ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυσὸς, τῶν ψυ‐ χῶν ἡ ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; ἕως πότε πλοῦτος, ἡ τῶν πολέ‐ μων ὑπόθεσις, δι’ ὧν χαλκεύεται ὅπλα; διὸ ἀκονᾶ‐
45ται ξίφη; διὰ τοῦτο συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ’ ἀλλήλων φονικὸν βλέπουσιν. Διὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσι, θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις τοὺς συκοφάντας. Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας

95

.

1488

(50)

δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ’ ὑμῶν ἐπιβουλὴν περιέτρεψε, συνεργὰ πρὸς τὸ ζῇν; Μὴ γὰρ ἀφορμὴ ἀπωλείας, ἀλλ’ ἀναγκαῖος ὁ πλοῦτος
55διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον οἰκονόμον. Παρ’ ἄλλου τὴν ζωὴν
ἐδέξατο, καὶ παρ’ αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ1488 in vol. 95

95

.

1489

βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέ‐ λια; Εἰ θέλεις εἶναι τέλειος, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ὅτε ᾔτεις παρὰ Κυρίου τὴν εὐπαιδίαν, ὅταν ἠξίους γενέσθαι τέκνων
5πατὴρ, ἆρα προσέθηκας τοῦτο· Δός μοι τέκνα, ἵνα πλεονέκτης γενόμενος τῇ προφάσει τῶν παίδων τῇ γεέννῃ παραδοθῶ· δός μοι παῖδας, ἵνα τοῦ Εὐαγγε‐ λίου καταφρονήσω; Δεῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐ‐
10δεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθεῖ· οὐ τοίνυν μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐν μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας. Τίς οὖν ἀναγγελεῖ σοι
15τὸν καιρὸν τῆς ἐξόδου, τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ἀπὸ βιαίων ἡρπάσθησαν συμ‐ πτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους; πόσους πυρετὸς ἐποίησεν ἔκφρονας; Τί οὖν ἀναμένεις καιρὸν, ἐν ᾧ πολλάκις οὐδὲ τῶν
20σεαυτοῦ λογισμῶν ἔσῃ; Νὺξ βαθεῖα, καὶ νόσος βα‐ ρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ, καὶ ὁ ἐφεδρεύων τῷ κλήρῳ ἕτοιμος. Πάντα πρὸς τὸ ἑαυτοῦ δόκιμον χρη‐ σάμενος ἄπρακτά σου τὰ βουλεύματα ποιῶν. Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶ‐
25σάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας, τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολήν· ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος ἤδη κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ, μήτε γράμμασι διασημᾶναι τὴν γνώμην. Καίτοι
30εἰ καὶ πάντα φανερῶς ἐγέγραπτο, καὶ πᾶσα φωνὴ διαῤῥήδην κεκήρυκτο, ἓν γράμμα παρεντεθὲν ἱκα‐ νὸν ἦν πᾶσαν μεταποιῆσαι τὴν γνώμην. Οἶδα πολλοὺς νηστεύοντας, προσευχομένους, στε‐ νάζοντας, πᾶσαν τὴν ἀδάπανον εὐλάβειαν ἐπιδεικνυ‐
35μένους, ὀβολὸν δὲ ἕνα μὴ προϊεμένους τοῖς θλιβομέ‐ νοις. Τί ὄφελος τούτοις τῆς λοιπῆς ἀρετῆς; οὐ γὰρ παραδέχεται αὐτοὺς ἡ βασιλεία τῶν οὐρανῶν. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα ἔχῃς ἐφόδιον πρὸς αἰωνίαν ἀπόλαυσιν. Ἀπέρχῃ λυ‐
40πούμενος; Ἐὰν δὲ ἀκούσῃς, Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέταις, ζω‐ γράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κα‐ τακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους, τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα ὥσπερ
45σκόπελοί τινες διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πό‐ σοι ἦσαν κατὰ τὴν πόλιν πένητες τούτων ἐγειρο‐ μένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν, ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τούτων μεγαλουργίᾳ

95

.

1489

(50)

ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται.1490 in vol. 95

95

.

1492

ὥσπερ αἱ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμεναι; Ὁ δὲ ἐν τῷ ᾅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελόμενος; Μεγά‐ λην ἔχε τὴν ψυχήν. Τοῖχοι δὲ, καὶ μικροὶ, καὶ μεγά‐
5λοι τὴν αὐτὴν χρείαν πληροῦσιν. Ὅταν παρέλθω εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου, καὶ ἴδω αὐτὴν παν‐ τοίοις γεγανωμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται· ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ποίαν,
10εἰπέ μοι, χρείαν περισσοτέραν παρέχουσιν ἀργυραῖ κλίναι, καὶ τράπεζαι ἀργυραῖ, ἐλεφάντιναι στιβάδες, καὶ ἐλεφάντινοι δίφροι, ὥστε τὸν πλοῦτον διὰ ταῦτα μὴ διαβαίνειν πρὸς τοὺς πτωχοὺς, καίτοι μυρίοι ἐφεστήκασι τῇ θύρᾳ ἅπασαν ἀφιέντες ἐλεεινὴν φωνὴν,
15σὺ δὲ ἀρνῇ τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρ‐ κεῖν τοῖς αἰτοῦσι· καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυσαι, ὑπὸ δὲ τῆς χειρὸς διελέγχῃ· σιωπῶσα γὰρ ἡ χείρ σου τὴν ψευδολογίαν σου κηρύσσει, περιαστραπτο‐ μένη ὑπὸ τῆς τοῦ δακτυλίου σφενδόνης. Πόσους δύ‐
20ναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι! πόσους οἴκους καταπίπτοντας ὀρθῶσαι! μία σου κιβωτὸς ἱματίων δύναται δῆμον ὅλον ῥιγοῦντα περιβαλεῖν· ἀλλ’ ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πένητα, οὐ φοβούμενος τὸ δίκαιον τῆς ἀνταποδόσεως τοῦ κριτοῦ.
25Οὐκ ἠλέησας; οὐκ ἐλεηθήσῃ. Οὐκ ἤνοιξας τὴν οἰ‐ κίαν; ἀποπεμφθήσῃ τῆς βασιλείας. Οὐκ ἔδωκας ἄρτον τῷ πεινῶντι; οὐ λήψῃ τὴν αἰωνίαν ζωήν. Ἀλλὰ πέ‐ νητα λέγεις σαυτόν; κἀγὼ συντίθημι. Πένης γάρ ἐστιν ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ
30τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις, δέκα ἕτερα προστιθέναι σπουδάζεις. Ἐπειδὰν εἴκοσι γένη‐ ται, ἄλλα τοσαῦτα ζητεῖς. Καὶ ἀεί σοι τὸ προστιθέμε‐ νον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλὰ ἀναφλέγει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πί‐
35νειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι, πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦ‐ σιν. Πλούτῳ κομᾷς, καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι, καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ
40πάντων τιμαῖς; Πρόσεχε σεαυτῷ, ὅτι θνητὸς εἶ· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις ἐξετασθέντας. Ποῦ οἱ τὰς πολιτικὰς δυνάμεις περιβεβλημένοι; Ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ τὰς πανηγύρεις διατιθέντες; οἱ λαμ‐
45προὶ ἱπποτρόφοι, οἱ στρατηγοὶ, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα τῆς ζωῆς αὐτῶν; Ἔγκυψον τοῖς τά‐ φοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης, καὶ τίς ὁ δεσπότης· ποῦ ὁ πτωχὸς, καὶ τίς ὁ πλούσιος. Διά‐

95

.

1492

(50)

κρινον εἴ τίς σοι δύναμις τὸν δέσμιον ἀπὸ τοῦ βασι‐ λέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Μεμνημένος οὖν τῆς φύσεως οὐκ ἐπαρθήσῃ ποτέ. Τὸν πλεονέκτην τί δύναται ἐπισχεῖν; πυρός ἐστι
55χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος Ἔλαβε1492 in vol. 95

95

.

1493

τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων, καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέχει, ἀλλὰ λυπεῖ τὰ λειπόμενα. Οὐ τῇ ἀπολαύσει τῶν συν‐ αχθέντων προσέχει, ἀλλ’ ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπι‐
5θυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι, ἐντεῦθεν αἱ μέριμναι, καὶ αἱ φροντίδες· ὅσον αὔξει ὁ πλοῦτος, τοσοῦτον φέρει τοῦ βίου τὸ μεριμνητικόν. Δικαστὴς προσδοκᾶται, καὶ ὁ πλεονέκτης περισκο‐ πεῖ μὴ εἰς δικαστήρια κατασυρῇ, μὴ ὀρφανὸς τὸ
10δάκρυον αὐτοῦ ἐπὶ δικαστηρίου δημοσιεύσῃ. Βου‐ λεύεται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων πα‐ ραστήσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται, πῶς ἐκπολιορκήσει τὸν ἐν ἐρημίᾳ, καταδυναστεύσει δὲ τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας,
15ἀμφοτέρους δὲ ἀναλώσει, καὶ τὸν δικαστὴν παρα‐ κρουσάμενος, καὶ τὸ νήπιον πλεονεκτήσας. Αὗται αἱ μέριμναι δαπανῶσι τοῦ πλεονέκτου τὴν ψυχήν. Κύων ὑλακτεῖ; καὶ ὁ πλούσιος νομίζει κλέπτην εἶναι. Μυὸς ψόφος, καὶ τοῦ πλουσίου ἡ καρδία πηδᾷ. Πάντα
20δι’ ὑποψίας ἔχει. Υἱοὺς αὐξανομένους ὥσπερ ἐπιβού‐ λους ὁρᾷ, ὅτι ἡ ἡλικία αὐτῶν τὴν διαδοχὴν κατ‐ επείγει. Ἀνθρώπου γὰρ, φησὶ, πλουσίου ηὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ’ ἑαυτόν· Τί ποιήσω;
25Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο‐ μήσω. Διὰ τί οὖν ηὐφόρησεν ἡ χώρα ἀνθρώπου μη‐ δὲν ἀγαθὸν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλοντος; ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ μακροθυμία διαφανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος.
30Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλ‐ λει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἡ δὲ τοιαύτη ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομέ‐ νοις τὴν κόλασιν. Ἤνεγκε τοῖς ὄμβροις ἐπὶ τῶν πλεονεκτικῶν χειρῶν γεωργουμένην γῆν. Ἔδωκε τὸν
35ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπλασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα· γῆς ἐπιτηδειότης, ἀέρων εὔκρατοι καταστάσεις, σπερμάτων ἀφθονία, βοῶν συνεργίαι, τἆλλα οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι. Τὰ δὲ
40παρὰ τοῦ ἀνθρώπου οἷα; τὸ πικρὸν τοῦ ἤθους ἡ μισ‐ ανθρωπία, τὸ δυσμετάδοτον, ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο. Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως. Οὐχ ἡγήσατο χρῆναι τὸ περιττεῦον τοῖς ἐνδεέσι κατα‐ μερίσαι. Οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς· Μὴ
45ἀπόσχῃ εὐποιεῖν ἐνδεῆ· καὶ, ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε· καὶ Διάθρυπτε πει‐ νῶντι τὸν ἄρτον σου. Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι ἐκβοῶντες οὐκ εἰσηκούοντο, ἀλλ’ αἱ μὲν ἀποθῆκαι διεῤῥήγνυντο τῷ πλήθει τῶν

95

.

1493

(50)

ἀποκειμένων στενοχωρούμεναι. Ἡ φειδωλὸς δὲ καρδία οὐκ ἐνεπίμπλατο. Ἀεὶ γὰρ τὰ νέα τοῖς πα‐ λαιοῖς προστιθεὶς, καὶ ταῖς κατ’ ἔτος προσθήκαις τὴν εὐπορίαν προσαύξων, εἰς τὴν ἀδιεξόδευτον ταύτην ἀμηχανίαν ἐνέπεσεν. Ὑποχωρεῖν μὲν τοῖς παλαιοῖς
55διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεσθαι δὲ τὰ νέα διὰ τὸ πλῆθος μὴ ἐξαρκῶν. Διὰ τοῦτο ἀνή‐ νυτα μὲν αὐτῶν τὰ βουλεύματα, ἄποροι δὲ αἱ φρον‐ τίδες. Τί ποιήσω; τίς οὐκ ἂν ἐλεήσειε τὸν ὄντως πο‐
λιορκούμενον; δείλαιος τῆς εὐφορίας, ἐλεεινὸς τῶν1494 in vol. 95

95

.

1496

παρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμέ‐ νων. Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ; στεναγμοὺς αὐτῷ φύει. Μὴ γὰρ καρπῶν εὐφορίαν συνάγει; φρον‐ τίδας, καὶ λύπας, καὶ ἀμηχανίαν δεινήν. Ὅμοια
5τοῖς πενομένοις ὀδύρεται. Ἢ οὐχὶ ταύτην ἀφίησι τὴν φωνὴν καὶ ὁ διὰ πενίαν στενοχωρούμενος; Τί ποιήσω; πόθεν τροφαί; πόθεν ἐνδύματα; Ταῦτα καὶ ὁ πλούσιος φθέγγεται. Ὀδυνᾶται τὴν καρδίαν ὑπὸ τῆς μερίμνης διεσθιόμενος. Ὃ γὰρ τοὺς ἄλλους
10εὐφραίνει, τοῦτο τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρωμένων τῶν ἔνδον, ἀλλὰ νύσσει τὴν ψυχὴν αὐτοῦ περιῤῥέων ὁ πλοῦτος, καὶ τῶν ταμιείων ὑπερχεόμενος, μήπου καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας ἀγαθοῦ τινος ἀφορμὴ τοῖς
15ἐνδεέσι γένηται. Καί μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι, οἳ διαῤ‐ ῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἢ τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι. Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος· μνήσθητι σεαυτοῦ τίς εἶ· τί οἰκο‐
20νομεῖς· παρὰ τίνος ἔλαβες· διὰ τί τῶν πολλῶν προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰ‐ κονόμος τῶν ὁμοδούλων. Μὴ πάντα οἴου τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὥσπερ ἀλλοτρίων βουλεύου τῶν ἐν χερσί. Μικρὸν εὐφραίνει σε χρόνον, εἶτα
25διαῤῥυέντα οἰχήσεται, τὸν δὲ ἐπ’ αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας. Σὺ δὲ πάντα ὁμοῦ θύ‐ ραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις, καὶ καταδήσας σφραγῖσιν ἐναγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτὸν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος.
30Τί ποιήσω; ἕτοιμον ἦν εἰπεῖν, ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων· ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν Ἰω‐ σὴφ τῷ τῆς φιλανθρωπίας κηρύγματι. Φθέγξομαι φωνὴν μεγαλόψυχον· Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε
35πρός με, τῆς παρὰ Θεοῦ δεδομένης χάριτος τὸ ἀρ‐ κοῦν ἕκαστος, οἷον ἐκ κοινῶν πηγῶν, συμμεθέξοντες. Ἀλλ’ οὐ τοιοῦτος σύ· πόθεν ὥς γε βασκαίνεις τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονηρὸν δὲ βουλευτή‐ ριον ἐν τῇ ψυχῇ συγκροτήσας, φροντίζεις οὐχ ὅπως
40μεταδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἀλλ’ ὅπως πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ’ αὐτῶν ὠφε‐ λείας ἀποστερήσῃς; παρέστησαν οἱ τὴν ψυχὴν ἀπαι‐ τοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ ἐλέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ
45τὴν ἀπόλαυσιν ἐφαντάζετο. Συνεχωρήθη πάντα βου‐ λεύσασθαι, καὶ φανερὰν ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν. Ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν ἃ κακῶς ᾠκοδόμη‐

95

.

1496

(50)

σας. Λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεον‐ εξίας φύλακα. Ἀποσκεύασον ὀρόφους, περίελε τοί‐ χους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον. Ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ
55σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια.1496 in vol. 95

95

.

1497

Διὰ σὲ καὶ τὴν συμφορὰν κατεδίκασεν, ὅτι ἔχων οὐκ ἐδίδως· ἐπειδὴ παρέτρεχες τοὺς πεινῶντας· ἐπειδὴ πρὸς τοὺς ὀδυρομένους οὐκ ἐπεστρέφου· ἐπειδὴ προσκυνούμενος οὐκ ἠλέεις. Ἔρχεται καὶ δι’
5ὀλίγους ἐπὶ δῆμον κακὰ, καὶ μοχθηρίας ἑνὸς παρ‐ απήλαυσε δῆμος. Ἀχὰρ ἱεροσύλησεν, καὶ ὅλη ἡ παρά‐ ταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς Μαδια‐ νίτιδας ἐξεπόρνευσε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Πάντες τοίνυν, καὶ ἰδίᾳ, καὶ κοινῇ τοὺς βίους
10ἑαυτῶν ἐξετάσωμεν. Λαοὶ ἀκούσατε· Χριστιανοὶ ἐνωτίσασθε, ὅτι τάδε λέγει Κύριος, οὐ δημηγορῶν αὐτοφώνως, τοῖς δὲ τῶν δούλων στόμασιν ἐνηχῶν ὡς ὀργάνοις· μὴ φανῶμεν οἱ λογικοὶ τῶν ἀλόγων ὠμότεροι. Ἐκεῖνα γὰρ τοῖς
15ἐκ τῆς γῆς φυομένοις παρὰ τῆς φύσεως ὡς κοινῇ κέχρηται, καὶ προβάτων ἀγέλαι ἓν καὶ τὸ αὐτὸ καταβόσκονται ὄρος. Ἵπποι δὲ παμπληθεῖς μίαν καὶ τὴν αὐτὴν κατανέμονται πεδιάδα, καὶ πάντα τὰ καθ’ ἕκαστον οὕτως ἀλλήλοις ἀντιπαραχωρεῖ τῆς ἀναγ‐
20καίας τῶν χρειῶν ἀπολαύσεως. Ἡμεῖς δὲ ἐγκολπια‐ ζόμεθα τὰ κοινά· τὰ τῶν πολλῶν μόνοι ἔχομεν. Αἰδε‐ σθῶμεν Ἑλλήνων φιλάνθρωπα διηγήματα. Παρό τισιν ἐκείνων νόμος φιλάνθρωπος, μία τράπεζα, καὶ κοινὰ τὰ σιτία, μία ἑστία σχεδὸν τὸν πολυάν‐
25θρωπον δῆμον ἀπεργάζεται. Καταλείψωμεν τοὺς ἔξωθεν, καὶ ἀπέλθωμεν εἰς τὸ τῶν τρισχιλίων ὑπό‐ δειγμα· τὸ πρῶτον τῶν Χριστιανῶν ζηλώσωμεν σύν‐ ταγμα, ὅπως ἦν αὐτοῖς ἅπαντα κοινά· ὁ βίος, ἡ ψυχὴ, ἡ συμφωνία, ἡ τράπεζα κοινή· ἀδιαίρετος
30ἀδελφότης, ἀγάπη ἀνυπόκριτος, τὰ πολλὰ σώματα ἓν ἐργαζόμενα, τὰς διαφόρους ψυχὰς εἰς μίαν ὁμό‐ νοιαν συναρμοῦσα. Πολλὰ τῆς φιλαδελφίας ἔχεις ἐκ Παλαιᾶς Διαθήκης καὶ ἐκ τῆς Νέας τὰ ὑποδείγματα. Πρεσβύτην ἐὰν ἴδῃς λιμώττοντα, μετάστειλαι καὶ θρέ‐
35ψον ὡς Ἰωσὴφ τὸν Ἰακώβ. Ἐχθρὸν ἐὰν εὕρῃς στενούμε‐ νον, μὴ ἐπιβάλλῃς τῇ ὀργῇ τῇ κατεχούσῃ τὴν ἄμυναν, ἀλλὰ θρέψον αὐτὸν ὡς ἐκεῖνος τοὺς ἀδελφοὺς τοὺς πωλήσαντας. Ἐὰν ἐντύχῃς νεωτέρῳ καταπονουμένῳ, οὕτως δάκρυσον ὡς ἐκεῖνος τὸν Βενιαμὶν τὸν τοῦ
40γήρως υἱόν· πειράζει καὶ σὲ τυχὸν ἡ πλεονεξία, ὡς τὸν Ἰωσὴφ ἡ δέσποινα εἵλκυσε τῶν ἱματίων, ἵνα τῆς ἐντολῆς καταφρονήσῃς; πρόσριψον τὰ ἱμάτια· φύλαξον τῷ Κυρίῳ τὴν πίστιν, ὡς ἐκεῖνος τῷ Πε‐ τεφρή. Ἐν ἐνιαυτῷ τὴν ἔνδειαν οἰκονόμησον, ὡς
45ἐκεῖνος ἐν τοῖς ἑπτά. Τί ὑποτίθῃ ἀφορμὴν εὐπρόσωπον εἰς τὴν ἁμαρ‐ τίαν; ὁ τὸν παῖδα ποιήσας, καὶ σὲ ἐποίησεν. Ὅ σοι τὰς ἀφορμὰς παρεχόμενος, καὶ τῷ παιδὶ παρέξει τὰς τοῦ βίου διεξαγωγάς.

95

.

1497

(50)

Μὴ προφασίζου τοὺς παῖδας, ὁ πλεονέκτης. Παῖ‐ δές εἰσιν; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Θησαυρὸς δέ ἐστιν εὐσέβεια χρημάτων. Κατάλειπε
παισὶν ἀγαθὴν μνήμην, ἢ πλοῦτον πολύν. Πάντας1498 in vol. 95

95

.

1500

ποίησον τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀνηλικίᾳ καταλείψεις τῶν προεστώτων δεόμενον. Ἐὰν καλὸς ᾖς καὶ ἀγαθὸς, ἕκαστος τὸν σὸν
5ἔγγονον ὥσπερ ἴδιον ἐκθρέψει. Μεμνήσεται, γὰρ ὅτι καὶ σὺ ὀρφανῶν ἐγένου πατήρ. Ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, εἶτα ὑπεξῆλθες τοῦ βίου, κατέλιπες τὸν σὸν ἔγγονον κοι‐
10νὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασάμενος φοβεῖται, μήποτε εἰς ἡλικίαν ἐλθὼν μιμήσηται τὸν πατέρα, οὕτω καὶ τὰ σὰ ἔγγονα πο‐ νηρίας πατρικῆς εἶναι κληρονόμα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν παρὰ πάντων ἐπιβουλευθήσονται. Τί οὖν
15πολλοὺς ἐπιβούλους καὶ ἐχθροὺς συνάγεις τοῖς σε‐ αυτοῦ τέκνοις; Δοῦλοι ὄντες ἐλευθερούμεθα, καὶ τοὺς ὁμοδούλους οὐκ οἰκτείρομεν. Πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν ἀνενδεῆ, χορηγὸν καὶ ταμίαν
20Θεὸν ἔχοντες, φειδωλοὶ ἐγενόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας. Πολύτοκα ὑμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν. Διὰ τοῦτο ἡμῖν ἀπειλεῖ τὸ δίκαιον κριτή‐
25ριον· διὰ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀνοίγει τὴν χεῖρα, ἐπειδὴ τὴν φιλαδελφίαν ἡμεῖς ἀπεκλείσαμεν· διὰ τοῦτο ξηραὶ αἱ ἄρουραι, ἐπειδὴ ἡ ἀγάπη ἐψύχη. Ὁ δεῖνα τὸν πλοῦτον θηριομάχοις προσαναλίσκων. καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμε‐
30νος, φυσᾶται τοῖς ἐπαίνοις, καὶ μεγαλοφρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ. Διδάσκαλον λέγεις, καὶ τῶν μαθητῶν οὐ φρονεῖς. Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα παραπέμπῃ. Τί ἰδέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁ
35διδάσκαλος προετείνατο· Πώλησόν σου τὰ ὑπ‐ άρχοντα, καὶ δὸς πτωχοῖς; Εἴ σοι προέβαλε πό‐ νους γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, καὶ ὅσα τοῖς χειμαζομένοις ἐπίπονα πρόσεστιν, ἔδει σε λυπηθῆναι. Εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, καὶ
40οὐδένα πόνον ἐχούσης, οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀποδείξειν, οὐ χαί‐ ρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ’ ἀπέρχῃ ὀδυνώ‐ μενος τῇ ψυχῇ καὶ πενθῶν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπόνηται. Εἰ γὰρ οὐκ
45ἐφόνευσας, ὡς σὺ ἔφης, οὐδὲ ἐμοίχευσας, οὔτε ἔκ‐ λεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ πάντων σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι’ οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

95

.

1500

(50)

Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγείλατο κολοβώματα μελῶν ἐκ φύσεως ἢ ἀῤῥωστίας προσόντα σοι διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων. Ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε βούλεται ποιῆσαι τοῖς και‐ ριωτάτοις ἐλλείποντα, οὐδὲ ἔχῃ τὴν χάριν, ἀλλὰ
55πενθεῖς καὶ σκυθρωπάζεις, ἐκείνης τῆς ἐντολῆς δῆ‐1500 in vol. 95

95

.

1501

λον μακρὰν ὑπάρχων, καὶ ψεῦδος ἑαυτῷ προσμαρ‐ τυρήσας, ὅτι ἠγάπησας τὸν, πλησίον ὡς σεαυτὸν, καὶ ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγά‐ πης, καὶ τοσοῦτον ἀπέδωκας ἑκάστῳ. Πόθεν σοι ἡ
5τῶν χρημάτων αὕτη περιουσία; δαπανητικὸν γὰρ πλούτου, ἡ θεραπεία τῶν δεομένων. Τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ’ ἡμῶν ἐπιβουλὴν περιέτρεψεν, συνεργὰ πρὸς τὸ ζῇν; μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρή‐
10ματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; ὅρα μὴ μετὰ μυρίων πόνων πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾶ τιμωρούμενος. Πάντα χρυσὸν βλέπεις· πάντα χρυσὸν φαντάζῃ.
15Τοῦτό σοι καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύ‐ μιον. Ὥσπερ γὰρ οἱ ἀπὸ μανίας παράφοροι, οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαν‐ τάζονται, οὕτως σου ἡ ψυχὴ τῇ φιλοχρηματίᾳ κατα‐ σχεθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει.
20Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Ἀλληλοφάγοι τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μι‐ κρότερος παρ’ ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέ‐ ρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα
25τοῦ τελευταίου. Τί οὖν ἡμεῖς οἱ ἄνθρωποι, ἄλλο τι ποιοῦμεν τῇ καταδυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλο‐ πλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἐναποκρύπτων τοὺς ἀσθενεῖς; ἐκεῖνος εἶχε
30τὰ τοῦ πένητος, σὺ τούτων λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας, ἀδίκων ἀδικώτερος, πλεονέκτου πλεον‐ εκτικώτερος. Ὅρα μή σε τὸ αὐτὸ πέρας ἐκδέξη‐ ται, ἄγκιστρόν που, ἢ κύρτος, ἢ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν
35τελευταίων τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον, ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι κρί‐ νων, ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περουσίᾳ τῆς νό‐ σου τὴν εὐεξίαν τιθεμένῳ.
40 Ἐὰν ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακα‐ ρίσῃς τὴν ζωήν. Ἐὰν πολλαχόθεν ἐξ ἀφθόνων πη‐ γῶν περιῤῥέηται χρήματα, μὴ προσδέξῃ αὐτοῦ τὴν περιουσίαν. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάῤ‐ ῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον
45πέφυκε παραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ’ ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀπεχώρησεν, οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία, ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρουσίαν, ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πε‐

95

.

1501

(50)

φυκυῖα. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου,
καὶ μετ’ ὀλίγον ἑτέρου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ1502 in vol. 95

95

.

1504

πόλει οἰκίας, πόσα ἤδη ἀφ’ οὗ γεγόνασιν ὀνόματα μετειλήφασιν, ἄλλοτε ἐπ’ ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι, καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖ‐ ρας διαῤῥέων ἐφ’ ἕτερον διαβαίνει, καὶ ἀπ’ ἐκείνου
5πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περι‐ βαλὼν κατασχεῖν, ἢ πλοῦτον σεαυτῷ διαρκῶς συν‐ τηρῆσαι Πᾶς ὁ ἀδικῶν, εἰς ἀπολογίαν ἕτοιμος Πένης προσῆλθεν, εἶτ’ ἀπῆλθε μὴ τυχών.
10 Δέδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς, Χρῄζων ἀπέλθοιμ’ ἐνδεὴς ἐμοῖς νόμοις Ὃ γάρ τις οὐ δέδωκε, μηδ’ ἐλπιζέτω Μὴ ἀγαπήσῃς τὸν πλοῦτον, εἰ μὴ βοηθεῖν πέ‐ νησι.
15 Μὴ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ’ ὧν ὡς ἰοῦ καὶ σητὸς δαπανηθήσεται, ἢ, τὸ τῆς Γραφῆς εἰπεῖν, ἐξεμεθήσεται. Ὁ τὰ πολλὰ ἔχων, ἴσως καὶ παρ’ ἐλπίδα· τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον· καὶ ταῖς πολλαῖς ἀποθή‐
20καις στενοχωρούμενος, καὶ τὰς μὲν πληρῶν, τὰς δὲ καθαιρῶν, ἵνα τοῖς μέλλουσι καρποῖς οἰκοδομήσῃ μείζονας, ἀγνοῶν ὅτι τῶν ἐλπίδων προαναρπάζεται, καὶ λόγον ὑφέξει τῆς εὐπορίας καὶ τῆς φαντασίας, κακὸς οἰκονόμος ἀγαθῶν ἀλλοτρίων γενόμενος.
25 Ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν· πόθεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν· ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς· οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας· οὐκ ἐπλήθυναν αἱ κοιλάδες
30σῖτον, ἀλλ’ ἐκλαύσθησαν· οὐκ ἐστάλαξαν τὰ ὄρη γλυ‐ κασμὸν ὡς ὕστερον τοῖς δικαίοις, ἀλλὰ τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο. Τοιοῦτος ὁ πλοῦ‐ τος τῶν ἀσεβῶν. Τοιαῦτα τῶν κακῶς σπειρόντων τὰ γεώργια. Ὁ μέντοι ἡμῶν ἐξέθλιψε πένητα, καὶ
35μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τοῦ πλησίον ἀφ‐ έληταί τι, καὶ μηδένα ἔχειν ἐφιλονείκησε, ὡς μόνως οἰκήσων ἐπὶ τῆς γῆς. Ὁ δὲ τόκοις, καὶ πλεονασμοῖς
40τὴν γῆν ἐμίανε, συνάγων ὅθεν οὐκ ἔσπειρεν, καὶ θε‐ ρίζων ὅπου μηδ’ ἐσκόρπισε· γεωργῶν, οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν δεομένων· ὁ δὲ ἀπαρχὰς ἅλω‐ νος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν ἀπεστέρησε, καὶ γέγονεν ἀχάριστός τε ὁμοῦ καὶ ἀνόητος, μήτε
45ὑπὲρ ὧν ἔσχεν εὐχαριστήσας, οὐδὲ τὸ μέλλον διὰ τῆς εὐγνωμοσύνης πραγματευσάμενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν, οὐδὲ μετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεομένῳ, μᾶλλον δὲ Χριστῷ τῷ τρεφομένῳ διὰ τῶν μικρῶν τρεφομένων. Ὁ δὲ ὁδὸν

95

.

1504

(50)

ταπεινῶν ἐξέκλινε, καὶ ἐπλαγίασεν ἐν ἀδίκοις δί‐ καιον. Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συν‐
αγούσῃ, καὶ τὴν ἁρπαγὴν τοῦ πτωχοῦ ἐν τοῖς οἰκοῖς1504 in vol. 95

95

.

1505

ἔχων, ἢ οὐκ ἐμνήσθη Θεοῦ, ἢ κακῶς ἐμνήσθη. Εὐ‐ λογητὸς Κύριος, εἰπὼν, ὅτι πεπλουτήκαμεν· καὶ ὑπέλαβεν ἀνομίαν ὡς παρ’ αὐτοῦ πάντα ἔχων, ἐξ ὧν κολασθήσεται. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ
5Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ ταῦτα ἢ κλείεται ὁ οὐρανὸς, ἢ κακῶς ἀνοίγεται. Τί πρὸς ταῦτα οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὡς τὴν Βαάλ; Οἱ περιέποντες τῶν λίθων τὰς πολυ‐ τελείας καὶ διαυγείας, καὶ τὴν ἐσθῆτα τὴν μαλακήν
10τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην καὶ λῃστῶν, καὶ τυράννων, καὶ κλεπτῶν θησαυρίσματα; οἱ πλή‐ θει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων; οἱ τοῖς πεδίοις ἐμπλατυνόμενοι, καὶ τοῖς ὄρεσι, καὶ τὰ μὲν ἔχοντες, τὰ δὲ προσλαμβάνοντες; Τί δὲ οἱ τοῖς ὑψη‐
15λοῖς θρόνοις ἐπικαθεζόμενοι, καὶ τὴν ἀρχικὴν σκη‐ νὴν αἴροντες, καὶ μὴ λογιζόμενοι τὸν ἐπὶ πᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας, ἵνα ὡς ὁμοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόμενοι φιλανθρωπίας; σκόπει δέ μοι καὶ τοὺς
20κατασπαταλῶντας ἐπὶ κλινῶν ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀμὼς καθάπτεται, καὶ τὰ πρῶτα μύρα χριομένους. Ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος· Πικρίαν ἔσπειρας; δρέπου τὰ δράγματα· τὸ ἀνελεὲς ἐτίμησας; ἔχε
25ὅπερ ἠγάπησας. Ἔφυγες τὸν ἔλεον; φεύξεταί σε τὸ ἔλεος. Ἐβδελύξω τὸν πτωχόν; βδελύσσεταί σε ὁ δι’ ἡμᾶς πτωχεύσας. Οὐδεὶς πότε κερδαίνειν γίνεται κόρος, ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον, ὕλη καὶ ὑπέκκαυμα τῆς τοῦ
30πλείονος ἐπιθυμίας καθίσταται. Μὴ ἀπόρει τοὺς πένητας. Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐντολὴν, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαβών. Καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βαλεῖν αὐτὸν ἔξω. Οὐκ ἤκουσας τοῦ Χριστοῦ
35λέγοντος· Εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχεσθε ἢ οἰκίαν, εἴπατε τῷ οἴκῳ ἐκείνῳ· Εἰρήνη ὑμῖν. Καὶ ἂν μὲν ᾖ ἡ οἰκία ἀξία εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· εἰ δὲ μὴ, ἐκτινάξατε καὶ τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν· ἀνεκτότερον ἔσται γῇ
40Σοδόμων καὶ Γομόῤῥων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῷ οἴκῳ ἐκείνῳ. Εἰσέρχεται πένης εἰς τὴν αὐλήν σου, καὶ ἐπιτάττεις τῷ δούλῳ σου βαλεῖν αὐτὸν ἔξω. Ἀλλ’ οὐκ οἶδας, ὅτι ἐὰν βάλῃς τὸν πένητα ἔξω, τὸν Χριστὸν ἐδίωξας; Αὐτὸς γὰρ εἶπεν· Ὅ τι ἑνὶ τούτων
45τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Ὁρᾷς, ὅτι ἐὰν ὑβρίσῃς τὸν πένητα, τὸν Χριστὸν ἠτίμασας; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως οὗ βελτίους γί‐

95

.

1505

(50)

νεσθε. Βλέπεις πένητα, καὶ οὐκ ἐλεεῖς; Πῶς εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ εὔχῃ; πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν σου; Οὐ φοβῇ;
οὐ τρέμεις; οὐ δέδοικας; Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν1506 in vol. 95

95

.

1508

εὔξασθαι; ποίησον ἐλεημοσύνην, ἵνα ὑπογραφῇ σου ἡ δέησις. Ἐνίοτέ τινες εἰσβάλλουσι δέησιν βασιλέως καὶ ἀναλίσκουσι διακοσίους ἢ τριακοσίους χρυσίνους. καὶ πολλάκις εἰς οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλ’ ὡς
5χιδάριον κατέχουσιν αὐτόν· καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναι τὴν δέησίν σου; Ἐνταῦθα μὲν βασιλεὺς ὁ ἐπίγειος ὑπογράφε καὶ πολλάκις ἐναντία ἐστὶν ἡ ὑπογραφή· ὁ δὲ Βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ βεβεβαίωται. Εἶδες
10δέησιν δύο ὀβόλων ὑπογραφομένην; διὰ τοῦτο δύο κρατῆρες πρὸ τῶν θυρῶν εἰσι τῆς ἐκκλησίας, μία τοῦ ὕδατος, ἐν ᾗ νίπτῃ τὰς χεῖρας, καὶ ἑτέρα ἡ χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου. Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ νίπτῃ τὰς χεῖράς σου· ἐπίδος
15εἰς χεῖρα τοῦ πένητος ὀβολὸν, καὶ ἀποσμήχεις τὴν ψυχήν σου. Ἐὰν εἰσέλθῃς, καὶ εὔξῃ, καὶ νίψῃ, τῷ δὲ πένητι μὴ δῷς, τί ὄφελος; πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ἐνίοτε ἔρχονται νυκτὸς κλέπται, καὶ ὀρύσσουσι, καὶ κλέπτουσι τὸν
20θησαυρόν· καὶ ἀνίστασαι πρωῒ, καὶ βλέπεις αὐτὸν σεσυλημένον. Θέλεις μὴ συληθῆναι; ὃ λέγω σοι, τοῦτο ποίησον, καὶ οὐδέποτε συλᾶσαι εἰς τὸν αἰῶνα. Χῶσον αὐτὸν εἰς τὴν κοιλίαν τῶν πτωχῶν τῷ κινδύνῳ μου, καὶ οὐδέποτε δύναται συληθῆναι. Ἐὰν δὲ χώσῃς αὐ‐
25τὸν εἰς τὴν γῆν, ἀπολεῖς αὐτόν. Καὶ ἐὰν ἀπολέσῃς, φυλαχθήσεται· καὶ ἐὰν μετὰ τὴν τελευτήν σου ἐκτὸς αὐτοῦ ᾖς, τί σοι τὸ ὄφελος; τί κάμνεις καὶ πλουτεῖς; καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου, καὶ κατατρυφῶσιν. Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος·
30Θησαυρίζει ὁ πλούσιος, καὶ οὐκ οἶδεν τίνι συν‐ άξει αὐτά; Καὶ πάλιν ἀλλαχοῦ λέγει· «Ἄφρων καὶ ἄνους ἀπολοῦνται· καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν.» Ὁρᾷς τί πάσχουσιν οἱ θησαυρίζον‐ τες ἐπὶ τῆς γῆς; ἀλλὰ θησαυρίζετε ἐν οὐρανῷ, ὅπου
35οὐκ ἔστιν ἡ σῆς, οὐδὲ σκώληξ κατεσθίων, οὐδὲ λῃστὴς διορύσσων. Ὦ ἄθλιε καὶ ταλαίπωρε· τῇ γῇ πιστεύεις τὸν θησαυρόν σου, καὶ τῷ Θεῷ οὐ πι‐ στεύεις τῷ εἰπόντι· Ὃ ἑνὶ τούτων τῶν ἀδελφῶν σου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε; Ποίαν συγγνώμην
40ἕξεις; Χρυσὸν φιλεῖς τὸν αἱμοβόρον, τὸν πᾶσι πολέ‐ μιον, καὶ πᾶσι ποθεινὸν, τὸν ὑπὸ πάντων φιλούμε‐ νον, καὶ πᾶσιν ἐπιβουλεύοντα, τὸν δραπέτην, τὸν οἰ‐ κέτην, τὸν ἀγνώμονα; Οὐκ οἶδας οἷός ἐστιν ὁ πλοῦ‐ τος; καθάπερ πόρνη ἀσυνείδητος, τούτῳ ὁμιλεῖ,
45ἐκεῖθεν ἐκείνῳ νεύει, ἄλλῳ συντίθεται. Τί εἶ, ἄν‐ θρωπε; Σήμερον ἄρχων, καὶ αὔριον ἀρχόμενος· σήμερον πλούσιος, καὶ αὔριον πένης· σήμερον δικά‐ ζεις, καὶ αὔριον δικάζῃ. Ὁρᾷς τὴν τοῦ βίου μετα‐ βολήν· οὐχ ὡς σκιὰ παρατρέχει; οὐ κάπνου εὐτε‐

95

.

1508

(50)

λέστερος; οὐχ ὡς ἀράχνη διασπᾶται; Οὐ παύσομαι ὑμᾶς παιδεύων; κἄν τε μὴ ποιῆτε. Γέγραπται γάρ· Λάλει εἰς ὦτα ἀκουόντων. Παρακοὴ θάνατον ἐργάζε‐ ται. Μιμήσασθε καὶ τὴν χήραν ἐκείνην τὴν τοὺς δύο ὀβολοὺς δώσασαν, πῶς ἐδικαιώθη. Δύο ὀβολοὺς οὐκ
55ἔχεις; ἕνα δός. Ὃ ἔχεις, κἂν ἄρτον· κἂν στέναξον ἰδὼν τὸν πένητα, καὶ δέδεκται ἡ δέησις. Ὁ γὰρ ἐπιστάμε‐ νος τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου, ὁ τὰ πάντα
ἐπιγνοὺς πρὶν γενέσεως, οἶδεν ὅτι εἰ εἶχες, ἐδίδους.1508 in vol. 95

95

.

1509

Τὴν γὰρ καρδίαν ἐξερευνᾷ καὶ οἶδεν. Ἄνθρωπος γὰρ ὄψεται εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων ἐν τοῖς σοῖς ἀποκρύπτων; τί αἰτούμενος παρ’ αὐτῶν,
5ἀγανακτεῖς ὡς οἴκοθεν ἀναλίσκων; τὰ πατρῷα θέλουσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα σοι δι’ αὐτοὺς, οὐ μετὰ σοῦ γεννηθέντα ἔλαβες. Δὸς καὶ τὴν χρῆσιν· κέρδανον, καὶ ἀρκεῖ σοι, ὅτι διδόναι οὐ λαμβάνειν προσετάχθης.
10 Αὐτοῦ αἱ ἁρπαγαὶ καὶ ἄλλων αἱ ἡδοναί. Αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι. Κατ’ αὐτοῦ οἱ στεναγμοὶ, καὶ παρ’ ἑτέροις οἱ πλεονασμοί. Κατ’ αὐτοῦ τὰ δάκρυα, καὶ παρ’ ἑτέροις τὰ χρήματα· Αὐ‐ τὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πολλάκις ἐν τοῖς αὐ‐
15τοῦ τρυφῶντες ψάλλουσιν. Λέοντες μὲν, καὶ ἄρκτοι, καὶ παρδάλεις, ἐν μέ‐ σαις ταῖς πόλεσι, τίνος χάριν φιλοτίμως σιτίζονται, ὁ δὲ πτωχὸς ἐπὶ τοῦ ἐδάφους ἕρπει συντετηκώς; Καὶ ὁ λέων θαλπόμενος τῶν δημοσίων κρεῶν τὴν
20κνίσσαν ἐρεύγεται. Οὗτινος τὴν χρείαν ἐὰν ἐρωτήσω, μᾶλλον ἐγκαλυφθήσομαι. Θηρίων γὰρ ὀδόντας ἀκο‐ νῶσιν οἱ ἄνθρωποι κατὰ ἀνθρώπων. Μή μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι. Πενίαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φοβῇ; Πενίαν μὴ φοβηθῇς, ἀλλ’
25ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Ὁ Δεσπότης αἰ‐ τεῖ ἐντολὴν, καὶ οὐ δίδως αὐτῷ. Ὅταν γὰρ ἀκούσῃς αὐ‐ τοῦ λέγοντος· Ὅ τι ἑνὶ ἐκ τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε, ὅρα, ὅ τι ἂν δῷς τῷ πέ‐ νητι, τῷ Χριστῷ δίδως. Ἐὰν οὖν μὴ δῷς αὐτῷ, πῶς
30σὺ αἰτήσῃ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἵνα ἐλεήσῃ σε; Ἆρα σοι οὐκ ἐγκαλεῖ, ὅτι Πεινῶντά με εἶδες, καὶ οὐκ ἔθρε‐ ψας; Διψῶντά με εἶδες, καὶ οὐκ ἐπότισας; γυμνόν με εἶδες, καὶ οὐκ ἐνέδυσας; Τί ἆρα ἐρεῖς αὐτῷ, ἢ ποίαν συγγνώμην ἔχεις; Σὺ μὲν σηρικὰ, καὶ λα‐
35γῷα, καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ ἔχει. Καὶ σὺ τρώγεις φασιανοὺς καὶ χῆνας, καὶ ὅσα εἰσὶν ἐν ἐδέσμασι, καὶ ὁ πένης οὐκ ἰσχύει τὴν ἑαυτοῦ κοιλίαν ἄρτων χορτάσαι. Σὺ ἔχεις τοίχους χρυσορόφους καὶ μάρμαρα Λακεδαιμόνια ποικίλα,
40καὶ κίονας, καὶ περικεφαλαίας κιόνων χρυσᾶς, καὶ ὁ πένης καλύβην οὐκ ἔχει. Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας. Καὶ συντελευτᾷς, καὶ ἀπάγεις μηδὲν ἔχων, καὶ μένει ὁ οἶκός σου δι‐ ηνεκὴς κατήγορος, ἐλέγχων τὰς σὰς πράξεις. Ἕκα‐
45στος γὰρ ὁ παρερχόμενος μέλλει λέγειν· οὗτος ὁ οἶ‐ κος τοῦ ἅρπαγος, τοῦ πλεονέκτου. Πόσας χήρας ἐκάκωσε; πόσους ὀρφανοὺς ἐποίησε; πόσα ὑπάρχοντα καθήρπασε; πόσους πένητας ἐπλεονέκτησε; Μή μοι λέγε, ὅτι Ὕπατός εἰμι, ἢ ὅτι Ὕπαρχός εἰμι. Οὐκ

95

.

1509

(50)

οἶδα ἀξίωμα· οὐ διαβάλλω πλοῦτον· ἀλλὰ τοὺς τῷ καλῷ1510 in vol. 95

95

.

1512

κακῶς κεχρημένους. Οὐ γὰρ κακὸν τὸ πλουτεῖν· εἴ τι γὰρ ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν Διὰ τὰ χρήματα τὰ ἐλεύθερα στοιχεῖα πεπράκα‐ μεν. Αἱ ὁδοὶ τελωνοῦνται· τὰ ὕδατα δεσποτεύονται·
5ὁ ἀὴρ φωναῖς ὑποβάλλεται. Πολυλόγοι, καὶ φορολό‐ γοι, καὶ τελῶναι, τὰς πόλεις συνέχουσιν. Οἱ πλού‐ σιοι ταῖς φροντίσιν ἐκτήκονται· οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται· οἱ ἅρπαγες τὸν βίον ταράσ‐ σουσιν· οἱ φιλοχρήματοι τὰ δικαστήρια κατατρίβου‐
10σιν· οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν· οἱ κερδ‐ έμποροι τὰς συμφορὰς πραγματεύονται, ἀλλήλους ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν, εἰς τὸ ὀμνύειν μόνον τὸν Θεὸν ἐπιστάμενοι. Ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται. Ὁ ἀὴρ μέχρις αὐτοῦ τοῦ
15αἰθέρος μεμόλυνται. Οὕτω δὴ πάντων ἐν κακοῖς σεσο‐ βημένων ἡμῶν, ὁ προφήτης τὸν βίον ἐκπτυόμενος βοᾷ λέγων· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρω‐ πος ζῶν. Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσε‐ ται; ἢ λογικὴ μόνον πλάσις κατηγορεῖται, ὦ προ‐
20φῆτα; Οὐδὲν ἕτερον τῶν ἐν ζώοις ταρασσόμενον εὗ‐ ρες; Ναὶ, ταράσσεται, φησὶ, καὶ τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται. Σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζε‐ ται. Κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι. Θοβυρεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται.
25Διεγείρεται φλὸξ, καὶ τὴν ὑποκειμένην ὕλην ἀναλώ‐ σασα σβέννυται· ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασι οὐδέποτε παύεται. Ἔλαβε τοῦτο, καὶ πρὸς ἕτερον ἀποβλέπει. Ἐκράτησεν ἐκεῖνο, καὶ προσέτι κέχηνεν. Τὰ ἑκατὸν διπλασιάζειν ἐπείγεται, καὶ τὰ
30διαπλασιασθέντα πάλιν δεκαπλασιάζειν φιλονεικῶν, ἐπὶ τοσούτοις αὖθις τοσαῦτα σωρεύειν ἐπειγόμενος, καὶ οὐδέποτε σωρεύων παύεται, ἕως τὸ τέλος αὐτοῦ σωρευθῇ. Κατάδικός ἐστι, τῷ πυρετῷ τῆς φιλαργυ‐ ρίας συνεχόμενος, ὠχρότερος τοῦ χρυσίου περιέρχε‐
35ται, διὰ τὸν πολυπόθητον πλοῦτον, τὸν ἀβέβαιον φί‐ λον, πλοῦτον τὸν ἄπιστον σύνοικον, τὸν ἐπίβουλον πόθον, τὸν ὑποδέσποτον ἐμπαίκτην, τὸν πολυέραστον χλευαστὴν, τὸν ἕτοιμον μεταβάτην, τὸν ὑπόπτερον δέσμιον, τὸν πάσης ὀνείρων φαντασίας κουφότερον,
40τὸν πολεμοποιὸν, τὸν πάσης ἐλπίδος ὀξυτέρως φεύ‐ γοντα, τὸν ἐν τῷ κρατεῖσθαι ἀφιπτάμενον ἄνεμον, πλοῦτον τὸν πάσης ἀσωτίας γεννήτορα τὸν πάσης ἀκολασίας συνήγορον, τὸν πάσης κακίας εὑρέτην, τὸν συνεργὸν πάσης ψυχοφθόρου τροφῆς, τὸν ἀντί‐
45παλον τῆς ἐγκρατείας, τὸν πολέμιον τῆς σωφροσύ‐ νης, τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην. Ἀλλὰ τί, φησὶ, διαβάλλω τὸν πλοῦτον τοὺς κεκτημένους ἀφείς; ἀδικεῖται καὶ αὐτὸς ὁ πλοῦτος, δέσμιος ὑπ’ αὐτῶν καὶ πεπηδημένος κατεχόμενος. Ἔοικέ μοι

95

.

1512

(50)

πρὸς αὐτοὺς τοιαύτην ἀφιέναι φωνήν· Τί με τὸν πλοῦ‐ τον, ὦ φιλοχρήμονες, συμποδίζετε; τί με καθάπερ δραπέτην μυρίοις δεσμοῖς περισφίγγετε; ἀπὸ μετάλ‐ λων εἰς μέταλλα, εἰς τὰς ὑμῶν χεῖρας παραπέμπετε εἰ θέλετέ με κἂν μικρὸν εἰς τὸ φῶς ἀνανεῦσαι,
55ἐάσατέ με κἂν μικρὸν εἰς τὰς τῶν πενήτων δεξιὰς μεταβῆναι ἐπειγόμενον. Ἀλλὰ, φησὶ, τέκνοις συν‐
άγω τὸν θησαυρὸν, ἵνα μὴ πενίας γένωνται κληρονό‐1512 in vol. 95

95

.

1513

μοι. Καλῶς, ὁ πολυφάνταστος πλούσιος τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει. Τὰ κατ’ αὐτὸν ἀγνοεῖ, καὶ τὰ περὶ τῶν τέκνων ψηφίζει· εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ κληρονόμων βου‐
5λεύεται. Ἄφρον, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι. Εἰπέ μοι τὰ τῆς σήμε‐ ρον, καὶ τότε σοι πιστεύσω τὰ τῆς αὔριον. Τί σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς; τί θέλεις εἶναι νεκρὸς χλευαζόμενος; Τί διορίζεις τοῦ Θεοῦ τὰ
10πρακτέα; τί νομοθετεῖς τὴν πρόνοιαν; Τὰ σοὶ δεδο‐ μένα, αὐτὰ μερίμνα. Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ. Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικέτης ζών‐ των. Οὐδεὶς τῶν ἐν ᾄδου τῶν ὑπὲρ γῆς ἐπετρόπευσεν. Εἷς ἐστιν ὁ ζώντων καὶ νεκρῶν κριτὴς, καὶ ζυγοστα‐
15τῶν ἑκάστου τὸ δίκαιον. Θησαυρίζει γὰρ, φησὶν ὁ προφήτης, καὶ οὐ γινώσκει τίνι συνάγει αὐτά. Τί τῶν πενήτων ὡς ὀρφανῶν κατατρέχεις; τί αἰτούμε‐ νος παρ’ αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων. Τὰ πατρῷα θέλουσιν, οὐχὶ τὰ σά· τὰ πιστευθέντα
20σοι δι’ αὐτοὺς, καὶ οὐχὶ μετὰ σοῦ γεννηθέντα. Ἃ ἔλαβες, δὸς, καὶ τὴν χρῆσιν κέρδανον. Ἀρκεῖ σοι, ὅτι διδόναι, οὐ λαμβάνειν προσετάχθης. Ἀρκεῖ σοι, ὅτι διὰ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει. Βρέχων τὴν ὑπ’ οὐρανὸν χαλκοῦ ψεκάδα σε προσ‐
25αιτεῖ. Ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει. Ὁ περιβάλλων τὸν οὐρανὸν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ. Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι καὶ ἱκετεύουσιν· Οἰκτίρμων ἐλέη‐ σον· ἐλεήμων οἴκτειρον. Σὺ δὲ τὰς ὀφρύας ἀνασπᾷς,
30καὶ μόγις λιτανευόμενος ἐπικάμπτῃ. Δὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇς τῷ λογοθεσίῳ. Δὸς αὐτοῖς τὰ αὐτῶν· πατέρα ἔχουσι βασιλέα. Δὸς αὐτοῖς τὰ αὐτῶν, καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν ἀμεριμνίαν. Ποίαν ἀμεριμνίαν, φησίν; Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τού‐
35των τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὁ γὰρ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ, φησὶν ὁ προφήτης. Ἴδετε τὸν πλοῦτον, τὸν δραπέτην· οὐ δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον. Οὐ γὰρ καταλιμπάνει μόνον τοὺς ἔχοντας αὐτὸν, ἀλλὰ καὶ σφάζει αὐτούς.
40Πίστιν γὰρ οὐκ ἔχει. Θηρίον ἐστὶν ὁ πλοῦτος ἰοβόλον· ἐὰν κατέχεται, φεύγει· ἐὰν σκορπίζεται, παρα‐ μένει. Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δι‐ καιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σκόρπισον οὖν αὐτὸν, ἵνα μένῃ. Θησαυρίσατε αὐτὸν
45ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει. Ποῦ οἱ πλουτήσαντες πρὸ ἡμῶν; ἐλη‐ σμονήθησαν. Ἡδέως ἂν ἐροίμην τοὺς ἀποθανόντας, καὶ ἠρώτων αὐτούς· Ποῦ ὁ πλοῦτος, καὶ οἱ στρατιῶται, καὶ τὰ ξίφη τὰ ἀστράπτοντα ἐκ τῆς ἀκόνης; Ποῦ τὰ

95

.

1513

(50)

ἀργυρώματα, καὶ αἱ κλίναι αἱ ἀργυραῖ; ποῦ οἱ οἰκέ‐ ται; ποῦ οἱ εὐνοῦχοι; ποῦ οἱ φίλοι; ποῦ αἱ οἰκίαι; Τί κατέχεις πλοῦτον τὸν ἐν καιρῷ ἀνάγκης οὐδέν σε ὠφελοῦντα; Ἐγὼ οὐ κεκόλλημαι τοῖς πλουσίοις, ἀλλὰ
τοῖς κακῶς τῷ πλούτω κεχρημένοις. Οὐ τὸν πλού‐1514 in vol. 95

95

.

1516

σιον διαβάλλω ἢ λοιδορῶ, μὴ γένοιτο, ἀλλὰ τὸν ἅρ‐ παγα. Ἄλλο πλούσιος, ἄλλο ἅρπαξ, καὶ ἄλλο πλεον‐ έκτης. Δίελε τὰ πράγματα· μὴ μίσγε τὰ ἄμικτα. Πλούσιος εἶ; οὐ κωλύω, οὐ ζηλεύω. Ἁρπάζεις τὰ
5ἀλλότρια; κατηγορῶ. Ἔχεις τὰ σά; ἀπόλαυε αὐτῶν. Λαμβάνεις τὰ ἀλλότρια; οὐ σιωπῶ, ἀλλὰ κράζω. Θέλεις με λιθάσαι; ἕτοιμός εἰμι. Ἀποτεμεῖν τὴν κεφαλὴν θέλεις; οὐ παραιτοῦμαι. Τὸ αἷμα ἕτοιμός εἰμι ἐκχεῖν, μόνον τὴν ἁμαρτίαν σου κερδήσω, καὶ
10κωλύσω αὐτὴν ἀπὸ σοῦ. Ἐμοὶ μέλει, ἐπειδή σε βλά‐ πτει· ἑνός μοι μόνον μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων. Καὶ οἱ πένητες ἐμὰ τέκνα, καὶ οἱ πλού‐ σιοι ἐμὰ τέκνα εἰσίν. Ἡ αὐτὴ γὰρ γαστὴρ ἀμφοτέ‐ ρους ὠδίνησεν· αἱ αὐταὶ ὠδῖνες, καὶ οἱ αὐτοὶ πόνοι
15ἀμφοτέρους ἔτεκον. Ἐὰν κεκόλλησαι τῷ πένητι, κατηγορῶ σου, οὐ τοῦ πένητος τοσοῦτον ὅσον τοῦ πλουσίου. Ὁ πένης γὰρ οὐδὲν μέγα ἀδικεῖται. Τί ἔχεις γὰρ αὐτοῦ ἁρπάσαι, εἰ μήτιγε ἐὰν εἶχε χρή‐ ματα; Σὺ δὲ εἰς τὴν ψυχήν σου ἐπιβουλεύεις τὴν
20βλάβην, ἁρπάζων πένητα. Μέχρι πότε χρήματα; μέχρι πότε ἀργυρώματα; μέχρι πότε κολακεῖαι οἰκετῶν; μέχρι πότε οἶνος ἐκ‐ χεόμενος; μέχρι πότε κρατῆρες ἐστεμμένοι; μέχρι πότε συμπόσια Σατανικὰ, καὶ διαβολικῆς γέμοντα
25ἐνεργείας; Οὐκ οἶσθα, ὅτι ὁ παρὼν βίος ὁδός ἐστιν; οὐκ οἶσθα ὅτι ἀποδημοῦμεν; μὴ γὰρ πολίτης εἶ· ὁδίτης εἶ. Οὐκ ἐσμὲν πολῖται, ἀλλ’ ὁδῖται καὶ ὁδοι‐ πόροι. Μὴ εἴπῃς, Ἔχω τήνδε τὴν πόλιν· οὐκ ἔχεις οὐδὲν ἐνταῦθα. Ἡ πόλις ἡμῶν ἄνω ἐστί. Τὰ παρόντα
30οὐδέν ἐστιν· ὁδός εἰσι τὰ παρόντα. Ὁδεύομεν καθ’ ἡμέραν. Ἡ φύσις τρέχει. Ἔστι τις ἐν ὁδῷ οἰκοδο‐ μῶν οἰκίαν; Ἔστι τις ὁδῷ χρήματα ἀποτιθέμενος; Ὅταν ὁδεύῃς, καὶ εἰσέρχῃ εἰς πανδοχεῖον, μὴ τὸ πανδοχεῖον καλλωπίζεις ἢ κτίζεις; οὒ, φησίν· ἀλλὰ
35τρώγεις, πίνεις, καὶ ἐπείγῃ τοῦ ἐξελθεῖν; Πανδοχεῖον οὖν ἐστιν ὁ παρὼν βίος. Οὕτως εἰσήλθομεν, καὶ κα‐ ταλύομεν εἰς τὸν παρόντα βίον· σπεύσωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος. Μηδὲν ἀφῶμεν, οὐδὲ μὴ ἀπ‐ ολέσωμεν. Ὅτε εἰσέλθῃς εἰς τὸ πανδοχεῖον, λέγεις·
40Ποίησον ἡμῖν ἕτοιμα τὰ ψυκτὰ, ὅτι τὴν νύκτα ὁδεύο‐ μεν. Ὡσαύτως δὲ καὶ τῷ παιδαρίῳ· Ἀσφάλισαι τὰ ἱμάτια, ἵνα μηδὲν λησμονήσῃς, μή τι ἀπόληται, ἀλλὰ πάντα εἰς τὴν οἰκίαν ἐπαγάγωμεν. Οὕτω καὶ ἡμεῖς βλέπωμεν πανδοχεῖον τὸν παρόντα βίον. Μηδὲν ὧδε
45καταλίπωμεν ἐν τῷ πανδοχείῳ· πάντα εἰς τὴν μη‐ τρόπολιν ἀπενέγκωμεν. Ὁδίτης εἶ καὶ ὁδοιπόρος, μᾶλλον δὲ καὶ ὁδίτου εὐτελέστερος. Πῶς ἐγὼ λέγω; Ὁ ὁδίτης οἶδεν πότε εἰσέρχεται ἐν τῷ πανδοχείῳ, καὶ οἶδεν πότε ἐξέρχεται. Ἐγὼ δὲ εἰσέρχομαι εἰς τὸ

95

.

1516

(50)

πανδοχεῖον τοῦ βίου τούτου, καὶ οὐκ οἶδα πότε ἐξέρ‐ χομαι. Ἐνίοτε δὲ καὶ ἑτοιμάζομαι πολλοῦ χρόνου διὰ τροφὰς, καὶ ὁ δεσπότης μου παραχρῆμα καλεῖ με· Ἄφρον, ἃ ἡτοίμασας, τίνι ἔσται; τὴν νύκτα ταύτην λαμβάνουσι τὴν ψυχήν σου ἀπὸ σοῦ.
55Ἄδηλος ἡ ἔξοδος ἡμῶν· ἄστατος ἡ κτίσις· ἐπίβου‐ λος ἡ ἀπόλαυσις· μυρίοι κρημνοὶ, καὶ πανταχόθεν
κύματα. Τί μένῃ, καὶ θορυβεῖς σε περὶ τὰς σκιάς;1516 in vol. 95

95

.

1517

Τί ἄφεις τὴν ἀλήθειαν, καὶ τρέχεις ἐπὶ τὴν σκιάν; μίσησον χρήματα, καὶ ἀγάπα σου τὴν ζωήν. Ῥίψον τὰ ὄντα τοῦ βίου κακὰ, ἵνα τὰ ἐκεῖ ἀγαθὰ κληρονο‐ μήσῃς. Οἷόν τι λέγω· Μὴ ἁρπάσῃς πένητα, μὴ ἐπι‐
5θυμήσῃς τὰ τοῦ πλησίον· τὴν χήραν μὴ γυμνώσῃς· τὸν ὀρφανὸν μὴ ἁρπάσῃς· τὴν οἰκίαν μὴ λάβῃς τοῦ πένητος. Εἴ τινος ἐπιλαμβάνεται τὸ συνειδὸς, αὐτός ἐστιν ὁ αἴτιος. Τί ἁρπάζεις πένητα; τί ἁρπάζεις, ὅπου φθόνος καὶ κατάραι, Ἅρπασον ὅπου στέφανος
10ἀφθαρσίας. Μὴ ἅρπαζε τὰ τῆς γῆς, μηδὲ τὴν γῆν, ἀλλὰ ἅρπασον τὸν οὐρανόν. Βιαστὴ γάρ ἐστι, φη‐ σὶν, ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπά‐ ζουσιν αὐτήν. Ἁρπάζεις τὸν πένητα, τὸν ἐντυγχά‐ νοντα κατὰ σοῦ τῷ Θεῷ νύκτα καὶ ἡμέραν, καὶ
15βοῶντα; Ἅρπασον τὸν Χριστὸν, τὸν ἐπαινοῦντά σε. Τὴν κάτω βασιλείαν ἐὰν ζητήσῃς ἁρπάσαι, κἂν νοηθῇς, κολάζει· τὴν δὲ ἄνω ἐὰν μὴ ἁρπάσῃς, τότε χεῖρον κολάζει. Ἧψας λύχνον ἐν τῇ ἐκκλησίᾳ; ἀλλ’ εἰσῆλθεν ὁ
20πένης ὁ ὑπὸ σοῦ ἀδικηθεὶς, καὶ διὰ τῶν δακρύων κατεντυγχάνων τῷ Θεῷ, ἔσβεσε τὸν λύχνον σου. Ἔδωκας τῷ πένητι ἄρτον; ἀλλ’ ἡ ἀγέλη τῶν βοῶν καὶ τῶν προβάτων σου ὁλόκληρον θέρος τοῦ πένητος κατενεμήσατο. Μὴ ἀδικήσῃς πολλὰ, καὶ καλλοποιή‐
25σῃς ὀλίγα. Μὴ ἀδικήσῃς τὸν πλησίον σου· μὴ κονδυ‐ λίσῃς τὸν ὀρφανόν· μὴ καταδυναστεύσῃς τὴν χήραν· μὴ φθονήσῃς τὸν γείτονα. Ὁ πρὸς τοὺς ἐν ὑπεροχῇ βλέπων, τῆς οὔσης αὐτῷ εὐπορίας οὐ δυνήσεται λαβεῖν αἴσθησιν· οἷον ὁ κε‐
30κτημένος ἑκατὸν χρυσίνους, ἐὰν νοήσῃ τὸν διακο‐ σίους ἔχοντα, οὐδὲν ἡγήσεται ἔχειν, τῆς ἐπιθυμίας τῶν πλειόνων αὐτὸν κεντούσης. Κἂν αὐτὰ λάβῃ, τὴν ἐπιθυμίαν οὐδὲ οὕτως ἀποθήσεται, ἑτέρων πλειόνων ἐφιέμενος. Καὶ ἡ τῶν οὐδέπω κτησθέντων ἐπιθυμία
35διηνεκῶς αὐτὸν ἐνοχλοῦσα, τῶν ἤδη συνηγμένων τὴν ἡδονὴν οὐκ ἀφίησι φαίνεσθαι. Ἐπισφαλὴς ὁ βίος τοῖς πλουτοῦσι, καὶ δυσμετα‐ χείριστος ἡ μεταβολή. Ἔτι δὲ λέγεις· πολλοὺς οἰκέ‐ τας περιάγει, καὶ πολλὰ κέκτηται πλέθρα γῆς ὁ
40πλουτῶν. Πρῶτον μὲν χαλεπὰς ἕξει τὰς εὐθύνας, πάντων τῷ Θεῷ τὸν λόγον ὑπέχων. Οὐ γὰρ ὅπως ἀπολαύσειε, μόνον ἔλαβεν, ἀλλ’ ὅπως καὶ ἑτέροις γένοιτο χρήσιμος. Δεύτερον δὲ, ὅτι πλέον οὐδὲν ἀπὸ τῆς περιουσίας αὐτῷ γίνεται ταύτης, ἢ φροντίδες,
45καὶ μέριμναι, καὶ ὀργαὶ καθημεριναὶ, καὶ ἀγανα‐ κτήσεις, καὶ τὸ διὰ παντὸς εἶναι ἐν ταραχαῖς καὶ θορύβοις. Οὗτος μὲν γὰρ μυρίας πληροῖ γαστέρας· ὁ δὲ πένης μίαν πληροῖ μόνον· ἀλλὰ καὶ οὗτος κἀ‐ κεῖνος μίαν, καὶ ἓν ἀμφότεροι θεραπεύουσι σῶμα·

95

.

1517

(50)

ἀλλ’ ὁ μὲν χωρὶς ἀγωνίας καὶ δέους, ὁ δὲ μετὰ τοῦ τρέμειν καὶ δεδοικέναι τὰς ἐπαναστάσεις, καὶ μυ‐ ρίων δεῖσθαι τῶν συνεφαψομένων αὐτῷ τῆς τῶν πραγ‐
μάτων οἰκονομίας. Μὴ τοίνυν εἶδε, ὡς πολλὴν ἔχει1518 in vol. 95

95

.

1520

περιουσίαν, ἀλλ’ εἰ πλέον τι τῆς πολλῆς ταύτης ἀπο‐ λαύει. Ὁ καταμαλακισθεὶς, καὶ τοῖς παροῦσιν ἑαυτὸν προσηλώσας, ἀποσπώμενος καὶ χωριζόμενος, μειζό‐
5νως δάκνεται, καὶ μᾶλλον ὀδύρεται καὶ θρηνεῖ. Ὁ δὲ πένης οὐχ οὕτως, ἀλλὰ πολλὰ φιλοσοφήσας κατὰ τὸν ἔμπροσθεν χρόνον, οὐ μετὰ τοσαύτης δέξεται τῆς ἀθυμίας τὸν θάνατον, ὥστε καὶ παρὼν, καὶ προσ‐ δοκώμενος, ἐκείνῳ μᾶλλόν ἐστι φοβερὸς ἢ τούτῳ.
10 Πάντως ὁ ἀδικούμενος, καταφλέγεται μὲν ὑπὸ λύ‐ πης, ἀμύνασθαι δὲ οὐκ ἔχων, ἢ διὰ τῶν ἴσων ἐλθεῖν, ἔσθ’ ὅτε διὰ τοῦτο τῆς ἄνωθεν δίκης τὸ κέντρον καλεῖ πρὸς ἐπικουρίαν. Πέφυκεν ἕκαστος τῶν κακουργῶν ἀνδρῶν, τὸ δί‐
15καιον εἶναι νομίζειν κακόν. Πώλησόν σου τὰ ὑπάρχοντα. Τί οὐ προχείρως δέ‐ χονταί τινες τὴν ὑπάρχουσαν οὐσίαν ἀποῤῥίψαι, τὴν πρὸς αὐτὰ συμπάθειαν, τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὴν ἀγρυπνίαν, τὴν νόσον, τὰς μερίμνας,
20τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμ‐ πνίγουσιν; Μέγα τοῖς πρὸς ἀρετὴν ἐπειγομένοις ἐμπόδιον ἡ τῶν κοσμικῶν πραγμάτων συμπάθεια, καὶ ψυχῇ καὶ σώματι πολλάκις ὄλεθρον προξενοῦσα. Τί γὰρ Να‐
25βουθαὶ τὸν Ἰσραηλίτην ἀπώλεσεν; οὐκ ἄμπελος ἐπί‐ φθονος αἴτιος αὐτῷ θανάτου γεγένηται, πρὸς φόνον αὐτοῦ κινήσας τὸν γείτονα Ἀχαάβ; Τί δὲ τὰς δύο ἥμισυ φυλὰς ἔξω τῆς ἐπαγγελλομένης γῆς μεῖναι παρεσκεύασεν; οὐ πλῆθος κτηνῶν; Τί δὲ καὶ τὸν
30Λὼτ ἀπὸ τοῦ Ἀβραὰμ ἐχώρισεν; οὐχ ὁ τῶν βοσκη‐ μάτων πολὺς ἀριθμὸς, συνεχεῖς τοῖς ποιμέσι κινή‐ σας τὰς ἔριδας, ἕως αὐτοὺς τέλεον ἀπέῤῥηξεν ἀπ’ ἀλλήλων; Πᾶσαν ἀθέμιτον ὁδὸν ποιεῖ τὸ κέρδος.
35 Ἴσως οὐκ ἐπέστησας τῷ προσφυῶς χρησμοδο‐ τοῦντι, καὶ λέγοντι· Μὴ σπεῦδε πλουτεῖν, μὴ ταχὺ πένης γένῃ. Τοῖς τὴν ἄκραν φιλοχρηματίαν καὶ φειδωλίαν ἐξ‐ ησκηκόσιν ἀνθρώποις, πολλὰς πρὸς ζημίαν ἀφορμὰς
40ἡ Πρόνοια περιποιεῖν εἴωθεν. Πλούτου τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ’ ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ. Οὐδὲν πάμπαν σπουδάζεται παρὰ σοῦ, οὐ βίος λαμπρὸς, οὐ λόγος ὀρθὸς, οὐ προστασία τῶν θλιβο‐
45μένων, οὐ τὰ ἑξῆς, πλὴν τοῦ φιλεῖν, καὶ δι’ εὐχῆς
ποιεῖσθαι, καὶ συλλέγειν τὰ ὁλοκωνίτιδα1520 in vol. 95

95

.

1521

ΤΙΤΛ. Ιʹ. —Περὶ ἔργων καὶ πράξεων· καὶ ὅτι ὁποῖά τις δρᾷ, τοσαῦτα καὶ ὑφίσταται· καὶ ὡς κατὰ τὰ ἔργα ἡμῶν καὶ ὁ μισθὸς ἐξομοιοῦται παρὰ τοῦ Θεοῦ ἡμῶν.
5 «Ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ· σύντριμμα ἀντὶ συντρίμματος· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ὀδόντα ἀντὶ ὀδόντος. Καθότι ἂν δῷ μῶμον ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ.»
10 «Κατέδραμον ὀπίσω Ἀδωνιβεζὲκ, καὶ κατέλαβον αὐτὸν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ, καὶ τῶν ποδῶν αὐτοῦ. Καὶ εἶπεν Ἀδωνιβεζέκ· Ἑβδομή‐ κοντα βασιλεῖς τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ
15ὑποκάτω τῆς τραπέζης μου. Καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ Θεός.» «Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θεριοῦσιν ἑαυ‐ τοῖς.» «Ἀποδοθείη αὐτῷ ἃ ἔπραξεν.»
20 «Κενὰ κενοῖς ἀποβήσεται.» «Ἀνταπόδομα χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.» «Ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται. Ἐξετασμὸς γὰρ ἀσεβεῖς ὀλεῖ.»
25 «Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν· ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν.» Ὁ σπείρων φαῦλα, θερίσει κακά· ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.» «Δότε αὐτῇ ἀπὸ τῶν καρπῶν χειρῶν αὐτῆς.»
30 «Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. Τὸ ἀντ‐ απόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» «Τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγωνται.» «Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χει‐ ρῶν αὐτοῦ δοθήσεται αὐτῷ.»
35 «Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.» «Καθὼς ἐποίησε, ποιήσατε αὐτῇ.» «Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ τοῖς
40κρίμασιν αὐτῶν ἐκδικήσω αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.» «Δι’ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.» «Οἱ φυλάξαντες ὁσιότητα, ὁσιωθήσονται.» «Μὴ ποίει κακὰ, καὶ οὐ μή σε καταλάβῃ κακά.
45Ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἔκκλινε ἀπὸ ἁμαρτίας.» «Ἀγαθὰ τοῖς ἀγαθοῖς ἐκτίσθη ἀπ’ ἀρχῆς· οὕτω τοῖς ἁμαρτωλοῖς κακά.» «Ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ, καὶ ἕκαστος
κατὰ ἔργα αὐτοῦ εὐρήσει.»1522 in vol. 95

95

.

1524

«Ὁ ὀρύσσων βόθρον, ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς αὐτὰ ἐγκυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.»
5 «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικά‐ ζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπο‐ λυθήσεσθε. Δίδοτε, καὶ δοθήσεται ὑμῖν. Μέτρον κα‐ λὸν, πεπιεσμένον, καὶ σεσαλευμένον, καὶ ὑπερεκχυ‐ νόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. ᾯ γὰρ μέ‐
10τρῳ μετρῆτε, ἀντιμετρηθήσεται ὑμῖν.» «Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερί‐ σει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ
15πνεύματος θερίσει ζωὴν αἰώνιον.» «Ἕκαστος ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.» Ἀγαθὸν ἐλπὶς τοῦ ἐλέους. Τὸ γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ’ αὐτοῦ τὸ ἔλεος· ὅτι σὺ ἀποδώ‐
20σεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾯ μέτρῳ, φησὶ, μετρῆτε, μετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἶσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων; κατεκονδύλισας πένητας; κατῄσχυνας ἐν λοιδορίαις; ἐσυκοφάντησας; κατεψεύ‐
25σω; ἀλλοτρίοις ἐπεβούλευσας γάμοις; ἐπιώρκησας; ὅρια πατέρων μετέθηκας; κτήμασιν ὀρφανῶν ἐπῆλ‐ θες; χήρας ἐξέθλιψας; τὴν παροῦσαν ἡδονὴν τῶν ἐν Εὐαγγελίοις ἀγαθῶν προετίμησας; ἐκδέχου τούτων τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα
30καὶ θερίσει. Καὶ εἰ μέν τι τῶν ἀγαθῶν πέπρα‐ κταί σοι, κἀκείνων ἐκδέχου πολυπλασίως τὰς ἀντιδό‐ σεις. Ἡ τοῦ Θεοῦ δικαιοκρισία ταῖς ἡμετέραις διαθέσε‐ σιν ἐξομοιοῦται, καὶ οἷάπερ ἂν τὰ παρ’ ἡμῶν ᾖ,
35τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχεται. Χρὴ γὰρ πάντως θερίσαι τινὰ ἅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως. Σπορὰ δ’ ἐστὶν ἡ ἀνθρωπίνη προαίρε‐ σις· θέρος δὲ, ἡ ἐπὶ προαιρέσει ἀνταπόδοσις. Ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος. Πικρίαν ἔσπει‐
40ρας, δρέπου τὰ δράγματα. ΤΙΤΛ. ΙΑʹ. —Περὶ εὐπραγίας, καὶ δυσπραγίας· καὶ ὅτι οὐ χρὴ ἐπαίρεσθαι ἐν ταῖς εὐπραγίαις, καὶ συστέλλεσθαι ἐν τῇ δυσπραγίᾳ. «Πλοῦτον καὶ πενίαν μή μοι δῷς· σύνταξον δέ
45μοι τὰ δέοντα καὶ τὰ αὐταρκῆ, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω, Τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.» «Ἐν ἡμέρᾳ ἀγαθῶν μὴ ἀμνημονήσῃς κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν, μὴ ἀμνημονήσῃς ἀγαθῶν.»

95

.

1524

(50)

«Μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς· πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέρᾳ πλούτου. Ἀποπρωΐθεν
ἕως ἑσπέρας μεταβαλεῖ καιρός· καὶ πάντα ἐστὶ ταχινὰ1524 in vol. 95

95

.

1525

ἔναντι Κυρίου. Ἄνθρωπος γὰρ σοφὸς ἐν παντὶ εὐλα‐ βηθήσεται.» «Ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.»
5 «Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι, καὶ ἐν ἀλαλάγματι ταπεινώσεώς σου μακροθύμησον, ὅτι δοκιμάζεται ἐν πυρὶ χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπει‐ νώσεως.» Κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου
10πάντων αὐτῷ κατὰ ῥοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις ἐπαναπαύηται τοῖς παροῦσι, καὶ ἐν ταῖς σκυθρωποτέραις καταστάσεσι μὴ ἀπελπίζῃ ἑαυτὸν, μηδὲ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς ὑποβρύχιος φέρηται. Οὔτε γὰρ ὑγεία
15σώματος, οὔτε νεότητος ἄνθος, οὔτε εὐθήνεια οἴκου, οὐχ ἡ λοιπὴ τοῦ βίου εὐημερία ἐπιπολὺ διαμένει. Ἀλλ’ ἐν τῇ εὐδίᾳ ταύτῃ τοῦ βίου ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμάτων. Ἥξει γὰρ νόσος, καὶ ἥξει πε‐ νία, οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύμα‐
20τος, ἀλλὰ καὶ τὸν ὑπέρβλεπτον ἐν πᾶσι, ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι, καὶ πᾶ‐ σαν εὐημερίαν βίου, οἷον σπιλάδες τινὲς περιστά‐ σεσιν ἀβουλήτοις συνετάραξαν. Καὶ συνέχεια τῶν κακῶν ὥσπερ κύματά ἐστιν, ἄλλα ἐπ’ ἄλλοις ἐπειγό‐
25μενα, τραχύνοντά σου τὸν βίον, καὶ περιϊστῶντα φοβερόν σοι τῆς ζωῆς τὸν κλυδῶνα, ἀλλ’ ὄψει ποτὲ καὶ τοῦτον παραδραμόντα πρὸς ἱλαρότητα, καὶ λευ‐ κὴν ὄντως εἰς γαλήνην τὸν βίον μεταβληθέντα. Οὗ‐ τος οὖν ἐστιν ὁ νοήμων κυβερνήτης, ὁ στοχαζόμενος
30τῆς ὑποκειμένης φύσεως, μεταχειριζόμενος τὰ συμ‐ πίπτοντα, καὶ ὅμοιος ἑαυτῷ διαμένων, μήτε ἐπαιρό‐ μενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Νόσον, καὶ πενίαν, καὶ ἀδοξίαν, καὶ θάνατον, καὶ
35ὅσα λυπηρὰ τοῖς ἀνθρώποις, οὔπω ἐν τῇ μοίρᾳ τῶν κακῶν καταλογίζεσθαι ἄξιον, διὰ τὸ μηδὲ τὰ ἀντι‐ κείμενα τούτοις ἐν τοῖς μεγίστοις ἡμᾶς τῶν ἀγα‐ θῶν ἀριθμεῖν, ὡς τὰ μὲν ἐκ φύσεώς ἐστι, τὰ δὲ καὶ συμφερόντως πολλοῖς ἀπαντήσαντα φαίνεται.
40 Ἄνω νεύωμεν, ἀδελφοί· ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς ἐπιθυμίαις ἀποβάλλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου.
45Ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώ‐ μεθα δοῦλοι κακοί. Ἀγαθύνοντι μὲν ἐξομολογούμε‐ νοι τῷ Δεσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείσσων ὑγείας νόσος, καὶ ὑπόμνησις ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ

95

.

1525

(50)

συγχωρήσεως. Μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον ὑβρίζωμεν.
Μήτε ὑγείαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον δια‐1526 in vol. 95

95

.

1528

πτύωμεν, μηδὲ πλούτῳ ῥέοντι προστιθώμεθα, μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη, καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ’ εἴδω‐ μεν καὶ ὑγείαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς
5ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας. Μήτε ἀθυμῶν ἀπελπίσῃς εὐημερίαν, μήτε εὖ καὶ καλῶς πράττων, ἀθυμίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ πολλὰς πραγμάτων
10μεταβολάς. Ἕως ἐξουρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον, καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Μὴ μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος
15Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μήτε τὸ ἀλγεινὸν ἀπαραμύθητον, Μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον. Ὅτ’ εὐπλοεῖς μάλιστα μέμνησο ζάλης. Μὴ σφόδρα ἐπαίνει τοῦ βίου τὸ εὔδρομον,
20Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν, Μήπως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δὲ ἐπίκρημνον τοῦ βίου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπηρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτε ἴδες, τὸν μὲν ἐν φάτνῃ μέγαν,
25Ἐπηρμένον, στίλβοντα τῇ εὐπραγίᾳ. Τραχηλιῶντα, τὸν κάτω νενευκότα. Ῥικνὸν δὴ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφοντα αὐτόν τε καὶ δεσπότην.
30Τούτων τίς ἐστιν εὐτυχέστερος, Εἰπέ. Οὐχ ὁ στενός τε καὶ ζυγῷ τετριμμένος; Εὔδηλον· ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῶς συγκείμενον.
35Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσεις, Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται. Τὸ δὲ ἡδὺ πάντων φάρμακον σωτήριον, Οὗ καὶ τὸ πικρὸν ἐξέωσε πολλάκις. Τὸ δὲ ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πολλὰ ἄγει,
40 Δέον μὴ δέχεσθαι πᾶσαν οἴακος στροφὴν, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ. Τάφος, καὶ φθορὰ, καὶ κόνις, τὸ τῆς βιωτικῆς εὐημερίας συμπέρασμα. Χρὴ μήτε ἀγαθά τινα προστεθεικέναι τούτοις ἀν‐
45θρώποις οὖσιν, μήτε αὖ κακὰ ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλ’ ἐπάνω εἶναι ἀμφοῖν, τὰ μὲν πατοῦντα, τὰ δὲ τοῖς δεομένοις παραπέμποντα. Πλέκει ταῦτα δι’ ἀλλήλων ὁ Θεὸς, ἐμοὶ δοκοῦν, ἵνα μήτε τὸ λυποῦν ἀθεράπευτον ᾖ, μήτε τὸ εὐφραῖνον

95

.

1528

(50)

ἀπαιδαγώγητον· καὶ ἵνα τὸ τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς αὐτὸν μόνον βλέπω‐ μεν. Αἰσχρὸν εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις,
σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις1528 in vol. 95

95

.

1529

πράγμασιν· ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Τάφος διαδέξεται τὸ τῆς δόξης τέλος.
5 Ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐ‐ σπλαγχνίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν. Ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μετα‐ βολή. Καθάπερ ἴδιόν ἐστι τοῦ φωτὸς τὸ φωτίζειν, οὕτως
10ἴδιον Θεοῦ τὸ ἐλεεῖν καὶ οἰκτείρειν τὰ οἰκεῖα ποιή‐ ματα. Ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ Κύριος, κατὰ τὴν φωνὴν Δαβίδ. Μήτε οὖν ἀπογνῷς, μήτε καταφρονήσῃς. Πάντων σου τῶν πραγμάτων κατευοδουμένων, ἐκ‐
15δέχου μεταβολήν. Καὶ πάλιν ὑπὸ ἀπροσδοκήτων συμ‐ φορῶν κυκλούμενος, φαντάζου τὰ χρηστὰ, καὶ τὰ κρείττονα. Οὐ χρὴ δυσφορεῖν ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ μᾶλλον ἐπιθυμεῖν ἐπὶ ταῖς πολλαῖς θλίψεσι. Διὰ τοῦτο
20γὰρ, φησὶν, ἔθλιψά σε καὶ ἐλιμαγχόνησά σε, ἵνα ψωμισθῇς τὸ μάννα τῆς γνώσεως, καὶ ἐπ’ ἐσχάτων εὖ σε ποιήσω. Ὁ τῶν ἀνθρώπων βίος ὁμοιούμενος πελάγει, κυμα‐ τώσεις καὶ στροφὰς παντοίας προσδέχεται, κατά τε
25εὐπραγίας καὶ κακοπραγίας. Ἵδρυται γὰρ οὐδὲν τῶν γηγενῶν, ἀλλὰ ὧδε κἀκεῖσε διαφέρεται, οἷα σκάφος θαλαττεῦον ὑπ’ ἐναντίων πραγμάτων. ΤΙΤΛ. ΙΒʹ. —Περὶ εὐθηνίας καὶ εὐπορίας· καὶ ὅτι ἐν ταῖς εὐπορίαις φιλεῖ τὰ ἁμαρτήματα γίνε‐
30σθαι. «Ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτι‐ σεν ὁ ἠγαπημένος.» «Φαγὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου.»
35 «Μὴ φαγὼν, καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοικήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου, καὶ τῶν βοῶν σου πληθυνθέντων, ἀρ‐ γυρίου καὶ χρυσίου πληθυνθέντων σοι, μὴ ὑψωθῇς ἐν τῇ καρδίᾳ σου.»
40 «Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μὴ πλανηθῇ ἡ καρδίᾳ σου, μὴ ἀπατηθῇς ἐν χορτασίᾳ κοιλίας.» «Ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν· ἐλιπάνθησαν, ἐστεατώθησαν, καὶ παρέβησαν λόγους μου εἰς πονη‐ ρόν.»
45 «Τοῦτο ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ καὶ πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς, καὶ χειρὸς πτωχοῦ, καὶ πένητος οὐκ ἀντελαμβάνοντο, καὶ ἐποίησαν ἀνόμημα ἐνώπιόν μου.»

95

.

1529

(50)

«Πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ ταπεινωθῇς ἐν εὐφροσύνῃ σου.» Αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίων γίνονται
τοῖς πολλοῖς.1530 in vol. 95

95

.

1532

Φιλοῦσι τὰ ἁμαρτήματα ἐκ πλήθους ὄχλων, καὶ εὐθηνίας τῶν ἀναγκαίων τίκτεσθαι. ΤΙΤΛ. ΙΓʹ. —Περὶ ἐπιβουλῆς, καὶ τῶν ἐπιβουλευόν‐ των τοῖς πλησίον.
5 «Λάκκον ὤρυξεν, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπε‐ σεῖται εἰς βόθρον.» «Ἐν παγίδι ταύτῃ ᾖ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν.» «Ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπε‐
10σαν εἰς αὐτόν.» «Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτω‐ λοί.» «Ὁ ὀρύσσων βόθρον τῷ πλησίῳ, ἐμπεσεῖται εἰς αὐτόν. Ὁ δὲ κυλίων λίθον, ἐφ’ ἑαυτὸν κυλιεῖ.»
15 «Ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει τοῖς ἑαυτοῦ ποσίν.» «Ὁ ὀρύσσων βόθρον, εἰς αὐτὸν ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμὸν, δήξεται αὐτὸν ὄφις· ἐξαιρῶν λίθους διαπονηθήσεται ἐν αὐτοῖς.»
20 «Ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς αὐτὰ κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει.» Διὰ τί μαθητής; διὰ τί καὶ ἐπίβουλος, τῷ ἰδίῳ
25διδασκάλῳ ἐπιβουλεύων, καὶ τὸν Ἰούδαν ἐκεῖνον μι‐ μούμενος, τοῦ ἰδίου διδασκάλου προδότην γενόμε‐ νον;» ΤΙΤΛ. ΙΔʹ. —Περὶ ἐχθρῶν καὶ πτώσεως αὐτῶν· καὶ ὅτι οὐ δεῖ χαίρειν ἐπὶ τῇ κακοπραγίᾳ τῶν
30ἐχθρῶν. «Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. Ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ. Μὴ ἐπίχαιρε ἐπὶ κακο‐
35ποιοῖς.» «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυ‐ ρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά.»
40 «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ γὰρ ἀναστήσομαι.» «Μὴ ἐπίχαιρε ἐπὶ τοῖς υἱοῖς Ἰούδα ἐν ἡμέρᾳ ἀπω‐ λείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως.»
45 «Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ἐπεκρότησας τῇ χειρί σου, καὶ ἐπεψόφησας τῷ ποδί σου, καὶ ἐπέχα‐ ρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ

95

.

1532

(50)

τῶν λαῶν, καὶ ἀπολέσω σε ἀπωλείᾳ.» «Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· διὰ τοῦτο ἐγὼ δί‐ δωμι ὑμᾶς τοῖς υἱοῖς Κέδεμ εἰς κληρονομίαν, καὶ
55κατασκηνώσουσιν ἐν σοὶ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν. Αὐτοὶ φάγον‐
ται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιό‐1532 in vol. 95

95

.

1533

τητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμὼν εἰς νομέας προβά‐ των.» Νουθετεῖσθαι δεῖ τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ
5τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι. Φύλασσε σαυτὸν, πτῶμα δ’ ἄλλου μὴ γέλα. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας. Διάβαινε δὲ ἀσφα‐ λὴς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ.
10 Χρηστοὺς εἶναι χρὴ τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθε‐ σθαι χρὴ, καὶ δανείζειν Θεῷ τὸν ἔλεον ἐλέους χρῄ‐ ζοντας, καὶ μὴ καταφρονεῖν τῶν ἀνθρώπων, ἀνθρώ‐
15πους ὄντας. Ὅταν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖ‐ νον εἶναι τὸν καιρόν. Διὰ τοῦτο τότε μάλιστα φείδε‐ σθαι δεῖ τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι.
20Πολλοὶ βασιλεῖς ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι λελυπηκότας λαβόντες, ἄξιον αὐτῶν εἶναι ἐνόμισαν δίκην μὴ ἀπαιτῆσαι τῶν πεπλημμελημένων, καὶ τῆς ἐξουσίας ἡ περιουσία καταλλαγῆς ὑπόθεσις γέ‐ γονεν.
25 Οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν· οὐδὲν σφαλερώτερον τοῦ βούλεσθαι διεκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Πολλῷ μεῖζον καὶ κερδαλεώτερον τὸ φείσασθαι τοῦ διαφθεῖραι. Ὁ μὲν γὰρ διαφθείρας τὸν ἐχθρὸν, καὶ
30καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος. Ὁ δὲ φεισάμενος, μι‐ κρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς καὶ ἀμείνους κτησάμενος ἐλπίδας,
35καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκᾷ. Καὶ εἴ ποτε παραπέσῃ τινὶ δεινῷ, μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδο‐ σιν. Περιφανὴς καὶ ἀξιοζήλωτος ἀγαθότης ἐστὶν, δη‐
40λαδὴ τὸ ὀρέγειν ἔλεον τοῖς μισοῦσιν ἡμᾶς αἱρουμένοις, καὶ τὴν χεῖρα φέρειν ἐπίκουρον· βούλεσθαι δὲ καὶ σώζειν αὐτοὺς, οὐκ ἐμβαίνοντας μᾶλλον, καὶ οἷον κειμένοις ἐποχουμένους, καὶ τῆς ἐνούσης αὐτοῖς ἀθλιότητος καταμειδιῶντας ἀφιλοικτιρμόνως, δρῶν‐
45τας δὲ μᾶλλον ἐκεῖνα, τὰ δι’ ὧν ἔξω γένοιντο παγίδος, ποιουμένους δὲ καὶ λιτὰς ὑπὲρ αὐτῶν πρὸς τὸν τῶν ὅλων ἐξουσιάζοντα. Τὰς συμφορὰς ἐλεεῖν, οὐ μισεῖν προσῆκεν. Οὐ χρὴ ἐπὶ παντὶ πτώματι καὶ πάσῃ ἁμαρτίᾳ ἀν‐

95

.

1533

(50)

θρώπου ἐπαίρεσθαι, οὐδὲ ἐπιχαίρειν ποτὲ τῷ ὑπο‐ σχετλιασθέντι, κἀνεὶ δοκῇ ὁ τοιοῦτος ἐχθρὸς φόνιος εἶναι· μᾶλλον δὲ συμπάσχειν καὶ συναλγεῖν, καὶ εὐ‐ χὴν ὑπὲρ αὐτοῦ πρὸς τὸν Θεὸν ποιεῖσθαι, δεδιότα,
καὶ πεφρικότα, καὶ διαλογιζόμενον, μήποτε ὁ μὲν1534 in vol. 95

95

.

1536

ὑποσκελισθεὶς, τροπαιοφόρος ἀναδειχθῇ, ὁ δὲ νο‐ μίσας ἵστασθαι, ἐξαίσιον ὕστερον πτῶμα καταῤῥαγῇ παρὰ τὴν προσδοκίαν, καὶ ἐναποθάνῃ τῷ πτώματι. Διὰ τοῦτο τότε μάλιστα δεῖ φείδεσθαι τῶν ἐχθρῶν,
5ὅταν αὐτῶν γενώμεθα κύριοι. Κἄν πού τινα σπανίως συμβῇ ἀποκλῖναι τῆς ἀρε‐ τῆς, καὶ τῷ διαβόλῳ παραπεσεῖν, μὴ θέλε τοῦτον δικάζειν, καὶ κατακρίνειν. Φοβοῦ δὲ μᾶλλον, μὴ καὶ συμπτωματισθῇς.
10 Χαίρειν ἐπὶ ταῖς τῶν ἐχθρῶν ἀτυχίαις, εἰ καὶ δί‐ καιόν ποτε, ἀλλ’ οὐκ ἀνθρώπινον. ΤΙΤΛ. ΙΕʹ. —Περὶ εὐεργεσίας, ἢ προσφορᾶς ἐξ ἀδί‐ κων γινομένης. «Εἶπεν Δαβὶδ τῷ Ὀρνᾶ· Δός μοι τόπον τῆς ἄλω,
15καὶ οἰκοδομήσω ἐν αὐτῇ θυσιαστήριον τῷ Κυρίῳ· ἀργυρίου δός μοι αὐτὸν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. Καὶ εἶπεν Ὀρνᾶ πρὸς Δαβίδ· Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ὁ βασιλεύς· Οὐχί· ἀλλ’ ἢ ἀγοράσω
20ἀργυρίου ἀξίου, ὅτι οὐ μὴ λάβω τὰ σὰ τῷ Κυρίῳ ἀνενεγκεῖν ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ τῷ Θεῷ. Καὶ ἔδωκε Δαβὶδ τῷ Ὀρνᾶ περὶ τόπου αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.» «Θυσιάζων ἐξ ἀδίκων θυσία μεμωκημένη, καὶ
25οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων. Θύων υἱὸν ἔναντι πατρὸς αὐτοῦ, οὕτως ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων. Εἷς οἰκοδομῶν, καὶ εἷς καθαι‐ ρῶν· τίς ὠφέλεια πλέων ἢ κόπος; εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος· τίνος φωνῆς εἰσακούσεται ὁ Δεσπό‐
30της;» Ὁ τὰ ἑτέρου λαμβάνων, καὶ ἑτέρῳ διδοὺς οὐκ ἠ‐ λέησεν, ἀλλὰ καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Εἰ μὲν γὰρ ἐλεεῖς ἐξ ὧν ἀδικεῖς, ἐλέησον οὓς ἀδικεῖς. Εὐσεβὴς γὰρ ἐκεῖνος, οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ’ ὁ
35μηδὲν ἀδικῶν. Ἔτι [f. εἴ τι] δὲ καὶ πάλιν ἐλεεῖν βούλῃ, ἐλέησον ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Εἰ σπείρεις πτωχοῖς, τὰ σεαυτοῦ σπεῖρον. Τὰ γὰρ ἀλλότρια ζιζανίων πικρότερα· γεωργεῖς γὰρ ἀγρὸν, ὃν θερίσαι οὐ δύνασαι.
40ΤΙΤΛ. Ιϛʹ. —Περὶ ἐργολαβῶν, καὶ ἐντολέων, εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων. «Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.» «Βουλὴ τῶν πονηρῶν ἄνομα βούλεται, καταφθεῖ‐
45ραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λό‐ γους πενήτων ἐν κρίσει.» Ὁ διώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς κρίσιν.» «Περὶ πράγματος οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἐρέ‐ θιζε.»

95

.

1536

(50)

ΤΙΤΛ. ΙΖʹ. —Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλατ‐ τόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. «Πᾶς ἄνθρωπος, ᾧ ἂν ᾖ μῶμος ἐν αὐτῷ, οὐ προσ‐
ελεύσεται προσφέρειν. Ἄνθρωπος τυφλὸς, ἢ χωλὸς,1536 in vol. 95

95

.

1537

ἢ κολοβόριν, ἢ ἀπότμητος, ἢ ᾧ ἂν ᾖ σύντριμμα χειρὸς ἢ ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος τοὺς ὀφθαλμοὺς, ἢ πτιλλὸς, ἢ ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις, οὐ προσεγγιεῖ τοῦ προσενεγκεῖν θυσίας
5Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Ἀπὸ τῶν δώρων τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσ‐ ελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριόν μου οὐκ ἐγγί‐ ζει. Γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, ὅτι ἅγιοι εἰσίν.»
10 «Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.» «Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου, καὶ ἐπι‐ στήσεις καρδίαν σου σαῖς ἀγέλαις.» «Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτη‐
15σάμενοι κατέσφαζον, καὶ οὐ μετεμελοῦντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος, καὶ πε‐ πλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ’ αὐτοῖς. «Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσ‐
20ραὴλ, καὶ ἀκοῦσαι ἐκ τοῦ στόματός μου λόγον, καὶ διαστεῖλαι αὐτοῖς παρ’ ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῇν αὐ‐ τόν· ἐὰν ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθάνη‐ ται, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Καὶ
25σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖ‐ ται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Καὶ ἐν τῷ ἀποστρέ‐ φειν δίκαιον, καὶ ποιήσει παράπτωμα, ἐν ταῖς ἁμαρ‐ τίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ
30δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα ἐκ τῆς χειρός σου ἐκ‐ ζητήσω. Ἐὰν δὲ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρ‐ τάνειν, σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ.» «Οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύε‐ σθαι αὐτὸν εἰς τὴν αὐλὴν ἐσωτέραν. Ἐκ πάντων τῶν
35ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται.» «Οἱ φυλάξαντες ὁσίως τὰ ὅσια, ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ, εὑρήσουσιν ἀπολογίαν.» «Μὴ ζήτει παρὰ κυρίου κηδεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Ἐν ὅλῃ ψυχῇ σου εὐλα‐
40βοῦ τὸν Κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε, Ἐν ὅλῃ δυνάμει σου δόξαζε τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν Κύ‐ ριον, καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῶν, καθὼς ἐνετείλατό σοι.»
45 «Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Φρόντισον αὐτῶν, καὶ οὕ‐ τως κάθισον, καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσον, ἵνα εὐφρανθῇς δι’ αὐτοὺς, καὶ εὐδοκίας χάριν λάβῃς τὸν στέφανον.»

95

.

1537

(50)

«Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου,» καὶ τὰ λοιπά. «Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγα‐ πᾷς με;» «Ἐγένετο φιλονείκεια ἐν τοῖς μαθηταῖς, τίς αὐ‐
55τῶν δοκεῖ εἶναι μείζων. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς·
Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ1538 in vol. 95

95

.

1540

οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλὰ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνα‐
5κείμενος· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακο‐ νῶν.» «Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι πε‐ ριζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν δια‐
10κονήσει αὐτοῖς. Εἶπε δὲ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος, αὐτὸν εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς
15λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ κα‐ ταστήσει αὐτόν.» «Διαμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν
20βουλὴν τοῦ Θεοῦ. Προσέχετε οὖν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Καὶ τανῦν πα‐ ρατίθημι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ, καὶ τῷ λόγῳ τῆς
25χάριτος αὐτοῦ, τῷ δυναμένῳ καὶ δοῦναι ὑμῖν κληρο‐ νομίαν ἐν τοῖς ἡγιασμένοις.» «Οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, κα‐
30θὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρ‐ τυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ἀλλ’ ἐγενήθημεν ἐν μέσῳ ὑμῶν ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα.»
35 «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυ‐ μεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, κόσμιον, φιλόξενον, δι‐ δακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, ἀλλ’ ἐπιεικῆ μᾶλλον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστά‐
40μενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ πολλῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Οὐ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν αὐτὸν
45ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.» «Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Ἑαυτὸν ἁγνὸν τήρει.» «Δεῖ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Χριστοῦ

95

.

1540

(50)

ἀπόστολον καὶ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον,
μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ1540 in vol. 95

95

.

1541

φιλόξενον, φιλάγαθον σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ.» «Μηδείς σου περιφρονείτω τῆς νεότητος. Ὑπο‐ μίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάττεσθαι,
5πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι.» «Ἐπισκοποῦντες, μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως κατὰ Θεόν· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύπος γινόμενοι τοῦ ποιμνίου.»
10 Τὸν προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης, ἢ καὶ αὐτὸς τυφλωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ δια‐ βόλου. Ἀλλ’ ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολ‐
15λοῖς μὲν ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν τοὺς ἰχῶρας ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώ‐ σεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβά‐ νει, ἀλλὰ μᾶλλον ταπεινώσεως καὶ ἀγωνίας· καὶ πολὺ
20πλέον οὗτος ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευθεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λόγον ἔχων δοῦναι, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται ὁ σκοπὸς τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶ‐
25τος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διά‐ κονος. Ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφεί‐ λων λόγον δοῦναι περὶ ἑκάστου τῶν ἐμπεπιστευμέ‐ νων, οὕτω διακείσθω.
30 Μανθάνειν ἀνεπαισχύντως, καὶ διδάσκειν ἀν‐ επιφθόνως, καὶ εἴ τι παρ’ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν, ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν Πατέρα τοῦ Λόγου.
35 Ἀνθρώπῳ, χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει μᾶλλον χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων· καὶ μάλιστα ἀρχὴν ταύτην τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίν‐
40δυνος. Αὕτη μοι φαίνεται τῷ ὄντι τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν τὸ πολυ‐ τροπώτατον ζῶον καὶ ποικιλώτατον. Ὥσπερ τοῖς σώμασιν, οὐ τὴν αὐτὴν φαρμακείαν
45καὶ τροφὴν προσφέρονται ἅπαντες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λό‐ γος, οἱ δὲ ῥυθμίζονται παραδείγματι. Οἱ μὲν δέονται

95

.

1541

(50)

κέντρου, οἱ δὲ χαλινοῦ. Καὶ οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ
λόγου διεγερτέον, οἱ δὲ θερμότεροι τοῦ μετρίου τῷ1542 in vol. 95

95

.

1544

πνεύματι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι ἔξω τῆς νύσσης θέοντες. Τοὺς μὲν ἔπαινος ὤνησεν, τοὺς δὲ ψόγος· ἀμφότερα μετὰ τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορ‐
5θοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὖθις, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην. Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίων νουθετημάτων, πλή‐ θους καταγνώσει σωφρονιζόμενοι· οἱ δὲ πρὸς ἐλευ‐ θερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμή‐
10σεως μυστηρίῳ παιδαγωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπάθειαν. Τῶν μὲν παρατηρεῖν ἐπιμελῶς ἀναγκαῖον, μέχρι καὶ τῶν σμικροτάτων, ὅσον τὸ οἴεσθαι λανθάνειν· τῶν δὲ ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ
15ἀκούειν· μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τρα‐ χύνειν τῇ χαλεπότητι. Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, παν‐ ταχοῦ τὸ καθ’ ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον.
20 Παίδων φείδεσθαι πατρικὸς νόμος. Τροφὴ καὶ τοῦ τρέφοντός ἐστιν ἡ δίδαξις. Ἐπιτιμῆσαι γαληνῶς, ἐπαινέσαι παιδευτικῶς, καὶ μηδέτερον τῇ ἀμετρίᾳ λυμαίνεσθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικὴν, καὶ τὸν ἔπαινον
25ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στύφον τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα. Ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίν‐ δυνος.
30 Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην. Μὴ διασπείρω‐ μεν τὰ πρόβατα τῆς νομικῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γι‐ νώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ’ ὄνομα, καὶ εἰσάγων αὐτὰ, καὶ ἐξ‐
35άγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· φοβηθῶμεν μὴ ἀφ’ ἡμῶν ἄρξηται τὸ κρίμα καὶ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμέ‐
40νους κωλύοντες. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε. Ἀρκεῖ γὰρ ὑμῖν ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετῆτε τοῖς νομοθέταις. Οὐ γάρ ἐστιν ὁ
45Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ’ εἰρήνης καὶ τάξεως. Καὶ ὀφθαλμὸς παιδευτοῦ σιωπῶσα διδασκαλία. Ὅσον κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς

95

.

1544

(50)

ψυχὰς ἐξιώμενος. Τοσοῦτον ἀνώτερον βασιλείας ἕστηκεν ἱερωσύνη,
ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον.1544 in vol. 95

95

.

1545

Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώ‐ ματα, ἀλλὰ καὶ τὰ σμικρότατα ταχέως κατάδηλα γί‐ νεται. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρε‐
5σβύτην ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον. Πολὺ δὲ ἀμφοτέρων τὸ μέσον. Οἱ πολλοὶ ὅταν τινὰ ἴδωσι χρημάτων κρείττονα, εὐθέως αὐτὸν ἐπιτήδειον εἶναι πρὸς ταύτην ἀποφαί‐
10νονται οἰκονομίαν. Ὁ τοιοῦτος λυμεὼν ἂν εἴη προ‐ στάτης, καὶ λύκος ἀντὶ ποιμένος. Μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκω‐ μιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κα‐ κία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ὑπεδείξαντο·
15πολλοὶ καὶ γὰρ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ἦσαν, καὶ τὴν φλόγα δρόσον εἰργάσαντο· καὶ Δανιὴλ δωδεκαέτης ὢν, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο, καὶ τοὺς λέοντας πρό‐ βατα ἐποίησεν· οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν
20θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας. Καὶ Παῦλος γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ σκυλευτὴς γέγονε τῶν Ἐκκλησιῶν. Καὶ μετὰ ταῦτα τὸ βρα‐ βεῖον τῆς πίστεως ἥρπασεν, καὶ πρόβατον γέγονεν ἀγαθότητος, καὶ κήρυξ, καὶ ἀπόστολος. Μὴ οὖν τὸν
25νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα ἐπαίνει. Οὐ γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἀρετὴ καὶ κακία, ἀλλὰ ἐν τῇ διαφορᾷ τῆς γνώμης. Κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάψει τὸ ἄωρον τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέν σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες
30λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν ὁ Δαβὶδ νέος ὢν, ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, ἔχων τὸ κέρας, ἔνθα τὸ ἔλαιον ἦν τὸ ἅγιον. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα τῶν υἱῶν σου ἕνα. Ὁ
35Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶτον υἱὸν, καί φησιν ὁ προφήτης· Πάραγε αὐτὸν, οὐκ ηὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρί‐ τον· οὐδὲ οὗτος· τὸν τέταρτον, τὸν πέμπτον. Ἀν‐
40ηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ ηὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον; ᾐσχύνθη ὁ πατήρ· Ἔχω ἕνα, φησὶν, μικρὸν, εὐτελῆ· βασι‐ λέα ζητεῖς, μικρὸν, εὐτελῆ, ποιμένα. Ἄνθρωπος, ἐξουθενεῖ, ἀλλ’ ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς ὄψεται
45ἄνθρωπος, ὄψεται Θεός. Ἄνθρωπος εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦ‐ μεν, ψυχῆς εὐγένειαν ἐπιθυμοῦμεν. Βούλει μαθεῖν, ὅση τῶν ἱερέων ἐστὶν ἡ δύναμις; Ἐννόησον τὸ βάπτισμα, τῶν ἁμαρτημάτων τὴν

95

.

1545

(50)

ἄφεσιν, τὴν υἱοθεσίαν, τὰ μυρία ἀγαθὰ, ἃ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τούτων σοι παραγίνεται, καὶ διὰ τῆς ἐπικλήσεως τῆς ὑπὸ τούτων σοι γινομένης.
Ἀλλ’ ἐπειδὴ ῥᾳθύμως αὐτοῖς προσερχόμεθα, καὶ1546 in vol. 95

95

.

1548

ἠμελημένῳ λογισμῷ, διὰ τοῦτο ἅπας ὁ βίος ἡμῶν ἀνατέτραπται. Εἰ ὁ πατριάρχης Ἰακὼβ θρεμμάτων προεστὼς, πρόβατα ἄλογα βόσκων, καὶ ἀνθρώπῳ μέλλων εὐθύ‐
5νας διδόναι, καὶ νύκτας ἀΰπνους διήνυσεν, καὶ καύ‐ ματα, καὶ κρύος, καὶ πᾶσαν ἀέρων ἀνωμαλίαν ἔφε‐ ρεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμμάτων ἐκείνων, πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐκ ἀλόγοις ἐφ‐ εστῶτας, ἀλλὰ πνευματικοῖς προβάτοις, καὶ οὐκ ἀν‐
10θρώποις, ἀλλὰ τῷ Θεῷ μέλλοντας τὰς εὐθύνας διδό‐ ναι, πρὸς οὐδὲν ὀκνεῖν καὶ ἀναδύεσθαι χρὴ τῶν δυ‐ ναμένων ὠφελῆσαι τὰ ποίμνια· ἀλλ’ ὅσον βελτίων αὕτη ἡ ποίμνη ἐκείνης, καὶ ἀλόγων ἄνθρωποι, καὶ ἀνθρώπων Θεὸς, οὕτω καὶ ἡμᾶς πλείω, καὶ σφοδρο‐
15τέραν τὴν σπουδὴν καὶ τὴν προθυμίαν ἐπιδείκνυ‐ σθαι χρή. Τοιαῦτα τῶν ἁγίων τὰ σπλάγχνα, [ὥστε] τὸν μετὰ τῶν τέκνων θάνατον τῆς χωρὶς αὐτῶν ζωῆς γλυκύ‐ τερον νομίζειν
20 Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χρι‐ στὸς τῷ Πατρὶ, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀπο‐ στόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε, ὡς Θεοῦ ἐντολὴν διακονοῦντας. Μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν Ἐκκλησίαν.
25Ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω, ἡ ὑπὸ τῶν ἐπισκόπων οὖσα. Ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἤτω, ὥσπερ ὅπου ἂν ὁ Χριστὸς, ἐκεῖ ἡ καθολικὴ Ἐκκλησία. Οὐκ ἐξόν ἐστι χωρὶς τοῦ ἐπι‐ σκόπου οὔτε βαπτίζειν, οὔτε ἀγάπην ποιεῖν· ἀλλ’
30ὃ ἂν ἐκεῖνος δοκιμάσῃ, τοῦτο τῷ Θεῷ εὐάρεστον. Ὁ τιμῶν ἐπίσκοπον, ὑπὸ Θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόπου τὶ πράσσων, τῷ διαβόλῳ λατρεύει. Πάντας βάσταζε, ὡς καὶ σὲ ὁ Κύριος. Πάντων ἀνέχου ἐν ἀγάπῃ· προσευχαῖς σχόλαζε ἀδιαλείπτοις.
35Αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις. Γρηγόρει, ἀκοί‐ μητον ὄμμα κεκτημένος. Πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ὁ ἀθλητής. Ὅπου πλείων κόπος, πολὺ κέρδος. Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔσται· μᾶλλον τοὺς ἀπει‐
40θεστέρους ἐν πραότητι ὑπότασσε. Οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται. Τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε. Διὰ τοῦτο σαρκικὸς εἶ, καὶ πνευ‐ ματικὸς, ἵνα τὰ φαινόμενά σοι εἰς πρόσωπον κολα‐ κεύῃς· τὰ δὲ ἀόρατα αἴτει ἵνα σοι φανερωθῇ, ἵνα
45μηδενὸς λείπῃ. Χρὴ τὸν προεστῶτα ἀνεπίληπτον μελετᾷν καὶ ἀσκεῖσθαι βίον, καὶ μηδὲν ἀνεπιτήδευτον ἔχειν τῶν ἀρεσκόντων Θεῷ. Δεῖ τὸν λειτουργὸν τῆς Ἐκκλησίας πρὸ πάντων

95

.

1548

(50)

ἐκτὸς ὀργῆς εἶναι, καὶ μὴ ἐπιπλήττειν, ἀλλὰ παρα‐ καλεῖν. Τότε ἀνύει διδάσκαλος, καὶ πιστεύεται λέγων, ὅταν ἀφ’ ὧν πράττει παιδεύῃ, κατὰ τὸ, Ὧν ἤρξατο
ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.1548 in vol. 95

95

.

1549

Ἱερέα φρόνησις, καὶ βίος, καὶ εὐγένεια ποιεῖ. Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κή‐ ρυσσε. Ἀλέξανδρος πόῤῥωθεν ἰδὼν, τὸ μὲν πλῆθος ἐν
5λευκαῖς ἐσθῆσι, τοὺς δὲ ἱερεῖς προεστῶτας ἐν ταῖς βυσσίναις αὐτῶν, τὸν δὲ ἀρχιερέα ἐν τῇ ὑακίνθῳ καὶ διαχρύσῳ στολῇ, καὶ ἐπὶ τῆς κεφαλῆς ἔχοντα τὴν κίδαριν, καὶ τὸ χρυσοῦν ἐπ’ αὐτῆς ἔλασμα, ᾧ τὸ τοῦ Θεοῦ ὄνομα ἐγέγραπτο, προσελθὼν μόνος
10προσεκύνησε τὸ ὄνομα καὶ τὸν ἀρχιερέα. Παρμε‐ νίονος δὲ πυθομένου, τί δή ποτε προσκυνούντων αὐτὸν ἁπάντων, αὐτὸς προσκυνήσειεν τὸν Ἰουδαίων ἀρχιερέα, Οὐ τοῦτον, εἶπε, προσεκύνησα, τὸν δὲ Θεόν· οὗ τὴν ἀρχιερωσύνην οὗτος τετίμηται.
15ΤΙΤΛ. ΙΗʹ. —Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. «Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν.» «Ἔκρυψαν οἱ ἱερεῖς ὁδὸν Κυρίου.» «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκριναν, καὶ
20οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Οὐχ ὑμῶν ἐστι γνῶναι κρῖμα, οἱ μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρά. Ἁρπάζοντες τὰ δέρματα αὐ‐ τῶν, καὶ τὰς σάρκας ἀπὸ τῶν ὀστέων αὐτῶν.»
25 «Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσε‐ βοῦσι νόμον.» «Ὦ οἱ ποιμαίνοντες μάταια, καὶ οἱ καταλελοιπό‐ τες τὰ πρόβατα! μάχαιρα ἐπὶ βραχίονος αὐτοῦ. Ἐγὼ οὐ ποιμαίνω ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνη‐
30σκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοι‐ πα κατεσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Ἰδοὺ ἐγὼ ἐξεγερῶ ποιμένα ἄπειρον ἐπὶ τὴν γῆν· τὸ ἐκλεῖπον οὐκ ἐπιστρέψεται, καὶ τὸ ἐσκορ‐ πισμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ
35κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν φάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.» «Ἐπλανήθησαν διὰ τὰ σίκερα, ἱερεὺς καὶ προ‐ φήτης. Ἐξέστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα.»
40 «Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολοῦν‐ τες τὰ πρόβατα τῆς ποίμνης. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμένας τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά. Ἰδοὺ
45ἐγὼ ἐκδικῶ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν.» «Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου· οἱ ποιμαίνοντες αὐτὸν ἔξωσαν αὐτοὺς, ἐπὶ τὰ ὄρη, ἀπ‐ επλάνησαν αὐτούς.»

95

.

1549

(50)

«Οἱ ἀφηγούμενοι αὐτῶν λέοντες ὠρυόμενοι, οἱ ἁρπάζοντες ἅρπαγμα, ψυχὰς κατεσθίοντες ἐν δυ‐ ναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ.» «Καὶ ἱερεῖς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ οὐ
55διέστελλον, καὶ ἐβεβήλουν με ἐν μέσῳ αὐτῶν. Οἱ1550 in vol. 95

95

.

1552

ἄρχοντες αὐτῶν ἐν μέσῳ αὐτῆς ὡς λύκοι, ἁρπάζον‐ τες ἅρπαγμα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν· καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς.»
5 «Τάδε λέγει Κύριος· Ὦ οἱ ποιμένες Ἱερουσαλήμ! μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζεσθε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Τὸ ἠσθενηκὸς οὐκ
10ἐνισχύσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε, καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας. Ἔβοσκον οἱ ποιμένες ἑαυτοὺς, τὰ δὲ πρόβατά μου οὐκ ἔβοσκον. Ἀντὶ τούτου ἰδοὺ
15ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν.» «Μάθετε δικασταὶ περάτων τῆς γῆς, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῶν. Ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα, καὶ τὰς βουλὰς διερευνήσει, ὅτι ὑπηρέται
20ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερ‐ έχουσι γίνεται. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν
25ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων Δεσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος.» Καὶ πάλιν· «Τοῖς κρα‐ ταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.» «Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς
30μαθηταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ, καὶ οὐ ποι‐ οῦσι. Δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστα‐
35κτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ κινοῦσιν αὐτά. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀν‐ θρώποις. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν,
40φιλοῦσί τε τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθέδρας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί. Ὑμεῖς δὲ μὴ κληθῆτε, Ῥαββί. Εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητὴς ὁ Χριστὸς, πάντες
45δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς. Εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς. Ὁ δὲ μείζων ὑμῶν ἔστω ὑμῶν διά‐ κονος. Ὅστις δὲ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Οὐαὶ

95

.

1552

(50)

ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσό‐ τερον κρῖμα. Οὐαὶ δὲ ὑμῖν, Γραμματεῖς καὶ Φαρι‐ σαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν
55οὐρανῶν, ὑμεῖς δὲ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερ‐ χομένους ἀφίετε ἐλθεῖν. Οὐαὶ δὲ ὑμῖν, ὅτι ἀποδεκα‐ τοῦτε τὸν ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον,
καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν,1552 in vol. 95

95

.

1553

καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν· οἱ διυλίζοντες τὸν κώνωπα, τὸν δὲ κάμηλον καταπίνοντες. Οὐαὶ δὲ ὑμῖν, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου, καὶ τῆς παρ‐ οψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξαρπαγῆς καὶ πλεονεξίας.
5Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ πο‐ τηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν. Οὐαὶ δὲ ὑμῖν, ὅτι παρομοιάζετε τά‐ φοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡ‐ ραῖοι. Ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι,
10ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας. «Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρ‐ δίᾳ αὑτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίειν δὲ καὶ πί‐ νειν μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ
15δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ, ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέ‐ ρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει.» «Ἰδὼν Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα τὸ ἅγιον, προσ‐
20ήνεγκε αὐτοῖς χρήματα λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖράς μου, λαμβάνῃ Πνεῦμα ἅγιον. Εἶπεν δὲ ὁ Πέτρος πρὸς αὐ‐ τόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων
25κτᾶσθαι. Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.» Πόσον κακόν ἐστιν ἀντὶ ὁδηγίας πλάνης αἴτιον γενέσθαι τοῖς ὑποχειρίοις! Οὐδεὶς περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν
30ἐναφίησι τῷ πτώματι. Πόσον δὲ δεινότερον ψυχὴν εἰς βάθος κακῶν ἐμπίπτουσαν ἐναφεῖναι τῇ ἀπ‐ ωλείᾳ; Μὴ ἔστω τις κεφαλὴ μόλις που χεὶρ τυγχάνων, ἢ ποῦς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων τοῦ σώματος.
35Ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ με‐ νέτω. Ὑμῖν λέγω μάλιστα τοῖς τοῦ βήματος, Ὀφθαλμὸν εἶναι μὴ σκότους πεπλησμένον, Μηδὲ πρόεδροι τοῦ κακοῦ φαινώμεθα.
40 Εἰ γὰρ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; Τίς ἂν τοὺς ἄλλους πείσειεν μετριάζειν, οὕτω τῶν προεστώτων διακειμένων; τί ὄφελος κυβερ‐ νήτην εἶναι χρηστὸν, πονηροῖς χρώμενον ἐρέ‐ ταις;
45 Πόθεν, εἰπέ μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς Ἐκκλησίαις τίκτεσθαι ταραχάς; Ἐγὼ μὲν γὰρ οὐκ ἄλλοθεν οἶμαι, ἢ ἐκ τοῦ τὰς τῶν προεστώ‐ των αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς, καὶ ὡς ἔτυχεν γί‐ νεσθαι.

95

.

1553

(50)

Οὐδὲν διδασκάλου ψυχρότερον ἐν λόγοις φιλοσο‐ φοῦντος μόνον. Τοῦτο οὐ διδάσκαλος, ἀλλὰ ὑποκρι‐ τής. Ἄρχοντος μηδὲν τοὺς ἀρχομένους ὠφελοῦντος, οὐδὲν ἀθλιώτερον. Ὅσον πρὸς μείζονα ὄγκον τῆς ἀρχιερωσύνης ἀνα‐
55βέβηκεν ὁ τὴν ἐπισκοπὴν λαχὼν, τοσούτῳ πλείονα ἀπαιτηθήσεται λόγον, οὐχὶ διδασκαλίας μόνον, ἀλλὰ
καὶ πενήτων προστασίας. Καθάπερ γὰρ ἡμεῖς ἀργύ‐1554 in vol. 95

95

.

1556

ρια τοῖς οἰκέταις ἐμπιστεύοντες, ἁπάντων ἀπαιτοῦ‐ μεν αὐτοὺς λόγον· οὕτως καὶ ὁ Θεὸς ῥήματα ἡμῖν ἐμπιστεύσας, τὰ αὐτοῦ ζητήσει, καὶ τῆς δαπάνης τὸν τρόπον.
5 Ἀδύνατον τὰ οὕτως μεγάλα καὶ θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας, ἢ αὐ‐ τοὺς εἰδέναι, ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρ‐ θῶς. Ἡ τοῦ διδασκάλου ἀπειρία ἀπόλλυσι τοὺς μα‐
10θητευομένους, καὶ ἡ τῶν μαθητευομένων ἀμέλεια κίνδυνον φέρει τῷ διδασκάλῳ, καὶ μάλιστα ὅταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην ῥᾳθυμοῖεν ἐκεῖ‐ νοι. Μὴ νομιζέτωσαν ἀνέσεως καὶ ἀπολαύσεως εἶναι
15πρόφασιν τὸ πρᾶγμα. Πάντων γάρ ἐστιν ἐπιπονώ‐ τερον ἄρχειν ψυχῶν. Καὶ δεῖ τοὺς ἐπὶ ταῦτα ἐρχο‐ μένους ἀλείψασθαι ὡς πρὸς ἀγῶνα ἐπίπονον εἰσβάλ‐ λοντας. Σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ
20σιδήριον. Ὁ γὰρ διαιρῶν τῷ λόγῳ τὰ πράγματα, ἐὰν μὴ πανταχόθεν ἔχῃ προησφαλισμένον τὸν λόγον, κινδυνεύσει ἐν τοῖς ἀκούουσι, σκανδάλου ἀφορμὴν τῷ λόγῳ τοῖς μαθητευομένοις παρεχόμενος. Ἐκεῖνο μὴ ἀγνοήσῃς, ὅτι πολλοὶ τῶν ἐπισκόπων
25ἔχουσι κατακοσμῆσαι τὴν κάμινον τοῦ πυρός. Ἑκάστου ἱερέως, καὶ διδασκάλου τὸ ἔργον, ὁ‐ ποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει τὸ αἰώνιον. Ἡ γὰρ ἡμέρα ἐκείνη τὰ πάντα ἐκκαλύψει καὶ φανερο‐ ποιήσει, διότι ἐν πυρὶ ἀποκαλυφθήσεται.
30 Οὐκ οἶσθα, ὅτι καὶ ἐπίσκοποί ποτε ὑφίστανται ὀλέθρου καὶ πτώματος; Ἄτοπόν ἐστι διώκοντα τὰς τιμὰς, φεύγειν τοὺς πόνους δι’ ὧν αἱ τιμαί. Νόμος ἔστω κατὰ τῶν τὰ σεμνὰ καὶ θεῖα μὴ σε‐
35μνῶς, καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων, κόλασιν ἐπι‐ φέρειν ἀορασίας. ΤΙΤΛ. ΙΘʹ. —Περὶ ἐγγύης. ΤΙΤΛ. Κʹ. —Περὶ ἐπιθυμίας· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἐξακολουθεῖν ταῖς πονηραῖς ἐπιθυμίαις.
40 «Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὔτε τὴν οἰκίαν, οὔτε τὸν ἀγρὸν, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε τοῦ βοὸς αὐτοῦ, οὔτε τοῦ ὑποζυγίου αὐτοῦ, οὔτε πᾶν ὅσα τῷ πλησίον σού ἐστιν.»
45 «Ἐπεθύμησε Δαβὶδ ἐπιθυμίαν, καὶ εἶπεν· Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου, τοῦ ἐν Βηθλεέμ; Καὶ ἔλαβον οἱ τρεῖς δυνατοὶ, καὶ παρεγένοντο πρὸς Δαβίδ· καὶ οὐκ ἐθέλησε πιεῖν αὐτὸ, καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ, καὶ εἶπεν· Ἵλεώς μοι, Κύριε, τοῦ

95

.

1556

(50)

ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευ‐ θέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι.
«Δένδρον ζωῆς ἐπιθυμία ἀγαθή.»1556 in vol. 95

95

.

1557

«Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου.» «Ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκα‐ κον.»
5 «Ὃς ἐὰν ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» «Πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου
10ἐστίν.» «Παρακαλῶ ὑμᾶς ὡς παροίκους καὶ παρεπιδή‐ μους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες πρωτεύονται κατὰ τῆς ψυχῆς.» «Ἐγὼ ὁ δημιουργὸς ἐνέταξα τῷ πλάσματι ἐπι‐
15θυμίαν, καὶ οὐ τὸ φυσικὸν κίνημα διαβάλλω. Οὐ λέγω γάρ· Οὐκ ἐπιθυμήσεις. Οὐκ ἀνασπῶ τοῦ καλῶς φυ‐ τευθέντος τὴν ῥίζαν, ἀλλὰ τοῦ προφθαρέντος φυτοῦ τὰ νόθα πρέμνα κλαδεύω. Οὐ λέγω οὖν τὴν ἐπιθυ‐ μίαν αὐτὴν ἐξορίσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ μαχικοῦ
20πάθους τὰς παραφυάδας ἔτι βλαστανούσας ἐκκόπτω. Τίς τῇ καλῇ ἀρούρᾳ ζιζάνια παρασπείρει; Σπέρμα καλὸν ἔσπειρα· πόθεν τῶν ζιζανίων ὁ ὄλεθρος; ἔκτριψον, πάτησον, ἀπόπνιξον τὸ σπέρμα τὸ πονη‐ ρὸν, καὶ οὐ πονέσεις ἁδρυνομένου τοῦ ζιζανίου.
25Πᾶς δὲ ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπι‐ θυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὥσπερ τῷ στρουθῷ τῶν πτερῶν ὄφελος οὐδὲν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ’ εἰκῆ καὶ μάτην πτερύ‐
30σεται· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁπλῶς, ἀλλ’ ὅσα ἐὰν σκιρτήσῃς, ἑάλως. Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα ἐκφύγῃ παγίδας· διὰ τοῦτο λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσι τὰ ἁμαρτή‐
35ματα. ΤΙΤΛ. ΚΑʹ. —Περὶ ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων. «Ἐὰν πατάξῃ τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. Ὁ δὲ οὐχ ἑκὼν, ἀλλ’ ὁ Θεὸς παρέδωκεν
40εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας.» «Ἐκεῖνος ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυ‐ ρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνοὺς, δαρήσεται ὀλίγας.»
45 «Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς τὴν διακονίαν τὸν πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβρι‐ στήν· ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου μετὰ πί‐

95

.

1557

(50)

στεως, καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» «Ἑκουσίως ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναν‐
55τίους.»1558 in vol. 95

95

.

1560

Τῶν ἁμαρτημάτων, τὰ μὲν ἀκούσιά ἐστιν, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς γίνεται. Ὑποθώμεθα γὰρ πορ‐ νείαν εἶναι τὸ κρινόμενον, καὶ πόρνας δύο· ἀλλ’ ἡ μὲν πορνοβοσκῷ πραθεῖσα, πρὸς ἀνάγκην ἐστὶν ἐν
5τῷ κακῷ, τὴν ἐκ τοῦ σώματος ἐργασίαν τῷ πονηρῷ δεσπότῃ παρεχομένη· ἡ δὲ διὰ τὴν ἡδονὴν ἑκουσίως ἑαυτὴν ἐπιδοῦσα τῇ ἁμαρτίᾳ. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται.
10 Τὸ ἀκούσιον οὐ κρίνεται. Διττὸν δὲ τοῦτο· τὸ μὲν γινόμενον μετὰ ἀγνοίας, τὸ δὲ δι’ ἀνάγκην. Εἰ πρῶτον ἀγνοίᾳ σφάλλεταί τις, οὐ κολαστέος, ἐκείνου κολαστέου τοῦ καθ’ ἕξιν ἁμαρτάνοντος. Τὰ μὲν ἀκούσια ἁμαρτήματα καὶ νόμος συγχω‐
15ρεῖ, καὶ Θεὸς παρορᾷ, φιλάνθρωπος ὢν, καὶ οὐκ ἀπηνὴς, καὶ τῶν ἑκουσίως. Ὡς τὸ ἑκουσίως ἁμαρτάνειν ἐστὶν ἄδικον, οὕτω τὸ ἀκουσίως καὶ κατ’ ἄγνοιαν, οὐκ εὐθὺς δίκαιον, ἀλλὰ ταχύ που μεθόριον ἀμφοῖν, δικαίου καὶ ἀδίκου,
20τὸ ὑπό τινων καλούμενον ἀδιάφορον. Ἁμάρτημα γὰρ οὐδὲν, ἔργον δικαιοσύνης. Τῷ μὲν ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι, συγγνώμη δίδοται· ὁ δὲ ἐξ ἐπιστήμης ἀδικῶν, ἀπο‐ λογίαν οὐκ ἔχει, προεαλωκὼς ἐν τῷ τοῦ συνειδότος
25δικαστηρίῳ. ΤΙΤΛ. ΚΒʹ. —Περὶ εὐχαριστούντων καὶ εὐγνω‐ μονούντων· καὶ ὅτι χρὴ τοὺς εὐεργέτας κη‐ ρύσσειν. «Τοῖς δύο νεανίσκοις τοῖς κατασκοπήσασιν εἶπεν
30Ἰησοῦς· Εἰσέλθετε εἰς τὴν οἰκίαν τῆς γυναικὸς, καὶ ἐκβάλετε αὐτὴν, καὶ πάντα τὰ αὐτῆς. Καὶ εἰσῆλθον, καὶ ἐξήγαγον τὴν Ῥαὰβ τὴν πόρνην, καὶ τὸν πα‐ τέρα, καὶ τὴν μητέρα, καὶ τοὺς ἀδελφοὺς αὐτῆς.» «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.»
35 «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀντ‐ απέδωκεν ἡμῖν;» «Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου.» «Φρονήσεώς ἐστιν καὶ τὸ εἰδέναι τίνος ἡ χάρις.»
40 «Ὁ ἀνταποδιδοὺς χάριτας, μέμνηται εἰς τὸ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στή‐ ριγμα.» «Χάριν ἀνθρώπου ὡς κόρην συντήρησον.» «Εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύ‐
45ριον.»
«Εἰσερχομένου αὐτοῦ εἰς τὴν πόλιν, ὑπήντησαν1560 in vol. 95

95

.

1561

αὐτῷ δέκα λεπροὶ ἄνδρες, καὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦ‐ σιν. Καὶ ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
5Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεὸν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς Σα‐ μαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέ‐
10θησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πο‐ ρεύου, ἡ πίστις σου σέσωκέν σε.» «Ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημά ἐστιν Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς»
15 Πρέπουσα δοξολογίας ὑπόθεσις, ἡ τῶν εὐεργετη‐ μάτων διήγησις. Ἀποδώσωμεν τοίνυν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν. ΤΙΤΛ. ΚΓʹ. —Περὶ ἐκδικήσεως· καὶ ὡς ἀπηγό‐
20ρευται δὶς περὶ τοῦ αὐτοῦ πράγματος εὐθύνας εἰσπράττεσθαι. «Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.» «Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσει, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλί‐
25ψει.» ΤΙΤΛ. ΚΔʹ. —Περὶ ἐπικοίνων πραγμάτων· καὶ ὅτι χρὴ φεύγειν τὰ ἐπίκοινα καταγώγια, διότι μάχας καὶ διαστάσεις προξενοῦνται. «Εἶπεν Ἀβραὰμ πρὸς Λώτ· μὴ ἔστω μάχη ἀνα‐
30μέσον ἐμοῦ, καὶ ἀναμέσον σου, καὶ ἀναμέσον τῶν ποιμένων μου, καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σού ἐστιν; Διαχωρίσθητι ἀπ’ ἐμοῦ. Εἰ σὺ εἰς ἀρι‐ στερὰ, ἐγὼ εἰς δεξιά· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς
35ἀριστερά. Καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδεν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ τὴν περίχωρον
40τοῦ Ἰορδάνου, καὶ ἀπῆρεν Λὼτ ἀπὸ ἀνατολῶν, καὶ ἐχωρίσθησαν.» «Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν οἴκῳ κοινῷ.» «Ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ σου μὴ κοι‐
45νώνει.» Ἔχουσιν αἱ τῶν κοινῶν ἐπιμέλειαι λαβὰς εἰς τὸ μεμφθῆναι. ΤΙΤΛ. ΚΕʹ. —Περὶ εὐδοκιμίας· ὅτι εὐχῆς ἄξιον τὸ κατόρθωμα.

95

.

1561

(50)

«Ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκιμίαν ἔχε.» «Σπούδασον σεαυτὸν εὐδόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον.» ΤΙΤΛ. Κϛʹ. —Περὶ ἐμπόρων.
«Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας.1562 in vol. 95

95

.

1564

ΤΙΤΛ. ΚΖʹ. —Περὶ εὐνούχων. «Μακάριος ὁ εὐνοῦχος, ὁ μὴ ἐργασάμενος ἐν χερ‐ σὶν ἀνόμημα, μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ Κυρίου πονηρά. Δοθήσεται αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ,
5καὶ κλῆρος ἐν ναῷ Κυρίου θυμηδέστερος.» «Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν.» «Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς αὐ‐ τῶν ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦ‐
10χοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἄτιμον τὸ τῶν εὐνούχων γένος καὶ πανώλεθρον. Τοῦτο δὴ τοῦτο ἄθηλυ, ἄνανδρον, γυναικομανὲς, καὶ ἐπίζηλον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορὲς, κλαυ‐
15σίδειπνον, ὀξύθυμον, χρυσομανὲς, κακόμισθον, ἀπη‐ νὲς, θηλυδρῶδες, γαστρίδουλον· καὶ τί γὰρ εἴπω; σὺν αὐτῇ τῇ γεννήσει, σιδηροκατάδικον. Πῶς γὰρ ὀρθὴ γνώμη τούτων, ὧν οἱ πόδες στρεβλοί; οὗτοι μὲν οὖν σωφρονοῦσιν ἄμισθα διὰ σιδήρου· μένουσι
20δὲ ἄκαρποι δι’ οἰκείαν αἰσχρότητα. Ἀπόστησον ἀπὸ τῆς συμβίου σου τὸν εὐνούχων σμάραγον. Κἂν γὰρ δοκοίη τῶν κάτω διδύμων ἐκ‐ τετμῆσθαι, ἀλλ’ ἄνω ἔχει ἐν τῷ προσώπῳ τοὺς διδύ‐ μους ὀφθαλμοὺς ἐμπαθῶς βλέποντας, καὶ ἐπισυρό‐
25μενον ἤδη πονηρὰς μαρτυρίας. ΤΙΤΛ. ΚΗʹ. —Περὶ ἐγκωμίων καὶ τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν τινα. «Δόκιμον ἀργύριον καὶ χρυσίον πυρώσεις· ἀνὴρ
30δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐ‐ τόν.» «Τὸν αὐτὸν ἐπαινεῖν καὶ ψέγειν οὐκ ἀνδρὸς ἀγα‐ θοῦ.» «Πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα. Οὗτος γὰρ
35πειρασμὸς ἀνθρώπου.» «Οὐαὶ ὑμῖν ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι. Κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπρο‐ φήταις οἱ πατέρες αὐτῶν.» «Κἂν ἐῤῥωμένος ὦ κατὰ τὸν Θεὸν, πλεῖόν με δεῖ
40φοβεῖσθαι καὶ προσέχειν τοῖς εἰκῆ φυσῶσίν με. Ἐπαινοῦντες γάρ με μαστιγοῦσιν.» Μὴ πρὸς ἐπαίνους χαυνωθῶμεν τοὺς ὑπὲρ τὴν ἀλήθειαν. Πολλοὶ τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρώμενοι,
45ἔργῳ μὲν τὴν ἀδικίαν καὶ πλεονεξίαν ὡς ὠφέλιμον προτιμῶσι, σχήματι δὲ καὶ λόγῳ, τὴν ἰσότητα καὶ τὴν δικαιοσύνην ὑπερθαυμάζουσιν. Ὁ δεῖνα τὸν πλοῦτον τοῖς θηριομάχοις προσανα‐ λίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπ‐

95

.

1564

(50)

αγαλλόμενος, φυσᾶται τοῖς ἐπαίνοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ
ἁμαρτίαν ἐπὶ τῶν πινάκων δεικνύει.1564 in vol. 95

95

.

1565

ΤΙΤΛ. ΚΘʹ. —Περὶ ἐκδικήσεως Θεοῦ τοῖς ἀδικου‐ μένοις γενομένης· ὅτι χρὴ τῷ Θεῷ ἐπιτρέπειν τὰ τῆς ἐκδικήσεως. «Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤ‐
5ῥησιάσατο.» «Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.» «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτω‐ χῶν, καὶ τὴν δίκην.»
10 «Μὴ εἴπῃς, Τίσομαι τὸν ἐχθρὸν, ἀλλ’ ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ.» «Σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ τῶν περικύκλῳ αὐτῶν. Καὶ ποιήσω κοῖμα ἐν πᾶσι τοῖς ἀτιμάζουσιν αὐτούς.»
15 «Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβού‐ μενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνου. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ
20τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπο‐ μαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύ‐ την, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπεν δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ
25τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς; Λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.» «Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀλλὰ δότε τόπον τῇ ὀρ‐
30γῇ. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταπο‐ δώσω, λέγει Κύριος.» Πάντως ὁ ἀδικούμενος, καταφλέγεται μὲν ὑπὸ λύ‐ πης, ἀμύνασθαι δὲ οὐκ ἔχων, ἢ διὰ τῶν ἴσων ἐλθεῖν ἔσθ’ ὅτε, διὰ τὸ ἡττᾶσθαι τῆς τοῦ ἀδικοῦντος χειρὸς,
35τῆς ἄνωθεν μισοπονηρίας τὸ κέντρον καλεῖ πρὸς ἐπικουρίαν. Δεῖν, οἶμαι, τοὺς χωρίον ἱερὸν νεμομένους ἐπιτρέ‐ πειν πάντα τῷ Θεῷ δικάζειν, καὶ καταφρονεῖν τῆσδε χειρὸς ἀνθρωπίνης, ὅταν αὐτοὶ τὸν ἄνω δικαστὴν
40περισκοπῶσιν. ΤΙΤΛ. Λʹ. —Περὶ εὐθυνομένων καὶ δίκας εἰσ‐ πραττομένων· καὶ ὡς οὐδαμῶς ἄλλος ἀντὶ ἄλ‐ λου εὐθυνθήσεται. «Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε
45υἱοὶ ὑπὲρ πατέρων· ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀπο‐ θανεῖται.» «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;» «Ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσι· Πατέ‐ ρες ἔφαγον ὄμφακας, καὶ οἱ ὀδόντες τῶν τέκνων

95

.

1565

(50)

ᾑμωδίασαν· ἀλλ’ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος αἱμωδιάσουσιν οἱ ὀδόντες.» «Οἱ πατέρες ἔφαγον ὄμφακας, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. Ζῶ ἐγὼ, λέγει Κύριος, ἡ ψυχὴ
55ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ὁ δὲ ἄνθρω‐1566 in vol. 95

95

.

1568

πος ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην. Υἱὸς οὐ λή‐ ψεται τὴν ἀδικίαν τοῦ υἱοῦ. Δικαιοσύνη δὲ δικαίου ἐπ’ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ’ αὐτὸν ἔσται.»
5 «Ἕκαστος τὸ ἴδιον φορτίον βαστάζει. ΤΙΤΛ. ΛΑ. —Περὶ ἐλεγμῶν «Πληγαὶ καὶ ἔλεγχοι διδόασι σοφίαν.» «Ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς, χάριτας μᾶλλον ἕξει τοῦ γλωσσοχαριτοῦντος.»
10 «Κρείσσων ἀνὴρ ἐλέγχων, ἀνδρὸς σκληροτραχή‐ λου.» «Οἱ ἐλέγχοντες, βελτίους φανοῦνται, ἐπ’ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή.» «Ὁ ἐλέγχων μετὰ παῤῥησίας εἰρηνοποιεῖ.»
15 «Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε.» «Ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον σου.» «Μὴ ἐκκαίῃς ἄνθρακας, ἁμαρτωλοὺς ἐλέγχων, μὴ ἐμπυρισθῇς ἐν φλογὶ πυρὸς ἁμαρτιῶν.»
20 «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.» ΣΤΟΙΧΕΙΟΝ Ζ. ΤΙΤΛ. Αʹ. —Περὶ τοῦ ζητεῖν τὸν Θεὸν, καὶ ἀκο‐ λουθεῖν αὐτῷ, καὶ ὅτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ
25πάντα χρὴ ἡμᾶς πράττεσθαι. «Ἐν τοῖς ἐγγίζουσί με ἁγιασθήσομαι.» «Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Οὗτος καύχημά σου, καὶ οὗτος
30ζωή σου.» «Οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.» «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» «Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ
35ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.» «Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται.» «Πλούσιοι ἐπτώχευσαν, καὶ ἐπείνασαν, οἱ δὲ ἐκ‐ ζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.»
40 «Ἀγαλλιάσθωσαν, καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε.» «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» «Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.»
45«Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δι‐1568 in vol. 95

95

.

1569

καιοσύνης. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρήσου‐ σιν εἰρήνην.» «Ὡς ἔτι καιρὸς, ἐκζητήσατε τὸν Κύριον.» «Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς
5τὸν Θεόν σου διὰ παντός.» «Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ τρυφή‐ σει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.» «Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου.»
10 «Ἐκζητήσατέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, καὶ ἐπι‐ φανοῦμαι ὑμῖν.» «Τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης ὁ Θεὸς γί‐ νεται, «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.»
15 Ἀμήχανον ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λή‐ θην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Ὅσον ἀφίστατο τῆς ζωῆς ὁ Ἀδὰμ, τοσοῦτον προσ‐ ήγγιζεν τῷ θανάτῳ. Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ ζωῆς ὁ θάνατος. Ὥστε τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς
20ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασεν, κατὰ τὸ γε‐ γραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ἀνάγκη τὴν ἐρημωθεῖσαν ψυχὴν τῆς οἰκειώσεως τοῦ Θεοῦ, οἰκητήριον γενέσθαι πνευμάτων ἀκαθάρ‐
25των. Τάξις ἀρίστη παντὸς ἀρχομένου, καὶ λόγου, καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀνα‐ παύεσθαι. Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.
30ΤΙΤΛ. Βʹ. —Περὶ ζώων ἀλόγων, τῶν φυσικῇ σοφίᾳ κεκοσμημένων. «Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμους. Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ,
35ἀναπετάσας τὰς πτέρυγας αὐτοῦ, ἀκίνητος ὁρῶν πρὸς νότον; Γὺψ ἐπὶ νοσσιὰν αὐτοῦ καθεσθεὶς, αὐλίζε‐ ται ἐπ’ ἐξοχῇ πέτρας, καὶ ἀποκρύφῳ; ἐκεῖ ὢν ζητεῖ τὰ σῖτα· πόῤῥωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύ‐ ουσι.»
40 «Τίς ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι, πλανώμενοι, τὰ σῖτα ζη‐ τοῦντες. Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφου ἐπὶ πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; Ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυ‐
45σας; Ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου; Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον.» «Ἴθι πρὸς μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν

95

.

1569

(50)

τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμά‐
ζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ1570 in vol. 95

95

.

1572

ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέ‐ λισσαν, καὶ μάθε ὅτι ἐργάτις ἐστί· τὴν δὲ ἐργασίαν ὡς σεμνὴν ποιεῖ. Ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶ‐ ται πρὸς ὑγείαν προσφέρονται. Ποθεινὴ δέ ἐστι πᾶσι,
5καὶ ἐπίδοξος, καίπερ οὖσα ἐν ῥώμῃ ἀσθενής.» «Τέσσαρά ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς· ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες, οἷς μή ἐστιν ἰσχὺς, καὶ ἑτοιμάζεται θέρους τὴν τροφήν· καὶ οἱ χοιρόγρυλλοι ἔθνος οὐκ ἰσχυρὸν, οἳ ἐποιήσαντο ἐν πέ‐
10τραις τοὺς ἑαυτῶν οἴκους. Ἀβασίλευτός ἐστιν ἡ ἀκρὶς, ἐκστρατεύει ἀφ’ ἑνὸς κελεύσματος· καὶ καλα‐ βώτης χερσὶν ἐρειδόμενος, καὶ εὐάλωτος ὢν, κατοι‐ κεῖ ἐν ὀχυρώμασι βασιλέων. Τρία ἐστὶν ἃ εὐόδως πορεύονται, καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει·
15σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν, ὃς οὐκ ἀπο‐ στρέψεται, οὐδὲ καταπτήσσει κτῆνος, καὶ ἀλεκτρυὼν ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος, καὶ τράγος ἡγού‐ μενος αἰπολίου.» Τὸ κώνειον οἱ ψάρες βόσκονται, διὰ τὴν κατα‐
20σκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποδιδράσκοντες. Λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τὴν καρδίαν πόρους, φθάνουσιν ἐκπέμψασθαι. Ἐλλέβο‐ ρος δὲ ὀρτύγων ἐστὶ τροφὴ, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων. Ἔστι δὲ αὐτὰ ταῦτα ἐν καιρῷ
25ποτε καὶ ἡμῖν χρήσιμα. Ἔχιδνα τὸ χαλεπώτατον τῶν ἑρπετῶν πρὸς γάμον ἀπαντᾷ τῆς θαλασσίας μυραίνης, καὶ συριγμῷ τὴν παρουσίαν σημήνασα, ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυ‐ θῶν πρὸς γαμικὴν συμπλοκήν. Ἡ δὲ ὑπακούει, καὶ
30ἑνοῦται τῷ ἰοβόλῳ. Τινὲς ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ’ ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν. Ἐπειδὰν ὁ τεταγ‐ μένος καιρὸς τῆς κυήσεως καταλάβοι, ἄλλοι αἰγιαλῶν
35κόλπων μεταστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερθέντες ἐπὶ τὴν βορεινὴν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου, ὥσπερ τι ῥεῦμα, τοὺς ἰχθύας ἡνωμένους, καὶ ἐκ τῆς Προπον‐ τίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον
40πρόσταγμα βασιλέως; ποῖα διατάγματα κατ’ ἀγορὰν ἡπλωμένα δηλοῖ; οἱ ξεναγοῦντες τίνες; ὁρᾷς τὴν θείαν διάταξιν πάντα πληροῦσαν, καὶ διὰ τῶν σμι‐ κροτάτων διήκουσαν; ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων δογμάτων οὐκ ἀνεχό‐
45μεθα; μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄλογα καὶ ἄφωνα παντελῶς· ἀλλὰ φοβοῦ, μὴ καὶ τούτων ἀλο‐ γώτερος ᾖς, τῇ διατάξει τοῦ Κτίσαντος ἀντιστάμενος. Ἄκουε τῶν ἰχθύων, μονονουχὶ φωνὴν ἀφιέντων, δι’ ὧν ποιοῦσιν, ὅτι εἰς διαμονὴν τοῦ γένους, τὴν μακρὰν

95

.

1572

(50)

ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λόγον, ἀλλ’ ἔχουσι τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον, καὶ τὸ πρακτέον ὑποδεικνύντα. Βαδίσω‐ μεν, φησὶν, ἐπὶ τὸ βορεινὸν πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ’
55ὀλίγων αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐ‐1572 in vol. 95

95

.

1573

τῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια· ὅθεν καὶ ἐπὶ ποταμοὺς ἀνανήχεται πολλάκις, καὶ πόῤῥωθεν θαλάσσης φέρε‐ ται. Ἐκ τούτου προτιμώτερος αὐτοῖς ὁ Πόντος τῶν
5λοιπῶν ἐστι κόλπος, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔγγονα. Ἐπειδὰν δὲ τὰ σπουδαζόμενα ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑπο‐ στρέφουσιν οἴκαδε. Ἤκουσα, ὅτι θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντε‐
10λῶς καὶ εὐκαταφρόνητον ζῶον, διδάσκαλος πολλάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται. Ὃς ὅταν προΐδῃ ταραχὴν ἀνέμου, ψηφίδα τινὰ ὑπελθὼν γεν‐ ναίαν, ἐπ’ αὐτῇ ὥσπερ ἐπ’ ἀγκύρας βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμα‐
15σιν ἀποσύρεσθαι. Τοῦτο ὅταν ἴδωσιν οἱ ναυτικοὶ τὸ σημεῖον, ἴσασι τὴν προσδοκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Ὁ καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου, ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ
20ὀστράκου γίνεται. Ἀῤῥαγεῖ γὰρ ἕρκει τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερ‐ μον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκρι‐ βῶς ἀλλήλαις προσηρμοσμέναι τῷ ὀστρέῳ περιπτύσ‐ σονται, ἀναγκαίως ἄπρακταί εἰσιν αἱ χηλαὶ τοῦ καρ‐
25κίνου. Τί οὖν ποιεῖ; ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ’ ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὰς ἀκτῖνας τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλώσαντα, τότε λά‐ θρα ψηφίδα παρεμβαλὼν ὁ καρκῖνος, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως
30διὰ τῆς ἐπινοίας περιγινόμενον. Αὕτη ἡ κακία τῶν μήτε λόγου, μήτε φωνῆς μετεχόντων. Οὐκ ἂν παρέλθοι μοι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίπλοκον, ὃ ὁποίᾳ ποτὲ ἂν πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέχεται χρόαν, ὥστε τοὺς πολλοὺς τῶν
35ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπί‐ πτειν, τῇ πέτρᾳ δῆθεν, καὶ ἕτερον γενέσθαι θήραμα τῷ πανούργῳ. Γαῦρον ὁ ἀλεκτρυὼν, φιλόκαλον ὁ ταὼς, λάγνοι περιστεραὶ, καὶ αἱ κατοικίδιοι ὄρνεις ἐπὶ παντὸς
40καιροῦ τὸ συνουσιακὸν ἔχουσαι· δολερὸν ὁ πέρδιξ καὶ ζηλότυπον, κακούργως συμπράττων τοῖς θηρευ‐ ταῖς πρὸς τὴν ἄγραν. Τῶν μελισσῶν κοινὴ μὲν ἡ οἴκησις, ἐργασία δὲ πάντων μία· καὶ τὸ μέγιστον ὅτι ὑπὸ βασιλεῖ καὶ
45ἐξάρχῳ τινὶ τῶν ἔργων ἅπτονται, οὐ πρότερον κα‐ ταδεχόμενοι ἐπὶ τοὺς λειμῶνας ἐλθεῖν, πρὶν ἂν ἴδωσιν κατάρξαντα τὸν βασιλέα τῆς πτήσεως. Καὶ ἔστιν αὐταῖς οὐ χειροτόνητος ὁ βασιλεύς· πολλάκις γὰρ καὶ ἀκρασία δήμου τὸν χείριστον εἰς ἀρχὴν

95

.

1573

(50)

προεστήσατο· οὐδὲ κληρωτὴν ἔχων τὴν ἐξουσίαν·
ἄλογοι γὰρ αἱ συντυχίαι τῶν κλήρων, ἐπὶ τὸν πάν‐1574 in vol. 95

95

.

1576

των ἔσχατον πολλάκις τὸ κράτος ἀκρισίᾳ φέρουσαι· οὐδὲ ἐκ πατρικῆς διαδοχῆς τοῖς βασιλείοις ἐγκαθεζόμε‐ νος· καὶ γὰρ οὗτοι ἀπαίδευτοι καὶ ἀμαθεῖς πάσης ἀρε‐ τῆς διὰ τρυφὴν καὶ κολακείαν ὡς τὰ πολλὰ γίνονται·
5ἀλλ’ ἐκ φύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖον. Ἔστι μὲν γὰρ τῷ βασιλεῖ κέντρον, ἀλλ’ οὐ κέχρηται τούτῳ πρὸς ἄμυναν. Ἀκουέτωσαν οἱ Χριστιανοὶ, οἷς πρόσταγμά ἐστι, κακὸν ἀντὶ κακοῦ μηδενὶ ἀποδιδό‐ ναι, ἀλλὰ νικᾷν ἐν τῷ ἀγαθῷ τὸ κακόν. Μιμήσασθε
10τῆς μελίσσης τὸ ἰδιότροπον· ὅτι τοῦ βασιλέως δίχα οὐδὲν λυμαινομένη, οὐδὲ καρπὸν ἀλλότριον δια‐ φθείρουσα, τὰ κηρία συμπήγνυσιν. Αὗται δὲ οὔτε ἅπασι τοῖς ἄνθεσιν παραπλησίως ἐπέρχονται, καὶ οἷς ἂν ἐπιτήδειον πρὸς τὴν ἐργασίαν λαβοῦσαι, τὸ
15λοιπὸν χαίρειν ἀφῆκαν. Τὸν μὲν κηρὸν ἀπὸ τῶν ἀν‐ θῶν φανερῶς συναγείρει, τὸ δὲ μέλι τὴν δροσοειδῶς ἐσπαρμένην νοτίδα τοῖς ἄνθεσιν ἐπισπασαμένη τῷ στόματι, ταύτην ταῖς κοιλότησι τῶν κηρίων ἐνίησιν. Ὅθεν καὶ ὑγρὸν παρὰ τὴν πρώτην ἐστίν· εἶτα τῷ
20χρόνῳ συμπεφθὲν, πρὸς τὴν οἰκείαν σύστασιν καὶ ἡδονὴν ἐπανέρχεται. Οὕτω δὲ σοφῶς φιλοτεχνοῦσα τὰς ἀποθήκας τοῦ μέλιτος, εἰς λεπτὸν ὑμένα τὸν κηρὸν διατείνασα, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις συνοικοδομεῖ τὰς κοιλότητας, ὡς τὸ πυκνὸν τῆς τῶν
25μικροτάτων πρὸς ἄλληλα δέσεως ἔρεισμα γενέσθαι τῷ παντί. Ἑκάστη γὰρ φρεάτια, τῆς ἑκατέρας ἔχεται· λεπτῷ γὰρ πρὸς αὐτῆς διισταμένη τε ὁμοῦ καὶ συναπτομένη τῷ διαφράγματι. Ἔπειτα διόρο‐ φοι καὶ τριόροφοι σύριγγες αὐταὶ ἀλλήλαις ἐπῳκοδό‐
30μηνται. Ἐφυλάξαντο γὰρ μίαν ποιῆσαι διαμπερὲς τὴν κοιλότητα, ἵνα μὴ τῷ βάρει τὸ ὑγρὸν πρὸς τὰ ἐκτὸς διαπίπτῃ. Κατάμαθε πῶς τὰ τῆς γεωμετρίας εὑρέματα πάρεργά ἐστι τῆς σοφωτάτης μελίσσης. Ἑξάγωνοι γὰρ πᾶσαι καὶ ἰσόπλευροι τῶν κηρίων αἱ
35σύριγγες, οὐκ ἐπ’ εὐθείας ἀλλήλων κατεπικείμεναι, ἵνα μὴ κάμωσιν οἱ πυθμένες τοῖς διακένοις ἐφηρ‐ μοσμένοι, ἀλλ’ αἱ γωνίαι τῶν κάτωθεν ἑξάγωνοι, βάθρον καὶ ἔρεισμα ταῖς τῶν ὑπερκειμένων ἐστὶν, ὡς ἀσφαλῶς ὑπὲρ αὐτῶν μετεωρίζειν τὰ βάρη, καὶ
40ἰδιαζόντως ἑκάστῃ κοιλότητι τὸ ὑγρὸν ἐγκατέχεσθαι. Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκπεριστροφῆς ὑποδέχονται; καὶ αἱ μὲν καθεύδουσιν, ἡ δὲ κύκλῳ περιιοῦσα, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχεται τὴν ἀσφάλειαν; εἶτα τοῦ καιροῦ τῆς φυ‐
45λακῆς πληρουμένου, ἡ μὲν βοήσασα πρὸς ὕπνον τρέ‐ πεται, ἡ δὲ τὴν διαδοχὴν δεξαμένη, ἧς ἔτυχεν ἀσφα‐ λείας, ἀντέδωκεν. Ταύτην καὶ ἐν τῇ πτήσει τὴν εὐ‐ ταξίαν κατόψει. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν διαδέχεται, καὶ τακτόν τινα χρόνον προκαθηγησα‐

95

.

1576

(50)

μένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθοῦσα, τῇ μετ’ αὐτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσι. Τὸ δὲ τῶν πελαργῶν οὐδὲν πόῤῥω ἐστὶ συνέσεως
λογικῆς· οὕτω μὲν οὖν κατὰ ἕνα καιρὸν πάντας ἐπι‐1576 in vol. 95

95

.

1577

δημεῖν τοῖς τῇδε χωρίοις, οὕτω δὲ ὑφ’ ἑνὶ συνθή‐ ματι πάντας ἀπαίρειν. Δορυφοροῦσι δὲ αὐτοὺς αἱ παρ’ ἡμῖν κορῶναι, καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν τινὰ ποιούμεναι πρὸς ὄρνιθας πολε‐
5μίους. Σημεῖον δὲ πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειτα δὲ ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι, ἐναργῆ τοῦ συν‐ ασπισμοῦ καὶ τῆς συμμαχίας τὰ σημεῖα κομίζουσι. Τίς παρ’ αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους;
10Τίς αὐταῖς ἠπείλησεν λειποταξίου στρατοῦ γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς; Ἀκουέτωσαν οἱ κακόξενοι, οἱ τὰς θύρας κλείοντες, καὶ μηδὲ στέγης ἐν χειμῶνι καὶ νυκτὶ τοῖς ἐπιδημοῦσι μεταδιδόντες. Ἡ δὲ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια
15ἐξαρκεῖ τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλοιντο, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ’ ἀρε‐ τήν. Ἐκεῖνοι γὰρ τὸν πατέρα ὑπὸ γήρως πτεροῤ‐
20ῥυήσαντα ἐν κύκλῳ τοῖς οἰκείοις πτεροῖς περιθάλ‐ πουσιν, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρασκευάζουσι βοή‐ θειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς
25τὴν τῶν εὐεργετημάτων ἀνταπόδοσιν ἀντιπελάρ‐ γωσιν ὀνομάζειν. Μηδεὶς πενίαν ὀδυρέσθω, μηδὲ ἀπογινωσκέτω ἑαυτοῦ τὴν ζωὴν, ὁ μηδεμίαν οἴκοι περιουσίαν κατα‐ λιπὼν, πρὸς τὸ τῆς χελιδόνος εὐμήχανον ἀποβλέ‐
30πων. Ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη, τὰ μὲν κάρφη τῷ στόματι διακομίζει, πηλὸν δὲ τοῖς ποσὶν ἆραι μὴ δυναμένη, τὰ ἄκρα τῶν ποδῶν ὕδατι κατα‐ βρέξασα, εἶτα τῇ λεπτοτάτῃ κόνει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν, καὶ κατὰ μι‐
35κρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα, ἐν αὐτῇ τοὺς νεοσσοὺς ἐκτρέφει. Ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύ‐ σεως ἰατρείαν, δι’ ἧς πρὸς ὑγείαν ἐπαναγάγῃ τῶν ἐγγόνων τὰς ὄψεις. Ταῦτά σε νουθετείτω μὴ διὰ
40πενίαν πρὸς κακουργίαν τρέπεσθαι, μηδὲ ἐν τοῖς χα‐ λεπωτάτοις πάθεσιν πᾶσαν ἐλπίδα ἀποῤῥίψαντα ἄπρακτον κεῖσθαι καὶ ἀνενέργητον, ἀλλ’ ἐπὶ Θεὸν καταφυγεῖν, ὃς εἰ χελιδόνι τοιαῦτα χαρίζεται, πόσῳ μεῖζον ἀποδώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις
45αὐτόν; Ἀλκυὼν ἐπιθαλάττιον ὄρνεον· αὕτη παρ’ αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ’ αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη, καὶ νοσσεύει κατὰ μέσον που τοῦ χειμῶνος, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέ‐

95

.

1577

(50)

μοις ἡ θάλασσα τῇ γῇ προσ[α]ράσσεται· ἀλλ’ ὅμως κοιμίζονται πάντες ἄνεμοι, ἡσυχάζει δὲ πᾶν κῦμα θαλάσσιον, ὅταν ἀλκυὼν ἐπωάζει τὰς ἑπτὰ ἡμέρας. Ἐν τοσαύταις γὰρ μόναις ἐκλέπει τοὺς νεοττούς. Ἐπειδὴ καὶ τροφῆς αὐτῇ χρεία, ἄλλας ἑπτὰ ἡμέρας
55πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρέσχετο. Ὥστε καὶ ναυτικοὶ
πάντες ἴσασι τοῦτο, καὶ ἀλκυωνίδας τὰς ἑπτὰ ἡμέ‐1578 in vol. 95

95

.

1580

ρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προπομ‐ πὴν τοῦ αἰτεῖν παρὰ Θεοῦ τὸ πρὸς σωτηρίαν, διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας νενομοθέτηται. Τί οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ’
5εἰκόνα γέγονας Θεοῦ; ὅπου γε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἐπιταχθεῖσα; Τὴν τρυγόνα φασὶν διαζευχθεῖσάν ποτε τοῦ ὁμο‐ ζύγου, μηκέτι τὴν πρὸς ἕτερον δέχεσθαι κοινωνίαν,
10ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευ‐ χθέντος τὴν πρὸς ἕταιρον κοινωνίαν ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χη‐ ρείας καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν
15ἐγγόνων ἐκτροφὴν ὁ ἀετός. Δύο γὰρ ἐξαγαγὼν νεοσ‐ σοὺς, τὸν ἕτερον αὐτῶν εἰς γῆν καταῤῥήγνυσιν, ταῖς πληγαῖς τῶν πτερύγων ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπί‐ πονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ’ οὐκ ἐᾷ
20τοῦτον διαφθαρῆναι ἡ φήνη, ἀλλ’ ὑπολαβοῦσα αὐτὸν, τοῖς οἰκείοις ἑαυτῆς νεοττοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια. Μὴ μιμήσῃ τῶν καμψονύχων ὀρνίθων τὸ ἀπηνὲς, οἳ ἐπειδὰν εἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς κατα‐
25τολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς, καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ἐπαι‐ νετὸν τῆς κορώνης τὸ φιλότεκνον, ἣ καὶ πετομένων ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα
30μέχρι πλείστου. Πῶς ἐπ’ ἔργα σε διεγείρει ὁ σύνοικος ὄρνις, ὀξείᾳ τῇ φωνῇ ἐκβοῶν, καταμηνύων πόῤῥωθεν; ὡς ἄγρυπνον τὸ τῶν χηνῶν γένος, καὶ πρὸς τὴν τῶν λαν‐ θανόντων αἴσθησιν ὀξύτατον· οἵ γέ ποτε καὶ τὴν βα‐
35σιλίδα πόλιν περιεσώσαντο, πολεμίους τινὰς ὑπὸ γῆς δι’ ὑπονόμων ἀφανῶν ἤδη μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν καταμηνύσαντες. Ἐν ποίῳ γένει τῶν ὀρνίθων οὐκ ἰδιόν τι θαῦμα ἡ φύσις δεί‐ κνυσι; Τίς ὁ τοῖς γυψὶ παραγγέλλων τῶν ἀνθρώπων
40τὸν θάνατον, ὅταν ἐπ’ ἀλλήλων ἐπιστρατεύσωσιν; Ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατο‐ πέδοις παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένων τὴν ἔκβασιν. Πῶς σοι τὰς φοβερὰς τῆς ἀκρίδος διηγήσομαι; ὑφ’ ἑνὶ συνθήματι πᾶσα
45ἀρθεῖσα, καὶ στρατοπεδευσαμένη κατὰ τὸ πλάτος τῆς χώρας, οὐ πρότερον ἅπτεται τῶν καρπῶν, πρὶν ἢ ἐνδοθῆναι αὐτῇ τὸ θεῖον πρόσταγμα. Τίς ὁ τρόπος τῆς μελῳδίας τοῦ τέττιγος; Ἐὰν καταμάθῃς, πῶς εἰς βάθος ὁ κύκνος, καθ‐

95

.

1580

(50)

ιεὶς τὸν αὐχένα κάτωθεν, ἑαυτῷ τὴν τροφὴν ἀνα‐ φέρει, τότε εὑρήσεις τὴν σοφίαν τοῦ Κτίσαντος· ὅτι διὰ τοῦτο μακρότερον τῶν ποδῶν τὸν αὐχένα προσέθηκεν, ἵνα ὥσπερ τινὰ ὁρμιὰν καταγαγὼν, τὴν ἐν τῷ βάθει κεκρυμμένην τροφὴν ἐκπορίζῃ.
55Διαφόροις ἰδιώμασιν ἕκαστον τῶν ζώων κέκριται.
Εὐσταθὴς μὲν ὁ βοῦς, νωθὴς δὲ ὁ ὄνος, θερμὸς ὁ1580 in vol. 95

95

.

1581

ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεως, ἀτιθάσσευτος ὁ λύκος, καὶ δολερὸν ἡ ἀλώπηξ, δειλὸν ἡ ἔλαφος, ὁ μύρμηξ φιλόπονος, εὐχάριστον ὁ κύων καὶ πρὸς φι‐ λίαν μνημονευτικόν. Ὁμοῦ τε γὰρ ἐκτίσθη ἕκαστον,
5καὶ συνεπηγάγετο ἑαυτῷ τῆς φύσεως τὸ ἰδίωμα· συναπεγεννήθη θυμὸς τῷ λέοντι, τὸ μοναστικὸν αὐ‐ τοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυλον. Οἷον γάρ τις τύραννος τῶν ἀλόγων διὰ τὴν ἐκ φύ‐ σεως ὑπεροψίαν, τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν
10οὐ καταδέχεται. ᾯ καὶ τοιαῦτα φωνῆς ὄργανα ἡ φύσις ἐνέθηκεν, ὥστε τὰ πολλὰ τῶν ζώων ὑπερ‐ βάλλοντα τῇ ταχύτητι, μόνῳ πολλάκις ἁλίσκεσθαι τῷ βρυχήματι. Ῥαγδαῖον πάρδαλις, καὶ ὀξύῤῥοπον ταῖς ὁρμαῖς ἐπιτήδειον αὐτῆς τὸ σῶμα συνέζευκται,
15τῇ ὑγρότητι καὶ τῷ κούφῳ τοῖς τῆς ψυχῆς κινήμασι συνεπόμενον. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, ἰδιό‐ τροπον καὶ τὸ ἦθος, ὕπουλον, βαθὺ, ἐνδεδυκός. Ὁ μύρμηξ θέρει τὴν χειμέριον τροφὴν θησαυρί‐ ζει, ἕως ἂν τὴν ἀρκοῦσαν αὐτῷ τροφὴν ἐναπόθηται
20τοῖς ταμιείοις, καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ τινι ἐπινοίᾳ τὴν τροφὴν ἐνδιαρκεῖν μηχανησάμενος. Διακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντων ἄχρηστοι τὴν τρο‐ φὴν αὐτῷ γένοιντο. Τίς ἐφίκοιτο λόγοις; ποία χω‐
25ρήσει ἀκοή; τίς ἐξαρκέσει χρόνος πάντα εἰπεῖν καὶ διηγήσασθαι τοῦ τεχνίτου τὰ θαύματα; Λέαινα στέργει τὰ ἑαυτῆς τέκνα, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται. Ἀμήχανος γάρ ἐστιν ἡ στοργὴ τοῖς ἀλόγοις τέκνων καὶ γονέων πρὸς ἄλληλα. Διότι
30ὁ δημιουργήσας αὐτὰ Θεὸς τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων περιουσίας παρεμυθήσατο. Πόθεν ἐν μυρίοις προβάτοις ἀρνὸς τῶν σηκῶν ἐξαλ‐ λόμενος, οἶδεν μὲν τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς
35τοῦ γάλακτος· κἂν πενιχραῖς μητρῴαις περιτύχῃ θηλαῖς, ἐκείναις ἀρκεῖται; Καὶ ἡ μήτηρ ἐν μυρίοις ἄρνασιν ἐπιγινώσκει τὸ ἴδιον γέννημα. Λόγου ἄμοιρος ὁ κύων, ἰσοδυναμοῦσαν δὲ ὅμως τῷ λόγῳ τὴν αἴσθησιν ἔχει. Τὸ δὲ μνημονευτικὸν τῆς
40χάριτος τοῦ ζώου, τίνα τῶν ἀχαρίστων πρὸς εὐερ‐ γέτας οὐ καταισχύνῃ; ὅπου γε καὶ φονευθεῖσι κατ’ ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημο‐ νεύονται. Ἤδη δέ τινες καὶ θερμῷ τῷ πάθει ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ τὴν
45δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν. Τὸν χαμαιλέοντα πάσας μεταλαμβάνειν χρόας, πλὴν μιᾶς τῆς λευκότητος. Τίς ὁ κύκνῳ συνυφαίνων ᾠδὴν, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ μέλος τὸ σύριγμα; Πό‐

95

.

1581

(50)

θεν ταὼς ὁ ἀλαζὼν καὶ Μηδικὸς οὕτως φιλόκαλος καὶ φιλότιμος; Καὶ γὰρ αἰσθάνεται τοῦ οἰκείου κάλλους· ὅταν ἴδῃ τινὰ πλησιάζοντα ταῖς θηλείαις, ὥς φασι, καλλωπίζεται τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυ‐
κλοτερῶς περιστήσας, τὸ χρυσαυγὲς καὶ κατάστερον1582 in vol. 95

95

.

1584

θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς μετὰ σοβαροῦ τοῦ, βαδίσματος. Πόθεν μελίσσαις τε καὶ ἀράχναις τὸ φιλεργὸν, καὶ φιλότεχνον, ἵνα ταῖς μὲν τὰ κηρία πλέκηται καὶ συν‐
5έχηται δι’ ἑξαγώνων συρίγγων καὶ ἀντιστρόφων, καὶ τὸ ἑδραῖον αὐταῖς διὰ τοῦ μέσου τοῦ τειχίσματος καὶ ἀλλαγῆς ἐπιπλεκομένων ταῖς εὐθείαις τῶν γωνιῶν πραγματεύηται· αἱ δὲ διὰ λεπτῶν καὶ ἀερίων σχεδὸν τῶν νημάτων πολυειδῶς διατεταμένων, πολυπλόκους
10τοὺς ἱστοὺς ἐξυφαίνουσι, καὶ ταῦτα ἐξ ἀφανῶν ἀρχῶν; Τετήρηνται οἱ τῶν λεόντων σκύμνοι, καθάπερ καὶ οἱ κύνες, τίκτεσθαι τυφλοί. Κοπτομένων τῶν λεοντίων ὀστέων, καθάπερ ἐκ τῶν πυριτῶν λίθων πῦρ ἐξάπτεται.
15 Ἀλεξιτήριον ἐν τῇ καλιᾷ τίθησιν ὁ ἀετὸς, ἐλαύ‐ νων ἀπὸ τῶν νεοσσῶν τὸν ὄφιν, λίθον τὸν καλούμενον ἀετίτην. Γίνεται θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφε‐
20ρέστατον. Λόγος ἔχει τοῦτον μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία, καὶ τὰ δένδρα οἷς ἂν ἐγ‐ γὺς ἵσταται, ὡς διὰ τὴν τῆς χροιᾶς ὁμοιότητα λαν‐ θάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ τὸ σῶμα ἀλκῇ δυσθήρατον.
25ΤΙΤΛ. Γʹ. —Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέ‐ τρων δικαίων. «Οὐ ποιήσεις ἄδικον κρίσιν ἐν μέτροις, καὶ ἐν σταθμοῖς, καὶ ἐν ζυγοῖς. Ζυγὰ δίκαια, καὶ μέτρα δί‐ καια, καὶ χοῖνιξ δίκαιος ἔσται ὑμῖν.»
30 «Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάθμιον μέγα ἢ μικρόν· καὶ οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέγα ἢ μι‐ κρόν. Στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔστω σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ
35σου πᾶς ποιῶν ταῦτα.» «Ζυγὸς δίκαιος, καὶ μέτρον δίκαιον, καὶ χοῖνιξ δίκαιος ἔσται ὑμῖν.» ΤΙΤΛ. Δʹ. —Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέ‐ τρων ἀδίκων.
40 «Ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδι‐ κῆσαι.» «Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου· στά‐ θμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.» «Στάθμιον μέγα καὶ μικρὸν, καὶ μέτρα δισσὰ,
45ἀκάθαρτα ἐνώπιον Κυρίου ἀμφότερα· καὶ ὁ ποιῶν αὐτὰ, ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθή‐ σεται.» «Βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον· καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.»

95

.

1584

(50)

«Χαναὰν, ἐν χερσὶν αὐτοῦ ζυγὸς ἄδικος, κατα‐ δυναστεύειν ἠγάπησεν. Πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, δι’ ἁμαρτίας ἃς ἥμαρτεν.»
«Ἀκούσατε ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πέ‐1584 in vol. 95

95

.

1585

νητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἐπὶ τῆς γῆς· οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσο‐ μεν, καὶ Σάββατα, καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν τὸ μέτρον, καὶ τοῦ μεγαλῦναι στά‐
5θμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀρ‐ γυρίῳ πτωχοὺς, καὶ ταπεινοὺς ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευθησόμεθα.» «Ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν.» ΤΙΤΛ. Εʹ. —Περὶ ζήλου ἀγαθοῦ ἢ πονηροῦ.
10 «Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι ἀνομίαν. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι· ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται.»
15 «Μὴ ζηλούτω σου ἡ καρδία τοὺς ἁμαρτωλούς.» «Υἱὲ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμή‐ σῃς εἶναι μετ’ αὐτῶν.» «Μὴ χαῖρε, ἐπὶ κακοῖς, μηδὲ ζήλου ἁμαρτω‐ λούς.»
20 «Μὴ ζηλώσῃς δόξαν ἁμαρτωλῶν.» «Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα.» Μὴ φρονῇ τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος. ΣΤΟΙΧΕΙΟΝ Η.
25 ΤΙΤΛ. Αʹ. —Περὶ ἡμέρας ἀγαθῆς. «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλια‐ σώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» «Ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ.» «Ἐν ἡμέρᾳ ἀγαθῇ, ἀμνησία κακῶν.»
30 «Μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας.» ΤΙΤΛ. Βʹ. —Περὶ ἡμέρας κακῆς. «Ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν.» «Μὴ μεριμνήσετε εἰς τὴν αὔριον. Ἡ γὰρ αὔριον μεριμνήσει τὰ αὐτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία
35αὐτῆς. ΤΙΤΛ. Γʹ. —Περὶ ἡμέρας καὶ νυκτός. «Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ δι‐ ελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ.» Τίς δὲ ἡμέρα καὶ νὺξ ἰσομοιρίαν πρὸς ἀλλήλας
40λαχοῦσαι, καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα. Νύκτα καὶ ἡμέραν ἀλλήλαις εἴκειν ἠπίως ἔταξας, νόμον τιμῶν ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους τῆς πολυμόχθου σαρκὸς, τῇ δὲ ἤγει‐
45ρας εἰς ἔργον καὶ πράξεις τάς σοι φίλας.» «Νὺξ καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ
θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον1586 in vol. 95

95

.

1588

τὴν διδομένην παρὰ τοῦ Κτίσαντος. Ἡμέρᾳ καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται, καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει. Οὐκ ἐθέλει περιμεῖναι ἄλληλα τὸ φῶς καὶ τὸ σκό‐
5τος, ἀλλὰ νόμῳ φύσεως ἀντιπερίστανται.1588 in vol. 95

96

.

9

ΣΤΟΙΧΕΙΟΝ Θ. ΤΙΤΛ. Αʹ. —Περὶ τῆς θείας μυσταγωγίας. «Τὸ μυστήριον ἐμοὶ καὶ τοῖς ἐμοῖς.» «Μὴ δότε τὸ ἅγιον τοῖς κυσὶν, μηδὲ βάλητε τοὺς
5μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» «Οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Εἰ δὲ μὴ, ῥήξει ὁ νέος τοὺς ἀσκοὺς, καὶ αὐτὸς ἐκχυ‐
10θήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. Ἀλλ’ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντη‐ ροῦνται.» Τὸ εἰς τοὺς τυχόντας ῥίπτειν τὰ τῆς σωτηρίας μυστήρια, καὶ πάντας ὁμοίως παραδέχεσθαι, τοὺς
15μήτε βίῳ καθαρῷ, μήτε λόγῳ ἐξητασμένῳ καὶ ἀκρι‐ βεῖ κεχρημένους, ὅμοιόν ἐστιν ὥσπερ ἄν τις ἐν ἀγγείῳ ῥυπαρῷ τὸ πολυτίμητον μύρον ἐμβάλῃ. Γλυκύτητα μέλιτος πῶς ἀναγγελῶ τοῖς ἀγνοοῦ‐ σιν;
20 Μυστικῶς τὰ μυστικὰ φθεγξώμεθα, καὶ ἁγίως τὰ ἅγια· καὶ μὴ ῥίπτωμεν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα, μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαίμοσιν, καὶ τῶν αἰσχρῶν μύ‐ θων καὶ πραγμάτων θεραπευτάς.
25 Οὐ θέμις τὰ ἱερὰ μυστήρια ἐκλαλεῖν ἀμυή‐ τοις. ΤΙΤΛ. Βʹ. —Περὶ θυσιῶν· καὶ ὅτι κιβδήλους θυ‐ σίας ὁ Θεὸς οὐ παραδέχεται. «Εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἵνα τί περίλυπος
30ἐγένου; καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ [μὴ] διέλῃς, ἥμαρτες; ἡσύχασον. Πρὸς σὲ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις.» «Πάντα ὅσα ἔχει μῶμον ἐν ἑαυτῷ, οὐ προσάξουσι
35Κυρίῳ, διότι οὐ δεκτὰ ἔσται.»9 in vol. 96

96

.

12

«Ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὲ αὐτὸ τῷ ἡγουμένῳ σου· εἰ προσδέξε‐ ται ἢ λήψεται πρόσωπόν σου, λέγει Κύριος ὁ παντο‐
5κράτωρ;» «Ἐπικατάρατος ὃς ἦν δυνατὸς, καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ ἡ εὐχὴ αὐτοῦ ἐν αὐ‐ τῷ, καὶ θύει διεφθαρμένα τῷ Κυρίῳ.» ΤΙΤΛ. Γʹ. —Περὶ θείων λογίων· καὶ ὅτι χρὴ
10 ἀκροᾶσθαι αὐτῶν, καὶ διὰ μελέτης ἔχειν αὐτά. «Θήσετε τὰ ῥήματα ταῦτα ἐπὶ τὰς καρδίας ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ ἐφάψατε αὐτὰ εἰς ση‐ μεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον
15πρὸ ὀφθαλμῶν. Καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς καθημένους ἐν οἴκῳ, καὶ πορευο‐ μένους ἐν ὁδῷ, καὶ καθεύδοντας, καὶ διανισταμένους· καὶ γράψεις αὐτὰ ἐπὶ τῶν φλιῶν τοῦ οἴκου σου καὶ τῶν πυλῶν σου, ἵνα πληθυνθῶσιν αἱ ἡμέραι ὑμῶν,
20καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς.» «Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυ‐ ρωμένον, δοκίμον τῇ γῇ,» καὶ τὰ λοιπά. «Τὰ λόγια Κυρίου πεπυρωμένα.» «Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·
25ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια.» «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐν παντὶ πλούτῳ. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου! Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ
30τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά. Λύχνος τοῖς ποσί μου ὁ νόμος, καὶ φῶς ταῖς τρίβοις μου.» «Λύχνος ἐντολὴ νόμου, καὶ φῶς. Τὸ γνῶναι νό‐ μον, διανοίας ἐστὶν ἀγαθῆς.» «Σοφὸς καρδίᾳ δέξεται ἐντολάς.»
35 «Πάντες λόγοι Θεοῦ πεπυρωμένοι.» «Πᾶσαν διήγησιν Θεοῦ θέλε ἀκροᾶσθαι, καὶ παρ‐ οιμίαι συνέσεως μὴ ἐκφυγέτωσάν σε.» —«Διανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός.»
40 «Πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.» «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε πρός με ἐλθεῖν, ἵνα ζωὴν αἰώνιον ἔχητε.»
45 «Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐκ δικαιοσύνης, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἐξηρτισμένος.» Λόγου πνευματικοῦ βρύοντος ἐν Ἐκκλησίᾳ, καὶ

96

.

12

(50)

καρδίας εὐσεβοῦς ἐκ τῶν χαρισμάτων τοῦ Πνεύματος
πηγαζούσης, δέχου μετ’ εὐφροσύνης τὰ λεγόμενα.11 in vol. 96

96

.

13

καὶ εὐχαρίστως τὸν ἐκ τῆς ὠφελείας καρπὸν τρύ‐ γησον. Οὐδεὶς γὰρ ἡλίου λάμψαντος ἐπικαλύπτει ὄψεις. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, διὰ τοῦτο
5συγγραφεῖσα παρὰ τοῦ Πνεύματος, ἵνα ὥσπερ ἐν κοινῷ τῶν ψυχῶν ἰατρείῳ πάντες ἄνθρωποι τὸ ἴαμα τοῦ οἰκείου πάθους ἕκαστος ἐκλεγώμεθα· ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας· καὶ ἁπαξ‐ απλῶς κοινὸν ταμεῖόν ἐστιν ἀγαθῶν διδαγμάτων, τὸ
10ἑκάστῳ πρόσφορον κατὰ τὴν ἐπιμέλειαν ἐξευρί‐ σκουσα. Τά τε γὰρ παλαιὰ τραύματα τῶν ψυχῶν ἐξιᾶται, καὶ τῷ νεοτρώτῳ ταχεῖαν ἐπανάγει τὴν ἐπανόρθωσιν, καὶ τὸ ἀκέραιον διασώζει· καὶ ὅλως ἐξαίρει τὰ πάθη, ὅσον οἷόν τε, τὰ ποικίλως ταῖς ψυ‐
15χαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυναστεύοντα. Τί οὖν οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρείας τὸ μεγα‐ λοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ σω‐ φροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέλειον; οὐχὶ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα; οὐχ
20ὅ τι ἂν εἴπῃς τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς, φόβος κολάσεων, ἐπαγγελίαι δόξης, μυστηρίων ἀποκάλυψις· πάντα ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμείῳ τῇ
25θείᾳ Γραφῇ τεθησαύρισται. Τῆς αὐτῆς δυνάμεως δεῖται προφητεύουσί τε καὶ ἀκροωμένοις προφητῶν, καὶ οὐκ ἂν ἀκούσῃ προφή‐ του, ὅτῳ μὴ αὐτῷ προφητεῦσαν Πνεῦμα τὴν σύν‐ εσιν τῶν αὐτοῦ λόγων ἐδωρήσατο.
30 Ἀκόρεστος ἡ γλυκύτης τῶν πνευματικῶν ῥημά‐ των. —Εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς, ἢ φίλου, ἢ συγγενοῦς, νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόν‐ τα, καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύ‐ χου. Πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν θείων Γραφῶν τῆς
35τῶν ἁγίων παρουσίας ἀπολαύομεν, οὐχὶ τῶν σωμά‐ των αὐτῶν, ἀλλὰ τῶν ψυχῶν τὰς εἰκόνας ἔχοντες· τὰ γὰρ παρ’ αὐτῶν εἰρημένα, τῶν ψυχῶν αἱ εἰκόνες εἰσίν. —Ὥσπερ γῆν μὴ βρεχομένην οὐκ ἔστι, κἂν μυρία τις βάλλῃ σπέρματα, στάχυας ἐξενεγκεῖν·
40οὕτω ψυχὴν οὐκ ἔστιν μὴ ταῖς Γραφαῖς ποτισθεῖσαν πρότερον, κἂν μυρία τις ἐκχέῃ ῥήματα, καρπόν τινα ἐπιδείξασθαι. —Ἀγαπητὲ, ὅμως αὐτὰ τὰ ῥήματα κάτεχε· καὶ γὰρ ἁγιάζει ψυχὴν καὶ ψιλὴ τῶν Γρα‐ φῶν ἡ ἀνάγνωσις. Οὐ τοῦτο δὲ μόνον ἔσται τὸ κέρ‐
45δος ὑμῖν, ἀλλὰ καὶ τῷ χρόνῳ πλείονα οἴσῃ τῇ συν‐ εχείᾳ τῆς ἀναγνώσεως, αὐτομάτως σου τῆς διανοίας ἀνοιγομένης. Εἰ σώματος εἰκόνες παραμυθίαν φέρουσιν τοῖς ὁρῶ‐ σιν, πολλῷ μᾶλλον αἱ τῆς θείας Γραφῆς εἰκόνες. Κἀ‐

96

.

13

(50)

κεῖναι μὲν οὐ δυνατὸν πανταχοῦ ὁρᾷν, ἀλλ’ ἀνάγκη διηνεκῶς ἐφ’ ἑνὸς ἱδρῦσθαι τόπου. Ταύτην δὲ ὅπουπερ
ἂν ἀπέλθῃς, περιαγαγεῖν οὐδὲν τὸ κωλύον. Ἐναποθέ‐13 in vol. 96

96

.

16

μενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν [ᾖς], συνεχῶς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν ἔστι παρ’ αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν. Ἐντυγχάνειν δεῖ ταῖς θείαις Γραφαῖς. Ὥσπερ γὰρ
5οἶνος πινόμενος καταπαύ[σ]ει λύπην, καὶ μεταβάλλει τὴν καρδίαν εἰς εὐφροσύνην, οὕτως ὁ πνευματικὸς οἶνος εἰς χαρὰν μεταβάλλει τὴν ψυχήν. Ὡς δὲ ἡ θάλασσα ἀνεῖται πᾶσιν, καὶ ὁ μὲν νή‐ χεται, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ ἀγρεύει τοὺς ἰχθύας·
10καὶ ὡς ἡ γῆ κοινὴ, ἄλλος μὲν ὁδεύει, ἄλλος δὲ ἀροῖ, ὁ δὲ οἰκοδομεῖ· οὕτως καὶ τῆς Γραφῆς ἀναγινωσκο‐ μένης, ὁ μὲν εἰς πίστιν, ὁ δὲ εἰς ἦθος ὠφελεῖται· ἀφαιρεῖται δὲ ἄλλου δεισιδαιμονία διὰ τῆς ἐπιγνώ‐ σεως τῶν γραμμάτων. Ὁ δὲ ἀθλητὴς γνωρίσας τὸ
15στάδιον Ὀλυμπιακὸν, ἐπαποδύεται τῇ διδασκαλίᾳ, καὶ ἀγωνίζεται, καὶ νικηφόρος γίνεται, τοὺς ἀντι‐ πάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρα‐ κρουσάμενος καὶ καταγωνισάμενος. ΤΙΤΛ. Δʹ. —Περὶ θείων μυστηρίων.
20 «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσε‐ ται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα
25τοῦ Υἱοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον· καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθῶς ἐστι
30πόσις· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπ‐ έστειλέν με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι’ ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς. Οὐ καθὼς
35ἔφαγον τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα.» «Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτή‐ ριον δαιμονίων. Οὐ δύνασθε τραπέζης Κυρίου μετ‐ έχειν, καὶ τραπέζης δαιμονίων. Παραζηλοῦμεν τοῦ
40Κυρίου; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρ‐ έδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρ‐ εδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπεν· Τοῦτό μού ἐστι σῶμα, τὸ ὑπὲρ ὑμῶν
45κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ πο‐

96

.

16

(50)

τήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἔλθῃ. Ὥστε ὃς ἐὰν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἑαυτὸν ἄνθρω‐ πος, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ
55ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως,15 in vol. 96

96

.

17

κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Ὁ Μωϋσῆς φησιν· Θύσατε ἀμνὸν προβάτων ἄμω‐ μον, καὶ τὸ αἷμα αὐτοῦ ἐπιχρίσατε ἐπὶ ταῖς θύραις.
5Τί λέγεις; αἷμα ἀλόγου σώζειν ἀνθρώπους λογικοὺς οἶδεν; Ναὶ, φησί. Καθάπερ οἱ ἀνδριάντες οἱ βασι‐ λικοὶ, ἄψυχοι καὶ ἀναίσθητοι ὄντες, τοὺς καταφεύ‐ γοντας εἰς αὐτοὺς, ἀνθρώπους ἐμψύχους, καὶ αἴ‐ σθησιν ἔχοντας, διασώζουσιν αἱ ἄψυχοι καὶ ἀναίσθητοι,
10οὐκ ἐπειδὴ χαλκός ἐστιν, ἀλλ’ ἐπειδὴ εἰκὼν τοῦ βα‐ σιλέως ἐστίν· οὕτω δῂ καὶ τὸ αἷμα ἐκεῖνο τὸ ἀν‐ αίσθητον καὶ ἄψυχον, τοὺς ψυχὰς ἔχοντας ἀνθρώ‐ πους ἔσωσεν· οὐκ ἐπειδὴ αἷμα ἦν, ἀλλ’ ἐπειδὴ τοῦ αἵματος τούτου τύπος ἦν. Ὅτε εἶδεν ὁ ὀλο‐
15θρεύων ταῖς θύραις ἐπικεχρισμένον τὸ αἷμα, καὶ οὐκ ἐτόλμησεν ἐπιπηδῆσαι. Νῦν ἂν ἴδῃ σε ὁ διάβολος, οὐχὶ ταῖς θύραις ἐπικεχρισμένον τὸ αἷμα τοῦ σώ‐ ματος, ἀλλὰ τῷ στόματι τῶν πιστῶν ἐπικεχρισμέ‐ νον τὸ αἷμα τῆς ἀληθείας, τὸ αἷμα τοῦ ναοῦ τοῦ
20Χριστοφόρου, οὐ πολλῷ μᾶλλον καθέξει; Εἰ γὰρ ἄγγελος ἰδὼν τὸν τύπον ᾐδέσθη, πολλῷ μᾶλλον ὁ διάβολος ἰδὼν τὴν ἀλήθειαν φεύξεται. Ἔνυξε τὴν πλευρὰν ὁ στρατιώτης ἐκεῖνος, καὶ ὤρυξε τὸν τοῖχον τοῦ ἁγίου ναοῦ, κἀγὼ τὸν θησαυρὸν εὗρον, καὶ τὸν
25πλοῦτον ἔλαβον. Οὕτω καὶ ἐπὶ τοῦ ἀμνοῦ γέγονεν. Ἰουδαῖοι ἔσφαζον τὸ πρόβατον, κἀγὼ τὴν θυσίαν ἐκαρπωσάμην, ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ. — Ὥσπερ γυνὴ τὸ τεχθὲν οἰκείῳ τρέφει αἵματι καὶ γάλακτι, οὕτω καὶ ὁ Χριστὸς οὓς ἐγέννησεν, αὐτὸς
30οἰκείῳ τρέφει διηνεκῶς αἵματι. Τί ποιεῖς, ἄνθρωπε; τοῦ Χριστοῦ παρόντος, ἀγγέ‐ λων παρισταμένων, τῆς τραπέζης προ[σ]κειμένης, τῶν ἀδελφῶν σου μυσταγωγουμένων ἔτι, αὐτὸς κατα‐ λιμπάνων ἀποπηδᾷς; καὶ ἐπὶ δεῖπνον μὲν κληθεὶς,
35κἂν πρότερον κορεσθῇς, οὐ τολμᾷς τῶν ἄλλων κατα‐ κειμένων ἀναχωρῆσαι πρὸ τῶν φίλων· ἐνταῦθα δὲ τῶν μυστηρίων ἐπιτελουμένων, τῆς ἱερᾶς τελετῆς συνεστώσης ἔτι, καταλιμπάνεις ἐν μέσῳ πάντα, καὶ ἀναχωρεῖς; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; ποίας
40δὲ ἀπολογίας; Βούλεσθε εἴπω, τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς ἐσχάτης Εὐχαριστίας ἀναχωροῦντες, καὶ τὰς εὐχαριστηρίους ᾠδὰς οὐκ ἐπιφέροντες τῷ τέλει τῆς τραπέζης; Τάχα φορτικόν ἐστι τὸ μέλλον λεχθῆ‐ ναι, ἀλλ’ ὅμως ἀναγκαῖον εἰπεῖν διὰ τὴν τῶν πολλῶν
45ῥᾳθυμίαν. Ὅτε ἐκοινώνησεν τὸ ἔσχατον δεῖπνον ὁ Ἰού‐ δας κατὰ τὴν τελευταίαν νύκτα, τῶν ἄλλων ἁπάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξῆλθεν. Ἐκεῖνον μιμοῦνται καὶ οὗτοι οἱ πρὸ τῆς ἐσχάτης ἀποπηδήσαν‐ τες. Ἐκεῖνος εἰ μὴ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο προδό‐

96

.

17

(50)

της. Εἰ μὴ κατέλιπεν τοὺς μαθητὰς, οὐκ ἂν ἀπολώ‐ λει. Εἰ μὴ τῆς ἀγέλης ἑαυτὸν ἀπέῤῥηξεν, οὐκ ἂν αὐ‐ τὸν μόνον εὗρεν ὁ λύκος, καὶ κατέφαγεν αὐτόν. Εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος γέγονεν. Διὰ τοῦτο ἐκεῖνος μὲν μετὰ Ἰουδαίων, οὗτοι
55δὲ μετὰ τοῦ Δεσπότου, καὶ ὑμνήσαντες, φησὶν, εὐ‐ θέως. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ’ ἐκεῖνον γίνεται τὸν τύπον. Ταῦτα δὲ ἐννοῶμεν· ταῦτα
λογιζώμεθα. Φοβηθῶμεν τὸ κείμενον ἐπὶ τοῦτο κρῖμα.17 in vol. 96

96

.

20

Αὐτός σοι τῆς σαρκὸς μεταδίδωσι, σὺ δὲ οὐδὲ λόγοις αὐτὸν ἀμείβῃ, οὐδὲ εὐχαριστεῖς ὑπὲρ ὧν ἔλαβες· ἀλλὰ σωματικῆς μὲν τροφῆς ἀπολαύων, μετὰ τὴν τράπε‐ ζαν εἰς εὐχὴν τρέπῃ, πνευματικῆς δὲ τῆς ὑπερβαλ‐
5λούσης τὴν κτίσιν ἅπασαν, τήν τε ὁρατὴν καὶ ἀόρα‐ τον, μετέχων, ἄνθρωπος ὢν καὶ τῆς εὐτελοῦς φύσεως, οὐ μένεις εὐχαριστῶν, καὶ ῥήμασι, καὶ πράγμασι; Πῶς οὐκ ἐσχάτης κολάσεως ταῦτα ἄξια; Ταῦτα λέγω οὐχ ἵνα θορυβηθῆτε καὶ κράζητε, ἀλλ’ ἵνα τὴν προσ‐
10ήκουσαν εὐταξίαν ἐπιδείξησθε. Μυστήρια καὶ λέγεται καὶ ἔστιν. Ἔνθα δὲ μυστήρια, πολλὴ σιγή· μετὰ πολ‐ λῆς τοίνυν κατανύξεως, μετὰ πολλῆς εὐκοσμίας, μετὰ τῆς προσηκούσης ἡμῖν εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁψώμεθα θυσίας, ἵνα εἰς πλείονα εὔνοιαν τὸν Θεὸν
15ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάραντες, οὕτως δυνηθῶμεν τῶν αἰωνίων τυχεῖν [τῶν] ἀγαθῶν. ΤΙΤΛ. Εʹ. —Περὶ θλιβομένων, καὶ φροντιζόντων, καὶ λύπης. «Ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς
20ἐν ὀδύναις ψυχαῖς; οἳ ἱμείρονται θάνατον, καὶ οὐ τυγχάνουσιν. Θάνατος ἀνδρὶ ἀνάπαυσις.» «Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με κα‐ ταπλήττεις. Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; καὶ ἐὰν ἀναστῶ, πάλιν λέγω, Πότε ἑσπέρα; Πλήρης δὲ
25γίνομαι ὀδυνῶν.» «Αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ. Θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι.» «Ὁμοθυμαδὸν ἦλθεν τὰ πειρατήρια ἐπ’ ἐμέ.» «Κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην, καὶ ἔξοικος
30ἐγενόμην.» «Νῦν κατεγέλασάν μου ἐλάχιστοι. Νῦν νουθετοῦσί με ἐν μέρει, οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν ἐμῶν νομάδων.» «Ἀδελφοί μου ἀπέστησαν ἀπ’ ἐμοῦ. Ἔγνωσαν
35ἀλλοτρίους ἢ ἐμέ. Φίλοι δέ μου ἀνελεήμονες γεγόνα‐ σιν. Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσέ μου. Στόμα μου ἐδέετο, καὶ ἱκέτευον τὴν γυναῖκά μου. Ἐλεήσατέ με, οἱ φίλοι· χεὶρ γὰρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου.»
40 «Ἡ κοιλία μου ἐξέζεσεν, καὶ οὐ σιωπήσομαι.» «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκά‐ στην νύκτα τὴν κλίνην μου.» «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;» καὶ τὰ λοιπά.
45«Περιέσχον με ὠδῖνες θανάτου,» καὶ τὰ λοιπά. «Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος.» «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν,» καὶ
τὰ λοιπά.19 in vol. 96

96

.

21

«Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου,» καὶ τὰ λοιπά. «Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέν με ἰσχύς μου.» «Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,» καὶ τὰ
5λοιπά. «Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακῷ,» καὶ τὰ λοιπά. «Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,» καὶ τὰ λοιπά. «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην,» καὶ τὰ λοιπά.
10 «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα,» καὶ τὰ λοιπά. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας,» καὶ τὰ λοιπά. «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελ‐ φοῖς,» καὶ τὰ λοιπά. —«Ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· καὶ ἐθέμην,» καὶ τὰ λοιπά. «Πτωχὸς καὶ ἀλγῶν
15εἰμι ἐγώ· ἡ σωτηρία σου.» «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ,» καὶ τὰ λοιπά. «Ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου,» καὶ τὰ λοιπά. «Ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως,»
20καὶ τὰ λοιπά. «Ἀνδρὸς λυπηροῦ ξηραίνεται ὀστᾶ.» «Δότε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πό‐ νων μὴ μνησθῶσιν ἔτι.»
25 «Ὥσπερ σὴς ἱματίῳ, καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.» «Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.» «Οἴμοι, ψυχὴ, ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρ‐
30χοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.» «Εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· Ἄρατέ με, καὶ ἐμβά‐ λετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα, διότι ἔγνωκα ὅτι δι’ ἐμὲ ὁ κλύδων οὗτος.» «Ἐβόησα ἐν θλίψει.»
35 «Δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον ἢ ζῇν με.» «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μι‐ κρᾷ ἡ παιδεία σου ἡμῖν.» «Τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς
40καρδίας μου μαιμάσσει με.» «Τίς δώσει ἐν κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός.» «Οἴμοι ἐγὼ, μῆτερ, ὡς τίνα με ἔτεκες, ἄνδρα δι‐
45καζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.» «Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή.

96

.

21

(50)

Ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους21 in vol. 96

96

.

24

καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;» «Συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου· ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος, καὶ
5ὡς ἄνθρωπος συνεχόμενος.» «Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατέφαγέ με ὡς δράκων· ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τροφῆς μου. Ἔξωσάν με οἱ μόχθοι μου εἰς Βαβυ‐ λῶνα.»
10 «Ψυχὴ λυπουμένη καὶ ψυχὴ πεινῶσα δώσουσι δό‐ ξαν καὶ δικαιοσύνην, Κύριε.» «Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ τῇ καταλειφθείσῃ ὑπὸ πολλῶν. Βαδίζετε, τέκνα, βαδίζετε· ἐγὼ γὰρ κατ‐ ελείφθην ἔρημος. Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρή‐
15νης, ἐνεδυσάμην δὲ σάκκους τῆς δεήσεως.» «Ἴδε, Κύριος, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός. Ἴδε, Κύριος, ὅτι θλίβομαι, καὶ ἡ καρδία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί. Ἐχόρ‐ τασέ με πικρίας, ἐμέθυσε χολῆς, ἐξέβαλε ψήφῳ ὀδόν‐
20τας μου. Ἐψώμισέ με σποδόν· ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου.» «Μὴ παροξύνῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. Καρδίαν παρωργισμένην μὴ προσταράξῃς.» «Μὴ καταγελάσῃς ἄνθρωπον ἐν πικρίᾳ ψυχῆς αὐ‐
25τοῦ· ἔστι γὰρ ὁ ταπεινῶν, καὶ ὁ ἀνυψῶν.» «Κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς.» «Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον. Μὴ δὸς εἰς λύπην τὴν ψυχήν σου, καὶ λύ‐ πην μακρὰν ἀπόστησον ἀπὸ σοῦ. Πολλοὺς γὰρ ἀπώλε‐
30σεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὄφελος ἐν αὐτῇ.» «Ἀπὸ λύπης ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν. Μὴ δὸς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα.» «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν
35βασιλείαν τῶν οὐρανῶν.» «Ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχη‐ κεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ
40Τίτου.» «Ἔκρινα ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλ‐ θεῖν πρὸς ὑμᾶς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Καὶ ἔγραψα τοῦτο, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ’ ὧν ἔδει
45με χαίρειν.» Φίλον Θεῷ ἐκ τῆς καθ’ ὑπερβολὴν θλίψεως χαρίζε‐ σθαι τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν. Νοσεῖς; εὐθύμει. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Πτω‐
χεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέ‐23 in vol. 96

96

.

25

ξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Θεοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσε‐ ται. Πείσωμεν οὖν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πει‐ ρασμοῦ μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν,
5καὶ ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ’ ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυ‐ πνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὗτος γὰρ λαμ‐ βάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοη‐ θείας ὡς ματαίας καταφρονῶν. —Φέρει παραμυθίαν
10ὀδυνωμένῳ ἡ κοινωνία τῶν στεναγμῶν. —Φορτικὸν τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις ἡ ἐπιτίμη‐ σις. —Ἔστιν ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν, ἡ θλῖψις. —Ποιεῖ καὶ βασιλέας ταπεινοὺς πάθος.
15 Μὴ σφόδρα δάκνου τοῖς λυπηροῖς. Ἂν γὰρ ἧττον λυπούμεθα, ἧττόν ἐστι λυπηρά. Ὑπὲρ ὧν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα δια‐ λύομεν, ἢ λαμπροτέρους λαμβάνομεν τοὺς στεφάνους, ἂν μὴ ἁμαρτήματα τοσαῦτα ἔχωμεν. —Ἐὰν γλίχῃ
20εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν θλῖψιν ἐπίσπασαι. Ὁ γὰρ μὴ θλιβόμενος, οὐδαμῶς εἰσελεύ‐ σεται, διότι στενή ἐστιν ἡ πύλη. Ὁ ἐκθλίβων ἑαυτὸν ἐν τῇ στενῇ, οὗτος εὔδηλον ὅτι τεύξεται τῆς θείας ἐκείνης εὐρυχωρίας, καὶ τῆς ἀνα‐
25παύσεως τῆς ἐν ταῖς ἐπουρανίοις αὐλαῖς. Ὁ δὲ ἐμ‐ πλατύνων ἑαυτὸν ἐν τῷ παρόντι βίῳ διὰ σπατάλης, καὶ μέθης, καὶ δόξης ἀπανθούσης, οὐκ ἂν εἰσέλθοι σφηνούμενος. —Προσέταξέ σοι ὁ Κύριος, ἵνα ἐπικα‐ λέσῃ αὐτὸν ἐν ἡμέρᾳ θλίψεως. Διὸ οὐ χρὴ κατοκνεῖν,
30ἀλλὰ παντὶ μὲν καιρῷ ἐπικαλεῖσθαι Θεὸν, μάλιστα δὲ ἐν τοῖς τῶν θλίψεων, ἵνα δείξωμεν τοῖς ἐχθροῖς, ὅτι οὐ κατεπόθημεν ὑπὸ τῶν περιστάσεων, ἀλλὰ μετὰ πεποιθήσεως πρὸς Θεὸν ἀναβλέπομεν. Πέμπτος ἡμῖν ἀγὼν, κατὰ τοῦ πνεύματος τῆς λύ‐
35πης, τοῦ ἐπισκοτοῦντος τὴν ψυχὴν ἀπὸ πάσης πνευ‐ ματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτώσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ, οὐ τῶν
40ἱερατικῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν. Πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελφοὺς τὸν ἄνθρωπον εἶναι οὐκ ἀνέχεται. Καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. Διὰ τοῦτο εἷς σκοπὸς ἡμῖν ἐστιν ἀγωνίσασθαι τὸν πνευματικὸν
45ἀγῶνα, καὶ πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμάτιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει, ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν· καὶ οὐδὲ παρὰ τῶν γνη‐

96

.

25

(50)

σίων φίλων συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν καὶ εἰρηνικὴν ἐπιτρέπουσα μετα‐ δοῦναι, ἀλλὰ πᾶσαν τὴν ψυχὴν παραλαβοῦσα, πικρίας
αὐτὴν καὶ ἀηδίας πληροῖ. Καὶ λοιπὸν ὑποβάλλει τοὺς25 in vol. 96

96

.

28

ἀνθρώπους ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους. Ἥντινα λύπην οὕτως ὀφείλομεν ἐκκλίνειν, ὡς τὴν πορνείαν καὶ φιλαργυρίαν, καὶ τὸν θυμὸν, καὶ τὰ λοιπὰ τῶν παθῶν. Αὕτη δὲ θεραπεύεται διὰ προσευ‐
5χῆς, καὶ τῆς εἰς Θεὸν ἐλπίδος, καὶ μελέτης τῶν θείων λογίων. ΤΙΤΛ. ϛʹ. —Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως. «Ἐὰν ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ
10ἔτι, οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ.» «Γῆ σκοτεινὴ καὶ ζοφερὰ, γῆ σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν.» «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου,» καὶ τὰ λοιπά.
15 «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαί‐ νειν με;» καὶ τὰ λοιπά. «Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου;» καὶ τὰ λοιπά. «Οὐ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες,»
20καὶ τὰ λοιπά. «Ὕψιστον τίς αἰνέσει ἐν ᾅδῃ; ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις.» «Οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ἐλεγμὸς ζωῆς. Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρη‐
25νεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτῷ, ἀνδρὶ ἀπερισπά‐ στῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσιν, καὶ ἔτι ἰσχύοντι ἐπι‐ δέξασθαι τροφήν! Ὦ θάνατε, καλόν σου τὸ κρῖμά ἐστιν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχάτῳ γήρᾳ, καὶ περισπωμένῳ περὶ πάντων καὶ
30ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν.» «ᾍδης καὶ ἀπώλεια οὐκ ἐμπίπλανται.» Τὰ ἐν ᾅδῃ κακὰ οὐχὶ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ’ ἡμᾶς αὐτούς. ᾍδης κοινὸν πανδοχεῖόν ἐστι, καὶ θρήνων ἐργαστή‐
35ριον. ΤΙΤΛ. Ζʹ. —Περὶ θανόντων· καὶ ὅτι οὐ δεῖ ἐπὶ τῷ προαπελθόντι πενθεῖν. «Ἐπὶ νεκρῷ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦ‐ σιν.»
40 «Ἀλγῶ ἐπὶ σὲ, ἀδελφὲ Ἰωνάθαν· ὡραιώθης μοι σφόδρα. Ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.» «Ἀνέστη Δαβὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο, καὶ ἠλείψατο, καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν
45εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ προσεκύνησεν αὐτῷ. Καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγεν. Καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· Τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας; ἔτι ζῶντος τοῦ παιδα‐
ρίου ἐνήστευες, καὶ ἔκλαιες, καὶ ἠγρύπνεις· καὶ27 in vol. 96

96

.

29

ἡνίκα ἀπέθανεν, ἀνέστης, καὶ ἔφαγες ἄρτον καὶ πέ‐ πωκας. Καὶ εἶπε Δαβίδ· Ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα, καὶ ἔκλαυσα, ὅτι εἶπα, Τίς οἶδεν εἰ ἐλεή‐ σει με Κύριος, καὶ ζήσεται τὸ παιδάριον; Καὶ νῦν
5τέθνηκεν, ἵνα τί τοῦτο ἐγὼ νηστεύσω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; Ἐγὼ πορεύσομαι πρὸς αὐ‐ τὸν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.» «Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.»
10 «Ἐκεῖ ἀναπαύσονται κατάκοποι τῷ σώματι, ὁμο‐ θυμαδὸν οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου. Μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοι‐ κὼς τὸν κύριον αὐτοῦ.» «Ἐὰν ἀποθάνῃ ἄνθρωπος, ζήσεται, συντελέσας
15ἡμέρας βίου αὐτοῦ.» «Ἐλεύσῃ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος κατὰ και‐ ρὸν θεριζόμενος.» «Θάνατος ἀνδρὶ ἀνάπαυσις.» «Εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἔλθοι.»
20 «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ εἰς οἶ‐ κον πότου. Καρδία σοφῶν ἐν οἴκῳ πένθους· καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.» «Ὅτι ἐπορεύθη ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι.»
25 «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυ‐ μνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐ‐ τοῦ.» «Ἀγαθὴ ἡμέρα θανάτου ὑπὲρ ἡμέραν γεννήσεως
30αὐτοῦ.» «Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευδεν ἐκ μέσου πονηρίας.» «Μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούν‐
35των πένθησον.» «Μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.» «Μουσικὴ ἐν πένθει ἄκαιρος διήγησις. Ἐπὶ νεκρῷ κλαῦσον· ἐξέλιπε γὰρ φῶς. Πένθος νεκροῦ ἑπτὰ ἡμέ‐
40ρας.» «Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ποίησον τὸ πένθος κατὰ τὴν τάξιν αὐτοῦ ἡμέραν μίαν, καὶ δύο χάριν διαβολῆς· καὶ παρακλήθητι λύπης ἕνεκα. Γνῶθι γὰρ ὅτι οὐκ ἔστιν ἐπάνοδος. Καὶ τοῦτον γὰρ
45οὐκ ὠφελήσεις, καὶ σεαυτὸν κακώσεις. Ἀπὸ γὰρ λύπης ἐκβαίνει θάνατος.» «Ἐν τῷ ἀποθανεῖν ἄνθρωπον, κληρονομήσει ἑρ‐ πετὰ, καὶ θηρία, καὶ σκώληκας.» Οὔτε γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ

96

.

29

(50)

φιλοπενθὲς καὶ φιλόδακρυ, ἀλλ’ ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἀποστάξαι, καὶ τοῦτο ἡσυχῆ, μηδὲ ἀναβρασσόμενον, μηδὲ ὀλολύζον‐
τα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν καταχεό‐29 in vol. 96

96

.

32

μενον, μηδὲ ἄλλο τι τῶν τοιούτων ἀσχημόνως ἐπιτη‐ δευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς κατα‐
5πίπτειν, καὶ ὑποῤῥήγνυσθαι τοῖς λυπηροῖς. Ὥσπερ οἱ σκώληκες ἐν τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐκτί‐ κτονται μάλιστα, οὕτως αἱ λύπαι ἐν τοῖς μαλακωτέ‐ ροις ἤθεσι τῶν ἀνθρώπων ἐμφυτεύονται. Μὴ τοίνυν ἀπίδῃς εἰς ἐκεῖνον τὸν νεκρὸν, τὸν με‐
10μυκότα τοὺς ὀφθαλμοὺς, καὶ ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον ἀπόβλεπε, καὶ ἀπολαμβάνοντα δόξαν ἀκήρατον καὶ φρικώδη. Ἀλλὰ συνήθειαν καὶ ὁμι‐ λίαν ζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ, καὶ κλαίεις, καὶ θρηνεῖς; Καὶ πῶς οὐκ ἄτοπον εἴη τοῦτο; Εἰ γὰρ
15νυμφίῳ δέδωκας τὸ θυγάτριόν σου, εἶτα λαβὼν αὐτὸ ὁ νυμφίος εἰς μακρὰν ἀπεδήμησε χώραν, καὶ καλῶς πράττων διατελοίη, οὐδὲν ἡγῇ δεινὸν τὸ γεγενημένον ἐπὶ [τῷ] παραμυθῆσαι τὴν ἀθυμίαν. Ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐ φίλου, οὐ συγγενοῦς λαβόντος αὐτὸ, ἀλλ’
20αὐτοῦ τοῦ Δεσπότου, ἀλγεῖν καὶ ὀδύρεσθαι ὀφείλομεν, Καὶ πῶς δυνατὸν, φησὶ, μὴ κλαίειν καὶ ὀδύρεσθαι ἄνθρωπον ὄντα; Οὔτε ἐγὼ τοῦτο λέγω, ἀλλὰ τὴν ἐπί‐ τασιν τῆς ἀθυμίας ἀναιρῶ. Τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεώς ἐστι, τὸ δὲ πέρα τοῦ μέτρου, μανίας καὶ
25διαβολικῆς ἐστιν ἐνεργείας, καὶ γυναικώδους ψυχῆς. Ἄλγησον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχεράνῃς, μὴ ἀγανακτήσῃς. Εὐχαρίστησον τῷ λα‐ βόντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ αὐ‐ τῷ ποιήσῃς τὰ ἐντάφια. Ἐὰν γὰρ δυσχεράνῃς ἢ
30ἀγανακτήσῃς, κἀκεῖνον καθύβρισας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σεαυτὸν διέβλαψας. Ἐὰν δὲ εὐχαρι‐ στήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξα‐ σας, καὶ σεαυτὸν ὠφέλησας. Δάκρυσον ὡς ὁ Δεσπό‐ της σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν,
35καὶ σταθμοὺς, καὶ ὅρους τῆς ἀθυμίας, οὓς ὑπερβαί‐ νειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπεν· Περὶ δὲ τῶν κεκοιμημένων, ἀδελφοὶ, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ μὴ ἔχοντες ἐλ‐ πίδα. Λυποῦ, ἀλλὰ μὴ ὡς Ἕλλην ὁ ἀπογινώσκων
40τῆς ἑαυτοῦ ζωῆς, ὁ μὴ βλέπων εἰς τὴν μέλλουσαν ἀνάστασιν. Πιστεύσατέ μοι, ἀγαπητοὶ, ὅτι αἰσχύνο‐ μαι διερχόμενος διὰ τῆς πλατείας, καὶ ἀκούων χο‐ ροὺς γυναικῶν ἀσχημονουσῶν, τρίχας τιλλομένας, παρειὰς σπαραττομένας, βραχίονας κατατεμνομέ‐
45νους. Τί οὖν ἐροῦσιν οἱ Ἕλληνες καθ’ ἡμῶν; Τί οὖν; Οὐχ οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες, καὶ ἐν τοῖς ἔργοις τὰ τῶν ἀπεγνωσμένων ἐργαζόμε‐ νοι; Εἰ γὰρ ἐθάῤῥουν οὗτοι ὅτι ἀληθῶς ἀνάστασις νεκρῶν ἐστιν, οὐκ ἂν οὕτως ἐθρήνουν. Τίνος ἕνεκεν

96

.

32

(50)

οὕτως δακρύεις, εἰπέ μοι, τὸν ἀπελθόντα; Πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο ὀφείλεις εὐχαριστεῖν, ὅτι τάχιον ἡρπάγη, πρὶν ἢ ἀλλαγῇ αὐτῷ τὰ τῆς χρηστό‐ τητος, καὶ προσελάβετο αὐτὸν ὁ Θεὸς εἰς χωρίον,
ἔνθα μετὰ ἀσφαλείας λοιπὸν διάγει, καὶ μεταβολὴν31 in vol. 96

96

.

33

οὐκ ἔστιν ὑποπτεῦσαι οὐκέτι. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο εὐχαρίστησον τῷ λαβόντι αὐτὸν, ὅτι τάχιον πρὸς τὴν ἄνω πολιτείαν αὐτὸν ἐκάλεσεν. Ἀλλὰ γέρων ἦν; Καὶ διὰ τοῦτο πλείονα δόξασον τὸν λαβόντα αὐ‐
5τὸν, καὶ εὐχαρίστησον πάλιν. Αἰσχυνθῶμεν τὸ σχῆμα τῆς ἐκφορᾶς. Διὰ τοῦτο εὐχαὶ, καὶ ψαλμοὶ, καὶ δοξο‐ λογία Θεῷ, ἵνα μὴ κλαίῃς καὶ θρηνῇς, ἀλλὰ μᾶλλον ἵνα εὐχαριστῇς τῷ λαβόντι αὐτὸν Θεῷ. Ὃν γὰρ τρό‐ πον τοὺς ἐπ’ ἀρχὴν καλουμένους μετὰ πολλῆς προ‐
10πέμπουσιν ἅπαντες τῆς τιμῆς, οὕτω καὶ τοῦτο μετὰ πολλῆς τῆς τιμῆς, ὡς ἐπὶ μείζονα κληθέντα ἀξίαν, καὶ τιμὴν, καὶ πολιτείαν. Ἀνάπαυσίς ἐστιν ὁ θάνα‐ τος, ἱδρώτων καὶ φροντίδων βιωτικῶν ἀπαλλαγή. Μὴ δυσχεράνῃς, μὴ ἀποδυσπετήσῃς, ἀλλ’ εὐχαρίστει
15τῷ Θεῷ. Διὰ τί οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνητοῦ προ‐ ηθίσθης, ἀλλ’ ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον προσηγγέλθη τοῦ υἱοῦ ἡ γέννησις, εἴ τίς σε ἤρετο, ποταπόν ἐστι τὸ τεχθέν· τί
20ποτε ἂν ἀπέκρινες; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄν‐ θρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνη‐ τός. Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα, καὶ πάλιν δυόμε‐ νον; σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί τῶν περὶ ἡμᾶς
25ἕστηκεν; τί ἀκίνητον ἔχει τὴν φύσιν καὶ ἀμετάπτω‐ τον; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε τὴν γῆν· οὐδὲ ταῦτα διαιωνίζει. Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρ‐ ελεύσεται, φησὶν, οἱ ἀστέρες ἐκ τοῦ οὐρανοῦ πεσοῦν‐ ται, ὁ ἥλιος σκοτισθήσεται, ἡ σελήνη οὐ δώσει τὸ
30φέγγος αὐτῆς. Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς μέρος ὄντες τοῦ κόσμου ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφο‐ ρώτατος. Καὶ τότε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δα‐ κρύοντα τοῦ συννόμου αὐτοῦ καὶ ὁμοζύγου τελευτή‐
35σαντος, καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συν‐ ηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Σὺ δὲ οὐχ οὕτως ἔμα‐ θες, οὐδὲ ἐδιδάχθης. Ἀλλ’ ἀρχὴν μὲν φιλίαν λαμβά‐ νειν ἐκ μακρᾶς ὁμιλίας καὶ χρονίου ἔθους, οὐδὲν ἀπεικός· ὀδύρεσθαι δὲ χωρισμὸν διὰ τὴν ἐπὶ πλεῖστον
40ἡμῖν γενομένην διατριβὴν, παντελῶς ἄλογον. Οἷον, γυνὴ συνεκληρώθη σοι κατὰ τὴν κοινωνίαν τοῦ βίου, πᾶσαν ἡδονήν σοι κατὰ τὸν βίον παρεχομένη, εὐθυ‐ μίας δημιουργὸς, θυμηδίων πρόξενος, τὰ χρηστὰ συναυξάνουσα, ἐν ταῖς λοιπαῖς τὸ πλεῖστον μέρος τῶν
45ἀνιαρῶν ἀφαιρουμένη. Αὕτη δὲ ἐξαίφνης ἀναρπα‐ σθεῖσα οἴχεται. Μὴ ἀγριαίνῃ τῷ πάθει, μηδ’ αὐτόμα‐ τόν τινα εἴπῃς εἶναι συντυχίαν τὸ γινόμενον, ὡς μη‐
δενὸς προστάτου τὸν κόσμον οἰκονομοῦντος· μηδὲ33 in vol. 96

96

.

36

ἐκπέσῃς τῶν ὅρων τῆς εὐσεβείας. Ἐπειδὴ γὰρ ὅλως ἐγένεσθε οἱ δύο εἰς σάρκα μίαν, πολλὴ συγγνώμη τῷ τὴν διχοτομίαν καὶ τὴν τῆς συναφείας διαίρεσιν μετ’ ἀλγημάτων δεχομένῳ· οὐ μὴν τούτου ἕνεκεν, ἢ
5διανοεῖσθαί τι τῶν οὐ προσηκόντων, ἢ φθέγγεσθαί σοι λυσιτελές. Ἐννόησον γὰρ ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν διαγωγὴν, καὶ ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς
10σαρκὸς ᾠκονόμησε, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ἐν ταῖς εἱρκταῖς ἐπιπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει δεσμωτηρίων ἐναπο‐
15κλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπα‐ θείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ’ ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ
20περὶ ἐσχάτων ἡμῶν τοῦ Κτίσαντος προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ Δαβίδ; Ἐξάγαγε ἐκ φυ‐ λακῆς τὴν ψυχήν μου; Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή; Τί δὲ Συμεὼν, ὅτε ἐνηγκαλίσατο τὸν Κύριον ἡμῶν, ποίαν ἀφῆκε φω‐
25νήν; Οὐχ ὅτι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέ‐ σποτα; Τῷ γὰρ ἐπειγομένῳ πρὸς τὴν ἄνω διαγω‐ γὴν βαρυτέρα πάσης κολάσεως καὶ δεσμωτηρίου παν‐ τὸς ἡ μετὰ τοῦ σώματός ἐστι διατριβή. Μὴ τοίνυν τῇ σεαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ τῶν ψυχῶν
30διατάξεις ἀκολουθεῖν, ἀλλὰ λογίζου περὶ τῶν συν‐ αφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν ὁδοιπόροις μίαν ὁδὸν πορευο‐ μένοις. Οὔτε ἀωρίαι θανάτου, οὔτε ἄλλαι τινὲς δυσκληρίαι
35ἀδοκήτως ἐπιοῦσαι ἐκπλήξουσιν ἡμᾶς ποτε, τοὺς παιδευομένους τῷ λόγῳ τῆς εὐσεβείας. Οἷον, παῖς μοι ἦν νεανίας, μόνος τοῦ γένους διάδοχος, παρα‐ μύθιον γήρως, ἐγκαλλώπισμα γένους, ἄνθος τῶν ὁμηλίκων, στήριγμα τῆς οἰκίας, αὐτὸ τῆς ἡλικίας
40ἄγων τὸ χαριέστατον, οὗτος ἀνάρπαστος οἴχεται· καὶ γῆ καὶ κόνις γέγονεν, ὁ πρὸ βραχέος ἡδὺ μὲν ἄκουσμα φθεγγόμενος, ἥδιστον δὲ θέαμα ὢν τοῖς τοῦ γεννήσαντος ὀφθαλμοῖς. Τί οὖν ποιήσομεν; Καταῤῥήξομαι τὴν ἐσθῆτα, καὶ καταδέξομαι κυλιν‐
45δεῖσθαι χαμαὶ, καὶ ποτνιᾶσθαι, καὶ δυσανασχετεῖν, καὶ δεικνύειν ἐμαυτὸν τοῖς παροῦσιν, οἱονεὶ παῖδά τινα ὑπὸ πληγῶν ἐκβοῶντα καὶ ἀποσπαίροντα; Ἢ τῷ ἀναγκαίῳ τῶν γινομένων προσχὼν, ὅτι ἀπαρ‐ αίτητος ὁ τοῦ θανάτου νόμος, διὰ πάσης ὁμοίως

96

.

36

(50)

ἡλικίας χωρῶν, καὶ πάντα ἐφεξῆς τὰ σύνθετα δια‐ λύων, οὐ ξενισθήσομαι τῷ συμβάντι; οὐκ ἀνατραπή‐ σομαι τὸν νοῦν ὡς ὑπὸ πληγὰς ἀπροσδοκήτους καταῤῥαχθείς; πάλαι προπεπαιδευμένος ὅτι θνητὸς ὢν, θνητὸν εἶχον τὸν παῖδα, καὶ ὅτι οὐδὲν τῶν ἀνθρω‐
55πίνων βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν
τοῖς κτησαμένοις πέφυκεν. Ἀλλὰ καὶ πόλεις μεγάλαι,35 in vol. 96

96

.

37

καὶ ἐπιφανεῖς τῇ τε τῶν κατασκευασμάτων λαμπρό‐ τητι, καὶ τῇ δυνάμει τῶν ἐνοικούντων, καὶ τῇ λοιπῇ κατὰ τὴν χώραν καὶ τὴν ἀγορὰν εὐθηνίᾳ διαπρέπου‐ σαι ἐν ἐρειπίοις νῦν μόνοις τῆς παλαιᾶς σεμνότητος
5τὰ σύμβολα φέρουσι. Καὶ πλοῖον πολλάκις ἐκ θα‐ λάττης διασωθὲν, καὶ μυριάκις μὲν ταχυναυτῆσαν, μυρίον δὲ φόρτον τοῖς ἐμπορευομένοις διακομίσαν, μιᾷ προσβολῇ πνεύματος ἠφανίσθη· στρατόπεδα δὲ κρατήσαντα μάχης πολλάκις τῶν ἐναντίων, περι‐
10τραπείσης αὐτοῖς τῆς εὐημερίας, ἐλεεινὸν θέαμα καὶ διήγημα γέγονεν. Ἔθνη δὲ ὅλα καὶ νῆσοι ἐπὶ μέγα δυνάμεως προελθοῦσαι, καὶ πολλὰ μὲν κατὰ γῆν, πολλὰ δὲ κατὰ θάλατταν ἐγείρασαι τρόπαια, πολὺν δὲ πλοῦτον ἐκ λαφύρων ἀθροίσασαι, καὶ χρόνῳ
15καταναλώθησαν, καὶ αἰχμάλωτοι γενόμενοι, δουλείας τῆς ἐλευθερίας ἠλλάξαντο. Καὶ ὅλως ὅπερ ἂν εἴπῃς, τῶν μεγίστων καὶ ἀφορήτων κακῶν ἤδη προλαβὼν ὁ βίος ἔχει τὰ ὑποδείγματα. Ὅρα εἰς τὴν πρὸς Θεσσαλονικεῖς Ἐπιστολὴν
20πῶς γράφει περὶ τῶν κεκοιμημένων· καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων· Ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Τὸ κατακόπτεσθαι τοίνυν ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα. Ψυχὴ γὰρ περὶ ἀναστάσεως οὐδὲν ἐπιστα‐
25μένη, ἀλλὰ τὸν θάνατον τοῦτον ἀθάνατον εἶναι νομί‐ ζουσα, εἰκότως περὶ ἀπολωλεκότων κόπτεται καὶ θρηνεῖ, καὶ ἀφορήτως πενθεῖ. Σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος χάριν ὀδύρῃ; Τῶν μὴ ἐχόντων ἐλ‐ πίδα ἐστὶν τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν
30ὅσαι φιλόθρηνοι, ὅσαι πρὸς τὰ πάθη ἀφορήτως φέρεσθε. ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλ‐ γεῖν ἐπὶ τοῖς ἀπελθοῦσιν ἐθνικὸν, τὸ κατακόπτεσθαι καὶ καταξαίνειν τὰς παρειὰς, τίνων ἆρά ἐστιν, εἰπέ μοι; Τίνος ἕνεκεν θρηνεῖς; εἰ πιστεύεις ὅτι ἀναστή‐
35σεται, οὐκ ἀπόλωλεν. Ὅταν οὖν παῖδα ἀποβάλῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάμενον, τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρη‐ στὰς ἀνέφαινεν, καὶ προσεδόκων ὅτι μου προστή‐ σεται. Διὰ τοῦτο ζητῶ μου τὸν ἄνδρα, διὰ τοῦτο τὸν
40υἱόν· καὶ διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ, οὐκ ἀπι‐ στοῦσα τῇ ἀναστάσει, ἀλλ’ ἔρημος βοηθείας γενομένη, καὶ προστάτην ἀπολωλεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ’ οὐ φέρω τὸν μεταξὺ χω‐
45ρισμόν. Πολὺς τῶν πραγμάτων ὁ ὄχλος ἐπιῤῥεῖ· πᾶσι πρόκειμαι τοῖς βουλομένοις ἀδικεῖν. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν πράως. Διὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Εἰ ταῦτα πενθεῖς, τί δευτέροις ὁμιλεῖς γάμοις; Μὴ φίλει τὸν ἄνδρα τοῦ

96

.

37

(50)

Θεοῦ πλέον, καὶ οὐκ αἰσθήσῃ χηρείας ποτέ. Διὰ τί; ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα ἀθάνατον. Αὐτὸν τίς σοι ἔδωκεν, ὦ γύναι; οὐχὶ αὐτός; σὲ δὲ
τίς ἐποίησεν; οὐχὶ αὐτός; πόσης ταῦτα ὀργῆς τὰ37 in vol. 96

96

.

40

ῥήματα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; εἰ γάρ τι καὶ εὐεργέτησεν, ἀλλ’ εὐπαθῶν. Ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἂν ἔχοις λέγειν. Οὐ γὰρ εὐπαθῶν παρ’ ἡμῶν ὁ Θεὸς, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ’ ἀνενδεὴς ὢν, ἐξ
5ἀγαθότητος μόνης εὐποιεῖ τὸ τῶν ἀνθρώπων γένος. Βασιλείας σοι ἐπηγγείλατο, ζωὴν ἀθάνατον, δόξαν, υἱοθεσίαν ἔδωκεν, συγκληρονόμον τοῦ Μονογενοῦς ἐποίησεν. Σὺ δὲ τὸν ἄνδρα πενθεῖς; τί τοιοῦτον ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον αὐτοῦ ἀνέτειλεν· τὸν
10ὑετὸν ἔδωκεν· ταῖς ἐτησίοις τροφαῖς τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς ἀχαριστίας. Διὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· δέον εὐχαριστεῖν, δέον πάντα ἐπ’ αὐτὸν ἐπιῤῥίπτειν. Τί γάρ ἐστιν ὧν παρὰ τοῦ ἀνδρὸς ἔτυχες; ὠδῖνες, καὶ πόνοι, καὶ ὕβρεις,
15καὶ λοιδορίαι, καὶ ἐπιτιμήσεις πολλάκις καὶ ἀγανα‐ κτήσεις. Οὐ ταῦτα παρὰ τῶν ἀνδρῶν; Ἀλλ’ ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ ταῦτα; ἐκαλλώπισέ σε ἱματίοις πολυτελέσι· χρυσία περιέθηκε τῷ προσ‐ ώπῳ· αἰδέσιμον πᾶσιν ἐποίησεν. Ἔχει καὶ οὗτος ὁ
20βασιλεὺς ἱμάτια, οὐ τοιαῦτα· ἱματισμός ἐστιν διά‐ χρυσον κόσμον ἔχων. Ἐὰν θέλῃς, περίβαλε τὴν ψυχήν. Ἀλλ’ οὐκ ἐποίησεν εὐκαταφρόνητον ἀνθρώ‐ ποις ἐκεῖνος. Τί τοῦτο μέγα; ἡ μέντοι χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσιν.
25Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε πάντως ἐκράτεις· νυνὶ δὲ ἀντὶ τῶν οἰκετῶν, ἀσωμάτων δυνάμεων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τοῦ κοσμοκρά‐ τορος. Ἀλλὰ τὰ καταλειφθέντα παιδία θρέψαι μερι‐ μνᾷς; ὁ πατὴρ τῶν ὀρφανῶν αὐτῶν προνοήσεται.
30Τίς αὐτὰ δέδωκεν, εἰπέ μοι; Οὐκ ἀκούεις τοῦ λέγον‐ τος ἐν τοῖς Εὐαγγελίοις, ὅτι Ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ὁρᾷς ὅτι ἀπὸ συνηθείας, ἀλλὰ ἀπιστίας ἡμῖν ὁ θρῆνος γίνεται; Ἀλλ’ οὐκ ἔστι λαμπρὰ τὰ παιδία τοῦ πα‐
35τρὸς τετελευτηκότος; Διὰ τί τὸν Θεὸν ἔχει πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι δείξω ὑπὸ χηρῶν ἀνατραφέντας καὶ γενομένους εὐδοκίμους; πόσους δὲ ὑπὸ πατράσιν ὄντας καὶ διεφθαρμένους καὶ ἀπο‐ λωλότας; Μὴ πρὸς ἐκείνους ἴδῃς διεζωσμένους τὰς
40ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ’ ἵππων φερο‐ μένους, μηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολουθοῦντας ἔχον‐ τας καὶ παιδαγωγούς. Ταῦτα γὰρ ἴσως τὰς χή‐ ρας ἐπὶ τοῖς ὀρφανοῖς κόπτεσθαι ποιεῖ, ἐννοουμένας,
45ὅτι Καὶ οὗτος ὁ ἐμὸς παῖς, εἴ γε ὁ πατὴρ αὐτοῦ πε‐ ριῆν, τοσαύτης ἂν ἀπήλαυσεν μακαριότητος· νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιμίᾳ, καὶ οὐδενὸς λόγου ἄξιός ἐστιν. Μηδὲ ταῦτα ἐννοήσῃς, ὦ γύναι, ἀλλὰ ἀναπέ‐ τασον τοῦ οὐρανοῦ τὰς πύλας· τῷ λογισμῷ κατάμαθε

96

.

40

(50)

τὰ ἐκεῖ βασίλεια. Ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα. Ἔξεστιν, ἐὰν θέλῃς, ἐπὶ τοῖς οὐρανοῖς αὐτὸν στρατεῦ‐ σαι· εἰς ἐκείνην κατάλεξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόμενοι οὐκ ἐφ’ ἵππων φέρονται, ἀλλ’ ἐν νεφέλαις· οὐκ ἐπὶ γῆς βαδίζουσιν, ἀλλ’ εἰς τὸν οὐ‐
55ρανὸν ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγου‐ μένους, ἀλλὰ τοὺς ἀγγέλους αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ, ἀλλὰ ἀθανάτῳ βασιλεῖ τῶν βα‐ σιλευόντων· οὐ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν
ἔχοντες, ἀλλὰ τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, καὶ39 in vol. 96

96

.

41

βασιλέων γίνονται λαμπρότεροι. Ἐν γὰρ τοῖς βασι‐ λείοις ἐκείνοις, οὐ πλοῦτος, οὐκ εὐγένεια, οὐδὲν ἄλλο ἢ ἀρετῂ ζητεῖται. Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ’ ἡνώθης τῷ Χριστῷ. Οὐκ ἔχεις συνόμιλον τὸν ὁμόδου‐
5λον, ἀλλ’ ἔχεις τὸν Δεσπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγεις; ὅταν ἀναγινώσκεις, ἀκούεις αὐτοῦ σοι διαλεγομένου. Τί δέ σοι διαλέγεται; πολλῷ τοῦ ἀνδρὸς προσηνέστερα ῥήματα. Ὁ μὲν γὰρ ἀνὴρ, κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιμή· ὁμόδουλος γάρ ἐστιν.
10Ὅταν οὖν ὁ Δεσπότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡμᾶς οὐ θεραπεύει; Ἄκουσον. Δεῦτε, φησὶ, πρός με, πάντες οἱ κοπιῶν‐ τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ πάλιν διὰ τοῦ προφήτου βοᾷ λέγων· Μὴ ἐπιλή‐
15σεται γυνὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσο‐ μαι, λέγει Κύριος. Πόσου ταῦτα φίλτρου τὰ ῥήματα; Ἐπίστρεψον πρός με, καὶ σωθήσῃ. Τί τούτων τῶν ῥη‐ μάτων ἥδιον; ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους.
20Ὑπόμεινον οὖν, ἵνα τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν. Μὴ γὰρ ἀδαμάντινος ἦν Ἰὼβ τὴν καρδίαν; μὴ γὰρ ἐκ λίθου ἦν πεποιημένα αὐτῷ τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες ἐν τῷ οἴκῳ τῆς θυμηδίας,
25ἐν καιρῷ τῆς ἀπολαύσεως ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδεν τράπεζαν αἵματι μεμιγμένην· εἶδεν παῖδας, διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπελθόντας τοῦ βίου τὸ τέλος. Οὐκ ᾤμωξεν· οὐ κατετίλατο τὴν κόμην
30οὐκ ἀφῆκέ τινα φωνὴν ἀγενῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκεί‐ νην, καὶ παρὰ πᾶσιν ἀνυμνουμένην ἐν παῤῥησίᾳ ἐφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Θεὸς ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Μὴ
35ἀσυμπαθὴς ὁ ἄνθρωπος; καὶ πῶς, ὅς γε περὶ ἑαυ‐ τοῦ λέγει, Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ ἀδυνάτῳ; Ἠτιμάσθης; ἀλλὰ πρὸς τὴν δόξαν τὴν διὰ τῆς ὑπομονῆς ἐν οὐρανοῖς ἀποκειμένην ἀπόβλεψον. Ἐζη‐ μιώθης; ἀλλ’ ἐνατένισον τῷ πλούτῳ τῷ ἐπουρανίῳ, καὶ
40τῷ θησαυρῷ ὃν ἀπέθου σεαυτῷ διὰ τῶν ἀγαθῶν πρά‐ ξεων. Ἐξέπεσας τῆς πατρίδος; ἀλλ’ ἔχεις πατρίδα τὴν ἐπουράνιον Ἱερουσαλήμ. Τέκνον ἀπέβαλες; ἀλλ’ ἀγγέλους ἔχεις μεθ’ ὧν χωρεύσεις περὶ τὸν οὐρανὸν τοῦ Θεοῦ, καὶ εὐφρανθήσῃ τὴν αἰώνιον εὐφροσύνην.
45Οὕτως ἀνατιθεὶς τοῖς παροῦσιν ἀνιαροῖς τὰ προσ‐ δοκώμενα ἀγαθὰ, φυλάξεις σεαυτῷ τὸ ἄλυπον τῆς ψυχῆς καὶ ἀτάραχον, ἐφ’ ᾧ προσκαλεῖται ἡμᾶς
ἡ νομοθεσία τοῦ Ἀποστόλου. —Μήτε τὰ φαιδρὰ41 in vol. 96

96

.

44

τῶν ἀνθρώπων περιχαρείας ἀμέτρους ἐμποιείτω σου ψυχῇ, μήτε τὰ λυπηρὰ κατηφείαις, καὶ συστολαῖς τὸ γαῦρον αὐτῆς ταπεινούτω. Ἐπιστυγνάζειν ταῖς συμφοραῖς τῶν πενθούντων
5ἀκόλουθον. Οὕτω γὰρ σεαυτὸν οἰκειώσῃ τοῖς πά‐ σχουσιν μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσ‐ ῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι,
10ἢ ἐν τοῖς μὲν ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσ‐ κοτωμένον ὑπὸ τοῦ πάθους. Ἐκ τούτων ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ πραΰνειν. Ὁ τὸν κείμενον ἐγεῖραι βουλόμενος, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει. Ὁ δὲ ἐξ
15ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀνιστῶντος δεῖται, ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπουμένοις ἐπιστυγνάζειν προσ‐ ῆκον. Τί οὐκ ἐπιτρέπομεν τὰ ἑαυτῶν κτήματα πρὸς
20τὸ δοκοῦν διατίθεσθαι τῷ φρονίμῳ Δεσπότῃ, ἀλλ’ ὡς οἰκείων στερούμενοι ἀγανακτοῦμεν, καὶ τοῖς ἀποθνήσκουσιν ὡς ἀδικηθεῖσιν συμπάσχομεν. Λυπηθῶμεν, ὅτι βραδύνομεν τοῖς τάφοις, οἷς περιφέρομεν, ὅτι ὡς ἄνθρωποι ἀποθνήσκομεν τὸν
25τῆς ἁμαρτίας θάνατον, θεοὶ γεγονότες. Πόσον ἔτι τὸν ἀπελθόντα πενθήσομεν; οὐ πρὸς τὴν αὐτὴν ἐπειγόμεθα μονήν; οὐ τὸν αὐτὸν ὑποδυσό‐ μεθα λίθον αὐθίκα; οὐχὶ αὐτὴ κόνις μετὰ μικρὸν ἐσόμεθα. Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί· τοιοῦτον
30ἐπὶ γῆς παίγνιον, οὐκ ὄντας γενέσθαι, καὶ γενομέ‐ νους ἀναλυθῆναι. Μὴ φθόνει τῇ ἀναπαύσει τοῦ υἱοῦ σου, ἄνθρωπε, ἀλλὰ γνῶθι, ὅτι εἰς βελτίονα χαρὰν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεδήμησεν ὁ τελευτήσας· καὶ
35οὐκ ἀπώλεσας τὸν υἱόν σου, ἀλλ’ ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ. Μὴ τοίνυν λέγε, ὅτι Οὐκέτι καλοῦ‐ μαι πατήρ. Διὰ τί, εἰπέ μοι, τοῦ υἱοῦ μένοντος; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες.
40Διὰ τοῦτο οὐκέτι ἐνταῦθα μόνον καλεῖ πατὴρ, ἀλλὰ καὶ ἐν οὐρανῷ. Μὴ θρήνει ἐπὶ νεκρῷ. Κοινὴ γὰρ ἡ ὁδὸς, καὶ ὁ φθάσας, μακάριος. ΤΙΤΛ. Ηʹ. —Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ
45γενομένου. «Ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἄβραμ εἰς Αἴγυπτον παροικῆσαι. Καὶ εἶπεν τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ

96

.

44

(50)

αὕτη, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.
Εἰπὲ δὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γέ‐43 in vol. 96

96

.

45

νηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σου. Ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἄβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ ἦν σφόδρα, ἐπῄνεσαν αὐτὴν πρὸς Φαραώ. Καὶ τῷ Ἄβραμ εὖ
5ἐχρήσαντο δι’ αὐτήν. Καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Καὶ καλέσας δὲ Φαραὼ τὸν Ἄβραμ, εἶπεν αὐτῷ· Τί τοῦτο ἐποίησάς μοι, καὶ οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν; καὶ
10ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα· καὶ ἰδοὺ ἡ γυνή σου, καὶ λαβὼν ἀπότρεχε.» «Παρῴκησεν Ἀβραὰμ ἐν Γεράροις. Εἶπεν δὲ Ἀβραὰμ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι Ἀδελφή μού ἐστιν. Ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μού ἐστιν, μή‐
15ποτε κτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως. Εἶπεν Ἀβιμέλεχ τῷ Ἀβραάμ· Τί ἐποίησάς μοι τοῦτο; εἶπεν δὲ Ἀβραάμ· Εἶπα· Ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, καὶ ἀποκτενοῦσί με δι’ αὐτήν.» Ὁμοίως Ἰσαὰκ παρῴκησεν ἐν Γεράροις, καὶ εἶπε
20τῇ Ῥεβέκκᾳ ὁμοίως. «Ἐφοβήθη Δαβὶδ ἀπὸ προσώπου Ἀγχοὺς βασι‐ λέως Γὲθ, καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ· καὶ παρεφέρετο, καὶ ἔπιπτε, καὶ τὰ σίελα αὐτοῦ κατέῤ‐ ῥει ἐπὶ τὸν πώγωνα αὐτοῦ.»
25 «Ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλίου, καὶ εἶπεν· Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προθείησαν, ὅτι αὔριον θήσομαι τὴν ψυχήν σου ὡς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. Καὶ ἐφοβήθη, καὶ ἐπορεύθη ὁδὸν ἡμερῶν τεσ‐ σαράκοντα.»
30 «Τότε οἱ μαθηταὶ ἀφέντες τὸν Ἰησοῦν ἔφυγον.» Ἔνεστιν ἀνθρώπῳ παντὶ τὸ δεδιέναι τὸν θάνατον. ΤΙΤΛ. Θʹ. —Περὶ θαλάσσης. «Ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν· ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῦτος αὐτῆς.»
35 «Ἔφραξα θάλασσαν ἐν πύλαις, ἡνίκα ἐμαιοῦτο, καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἐξεπορεύετο. Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλην δὲ αὐτὴν ἐσπαρ‐ γάνωσα. Ἐθέμην δὲ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας, εἶπον αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ
40ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» «Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης,» καὶ τὰ λοιπά. «Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης,» καὶ
45τὰ λοιπά. «Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασ‐ σαν, σὺ συνέτριψας,» καὶ τὰ λοιπά. «Αὕτη ἡ θάλασσα μεγάλη, καὶ εὐρύχωρος,» καὶ τὰ λοιπά.

96

.

45

(50)

«Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις,» καὶ τὰ λοιπά. «Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασ‐ σαν, καὶ ἡ θάλασσα οὐκ ἔστι πιμπλαμένη.» «Ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ,
55καὶ ὕδατα οὐ παρελεύσεται τὸ στόμα αὐτοῦ.»45 in vol. 96

96

.

48

«Κύριος ὁ δοὺς ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον.» «Ὁ τάξας ἄμμον ὅριον τῇ θαλάσσῃ προστάγματι αἰωνίῳ, καὶ οὐχ ὑπερβήσεται αὐτὸ, καὶ ταραχθήσε‐
5ται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερ‐ βήσεται αὐτό. Ὁ δοὺς κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐκοίμισεν τὰ κύματα αὐτῆς. Κύριος ὁ παντοκράτωρ ὄνομα αὐτοῦ.» «Τὴν μὲν ὁλκάδα ὀρέξει πορισμῶν ἐπενόησαν ἄν‐
10θρωποι, τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν. Ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια· ὅτι καὶ ἐν θαλάσσῃ ἔδωκας ὁδὸν, καὶ ἐν ὕδασι τρίβον ἀσφαλῆ, δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώζειν, εἰ καὶ ἄνευ τέχνης τις ἐπιβῇ. Θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας
15ἔργα, καὶ διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρωποι ψυχὰς, καὶ διελθόντες κλύδωνας σχεδίᾳ ἐσώθησαν.» «Οἱ πλέοντες τὴν θάλασσαν, διηγήσαντο τὸν κίν‐ δυνον αὐτῆς, καὶ ἀκοῇ ὠτίων ἡμῶν θαυμάζομεν. Καὶ
20ἐκεῖ τὰ θαυμάσια καὶ παράδοξα ἔργα, ἐποικία παν‐ τὸς ζώου, κτίσις κητῶν.» Μαινομένη πολλάκις ἐξ ἀνέμων θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα
25τὴν ὁρμὴν, ἐπανῆλθεν. Ἢ ἐμὲ οὐ φοβηθήσεσθε, λέ‐ γει Κύριος, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; τῷ ἀσθενεστάτῳ πάντων, τῇ ψάμμῳ, ἡ ταῖς βίαις τῶν ἀνέμων ἀφόρητος χαλινοῦται θάλασσα. Ἡδὺ δὴ θέαμα, λευκαινομένη θάλασσα, γαλή‐
30νης αὐτὴν σταθερᾶς κατεχούσης· ἡδὺ δὲ καὶ ὅταν πραείαις αὐραῖς τραχυνομένη τὰ νῶτα, πορφυροῦσαν χρόαν, ἢ κυανὴν τοῖς ὁρῶσιν προσβάλῃ· ὅτε οὐδὲ τύπτει βιαίως τὴν γείτονα χέρσον, ἀλλ’ οἷον εἰρηνι‐ καῖς τισι περιπλοκαῖς ἀσπάζεται.
35 Θάλασσα συνάπτει δι’ ἑαυτῆς ἀκώλυτον τοῖς ναυτι‐ λομένοις τὴν ἐπιμιξίαν παρεχομένη, καὶ πλούτου πρόξενος ἐμπόροις γίνεται, καὶ τὰς τοῦ βίου χρείας ἐπανορθοῦται ῥᾳδίως· ἐξαγωγὴν μὲν τῶν περιττῶν τοῖς εὐθηνουμένοις παρεχομένη, ἐπανόρθωσιν δὲ
40τοῦ λείποντος χαριζομένη τοῖς ἐνδεέσιν. Θαλάσσης, εἰ μὲν τὸ μέγεθος οὐκ εἶχον θαυμάσαι, ἐθαύμασα ἂν τὸ ἥμερον, καὶ πῶς ἵσταται λελυμένη τῶν ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. Ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις
45δύναμιν ἐπαινέσωμεν. Τί τὸ συναγαγόν; τί τὸ δῆ‐ σαν; πῶς ἐπαίρεται καὶ ἵσταται, λελυμένη τῶν ἰδίων ὅρων ἐντὸς, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; Πῶς δέχεται ποταμοὺς πάντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους περιουσίαν; πῶς ψάμμος ὅριον αὐτῇ;

96

.

48

(50)

πηλίκον τῷ στοιχείῳ πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσ‐ ωπον ὕδατος; τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. Πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι; τοῦτο οὐ θαυμάζεις ὁρᾷν; οὐδὲν ἐξίστατό
σου ἡ διάνοια, ἵνα γῆ καὶ θάλασσα δεθῶσιν ταῖς47 in vol. 96

96

.

49

χρείαις διὰ τῆς ἐπιμιξίας, εἰς ἓν ἔλθῃ τῷ ἀνθρώπῳ, τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν. Τί δὲ θάλασσα καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύ‐ μενα, καὶ διαδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα,
5καὶ φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ τῷ ἀν‐ θρώπῳ τὰ παρ’ ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, αὐτοὶ εἶδον τὰ θαυμάσια Κυρίου ἐν τῷ βυθῷ.
10Ποῖα θαυμάσια; Πέλαγος ἄχρι νεφῶν ἀνοιδαῖνον, γῆν ἐν μέσοις ὕδασιν ὑπολάμπουσαν, τὸ σκάφος ἀπὸ μετεώρου κρεμάμενον κύματος, καὶ νῦν μὲν καθάπερ κρημνοῖς τοῖς κοιλώμασι τῶν ὑδάτων ἐνολισθαῖνον, νῦν δὲ κορυφουμένου τοῦ κύματος ἀνασφενδονούμε‐
15νον εἰς ἀέρα. Ταρασσομένη θάλασσα ταῖς ἐμβολαῖς τῶν πνευμά‐ των ἐκ πυθμένος, καὶ ὠθουμένη βιαίως τῆς ψάμμου τοὺς ὅρους οὐχ ὑπερβάλλεται. Ὅριον γὰρ ἔθου, φη‐ σὶν, ὃ οὐ παρελεύσεται. Ἀλλ’ ὅταν ἐκ πελάγους κυ‐
20λιόμενον διαδράμῃ τὸ κῦμα, καὶ παφλάζον κοιλανθῇ, καὶ βρυχώμενον, καὶ εὐθὺς ἀνακλᾶται καὶ ἀνελίττε‐ ται, καὶ ὥσπερ ἐπὶ κεφαλῆς παλαιόμενον ὑποκύπτει αἰδοῖ καὶ δέει, καὶ εἰς ἑαυτὸ διαλύεται, καὶ ὁροθέ‐ σιον οὐχ ὑποτρέχει τῆς ψάμμου. Ὢ τοῦ θαύματος!
25τὴν μεγάλην καὶ φοβερὰν θάλασσαν ἡ εὔριπος ψάμ‐ μος ἀποτειχίζει, καὶ γῆ λεπτὴ, καὶ χνοώδης ἡ ὑπὸ τῶν πνευμάτων τῇδε κἀκεῖσε διαχεομένη, μαινομέ‐ νοις κύμασι γίνεται χαλινός. Ἄξιον θαυμάσαι θάλασσαν, δι’ ἧς τὰς ἀντιδόσεις
30τῶν ἀγαθῶν αἱ χῶραι ἀλλήλαις ἀντεκτείνουσιν, καὶ τὰ μὲν ἐνδέοντα λαμβάνουσιν, ὧν δὲ ἀργοῦσι, περι‐ ουσίαν ἀναπέμπουσι. ΤΙΤΛ. Ιʹ. —Περὶ θυγατέρων. «Ἐὰν γυνὴ εὔξηται εὐχὴν, καὶ ὁρίσηται ὁρισμῷ
35ἐν τῷ οἴκῳ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατὴρ, καὶ στήσονται πᾶ‐ σαι αἱ εὐχαὶ αὐτῆς, μενοῦσιν αὐτῇ. Ἐὰν δὲ ἀνανεύων
40ἀνανεύῃ ὁ πατὴρ αὐτῆς πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς οὓς ὡρίσατο, οὐ στήσονται· καὶ Κύ‐ ριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.» «Θυγατέρες σοι εἰσίν; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.
45Ἐκδίδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.» «Θυγάτηρ πατρὶ, ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέ‐ ριμνα αὐτῆς ἀφιστᾷ ὕπνον.» «Ἐπὶ θυγατρὶ ἀδιατρόπῳ στερέωσον φυλάκην.»

96

.

49

(50)

«Θυγάτηρ ἐπ’ ἐλαττώσει γίνεται. Θυγάτηρ φρονί‐49 in vol. 96

96

.

52

μη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνου‐ σα, εἰς λύπην γεννήσαντος. Πατέρα καὶ ἄνδρα κατ‐ αισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσε‐ ται.»
5 «Βούλομαι τὰς νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν.» ΤΙΤΛ. ΙΑʹ. —Περὶ τοῦ μὴ θαῤῥεῖν τινι ὡς ἔτυ‐ χεν. «Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ
10ἡγουμένοις. Ἀπὸ τῆς συγκοίτου σου, φύλαξον τοῦ ἀναθέσθαι αὐτῇ, τὶ ποιῶν. Διότι υἱὸς ἀτιμάζει πα‐ τέρα, καὶ θυγάτηρ ἐπανέστηκεν ἐπὶ μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. Ἐχθροὶ ἀνδρὸς πάν‐ τες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.»
15 «Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπ’ ἀδελφῆς μὴ πεποίθετε· ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίαν πορεύεται· ἕκαστος τῶν ἀδελφῶν αὐτοῦ καταπαίζεται.» «Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ
20γὰρ οἶδας τί τέξεται. Παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε καρδίαν σου, ἵνα μὴ ὀνειδίσῃ σε.» «Μὴ συμβολεύου μετὰ τοῦ ὑποβλεπομένου σε· ἀπὸ τῶν ζηλούντων ἔγκρυψον βουλήν σου. Μὴ παντὶ ἀνθρώπῳ ἔκφαινε καρδίαν σου.»
25ΤΙΤΛ. ΙΒʹ. —Περὶ θερισμοῦ καὶ τρυγητοῦ. «Ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ τοῦ ἐκθερίσαι, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις, καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγή‐
30σεις, οὐδὲ ῥάγας τοῦ ἀμπελῶνός σου συλλέξεις. Τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ἀφέσεις αὐτά.» ΤΙΤΛ. ΙΓʹ. —Περὶ θηρευτῶν. «Ἐὰν συναντήσῃς νοσσιὰν ὀρνέου ἐν τῇ ὁδῷ ἐπὶ παντὶ δένδρῳ, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν,
35ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέ‐ κνων. Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παι‐ δία λήψῃ ἑαυτῷ, ἵνα εὖ σοι γένηται, καὶ πολυήμερος ἔσῃ.» ΣΤΟΙΧΕΙΟΝ Ι.
40ΤΙΤΛ. Αʹ. —Περὶ ἰαμάτων ὑπὸ Κυρίου καὶ προ‐ φητῶν γινομένων. «Παρεγένετο Νεεμὰν σὺν τοῖς ἅρμασιν αὐτοῦ, καὶ ἔστη ἐπὶ τῆς θύρας τοῦ οἴκου Ἑλισαιέ. Καὶ ἐπέστει‐ λεν πρὸς αὐτὸν Ἑλισαιὲ ἄγγελον, λέγων· Πορευθεὶς
45λοῦσαι ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐπιστρέψει ἡ σάρξ σου ἐπὶ σοὶ, καὶ καθαρισθήσῃ. Καὶ ἐθυμώθη Νεεμὰν, καὶ εἶπεν· Ἰδοὺ Ἔλεγον, ἐξελεύσεται πρός με καὶ ἐπικαλέσεται ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ λεπρὸν, καὶ ἐπισυ‐

96

.

52

(50)

νάξει αὐτὸ ἀπὸ τῆς σαρκός μου. Οὐκ ἀγαθὸς Ἀρβάνα καὶ Φαρφὰδ ποταμοὶ Δαμασκοῦ ὑπὲρ τὸν Ἰορδάνην, καὶ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς, καὶ καθαρισθήσομαι; Καὶ προσῆλθον οἱ παῖδες αὐτοῦ καὶ εἶπον αὐτῷ· Πάτερ, εἰ μέγαν λό‐
55γον ἐλάλησεν πρὸς σὲ ὁ προφήτης, οὐκ ἂν ἐποίησας;51 in vol. 96

96

.

53

καθότι εἶπεν πρὸς σὲ, Λοῦσαι, καὶ καθαρίσθητι; Καὶ κατέβη Νεεμὰν, καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ.» «Ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ, καὶ ῥῆμα Κυρίου ἐγέ‐
5νετο πρὸς αὐτὸν, λέγων· Ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν ἡγούμενον τοῦ λαοῦ· Τάδε λέγει Κύ‐ ριος ὁ Θεὸς Δαβὶδ πατρός σου· Ἤκουσα τῆς προσ‐ ευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσο‐ μαί σε ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναβήσῃ εἰς τὸν
10οἶκον Κυρίου, καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου ἔτη δεκαπέντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσο‐ μαί σε, καὶ τὴν πόλιν ταύτην.» «Μεταβαίνοντι αὐτῷ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσ‐
15εκύνει αὐτῷ, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, λέγων· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρί‐ σθη.» «Εἰσελθόντι αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν
20αὐτῷ ἑκατοντάρχης, παρακαλῶν αὐτὸν, καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτι‐ κὸς, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰη‐ σοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος, ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα
25μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λό‐ γον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρω‐ πός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώ‐ τας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου,
30Ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, εἶπεν [τοῖς ἀκολουθοῦσιν]· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Καὶ εἶπεν τῷ σοι.» «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε
35τὴν πενθερὰν αὐτοῦ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός.» «Παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαβίδ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πι‐
40στεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθη‐ σαν αὐτῶν οἱ ὀφθαλμοί. Αὐτῶν δὲ ἐξερχομένων, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμε‐
45νον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός.» «Μεταβὰς ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συν‐ αγωγὴν αὐτῶν. Καὶ ἰδοὺ ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν. Τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν

96

.

53

(50)

χεῖρά σου, καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.» «Προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. Καὶ παρεκάλουν αὐτὸν, ἵνα μόνον ἅψωνται τοῦ κρα‐ σπέδου τοῦ ἱματίου αὐτοῦ. Καὶ ὅσοι ἥψαντο, διεσώ‐
55θησαν.» «Ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα,» καὶ τὰ λοιπά. «Προσῆλθον αὐτῷ ὄχλοι
πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν χωλοὺς, τυφλοὺς, κωφοὺς,53 in vol. 96

96

.

56

κυλλούς. Καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς.» «Προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σελη‐
5νιάζεται, καὶ πολλάκις πίπτει εἰς τὸ πῦρ, καὶ πολ‐ λάκις εἰς τὸ ὕδωρ. Καὶ εἶπεν ὁ Ἰησοῦς· Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον.» «Ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, καὶ
10ἔκραξαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὲ Δα‐ βίδ. Καὶ ἐφώνησεν αὐτοὺς, καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνεωχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς, ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ἀνέβλεψαν.»
15 «Ἦν ἄνθρωπος, καὶ εἶχεν τριάκοντα ὀκτὼ ἔτη ἐν τῇ ἀσθενείᾳ αὑτοῦ· καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Θέλεις ὑγιὴς γενέσθαι;» καὶ τὰ ἑξῆς. «Ταῦτα εἰπὼν, ἔπτυσεν χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐνέχρισεν ἐπὶ τοὺς ὀφθαλμοὺς
20τοῦ τυφλοῦ, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλοάμ. Καὶ νιψάμενος ἦλθε βλέ‐ πων.» «Ἰδοὺ ἀνὴρ Ἰάειρος πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
25ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν γυνὴ οὖσα ἐν ῥύσει αἵματος, ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.»
30 «Ἔτι λαλοῦντος, ἐπορεύθη τις ἀπὸ τοῦ ἀρχισυν‐ αγώγου, λέγων αὐτῷ, ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐ‐
35τῆς.» «Ἰδοὺ γυνὴ ἔχουσα πνεῦμα ἀσθενείας ἔτη δεκα‐ πέντε, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνα‐ κύψαι εἰς τὸ παντελές. Εἶπεν δὲ αὐτῇ ὁ Ἰησοῦς· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ παρα‐
40χρῆμα ἀνωρθώθη.» «Ἦν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀν‐ έκραξεν λέγων· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζα‐ ρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς· Φιμώθητι, καὶ ἔξελθε ἀπ’ αὐτοῦ. Καὶ
45ἐξῆλθεν ἀπ’ αὐτοῦ.» «Ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, καὶ ἀπεστέγασαν τὴν στέγην, καὶ χαλῶσι τὸν κράβ‐ βατον ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ·

96

.

56

(50)

Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἔγειρε, καὶ ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. «Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐξερχόμενος ἐν πνεύματι ἀκαθάρτῳ. Ἰδὼν δὲ τὸν
55Ἰησοῦν μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτὸν, καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Τί ἐμοὶ καὶ σοὶ, υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Ὁρκίζω σε τὸν Θεὸν, μή με βασανίσῃς. Καὶ ἐπηρώτησεν αὐτόν· Τί ὄνομά
σοι; Καὶ λέγει αὐτῷ· Λεγεὼν ὄνομά μοι. Καὶ55 in vol. 96

96

.

57

παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐξαποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
5Καὶ ἐπέτρεψεν αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα, εἰσῆλθον εἰς τοὺς χοίρους· ἦσαν δὲ δισχίλιοι.» «Φέρουσι δὲ αὐτῷ κωφὸν μογίλαλον καὶ παρα‐ καλοῦσιν αὐτὸν, ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἔβαλε
10τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἰάθη εὐθέως.» «Φέρουσιν αὐτῷ τυφλὸν, καὶ ἔθηκε τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἀνέβλεψεν.» «Εἶπε Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρ‐
15χει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ περιπάτει. Καὶ παραχρῆμα ἐστερεώ‐ θησαν αὐτοῦ αἱ βάσεις, καὶ τὰ σφυρὰ, καὶ περι‐ επάτει.» «Διὰ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα
20καὶ τέρατα ἐν τῷ λαῷ πολλά· ὥστε κατὰ τὰς πλα‐ τείας ἐκφέρειν τοὺς ἀσθενοῦντας, ἵνα διερχομένου Πέτρου, κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.» «Ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων, κατ‐ ελθεῖν καὶ πρὸς τοὺς ἁγίους εἰς Λύδδαν. Καὶ εὗρεν
25ἐκεῖ ἄνθρωπον Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατα‐ κείμενον ἐπὶ κραββάτου, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χρι‐ στὸς, καὶ εὐθέως ἰάθη.» «Ἀνήρ τις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς
30ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιπεπα‐ τήκει. Εἶπεν δὲ ὁ Παῦλος· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθὸς, καὶ ἥλατο, καὶ περιεπάτει.» «Παιδίσκη ἔχουσα πνεῦμα Πύθωνος, παραπο‐ ρευομένων αὐτῶν ἔκραζεν, λέγουσα· Οὗτοι ἄνθρωποι
35δοῦλοι τοῦ Θεοῦ Ὑψίστου εἰσίν· εἶπεν δὲ ὁ Παῦλος· Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, Ἔξελθε ἐξ αὐτῆς.» «Ἐγένετο πατέρα Πουπλίου πυρετοῖς καὶ δυσεν‐ τερίᾳ συνεχόμενον κατακεῖσθαι. Πρὸς ὃν ὁ Παῦλος
40εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας, ἰάσατο αὐτόν.» ΤΙΤΛ. Βʹ. —Περὶ ἱερατικῶν· καὶ ὅτι οὐκ ἔξεστιν ἰδιωτεύοντι ἅπτεσθαι ἱερατικοῦ σκεύους. «Ἐξέτεινεν Ὀζᾶ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κι‐
45βωτὸν τοῦ Θεοῦ, κατασχεῖν, ὅτι περιέσπασαν αὐτὴν οἱ μόσχοι· καὶ ἐθυμώθη Κύριος τῷ Ὀζᾶ, καὶ ἐπάτα‐ ξεν αὐτὸν ὁ Θεὸς, καὶ ἀπέθανεν παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου.» «Εἶπεν Δαβίδ· Οὐκ ἔσται ἆραι τὴν κιβωτὸν τοῦ

96

.

57

(50)

Θεοῦ, ἀλλ’ ἢ τοὺς Λευΐτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος λειτουργεῖν αὐτοὺς ἕως αἰῶνος.» «Ἔστησαν οἱ ἱερεῖς ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπον αὐτῷ· Οὔ σοι, Ὀζία, θυμιᾶσαι. Ἔξελθε ἐκ τοῦ ἀγιάσματος, ὅτι ἀπέστης ἀπὸ τοῦ Κυρίου, καὶ οὐκ
55ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου τοῦ Θεοῦ. Καὶ ἐθυμώθη Ὀζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ
θυμιατήριον, τοῦ θυμιᾶσαι ἐν τῷ ναῷ. Καὶ ἐν τῷ57 in vol. 96

96

.

60

θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ λέπρα ἀν‐ έτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου.» ΤΙΤΛ. Γʹ. —Περὶ ἱκετευόντων· καὶ ὅτι χρὴ τὰς
5ἱκεσίας τῶν δεομένων προσίεσθαι. «Σεμεὶ υἱὸς Γερὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐναντίον τοῦ βασιλέως, διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην, καὶ εἶπεν· Μὴ λογιζέσθω ὁ Κύριός μου ἀνομίαν· μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ
10ἡμέρᾳ ᾗ ἐξεπορεύετο ὁ κύριός μου βασιλεὺς, ὅτι ἐγὼ ἥμαρτον. Καὶ εἶπεν ὁ βασιλεύς· Οὐ μὴ ἀπο‐ θάνῃς. Καὶ ὤμοσεν αὐτῷ.» «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ Ἱεροβοὰμ, λέγων· Συλλάβετε αὐτόν. Καὶ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν
15ἐξέτεινεν πρὸς αὐτὸν, καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἡ ἐπ’ αὐτῷ. Καὶ εἶπεν ὁ βασι‐ λεὺς τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· Δεήθητι τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. Καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ
20βασιλέως πρὸς αὐτόν· καὶ ἐγένετο καθὼς ἦν.» «Ἦλθε πρὸς Ἠλιοῦ πεντηκόνταρχος ὁ τρίτος, καὶ ἔκαμψεν τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοῦ, καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν· Ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμηθήτω δὴ ἡ ψυχή μου, καὶ ἡ ψυχὴ τῶν δούλων
25σου τούτων τῶν πεντήκοντα. Καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοῦ, καὶ εἶπεν· Κατάβηθι, μὴ φοβηθῇς. Καὶ ἀνέστη Ἠλιοῦ, καὶ κατέβη πρὸς τὸν βασιλέα.» «Μὴ ἐκκλίνῃ ὁ νοῦς σου ἑκὼν δεήσεως ἐν ἀνάγκῃ
30ἀδυνάτων.» «Ἱκέτην δεόμενον μὴ ἀπαναίνου, καὶ ἀπὸ δεομέ‐ νου μὴ ἀποστρέψῃς ὀφθαλμόν.» Ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ μὴ παρέχειν ἡμᾶς. —Συμμετρεῖσθαι δεῖ τῷ αἰτουμένῳ
35τὴν αἴτησιν. Ὁμοίως γὰρ ἄτοπον παρὰ μικροῦ με‐ γάλα ζητεῖν, καὶ παρὰ μεγάλου μικρά. Τὸ μὲν γὰρ ἄκαιρον, τὸ δὲ σμικρόλογον. —Δέχου τὸν ἱκέτην, ἐπίκουρον ἔχοντα τὴν ἡμέραν. ΤΙΤΛ. Δʹ. —Περὶ ἰσότητος· καὶ ὅτι χρὴ τὰ πρὸς
40ἀξίαν νεμεῖν. «Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ. «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»
45 «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος, τῷ τὴν τιμὴν, τὴν τιμὴν, τῷ τὸν φόβον, τὸν φόβον.» Οὐχ ἁπλῶς ὁ ἀγωνοθέτης τοῖς ἐθέλουσι τῶν ἀθλη‐ τῶν τὰς ἐξαιρέτους χαρίζεται τιμὰς, ἀναλόγως δὲ

96

.

60

(50)

μᾶλλον ταῖς τῶν ἀθλητῶν εὐδοκιμήσεσι διανέμει τὰ γέρα. —Ἰσότης πηγὴ δικαιοσύνης. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Τὸ μηδένα ἀδικεῖν, ἀλλ’ ἰσότητι τιμᾷν, ἰσχυρὰ
55δύναμις. —Πᾶν τὸ ἄνισον, ἀγάπης ἀλλότριον.59 in vol. 96

96

.

61

ΤΙΤΛ. Εʹ. —Περὶ ἰατρῶν, καὶ ἰατρείας. «Ὑμεῖς ἐστε ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες.» «Τίμα ἰατρὸν πρὸς τὰς χρείας τιμῆς αὐτοῦ· καὶ
5γὰρ αὐτὸν ἔκτισεν ὁ Κύριος. Παρὰ Ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόματα. Ἐπι‐ στήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται. Ἰατρῷ δὸς τόπον· καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ Κύριος. Ὁ ἁμαρτάνων ἔναντι
10τοῦ ποιήσαντος αὐτὸν, ἐμπεσεῖται εἰς χεῖρας ἰα‐ τροῦ.» Οἱ τῶν σωμάτων θεραπευταὶ, τοὺς μὲν ὑγιαίνον‐ τας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζον‐ ται· τοὺς δὲ κεκρατημένους ὑπὸ τοῦ πάθους οὐκ
15ἐγχειροῦσιν. —Ἀνεπιστήμων ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγείαν αὐτοὺς ἐπαναγαγεῖν, καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως ἀφαιρεῖται. —Οἱ τῶν ἰατρῶν σοφοὶ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν
20κύλικα περιχρίουσιν. Οἶμαι τοὺς ἀρχαίους τῶν ἰατρῶν, οὐχ ἁπλῶς, οὐδ’ ἀλόγως νομοθετῆσαι δημοσιεύεσθαι τὴν τῶν ποικί‐ λων ἐργαλείων ἐπίδειξιν, ἀλλ’ ἵνα τοὺς ὑγιαίνοντας ἀσφαλίζωνται, προσδεικνύντες αὐτοὺς ὁπόσων ἀτα‐
25κτοῦντες δεήσονται. Τέλειον ἰατρὸν λέγομεν, τὸν μηδὲν τῶν εἰς ὠφέ‐ λειαν ἀνηκόντων καὶ θεραπείαν παραλιπόντα. Ἀγαθὸς ἰατρὸς οὐ μιᾷ ἡμέρᾳ τῷ νοσοῦντι πάντα ἀθρόα τὰ ὑγεινὰ ἐπιφέρειν ἂν θελήσειεν, εἰδὼς
30βλάβην ἐργασόμενος μᾶλλον ἢ ὠφέλειαν· ἀλλὰ διαμετρησάμενος τοὺς καιροὺς ἐπιδιανέμει τὰ σωτή‐ ρια, καὶ ἄλλο τι ἄλλα προστιθεὶς, πρᾴως ὑγείαν ἐμποιεῖ. ΤΙΤΛ. ϛʹ. —Περὶ ἱματίων· καὶ ὅτι οὐ δεῖ ἱμα‐
35τισμῷ πολυτελεῖ κεχρῆσθαι, ἢ ἄνδρα, ἢ γυ‐ ναῖκα. «Ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περι‐ σκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ.» «Ἱμάτιον ὑφασμένον ἔκδυε· κίβδηλον οὐκ ἐπιβα‐
40λεῖς σεαυτῷ.» «Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ μὴ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμά ἐστι Κυρίῳ πᾶς ποιῶν ταῦτα. Οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λῖνον ἐν τῷ αὐτῷ.»
45 «Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά.» «Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ.» «Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγα‐ τέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ
νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν,61 in vol. 96

96

.

64

ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέ‐ ρας Σιών. Καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐ‐ τῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ἀφελεῖ Κύριος τὴν
5δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τὸν κόσμον αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς δακτυλίους, καὶ τὰ περι‐ δέξια, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ Λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ σὰ ὑακίνθινα, καὶ τὴν
10βύσσον σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθυφασμένην, καὶ τὰ θέριστρα, καὶ τὰ κλιτὰ τοῦ χρυσίου. Καὶ ἔσται σοι ἀντὶ ὀσμῆς τῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κε‐ φαλῆς φαλάκρωμα ἕξεις, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ταῦτά σοι ἀντὶ
15καλλωπισμοῦ.» «Αὐτὸς ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχὸς καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ.» Τὸν σκοπὸν τῆς χρήσεως τοῦ ἐνδύματος ὑπέβαλεν
20ἡμῖν ὁ Ἀπόστολος διὰ μιᾶς λέξεως, εἰπών· Ἔχοντες δὲ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό‐ μεθα· ὡς τῆς σκεπῆς ἡμῶν προσδεομένων μόνης, οὐκέτι μέντοι καὶ τῆς ποικιλίας τοῦ ἀπ’ αὐτῆς καλ‐ λωπισμοῦ εἰς τὴν ἀπηγορευμένην περπερείαν ἐκ‐
25πιπτόντων, ἵνα μή τι χεῖρον λέγω. Ταῦτα γὰρ ὕστε‐ ρον ἐπεισήχθη διὰ τῆς περιέργου ματαιοτεχνίας. Δηλοῖ δὲ καὶ ἡ πρώτη τῶν σκεπασμάτων χρῆσις, ἣν αὐτὸς ὁ Θεὸς τοῖς ἐπιδεηθεῖσι δέδωκεν. Ἐποίησε γὰρ αὐτοῖς ὁ Θεὸς χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν
30αὐτούς. Πρὸς γὰρ τὴν τῶν ἀσχημόνων ἐπικάλυψιν ἐξήρκει ἡ τοιαύτη τῶν χιτώνων χρῆσις. Ἐπειδὴ καὶ ἕτερος σκοπὸς συνεισέρχεται, τὸ θάλπεσθαι διὰ τῶν σκεπασμάτων, ἀνάγκη ἀμφοτέρων ἐστοχασμέ‐ νως τὴν χρῆσιν εἶναι, τοῦ τε περιστέλλειν ἡμῶν τὰ
35ἀσχήμονα, καὶ τοῦ ἀλεξήματα εἶναι πρὸς τὴν ἐκ τῶν ἀέρων βλάβην. —Τῆς χρήσεως τὸ μέτρον, ἡ ἀπα‐ ραίτητος ἀνάγκη τῆς χρείας. Εἰ δὲ ὑπὲρ τὴν χρείαν, πλεονεξίας, ἢ φιληδονίας, ἢ κενοδοξίας ἔχει τὴν νόσον. —Σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρ‐
40κὸς πρὸς χειμῶνα καὶ θέρος αὐταρκές. Μὴ ἐσθῆτι μαλακισθῶμεν, ἁπαλῇ τε καὶ περιῤ‐ ῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία. Οὐ χρυσὸς ἐκείνῃ ἦν κόσμος, ἐν τέχνῃ ποιηθεὶς εἰς κάλλους περιουσίαν· οὐ ξανθαὶ πλοκαμῖδες, δια‐
45φαινόμεναί τε καὶ ὑποφαινόμεναι, καὶ βοστρύχων ἕλικες, σοφίσματα σκηνοποιούντων τὴν τιμίαν κε‐ φαλὴν, ἀτιμότατα· οὐκ ἐσθῆτος περιῤῥεούσης καὶ διαφανοῦς πολυτελεία· οὐ λίθων αὐγαὶ καὶ χάριτες χρωννῦσαι τὸν πλησίον ἀέρα, καὶ τὰς μορφὰς περι‐

96

.

64

(50)

λάμπουσαι· οὐ ζωγράφων τέχναι καὶ γοητεύματα, καὶ τὸ εὔωνον κάλλος, ἀλλὰ τὴν ῥέουσαν εὐμορφίαν ταῖς ἐπὶ θεάτρων παρῆκεν καὶ τριόδων, καὶ ὅσαις
αἰσχύνη καὶ ὄνειδος τὸ αἰσχύνεσθαι.63 in vol. 96

96

.

65

Τὸ εὐϊματεῖν μειρακιῶδές ἐστι μόνον, καὶ ἐν μόνῃ δοκήσει τὸ ἡδὺ ἔχει, καὶ τοὺς ὀφθαλμοὺς δια‐ παίζει. Αἱ τῶν ἀναγκαίων κτήσεις, οὐ τὴν ποιότητα βλα‐
5βερὰν ἔχουσιν, ἀλλὰ τὴν παρὰ τὸ μέτρον ποσότητα. —Οὐ κατὰ πάντα σκορακιστέον τὴν χρίσιν, ἀλλ’ ὥσπερ φαρμάκῳ καὶ βοηθήματι χρηστέον τῷ μύρῳ. ΤΙΤΛ. Ζʹ. —Περὶ ἰσότητος· καὶ ὅτι ἴση τάξις παρὰ Θεῷ πάντων.
10 «Μικρὸν καὶ μέγαν οὗτος ἐποίησεν, αὐτός τε προνοεῖται περὶ πάντων.» Οὐκ ἐθέλει γὰρ Χριστὸς ἄναξ τεκέων, τῶν μὲν πατὴρ ἤπιος εἶναι, τῶν δὲ βαρυφρενέων. Οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ, κατὰ τὸ
15γεγραμμένον, ἀλλ’ εἴτε τις εἴη μέγας καὶ σοβαρὸς, πλούτῳ τε καὶ δόξῃ τῇ κατὰ τὸν κόσμον εἰς ὕψος ἠρμένος, τὴν ἀκλεᾶ καὶ ἀγέραστον ἀποίσεται ψῆφον, τοῖς τῆς φαυλότητος αἰτιάμασιν ἐνεχόμενος· εἴ τέ τις εἴη μικρὸς, πτωχείᾳ τε καὶ ἀδοξίᾳ συζῶν, κατα‐
20δικασθήσεται πρὸς ἀκαθαρσίαν, εἰ μὴ τοῖς εἰς ἀρετὴν ἐπαυχοίη τρόποις. ΣΤΟΙΧΕΙΟΝ Κ. ΤΙΤΛ. Αʹ. —Περὶ κριμάτων Θεοῦ· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν ἐφ’ οἷς δίκαιοι μὲν δυσπραγοῦσιν,
25ἄδικοι δὲ εὐπαθοῦσιν. «Εἶπε Κύριος πρὸς Ἰώβ· Μὴ ἀποποιοῦ μοι τὸ κρῖμα; οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» «Διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ
30ἐν πλούτῳ; Ὁ σπόρος αὐτῶν κατ’ ἐπιθυμίαν ψυχῆς, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς· οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ Κυ‐ ρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς. Μένουσι δὲ ὥσπερ πρό‐ βατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν,
35ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.» «Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ἄβυσσος πολλή.» «Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ
40αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν.» «Παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι
45ἐζήλωσα,» καὶ τὰ λοιπά. —«Ἰδοὺ οὗτοι οἱ ἁμαρ‐ τωλοὶ, καὶ οἱ εὐθηνοῦντες εἰς τὸν αἰῶνα.» «Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ.» «Μὴ ζηλούτω σου ἡ καρδία ἁμαρτωλοὺς, ἀλλ’ ἐν

96

.

65

(50)

φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.» «Θησαυρίζεται δικαίοις πλοῦτον ἀσεβῶν.» «Ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος· καὶ ἔσται ὡς στιγμὴ, καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ’ ὕπνον ὁ πλοῦτος
55τῶν ἐθνῶν· καὶ ἔσονται ἐν τῷ ὕπνῳ πίνοντες καὶ65 in vol. 96

96

.

68

ἐσθίοντες, καὶ ἐξαναστάντων αὐτῶν μάταιον τὸ ἐνύπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων
5τῶν ἐθνῶν.» «Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι· πλὴν κρί‐ ματα λαλήσω πρὸς σέ. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦ‐ ται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθέτημα. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποίη‐
10σαν, καὶ ἐποίησαν καρπόν. Ἐγγὺς εἶ σὺ τοῦ στόμα‐ τος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.» «Μὴ ζηλώσῃς δόξαν ἁμαρτωλῶν.» «Δι’ ὧν ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τοῦτο αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.»
15 «Καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν, μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν, ἢ κακὸν, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν Ἰα‐ κὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Τί οὖν ἐροῦ‐
20μεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τῷ Μωσῇ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτει‐ ρήσω ὃν ἂν οἰκτείρω. Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραῶ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξέγειρά σε,
25ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. Ἄρα οὖν ὃν θέλει, ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστη‐ κεν; Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινό‐ μενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί
30με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξι‐
35χνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων δια‐ φεύγωσιν ἡμᾶς, πάντως γε παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν, ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ.
40 Ἡ παρὰ τοῦ δικαιοκρίτου οὐρανόθεν ἐπαγομένη ἡμῖν δικαιοσύνη, ἐπανορθωτικὴ οὖσα καὶ ἀνταπο‐ δοτικὴ, πολὺ ἔχει τὸ δυσθεώρητον, διὰ τὸ ὕψος τῶν ἐναποκειμένων αὐτῇ δογμάτων. Τοῦτο γὰρ οἶμαι λέγειν τὸν ψαλμῳδὸν, Ἡ δικαιοσύνη σου ὡς ὄρη
45Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα τοῦ Θεοῦ κρί‐ ματα δοκιμάζειν. —Ἄλλοι μὲν εὐπλοοῦσι τῶν Θεῷ φίλων, ἄλλοι δὲ δυσπλοοῦσιν οὐδὲν χείρονες. Τίς οἶδε τούτων τοὺς λόγους, πλὴν σοῦ, Λόγε;

96

.

68

(50)

Τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται, ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν
διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι’ ἀρετὴν δοκιμάζεται·67 in vol. 96

96

.

69

Ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώ‐ τερον, ὅλην ἐώμενος πρότερον ὥσπερ τινὰ νόσον ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιό‐ τερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ
5χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν εἶχε, τοῦτο ἐκτήξῃ. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός. Ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς, καὶ
10συνέδησεν, οὕτω σοφῶς τὰ πάντα διεξάγων, καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις αὐτοῦ κρίμασιν. Ἓν μόνον πεπεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα οἰκονομεῖται παρὰ Θεοῦ, τὸν δὲ τρόπον
15μηκέτι ζητεῖν, μήτε ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυ‐ μεῖν. Οὔτε γὰρ δυνατὸν ταῦτα εἰδέναι, οὔτε συμφέ‐ ρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ τα‐ χέως εἰς ἀπόνοιαν αἴρεσθαι. Φασί τινες· Διὰ τί Δίκαιοι ἀσθενοῦσι, καὶ πένον‐
20ται, ἄδικοι δὲ ῥώννυνται καὶ πλουτοῦσι; διὰ τί τοῦτο, ἵνα οἱ μὲν στεφανωθῶσιν, οἱ δὲ τιμωρηθῶσιν εἰς αἰῶνα; Εἴρηκας, διὰ τί ὁ Θεὸς τοῦτον κέκρικεν ἀθυμεῖν καὶ θλίβεσθαι ἀγαθὸν ὑπάρχοντα, καὶ ἄλλον ἱλα‐
25ρεύεσθαι καὶ πλουτεῖν πάνυ φαῦλον τυγχάνοντα; καὶ διὰ τί ἄλλος ἐν πᾶσιν εὐοδοῦται, καὶ ἄλλος ἐν πᾶσιν ἀποτυγχάνει; διὰ τί οὗτος ἔῤῥωται, κἀκεῖνος νοση‐ λεύεται, καὶ ἄλλος χρηστός τις ἀνὴρ ἐν τῷ δαιμο‐ νίῳ συντρίβεται, ὁ δὲ πονηρὸς ζῇ; Μὴ περιεργάζου
30τὰ ὑπὲρ σὲ, μόνον δὲ γίνωσκε, ὅτι βουλήσει τοῦ Κρείττονος καὶ ψήφῳ ταῦτα πάντα γίνεται· μὴ μέντοι καταζητήσῃς τὸν λόγον τῆς ἀκριβείας. Παῦ‐ λος ὁ τηλικοῦτος ἀπεφήνατο ἀνεξερεύνητα εἶναι τὰ κρίματα τοῦ Θεοῦ. Οὐκ ἔστι τοίνυν δυνατὸν καταλα‐
35βεῖν τὰ ἴχνη τῶν ποδῶν Κυρίου, καὶ τῶν αὐτοῦ βουλημάτων. Τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλὴ, καθά φησιν ὁ Προφήτης. Ἐάν τις ἀπελθὼν, βούλεται περᾶσαι ποταμὸν, καὶ ὁρᾷ αὐτὸν παφλάζοντα [R. καχλάζοντα], καὶ κατα‐
40συρόμενον φοβερῶς, καὶ μηδενὸς ἄλλου ἐπιχειροῦν‐ τος διελθεῖν δι’ αὐτοῦ, παραβουλεύσηται δὲ καὶ εἰσέλθῃ, θέλων ἐπιδείξασθαι ἑαυτὸν ὡς γενναῖον καὶ δυνατὸν, καὶ ἀποθάνῃ ἐν τῷ ποταμῷ, μετὰ τῶν πα‐ ραβούλων κρίνεται ἡ ψυχὴ αὐτοῦ, ἐπειδὴ βλέπων
45τὸν θάνατον αὐτοῦ, παρήκουσε τῆς Γραφῆς λεγού‐ σης· Μὴ βιάζου ῥοῦν ποταμοῦ. Ἐὰν δὲ ἴδῃ τὸν ποταμὸν ἡσύχως ῥέοντα, καὶ μὴ ἀπειλοῦντα βρυγ‐ μοὺς θανατηφόρους, ἀλλὰ πραῢν καὶ εὐμαρῆ, καὶ πολλοὺς διερχομένους, καὶ εἰσέλθῃ τοῦ διελθεῖν δι’

96

.

69

(50)

αὐτοῦ, καὶ ἐπαγάγῃ αὐτῷ ὁ Σατανᾶς κῦμα κατὰ συγχώρησιν Θεοῦ, ἢ καὶ τὸν πόδα αὐτοῦ σκάσῃ, καὶ πεσὼν ἐν τῷ ὕδατι αὐτοῦ ἀποθάνῃ, μαρτυρικὸς αὐ‐
τοῦ ὁ θάνατος λογισθήσεται. Πλὴν καὶ ἡ ὥρα τοῦ69 in vol. 96

96

.

72

θανάτου παρῆν αὐτῷ, ἀλλ’ οὐ μέντοι ἐν τῷ οὕτως ἀποθανεῖν αὐτόν. Ὁ γὰρ διάβολος βλέπων τὴν ὥραν τοῦ θανάτου, προλαβὼν ἑτοιμάζει τὸ πτῶμα, ἵνα τῇ παγίδι ἐπιγραφῇ ὁ θάνατος. Ὁμοίως καὶ οἱ ἀπὸ
5θηρίων ἀποθνήσκοντες. Ἐάν τις ἐν τῇ οἰκείᾳ προαι‐ ρέσει ἀπέλθῃ σφάξαι τὸ θηρίον, ἐπιδεικνύμενος τὴν αὐτοῦ δύναμιν, καὶ ἐγείρῃ τὸ θηρίον, καὶ ἀποθάνῃ ἐξ αὐτοῦ, μετὰ τῶν παραβούλων κρίνεται ἡ ψυχὴ αὐτοῦ. Ἐὰν δὲ αἰφνιδίως ἐπέλθῃ τὸ θηρίον, καὶ διαῤ‐
10ῥήξῃ τὸν ἄνθρωπον, μαρτυρικῷ θανάτῳ τέθνηκεν ὁ τοιοῦτος· ὁμοίως καὶ εἰς τὴν θάλασσαν, καὶ εἰς τὴν γῆν. ΤΙΤ. Βʹ. —Περὶ καταλαλιᾶς· καὶ ὅτι καταλαλιά ἐστι λόγος ψευδὴς κατά τινος λεγόμενος.
15 Ἐλάλησε Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωσέως ἕνε‐ κεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μω‐ σῆς ὅτι γυναῖκα Αἰθιοπίσσαν ἔλαβεν. Καὶ εἶπον· Μὴ Μωσῇ μόνον ἐλάλησεν Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλά‐ λησε Κύριος; καὶ εἶπε Κύριος πρὸς αὐτούς· Ἀκού‐
20σατε τὸν λόγον μου, ἀμφότεροι. Ἐὰν γένηται προ‐ φήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι’
25αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν. Καὶ διὰ τί οὐκ ἐφοβήθητε λαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; καὶ ὠργίσθη θυμῷ Κύριος· καὶ ἰδοὺ Μα‐ ριὰμ λεπρῶσα ὡσεὶ χιών. «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια,» καὶ τὰ
30λοιπά. «Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου,» καὶ τὰ λοιπά. «Κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν,» καὶ τὰ λοιπά.
35 «Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον,» καὶ τὰ λοιπά. «Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον,» καὶ τὰ λοιπά. «Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς,» καὶ
40τὰ λοιπά. «Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ κατα‐ λαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύεται.» «Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλα‐
45λῶν ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκέτι εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. Εἷς ἐστιν ὁ νομο‐ θέτης καὶ ὁ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπο‐ λέσαι.»

96

.

72

(50)

«Ὀφθαλμὸν καταλαλοῦντα πατρὸς, καὶ ἀτιμά‐ ζοντα γῆρας μητρὸς, ἐκκόψειαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.» Καταλαλιά ἐστι, τὸ κατὰ ἀπόντος ἀδελφοῦ λαλεῖν,
55σκοπῷ τοῦ διαβάλλειν αὐτὸν, εἰ καὶ ἀληθὲς ᾖ τὸ λε‐ γόμενον. Ἐάν τίς σε εἶπε κακῶς, εἰ μὲν ἀληθὲς λέγει,
διορθῶσαι· εἰ δὲ ψευδῆ, καταγέλασον. Εἰ μὲν σύν‐71 in vol. 96

96

.

73

οιδας σεαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ δὲ μὴ σύνοιδας, καταφρόνησον. Τῶν κακῶς λεγόντων ἡμᾶς τότε χρὴ καταφρονεῖν, ὅταν ἡμεῖς μὴ παρέξωμεν λαβάς. Μᾶλλον δὲ μηδὲ
5τότε, ἀλλ’ ἐπειδὰν δυνώμεθα ἐπιστομίζειν αὐτούς. Ὅταν δὲ ἐξ ἡμῶν γίνηται τὸ πᾶν, ἐπὶ τὴν ἡμετέραν κεφαλὴν τρέπεται πᾶν τὸ πῦρ. —Οὐχ οἱ κακῶς λέ‐ γοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας εἰκῆ παρέχον‐ τες, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυ‐
10νοι τιμωρίας. Ὁ κακῶς ἕτερον διατιθέναι βουλόμενος, πρότερον ἑαυτὸν οὕτω διατίθησιν. Συμφέρει σοι πίνειν οἶνον, καὶ τρώγειν κρέα, καὶ μὴ κατεσθίειν ἐν καταλαλιᾷ σάρκας ἀδελφῶν.
15ΤΙΤΛ. Γʹ. —Περὶ καιροῦ· ὅτι δεῖ τὸν καιρὸν ἐξαγοράζειν, καὶ ὅτι πάντα καιρὸν ἔχει τοῦ λέγεσθαι καὶ γίνεσθαι. «Καιρὸς τῷ πάντι πράγματι ὑπὸ τὸν ἥλιον. Και‐ ρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν. Καιρὸς
20τοῦ φυτεῦσαι, καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευ‐ μένον. Καιρὸς τοῦ καθελεῖν, καὶ καιρὸς τοῦ οἰκοδομεῖν. Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελᾶσαι. Καιρὸς τοῦ ζητῆσαι, καὶ καιρὸς τοῦ ἀπολέσαι. Καιρὸς τοῦ φυλάξαι, καὶ καιρὸς τοῦ ἐκβαλεῖν. Καιρὸς τοῦ ῥῆξαι,
25καὶ καιρὸς τοῦ ῥάψαι. Καιρὸς τοῦ λαλεῖν, καὶ καιρὸς τοῦ σιγᾷν. Καιρὸς τοῦ φιλῆσαι, καὶ καιρὸς τοῦ μι‐ σῆσαι. Καιρὸς πολέμου, καὶ καιρὸς εἰρήνης.» «Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδι‐ κίας αὐτῆς ἐτρυγήσατε;»
30 «Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.» «Συντήρησον καιρὸν, καὶ φύλαξαι ἀπὸ τοῦ πο‐ νηροῦ.» —«Ἀκαίρως μὴ σοφίζου.» —«Μὴ κω‐ λύσῃς λόγον ἐν καιρῷ σωτηρίας.»
35 «Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ. Ἀπὸ στό‐ ματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή· οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.» «Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Βλέπετε πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι,
40ἀλλ’ ὡς σοφοί· ἐξηγορασμένοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρο‐ νες, ἀλλὰ συνίετε, τί τὸ θέλημα τοῦ Θεοῦ.» «Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν και‐ ρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χά‐
45ριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι.» Σφοδρὸς ὁ πόθος; λαβοῦ τοῦ ποθουμένου. Ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρ‐ εμπέσῃ μέσον, καὶ διακόψῃ τὸν πόθον.

96

.

73

(50)

Τὸ μὲν ἁπλῶς παῤῥησιάσασθαι, καὶ τῶν τυχόν‐73 in vol. 96

96

.

76

των πολλάκις ἐστίν· τὸ δὲ εἰς δέον καὶ καιρῷ τῷ προσήκοντι, καὶ μετὰ τῆς ἁρμοζούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς.
5 Βέλτιον λίθον βαλεῖν εἰκῆ, ἢ λόγον. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. —Χρόνου φείδεσθαι καλόν.» ΤΙΤΛ. Δʹ. —Περὶ κολάκων, καὶ παρασίτων, καὶ γελοιαστῶν· καὶ ὅτι χρὴ φεύγειν αὐτούς.
10«Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» «Ἐν γέλωτι ἄφρων πράττει κακά.» «Λόγοι κερκώπων μαλακοί· οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων.» «Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν· οἱ
15δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκουσθήσονται.» «Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων.» «Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.» —«Ὥσπερ φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρό‐
20νων.» «Οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.» «Ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον, πλα‐ νῶντες καὶ πλανώμενοι, ὅπως ἂν καταπίνωσιν αὐ‐
25τούς. Ἀφελεῖ Κύριος ἀπὸ Ἱερουσαλὴμ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας.» «Οὐαὶ τοῖς συῤῥάπτουσι τὰ προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιοῦντες ἐπιβόλαια ἐπὶ
30πᾶσαν κεφαλὴν ἡλικίας, τοῦ διαστρέφειν ψυχὰς, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια φθέγματα.» «Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρη‐ νικοί σου· κατίσχυσάν σου ἐν ὀλισθήματι ποδός
35σου.» «Ὁ σοφιζόμενος ἐν λόγοις, μισητὸς, οὗτος πάσης χρείας ὑστέρησεν. Οὐ γὰρ ἐδόθη αὐτῷ χάρις παρὰ Κυρίου.» «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ
40ἂν ἤμην.» «Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι κλαύσετε.» «Οὗτοί εἰσι γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέροχα· καὶ θαυμάζοντες πρόσωπα, ὠφε‐
45λείας χάριν.» Φύγωμεν κολακείας καὶ θωπείας, καὶ τῆς Ἀρχι‐ λόχου ἀλώπεκος τὸ κερδαλέον καὶ ποικίλον. Οὐδὲν γὰρ χαλεπώτερον τοῖς εὖ φρονοῦσι τοῦ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ

96

.

76

(50)

μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου.75 in vol. 96

96

.

77

Τὸ γέλωτι ἀκρατεῖ καὶ ἀσχέτῳ κατέχεσθαι, ἀκρα‐ σίας σημεῖον. Ἄχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ ἀπρεπὲς, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον· Καρδίας εὐφραι‐
5νομένης θάλλει πρόσωπον. Ἐκκαχάζειν δὲ τῇ φωνῇ, καὶ ἀναβράζεσθαι τὸ σῶμα, οὐ τοῦ κατ‐ εσταλμένου τὴν ψυχὴν, οὐδὲ τοῦ δοκίμου, οὐδὲ τοῦ περικρατῶς ἔχοντος ἑαυτοῦ. Βεβαιοῖ γὰρ τὸν λόγον ὁ σοφώτατος Σολομῶν, ὅτι Ὁ μωρὸς ἐν γέλωτι ἀν‐
10υψώσει φωνὴν αὐτοῦ· ἀνὴρ δὲ σοφὸς μόλις ἡσυχῆ μειδιάσει. —Ἀνθρωπάρεσκός ἐστιν, ὁ πρὸς τὸ θέλημα ἀνθρώπου τινὸς, ἢ ἀρέσκειαν αὐτοῦ ποιῶν τι, κἂν ἀτιμίας ἄξιον ᾖ τὸ γινόμενον. Μὴ ἐν ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀν‐
15θρώπων ἡδυνθῶμεν, ἃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκεν. —Πεφύκασί πως ταῖς μεγάλαις δυ‐ ναστείαις αἱ ἀπελεύθεροι αὗται παραφύεσθαι θερα‐ πεῖαι. Οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι’ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συν‐
20ιστῶσιν· καὶ σχεδὸν ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ, ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη, λύμη ἐστὶ τῆς φιλίας. Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος,
25 Μάλιστα μὲν πᾶς, τὸ πλέον δ’ ὁ πορνικός. Γέλως ἄτακτος συλλέγει καὶ δάκρυον. Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον. Ὁ ἀνθρώποις ἀρέσκων, τοὺς παρ’ αὐτῶν ἐπαίνους ἔχοι ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν. Λήψεταί
30γε μὴν τῶν παρὰ Θεοῦ σύμπαν οὐδέν. Στωμύλον τὸ στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρ‐ έχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώ‐ ποις, ἔχουσι τὸν νοῦν κατεφθαρμένον. Μιμητὰς δὲ ἀνθρώπων γελοίων, μᾶλλον δὲ κατα‐
35γελάστων παθῶν, τῆς ἡμετέρας ἐξελαστέον πολι‐ τείας· τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας. —Οὐκ ἂν ἔχοι τις ἕταιρον τὸν κόλακα. Νόσος γὰρ φιλίας ἡ κολακεία. Τὰς τῶν ἀρχόντων εὐπραγίας, μᾶλλον ἢ τοὺς
40ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν οἱ πλεῖστοι Μὴ τοῖς ἐπαίνοις θέλγοντας καὶ φρεναπατῶντάς σε ἀποδέχου. Μισεῖν γὰρ τοὺς κόλακας οἱ σοφοὶ παρεγγυῶσιν ὡς μεγάλα βλάπτοντας. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ἐλάλει ὁ
45μακάριος Δαβίδ. Ἐχρῆν οὖν στυγνάζειν σε μᾶλλον, καὶ κατηφεῖν ἐπὶ τοῖς ἐνθυμήμασι τῆς ἀτοπίας, ἅ τινα γεννήματα ἐχιδνῶν τυγχάνουσιν ψυχῆς τῆς κατημελημένης. Καὶ δέον δάκρυσιν ἐκτήκειν τοὺς ἔξωθεν ὀφθαλμοὺς, καὶ τοὺς ἔσω, αὐτὸς νῦν τοὐναν‐

96

.

77

(50)

τίον ποιεῖς, γελοιάζων, καὶ ἀναβρασσόμενος, καὶ πᾶ‐ σαν ὡς εἰπεῖν, ὥραν χαίρεις τοῖς σκιρτήμασι τῆς
ἀλογίας καὶ τῆς ἀπαιδευσίας· θαῤῥῶν δὲ, καὶ πεποι‐77 in vol. 96

96

.

80

θὼς, καὶ ἀναπαυόμενος τῇ πρὸς ὀλίγον χρόνον ἀποχῇ τῶν βρωμάτων, καὶ τῷ δοκεῖν ἀφιστάναι γυναικός. Ἀλλ’ οὐδὲ τοῦτο μόνον. Καὶ γὰρ δαίμονες πλέον τι ἐν τούτῳ σου ἔχουσιν, μηδὲ ὅλως πώποτε ἐσθίοντες,
5μηδὲ καθεύδοντες. ΤΙΤΛ. Εʹ. —Περὶ κλεπτῶν. «Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ αὐτὸ, πέντε μόσχους ἀποτίσει ἀντ’ αὐτοῦ. Ἐὰν δὲ καταληφθῇ, διπλᾶ ἀποτίσει.»
10 «Ἐὰν ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος.» «Ἐὰν ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος. «Ἐπανέστησαν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν
15ἦσαν τρῶγλαι πετρῶν.» «Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυ‐ χήν.» «Εἶπε Κύριος πρός με· Τί ὁρᾷς; καὶ εἶπα· Ὁρῶ δρέπανον μῆκος πηχέων εἴκοσι, καὶ πλάτος πηχέων
20δέκα. Καὶ εἶπε πρός με· Ἐπελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐ‐ τοῦ, καὶ συντελέσει αὐτόν. Καὶ πᾶς κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται.» «Τίς πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἀπὸ
25πόλεως εἰς πόλιν;» «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιά‐ τω, ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθὸν, ἵνα ἔχῃ μεταδοῦναι τῷ χρείαν ἔχοντι.» Χαλεπαὶ νύκτες τῶν ἐπαγρυπνούντων ταῖς ἀδι‐
30κίαις. Ὅ τε γὰρ φόβος τοῦ φωραθῆναι, καὶ ἡ τοῦ οἴστρου ἀκολασία, πᾶσαν ἀνάπαυσιν αὐτῶν ἀπελαύ‐ νει, ΤΙΤΛ. ϛʹ. —Περὶ κτηνῶν καὶ προνοίας αὐτῶν. «Ἡ ψυχὴ πάσης σαρκὸς, αἷμα αὐτοῦ ἐστιν.»
35 «Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ.» «Κτήνη σοί εἰσιν; ἐπισκέπτου αὐτὰ, καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι.» ΤΙΤΛ. Ζʹ. —Περὶ καυχήσεως καὶ τῆς ἐπάρσεως· καὶ ὅτι ἐπ’ οὐδενὶ τῶν ἐν βίῳ χρὴ καυχᾶσθαι
40καὶ ἐπαίρεσθαι. «Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπερ‐ οχήν· μηδὲ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στό‐ ματος ὑμῶν.» «Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ.»
45 «Μὴ λέγε· Καθαρός εἰμι τοῖς ἔργοις, καὶ ἄμεμ‐ πτος ἐναντίον αὐτοῦ.» «Ἐπὶ τῇ σοφίᾳ μὴ ἐπαίρου.» «Μὴ καυχῶ τὰ εἰς αὔριον· οὐ γὰρ οἶδας τί τέξε‐ ται ἡ ἐπιοῦσα.»

96

.

80

(50)

«Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέ‐ ρᾳ δόξης μὴ ἐπαίρου.»
«Μὴ εἴπῃς· Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται,79 in vol. 96

96

.

81

καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ὑψίστῳ, προσδεχθή‐ σομαι.» «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνος δόκιμός ἐστιν, ἀλλ’ ὃν ὁ
5Κύριος συνίστησιν.» «Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐ‐ τοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ.» Πολλὰ φρονῶ ἐν Θεῷ, ἀλλ’ ἐμαυτὸν μετρῶ, ἵνα μὴ ἐν καυχήσει ἀπόλωμαι. Καὶ Ἀδάμ ποτε τὸν προπά‐
10τορα ὁ ἐχθρὸς παρασκευάσας ἰσοθεΐαν φαντασθῆναι, ἐξήνεγκε παραδείσου, καὶ μέχρις ᾅδου πυθμένων κατήγαγε. ΤΙΤΛ. Ηʹ. —Περὶ κάλλους σώματος, καὶ ὡραιό‐ τητος.
15 «Δαβὶδ ἦν πυῤῥακίζων μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ.» «Ὡς Ἀβεσσαλὼμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ἰσραὴλ, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ ἕως κορυφῆς.» «Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κα‐
20κόφρονι κάλλος.» «Μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ.» «Λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, κάλλος προσώπου ἐν ἡλικίᾳ στασίμῃ.» «Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς.»
25 Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμέ‐ νος ἀπὸ τροφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ ἀπομαραίνεται.
30 Ἐὰν αἰσχρὸς τὸ φαινόμενον ᾖς, ἔσω εὐφανὴς τὸ κρυπτόμενον, ὥσπερ ἐν κάλυκι ῥόδον ἀνθηρόν. ΤΙΤΛ. Θʹ. —Περὶ κομπαζόντων καὶ φημιζόντων. «Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων, ἢ ὁ τιμὴν ἑαυτῷ περιτιθεὶς, καὶ προσδεόμενος ἄρτου.»
35 «Εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς, μηδὲν ἔχοντες.» «Μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμάτων, καὶ οὐδέν σοι ἐν μαρσυππίῳ. Ἔσῃ γὰρ ἐπίβουλος τῆς ἰδίας ζωῆς.» Τὸ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γενέσει σεμνύνεσθαι,
40δι’ ὧν αἱ ἀνθρώπιναι πληροῦνται τιμαὶ, ταῦτα πάντα καθαίρεσις τῆς ἀνθρωπίνης ζωῆς, καὶ τιμῆς, καὶ ὄνειδος γίνονται. Τίς χάρις ἐὰν πίθηκον ἔχῃς, ἀνθρωπόμορφον ὕβριν, χρυσοῖς σχοινίοις τὸν τράχηλον περικυκλωθέντα; Οὐ
45γὰρ ὁ καλλωπισμὸς ἤλλαξε τὸ γέλωτος ἄξιον σχῆμα καὶ μωρόν. Ποία δὲ χάρις τῷ ὄνῳ βαστάζειν χρυσοῦ τάλαντα; Ὁ ὄνος καὶ πολύχρυσος ὑπάρχων ὀγκᾶσθαι οἶδεν· οὐδὲ χάρις ἀπὸ μολίβδου κατεσκευασμένα
ξίφη κρύπτειν ἀργυραῖς θήκαις, ἅπερ μὴ τοῖς πολέ‐81 in vol. 96

96

.

84

μοις ὠφελεῖ. Τοιοῦτός ἐστιν ἄνθρωπος, ὅταν τοῖς ἔξωθεν ἐπαρθῇ καὶ κουφισθῇ. ΤΙΤΛ. Ιʹ. —Περὶ κρειττόνων· καὶ ὅτι οὐ δεῖ πρὸς κρείττους φιλονεικεῖν.
5 «Ἀσεβὴς, ὃς οὐκ αἰσχυνθῇ πρόσωπον τίμιον, οὐ‐ δὲν οἶδεν τιμὴν θέσθαι τούτοις.» «Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς, καὶ ἰσχυροτέρῳ σου
10καὶ πλουσιωτέρῳ μὴ κοινώνει. Τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντρι‐ βήσεται.» «Μεγιστᾶνι κλῖνον τὴν κεφαλήν σου.» —«Ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου.» —«Ὁ βάλλων
15λίθον, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει.» «Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.» Καλὸν ἀεὶ τὸ χεῖρον ὑπὸ κρείττονος ἄγεσθαι. Τὸ ὑποτάσσεσθαι τοῖς κρείττοσιν ὠφελιμώτατον. —Οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν ἐναντιοῦσθαι
20δεσπότῃ. Μὴ κρῖνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰατρείας. Ἄλλος μὲν ἄλλου κρείττων ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. ΤΙΤΛ. ΙΑʹ. —Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ,
25καὶ ὅτι τὰ πρὸς ἀξίαν ἑκάστῳ νέμει, καὶ πρόσ‐ ωπον ἀνθρώπου οὐ λαμβάνει. «Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων· ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυρὸς, καὶ ὁ φοβερός· ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδὲ μὴ
30λάβῃ δῶρον.» «Θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσις. Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ· ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἐκδικήσω, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦ‐
35σιν.» «Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν. Αὐτὸς κρίνει ἄκρα γῆς, δίκαιος ὤν.» «Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;»
40 «Ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βου‐ λὴν δὲ πολυπλόκων ἐξέστησεν.» «Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.» «Δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν· εὐ‐ θύτητας εἶδεν τὸ πρόσωπον αὐτοῦ.»
45 «Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.»
«Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος.»83 in vol. 96

96

.

85

«Δικαιοσύνης πλήρης ἡ δεξιά σου.» «Δικαιοσύνη καὶ κρῖμα, ἑτοιμασία τοῦ θρόνου σου.» «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.»
5 «Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.» «Πάντα τὰ ἔργα Κυρίου μετὰ δικαιοσύνης. Ῥοπὴ ζυγοῦ, δικαιοσύνη παρὰ Κυρίου, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.» «Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων· παρὰ
10δὲ Κυρίου γίνεται τὸ δίκαιον.» «Ὁ πλάσας πνοὴν πᾶσαν, αὐτὸς οἶδε πάντα, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» «Οὐχ ὑποστελεῖται πρόσωπον ὁ πάντων Δεσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος.» —«Παρὰ Κυρίου
15πάντα δίκαια.» «Ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν.» «Ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.»
20 «Ἔδωκα τὸ Πνεῦμά μου ἐπ’ αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνανεύσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνή. Κάλαμον τεθραυσμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ
25θραυσθήσεται, ἕως οὗ θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» «Ἐγὼ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι· καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρ‐ κας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐ‐
30τῶν.» «Ἐγώ εἰμι Κύριος, ὁ λαλῶν δικαιοσύνην, καὶ ἀγ‐ γέλλων ἀλήθειαν.» «Πᾶσαι αἱ κρίσεις σου ἀλήθεια, καὶ κρίματα ἀλη‐ θείας ἐποίησας.»
35 «Σὺ δεσπόζων ἰσχύος, ἐν ἐπιεικείᾳ κρίνεις, καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς. Δίκαιος ὢν, δι‐ καίως πάντα διέπεις.» «Μεγάλαι σου αἱ κρίσεις, καὶ δυσδιήγητοι.» «Τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν παρεκάλε‐
40σας· ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐζήτησας.» «Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόξα ἀνθρώπου. Οὐ λήψεται πρόσωπον.» «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.»
45«Πρόσωπον ὁ Θεὸς ἀνθρώπων οὐ λαμβάνει.» «Προσωποληψία οὐκ ἔστι παρ’ αὐτῷ.» «Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Οὔτε τὸ ἔλεος τοῦ Θεοῦ ἄκριτον, οὔτε ἡ κρίσις
ἀνελεήμων· ἀλλὰ καὶ ἐλεῶν, κεκριμένως τοῖς ἀξίοις85 in vol. 96

96

.

88

ἐπιμετρεῖ τοὺς οἰκτιρμοὺς, καὶ κρίνων, ἐστοχασμέ‐ νος τῆς ἀσθενείας ἡμῶν, ἐπάγει τὴν κρίσιν. Ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέ‐ σεσιν ἐξομοιοῦται, καὶ οἷά περ ἂν τὰ παρ’ ἡμῖν ᾖ,
5τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχει. Χρὴ γὰρ πάντως θερίσαι τινὰ ὅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως. Σπορὰ δέ ἐστιν ἡ ἀνθρωπίνη προαίρεσις· θέρος δὲ, τὸ ἐπὶ τῇ προαιρέσει ἀνταπόδομα. Ὥσπερ πᾶσι τοῖς γενομένοις σώμασιν ὑπὸ τοῦ
10Θεοῦ συνυπάρχει καὶ τὸ σκιὰν ἔχειν, οὕτως καὶ τῷ Θεῷ, δικαίῳ ὄντι, τοῖς τὰ καλὰ ἑλομένοις, καὶ τοῖς τὰ κακὰ προτιμήσασιν, ἀκόλουθόν ἐστι τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεῖμαι. Οὐδὲν ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθή‐
15σεται παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημά‐ των καὶ ἐνθυμημάτων τίνειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ἢ μικρὰ, λο‐ γισθήσεται. —Εἷς ἐστι νεκρῶν καὶ ζώντων κριτὴς,
20ζυγοστατῶν ἑκάστῳ τὸ δίκαιον. Ὅταν ὁ Θεὸς ἀποφαίνηται, οὐδεμία τοῖς ἀντιλέ‐ γουσιν ὑπολείπεται πρόφασις. Ἀδέκαστος γὰρ ἡ ψῆφος ἐκείνη, οὔτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν τοῦ Θεοῦ κρίνοντος, ἀλλὰ τῇ τῆς ψυχῆς ἀρετῇ γυμνῇ
25ψηφιζομένου. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις, τῆς μεγίστης ἐστὶν ἀδικίας. Ἄνθρωποι μὲν γὰρ πολλάκις καὶ βασκανίᾳ δια‐ βάλλουσι τὰ καλά· τὸ δὲ ἄνω θέατρον ἀδεκάστως
30κρίνει τὰ πράγματα, καὶ ἡ ἀλήθεια τῶν γινομένων τὴν ψῆφον βραβεύει. ΤΙΤΛ. ΙΒʹ. —Περὶ καρδίας καθαρᾶς καὶ συνειδή‐ σεως. «Πάσῃ φυλακῇ τηρήσῃς σὴν καρδίαν. Ἐκ γὰρ
35ταύτης ἔξοδοι ζωῆς.» —«Κτῆμα τίμιον ἀνὴρ κα‐ θαρός.» —«Βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.» —«Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ἀπὸ Θεοῦ διορθωθῇ τὰ
40διαβήματα αὐτοῦ.» —«Ὥσπερ δοκιμάζεται ἐν κα‐ μίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Θεῷ.» —«Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ.» — «Ἀπὸ τῶν διανοημάτων αὐτοῦ πλησθήσεται ἀνὴρ συνετός.» —«Ἀγαπᾷ Κύριος ὁσίας καρδίας. Δεκτοὶ
45δὲ αὐτῷ πάντες ἄμωμοι.» —«Περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς εἰς κρίσιν. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ παράγαγε πονηρίαν ἀπὸ σαρ‐ κός σου.»

96

.

88

(50)

«Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὑτοῦ.»87 in vol. 96

96

.

89

«Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» «Ἡ καύχησις ἡμῶν αὕτη ἐστὶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν· ὅτι ἐν ἁγιότητι καὶ εἰλικρι‐
5νείᾳ τοῦ Θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.» «Ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ ἡμῶν, παῤῥη‐ σίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τη‐
10ροῦμεν.» Πρῶτον μακαριστὸν, τὸ ἐν τῇ διανοίᾳ ἡμῶν κα‐ θαρόν· ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τὸ ἐν καρδίᾳ βούλευμα. Δῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος.
15 Κἂν πάντ’ ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πενὴς δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Οἱ λαμπροὶ τὴν συνείδησιν, υἱοὶ φωτὸς καὶ ἡμέρας προσαγορεύονται.
20 Οὐδὲν οὕτως ἡμᾶς εὐφρονεῖν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Τὸ συνειδὸς ἀγαλλόμενον συγκαλλωπίζει αὐτῷ καὶ τὸ πρόσωπον, καὶ ἄρδει τὰς παρείας ἡ τῆς ψυχῆς εὐρωστία. Καὶ γὰρ οὐχ ἁπλῶς εἴρηται τῷ Σοφῷ·
25Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει. Οὐχ ἡ τῶν πράξεων ἀποχὴ δικαιοῖ τὸν πιστόν· ἀλλ’ ἡ τῶν ἐννοιῶν ἁγνεία καὶ εἰλικρίνεια. —Ἀπα‐ θῶν καὶ καθαρῶν ψυχῶν ἐστιν ἡ σωτηρία. Νοῦς ἀκραιφνὴς, καὶ λόγος καθαρὸς, καὶ βίος
30ἀκηλίδωτος, θρόνος καὶ ναός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ. Σώφρων καρδία, λιμὴν θεωρημάτων. Οὐκ ἐκριζωτὴς τῶν παθῶν, ἀλλ’ ἀνταγωνιστής ἐστιν ὁ λογισμός.
35 ΤΙΤΛ. ΙΓʹ. —Περὶ κακοῦ συνειδότος. «Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.» «Διεστραμμένη καρδία τεκταίνεται κακά.» —
40«Ὁ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.» —«Καρ‐ δία ἀνόμου ἐκζητεῖ κακά.» —«Ὁ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Ἐθερμάνθησαν ὡς κλίβανοι αἱ καρδίαι αὐ‐ τῶν.» —«Ἀπαντήσω αὐτοῖς ὡς ἄρκτος ἀπορου‐
45μένη, καὶ διαῤῥήξω σύνδεσμον καρδίας αὐτῶν.» «Ἕως πότε ὑπάρχουσι διαλογισμοὶ ἐνώπιόν σου;» «Ἡ ἀσέβεια ὑμῶν ἐφ’ ἡμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε.»

96

.

89

(50)

«Σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ.» —«Οἱ
ἀσεβεῖς καθὸ ἐλογίσαντο, ἕξουσιν ἐπιτιμίαν.» —89 in vol. 96

96

.

92

«Δειλὸν εἶδος πονηρία, μαρτυρεῖ καταδικαζομένη ἀεὶ δὲ προσείληφε τὰ χαλεπὰ συνεχομένη τῇ συνει‐ δήσει. Οὐδὲν γάρ ἐστι φόβος, εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων.» —«Ἐλεύσονται ἐν
5συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοὶ, καὶ ἐλέγ‐ ξει αὐτοὺς ἐξ ἐναντίας τὰ διανοήματα αὐτῶν.» «Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.» —«Καρδία σκληρὰ βαρυνθήσεται πόνοις.»
10 «Πᾶν τὸ εἰσπορευόμενον, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλο‐
15παὶ, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.» Ἀποστρεφομένη τὸ καλὸν ἡ ψυχὴ, πάντως τὰ ἐναντία λογίζεται. Παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα εὐκίνη‐
20τος. Οὐ δυνηθεὶς τῶν κακουργῶν λογισμῶν ἐκ προοι‐ μίων στοχάζεσθαι τὴν ἐνέδραν, καὶ ἐκ τῆς τῶν περάτων πρὸς ἄλληλα συγκρίσεως ἐλέγξαι τὸ ἄτοπον αὐτῶν, κέρκον συνέδησεν κέρκῳ, λαμπάδα θεὶς ἀνα‐
25μέσον αὐτῶν τὸν ἔλεγχον. Στοιχεῖον Λ. ΤΙΤΛ. Αʹ. —Περὶ λογομαχούντων, καὶ ἀμφισβη‐ τούντων περὶ τὴν πίστιν. «Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται
30ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημία, ὑπόνοιαι πονηραὶ, διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομι‐
35ζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.» «Τὰς μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραι‐ τοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας.» Ἔοικε συνεξομοιοῦσθαί πως τῷ ματαιολογοῦντι ὁ
40ἀντιλέγων. Τεχνολογοῦσι λοιπὸν, οὐχὶ θεολογοῦσιν οἱ ἄνθρω‐ ποι. —Οὐχ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία, καὶ λόγων ἀντιθέσεις. Ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος. — Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμέ‐
45νης καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσι. Μὴ περιεργασώμεθα τὸν εὐαγγελικὸν λόγον λέ‐
ξεσι περιξήροις, καὶ ἀπεράντους ζητήσεις καὶ λογο‐91 in vol. 96

96

.

93

μαχίας σπείροντες, καὶ τὸν λεῖον καὶ εὐθύτατον τῆς πίστεως λόγον τραχύνοντες, ἀλλὰ μᾶλλον περι‐ εργασώμεθα τὸ ἔργον τῆς πίστεως· τὴν εἰρήνην ἀγα‐ πήσωμεν, τὴν ὁμόνοιαν ἐπιδειξώμεθα. Τὴν νεότητα
5[f. ἑνότητα] φυλάξωμεν, τὴν ἀγάπην γεωργήσωμεν, δι’ ἧς εὐαρεστεῖται ὁ Θεός. Οὐχ ἡμῶν ἐστι γνῶναι τὸ πῶς ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονεν· Τὸ γὰρ μυστή‐ ριον τοῦτο μέγα ἐστὶ, καθὼς γέγραπται, ὅτι Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ
10τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀλλὰ δεῖ πιστεῦσαι, ὅτι Υἱὸς τοῦ Θεοῦ ἀληθῶς κατὰ σάρκα ἄνθρωπος γέγονε κατὰ τὰς Γραφὰς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας· καὶ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, καθὼς γέγραπται· καὶ ὅτι εἰς οὐ‐
15ρανοὺς ἀνελήλυθεν, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πα‐ τρὸς, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκροὺς, καθὼς γέγραπται. Μήποτε ἡμῶν λογομαχούντων πρὸς ἀλλή‐ λους, βλασφημήσωσί τινες τὸν τῆς πίστεως λόγον, καὶ ἀπέλθῃ τὸ εἰρημένον, Δι’ ὑμᾶς τὸ ὄνομά μου
20βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τὸ ἄρα ζητεῖν περὶ Θεοῦ, ἐὰν μὴ εἰς ἔριν, ἀλλ’ εἰς εὕρεσιν συντείνει, σωτήριόν ἐστιν. Τί μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ; τί πολεμοῦ‐ μεν ἀλλήλους, προστεταγμένους καὶ τοὺς μισοῦντας
25φιλεῖν; τί πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν; Ἐγεννήθη, ἀλλ’ οὐκ ἐγεννήθη. Ἔπαθεν, ἀλλ’ οὐκ ἔπαθεν. Ἀνέστη, ἀλλ’ οὐκ ἀνέστη. Τί δι‐ καζόμεθα τῷ Λυτρωτῇ; Τί λογοθετοῦμεν τὸν εὐερ‐ γέτην; Ἅπαξ ἠβουλήθη, καὶ ὡς ἠθέλησεν παρεγένετο·
30καὶ ἀπέθανε, καὶ ἀνέστη, καὶ ἔρχεται κρῖναι ζῶν‐ τας καὶ νεκρούς. Ἄμεινον καὶ συμφερέστερον ἰδιώτας καὶ ὀλιγο‐ μαθεῖς ὑπάρχειν, καὶ διὰ τῆς ἀγάπης πλησίον γενέσθαι τοῦ Θεοῦ, ἢ πολυμαθεῖς καὶ ἐμπείρους
35δοκοῦντας εἶναι, βλασφήμους εἰς τὸν ἑαυτῶν εὑρί‐ σκεσθαι Δεσπότην. ΤΙΤΛ. Βʹ. —Περὶ λοιδορίας. «Οἱ ἐκφέροντες λοιδορίας, ἀφρονέστατοί εἰ‐ σιν.» —«Δόξα ἀνδρὸς ἀποστρέφεσθαι λοιδορίας·
40πᾶς δὲ ἄφρων τούτοις ἐμπλέκεται.» —«Κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος, ἢ μετὰ γυναικὸς λοιδό‐ ρου ἐν οἰκίᾳ κοινῇ.» «Πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.»
45 Ὅταν σε παιδίον νήπιον λοιδορήσῃ, γέλωτος ἀφορ‐ μὴν ποιεῖς τὰ λοιδορήματα· καὶ ὅταν ὑπὸ φρενί‐ τιδος ἐξεστηκὼς τὴν διάνοιαν φθέγγηται ῥήματα ἀτιμίας, ἐλεεινὸν ἡγοῦ μᾶλλον, ἢ μίσους ἄξιον. Κἄν τις βούληται κατηγορεῖν, μὴ τὸ κακῶς

96

.

93

(50)

ἀκούειν ἀλγῶμεν, ἀλλὰ τὸ δικαίως ἀκούειν κακῶς.93 in vol. 96

96

.

96

Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς κατ‐ ηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι Ἂν δὲ ἀρε‐ τῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε μᾶλλον ἐσόμεθα ζηλωτότεροι.
5 Εἰ οἱ παραδεχόμενοι ἀκοὴν ματαίαν, οὐκ ἂν τύ‐ χοιεν συγγνώμης, οἱ διαβάλλοντες καὶ λοιδοροῦντες, ποίαν ἔξουσιν ἀπολογίαν; Εἰ πειθαρχεῖς τῷ θείῳ Ἀποστόλῳ διαῤῥήδην βοῶντι, ὅτι λοίδοροι οὐδαμῶς τεύξονται βασιλείας
10οὐρανῶν, φεῦγε τὴν φλυαρίαν, καὶ τὸ διασύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν τοὺς μηδὲν ἀδικοῦντας. Λέγεις ὅτι παίζων, οὐ μέντοιγε μισεῖν προτιθέ‐ μενος, ἀλλ’ ἱλαρευόμενος καὶ μετεωριζόμενος λοι‐ δορεῖς ἐν τῷ πότῳ τοὺς ἀμωμήτους ἄνδρας; Οὐκ‐
15οῦν παίζων καὶ ἱλαρευόμενος ὑπόστηθι τὴν αἰώνιον κόλασιν, καὶ μετεωριζόμενος πορεύου εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄῤῥητον. Μὴ ἄλγει, μηδὲ διαπρίου, λοιδορούμενος εὐλόγως ἐπὶ τοῖς πταίσμασί σου καὶ ὀνειδιζόμενος, μᾶλλον
20δὲ ἀσμένως ἄκουε τὰ οἰκεῖα σκώμματα. ΤΙΤΛ. Γʹ. —Περὶ λιμοῦ, καὶ εἰς τοὺς ἐν ἀνάγκῃ τὸν σῖτον μὴ πωλοῦντας· καὶ ὅτι πολλὰ ἄθεσμα τοῦ λιμοῦ. «Ἐγένετο λιμὸς ἐν Σαμαρείᾳ, ὥστε γενέσθαι
25κεφαλὴν ὄνου ἀργυρίου πεντήκοντα σίκλων, καὶ τέ‐ ταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων. Καὶ ἦν ὁ βασιλεὺς Ἰσραὴλ διαπορευόμενος διὰ τοῦ τείχους. Καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν, λέγουσα· Σῶσον, κύριε βασιλεῦ. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς·
30Μὴ σώσαι σε Κύριος, πόθεν σε σώσω; ἀπὸ τοῦ ἅλωνος, ἢ ἀπὸ τοῦ ὑποληνίου; Καὶ εἶπεν αὐτῇ ὁ βα‐ σιλεύς· Τί σοί ἐστιν; Καὶ εἶπεν· Ἡ γυνὴ αὕτη εἶπεν, Δός μοι τὸν υἱόν σου, καὶ φάγωμεν αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὔριον. Καὶ
35ἕψησα τὸν υἱόν μου, καὶ ἐφάγομεν αὐτόν· καὶ εἶπον αὐτῇ, Δὸς υἱόν σου τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ φα‐ γόμεθα αὐτόν· καὶ ἔκρυψεν αὐτόν. Καὶ ἤκουσεν ὁ βασιλεὺς τὸν λόγον τῆς γυναικὸς, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ.»
40 «Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος. Ὁ συν‐ έχων σῖτον, ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσι.» «Πενθεῖτε, ἱερεῖς, οἱ λειτουργοῦντες τῷ θυσιαστη‐ ρίῳ, ὅτι τεταλαιπώρηκε πεδία. Πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν ὁ σῖτος. Ἐξηράνθη ὁ οἶνος· ὠλι‐
45γώθη ἔλαιον· κατῃσχύνθησαν γεωργοί. Θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς· ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ. Ἡ ἄμπελος ἐξηράνθη, καὶ συκαῖ ὠλιγώ‐ θησαν, ῥοὰ, καὶ φοίνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν· ὅτι κατῄσχυναν χαρὰν

96

.

96

(50)

υἱοὶ τῶν ἀνθρώπων.» «Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταρά‐ χθη ἡ κοιλία μου· ἐξεχύθη εἰς γῆν ἡ δόξα μου, ἐπὶ
τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου, ἐν τῷ95 in vol. 96

96

.

97

ἐκδύσασθαι νήπια, καὶ θηλάζοντας ἐν πλατείαις πόλεως. Ταῖς μητράσιν αὐτῶν εἶπον· Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μη‐ τέρων αὐτῶν. Ἴδε, Κύριε, καὶ ἐπίβλεψον, τίνι
5ἐπεφοίτησας οὕτως; εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; Ἐπιφυλλίδα ἐποίησε μάγειρος. Φονευθήσονται νήπια θηλάζοντα μαστούς;» «Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν· καὶ ἐγένοντο εἰς βρῶσιν αὐταῖς.»
10 «Ὅτι οὐκ ἦν ὑετὸς ἐπὶ τῆς γῆς. ᾘσχύνθησαν γεωργοὶ, καὶ ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτῶν. Καί γε ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπαις· εἵλ‐ κυσαν ἄνεμον ὡς δράκων. Ἐξέλιπον οἱ ὀφθαλμοὶ
15αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.» Μὴ ἀναμείνῃς, ἄνθρωπε, σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖον. Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρα‐ τος. Μὴ λιμὸν ἐκδέχου διὰ χρυσόν· μὴ κοινὴν ἔν‐ δειαν διὰ ἰδίαν εὐπορίαν. Μὴ γίνου κάπηλος συμφο‐
20ρῶν ἀνθρωπίνων. Μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃ περιουσίας χρημάτων· μὴ ἐπιξάνῃς τραύ‐ ματα κεκακωμένων ταῖς μάστιξιν. Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέ‐ πεις; καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χά‐
25ραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον· τὸν δὲ φίλον παρὰ τὴν χρείαν ὄντα παντελῶς ἀγνοεῖς; Τί οὖν ποιεῖ ὁ ἐνδεής; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸν ὀφθαλμὸν, ὥστε αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατή‐ ριον, ἐντεῦθεν εὑρῆσθαι τοῦ θανάτου παραμυθίαν.
30Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ καὶ διαθέ‐ σεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπει‐ λεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα. Καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνα‐ κοπεὶς, τελευταῖον ἐκρατήθη ὑπὸ τῆς ἀπαραιτήτου
35χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ! Τίνα τρόπον [l. πρῶτον] ἀπεμπωλήσω; τίνα ἡδέως ὁ σιτο‐ πώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; ἀλλὰ δυσ‐ ωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλ’ ἐπὶ τὸν νεώτερον; ἀλλ’ ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν
40συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μα‐ θήματα. Φεῦ τῆς ἀμηχανίας! τίς γένωμαι; τίνι τού‐ των προσκρούσω; ποίαν θηρίου ψυχὴν ἀναλάβω; πῶς τῆς φύσεως ἐπιλάθωμαι; ἐὰν πάντων ἀντ‐
45ίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει; ἐὰν ἕνα πρόωμαι, ποίοις ὀφθαλμοῖς τοὺς λοιποὺς προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος πρὸς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατα‐ σκευάσας τὴν ἀπαιδίαν; πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω,

96

.

97

(50)

ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπωλήσων ἔρχεται, σὲ δὲ οὐ κάμπτει τὸ πάθος; Οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως; ἀλλ’ ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ
55εἰρωνεύῃ, μακροτέραν αὐτοῦ κατασκευάζων τὴν
συμφοράν.97 in vol. 96

96

.

100

Λιμὸς ἀνθρωπίνων συμφορῶν ὑπάρχει τὸ κεφά‐ λαιον, πάντων θανάτων μοχθηρότερον τέλος. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων κινδύνων, ἢ ξίφους ἀκμὴ τὴν τελευτὴν ὀξέως ἐφίησιν, ἢ πυρὸς ὁρμὴ συντόμως τὸ
5ζῇν ἀποσβέννυσι. Λιμὸς δὲ ἀργὸν ἔχει τὸ κακὸν, παρέλκουσαν τὴν ἀλγηδόνα, ἐγκαθημένην τὴν νόσον καὶ ἐμφωλεύουσαν, θάνατον ἀεὶ παρόντα, καὶ ἀεὶ βραδύνοντα. Τὸ γὰρ τοῦ λιμοῦ πάθος κατηνάγκασε πολλοὺς πολλάκις, καὶ τοὺς ὅρους κινῆσαι τῆς φύ‐
10σεως, καὶ ἅψασθαι μὲν ἀνθρώπων τῶν ὁμοφύλων, μητέρα δὲ, παῖδα ὃν ἐκ τῆς γαστρὸς προήγαγεν, πάλιν τῇ γαστρὶ κακῶς ὑποδέξασθαι. Καὶ τοῦτο τὸ δρᾶμα Ἰουδαϊκὴ ἐτραγῴδησεν ἱστορία. Τί ἐροῦσιν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, οἱ τηροῦν‐
15τες τὰς τῶν καιρῶν δυσκολίας, ἵνα ἐμπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφήσωμεν, καὶ κτησώμεθα, μὴ ὡς Ἰωσὴφ τὰ τῶν Αἰγυπτίων ἐν οἰκονομίᾳ μείζονι· ἐκεῖνος γὰρ ᾔδει καὶ συναγα‐ γεῖν, καὶ σιτοδοτῆσαι καλῶς· ἀλλ’ ὡς παράνομοι τὰ
20τῶν ὁμοφύλων. Οἱ λέγοντες, Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσομεν, καὶ τὰ Σάββατα, καὶ ἀνοίξομεν θησαυρούς; Οἱ τοῖς δισσοῖς μέτροις καὶ σταθμοῖς τὸ δίκαιον διαφθείροντες, καὶ τὸ μολιβοῦν μέτρον τῆς ἀνομίας ἐφ’ ἑαυτοὺς κλίνοντες.
25 Χαλεπώτατόν ἐστιν ἐν τοῖς λιμοῖς ἡ τῶν ἐχόντων ἀναλγησία καὶ ἀπληστία. Τηροῦσι γὰρ τοὺς καιροὺς, καὶ καταπραγματεύονται τὴν ἔνδειαν, καὶ γεωρ‐ γοῦσι τὰς συμφορὰς, οὔτε τῷ Κυρίῳ δανείζειν τὸν ἐλεοῦντα πτωχοὺς ἀκούοντες, οὐδ’ ὅτι ὁ συνέχων
30σῖτον δημοκατάρατος, οὐδ’ ἄλλο οὐδὲν ἢ τοῖς φιλαν‐ θρώποις ἐπηγγελμένον, ἢ ἀπανθρώποις ἠπειλημέ‐ νον· ἀλλ’ εἰσὶ τοῦ δέοντος ἀπληστότεροι, καὶ φρο‐ νοῦσι κακῶς, ἐκείνοις μὲν τὰ ἑαυτῶν, ἑαυτοῖς δὲ τὰ τοῦ Θεοῦ σπλάγχνα κλείοντες, οὗ καὶ μᾶλλον
35χρῄζοντες ἀγνοοῦσιν, ἢ αὐτῶν ἕτεροι. Ταῦτα μὲν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, καὶ μήτε τὸ συγγενὲς αἰδούμενοι, μήτε περὶ τὸ Θεῖον εὐχάριστοι, παρ’ οὗ τὸ ἔχειν αὐτοῖς, ἄλλων πιεζομένων. Πάντα ὑπ’ ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ
40τοῖς ῥυπαρωτάτοις τῶν ζώων πρόσφορα συλλέγοντες ἐσθίειν ὑπέφερον. Ζωστηρίων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπείχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασσῶντο. Γυνή τις τοῦ λιμοῦ διὰ τῶν σπλάγχνων καὶ μυελῶν
45παρεισδύνοντος, ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον (ἦν δὲ αὐτῇ παῖς ὑπομάζιος) ἁρπασαμένη, Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ, καὶ λιμῷ, καὶ στάσει, τίνι σε τηρῶ ἔτι; Γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς ἐριννὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος

96

.

100

(50)

ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς. Καὶ ταῦτα ἅμα λέγουσα, κτείνει τὸν υἱόν· ἔπειτα ὀπτήσασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύ‐
λαττεν. Εὐθέως δὲ οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς99 in vol. 96

96

.

101

ἀθεμίτου κνίσσης σπάσαντες ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν ἀποσφάζειν αὐτὴν ταχέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψεν. Τοὺς δὲ εὐθέως
5φρίκη καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ παρὰ τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δὲ, Ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν· φάγετε· καὶ γὰρ ἐγὼ βέβρωκα. Μὴ γίνεσθε μήτε μαλακώτεροι γυναικὸς, μήτε συμπαθέστεροι μητρός. Εἰ δὲ ὑμεῖς εὐσεβεῖς,
10καὶ τὴν ἐμὴν ἀποστρέφετε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν ἐμοὶ μεινάτω. Τῶν δὲ ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν, ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε πάθη. Καθ’ ἑκάστην γὰρ οἰκίαν, εἴ που
15τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρὸς ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δὲ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐμπνέοντας οἱ λῃσταὶ διηρεύνων, μή τις ὑποκόλπιον ἔχων τρο‐
20φὴν σκήπτοι τὸν θάνατον αὐτῷ. Οἱ δὲ ὑπ’ ἐνδείας κεχηνότες, ὥσπερ λυσσῶντες κύνες, ἐφάλλοντο, καὶ παρεισφέροντο ταῖς θύραις ἐνσειόμενοι μεθυόντων τρόπον, καὶ ὑπὸ ἀμηχανίας εἰς τοὺς αὐτοὺς οἴκους δὶς ἢ τρὶς ὥρᾳ μιᾷ.
25 ΤΙΤΛ. Δʹ. —Περὶ λουππέων (sic). «Δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλαβοῦ τοῦ ἁμαρτω‐ λοῦ. Εὖ ποίησον ταπεινῷ, καὶ μὴ δὸς ἀσεβεῖ. Ἐμ‐ πόδισον τὸν ἄρτον αὐτοῦ, καὶ μὴ δὸς αὐτῷ. Δι‐ πλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς
30ἐὰν ποιῇς αὐτῷ, ὅτι καὶ ὁ Ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκεῖ κρίσιν.» Μείζονα καὶ σπουδαιοτέραν τὴν ἐπιμέλειαν ποιοῦ εἰς τοὺς δι’ ἀρετὴν καὶ θεοσέβειαν πτωχεύσαντας, ἢ
35πενομένους, ἄλλως εἰς τοὺς ἐκ νόσων ἢ τῶν συμ‐ πτωμάτων ἀποροῦντας, παρὰ τοὺς ἐκ κακοπραγίας ἢ ἀσωτίας πτωχεύσαντας. Ὅλως τολμᾷς νεωτερίζειν, καὶ σκιρτᾷν, καὶ παιγνίοις προσέχειν, Χριστιανὸς ὑπάρχων; ὅλως
40τολμᾷς ὀρχεῖσθαι, καὶ ἅλλεσθαι, πόδας καὶ χεῖρας πρὸς τὸ ἀρέσκον τῷ διαβόλῳ κινεῖν; πῶς συναγε‐ λάζῃ καὶ συναλίζῃ τοῖς ὄντως Χριστιανοῖς; Ἔσω ὁ ἱερεὺς προσφέρει τὴν ἱκεσίαν τῷ Θεῷ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, καὶ ἔξω παίγνια
45ἐπιτελοῦνται. Οὕτως γὰρ ἔπαιζον καὶ οἱ Ἰσραη‐ λῖται, καὶ ἐπῆλθεν αὐτοῖς ὄλεθρος. Μωσῆς γὰρ ἐν τῷ ὄρει τὴν ἱκεσίαν τῷ Θεῷ ὑπὲρ αὐτῶν προσέφε‐ ρεν, καὶ ὁ λαὸς μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνέστη‐ σαν παίζειν· καὶ ἐπῆλθεν αὐτοῖς ὀργὴ, καὶ ἔπεσαν

96

.

101

(50)

ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτέσσαρες χιλιάδες.101 in vol. 96

96

.

104

ΣΤΟΙΧΕΙΟΝ Μ. ΤΙΤΛ. Αʹ. —Περὶ μυστηρίων, καὶ τῶν ἐκφερόντων μυστήρια. «Ὁ ἀποκαλύπτων μυστήριον, πορεύεται δόλῳ.»
5 «Ἀκήκοας λόγον, συναποθανέτω σοι.» «Ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσεται περὶ κακώσεως καὶ δεσμῶν.» «Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ οἶδας τί τέξεται. Μὴ παντὶ ἀνθρώπῳ ἔκφαινε
10καρδίαν σου.» Ὁ κατέχων τὸν λόγον ἐν ἀσφαλείᾳ πολλῇ, μετὰ πολλῆς βιώσεται τῆς ἡδονῆς. Ἤκουσας λόγον; φησίν· συναποθανέτω σοι. Σβέσον αὐτὸν, κατάχωσον. Μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ
15κινηθῆναι παράπαν. Ἀπόκτεινον τὸ λεχθέν· λήθῃ παράδος, ἵνα τοῖς οὐκ ἀκούσασιν ὅμοιος γένῃ. Οἱ λάλοι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ῥηγνύντες, τρόπον τινὰ ὑπὸ γλωσσαλγίας προχέουσιν εἰς ὦτα ἀκοῆς οὐκ ἄξια.
20ΤΙΤΛ. Βʹ. —Περὶ μισοπονηρίας, καὶ τῶν ἀπ‐ αρεσκόντων Θεῷ. «Ἄτοπα οὐ βούλεται ἰδεῖν ὁ Κύριος· ἐναντίον αὐτοῦ οὐκ εἰσελεύσεται ὁ Κύριος.» «Οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει
25σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν.» —«Ἐμί‐ σησας πάντας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς.» —«Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.» —«Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξου‐
30δένωσεν αὐτούς.» —«Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.» «Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ· βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος.»
35 «Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Κυρίῳ. «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται.» —«Βδέλυγ‐ μα Κυρίῳ, διεστραμμέναι ὁδοί.» —«Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος.»
40 «Ἐγώ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην, καὶ μι‐ σῶν ἁρπάγματα ἐξ ἀδικίας.» «Ἐγενήθητέ μοι εἰς πλησμονήν· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτεί‐ νητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’
45ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσω ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» «Μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφα‐ νία.» Τὸ ἐν ἀνθρώποις ὑψηλὸν, βδέλυγμα ἐνώπιον Κυ‐

96

.

104

(50)

ρίου. ΤΙΤΛ. Γʹ. —Περὶ μετανοίας καὶ ἐξομολογήσεως.
«Εἶπεν Ἰούδας· Δεδικαίωται Θάμαρ, οὗ ἕνεκεν103 in vol. 96

96

.

105

οὐ δέδωκα αὐτῇ Σηλὼμ τὸν υἱόν μου. Καὶ οὐ προσ‐ έθετο ἔτι τοῦ γνῶναι αὐτήν.» «Εἶπε Νάθαν πρὸς Δαβίδ· Τάδε λέγει Κύριος, Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ, καὶ λήψομαι τὰς
5γυναῖκάς σου κατ’ ὀφθαλμούς σου, καὶ δώσω τῷ πλη‐ σίον σου· ὅτι σὺ ἐποίησας κρύβδην. Καὶ εἶπεν Δαβὶδ πρὸς Νάθαν· Ἡμάρτηκα τῷ Κυρίῳ. Καὶ εἶπε Νάθαν· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου.» «Ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου Κυρίου,
10καὶ ἐπορεύετο κλαίων, καὶ διέῤῥηξε τοὺς χιτῶνας αὐτοῦ, καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐνήστευσεν. Ἐν τῇ ἡμέρᾳ, ᾖ ἐπάταξε τὸν Ναβουθαὶ, εἶπεν Κύριος πρὸς Ἠλιοῦ· Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις Ἀχαὰβ, διότι κατενύγη ἀπὸ προσώπου
15μου, ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.» «Σὺ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω μετάνοιαν καὶ ἄφεσιν ἁμαρτωλοῖς εἰς σωτηρίαν.»
20 «Ἐὰν ὦσι χίλιοι θανατηφόροι ἄγγελοι, εἷς ἐξ αὐ‐ τῶν οὐ μὴ τρώσηται αὐτὸν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ Κύριον.» «Ἔκδυσαι ῥύπων, καὶ οὐ μὴ φοβηθῇς, καὶ τὸν κόπον σου ἐπίλησαι· ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ
25πτοηθήσῃ· ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος.» «Ἐὰν ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, καὶ πόῤῥω ποιήσῃς ἀπὸ διαίτης σου τὸ ἄδι‐ κον, ἔσται σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν· καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμέ‐
30νον, καὶ ἐπὶ τοῖς ὁδοῖς σου ἔσται σοι φέγγος, ὅτι ἐταπείνωσας σεαυτόν.» «Ἐὰν ἐπιστραφῶσιν ἐξ ἀδικίας, καὶ ἀκούσωσι, καὶ δουλεύσωσι, συντελέσουσιν ἐν ἀγαθοῖς τὰς ἡμέ‐ ρας αὐτῶν.»
35 «Ἐκκαλύπτει τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἀνὴρ ἐν συνεδρίῳ.» «Δεῦτε, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον Θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν, καὶ ἰάσεται ἡμᾶς· ὁ πλή‐ ξας, καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέ‐
40ρας, καὶ ἐν τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα, καὶ ζησό‐ μεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, καὶ διώξομεν τοῦ γνῶναι αὐτόν.» «Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Καὶ
45διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ τῆς κακίας.» «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι

96

.

105

(50)

πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.» «Λούσασθε, καὶ καθαροὶ γένεσθε· ἀφέλετε πονη‐ ρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμε‐
55νον, κρίνατε ὄρφανον, καὶ δικαιώσατε χήραν· καὶ105 in vol. 96

96

.

108

δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς
5φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλά‐ λησε ταῦτα.» «Ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσε‐ ται αὐτῶν, καὶ ἰάσεται αὐτούς.»
10 «Ὅταν ἐπιστραφῇς, στενάξεις, τότε σωθήσῃ.» «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσονται. Σὺ δὲ μνήσθητι. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.» «Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ.
15Δίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Ἐπιστρά‐ φητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς.» «Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης μου. Ἐγγίσατε τῇ
20δικαιοσύνῃ μου, καὶ τὴν ἀλήθειαν, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ βραδύνω.» «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ’ ἂν ἐγγίσῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βου‐
25λὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεη‐ θήσεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.» «Ἐὰν διορθώσῃ, καὶ ποιήσῃς Ἱερουσαλὴμ γαυ‐ ρίαμα ἐπὶ τῆς γῆς, ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ
30ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ’ ᾧ ἐμόχθησας.» «Ἐπιστράφητε πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.
35Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας.» «Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν. Καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ
40ποιῆσαι αὐτοῖς.» «Μὴ ἀφέλῃς ῥῆμα· ἴσως ἀκούσονται, καὶ ἀπο‐ στραφήσονται ἕκαστος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονη‐ ρᾶς, καὶ παύσομαι περὶ τῶν κακῶν, ὧν ἐγὼ ἐντέλ‐ λομαι ποιῆσαι αὐτοῖς.»
45 «Ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ’ ὑμῶν, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μὴ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Βελτίους ποιήσατε τὰς ὁδοὺς ἑαυτῶν, καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς

96

.

108

(50)

φωνῆς Κυρίου, καὶ παύσει Κύριος τῶν κακῶν, ὧν ἐλάλησε πρὸς ὑμᾶς.» «Ἐὰν ἐπιστρέψῃ ὁ ἄνομος ἐκ πασῶν τῶν ἀνο‐ μιῶν αὐτοῦ, ὧν ἐποίησεν, καὶ φυλάξῃ πάσας τὰς ἐν‐ τολάς μου, καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἔλεος, καὶ
55κρῖμα, αὑτὸς τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν. Καὶ εἶδεν καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν
ἐποίησεν, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Πάντα107 in vol. 96

96

.

109

τὰ παραπτώματα αὐτοῦ οὐ μὴ μνησθήσεται, ἀλλ’ ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ζήσεται. Μὴ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, λέγει Κύριος, ὡς τὸ ἀπο‐ στρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ
5ζῇν αὐτόν;» «Εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως ἐπὶ ἁμαρτήμασι μετάνοιαν.» «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου.» «Περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, προσθεῖναι ἐφ’
10ἁμαρτίας ἁμαρτίας. Καὶ μὴ εἴπῃς· Ὁ οἰκτιρμὸς αὐ‐ τοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. Μὴ ἀναμείνῃς ἐπιστρέψαι ἐπὶ Κύριον, καὶ μὴ ὑπερ‐ βάλλου ἡμέραν ἐξ ἡμέρας. Ἐξαπίνης γὰρ ἐλεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.»
15 «Τέκνον, ἥμαρτες; μὴ προσθῇς ἔτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.» «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθή‐ σονται.» «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορ‐
20τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.»
25 «Ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, τοῦ εἰρηκότος αὐτῷ, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσεις με· καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πι‐ κρῶς.» «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ
30κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς, εἰς μετάνοιαν.» «Ἥτις γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν
35οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς;» «Ἄνθρωπός τις εἶχεν δύο υἱούς· καὶ εἶπεν ὁ νεώ‐ τερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτε‐
40ρος υἱὸς, ἀπεδήμησεν εἰς χώραν μακρὰν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὑτοῦ, ζῶν ἀσώτως. Δαπα‐ νήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖ‐ σθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς
45χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὑτοῦ βόσκειν χοίρους, καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖ‐ ροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν, εἶπεν· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν

96

.

109

(50)

ἄρτον, ἐγὼ δὲ ἀπόλλυμαι! Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὑτοῦ. Ἔτι
55δὲ αὐτοῦ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, εἶδεν109 in vol. 96

96

.

112

αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Εἶπεν δὲ αὐτῷ ὁ υἱός· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος
5κληθῆναι υἱός σου. Εἶπεν δὲ ὁ πατὴρ αὐτοῦ πρὸς τοὺς δούλους αὑτοῦ· Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτὸν, καὶ δότε δακτύλιον εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκατε τὸν μόσχον τὸν σιτευτὸν, θύσατε,
10καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ ηὑ‐ ρέθη.» «Ἡ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.»
15 «Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθήσεσθε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» «Ἐὰν ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας.»
20 «Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστόν.» Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας, ἰαθῶμεν διὰ τῆς μετανοίας. Μετάνοια δὲ χωρὶς νηστείας ἀργή.
25 Πρόσεχε σεαυτῷ, ἵνα κατὰ ἀναλογίαν τοῦ πλημμε‐ λήματος, καὶ τὴν ἐκ τῆς θεραπείας βοήθειαν κατα‐ δέξῃ. Μέγα καὶ χαλεπὸν τὸ ἁμάρτημα; πολλή σοι χρεία τῆς ἐξομολογήσεως, δακρύων πλείστων, συν‐ τόνου τῆς ἀγρυπνίας, ἀδιαλείπτου νηστείας. Κοῦφον
30καὶ φορητὸν τὸ ἁμάρτημα; ἐξισαζέσθω καὶ ἡ μετά‐ νοια. Εὐχῆς ἄξιόν ἐστιν μὴ προσάψασθαι τοῦ κακοῦ. Δεύτερος πλοῦς εὐθὺς μετὰ τὴν πεῖραν, ὥσπερ ἰοβό‐ λου πληγὴν ἀποφεύγειν. Ἐὰν κατὰ συναρπαγὴν τοῦ
35ἐχθροῦ ἐδέξω τῇ ψυχῇ βούλημα ἀσεβείας, μὴ στῇς ἐπὶ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ τοῦτο πέπονθας, μὴ ἐν‐ ιδρυνθῇς τῷ κακῷ. Ἀμήχανον ἅψασθαι τοῦ ἀγαθοῦ, μὴ ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ.
40 Εἰ πλῆθος οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι, καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι δυνατὸν, ἐν συγκρίσει πλήθους καὶ μεγέθους ἁμαρτημάτων, ἐν ἀπογνώσει γινέσθω ὁ δράσας τὴν ἁμαρτίαν. Εἰ δὲ ταῦτα μὲν, ὡς εἰκὸς, καὶ μέτρῳ ὑποβάλλεται, καὶ ἀριθμητὰ εἶναι συμβαίνει,
45Θεοῦ δὲ ἔλεος μετρῆσαι, καὶ οἰκτιρμοὺς ἀριθμῆσαι, ἀδύνατον, οὐκ ἀπογνώσεως καιρὸς, ἀλλ’ ἐπιγνώσεως ἐλέους, καὶ καταγνώσεως ἁμαρτημάτων, ὧν ἡ ἄφ‐ εσις πρόκειται ἐν τῷ αἵματι τοῦ Κυρίου. Εἴ τις ἐλπὶς ὑπολείπεταί σοι, ἀδελφὲ, σωτηρίας·

96

.

112

(50)

εἴ τις βραχεῖα μνήμη περὶ Θεόν· εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν· εἴ τις φόβος τῶν τεθησαυρι‐ σμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον τα‐
χέως· ἔπαρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν·111 in vol. 96

96

.

113

ἐλθὲ εἰς συναίσθησιν. Παῦσαι ἀπὸ τῆς πονηρίας σου· ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην. Ἐπανάστα τῷ καταβαλόντι σε. Μνήσθητι τοῦ οἰκτιρμοῦ τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. Μὴ ἀπελπίσῃς
5τὴν σωτηρίαν. Ἀνάλαβε τὴν μνήμην τῶν γεγραμ‐ μένων, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀπο‐ στρέφων οὐκ ἐπιστρέφει; Ὁ πεπληγὼς θεραπεύε‐ ται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται· οὐ θέλει γὰρ ὁ Θεὸς τὸν θάνατον
10τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ σωθῆναι. Μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς. Καιρὸς ἀνοχῆς ἐστι, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. Ὠλίσθησας; ἐξέγειραι. Ἥμαρ‐ τες; ἡσύχασον. Μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλ’
15ἀποπήδησον. Ὅτε γὰρ ἀποστραφεὶς στενάξεις, τότε σωθήσῃ. Ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία· ἔστι σωτηρία, ἔστι διόρθωσις. Θάρσει, μὴ ἀπελπίσῃς. Οὐκ ἔστι νόμος δικάζων, καὶ χωρὶς οἰκτιρμῶν θάνατον καταδικάζων, ἀλλὰ χάρις πολι‐
20τευομένη, ἀναβαλλομένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. Οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἡ ἁμαρτία. Οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ· οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλεί‐
25σθη τοῦ καταφευκτηρίου ἡ πόλις. Μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. Μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρω‐ ποκτόνῳ· οἶδε γὰρ ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύ‐ ριος. Μηδεὶς ἐν κακίᾳ διάγων ἑαυτὸν ἀπογινωσκέτω,
30εἰδὼς ὅτι γεωργία μὲν τῶν φυτῶν τὰς ποιότητας μεταβάλλει, ἡ δὲ κατ’ ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δυνατή ἐστι παντοδαπῶν ἀῤῥωστημάτων ἐπικρα‐ τῆσαι. Οὐχὶ μετάθεσις τοῦ κακοῦ τὸ αἰσχρὸν ἔχει, ἀλλ’ ἡ
35τούτου τήρησις τὴν ἀπώλειαν. Μὴ ἀπαγορεύσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς· ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖσε κακοπαθείας· καὶ δείξεις ὅτι τὴν ἁμαρτίαν ὄντως μεμίσηκας, παραδειγμα‐
40τίσας αὐτὴν, καὶ θριαμβεύσας ὡς ἀξίαν ὕβρεως. — Οὐδενὶ ἄλλῳ ὡς κακοπαθείᾳ Θεὸς θεραπεύεται, καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται. Οὐδενὶ τοσοῦτον χαίρει ὁ Θεὸς, ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ.
45 Σπείρωμεν ἐν δάκρυσιν, ἵνα ἐν ἀγαλλιάσει θερί‐ σωμεν. Γενώμεθα Νινευῗται, μὴ Σοδομῖται. Θερα‐ πεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν. Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν.

96

.

113

(50)

Εἰ μὲν πάθος ἦν ἡ ὀργὴ τοῦ Θεοῦ, καλῶς ἄν τις ἀπέγνω, ὡς οὐ δυνάμενος λοιπὸν σβέσαι τὴν φλόγα, ἣν διὰ τῶν τοσούτων ἀνῆψε κακῶν. Ἐπειδὴ δὲ ἀπαθὲς τὸ Θεῖον, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ’ ὀργῆς
τοῦτο ποιεῖ, μετὰ φιλανθρωπίας δὲ καὶ κηδεμονίας113 in vol. 96

96

.

116

πολλῆς· θαῤῥεῖν σφόδρα καὶ πεποιθέναι χρὴ τῇ τῆς μετανοίας δυνάμει. Κἂν μὴ πᾶσαν ἐπιδείξῃ τὴν μετάνοιαν, οὐδὲ τὴν βραχεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην· παραπέμ‐
5πεται, ἀλλὰ καὶ ταύτης πολὺν τίθησι τὸν μισθὸν ὁ Θεός. Οὐ χρόνου ποσότητι, διαθέσει δὲ ψυχῆς, μετάνοια κρίνεται. Ὁ μετανοήσας ἐφ’ οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν
10ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ὅμως ἕξει τὴν ἀνταπόδοσιν. Ὅταν ἁμάρτῃς, μὴ ἀπογνῷς σεαυτοῦ, ἀλλὰ παρ’ αὐτὰ ἐπὶ τὴν ἀνάστασιν δράμε. Μὴ εἴπῃς πρὸς σεαυτόν· Οἴμοι, ἀπωλόμην! ἐπόρνευσα, ἐμοίχευσα,
15ἐφόνευσα. Ἔχεις σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρτίαν. Ὅταν γὰρ ἴδω τὸν τοιοῦτον δεξάμενον τραύματα, καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχω, καὶ παῤῥησιάζομαι δακρύων πηγὰς ἐκχέων. Πολλοὶ πολλάκις, καὶ ἄνδρες, καὶ γυναῖκες πε‐
20ριέπεσον χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. Δάκρυα ἐξ‐ εχύθη, φάρμακα ἀνηλώθη, ἰατρικὴ ἠπόρησε τέχνη· κάλλος ἐμαράνθη, τὸ σῶμα ἀπηγόρευται. Περιέρχε‐ ται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; χρή‐ ματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη,
25μένει τὸ νόσημα, οὐκ εἴκει τὸ ἕλκος. Πολλάκις συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν, ὅτι Κἀγὼ τοιούτῳ πάθει περιέπεσα, καὶ ὁ δεῖνα ἢ ἡ δεῖνα περιέθηκέ μοι φάρμακον, καὶ ἀπήλλαξέ με τοῦ νοσή‐ ματος. Εἶτα παρακαλεῖ· Δεῖξόν μοι τὴν γυναῖκα.
30Ἄπελθε ἐπὶ τὸν στενωπὸν, ἐρώτησον τόνδε καὶ τήνδε· οὐ χρεία καμάτου· οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε τὸ πρόθυρον ἀναγκαῖον, ἀλλ’ ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον. Οὕτως καὶ ὁ Δαβὶδ νέος ὢν ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκτήσατο.
35Ἦλθεν οὖν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ εὐμοιρίαν σω‐ μάτων περιβεβλημένον, ἔχων τὸ κέρας ἔνθα τὸ ἔλαιον ἦν τὸ ἅγιον. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἕνα τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκεῖνο ἐπιτήδειον εἶναι τὸ ἀξίωμα τῷ μείζο‐
40νι, ἄγει τὸν πρῶτον υἱόν. Τί οὖν ὁ προφήτης; Πάραγε αὐτὸν, οὐκ ηὐδόκησεν ἐν αὐτῷ ὁ Θεός. Ἄγει τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, οὐδαμῶς· τὸν τέ‐ ταρτον, τὸν πέμπτον· ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ ηὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις
45ἄλλον; ᾘσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρὸν εὐτελῆ ποιμένα. Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ’ ὁ Θεὸς στεφ[αν]οῖ. Ἄνθρωπος γὰρ εἰς πρόσωπον ὄψεται, Θεὸς δὲ εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν ψυ‐ χῆς; Εὐγένειαν ποθοῦμεν. Οὐκ εἶπεν αὐτῷ ὁ Θεὸς,

96

.

116

(50)

Ἄπελθε, χρίσον μοι τὸν Δαβὶδ, ἵνα μὴ πάθῃ Δαβὶδ, ὅπερ ἔπαθεν Ἰωσήφ. Ὥσπερ γὰρ ἔμαθον ἐκεῖνοι τὸν ζητούμενον βασιλέα, ἐπεβούλευσαν, ἐπολέμησαν, ἐπώ‐ λησαν· οὕτω δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσων‐ ται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἰστή‐
55κει ὁ προφήτης ἀπορῶν· δός μοι ἕνα τῶν υἱῶν σου.
Οὐκ ἔχω, φησὶν, ἀλλὰ παιδίον μικρὸν ποιμαῖνον τὰ πρό‐115 in vol. 96

96

.

117

βατα. Οὐχ οὕτως ὄψεται ἄνθρωπος, ὡς ὄψεται Θεός. Ποῦ οἱ καλλωπιζόμενοι ἐπ’ εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος, ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν εὔμορφος γυνὴ, ἀλλ’ ἢ τάφος
5κεκονιασμένος; Ἐὰν μὴ σώφρων ᾖ, κάλλος δὲ ἔχῃ, βάραθρόν ἐστιν ὠρυγμένον ἑτέροις, δηλητήριον κατ‐ εσκευασμένον. Τοῦτο καὶ νόσῳ μαραίνεται, καὶ θανάτῳ διακόπτεται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνα‐ τον μένει καὶ ἀκηλίδωτον. Καὶ τότε τὴν οἰκείαν
10ὡραιότητα ἐπιδείκνυται, ὅταν παύσηται τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν, μὴ θαυμάσῃς, ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος εἰσὶν ἀνατεταμέναι, καρπὸν οὐκ ἔχουσαι· ἡ δὲ ἄμπελος χαμαὶ συρομένη, ὥριμον ἔχει τὸν καρ‐
15πὸν τῶν βοτρύων. Τί οὖν βούλει; ἄμπελον ἔχειν ἢ δρῦν; Δῆλον ὅτι ἄμπελον. Ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα, ἀγρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίτ‐ της εὐτελέστερον; Τί βέλτιον; μέλιττα, ἢ ταώς; Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλαψας· ἄνελε μέλιτταν,
20καὶ πολλὰ χωλεύει. Ἦλθε τοίνυν ὁ Δαβὶδ, εὑρίσκε‐ ται τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας, καὶ ἀντὶ πορ‐ φυρίδος καὶ διαδήματος ἐγένετο αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα, οὐδὲ
25δόρατα περιβεβλημένος, ἀλλὰ τὴν τοῦ Θεοῦ ψῆφον τὴν πάντων δυνατωτέραν. Οὗτος δὲ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων ταραττομένων, καὶ τῶν βαρβάρων ἐπιβαινόντων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν καὶ τὸν πό‐
30λεμον, καὶ ὁρᾷ τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν, καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι, οὐδὲ ἐξελθεῖν. Ἰδὼν δὲ ὁ Δαβὶδ ἀστράπτοντα τὸν πολέ‐ μιον, ἀφόρητον ὄντα τὸν πόλεμον, τοὺς πολλοὺς ἤδη κατεπτηχότας, λέγει· Τίς ἐστιν ὁ ἀπερίτμητος οὗτος,
35ὃς ὠνείδισε τὴν παράταξιν Θεοῦ ζῶντος; Λέγουσι δὲ αὐτῷ· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δὲ, Οὐκ ἀπό‐ νοιαν, ἀλλὰ πίστιν, οὐχ ὑπερηφανίαν, ἀλλὰ εὐσέ‐ βειαν κέκτημαι· οὐ σκοπῶ αὐτοῦ τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς ψυχῆς· οὐ βλέπω ὅτι μέγα τὸ
40πλοῖον, ἀλλ’ ὅτι κυβερνήτην οὐκ ἔχει· οὐ δέδοικα αὐτόν· ἐχθρὸς γάρ ἐστι τοῦ Θεοῦ. Ποίοις ὅπλοις θαῤῥεῖς, ὁ Δαβίδ; Οὐ σαρκίνοις, φησὶν, ἀλλὰ πνευ‐ ματικοῖς· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευματικά. Ἀκούουσιν οὖν τινες, καὶ εἰσήγαγον
45αὐτὸν πρὸς τὸν βασιλέα καθήμενον, κατεπτηχότα, τρέμοντα. Καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί προσέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ; Τίς ἐστιν οὗτος; οὐχὶ πο‐ ρεύσομαι, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ; Τί οὖν ὁ

96

.

117

(50)

βασιλεύς; Καὶ πῶς δύνασαι; σὺ παιδάριον εἶ μι‐ κρὸν, αὐτὸς δὲ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. Μὴ
βλέπε, φησὶν, τὰ ὁρώμενα, ἀλλὰ τὰ νοούμενα. Τί117 in vol. 96

96

.

120

οὖν; ἀπιστεῖ ὁ βασιλεύς· ἀναγκάζεται λοιπὸν τὰ κατορθώματα αὐτοῦ εἰπεῖν. Παιδίον ἤμην, φησὶν, μικρὸν, ποιμαῖνον τὰ πρόβατα τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο ὁ λέων ἢ ἄρκτος, καὶ ἐλάμβανον πρό‐
5βατον τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἐπάτασσον τὸν λέοντα, καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τῶν θηρίων ἐκείνων. Καὶ εἶπε Σαοὺλ πρὸς Δαβίδ· Πορεύου, καὶ ὁ Κύριος μετὰ σοῦ. Ἔδωκε δὲ αὐτῷ ὁ
10βασιλεὺς τὰ ὅπλα· ὁ δὲ οὐκ ἠδύνατο βαστάσαι, ὅτι οὐ συνεχώρει τοῦτο ὁ Θεὸς, ἵνα γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα συμμερίσηται τὴν νίκην τῶν κατορθω‐ μάτων, ἵνα μὴ εἴπῃ ὁ βασιλεὺς, τὰ ὅπλα ἐνίκησαν. Ῥίπτει τὰ ὅπλα, ἐνδύεται τὴν πίστιν, ἐξέρχεται
15γυμνὸς, κατατεθωρακισμένος τὴν πίστιν· ἐξέρχεται ποιμὴν, καὶ οὐ στρατιώτης. Ἀφίησι βόλον, ἔπεσεν ὁ ἀλλόφυλος· οὐ τῇ φύσει τοῦ σώματος, ἀλλὰ τῇ δυ‐ νάμει τῆς πίστεως τὴν νίκην ἀπενεγκάμενος. Ἔλα‐ βεν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν,
20καὶ ἐπληρώθη τὸ γεγραμμένον, ὅτι «Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός.» Οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, περὶ οὗ φησιν ὁ Θεός· Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὦ ἐγκώμιον ὑψη‐
25λόν! ὦ ἀπόδειξις ἀρετῆς! Οὗτος τοίνυν ὁ τῶν θηρίων περιγενόμενος, ὁ τὸν Γολιὰθ ἀποκτείνας, ὃ τὸν λέοντα πνίξας, ὁ τὴν ἄρκτον κρατήσας, ὁ ἐν νεότητι πεπολιωμένος, ὁ μικρὸς τῷ σώματι καὶ ὑψηλὸς τὴν καρδίαν, ὁ ἐν βασιλικῇ στολῇ ἀκρίβειαν μοναζόντων
30ἐπιδειξάμενος· (ἔλαμπε γὰρ, οὐκ ἀπὸ μαργαριτῶν, ἀλλ’ ἀπὸ δακρύων· Λούσω γὰρ, φησὶ, καθ’ ἑκά‐ στην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·) οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ τὴν πνευματικὴν χάριν ἐπισπα‐
35σάμενος, ὁ τῆς ἁψίδος τῶν οὐρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ὁ πολέμους καταλύσας· οὗτος ὁ μεγάλα καὶ μυρία κατορθώματα κατὰ τοῦ διαβό‐ λου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν, μετὰ σεμνότητα, ὅτε κατέσχε τὴν βασιλείαν, ὅτε ἐνί‐
40κησε μυρίους πολέμους, ὅτε ἔθνη ὑπέταξεν, ἐν μεσημ‐ βρίᾳ μέσῃ, μετὰ τὸ ἄριστον, ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε λουομένην γυναῖκα, καλὴν καὶ εὔμορφον· γυναῖκα λουομένην ἐν ὑπερῴῳ, γυναῖκα στρατιώτου ὡραίαν. Εἶδεν, ἐπτερώθη τὸ ὄμμα,
45ἐδέξατο τὸ βέλος. Ἀκουέτωσαν, οἱ περιέργως τὰ ἀλλότρια καταμανθάνοντες· ἀκουέτωσαν, οἱ περὶ τὰ θέατρα μεμηνότες· οἱ λέγοντες, Θεωροῦμεν, οὐδὲν βλαπτόμεθα. Ὁ Δαβὶδ ἐβλάβη, καὶ σὺ οὐ βλάπτῃ; ἐκεῖνος ἐβλάβη, καὶ σοὶ ἔχω θαῤῥῆσαι; ὁ τοσαύτην

96

.

120

(50)

ἔχων τοῦ Πνεύματος χάριν βέλος ἐδέξατο, καὶ σὺ λέγεις μὴ ἁλίσκεσθαι; Καίτοι γε ἐκεῖνος οὐκ εἶδε πόρνην γυναῖκα, ἀλλὰ σώφρονα καὶ σεμνήν· καὶ οὐκ ἐν θεάτρῳ, ἀλλ’ ἐν οἰκίᾳ. Σὺ δὲ ἐν θεάτρῳ βλέπεις, ὅπου καὶ ὁ τρόπος κολάζει ψυχήν· οὐ βλέπεις δὲ μό‐
55νον, ἀλλὰ καὶ ἀκούεις ῥημάτων κακίας, καὶ βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικὰ πανταχόθεν· πλήττεται ἡ διάνοια τῇ ὄψει, ἀφ’ ὧν εἶδες· τῇ ἀκοῇ, ἀφ’ ὧν ἀκούεις· τῇ ὀσφρήσει, ἀφ’ ὧν ὀσφραίνῃ. Το‐
σαῦτα βάραθρα, τοσαῦται φθοραί· καὶ ἔχω σοι θαῤ‐119 in vol. 96

96

.

121

ῥῆσαι, ὅτι οὐ γίνῃ θηριάλωτος; Μὴ γὰρ λίθος εἶ; μὴ γὰρ σίδηρος; Ἄνθρωπος εἶ, τὴν κοινὴν τῆς φύ‐ σεως ἀσθένειαν περικείμενος. Πῦρ κρατεῖς, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; θὲς λύχνον εἰς χόρτον,
5καὶ δύνασαί μοι εἰπεῖν ὅτι οὐ καίεται χόρτος. Τοῦτο καὶ ἡ ἡμετέρα φύσις. Εἶδεν οὖν αὐτὴν λουομένην· ἑάλω τῷ κάλλει, ἐδέξατο βέλος, ἔλαβε τὸ τραῦμα. Ἔπεμψε πρὸς αὐτὴν ὁ βασιλεύς· ἦλθε πρὸς αὐτόν· εἰργάσατο τὴν παρανομίαν, ἐπλήρωσε τὴν ἐπιθυ‐
10μίαν. Κελεύει αὐτὴν ἀπελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. Ταῦτα λέγω, καὶ εἰς μέσον φέρω τὸν τετραυματι‐ σμένον, ἵνα περιεστῶτες ἴδητε πῶς θεραπεύεται. Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει περιεστῶτας, ἵνα ἴδωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον. Πολλῷ μᾶλλον
15προφήτου χειρουργουμένου πάντας δεῖ ἰδεῖν, ἵνα μάθωμεν, πῶς ὀφείλομεν ἀπαλλαγῆναι τῆς σηπε‐ δόνος καὶ τῶν σκωλήκων. Χαλεπὸν τὸ ἁμάρτημα· ἡ ἐπιθυμία ἐπληρώθη· ἡ ἁμαρτία ἀπηρτίσθη. Ὁ θε‐ ραπεύων οὐκ ἦν.
20 Συνέλαβεν ἡ γυνή. Τέως ἐνόμισε λανθάνειν τὸν ἄνδρα αὐτῆς ὁ βασιλεύς. Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ’ ὅμως ἡ ἐπιθυμία αὐτοῦ τὸν νοῦν ἐσκότει. Συν‐ έλαβεν ἡ γυνὴ, ἦλθε δρομαῖος ἐπὶ τὸν βασιλέα, καί φησι· Βασιλεῦ, ἀπωλόμην. Ὁ δὲ, Τί ἔχεις; Ἔγκυος
25ἐγὼ, φησί· ὁ καρπὸς τῆς ἁμαρτίας ἐβλάστησεν· τὴν κατηγορίαν ἐν τῇ μήτρᾳ περιφέρω· ὁ ἔλεγχος ηὐξήθη τῆς ἁμαρτίας· οἴκοθεν ἔχω τὴν ἀπόδειξιν. Ἐὰν ἔλθῃ καὶ ἴδῃ ὁ ἀνήρ μου, τί ἔχω εἰπεῖν; Ἐν‐ νόησον πόσον κακὸν ἁμαρτία. Ὁ βασιλεὺς τὸν στρα‐
30τιώτην φοβεῖται. Οὐ γάρ ἐστι δοῦλος ἕτερος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν. Διάδημα περιεβέβλητο, καὶ ἐδεδοίκει τὸ ὄνειδος; Οὐχὶ σὺ βασιλεὺς εἶ; οὐ ξίφους ἐξουσίαν ἔχεις; Ἀλλὰ χαλεπὸν ἁμάρτημα ἐποίησα. Ὦ δυστυχίας μήτηρ! ὦ ἀτιμίας ἔλεγχος!
35Τί οὖν ὁ βασιλεύς; ἁμαρτίαν ἐπὶ ἁμαρτίαν προστί‐ θησιν. Ἦλθεν οὖν Οὐρίας ἀνὴρ αὐτῆς ἀπὸ τοῦ πολέ‐ μου, καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα, καὶ λέγει αὐτῷ· Τί ἐστιν Οὐρία; πῶς ὁ πόλεμος; Λέγει, Καλῶς· ἐνι‐ κήσαμεν. Ἤκουσεν ὁ βασιλεὺς ὅτι ὁ στρατιώτης
40ἐνίκησε, καὶ αὐτὸς ἡττήθη· ὁ στρατιώτης τὸν πόλε‐ μον ὑπέταξεν, αὐτὸς δὲ ἡττήθη ὑπὸ τῆς ἡδονῆς. Ἐν ἀπορίᾳ τε ὢν ὁ βασιλεὺς οὐκ ᾔσθετο τῆς νίκης διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡττήθη. Λέγει οὖν τῷ στρατιώτῃ· Ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ
45λοῦσαι, καὶ ἀπόλαυσον τῆς τραπέζης, καὶ τῆς γυ‐ ναικός σου. Ταῦτα διὰ τί; Ἵνα συσκιάσῃ τὸ ἕλκος, ἵνα ἐξ αὐτοῦ νομισθῇ τίκτεσθαι τὸ παιδίον. Ὁ δὲ ἀκοίμητος ὀφθαλμὸς οὐ συνεχώρει, φειδόμενος τοῦ τετραυματισμένου. Τί οὖν ὁ στρατιώτης; Καὶ πῶς,

96

.

121

(50)

φησὶ, δύναμαι τὸ ῥῆμα τοῦτο ποιῆσαι; Ἰσραὴλ ἐν πολέμῳ, ἀρχιστράτηγος ἐν παρατάξει, ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῇ παρεμβολῇ, καὶ ἐγὼ
ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν;121 in vol. 96

96

.

124

Ἐπειδὴ δὲ λοιπὸν οὐκ ἠδύνατο συσκιάσαι τὸ γεγο‐ νὸς, γράφει ἐπιστολὴν πρὸς τὸν στρατηλάτην, ἔχου‐ σαν οὕτως· Λαβὼν στῆσον τὸν Οὐρίαν εἰς τὸ βαρὺ μέρος, ὡς αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει αὐτῷ
5τὴν ἐπιστολὴν, καὶ τὴν μάχαιραν καθ’ ἑαυτοῦ ἐβά‐ σταζεν ὁ ἠδικημένος, καὶ ἐπιστολὴν ἔφερεν αἵματος γέμουσαν. Εἶτα ἔστη ἐν τῷ πολέμῳ, ἀνῃρέθη, καὶ ἔπεσεν. Ἰδοὺ δεύτερον ἁμάρτημα· ὁ φόνος, καρπὸς τῆς μοιχείας ἐγένετο. Ταῦτα λέγω διὰ τοὺς ἁμαρτω‐
10λοὺς, καὶ πολλὰ ἑαυτοῖς συνειδότας κακὰ, ἵνα ἀκούον‐ τες μὴ ἀπογνῶσι τῆς ἑαυτῶν σωτηρίας· γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς δὲ δύο ταύτας τὰς πρώτας ἐντολὰς παρέβη. Ἐμοίχευσε, καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χαλεπὸν τὸ
15ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν Οὐρίας ἀπελθὼν εἰς τὸν πόλεμον ἀνῃρέθη, καὶ εὐθέως ἐσκίρτησεν ἡ ἁμαρτία συνεσκιασμένη. Τότε λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν· ὁ προφήτης πρὸς προφήτην ὑπάγει, καίτοι ὁ Δαβὶδ προφήτης ἦν. Πῶς οὖν ἑαυτὸν οὐ θε‐
20ραπεύει; Ὥσπερ γὰρ οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄ‐ ζουσιν ἑτέρων ἰατρῶν· καὶ γὰρ ἡ ἀῤῥωστία τὴν τέχνην λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ’ ἐκεῖνος οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ’ ἐν κακίᾳ διαγινόμενος. Λέγουσιν
25αὐτῷ· Νάθαν ὁ προφήτης ἔξω. Λέγει, Εἰσελθέτω. Εἰσῆλθεν οὖν ὁ προφήτης, ὁρῶν αὐτὸν καθεζόμενον μετὰ λαμπηδόνος πολλῆς, καὶ τοῦ τύφου τοῦ βασι‐ λικοῦ. Καὶ τί φησιν; Δίκην ἔχω, ἄκουσόν μου. Ὦ σοφία ἰατροῦ! Εἰσῆλθεν βαστάζων σιδήριον, ἵνα
30τέμνῃ τὸ ἕλκος, ἀλλ’ οὐ δεικνύει τῷ νοσοῦντι, ἵνα μὴ στερηθῇ τῆς ἰατρείας, καὶ κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον, ἀλλὰ τὸ δρᾶμα τῆς διηγήσεως. Εὐ‐ θέως γὰρ εἰσελθὼν οὐκ εἶπεν· Ὦ παράνομε! ὦ βέ‐ βηλε! ὦ μοιχέ! ὦ ἀνδροφόνε! Οὐ γυμνὸν τὸν ἔλεγχον
35ἔχων, οὐδὲ χωρὶς προσωπείου τὴν παῤῥησίαν, ἀλλὰ τὸ σιδήριον ἐγκεκρυμμένον. Καὶ λέγει· Δίκην ἔχω, ὁ βασιλεύς. Ὁ δέ· Εἰπὲ τὴν δίκην. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης, ὃς οὐκ εἶχεν εἰ μὴ μίαν
40ἀμνάδα, ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου ἔπινεν, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ὁρᾷς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν· ἐπὶ γὰρ τῶν πλουτούντων πολὺς ὁ τύφος, ἐπὶ δὲ τῶν πενήτων ἡ γυνὴ ὑπηρέτις γίνεται, καὶ
45διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτῷ μή‐ τηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως· ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ ἔξω· καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τύφος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός. Αἰσχύνεται γενέσθαι τροφὸς

96

.

124

(50)

ἡ γενομένη μήτηρ· ὁ δὲ Κύριος οὐχ οὕτως. Καὶ γὰρ καὶ ἐγέννησεν ἡμᾶς, καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγέ‐ νετο. Διὰ τοῦτο καὶ ἀντὶ βρώματος τὴν ἰδίαν αὐτοῦ σάρκα ἡμᾶς ἔθρεψεν, καὶ ἀντὶ πόματος τὸ ἴδιον αἷμα ἐπότισεν. Ἦλθε τοίνυν ὁ ξένος ἄνθρωπος πρὸς
55τὸν πλησίον ἐκεῖνον. Τίς ὁ ξένος; ἡ ἐπιθυμία ἀκό‐ λαστος, ἡ θηριώδης ἐκείνη. Ἦλθε, καὶ οὐκ ἔλαβεν ἀπὸ τῶν ποιμνίων καὶ τῶν βουκολίων αὐτοῦ, ἀλλὰ πέμψας ἥρπασεν τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ
κόλπῳ τοῦ πένητος καθεύδουσαν καὶ ἀπὸ τῆς τρα‐123 in vol. 96

96

.

125

πέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασι‐ λεύς. Ἐνόμιζε γὰρ ἀλλοτρίαν δίκην δικάζειν, καὶ τὸ δίκαιον ἐξέφηνεν μετὰ πολλῆς τῆς λαμπρότητος. Οὐκ ἦν γὰρ φιλοστοργία, ἵνα μὴ εἴπῃ τὴν ἀλήθειαν·
5ἀλλ’ ὠργίσθη μὴ βουλόμενος, καὶ λέγει τὸ δίκαιον. Ἐν ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται, καὶ τὴν ἀμνάδα τετραπλασίονα ἀποτίσει. Καὶ οὐ κελεύει κατὰ τὸν νόμον· ὁ γὰρ νόμος οὐ κελεύει τὸν κλέπτην τετρα‐ πλασίονα ἀποδοῦναι· οὗτος γὰρ καὶ τὸν νόμον
10ὑπερέβη. Ἐξέβαλε τοίνυν ψῆφον, καὶ ἡ δίκη ἦν ἀπηρτισμένη. Ῥίπτει τὸ προσωπεῖον, καὶ λέγει ὁ προφήτης· Σὺ εἶ βασιλεῦ. Τί οὖν αὐτός; Ἥμαρτον τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν εὐγένειαν τῆς ψυχῆς. Οὐ γὰρ εἶπεν πρὸς αὐτόν· Ἄθλιε καὶ ταλαί‐
15πωρε, πόθεν ὁρμώμενος, καὶ τίνι πεποιθὼς, πεπαῤ‐ ῥησιασμένως εἰσῆλθες, καὶ ἀπονοίᾳ, καὶ τύφῳ βρι‐ θόμενος, βασιλέα οὕτω φανερῶς ἐλέγξαι βουλόμενος; Ἀλλὰ τί λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ. Τί οὖν αὐτός; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου.
20Ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα ἡ συγχώρησις. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Διὰ πραγμάτων παρώξυνες, διὰ ῥημάτων μετανόει. Ταῦτα λέγω, ἵνα ἀκούωσιν οἱ ἁμαρτωλοὶ καὶ οἱ πεπτωκότες ἁμαρτήμασιν. Ἡμάρτηκα τῷ Κυρίῳ,
25καὶ ἀφῆκε τὸ ἁμάρτημά σου. Σὺ μὲν εἶπες, Ῥομ‐ φαία πεσεῖται ἐπ’ αὐτὸν, ἀλλὰ σὺ οὐ μὴ ἀποθάνῃς. Ἠράσθης πόρνης, καὶ ἐπόρνευσας; θέλεις μετανοῆ‐ σαι; μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν. Διὰ τοῦτο ἀκροθίνια τῆς ἁμαρτίας ἐξελέξατο ὁ
30Θεὸς, ἵνα μηδεὶς τῶν μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; ἐννόησον τοὺς μάγους. Ἅρπαξ εἶ; ἐννόησον τὸν τελώνην. Ἀκάθαρτος εἶ; ἐννόησον τὴν πόρνην. Ἀνδροφόνος εἶ; ἀναλόγισαι τὸν λῃστήν. Παράνομος εἶ; ἐννόησον τὸν βλάσφημον
35Παῦλον, καὶ μετὰ ταῦτα εὐαγγελιστήν· πρότερον ζιζάνιον, καὶ μετὰ ταῦτα σῖτον· πρότερον λύκον, καὶ μετὰ ταῦτα ποιμένα· πρότερον μόλυβδον, καὶ μετὰ ταῦτα χρυσόν· πρότερον πειρατὴν καὶ κατα‐ ποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην· πρότερον
40πορθοῦντα τὴν Ἐκκλησίαν, καὶ μετὰ ταῦτα πι‐ στευόμενον τὴν Ἐκκλησίαν· πρότερον ἐκκόπτοντα τὰς ἀμπέλους, καὶ μετὰ ταῦτα φυτουργὸν γενόμε‐ νον· πρότερον καθαιροῦντα τὸν ναὸν, καὶ μετὰ ταῦτα οἰκοδομοῦντα. Εἶδες ὑπερβάλλουσαν κακίαν,
45εἶδες νικῶσαν ἀρετήν· εἶδες ἀπόνοιαν δούλου, εἶδες φιλανθρωπίαν Δεσπότου. Μή μοι λέγε, Βλάσφημός εἰμι, διώκτης εἰμὶ, ἀκάθαρτός εἰμι. Ἔχεις πάντων τὰ ὑποδείγματα. Εἰς οἷον ἂν θέλῃς λιμένα κατά‐ φευγε. Θέλεις ἐν τῇ Καινῇ; θέλεις ἐν τῇ Παλαιᾷ;

96

.

125

(50)

ἐν τῇ Καινῇ ὁ Παῦλος, καὶ ἐν τῇ Παλαιᾷ ὁ Δαβίδ. Μὴ προφασίζου, μὴ ὄκνει. Ἥμαρτες; μετανόησον. Μυριάκις ἥμαρτες; μυριάκις μετανόησον. Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, ἵνα φλεγμονὴν καταστέλλω. Οἶδα γὰρ ὅση τοῦ συνειδότος ἡ ἀπόγνω‐
55σις. Ἐφέστηκεν ὁ διάβολος ξίφη ἀκονῶν καὶ ταῦτα
λέγων τὰ ῥήματα Ὅλην τὴν νεότητά σου κατῄσχυ‐125 in vol. 96

96

.

128

νας· ὅλον τὸν βίον σου ἀνήλωσας· πρότερον μετὰ πόρ‐ νης, μετὰ ταῦτα ἥρπασας, ἐπλεονέκτησας, ἐψεύσω, ἐπιόρκησας, ἐβλασφήμησας. Ποία σωτηρίας ἐλπίς; ἀπώλου, λοιπὸν ἀπόλαυε καὶ τοῦ παρόντος βίου. Ταῦτα
5τοῦ διαβόλου τὰ ῥήματα· ἀλλὰ τὰ ἐμὰ ἐναντία. Ἀπ‐ ώλου; ἀλλὰ δύνασαι σωθῆναι. Ἐμοίχευσας; ἀλλὰ δύ‐ νασαι ἀπαλλαγῆναι. Ἔπεσας; ἀλλὰ δύνασαι ἀναστῆ‐ ναι. Μικρὰ ἡ μετάνοιά σου; ἀλλὰ μεγάλη τοῦ Δεσπό‐ του ἡ φιλανθρωπία. Ἐφόνευσας; ἀλλὰ μετανόησον,
10ἀλλὰ μετάγνωθι. Ἐμοίχευσας; [ἀλλ’ ἐξομολόγησαι. Πέπτωκας;] ἀλλὰ ἀνάστηθι. Ἐτραυμάτισας; ἀλλὰ θεραπεύθητι. Καὶ ἕως ὅτε ἐμπνεῖς, ἐὰν ἁμαρτάνῃς ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ’ αὐτῆς τῆς κλίνης ἐφ’ ἧς κατά‐ κεισαι ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου
15τούτου, τότε μετανόησον τοῦ καιροῦ. Ἡ στενοχωρία οὐ θλίβει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Μή μοι λέγε, Πῶς καὶ ποίῳ τρόπῳ, ἑλκῶν γέμων καὶ τραυμάτων ἐμπεπλησμένος, ἐν ἐσχάτῃ ἡμέρᾳ δύναμαι ἐξομο‐ λογήσασθαι; Δύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι,
20ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς. Σὺ ἐκεῖ ἀπέρχῃ, καὶ τὸ ἔργον σου ὧδε μένει. Μή μοι λέγε, Πῶς σώζομαι; Ὅταν ὁ Θεὸς ἐργάζηται, εὐθύνας μὴ ἀπαίτει. Ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ὁ ἰατρὸς, τέμνει, καίει,
25μυρία ἐπάγει φάρμακα, καὶ οὐ λέγεις, Πῶς θερα‐ πεύεις; ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ τοῦ συνδούλου· καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ οὐ παραχωρεῖς; μὴ λέγε, πῶς; ἀλλὰ θαύμαζε. Ἐπερωτῶ οὖν σε· Πῶς ὁ λῃστὴς ἐσώθη, ὁ πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις,
30ἐν αἵμασι καταναλώσας; τοίχους διώρυξεν, οὐσίας ἥρπασεν, οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώπων κατεδικάσθη, καὶ παρὰ Θεῷ ἐστε‐ φανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ὧδε ἀπώλεσεν, καὶ τὰ ἐκεῖ ἔλαβεν. Πῶς,
35εἰπέ μοι; Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν. Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλαν‐ θρωπία, κερασθεῖσα τῇ μετανοίᾳ, τὸν λῃστὴν ἐποίησε παραδείσου πολίτην. Πῶς; οὐκ οἶδα· μὴ ἀπαίτει τὸν
40τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με μόνον, παρα‐ καλεῖς τῷ ἰατρῷ, τῆς ἀῤῥωστίας· τολμᾷς εἰπεῖν, Πῶς; Θεός ἐστιν ὁ ἐργαζόμενος. Πῶς δὲ μοιχοὶ, μαλακοὶ, ἀρσενοκοῖται ἁλισκόμενοι δεσμωτήρια οἰ‐ κοῦσι, τῷ δὲ νεύματι τοῦ βασιλέως μόνον ἀφίενται;
45Βασιλεὺς ὁ σύνδουλός μου. Τί γάρ; Εἶ καὶ πορφυρί‐ δα περιβέβληται, οὐδὲν πλέον τῆς ἐμῆς οὐσίας ἔχει. Τὸ αὐτό μοι φῦλόν ἐστιν· καὶ νεύει, [καὶ] ἀφίενται· καὶ μικρὰ γράμματα, καὶ ἐλύθη ὁ κατάδικος. Οὐκ ἄρχων ἀντιλέγει, οὐ δεσμοφύλαξ ἀντιπίπτει, οὐ νόμων αὐ‐

96

.

128

(50)

θεντία ἀντίκειται, ἀλλὰ τὸ ἀξίωμα τοῦ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου. Ὁ δὲ Θεὸς ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων δεσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ δύναται; Καὶ βασιλεὺς μὲν, ἐὰν ἀφῇ, κολάσεως ἀφίησιν, οὐχὶ ἁμαρτιῶν· ὁ δὲ Θεὸς
55ἁμαρτίας ἀφίησιν. Λέγει, Οὐ θέλω μοιχὸν εἶναι μοιχὸν, καὶ ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο. Ὁ πόρνος μὴ ἔστω πόρνος, καὶ ὁ λόγος αὐτοῦ μετέβαλεν ἐκεί‐ νου τὴν γνώμην, καὶ ἤμβλυνε τὴν ἁμαρτίαν. Καὶ
ἵνα μάθῃς, εἶπεν· Θέλω, γενέσθω ὁ οὐρανὸς, καὶ127 in vol. 96

96

.

129

ἐγένετο ὁ οὐρανός. Θέλω γενέσθαι γῆν, καὶ μὴ οὖσαν ὑπέστησεν. Θέλω γενέσθαι ἀγγέλους, καὶ ὁ χορὸς τῶν ἀγγέλων συνέδραμεν. Οὐσίας νοερὰς καὶ σώ‐ ματα μὴ ὑφεστῶτα ἐργάζεται ὁ λόγος, καὶ ἁμαρτή‐
5ματα λῦσαι οὐ δύναται; Τί ἐστιν ἁμαρτία πρὸς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν; Ἀράχνη, ἄνεμος ἐφύ‐ σησεν, καὶ διασπᾶται ἡ ἀράχνη· Θεὸς βούλεται, καὶ οὐ καταλύεται ἁμαρτία; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳ‐ θυμοτέρους ἐργάσωμαι, ἀλλ’ ἵνα ὑμᾶς εἰς πίστιν
10ἀγάγω προσδοκίας μείζονος καὶ χρηστοτέρας ἐλπί‐ δος. Μηδέποτε ἀπογίνωσκε ἀνθρώπου, εἰ μὴ τοῦ ἀπογινώσκοντος ἑαυτοῦ. Ἐννόησον τοίνυν τὸν προ‐ φήτην, τὸν μετὰ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ τὸ πλῆθος τῶν κατορθωμά‐
15των, μετὰ τροπαῖα τοιαῦτα, ἀνακηρύττοντα, καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ἐπὶ τὸ πέλαγος ἐμαυτὸν ἔῤῥιψα τῆς τοῦ Δε‐ σπότου φιλανθρωπίας. Καὶ τί θέλεις, εἰπέ μοι; Ἤκου‐ σας τοῦ προφήτου λέγοντος· Κύριος ἀφεῖλε τὸ
20ἁμάρτημά μου. Οὐ ζητῶ τοῦτο μόνον· τὸ κάλλος μου ζητῶ, τὴν παῤῥησίαν μου ζητῶ. Κατὰ τὸ πλῆ‐ θος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἔτι πλείονα ζητῶ, μείζονα λαμπηδόνα, μείζονα καθαρότητα· Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνο‐
25μίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ, καὶ σύντεινον σαυ‐ τόν· ὁ ἔλεος τοῦ Θεοῦ ἄφατος, καταληφθῆναι μὴ δυνά‐ μενος, ὑπερβαίνων νοῦν, νικῶν λογισμὸν, ἀλλὰ χρείαν ἔχει καὶ τῶν παρ’ ἡμῖν. Πρόσεχε ὃ λέγω· Θεὸς
30ἐλεεῖ, ἀλλ’ οὐχ ἁπλῶς ἐλεεῖ, ἀλλὰ λέγει· Δὸς καὶ σύ τι. Οἷον λέγω· μυρίων γέμεις ἁμαρτημάτων, φορτία ἔχεις πλημμελημάτων, θέλω αὐτὰ κουφίσαι. Δὸς καὶ σὺ χεῖρα. Οὐκ ἐπειδὴ ἐγώ σου χρείαν ἔχω, ἀλλ’ ἐπειδὴ βούλομαι καὶ σέ τι συνεισενεγκεῖν εἰς τὴν σωτηρίαν.
35 Πῶς οὖν ὁ λῃστὴς ἐσώθη, καὶ τοσαῦτα ἔλυ‐ σεν ἁμαρτήματα; ἀλλ’ οὐκ ἐλέῳ μόνον, ἀλλὰ καὶ τῇ ἑαυτοῦ πίστει. Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί εἰσήνεγκεν ὁ Θεὸς εἰς σω‐ τηρίαν ἐκείνου; λύσιν ἁμαρτημάτων. Τί εἰσήνεγκεν
40ὁ λῃστὴς εἰς σωτηρίαν ἑαυτοῦ; πίστιν. Ποταπήν; μεγάλην, ὑψηλὴν, τοῦ οὐρανοῦ ἁπτομένην. Πῶς ἐγὼ λέγω; Ἰουδαῖοι εἶδον νεκροὺς ἐγειρομένους, δαίμο‐ νας ἐλαυνομένους, θάλατταν χαλινουμένην, γῆν πηγάζουσαν, ἰχθὺν στατῆρα φέροντα, ἀστέρα ἄγοντα
45μάγους, τὴν ἄνω, τὴν κάτω κτίσιν δορυφοροῦσαν, καὶ μετὰ ταῦτα ἐσταύρωσαν. Ὁ λῃστὴς οὐδὲν τούτων εἰδὼς, ἀλλ’ ἐμπτυόμενον, ὑβριζόμενον, οὐκ ἐσκαν‐ δαλίσθη, ἀλλὰ βασιλέα ὡμολόγησεν. Ὅρα ὅτι οὐχ ἁπλῶς ἠλεήθη, ἀλλὰ καὶ αὐτὸς εἰσήνεγκε. Δεῖ γὰρ

96

.

129

(50)

τὸν ἐλεούμενον καὶ αὐτὸν εἰσφέρειν εἰς τὴν οἰκείαν σωτηρίαν. Πάλιν ὁ τελώνης ἅρπαξ ὢν, πλεονέκτης,
πῶς ἐσώθη; Παρῆν ὁ Χριστὸς, καὶ λέγει αὐτῷ· Δεῦρο,129 in vol. 96

96

.

132

ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Ὥσπερ ὁ λῃστὴς τὸ ῥῆμα εἰσήνεγκεν, οὕτως ὁ τελώνης τὴν ἀκολούθησιν αὐτῷ παρέσχεν· ὥσπερ γὰρ ἐπὶ τῶν καμνόντων καὶ τοῖς νοσήμασιν ἀνιάτως κατεχομένων,
5καὶ πολυτελῶν δεομένων φαρμάκων, ἐὰν εἰσέλθῃ ὁ ἰατρὸς, καὶ εἴπῃ πρὸς τὸν ἄῤῥωστον, Πολλῶν χρεία ἐστὶν εἰδῶν πρὸς κατασκευὴν τοῦ φαρμάκου· λέγει αὐτῷ, Πένης εἰμὶ, οὐκ ἔχω· εἶτα λέγει ἰατρός· Τὸ καὶ τὸ δός μοι εἶδος, καὶ τὰ ἄλλα ἀπ’ ἐμαυτοῦ παρ‐
10έχω· τοῦτο λέγει καὶ ὁ Κύριος· Ἐξομολόγησίν μοι δὸς, καὶ δάκρυον, καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι. Βλέπε τί γίνεται· Ἐὰν σὺ τῆς ἁμαρτίας μνησθῇς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύει. Ἐὰν δὲ σὺ αὐτῆς ἐπιλάθῃ, ὁ
15Θεὸς αὐτῆς μνημονεύει. Λέγει γάρ· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι. Τοιοῦτοι ἦσαν οἱ ἅγιοι· τῶν κατ‐ ορθωμάτων ἐπελάνθανον, τῶν δὲ ἁμαρτημάτων ἐμνημόνευον· οὐχ ὡς νῦν ἄνθρωποι, τῶν μὲν ἁμαρ‐
20τημάτων ἐπιλανθάνονται, ἐὰν δέ τι πράξωσι χρη‐ στὸν, εἰς μέσον ἄγουσιν, φυσώμενοι καὶ κομπά‐ ζοντες, τὸν ἔπαινον παρὰ ἀνθρώπων θηρώμενοι. Ἐποίησας ἀγαθόν; ἐπιλάθου, ἵνα ὁ Δεσπότης σου αὐτὸ εἴπῃ. Ἐποίησας κακόν; μνήσθητι, ἵνα ὁ Δε‐
25σπότης σου αὐτοῦ ἐπιλάθηται. Παραχώρησον τῷ Δεσπότῃ σου· μὴ γὰρ οὕτως λέγεις σὺ τὰ κατορ‐ θώματα, ὡς λέγει αὐτὰ ὁ Δεσπότης; Σὺ ἐὰν εἴπῃς, ἐλαττοῖς αὐτά· ὁ Δεσπότης σου ἐὰν εἴπῃ, αὔξει αὐτά. Τὰ ἁμαρτήματά σου λέγε, ἵνα ἐξαλείψῃς. Ἀλλ’
30αἰσχύνῃ εἰπεῖν, διότι ἥμαρτες; Λέγε αὐτὰ καθ’ ἡμέραν ἐν τῇ εὐχῇ σου. Μὴ γὰρ λέγω σοι, Εἰπὲ τῷ συνδούλῳ τῷ ὀνειδίζοντί σε; Εἰπὲ τῷ Θεῷ τῷ θεραπεύοντι αὐτά. Μὴ γὰρ ἐὰν μὴ εἴπῃς, ἀγνοεῖ αὐτὰ ὁ Θεός· μὴ γὰρ παρὰ σοῦ βούλεται αὐτὰ μα‐
35θεῖν; Ὅτε ἔπραττες αὐτὰ, παρῆν· ὅτε εἰργάζου, ἠπί‐ στατο. Εἰργάζου, καὶ οὐκ ᾐσχύνου ἐργάσασθαι. Τὰ πράγματα οὐκ ᾐσχύνθης, καὶ τὰ ῥήματα τὰ δικαι‐ οῦντά σε αἰσχύνῃ. Εἰπὲ ὧδε, ἵνα ἐκεῖ μὴ εἴπῃς· εἰπὲ, καὶ δάκρυσον. Ἐν βιβλίῳ γέγραπται τὰ
40ἁμαρτήματά σου. Σπόγγος ἐστὶ τὰ δάκρυά σου· δάκρυσον, καὶ ἐξαλείφεται· δάκρυσον, καὶ εὑρίσκε‐ ται ἐκεῖ καθαρὸν τὸ βιβλίον. Ἡ πόρνη μὴ αἷμα ἐξέχεεν; ἀλλ’ ἐξήλειφε τὰ ἁμαρτήματα. Καὶ τί λέγω πόρνην, ἀκάθαρτον γυναῖκα; ὁ στύλος τῆς Ἐκκλη‐
45σίας, ἡ κρηπὶς τῆς πίστεως, ἡ κεφαλὴ τοῦ χοροῦ τῶν ἀποστόλων, ὁ μακάριος Πέτρος, οὐκ ἠρνήσατο τὸν Χριστὸν, καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον; μὴ αἷμα ἐξέχεεν; Πηγὰς δακρύων ἐξέχεεν, καὶ ἔκλυσε, καὶ ἀπεσμήξατο τὸ ἁμάρτημα. Οὐκ ἔχεις

96

.

132

(50)

ἐν τῇ οἰκίᾳ βιβλίον, καὶ γράφεις τὸν λόγον τὸν καθημερινόν; ἀλλ’ ἔχε ἐν τῷ συνειδότι βιβλίον, καὶ γράφε τὰ ἁμαρτήματα τὰ καθημερινά. Οἷόν τι λέγω· ὅταν ἀναπέσῃς ἐν τῇ κλίνῃ, καὶ μηδείς σοι διενο‐ χλῇ, πρὶν ἢ εἰσελθεῖν σοι τὸν ὕπνον ἄγε τὸ βιβλίον
55εἰς τὸ μέσον, καὶ ἀναλόγισαι τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ· Ἆρα μὴ ἡμάρτηκα σήμερον; μὴ ἐν λόγῳ; μὴ ἐν ἔργῳ; Τοῦτο παραινεῖ ὁ προφήτης· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοί‐
ταις ὑμῶν κατανύγητε. Ἐν ἡμέρᾳ οὐκ ἄγεις σχο‐131 in vol. 96

96

.

133

λὴν, ἀλλὰ καὶ ἀρχόντων φόβος, καὶ ἑτέρων ὁμιλίαι, καὶ πραγμάτων φροντὶς, καὶ παιδοτροφίας πρόνοια, καὶ γυναικὸς ἐπιμέλεια, καὶ φροντὶς τραπέζης, καὶ μυρία σε περιέλκει πράγματα. Ὅταν δὲ ἐπὶ τὴν
5εὐνὴν ἔλθῃς, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, καὶ μηδείς σοι διενοχλῇ, εἰπὲ τῇ καρδίᾳ τῇ σῇ, καὶ τῇ ψυχῇ, Ἀνηλώσαμεν τὴν ἡμέραν σήμερον, ὦ ψυχή. Τί ἀγαθὸν εἰργασάμεθα, ἢ τί πονηρὸν ἐπράξαμεν; καὶ μνήσθητι τῆς γεέννης, ἵνα τῷ ἀγαθῷ προσθῇς,
10καὶ τὸ πονηρὸν ἀνέλῃς. Ἐὰν ᾖς ἐν τῇ κλίνῃ, [καὶ] μνησθῇς σου τὰ ἁμαρτήματα, δάκρυσον, καὶ δύνασαι αὐτὰ ἐν τῇ κλίνῃ ἐξαλεῖψαι. Παρακάλεσον τὸν Θεὸν, καὶ οὕτως παράπεμψον τὴν ψυχὴν τῷ ὕπνῳ. Ἡ πρόφασις τῶν ἁμαρτωλῶν αὕτη· Ἁμαρτωλός
15εἰμι, φησὶν, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶναι ἔφης, ἀπάντησον, ἵνα γένῃ δίκαιος. Δίκαιος εἶ; ἀπάντησον, ἵνα μὴ ἐκπέσῃς τῆς δικαιο‐ σύνης. Τίς δὲ τῶν ἀνθρώπων ἄνευ ἁμαρτίας, εἰπέ μοι; ἀλλὰ διὰ τοῦτο θυσία καὶ Ἐκκλησία· διὰ
20τοῦτο εὐχὴ καὶ νηστεία. Ἐπειδὴ πολλὰ τραύματα τῆς ψυχῆς, καὶ τὰ φάρμακα κατ’ αὐτῶν εὕρηνται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς κατάλληλον φάρμακον κατεσκεύασται. Ἔχεις ἐκ‐ κλησίαν, θυσίαν ἐπιτελουμένην, εὐχὰς Πατέρων,
25Πνεύματος ἁγίου χορηγίαν, μαρτύρων μνείαν, συν‐ αθροισμὸν ἁγίων, καὶ ἄλλα πολλὰ τοιαῦτα δυνάμενά σε ἀπὸ ἁμαρτίας ἀνακαλέσασθαι εἰς δικαιοσύνην. Οὐκ ἀπήντησας εἰς εὐχὴν μαρτύρων; καὶ ποίαν σχοίης συγγνώμην, εἰπέ μοι; Φροντίς σε βιωτικὴ
30ἐκράτησεν; μεῖζον τὸ ἔγκλημα. Μικρὰν ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ, ἵνα λάβῃς ὁλόκληρον ἡμέραν; Ἁμαρτωλός εἰμι, φησὶν, καὶ οὐ δύναμαι. Καὶ ἐπει‐ δὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε. Οὐκ οἶδας ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, καὶ
35αὐτοὶ ἁμαρτίαις εἰσὶ προσηλωμένοι; σάρκα γάρ εἰ‐ σιν ἐνδεδυμένοι, καὶ αἵματι συμπεπλεγμένοι, καὶ ὀστέοις εἰσὶ συνδεδεμένοι, καὶ αὐτοὶ ἡμεῖς οἱ ἐπὶ τοῦ θρόνου καθεζόμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπεπλέγμεθα. Ἀλλ’ οὐκ ἀπογινώσκομεν τῆς τοῦ
40Θεοῦ φιλανθρωπίας, οὐδὲ ἀπανθρωπίαν τινὰ προσ‐ άπτομεν. Πάντες γὰρ ἄνθρωποί ἐσμεν, ἐκ τῶν αὐ‐ τῶν στοιχείων συμπεπλεγμένοι. Οὐ παραιτούμεθα τὴν διδασκαλίαν, ἀφορῶντες εἰς τὴν τοῦ Θεοῦ φιλ‐ ανθρωπίαν. Καὶ ὑμεῖς ἁμαρτόντες οὐ τοσοῦτον
45ἔγκλημα ἔχετε· ὑπὸ γὰρ διδάσκαλόν ἐστε. Ἡμεῖς δὲ ὅσῳ πολλῷ τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ πολλῷ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα. Ἄλλο γάρ ἐστι τὸν διδασκόμενον ἁμαρτάνειν, καὶ ἄλλο τὸν διδάσκοντα. Καὶ τοῦτο κατὰ τὴν θείαν διοίκησιν

96

.

133

(50)

γέγονεν, τὸ τοὺς ἱερεῖς καὶ αὐτοὺς ἁμαρτίᾳ ὑποπε‐ σεῖν· ἐπεὶ εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι ἤμελλον εἶναι περὶ
τοὺς ἄλλους, καὶ ἀσύγγνωστοι. Ἀλλὰ διὰ τοῦτο καὶ133 in vol. 96

96

.

136

αὐτοὺς τοὺς ἱερεῖς πάθεσι δουλεύειν παρεσκεύασεν, καὶ τοὺς ἄρχοντας, ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, συγ‐ γνώμην διδῶσι τοῖς ἁμαρτάνουσιν, καὶ οἷς ἤμελλε πιστεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαὸν, τούτοις συν‐
5εχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν οἰκείων πταισμάτων φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλ‐ λους. Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοὶ, μηδὲ ἁμαρτίᾳ ὑπέκειντο, οὐδεμίαν εἶχον συγγνώμην διδόναι τοῖς ἁμαρτάνουσιν, ἀλλ’ ἀπανθρωπίᾳ φερόμενοι πάντας
10ἐκθερίζειν εἶχον τῆς Ἐκκλησίας. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐ στο‐ χαζόμενος λέγω, φέρε ἐξ αὐτῆς τῆς ἱστορίας πείσω‐ μεν· Πέτρος ἤμελλεν πιστεύεσθαι τὰς κλεῖς τῆς βα‐ σιλείας, μᾶλλον δὲ καὶ ἐπιστεύθη τὰς κλεῖς τῆς βα‐
15σιλείας τῶν οὐρανῶν, καὶ ἤμελλεν πιστεύεσθαι τὸ πλῆθος τῶν λαῶν. Τί γάρ φησιν ὁ Δεσπότης πρὸς αὐτόν; Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδε‐ μένον ἐν τῷ οὐρανῷ, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τῷ οὐρανῷ. Ἦν οὖν ὁ
20Πέτρος ἀνήμερος καὶ ἀπότομος. Εἰ δὲ ἔσχεν καὶ τὸ ἀναμάρτητον, ποίαν συγγνώμην εἶχον οἱ παρ’ αὐτοῦ διδασκόμενοι; Ἀλλὰ διὰ τοῦτο ἡ θεία χάρις πραγμα‐ τεύεται πρὸς ὀλίγον αὐτοῦ ἀποστῆναι, ὥστε ἁμαρτή‐ ματι περιπεσεῖν τὸν Πέτρον, ἵνα ἐξ ὧν αὐτὸς ἔπα‐
25θεν, φιλανθρωπότερος γένηται πρὸς τοὺς ἄλλους. Καὶ βλέπε τινα συγχωρεῖ περιπεσεῖν ἁμαρτήματι· Πέτρον ἐκεῖνον τὸν κορυφαῖον τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν περίβολον τῆς Ἐκκλησίας, τὸν λιμένα τὸν ἀχεί‐
30μαστον, τὸν πύργον τὸν ἀσάλευτον· Πέτρος ἐκεῖνος, ὁ λέγων τῷ Χριστῷ, Ἐὰν δέῃ με σὺν σοὶ ἀποθα‐ νεῖν, οὐ μή σε καταλ[ε]ίπω· Πέτρος ὁ ἐκ θείας ἀπο‐ καλύψεως τὴν ἀλήθειαν ὁμολογήσας, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος οὗτος ἐλθὼν ἐν τῇ νυκτὶ ἐκείνῃ
35ᾗ παρεδόθη ὁ Χριστὸς, καὶ στὰς ἐπὶ τῆς ἀνθρακιᾶς, ἐθερμαίνετο· καὶ προσελθοῦσα ἡ κόρη λέγει αὐτῷ· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου ἦς. Ὁ δὲ Πέτρος· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ ἐπηγγείλω; οὐκ ἀρτίως ἔλεγες, Ἐὰν
40δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσο‐ μαι; Καὶ νῦν ἀρνῆσαι καὶ λέγεις, Οὐκ οἶδα τοῦτον τὸν ἄνθρωπον. Οὐδέπω βασάνους, οὐ μάστιγας εἰδὼς, ἀλλ’ ἁπλῶς μικρᾶς κόρης ῥήματα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῆσαι, Πέτρε· οὐδέπω
45βασανιστήρια, οὐδέπω πληγαὶ, οὐδέπω μάστιγες, οὐδέπω θυμοὶ, οὐδέπω ξίφη ἠκονημένα, οὐδέπω ἄρ‐ χοντες ἀπειλοῦντες, οὐδέπω θάνατος προσδοκώμενος ἢ ἀπειλούμενος, οὐδέπω φυλακαὶ, καὶ κρημνοὶ, καὶ θάλασσα, καὶ ἤδη ἀρνῆσαι; Καὶ αὖθις ἡ κόρη·

96

.

136

(50)

Ἀληθῶς καὶ σὺ μετ’ αὐτοῦ ἦς. Ὁ δὲ πρὸς αὐτήν· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῆσαι; οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνὴ, μᾶλλον δὲ οὐδὲ γυνή· καὶ αὐτὴ θυρωρὸς, ἀπεῤῥιμ‐ μένη, αἰχμάλωτος, οὐδενὸς λόγου ἀξία. Ὢ κακῶν
55πραγμάτων! Κόρη τὸν Πέτρον ἐνίκησεν· κόρη προσελθοῦσα τοῦ Πέτρου τὴν πίστιν ἐτάραξεν. Πέ‐ τρος ὁ στύλος οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ
μόνον ἐλάλησεν, καὶ αὐτὸς ἐσαλεύθη. Τίνα εἶδες, ὦ135 in vol. 96

96

.

137

Πέτρε, καὶ ἀρνῆσαι; κόρην εὐτελῆ, εὐκαταφρόνητον, θυρωρόν· ταύτην εἶδες καὶ ἀρνῆσαι; ἀλλ’ ὅμως πά‐ λιν τὸ τρίτον· Καὶ σὺ μετ’ αὐτοῦ ἦς; Ὁμοίως ἠρνήσατο. Καὶ οὕτως ἐμβλέψας αὐτὸν ὁ Χριστὸς,
5εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκεν τῶν λεχθέντων. Ὁ δὲ συνεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ, ἀλλ’ ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρτίαν. Εἶδε γὰρ, ὡς Θεὸς, ὅτι ἀνθρωπίνου τι ὑπέστη. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον
10ἁμάρτημα, καὶ τὸ τοῦ Δεσπότου συγχώρημα, συγ‐ χωρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν. Αὐτὸς γὰρ συνεχωρήθη ὑποπεσεῖν ἁμαρτίᾳ, ὁ τὴν Ἐκκλη‐ σίαν μέλλων πιστεύεσθαι, ὁ στύλος τῶν Ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως. Πέτρος ὁ διδάσκαλος τῆς οἰ‐
15κουμένης, συνεχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώ‐ ρησις τούτου ὑπόθεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται. Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς, καὶ ἐπὶ τοῦ θρόνου καθεζόμενοι, ἁμαρτίαις συνδεδέμεθα. Διὰ τοῦτο οὐκ ἄγγελος ἐπιστεύθη τὴν
20ἱερατείαν, οὐκ ἀρχάγγελος· ἀναμάρτητοι γάρ εἰσιν· ἵνα μὴ τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυ‐ νοῖς βάλλωσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπων ἐπι‐ στεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἁμαρτίᾳ καὶ ἡδονῇ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρτά‐
25νοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλαν‐ θρωπότερος γίνηται περὶ ἐκεῖνον. Εἰ γὰρ ἦν ἄγγελος ἱερεὺς, καὶ ἔλαβέ τινα πορνεύσαντα, αὐτὸς ἀνῄρει, ὅτι αὐτὸς τῷ πάθει τούτῳ οὐχ ὑπόκειται. Εἰ ἔλαβεν ἄγγελος τὴν ἐξουσίαν, οὐκ ἐδίδασκεν, ἀλλ’ εὐθὺς
30ἀνῄρει. Τὸ γὰρ ἐκεῖνον μὴ εἶναι τοιοῦτον, εἰς ὀργὴν αὐτὸν ἔφερεν κατὰ τοῦ τοιούτου. Ἀλλὰ διὰ τούτου ἄνθρωπος, εἰδὼς τὰ πλημμελήματα, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἐρχομένοις, καὶ μὴ κενῶ‐ ται διὰ τῆς ὀργῆς ἡ Ἐκκλησία.
35 Εἴ τίς ἐστι ψυχὴ ἁμαρτίᾳ μεμελανωμένη, μὴ φο‐ βείσθω· μόνον μετανοείτω. Εἰ καὶ πρὸς ἐσχάτην ἀναπνοὴν τυγχάνῃ, καὶ οἱονεὶ πρὸς ἑσπέραν ὥραν ἐστὶ, μὴ φοβείσθω. Μόνον μετανοείτω μετὰ κλαυθ‐ μοῦ. Μίμησαι Ἐζεκίαν τὸν βασιλέα, ὃς ἀῤῥωστίᾳ
40ὑποπεσὼν κατέκειτο ἐπὶ κλίνης· ἀκούσας δὲ Ἡσαΐου λέγοντος πρὸς αὐτὸν, Τάξαι περὶ τοῦ οἴκου σου· μέλλεις γὰρ τελευτᾷν, καὶ οὐ ζήσεις, στραφεὶς δὲ πρὸς τὸν τοῖχον, δάκρυσι μετανοίας τὴν κλίνην ἐδρόσιζεν, καὶ πέντε καὶ δέκα ἐτῶν ζωῆς χρόνον
45παραχρῆμα ἔλαβεν. Μηδεὶς ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας. Τε‐ λώνης εἶ; δύνασαι γενέσθαι εὐαγγελιστής. Λῃστὴς εἶ; δύνασαι συλῆσαι τὸν παράδεισον. Μάγος εἶ; δύ‐ νασαι προσκυνῆσαι τὸν Δεσπότην. Οὐκ ἔστιν οὐδεμία

96

.

137

(50)

κακία μετανοίᾳ μὴ λυομένη. Διὰ τοῦτο τὰ ἀκροθίνια τῆς πονηρίας ἐξελέξατο ὁ Θεὸς, ἵνα μὴ εἰς τέλος
ἀποφυγὴν ἔχοις. Μή μοι λέγε, Ἀπωλόμην· καὶ τί137 in vol. 96

96

.

140

λοιπόν; Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας. Ἰατρὸν ἔχεις θελήματι κατορθοῦντα μόνον, καὶ βου‐ λόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ δια‐ στρέφοντα πολλῷ μᾶλλον διορθῶσαι δύναται. Οὐκ
5εἰς τὸ πρότερον ἔλαβεν χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; Πῶς τὴν γῆν σάρκα ἐποίησεν; πῶς νεῦρα; πῶς ὀστᾶ; πῶς φλέβας; πῶς ὀφθαλμούς; πῶς βλέφαρα; πῶς ὀφρῦς; πῶς γλῶσσαν; πῶς θώρακα; πῶς χεῖρας; πῶς πόδας; πῶς τὰ ἄλλα
10ἅπαντα; οὐ γῆ ἦν τὸ ὑποκείμενον; οὐ μία οὐσία; καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον εἰπεῖν, καθ’ ὃν καθαίρει τὰ ἁμαρτήματα; ὥσπερ γὰρ τὸ πῦρ ἐμ‐ πίπτον εἰς ἀκάνθας, ἀναλίσκει τὰς ἀκάνθας, πολλῷ μᾶλ‐
15λον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δα‐ πανᾷ, καὶ πρόῤῥιζον ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζήτει τὸν τρόπον· μὴ περιεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι. Ἥμαρτες πολλὰ καὶ μεγάλα; καὶ τίς
20ἐστιν ἀναμάρτητος; ἀρκεῖ σοι εἰς θυσίαν τοῦτο· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχὴ διορθώσεώς ἐστιν· στύγνασον, γενοῦ κατηφὴς, ἔκχεε δάκρυα· μὴ γὰρ ἄλλο τι ἐξέχεεν ἡ πόρνη; δάκρυα ἦν, καὶ ἔλαβε τὴν
25λύσιν τῶν ἁμαρτιῶν. Κλαῦσον πρὸ καιροῦ, ἵνα μὴ κλαύσῃς ἐκεῖ. Νῦν μετανόει ὅτε ἔξεστι. Μηδὲ τότε τῶν ἁμαρτιῶν μετα‐ νόει, ὅτε οὐκ ἔστι καιρὸς μετανοίας. Ἐργασώμεθα τὸ ἀγαθὸν, ὡς ἔτι δυνάμεθα. Χρήματα ἐὰν ἀπολέ‐
30σωμεν, δυνάμεθα καὶ αὖθις αὐτὰ ἐπιλαβέσθαι· καιρὸν δὲ ἐὰν ἀπολέσωμεν, ἄλλον εὑρεῖν οὐ δυνάμεθα. Οὐχ οὕτως ἐραστὴς μανικὸς τῆς ἑαυτοῦ ἐρωμένης ἐρᾷ, ὡς ὁ Θεὸς τῆς μετανοούσης ψυχῆς. Τοιαύτη γὰρ ἡ τοῦ Δεσπότου φιλανθρωπία, οὐδένα τῶν προστρε‐
35χόντων ἀποστρεφομένη, ἀλλὰ χεῖρα ὀρέγει. Οὐκ ἔστι χρεία καιροῦ πρὸς τὸν σωθῆναι θέλοντα· ἀμέλει ὁ λῃστὴς οὐκ ἐν χρόνῳ ἐσώθη, ἀλλὰ πιστεύ‐ σας μόνον, τὸν ἀδαπάνητον θησαυρὸν τῆς βασιλείας ἐκέρδησεν.
40 Μὴ ἀπογίνωσκε, μηδὲ ἀφίστασο τῆς εὐχῆς, ἀλλὰ πρόσελθε ἁμαρτωλὸς ὢν, ἵνα δοξάσῃς σὺ τὸν Δεσπό‐ την, ἵνα δῷς αὐτῷ τὴν οἰκείαν φιλανθρωπίαν ἐν τῇ συγχωρήσει τῶν ἁμαρτημάτων τῶν σῶν ἐπιδείξα‐ σθαι. Ὡς ἐὰν φοβηθῇς προσελθεῖν, ἐνεπόδισας αὐτοῦ
45τῇ ἀγαθότητι, καὶ ἐκώλυσας αὐτοῦ τῆς χρηστότητος τὴν δαψίλειαν, τό γε εἰς σὲ ἧκον. Δέχεται καὶ λίαν ἀσμένως τῶν μετανοούντων τὸν θρῆνον πρὸς ἀνάληψιν εὐδοκιμήσεως καὶ εὐκοσμίας λυσιτελὲς, καὶ ἄμεινον τὸ, πρὶν παραστῆναι τῷ βή‐

96

.

140

(50)

ματι τοῦ Χριστοῦ, παντὸς ἐγκλήματος ἀπαλλάττε‐ σθαι, καὶ τοῖς αἰτιᾶσθαι μέλλουσιν προσαπονέμειν τὰς θεραπείας, καὶ πάσης αἰτίας προσαπονίψασθαι
ῥύπον, πρὶν ἂν πέσωμεν εἰς τὰς περὶ τούτων κολά‐139 in vol. 96

96

.

141

σεις, καὶ εἰσπραχθῶμεν τὰς δίκας παρὰ τοῦ δικαίου κρίνοντος. Ταχείας δεῖ τῆς μετανοίας, ἵνα μὴ ὡς μέλλει καὶ βραδύνει, ὁ μὲν χρόνος φαύλην ἕξιν εἰς ἀσέβειαν
5ἑαυτῷ ἐργάσηται, αὐτὸς δὲ γενόμενος ἀδόκιμος περὶ τὸν νοῦν, τὰ ἄνω κάτω λογίσηται. Ἐφ’ οἷς ἐὰν εὕρω ὑμᾶς, ἐπὶ τούτοις κρινῶ· καὶ παρέκαστα βοᾷ τὸ τέλος ἁπάντων. Ὥστε καὶ τῷ τὰ μέγιστα εὖ πεποιηκότι τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους
10ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῇ καταστροφῇ τοῦ δράματος ἐξάθλῳ γενο‐ μένῳ· τῷ δὲ χεῖρον καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον, ὕστερον μετανοήσαντι, πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν
15χρόνῳ, ἀκριβείας δεῖται πολλῆς, ὥσπερ τοῖς μακρᾷ νόσῳ πεπονηκόσι σώμασι, διαίτης χρεία καὶ προσ‐ οχῆς πλείονος. Ἔστι μὲν δυνατὸν ἴσως ἀθρόως ἀποκόψαι πάθη σύντροφα, ἀλλὰ μετὰ Θεοῦ δυνάμεως, καὶ ἀνθρω‐
20πείας ἱκεσίας, καὶ ἀδελφῶν βοηθείας, καὶ εἰλικρι‐ νοῦς μετανοίας, καὶ συνεχοῦς μελέτης κατορθοῦται. Καλὸν μὲν τὸ μὴ ἁμαρτεῖν, ἀγαθὸν δὲ καὶ τοὺς ἁμαρτάνοντας μετανοεῖν, ὥσπερ ἄριστον τὸ ὑγιαί‐ νειν ἀεὶ, καλὸν δὲ καὶ τὸ ἀνασφῆλαι μετὰ τὴν
25νόσον. Ἡ ἀληθινὴ μετάνοια, τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχον εὑρεθῆναι, ἀλλ’ ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς, ἐφ’ οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν. —Ἐπιστρέ‐ ψαι ὄντως ἐστὶν ἀπὸ ἁμαρτιῶν, τὸ παύσασθαι, καὶ
30μηκέτι βλέπειν εἰς τὰ ὀπίσω. Ἡ τῶν ἁμαρτημάτων μετάνοια καθαρὸν ποιεῖ τοῦ μετανοοῦντος τὸν νοῦν. —Τὴν παροῦσαν ἀρετὴν ὁ Θεὸς ἀποδεχόμενος, τῶν παλαιῶν ἁμαρτιῶν ἀμνη‐ μονεῖ. Τὸ μὴ ἀναστῆναί τινα πεσόντα, ἀλλ’ ἐπι‐
35πίπτειν τῇ ἁμαρτίᾳ, καταφρονητοῦ ἐστιν, καὶ λίαν ἄφρονος. —Τῶν ἀπὸ ἀσεβείας μετανοησάντων ἡ ἀσέβεια ἄτοπος οὖσα οὐχ εὑρίσκεται· οὐδὲ γὰρ ἦν ἀπ’ ἀρχῆς, οὐδὲ ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. — Ἀρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις.
40 Τοῖς ἁμαρτάνουσιν οὐκ εὐθὺς ἐπέξεισιν ὁ Θεὸς, ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν, καὶ τὴν τοῦ σφάλ‐ ματος ἴασίν τε καὶ ἐπανόρθωσιν. —Οὐδείς ποτε ἀπώλετο, τῷ δραστικῷ φαρμάκῳ τῆς μετανοίας χρη‐ σάμενος.
45 Μέγα μὲν τὸ μηδέποτε καταδέχεσθαι πταίειν· εἰ δὲ κατὰ συναρπαγήν ποτε τοῦ ἐχθροῦ πταῖσμα προσ‐ γένοιτο, τῇ ἐλπίδι προσφευκτέον τῇ χρηστοτέρᾳ.
Πρὸς γὰρ τἀναντία αἱ ῥοπαὶ τῶν ἀνθρώπων.141 in vol. 96

96

.

144

Εἴωθεν ἡ πνευματικὴ διδασκαλία ἐξελαύνειν τὸν ἐναποτεθέντα ταῖς ψυχαῖς ἐκ τῆς κακίας καπνόν. Ἐπιθυμοῦσιν οἱ δαίμονες τοῦ ἀπολέσθαι ἡμᾶς· ἡμῶν δὲ μετανοούντων ἐκεῖνοι ἀστοχοῦσιν, καὶ ἡ Γραφὴ
5πληροῦται ἡ λέγουσα, ὅτι Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. Ὅπου ἂν παρεισέλθῃ τὸ πνεῦμα τῆς μετανοίας, ἐκεῖ δῆλον, ὅτι πάσης ἁμαρτίας γίνεται καταστροφὴ, καὶ τῶν ἀλαστόρων δαιμόνων κατάλυσις.
10 Μεγάλα πρὸς σωτηρίαν ἰσχύει ἡ ἀγαθὴ μεταμέ‐ λεια, ἥντινα διηνεκῶς γεωργήσωμεν, ἵνα σωθῶμεν, καὶ μὴ ἀπολώμεθα. Οὐ μικρὸν τοῖς ἐλαχίστοις, καὶ τὸ μίαν βαθμίδα τῆς τῶν ἀρετῶν κλίμακος ἀναβῆναι, καὶ τέως ἄνω
15γενέσθαι τῆς κακίας ἀποστάντα. Τόλμησον προσελθεῖν μετὰ κλαυθμοῦ τῷ οὐρανίῳ ἀρχιάτρῳ Ἰησοῦ, καὶ πάντα τῆς ψυχῆς σου ἀπογυ‐ μνώσας τραύματα δεήθητι. Οὐδὲν γὰρ ἂν εἴη τραῦμα ἢ πάθος, ὅπερ μὴ ἰσχύει θεραπεῦσαι Χριστὸς ὁ φιλ‐
20άνθρωπος Θεὸς ἡμῶν. Τοὺς σκώληκας τῆς διανοίας ἐξαφανίζειν σπεῦδε δι’ εὐχῆς, καὶ νηστείας, καὶ ἀγρυπνίας εὐτόνου. Χριστὸς ὁ βασιλεὺς Θεὸς οὐδαμῶς ἀποστρέφεται τοὺς πρὸς αὐτὸν κεχηνότας, καὶ ἀπὸ βάθους καρδίας
25στενάζοντας, κἂν πολλοῖς ἁμαρτήμασι πεφορτισμέ‐ νοι τυγχάνωσιν· ἀλλὰ καὶ προσίεται, καὶ καθαρίζει τούτους, καὶ τῆς υἱοθεσίας δωρεῖται τὸ χάρισμα, καὶ ἀρετῶν ἐργάτας ἀποφαίνει προϊόντος τοῦ χρόνου. Εἶπεν, Ἐλέησόν με. Ὅπου ἔλεος, ἐξέτασις οὐκ
30ἔστιν. Ὅπου ἔλεος, δικαστήριον οὐ κάθηται. Ὅπου ἔλεος, εὐθύναι οὐκ ἀπαιτοῦνται. Ὅπου ἔλεος, ἀνεξ‐ έταστος σωτηρία. Ὅπου ἔλεος, συγκεχωρημένη ἀπο‐ λογία. Ἐλεηθῆναι ζητῶ μόνον· τίνος ἕνεκεν ἀπαι‐ τεῖς με εὐθύνας; Ἅπαξ ἔλεον ζητῶ, ἀπερίεργον σω‐
35τηρίαν· Ἐλέησόν με Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Εἶπες μέγα, εἰπὲ καὶ πόσον. Οὐκ οἶδα· ὅτι μὲν μέγα, οἶδα· καταλαβεῖν δὲ οὐκ ἰσχύω. Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους. Οὐχ ἑρμηνεύει λόγος· οὐ καταλαμβάνει διάνοια. Βλέπω τὸν καρπὸν τοῦ ἐλέους
40μέγαν. Εἰ μὴ γὰρ πολὺ ἦν μέγα, ὀλίγοι ἂν ἐσώθη‐ σαν. Οὐ βούλομαι οὖν τὸν θάνατον τοῦ ἁμαρτω‐ λοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Ἐπειδή τινες προφασίζονται, οἱ μὲν γάμον, οἱ δὲ στρατείαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πε‐
45νίαν, καὶ ἄλλοι ἄλλα τινὰ εἶναι ἐμπόδια τῆς σωτη‐ ρίας, βούλομαι σήμερον πᾶσιν ὑμῖν ὑποδεῖξαι, ὅτι οὐδὲ πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε τέχναι, οὔτε τι τῶν τοιούτων, πρὸς τὴν σωτηρίαν. Ἐκλήθη

96

.

144

(50)

ὁ Ἰησοῦς εἰς γάμον, καὶ ἀπῆλθεν· ἀλλ’ ἔτι καὶ δῶρα προσήνεγκεν. Τὸ γὰρ ὕδωρ εἰς οἶνον μετήγαγεν. Ὁ Δεσπότης παρεγένετο, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ὑβρίζεις, καὶ λέγεις ὅτι ἐμπόδιόν ἐστι πρὸς σωτη‐ ρίαν ὁ γάμος; οὐδὲν τοιγαροῦν ἐμπόδιον πρὸς εὐσέ‐
55βειαν. Μωσῆς γυναῖκα εἶχεν, καὶ τέκνα, Ἠλίας
παρθένος ἦν· καὶ ὁ μὲν Μωσῆς ἐκ τοῦ οὐρανοῦ143 in vol. 96

96

.

145

μάννα κατήγαγεν, ὁ δὲ Ἠλίας ἐκ τοῦ οὐρανοῦ πῦρ. Μωσῆς ὀρτυγομήτραν ἤγαγεν, καὶ Ἠλίας λόγῳ τὸν οὐρανὸν ἔδησεν. Μωσῆς τῷ Θεῷ ὡμίλησεν, ὁμοίως καὶ Ἠλίας ἠξιώθη τῆς τοῦ Θεοῦ ὁμιλίας. Μωσῆς
5θάλασσαν ἔσχισεν, καὶ τὸν λαὸν διήγαγεν, Ἠλίας τῷ ἅρματι πυρίνῳ ἀνελήφθη εἰς τὸν οὐρανόν. Μήτι παρέβλαψε τοῦτον ἡ παρθενία; μήτι παρενεπόδισε τοῦτον γυνή; Εἶδες Ἠλίαν τὸν ἀέρος ἡνίοχον· εἶδες Μωσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον· ἰδέ μοι καὶ Πέ‐
10τρον τὸν στύλον τῆς Ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυ‐ ναῖκα εἶχεν. Καὶ πόθεν δῆλον ὅτι γυναῖκα εἶχεν; Ἐκ τῆς εὐαγγελικῆς μαρτυρίας τοῦτο ἀποδείξομεν. Φησὶ γάρ· Ὁ Κύριος εἰσῆλθεν πρὸς τὴν πενθερὰν Πέ‐ τρου, καὶ ἦν ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ
15ἔφυγεν ὁ πυρετός· καὶ ἀνέστη, καὶ διηκόνει αὐτῷ. Ὁρᾷς ὅτι καὶ ὁ Πέτρος γυναῖκα εἶχεν. Μηδεὶς οὖν προφασιζέσθω, μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρατείαν, μήτε ἐμπορίαν, μήτε τέχνην, μήτε δου‐ λείαν, μήτε πλοῦτον, μήτε πενίαν. Ταῦτα γὰρ πρό‐
20φασις καὶ σκῆψις· ταῦτα ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι Στρατιώτης εἰμὶ, καὶ οὐ δύναμαι σωθῆναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρατιώτης ἦν; καὶ λέγει τῷ Ἰησοῦ· Οὐκ εἰμὶ ἱκα‐ νὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλ’ εἰπὲ
25λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσ‐ ραὴλ τοσαύτην πίστιν εὗρον. Μήτι ἐνεπόδισεν αὐτὸν ἡ στρατεία; Ἀλλ’ ἔχεις εἰπεῖν, Χειροτέχνης εἰμί. Καὶ Παῦλος ἦν τοιοῦτος, ἀλλὰ καὶ σκυλευτὴς
30τῶν Ἐκκλησιῶν· καὶ μετὰ ταῦτα ἐγένετο κήρυξ καὶ ἀπόστολος. Ἀλλὰ τί; πλούσιος; Καὶ Ἀβραὰμ πλού‐ σιος ἦν, καὶ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Ἀλλὰ τί ἔχεις εἰπεῖν; δοῦλος; Οὐκ ἀνέγνως Παῦλον γράφοντα
35Φιλήμονι; Ὀνήσιμον τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ καὶ ἐμοὶ καὶ σοὶ εὔχρηστον ἐν Κυρίῳ; Ἀλλὰ βασιλεύς; Καὶ Δαβὶδ βασιλεὺς γέγονεν, ἀλλ’ ὅτε ἥμαρτεν, καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προ‐ φήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας, ἧσπερ
40ἐποίησεν, ὡμολόγησε τὸ πλημμέλημα, καὶ εἶπεν· Ἥμαρτον τῷ Κυρίῳ. Καὶ ὁ Νάθαν ἑωρακὼς τὴν τα‐ χεῖαν μετάνοιαν, λέγει αὐτῷ, Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου. Ἐπειδὴ γὰρ ὀξεῖα ἡ μετάνοια, ὀξυ‐ τέρα καὶ ἡ συγχώρησις. Ἀλλ’ ἐρεῖς· Νεώτερός εἰμι.
45Ὅρα τὸν Δανιὴλ λέοντας φιμώσαντα, καὶ δράκοντα διαῤῥήξαντα, καὶ τὸν Βὴλ καταβαλόντα, καὶ τοὺς πρεσβυτέρους κατακρίναντα, τὴν δὲ Σωσάνναν διασώ‐ σαντα. Ἀλλὰ τί φησιν; Ἀκρατὴς καὶ θερμὸς τῷ σώματι. Ὅρα τὸν Ἰωσὴφ, πῶς φιλοσοφίαν πολλὴν

96

.

145

(50)

ἐπεδείξατο, καὶ σωφροσύνην περιεπτύξατο, τὸν μὲν χιτῶνα σχίσας, τὴν πίστιν οὐ διαῤῥήξας, τὴν ἀναι‐ σχυντίαν τῆς Αἰγυπτίας ἐνίκησεν, καὶ τὴν ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί; χήρα; Ὅρα τὴν Σιδωνίαν, ἥτις ὑπεδέξατο τὸν Ἠλίαν, καὶ ἐθεράπευ‐
55σεν ἄρτῳ καὶ ὕδατι. Ἀλλ’ ἐρεῖς, ὅτι Καὶ πόρνη εἰμί. Ὅρα Ῥαὰβ τὴν πόρνην κατακρύψασαν τοὺς κατασκόπους μεθ’ ἑαυτῆς, καὶ τὸν οἶκον αὐτῆς περι‐ σώσασαν. Ἀλλὰ πένης εἶ; Ὅρα τὸν Λάζαρον, ὅτι ἐν
τοσαύτῃ πενίᾳ ὣν, πόσην φιλοσοφίαν ἐπεδείξατο145 in vol. 96

96

.

148

καὶ ὑπομονήν. Φιλότεκνος εἶ; ἀλλὰ καὶ Ἰώβ. Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς εἰς γάμον· παραγενομένου δὲ αὐτοῦ, λέγει αὐτῷ ἡ μήτηρ· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ· Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
5Καὶ τοῦτο εἰπὼν λέγει· Γεμίσατε τὰς ὑδρίας ὕδα‐ τος. Καὶ ἐποίησαν καθὼς προσέταξεν, καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τί δὲ εἶπεν· Γεμίσατε τὰς ὑδρίας ὕδατος; Ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας καὶ τὴν γῆν θεμελιώσας, καὶ
10πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσ‐ σους, ὃν τρέμει καὶ φρίσσει πᾶσα ἡ κτίσις ἐπουρα‐ νίων τε καὶ ἐπιγείων, οὐκ ἠδύνατο τὰς ὑδρίας λόγῳ γεμίσαι; ἀλλὰ λέγει· Ἀντλήσατε ὕδωρ. Ἐὰν, φησὶν, ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ
15ὦμοι αὐτῶν οἱ βαστάσαντες, ἐλέγξουσιν αὐτούς. Καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτὸ ἐποίησεν. Ὡς ἦλθον αἱ ἀδελφαὶ τοῦ Λαζάρου λέγουσαι, ὅτι Λάζαρος ἀπέθα‐ νεν, λέγει αὐταῖς ὁ Ἰησοῦς· Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Ἐλθὲ, καὶ ἴδε. Ὦ καινῶν καὶ πα‐
20ραδόξων πραγμάτων! Ὅτι Λάζαρος, εἴρηκας, ἀπ‐ έθανεν, καὶ νῦν λέγεις· Ποῦ τεθείκατε αὐτόν; τὸν θάνατον προεδήλους τοῖς μαθηταῖς σου, καὶ τὸν τόπον οὐκ οἶδας; Ἀλλὰ διὰ τοὺς Ἰουδαίους λέγω, ἐπειδὴ ἀγνώμονές εἰσιν. Ὡς γὰρ τῷ μνήματι ἤγγισεν, λέ‐
25γει τοῖς Ἰουδαίοις, Ἄρατε τὸν λίθον ἐκ τοῦ μνη‐ μείου. Καὶ ᾗραν. Καὶ κράξας φωνῇ μεγάλῃ ὁ Ἰη‐ σοῦς, Λάζαρε, δεῦρο ἔξω. Ἐξῆλθε κειρίαις δεδεμέ‐ νος. Ἄρα οὖν ὁ μετατιθεὶς ὄρη ἐν καρδίαις θαλασ‐ σῶν, οὐκ ἠδύνατο λόγῳ τὸν λίθον κυλίσαι; ὁ τὰ
30κέντρα τοῦ θανάτου συντρίψας, ὁ τὰς θύρας τοῦ ᾅδου συγκλάσας, οὐκ ἠδύνατο καὶ τὰ δεσμὰ τῶν ἱμα‐ τίων διαῤῥῆξαι; Ἀλλὰ λέγει αὐτοῖς, Λύσατε αὐτόν. Διὰ τί; Ἵνα ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐλέγξωσιν αὐτούς.
35 Ὅταν ἄνθρωπος κατορθώσῃ βίον ἐνάρετον δι’ ἀσκήσεως καὶ ἀγαθῆς πολιτείας, καὶ ἔστι λοιπὸν ὑπὸ πάντων ἐγνωρισμένος, ὅτι ἐστὶν εὐσεβὴς καὶ φοβού‐ μενος τὸν Θεὸν, καὶ, ὅπερ μὴ γένοιτο, ἐκπέσῃ εἰς ἁμαρτίαν, τοῦτό ἐστι παράπτωμα. Ἀνῆλθεν γὰρ εἰς
40ὕψος τοῦ οὐρανοῦ, καὶ πέπτωκεν εἰς τὸν πυθμένα τοῦ ᾅδου. Πλὴν καὶ πεσὼν, ἵνα μὴ ἀπογινώσκῃ αὐτοῦ, καὶ παντελῶς ἐκπέσῃ εἰς τὸν βυθὸν τῆς ἀπωλείας, ἀλλὰ ἀνανεύσας καλύπτῃ τὸ παράπτωμα τῆς ἁμαρ‐ τίας διὰ τῆς μετανοίας, καὶ μὴ κατακυριευθῇ ὑπὸ
45τῶν πονηρῶν αὐτοῦ ἐπινοιῶν, πάλιν εἰς τὸ μέτρον ἀποκαθίσταται. Ὁ γὰρ πεσὼν, ἐὰν μὴ ἐν τῷ παρα‐ πτώματι μείνῃ, ἀλλὰ ἀναστὰς λάβῃ τὴν μετάνοιαν πάλιν εἰς τὸ αὐτὸ μέτρον ἀποκαθίσταται· καθὼς καὶ ἕτερος προφήτης λέγει· Ἐὰν ἐπιστραφεὶς στενά‐

96

.

148

(50)

ξῃς, τότε σωθήσῃ. Καὶ πάλιν ἕτερος· Πρός με ἀνάστρεψον. Εἰ καὶ ἔπεσας, καὶ κατεῤῥάγης εἰς τὴν ἡδονὴν, μὴ ἀπογίνωσκε ἑαυτοῦ, ἀλλ’ ἀναστὰς στέναξον περὶ τῶν πεπραγμένων σοι, καὶ ἀνάστρε‐ ψον πρός με διὰ τῆς μετανοίας, κἀγὼ διορθοῦμαί
55σου τὸ σφάλμα. Ἐγὼ γάρ εἰμι ὁ ἀνορθῶν τοὺς κατ‐147 in vol. 96

96

.

149

εῤῥαγμένους. Ἡμεῖς ἠκούσαμεν τοῦ Κυρίου λέγον‐ τος· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμέ‐ νοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἐγὼ τὸ φορτίον ὑμῶν κουφίζω. Οἶδα γὰρ ὅτι οὐ δύνασθε βαστάσαι τὸ τοῦ
5νόμου φορτίον, καὶ διὰ τοῦτο κατῆλθον, ἵνα ἀντεισ‐ αγάγω ὑμῖν χάριν, ἵνα τὸ φορτίον τῶν ἁμαρτιῶν ὑμῶν κουφίσω. Μηδεὶς παραιτήσεται, εἴτε μάγος, εἴτε τελώνης, εἴτε βλάσφημος, προσελθεῖν τῇ μετα‐ νοίᾳ· μηδεὶς φοβηθῇ. Οὐκ ἦλθον κρῖναι τὸν κόσμον,
10ἀλλὰ σῶσαι τὸν κόσμον. Ταῦτα ὁ Κύριος λέγει, καὶ προτρέπει ἡμᾶς· διὸ μὴ ἀμελήσωμεν. Προσελ‐ θὼν Ἰούδας ἐφίλησε τὸν Ἰησοῦν, λέγων· Χαῖρε, Ῥαββί. Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Ἐφ’ ᾧ πάρει; Εἰς ὃ παραγέγονα, φησίν; ἀσχολοῦ, ἵνα φίλημά σοι
15δώσω. Ὦ φίλημα δόλιον, γέμον ἀνομίας καὶ ἀπ‐ ωλείας, καὶ πρόξενον γεέννης. Ἡ πόρνη φιλήσασα τοὺς πόδας τοῦ Ἰησοῦ, τὴν ψυχὴν ἀνεκαλέσατο, τὸ χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξεν· οὗτος δὲ φι‐ λήσας, ἐκ τῆς βίβλου τῆς ζωῆς ἀπεξέθη. Ὦ γυναι‐
20κὸς φιλοσοφία! ὦ μαθητοῦ ἀμαθία! Ἐκείνης φιλού‐ σης τοὺς πόδας τοῦ Κυρίου, ἔχαιρον ἄγγελοι, καὶ τὸν στέφανον ηὐτρέπιζον· τούτου δὲ φιλήσαντος, ἔχαιρον οἱ δαίμονες, καὶ τὸ σχοινίον τῆς ἀγχόνης αὐτοῦ ἔπλε‐ κον. Ὦ φίλημα ὄξους καὶ χολῆς γέμον! Χαῖρε, Ῥαβ‐
25βί. Ἐκεῖνος χαίρει, ἀλλὰ σὺ, Ἰούδα, πένθει, ὅτι ἐκ τῆς χαρᾶς ἐκβέβλησαι. Εἶπεν ὁ Ἰησοῦς τῇ Μαριάμ· Μὴ κλαῖε, ἀλλ’ ἄπελ‐ θε, καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου, καὶ τῷ Πέτρῳ, ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν· καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς
30τὴν Γαλιλαίαν. Ἐκεῖ αὐτὸν ὄψεσθε. Ὁρᾷς εὐσπλαγ‐ χνίαν τοῦ Δεσπότου; οὐδενὸς ἄλλου ὄνομα εἴρηκεν, εἰ μὴ τοῦ Πέτρου. Διὰ τί; ἐπειδὴ λοιποὶ οὐκ εἴρηκαν, Ἐὰν δέῃ ἡμᾶς σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνη‐ σόμεθα. Οὗτος δὲ εἰρηκὼς, ἠρνήσατό με· καὶ ἐξελ‐
35θὼν ἔξω ἔκλαυσε πικρῶς. Μέλλει οὖν φοβεῖσθαι τοῦ ἐλθεῖν εἰς τὸ πρόσωπόν μου, νομίζων μὴ λελῦσθαι τὸ ἁμάρτημα, διὰ τοῦτο εἶπον, καὶ τῷ Πέτρῳ, ὅπως ἀνενδοιάστως μετὰ τῶν λοιπῶν μαθητῶν ὄψηταί με. Εἰπὲ τῷ Πέτρῳ, Μηδόλως δειλιάσῃς. Οὐ γὰρ ἠλάτ‐
40τωσά σε τοῦ χώρου τῆς δόξης· οὐκ ἔστησά σε δεύ‐ τερον τῶν λοιπῶν· οὐκ ἀπέστησά σε τοῦ χώρου τῆς δόξης τῆς δεξιᾶς μου· οὐκ ἔδωκα ἄλλῳ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. Μὴ δειλιάσῃς· οὐ γὰρ ἔδη‐ σας ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς.
45Μὴ φοβηθῇς, Πέτρε. Οὐ μετέστησά σε τοῦ θρόνου μου· οὐκ ἠλάττωσά σε τῆς χάριτός μου. Ὃ γὰρ ἐπηγγειλάμην, πληρώσω. Ἐπὶ τῇ πεπετρωμένῃ σου πίστει οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτήν. Σὺ ποιμανεῖς μου τὰ

96

.

149

(50)

πρόβατα, σὺ βοσκήσεις μου τὰ ἀρνία· σὺ ἵστασαι ἐκ δεξιῶν μου ὡς ταξιάρχης. Μὴ φοβηθῇς, ὅτι ἠρνήσω με. Εἶδόν σου τὰ δάκρυα, καὶ ἀφῆκά σοι τὸ ἁμάρτη‐ μα. Καλὸν καὶ Ἰούδᾳ τῷ παραδεδωκότι με, εἰ μετ‐ ενόησεν, καὶ μὴ ἀπήγξατο. Τῶν γὰρ μετανοούντων
55εἰμὶ Θεός. Διὰ τοῦτο κατῆλθον ἐπὶ τῆς γῆς, ἵνα μετάνοιαν τῷ κόσμῳ χαρίσωμαι. Τελώναις καὶ πόρ‐
ναις τοσοῦτον πλῆθος ἁμαρτιῶν συνεχώρησα, καὶ σοὶ149 in vol. 96

96

.

152

τὸ ἓν ἁμάρτημα οὐ παραχωρῶ; Ἐγὼ τοὺς μετανοοῦν‐ τας φιλῶ. Μνημόνευσον ὅτι ἐδάκρυσα ἐπὶ Ἰούδα, καὶ οὐκ ἠθέλησα αὐτὸν ἀπολεῖσθαι. Καλὸν ἦν αὐτῷ, ὅτε τὰ ἀργύρια ἔῤῥιψεν ἐν τῷ ναῷ, εἰ μετενόησεν,
5καὶ μὴ ἀπήγξατο. Ἀλλ’ ἐπειδὴ ἀμετανόητος ἔμεινεν, διὰ τοῦτο αἰωνίως κολάζεται. Εἶδόν σου τὰ δάκρυα, καὶ ἀφῆκά σοι τὸ ἁμάρτημα. Τῷ Δαβὶδ δύο κακὰ ἐργασαμένῳ, μοιχείαν καὶ φόνον, συνεχώρησα, καὶ εἰς τὴν ἀρχαίαν τάξιν τῆς προφητείας ἀνήγαγον· καὶ
10σοὶ τῷ ἐάσαντι οἶκον, καὶ γυναῖκα, καὶ πλοῖον, τὸ ἓν ἁμάρτημα οὐ συγχωρῶ; Μὴ φοβηθῇς, Πέτρε, ἐγώ εἰμι ὁ εἰπών· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ἐγώ εἰμι ὁ εἰπών· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ
15ἀναπαύσω ὑμᾶς. Καλὸν ἦν καὶ τῷ Ἰούδᾳ, εἰ πρός με ἀνέστρεψεν, καὶ μὴ τῷ σχοινίῳ τῆς ἀγχόνης περιεπλάκη, καὶ ἑαυτὸν ἀπώλεσεν. Ἐγὼ γὰρ οὐδὲ κατηρασάμην αὐτὸν, μᾶλλον δὲ ὁμοίως τῶν ἄλλων καὶ τοὺς ἐκείνου πόδας ἔπλυνα, καὶ τὸν ἄρτον αὐτῷ
20ἐπιδέδωκα, καὶ οὐδὲν αὐτῷ ἐνεκάλεσα, εἴ πως ἔλθοι εἰς μετάνοιαν, καὶ οὐκ ἠβουλήθη. Διὰ τοῦτο αἰωνίως κολάζεται. Σὺ δὲ, μετανοήσας, μὴ φοβηθῇς ὀφθῆναί μοι μετὰ πάντων. Διὰ τοῦτο ἀφῆκα τὰ ἐνενήκοντα ἐννέα πρόβατα, καὶ ἐπὶ τὸ ἓν ἔδραμον. Οὐκ ἠλάττω‐
25σά σε, Πέτρε, τῆς χάριτος, ὅτι καὶ ἡ σκιά σου ἰᾶσθαι ἔχει τοὺς ἀσθενεῖς, καὶ σουδάρια, καὶ σιμικίνθια διὰ σοῦ φυγαδεύει τοὺς δαίμονας, καὶ ἡ ἁφὴ τῆς χειρός σου τὸν ἐκ γενετῆς χωλὸν πρόσδρομον ἄξει. ΤΙΤΛ. Δʹ. —Περὶ τῶν μὴ μετανοούντων.
30 «Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ, οὐκ εὐοδωθή‐ σεται.» «Τάδε λέγει Κύριος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθη‐
35σαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;» «Ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.» «Μὴ εἴπῃς, Ἥμαρτον, καὶ τί μοι ἐγένετο; Ὁ γὰρ
40Κύριος μακρόθυμός ἐστι.» «Μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι.» «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ· μήποτέ σε παραδῷ ὁ ἀντί‐ δικος τῷ κριτῇ, καὶ εἰς φυλακὴν βληθήσῃ. Ἀμὴν
45λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.» Εἰ μὲν καλὸν ἡ ἁμαρτία, ἄνθρωπε, φύλασσε ταύ‐ την εἰς τέλος. Εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπι‐ μένεις τοῖς ὀλεθρίοις; Οὐδεὶς χολὴν ἐμέσαι ζητῶν ἐκ

96

.

152

(50)

πονηρᾶς καὶ ἀκολάστου διαίτης, πολυπλασίονα ταύ‐ την ἑαυτῷ συναθροίζει. Καθαίρειν προσήκει τὸ λυ‐ ποῦν τὸ σῶμα, οὐ κατασκευάζειν τὴν νόσον μείζονα
τῆς δυνάμεως· Φαίνεται ἡ ναῦς μέχρι τίνος τὸ βάρος151 in vol. 96

96

.

153

τῶν ἀγωγίμων ὑφίσταται· τὸ δὲ ὑπὲρ τοῦτο κατα‐ βαπτίζεται. Ὅρα μήποτε μείζονα ποιήσας τὰ ἁμαρ‐ τήματα τῆς ἀφέσεως, πρὸ τῶν ἐλπισθέντων λιμένων ὑποστῇς τὸ ναυάγιον. Ὅρα μὴ ἐπ’ ἐλπίδι τῆς ἀπο‐
5λυτρώσεως πλῆθος κακῶν ἑαυτῷ συλλεξάμενος, τὴν ἁμαρτίαν συναθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύ‐ χῃς. Κακία σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν ψυχῇ. Ὡς οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν κατακλείοντα
10τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν δι’ ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρό‐ πον τῆς θεραπείας· οὕτω δῆλον, ὅτι τὸ κρύπτειν ἁμαρτίαν, συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν
15θάνατον. Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρ‐ τία. Ὅρα, ἄνθρωπε, μήποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελος τῆς μεταμελείας οὐδέν.
20 Ἐπειδὴ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστή‐ σαμεν τὰ μέλη ἡμῶν δοῦλα τῇ ἁμαρτίᾳ εἰς τὴν ἀνομίαν, τῷ στόματι ἐξομολογησώμεθα, τῷ αὐτῷ κεχρημένοι ὀργάνῳ πρὸς τὴν ἀνάλυσιν τῆς ἁμαρ‐ τίας. Ἐλοιδόρησας; εὐλόγησον. Ἐπλεονέκτησας;
25ἀπόδος. Ἐμέθυσας; νήστευσον. Ἠλαζονεύσω; τα‐ πεινώθητι. Ἐφθόνησας; παρακάλεσον. Ἐφόνευσας; μαρτύρησον, ἢ τὰ ἰσοδυναμοῦντα τῷ μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως τὸ σῶμα κάκωσον, καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ
30ψάλλειν τῷ Θεῷ. Οὐ τὸ πεσεῖν χαλεπὸν, ἀλλὰ τὸν πεσόντα κεῖσθαι, καὶ μὴ ἀνίστασθαι, ἐθελοκακοῦντα δὲ καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λογισμοῖς, τὴν τῆς προαιρέ‐ σεως ἐξεπικρύπτειν ἀσθένειαν.
35 Πολλοὶ τῶν ἁμαρτανόντων λέγουσιν, Αἰσχύνης γέμω· πῶς δύναμαι προσελθεῖν τῷ Θεῷ; πῶς δύνα‐ μαι παρακαλέσαι αὐτόν; διαβολικὴν νοσοῦντες εὐλά‐ βειαν. Ἀπαῤῥησίαστος εἶ; διὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥησίαν πολλήν. Μὴ γὰρ ἄνθρωπός ἐστιν,
40ὁ μέλλων σοι καταλλάττεσθαι; Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι σε τῶν ἁμαρτιῶν. Οὐχ οὕτως σὺ τῆς ἀσφαλείας ἐπιθυμεῖς τῆς σεαυτοῦ, ὡς ἐκεῖνος ἐφίεται τῆς σωτηρίας. Ψυχὴ ἅπαξ ἁμαρτίας γευσαμένη, καὶ ἀναλγήτως
45διατιθεῖσα, πολλὴν παρέχει τῷ νοσήματι τὴν προσ‐ θήκην. Ὥσπερ γὰρ σπινθὴρ, ἐὰν φθάσῃ ἐπιλαβέσθαι τινὸς, πάντα λοιπὸν κατανέμεται· οὕτω τῆς ἁμαρ‐ τίας ἡ φύσις, ἐπειδὰν τῶν τῆς ψυχῆς λογισμῶν ἐπι‐ λάβοιτο, καὶ μηδεὶς ᾖ ὁ σβέσων, χαλεπωτέρα λοιπὸν

96

.

153

(50)

καὶ δυσχείρωτος γίνεται, τῇ τῶν δευτέρων προσ‐ θήκῃ πρὸς μείζονα καταφρόνησιν ἐπαιρομένη. Οὕτω γοῦν πολλοὶ πολλάκις τὴν φλόγα τὴν παρὰ τὴν ἀρχὴν μὴ σβεννύοντες, εἰς μέγα ναυάγιον κατήντησαν. Μὴ
ἔχουσα γὰρ ἡ ἁμαρτία τὸν εἰς τὸ πρόσω προβῆναι153 in vol. 96

96

.

156

κωλύοντα, ἵππῳ ἔοικε τὸν χαλινὸν ἀποῤῥήξαντι, καὶ τὸν ἀναβάτην κατακρημνίσαντι. Δυσαναβίβαστος ἡ ψυχὴ ἐπὶ ταῦτα, ἀφ’ ὧν ὠλί‐ σθησε κακῶν· δυσεκβίβαστος τούτων τε ὧν συν‐
5ειθίσθη κακῶν. Εἰ μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι ἐπὶ ταῖς ἀνομίαις, καὶ ἐξιάσασθαι τῷ φαρμάκῳ τῆς μετα‐ νοίας, τάχα ἂν χρηστὰς ἐλπίδας ἐθρέψαμεν ἐπὶ σοί. Ἐπειδὴ δὲ τελείως κατεφρόνησας τοῦ θείου φόβου,
10καὶ αὐτῆς κατέπτυσας τῆς εἰς Χριστὸν πίστεως, βέλτιόν σοι ὑπῆρχεν, ἵνα μὴ ἐγεννήθης ἐκ γα‐ στρός. Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν, ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων
15ἐλευθερία μόνη. Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι. Φο‐ βοῦμαι τὴν γέενναν, ὅτι αἰώνιός ἐστι· φοβοῦμαι τὸ πῦρ, ὅτι ἄσβεστόν ἐστι· φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης· φοβοῦμαι τὸ σκότος, ὅτι οὐ
20μετέχει φωτός· φοβοῦμαι τὸν σκώληκα, ὅτι ἀτελεύ‐ τητός ἐστιν· φοβοῦμαι τοὺς ἀγγέλους, ὅτι ἀνελεή‐ μονές εἰσιν. Οἴμοι, ὅτι σοῦ βοῶντος οὐκ ἤκουσα, καὶ λέγοντος· Ὦ ψυχὴ, παῦσαι τούτων τῶν μιασμάτων, καὶ πάντων τῶν παρ’ ἐμοὶ βδελυγμάτων! Οἴμοι, ὅτι
25τὸν ναόν σου ἔφθειρα, καὶ τὸ ἅγιόν σου Πνεῦμα ἐλύ‐ πησα. Κύριε, ἀληθινὰ τὰ κρίματά σου· διὰ πρόσκαι‐ ρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι· δι’ ἡδονῆς σαρκὸς τῷ πυρὶ παραδίδομαι. Δικαία ἡ κρί‐ σις τοῦ Θεοῦ. Ἐδιδασκόμην, καὶ οὐ προσῆκον. Δι‐
30εμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἐὰν προαναρπασθῇς τῆς πρὸς τὸν Θεὸν μετανοίας. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Ἀδελφοὶ, οἷον φόβον, καὶ τρόμον, καὶ ἀνάγκην
35ἔχομεν ἰδεῖν, ὅτε ἡ ψυχὴ τοῦ σώματος χωρίζεται. Παραγίνεται γὰρ ἐφ’ ἡμᾶς στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κο‐ σμοκράτορες τῆς πονηρίας, αἱ ἀρχαὶ καὶ ἐξουσίαι, καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν, ἐπιφέ‐
40ροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρ‐ τήματα, ἀπὸ νεότητος ἕως ἧς κατελήφθη ἡλικίας. Ἵστανται οὖν οἱ κατηγοροῦντες λοιπόν. Ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κρι‐
45τοῦ; Ἐὰν εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούσει τὴν δεινοτάτην ἐκείνην φωνήν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν τοῦ Κυρίου. Τότε αὐτὴν κατα‐ λαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα σκότους καὶ γνόφου, παραδιδομένην εἰς πῦρ

96

.

156

(50)

ἐξώτερον καὶ αἰώνιον πῦρ, ἐν ᾧ κατακριθεῖσα εἰς αἰῶνας ἀπεράντους κολασθήσεται. ΤΙΤΛ. Εʹ. —Περὶ μεθυόντων. «Υἱὸς Ἄδερ, πίνων, καὶ μεθύων, αὐτὸς καὶ βα‐
σιλεῖς τριάκοντα δύο συμβοηθοὶ μετ’ αὐτοῦ. Ἐξῆλθε155 in vol. 96

96

.

157

δὲ καὶ τὰ παιδάρια τῶν χωρῶν, καὶ ἔφυγε Συ‐ ρία.» «Μὴ ἴσθι οἰνοπότης. Πᾶς γὰρ μέθυσος καὶ πορ‐ νοκόπης πτωχεύσει.»
5 «Ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυ‐ τοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.» «Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνι πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ
10τῶν ἰχνευόντων, ποῦ πότοι γίνονται; Μὴ μεθύσκε‐ σθε οἴνῳ, ἀλλ’ ὁμιλεῖτε ἀνθρώποις δικαίοις. Ἐὰν γὰρ εἰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπαίθρου.» «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευ‐
15θῆναι εἰς οἶκον πότου.» «Ἐκνήψατε, οἱ μεθύοντες ἀπὸ οἴνου, καὶ κλαύσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ τοῦ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.» «Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα
20διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου, καὶ τυμπάνων, καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσιν.» «Ἐργάτης μέθυσος οὐ πλουτισθήσεται.»
25 «Πικρία ψυχῆς οἶνος πολύς. Πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν, καὶ ποιῶν τραῦμα.» «Ὀργὴ μεγάλη, γυνὴ μέθυσος.» «Προσέχετε ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ
30καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιω‐ τικαῖς, καὶ αἰφνίδιος ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθ‐ ημένους ἐπὶ πρόσωπον τῆς γῆς.» «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν·
35μὴ ἐν κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελ‐ γείαις.» Φύγωμεν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναι‐ σχυντίας μητέρα, τὴν φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἀσχημοσύνης ἰδέαν εὔκολον. Οὐ γὰρ
40ἐγγίνεταί τι τῶν ἀγαθῶν τῇ ὑπὸ μέθης σκοτισθείσῃ ψυχῇ. Μέθη ὁ αὐθαίρετός ἐστι δαίμων, ἐξ ἡδονῆς ταῖς ψυχαῖς ἐντικτόμενος. Μέθη κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις. Τὸν ἀνδρεῖον δειλὸν ἀποδείκνυσι, τὸν
45σώφρονα ἀσελγῆ. Δικαιοσύνην οὐκ οἶδεν, φρόνησιν ἀναιρεῖ· καὶ ὥσπερ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕ‐ τως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσιν. Διόπερ ὤκνουν τι λέγειν κατὰ μέθης, οὐχ ὥσπερ τινὸς μι‐ κροῦ κακοῦ ἢ παροφθῆναι ἀξίου, ἀλλ’ ὡς οὐδὲν ὄφε‐

96

.

157

(50)

λος παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παρα‐ φρονεῖ καὶ ἐσκότωται, εἰκῆ ῥαψῳδεῖ ὁ ἐπιπλήσσων τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν, εἴπερ ὁ μὲν χρῄζων τῆς παραινέσεως, οὐκ ἀκούει τῶν λεγο‐ μένων, ὁ δὲ σώφρων καὶ νήφων οὐδὲν δεῖται τῆς ἐκ
55τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους; τί οὖν157 in vol. 96

96

.

160

χρήσομαι τοῖς παροῦσιν, εἰ καὶ ὁ λόγος ἄχρηστος, καὶ ἡ σιωπὴ ἄπορος; Παρείδωμεν τὴν ἐπιμέλειαν; Ἀλλ’ ἐπικίνδυνος ἡ ἀμέλεια. Ἀλλὰ φθέγξομαι κατὰ τῶν μεθυόντων; ἀλλ’ εἰς νεκρὰς ἀκοὰς
5ἐνηχοῦμεν. Τίνι διενήνοχας τῶν ἀλόγων, ἄνθρωπε; Οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαν‐ τός σε ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτί‐ σεως; Ὁ τοίνυν ἀφαιρούμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς
10ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὴ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους τοὺς ἐν τῇ μέθῃ, εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὰς μίξεις ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ
15σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς συνελαύνονται. Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ, ἀλλὰ καὶ τῇ τῶν αἰσθήσεων παρατροπῇ χείρονα παντὸς κτή‐
20νους ἀποδείκνυσι τὸν μεθύοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει, καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; οὐχὶ ἀγνοοῦσι μὲν τοὺς οἰκειακοὺς, προστρέχουσι δὲ πολλάκις τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; Οὐ τὰς σκιὰς διαπηδῶσι πολλάκις ὡς ὀχετοὺς καὶ φάραγ‐
25γας; ἤχων δὲ αὐτοῖς καὶ ψόφων, οἱονεὶ θαλάσσης κυμαινούσης, τὰ ὦτα πεπλήρωται· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη ἐπιτρέχειν ἐν κύκλῳ. Οὗτοι ποτὲ μὲν γελῶσιν ἄπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαρηγόρητα. Καὶ νῦν μὲν
30θρασεῖς εἰσι καὶ ἀπτόητοι, νῦν δὲ κατάφοβοι καὶ δειλοί. Τούτοις μὲν ὕπνοι βαρεῖς, καὶ δυσαναγωγοὶ, καὶ φρικώδεις, καὶ τῷ ὄντι θανάτῳ γείτονες, αἱ δὲ ἐγρηγόρσεις τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον αὐτοῖς ἐστιν ὁ βίος· οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ
35τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι, καὶ στρα‐ τοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδο‐ μοῦσι, καὶ χρήματα διανέμουσι. Τοιούτων φαντα‐ σιῶν, καὶ ἀπάτης τοσαύτης περιζέων, ὁ οἶνος τὰς καρδίας αὐτῶν πληροῖ. Ἕτεροι δὲ εἰς τὰ ἐναντία
40περιάγονται πάθη. Δυσέλπιδές εἰσι, καὶ κατηφεῖς, καὶ ὀδυνηροὶ, καὶ δακρυώδεις, καὶ φοβώδεις, καὶ εὐπτόητοι. Ὁ δαιμονιῶν ἐλεεινὸς, ὁ δὲ μεθύων τὰ αὐτὰ πάσχων, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιος, αὐθαιρέτῳ δαίμονι προσπαλαίων.
45 Τίνι οὐαί; τίνι θόρυβος; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνὸς ὁ ὀφθαλ‐ μός; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις, καὶ τῶν κατα‐ σκοπουμένων ποῦ πότοι γίνονται; Τὸ οὐαὶ θρηνῶ‐ δές ἐστιν ἐπίφθεγμα· θρήνου δὲ ἄξιοι οἱ μεθύοντες,

96

.

160

(50)

δίοτι μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσου‐ σιν. Θόρυβος δὲ, διὰ τοῦ οἴνου ταραχὴν ἐγγινομένην τοῖς λογισμοῖς, καὶ ἀηδίαι, διὰ τὰς πικρὰς τῆς ἐκ τοῦ πιεῖν ἡδονῆς ἀναδόσεις. Τούτων γὰρ δεσμοῦνται
μὲν οἱ πόδες, δεσμοῦνται δὲ αἱ χεῖρες ἐκ τῶν ἐπι‐159 in vol. 96

96

.

161

πεμπομένων αὐτοῖς ἐκ τῆς μέθης ῥευμάτων· καὶ πρὸ τούτων τῶν παθῶν παρ’ αὐτὸν τὸν καιρὸν τοῦ πί‐ νειν τὰ τῶν φρενιτικῶν αὐτοῖς συνεισπίπτει πάθη. Ὅταν γὰρ πλήρεις αἱ μένιγγες γίνωνται τῆς αἰθάλης,
5ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ’ ἄλληλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα. Ἀλλὰ τίς εἴποι ταῦτα τοῖς οἰνοπλήκτοις; καρηβαροῦσι γὰρ ἐκ τῆς
10κραιπάλης, νυστάζουσι, χασμῶνται, ἀχλὺν βλέπου‐ σιν, ναυτιῶσιν. Διὰ τοῦτο οὐκ ἀκούουσι τῶν διδασκά‐ λων πολλαχόθεν αὐτοῖς ἐκβοώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Ἐντεῦθεν οἱ τρόμοι καὶ αἱ ἀσθένειαι, κοπτομένου αὐτοῖς τοῦ πνεύματος
15ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυο‐ μένων, ὁ κλόνος τῷ σύμπαντι ὄγκῳ τοῦ σώματος ἐπιγίνεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐπὶ σαυτὸν ἐπισπᾶσαι, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; μέχρι πότε οἶνος; μέχρι τίνος μέθη; κιν‐
20δυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ ἐκ τῆς καθημερινῆς κραιπάλης, οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου. Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα, σὺ δὲ πα‐
25ραμένεις τῷ οἴνῳ καθ’ ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντα. Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρή‐ σεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, ἥξεις αὔριον καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων. Πάντα σοι πε‐
30ριφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Οὐαὶ τοῖς κακῶς τῷ καλῷ κεχρημένοις. Μὴ ψέξῃς τὸν οἶνον, ἀλλὰ τοῖς ὑπὲρ τὸ μέτρον πίνουσιν. Βαθεῖα ἡ θάλασσα· ἀλλ’ ὁ κολυμβητὴς τοσοῦτον κατέρχεται, ὅσον καὶ ἀνελθεῖν δύναται. Εἰ δὲ ὑπὲρ τὸ μέτρον
35κατέλθῃ, μὴ δυνάμενος διανήξασθαι, ταχέως ἐναυ‐ άγησεν. Οὐκ αἰτία ἡ θάλασσα, ἀλλ’ ἡ τοῦ κολυμβητοῦ ἄπληστος γνώμη· οὕτως καὶ ἐπὶ τοῦ οἴνου, οὐχ ὁ οἶνος αἴτιος, ἀλλ’ ὁ ὑπὲρ τὸ μέτρον χρώμενος. Ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς, ἀνὴρ
40ἀκμάζων καθ’ ἡλικίαν, σφριγῶν τῷ σώματι, στρα‐ τιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἴκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἐπιβῆναι. Ἀνὴρ φοβερὸς ὀφείλων εἶναι τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ’
45ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης αὐτὸ τῆς ἡλι‐ κίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, καὶ ἕτοιμος παθεῖν παρὰ τοῖς ἐχθροῖς ὅσα βούλονται. Μέθη λογισμῶν ὄλεθρος ἰσχύος, διαφθορὰ, γῆρας

96

.

161

(50)

ἄωρον, ὀλιγοχρόνιος θάνατος. Τί γὰρ ἄλλο εἰσὶν οἱ μεθύοντες, ἢ τὰ εἴδωλα τῶν ἐθνῶν; ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκού‐ ουσιν· χεῖρες παραλέλυνται, πόδες ἀπενεκρώθησαν.
Τίς ὁ ταῦτα ἐπιβουλεύσας; τίς ὁ τούτων τῶν κακῶν161 in vol. 96

96

.

164

αἴτιος; τίς ὁ τῆς μανίας ὑμῖν τὸ φάρμακον ἐγκερά‐ σας; Ἄνθρωπε, παράταξιν ἐποίησας τὸ συμπό‐ σιον. Ἐκβάλλεις τοὺς νεανίσκους, χειραγωγούμε‐ νος ὡς τραυματίας ἀπὸ πολέμου. Ἐνέκρωσας τὴν
5ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου. Καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν νομισθῶσι διακορεῖς εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἄρχονται, καὶ πί‐ νουσι τῷ τῶν κτηνῶν τρόπῳ. Προϊόντος γὰρ ἤδη
10τοῦ πότου, ἐπεισέρχεταί τις αὐτοῖς νεανίας, φιάλην ἔχων εὐμεγέθη οἴνου κατεψυγμένου, καὶ στὰς εἰς τὸ μέσον, διὰ σκολιῶν σωλήνων ἴσον τοῖς συμπόταις διανέμει τὸν οἶνον, ἵνα κατ’ ἰσομοιρίαν ἀλλήλοις συνασελγαίνωσι, καὶ μηδένα ὑπερβάλλειν ἐν τῷ
15πίνειν τὸν ἕτερον. Κατάκυψόν σου πρὸς τὴν ἀθλίαν γαστέρα, καὶ κατάμαθε τοῦ ὑποδεχομένου ἀγγείου τὸ μέγεθος, ὅτι μιᾶς κοτύλης ἔχει κοιλότητα. Μὴ πρὸς οἰνοχόην ἀφόρα, πότε κενώσῃς, ἀλλὰ πρὸς τὴν σεαυτοῦ κοιλίαν, ὅτι πάλαι πεπλήρωται. Διὰ τοῦτο
20οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώ‐ κοντες· οἱ μένοντες τὸ ὀψὲ, καὶ διημερεύοντες ἐν τῇ μέθῃ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει, διότι τὸ ἐκ τοῦ οἴνου θερμὸν ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν
25μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει, τὰ δὲ πάθη καὶ τὰς ἡδονὰς ὥσπερ τις σμῆνος με‐ λισσῶν ἐπεγείρει. Ποῖον γὰρ ἅρμα πώλων οὕτως ἀτάκτως φέρεται ἀποβαλὸν τὸν ἡνίοχον; ποῖον δὲ πλοῖον ἀκυβέρνητον ὑπὸ τῶν κυμάτων ὡς ἂν τύχοι
30φερόμενον, οὐχὶ ἀσφαλέστερόν ἐστι τοῦ μεθύοντος; Ἀπὸ τοιούτων κακῶν ἄνδρες καὶ γυναῖκες κοινοὺς συστησάμενοι χοροὺς, δαίμονι οἰνηρῷ τὰς ψυχὰς παραδόντες, ἀλλήλους ταῖς ἀκίσι τῶν παθῶν ἀντ‐ ετίτρωσκον. Γέλωτες παρ’ ἀμφοτέρων, ᾄσματα
35αἰσχρὰ, σχήματα πορνικὰ ἐρεθίζοντα πρὸς ἀσέλ‐ γειαν. Γελᾷς, εἰπέ μοι, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν· ᾄσματα πόρνης φθέγγῃ, ἐκβαλὼν τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους, οὓς ἐδιδάχθης. Κινεῖς πόδας, καὶ ἐξάλλῃ ἐμμανῶς, καὶ χορεύεις ἀχόρευτα·
40δέον τὰ γόνατα κάμπτειν πρὸς τὰς προσκυνήσεις. Τίνας ὀδύρομαι; τὰς κόρας τὰς ἀπειρογάμους, ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; αἱ μὲν γὰρ ἐπανῆλθον τὴν παρθενίαν οὐκ ἔχουσαι· αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον. Εἰ
45γάρ πού τινες καὶ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ἀπεδέξαντο, Ταῦτά μοι καὶ περὶ τῶν ἀῤῥένων εἰρήσθω. Εἶδε κακῶς, ἐθεάθη κακῶς. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρ‐

96

.

164

(50)

δίᾳ αὐτοῦ. Εἰ αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσιν τοσοῦτον ἔχουσι κίνδυνον, αἱ δὲ κατ’ ἐπιτήδευσιν ἀπαντήσεις, ὥστε ἰδεῖν γυ‐ ναῖκας ἀσχημονούσας ὑπὸ τῆς μέθης, καὶ κατασχη‐ ματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα
55ᾀδούσας, δυνάμενα, καὶ μόνον ἀκουσθέντα, πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦ‐ σιν, ἢ τί ἀπολογήσονται; Οὐχ ὡς διὰ τοῦτο ἐμβλέ‐ ψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν; Οὐκοῦν ὑπό‐
δικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ163 in vol. 96

96

.

165

Κυρίου τῷ κρίματι τῆς μοιχείας. Πῶς ἡμᾶς ἡ Πεν‐ τηκοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέν‐ τος; Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔσχε τοῦ ἁγίου τὴν ἐναργῆ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν, σὺ δὲ
5προλαβὼν σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματι, καὶ γέγονας ναὸς εἰδώλων ἀντὶ τοῦ γενέσθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ ἁγίου Πνεύματος. Ἐπεσπάσω τὴν ἀρὰν τοῦ προ‐ φήτου τοῦ εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι
10Στρέψω τὰς ἑορτὰς αὐτῶν εἰς πένθος. Πῶς τῶν οἰκετῶν ἄρξεσθε, οἱ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς ὡς ἀνδράποδα; πῶς τοὺς παῖδας νου‐ θετεῖτε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι.
15Νηστεία τὴν μέθην θεραπευσάτω, ψαλμὸς τὴν αἰσχρὰν μελῳδίαν· δάκρυον γενέσθω τοῦ γέλωτος ἴαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κρότου τῶν χειρῶν τὸ στῆθος τυπτέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημο‐
20σύνη ἐξαγοραζέτω σε ἀπὸ τῆς ἁμαρτίας. Λυτρὸν γὰρ ἀνδρὸς ὁ ἴδιος πλοῦτος. Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀπο‐ διώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χα‐ ρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. —
25Μέθη ἀθεότητός ἐστιν ἀρχὴ, σκότωσις οὖσα τοῦ ἡγεμονικοῦ, δι’ οὗ μάλιστα Θεὸς ἐπιγινώσκεσθαι πέφυκεν. Τὸν νηστεύοντα ἔσω τῶν ἱερῶν περιβόλων παραδέ‐ χεται ὁ Κύριος· τὸν κραιπαλοῦντα ὡς βέβηλον καὶ
30ἀνίερον οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς εἰς νηστείαν τὴν κραιπάλην λογίσομαι; μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἀλλ’ ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; ἐν τοῖς μεθύουσιν,
35ἢ ἐν τοῖς νηστεύουσιν; Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ, ὥσπερ ἀνδράποδον. Εὐθὺς ἡ πρώτη τῶν νηστειῶν ἄλογός σοι γενήσεται, διὰ τὸ ἐναποκεῖσθαι τῆς μέ‐ θης τὰ λείψανα. Εἰ μεθύων ἔρχῃ πρὸς τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας
40ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Τοῖς ἐν μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα πρὸς τῆς νυκτὸς μεταστρέφεται εἰς σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας σκοτιζο‐ μένης τῇ μέθῃ.
45 Ἀγνοεῖς, ὅτιπερ ὁ τοῖς δούλοις τοῦ Θεοῦ ἐμ‐ παροινῶν, εἰς αὐτὸν τὸν Χριστὸν ἁμαρτάνει, καὶ τιμωρίας αἰωνίου ἔνοχον ἑαυτὸν καθίστησιν; Ὁ τὸν μεθύοντα ἐπιχειρῶν νουθετεῖν, τί ἄρα ὠφελήσει;

96

.

165

(50)

Εἰ πειθαρχεῖς τῷ θείῳ Ἀποστόλῳ διαῤῥήδην βοῶντι, ὅτι Μέθυσοι οὐδαμῶς τεύξονται οὐρανῶν βασι‐
λείας, φεῦγε τὴν ἐπάρατον μέθην.165 in vol. 96

96

.

168

ΤΙΤΛ. ϛʹ. —Περὶ μισεργῶν, καὶ ὀκνηρῶν, καὶ ῥᾳθυμούντων, καὶ καταφρονούντων. «Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλω‐ σον, ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώ‐
5τερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλὴν δὲ ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί· τὴν δὲ
10ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βα‐ σιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. Πο‐ θεινή τέ ἐστι πᾶσι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής. Ἕως τίνος, ὀκνηρὲ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; ὀλίγον μὲν ὑπνοῖς,
15ὀλίγον δὲ κάθησαι· μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη. Εἶτα παραγίνεταί σοι ὥσπερ ἀγαθὸς δρομεὺς ἡ πενία, καὶ ἡ ἔνδεια ὡς κακὸς ὁδοιπόρος.» «Ψυχὴ ἀεργοῦ πεινάσει.»
20 «Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται.» «Ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύ‐ τως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμητῷ.» «Προφασίζεται καὶ λέγει ὁ ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.»
25 «Ἐνδύεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώ‐ δης.» «Ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὁ ὀκνηρὸς ἐπὶ τῆς κοίτης αὐτοῦ. Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐπὶ τὸν κόλπον αὐτοῦ, οὐ δύ‐
30ναται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα αὐτοῦ.» «Ὁδοὶ καταφρονοῦντος ἐν ἀπωλείᾳ.» «Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκησις, καὶ ἐν ἀργίαις χειρῶν στενάζει οἰκία.» «Μὴ γίνου ταχὺς ἐν γλώσσῃ, καὶ νωθρὸς, καὶ
35παρειμένος τοῖς ἔργοις σου.» «Πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία.» «Προσελθὼν ὁ τὸ ἓν τάλαντον εἰληφὼς, εἶπεν· Ὁ κύριος, ἔγνων σε ὅτι σκληρὸς σὺ ἄνθρωπος, θε‐ ρίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ
40διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. Ἴδε ἔχεις τὸ σόν· Ἀπο‐ κριθεὶς δὲ ὁ κύριος αὐτοῦ, εἶπεν αὐτῷ· Δοῦλε πο‐ νηρὲ καὶ ὀκνηρὲ, εἰ εἶδες ὅτι σκληρός εἰμι ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρα, καὶ συνάγων ὅθεν οὐ
45διεσκόρπισα· ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἄρατε ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ

96

.

168

(50)

ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ’ αὐτοῦ. Καὶ τὸν ἄχρειον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.» Ὅτε ἤμην πρὸς ὑμᾶς, ταῦτα παρήγγειλον ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀκούο‐
55μεν γάρ τινας ἐν ὑμῖν ἀτάκτως περιπατοῦντας, μη‐167 in vol. 96

96

.

169

δὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζό‐ μενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.»
5 Ἀργία κακουργίας αἰτία. —Ἴδιον τοῦτο ἀῤῥώ‐ στημα ἀργῆς καὶ ῥᾳθύμου ψυχῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος. Τίς ἐν καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθ‐ εύδων, ἐνστάντος τοῦ θερισμοῦ τὸν κόλπον ἐπλήρωσε
10τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ πεφυτευμένον; ἐκείνων οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι. Αἱ τιμαὶ καὶ οἱ στέφανοι τῶν πεπονηκότων εἰσίν. Τίς στεφανοῖ τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπα‐ λον; ὁπότε οὐ τοῦ νικῆσαι δεῖ μόνον, ἀλλὰ καὶ νομί‐
15μως ἀθλῆσαι, κατὰ τὸν Ἀπόστολον. Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὃς τῶν ἴσων ἀξιώσει στεφάνων τὸν νικητὴν, καὶ τὸν μηδὲν ἠγωνισμένον; τίς στρα‐ τηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι, καὶ τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης
20ἐκάλεσεν; Τὸ καλὸν οὐ καλὸν, ὅταν μὴ καλῶς γίνηται. ΤΙΤΛ. Ζʹ. —Περὶ μίσους, καὶ ἔχθρας, καὶ δια‐ στάσεως, καὶ τῶν μάχας συναπτόντων. «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.»
25 «Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύ‐ σωσιν τὰς ἡμέρας αὐτῶν.» «Ὦ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας, τοῦ πορευ‐ θῆναι ἐν ὁδοῖς σκότους. Οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐν διαστροφῇ κακῇ.»
30 «Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία.» «Πονηρὸς κακοποιεῖ, ὅταν συμμίξῃ δικαίωμα.» «Ἀνὴρ θυμώδης παρασκευάζει μάχας.» «Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ διαχωρί‐ ζει φίλους.»
35 «Ἀντιλογίας ἐγείρει πᾶς κακός· ὁ δὲ Κύριος ἄγ‐ γελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Φιλαμαρτήμων χαίρει μάχαις.» «Μὴ ἐπίχαιρε, καὶ μὴ πρόσπιπτε εἰς μάχην τα‐ χέως, ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων.»
40 «Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσ‐ ωπον ἑτέρου.» Ὃς ἐκκαύσει κακίαν, ἀπολεῖται ὑπ’ αὐτῆς.» «Ἐξολοθρευθήσονται οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ ποιοῦντες ἁμαρτάνειν ἀνθρώπους ἐν λόγῳ.»
45 «Υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί· σοφοὶ τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἐπέγ‐
νωσαν.»169 in vol. 96

96

.

172

«Ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀναμέσον εἰρηνευόντων βαλεῖ διαβολήν.» «Πρὸ πυρὸς ἀτμὶς καμίνου, οὕτω πρὸ αἱμάτων λοιδορίαι.»
5 «Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίαν. Ἔρις κατασπεύδουσα ἐκκαίει αἷμα.» «Πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτῆς, ἐρημοῦ‐ ται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτῆς, οὐ σταθήσεται.»
10 «Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» «Ὁ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅς τις ἐὰν ᾖ.» «Ὅπου ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία, καὶ
15πᾶν φαῦλον πρᾶγμα.» «Ἐκλέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν.» —Ἐν ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Κρεῖττον ἡττᾶσθαι καλῶς, ἡ νικᾷν ἐπισφαλῶς καὶ
20ἀθέσμως. —Ἔχθρας ὅρους γίνωσκε, εὐνοίας δὲ μή. ΤΙΤΛ. Ηʹ. —Περὶ μεταμελείας Θεοῦ· καὶ ἐν τί‐ σιν ὁ Δημιουργὸς μετεμελήθη. «Ἰδὼν Κύριος, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν
25ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄν‐ θρωπον ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς,
30ἀπὸ ἀνθρώπου ἕως κτήνους· ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα τὸν ἄνθρωπον.» «Ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ, λέγων· Μεταμεμέλημαι, ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα· καὶ ἀπέστρεψεν ἀπὸ ὀπίσω μου, καὶ τοὺς λόγους μου
35οὐκ ἐτήρησεν. Καὶ ἠθύμησε Σαμουὴλ, καὶ ἐβόησε πρὸς Κύριον τὴν νύκτα ὅλην. Οὐ προσέθετο ἔτι Σα‐ μουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ Κύριος μετεμελήθη, ὅτι ἐβασίλευσεν Σαοὺλ ἐπὶ τὸν Ἰσραήλ.»
40 «Εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτούς.» «Περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτή‐ νη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπ‐ έστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες·
45Τίς οἶδεν, εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ μὴ ἀπολώμεθα· Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψεν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἀπὸ τῆς κακίας, ἧς ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ

96

.

172

(50)

ἐποίησεν.» «Πέρας λαλήσω ἐπ’ ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν· καὶ ἐὰν ἐπι‐ στρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐ‐ τῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισά‐
55μην τοῦ ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος171 in vol. 96

96

.

173

καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι, καὶ τοῦ καταφυ‐ τεύεσθαι· καὶ ἐὰν ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.»
5 ΤΙΤΛ. Θʹ. —Περὶ μισαδελφίας. «Ἰδόντες οἱ ἀδελφοὶ, ὅτι αὐτὸν ἐφίλει ὁ πατὴρ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐδὲν εἰρηνικὸν ἐλάλουν αὐτῷ. Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ἰδοὺ ὁ ἐνυπνιασθεὶς ἐκεῖνος
10ἔρχεται. Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν εἰς ἔνα τῶν λάκκων, καὶ εἴπωμεν ὅτι θηρίον πονη‐ ρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.» «Ἐμισθώσατο ὁ Ἀβιμέλεχ ἄνδρας κενοὺς καὶ
15δειλοὺς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφραθᾶ, καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἱεροβαὰλ, ἐβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωαθὰμ υἱὸς Ἱεροβαὰλ νεώτερος, καὶ ἐκρύβη.»
20 «Ἰεφθάε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει, καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, τῷ ἐγέννησεν ἡ Γαλαὰδ τὸν Ἰεφθάε· καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱοὺς, καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς, καὶ ἐξέβαλον τὸν Ἰεφθάε, καὶ εἶπον αὐτῷ· Οὐ κληρονομήσεις ἐν
25τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑτέρας εἶ. Καὶ ἀπέδρα Ἰεφθάε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ, καὶ κατῴκησεν ἐν γῇ Τώβ· καὶ συνελέγοντο πρὸς Ἰεφθάε ἄνδρες λιτοὶ, καὶ συνεπορεύοντο μετ’ αὐτοῦ.»
30 «Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ἡμῶν; Τί ὅτι ἐγκαταλείπετε ἕκαστος τὸν ἀδελφὸν ὑμῶν; «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, τῆς φιλίας μα‐ κράν ἐστιν.»
35 «Ἦν ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤκουσε συμφωνίας καὶ χορὸν, προσ‐ καλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο, τί εἴη ταῦτα. Οἱ δὲ εἶπον αὐτῷ, ὅτι Ὁ ἀδελφός σου ἤκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτὸν, ὅτι
40ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὁ δὲ ὠργίσθη, καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν, παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον· καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα
45μετὰ τῶν φίλων μου εὐφρανθῶ. Ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγὼν τὸν βίον αὐτοῦ μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. Εὐφρανθῆναι δὲ καὶ χαρῆναι

96

.

173

(50)

ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶ ἀν‐ έζησε· καὶ ἀπολωλὼς, καὶ εὑρέθη.» «Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψευστής ἐστιν. Ὁ γὰρ μὴ ἀγα‐ πῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν Θεὸν, ὃν
55οὐχ ἑώρακεν, πῶς δύναται ἀγαπᾷν; Πᾶς ὁ μισῶν
τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν.»173 in vol. 96

96

.

176

ΤΙΤΛ. Ιʹ. —Περὶ μοναχῶν, καὶ ἀσκήσεως αὐτῶν. «Θησαυρίζει Κύριος τοῖς κατορθοῦσι σωτηρίαν· εὐφρανθήσονται ἡσυχάζοντες ἐν τῇ γῇ.» «Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοί‐
5μασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον.» «Μὴ περιβλέπου ἐν ῥύμαις πόλεως.» «Ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔν‐ τιμος.»
10 «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν βασιλείαν.» «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄρο‐ τρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν.»
15 «Τίς ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρ‐ τισμόν; ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος
20ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. Ἢ τίς βασιλεὺς πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύεται, εἰ δυνα‐ τός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι, τῷ μετὰ εἴ‐ κοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; εἰ δὲ μήγε, ἔτι
25πόῤῥωθεν αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν πᾶς ἐξ ἡμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύνα‐ ταί μου εἶναι μαθητής.» «Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν.
30Ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» «Ἀμὴν λέγω ὑμῖν· οὐδείς ἐστιν, ὃς ἀφῆκεν οἰ‐ κίαν, ἢ γονεῖς, ἢ ἀδελφοὺς, ἢ γυναῖκα, ἢ τέκνα
35ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.» «Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον· οὕτως τρέχετε, ἵνα
40καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρα‐ τεύεται· ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.» «Ἀδελφοὶ ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακί‐ νητοι, περισσεύοντες ἐν τῷ ἔργῳ Κυρίου, πάν‐
45τοτε εἰδότες, ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.» «Ἀδελφοὶ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, εἰς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς

96

.

176

(50)

μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ὑμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονη‐ ρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν
55πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ175 in vol. 96

96

.

177

ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆ‐ ναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ
5Εὐαγγελίου τῆς εἰρήνης. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸ θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικε‐ φαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.»
10 «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» «Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε,
15ἀλλὰ μισθὸν πλήρη λάβητε.» Τὸν ἀγωνιστὴν τὸν καλὸν ἅπαξ ἐπὶ τὸ τῆς εὐσε‐ βείας στάδιον ἀποδύντα, φέρειν δεῖ γενναίως τὰς πληγὰς τῶν ἀντιπάλων, ἐλπίδι τῆς δόξης τῶν στεφά‐ νων. Καὶ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ κατὰ τὰς
20παλαίστρας τοῖς πόνοις προσεθισθέντες, οὐ πρὸς τὸ ἀλγεινὸν συστέλλονται τῆς πληγῆς, ἀλλ’ ὅμως ἐγχω‐ ροῦσι τοῖς ἀντιπάλοις, ἐπιθυμίᾳ τῆς ἀναῤῥήσεως τῶν παραυτίκα πόνων ὑπερορῶντες. Κλίμακι προσεοικέναι φαίην ἂν ἔγωγε τῆς εὐσε‐
25βείας τὴν ἄσκησιν, κλίμακι ἐκείνῃ, ἣν εἶδέν ποτε ὁ μακάριος Ἰακὼβ, ἧς τὰ μὲν πρόσγεια καὶ χαμαί‐ ζηλα, τὰ δὲ πρὸς αὐτὸν ἤδη τὸν οὐρανὸν ἀνετείνετο. Ὥστε δεῖ τοὺς εἰσαγομένους πρὸς τὸν κατ’ ἀρετὴν βίον, τοῖς πρώτοις βαθμοῖς ἐπιβάλλειν τὸ ἴχνος,
30κἀκεῖθεν ἀεὶ τὸν ἐφεξῆς ἐπιβαίνειν, ἕως ἂν πρὸς τὸ ἐφικτὸν ὕψος τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς κατὰ λό‐ γον προκοπῆς ἀναβῶσιν. Ὥσπερ οὖν ἐστι τῆς κλί‐ μακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας ἀρχὴ προκοπῆς ὁ χω‐
35ρισμὸς τοῦ κακοῦ. Λυθῆναι δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τὸν ἀληθινῶς τῷ Θεῷ ἀκολουθεῖν μέλλοντα. Τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται, ὡς εἰ μὴ ἀποξενώσω‐
40μεν ἑαυτοὺς, καὶ συγγενείας σαρκικῆς, καὶ κοινω‐ νίας βίου, καὶ οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς ἀσκήσεως μεταβάντες, κατὰ τὸν εἰπόντα, Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀμήχα‐ νον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν
45εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος, ὅτι Πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθη‐ τής. Πρὸς τὸ πλῆθος τῶν παρανομούντων ἀποβλέπουσα

96

.

177

(50)

ψυχὴ, πρῶτον μὲν οὐκ ἄγει καιρὸν ἐπαισθάνεσθαι τῶν οἰκείων ἁμαρτημάτων, καὶ συντρίψαι ἑαυτὴν διὰ τῆς μετανοίας ἐπὶ τοῖς πλημμελήμασιν· ἐν δὲ τῇ συγκρίσει τῶν χειρόνων, καὶ κατορθώματός τινα φαντασίαν προσκτᾶται. Εἶτα ὑπὸ θορύβων καὶ τῶν
55ἀσχολιῶν, ἃς ὁ κοινὸς βίος πέφυκεν ἐμποιεῖν, τῆς177 in vol. 96

96

.

180

ἀξιολογωτέρας μνήμης τοῦ Θεοῦ ἀποσπωμένη, οὐ μόνον τοῦ ἐναγαλλιᾶσθαι καὶ ἐνευφραίνεσθαι τῷ Θεῷ ζημιοῦται, ἀλλὰ καὶ καταφρόνησιν καὶ λή‐ θην τῶν κριμάτων αὐτοῦ παντελῆ συνεθίζεται. Οὗ
5μεῖζον κακὸν οὐδὲν ἂν εἴη, οὐδὲ ὀλεθριώτερον πάθος. Ἀποταγή ἐστιν, ὡς ὁ λόγος ἀπέδειξεν, λύσις μὲν τῶν δεσμῶν τῆς ὑλικῆς ταύτης καὶ προσκαίρου ζωῆς, καὶ πρὸς τὴν ἐν οὐρανῷ πολιτείαν μετάθεσις. Ἐγκράτειαν λέγομεν, οὐ πάντως τὴν εἰς τὸ παν‐
10τελὲς ἀποχὴν τῶν βρωμάτων· τοῦτο γὰρ βιαία τίς ἐστι διάλυσις τῆς ζωῆς· ἀλλὰ τὴν ἐπὶ καθαιρέσει τῶν παθῶν. Ἐγκράτειά ἐστιν ἁμαρτίας ἀναίρεσις, παθῶν ἀπαλλοτρίωσις, σώματος νέκρωσις μέχρι καὶ αὐτῶν
15τῶν φυσικῶν παθημάτων τε καὶ ἐπιθυμιῶν, ζωῆς πνευματικῆς ἀρχὴ, τῶν αἰωνίων ἀγαθῶν πρόξενος, ἐν ἑαυτῇ τὸ κέντρον τῆς ἡδονῆς ἀφανίζουσα. Οὐ πρόφασιν ἀργίας, οὐδὲ ἀποφυγὴν πόνου, τὸν τῆς εὐσεβείας σκοπὸν ἡγεῖσθαι χρὴ, ἀλλ’ ὑπόθεσιν
20ἀθλήσεως, καὶ πόνων περισσοτέρων, καὶ ὑπομονῆς τῆς ἐν θλίψεσιν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐ‐ ναις τὸ συνεχὲς τῆς μνήμης ἀποκόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ
25πάντα ἀποφεύγων ὁ φιλόθεος, ἐπὶ Θεὸν ἀναχωρεῖ· καὶ ἐξελαύνων τὰ προσκαλούμενα ἡμᾶς εἰς κακίαν, τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδια‐ τρίβει. Ἔστιν ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία.
30Μηδὲν περισσὸν, ἀλλὰ πᾶν ῥίψας βάρος Βίου ματαίου καὶ κόπων τῶν ἔνθαδε, Σκεύαζε σαυτὸν ὡς τάχος πρὸς οὐρανὸν, Ψυχὴν πετρώσας τῷ λόγῳ τὴν τιμίαν. Ἡ σὰρξ κρατείσθω, καὶ δαμαζέσθω καλῶς.
35 Ὁρᾷς τοὺς ἀβίους τούτους, καὶ ἀνεστίους, καὶ ἀσάρκους μικρὸν, καὶ ἀναίμονας, Θεῷ κατὰ τοῦτο πλησιάζοντας; τοὺς ἀνιπτόποδας καὶ χαμαιεύνας; τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω· τοὺς ἐν ἀνθρώποις, καὶ ὑπὲρ τὰ ἀνθρώπινα· δεδεμένους καὶ ἐλευθέρους·
40τοὺς κεκρατημένους καὶ ἀκρατήτους· ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα ὑπὲρ κόσμον· ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον· τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους· τοὺς ἔξω πόθου, καὶ μετὰ τοῦ θείου
45καὶ ἀπαθοῦς ἔρωτος· ὧν ἡ πηγὴ τοῦ φωτὸς, καὶ ὧν ἤδη ταῦτα ἀπαυγάσματα· ὧν αἱ ἀγγελικαὶ ψαλ‐ μῳδίαι, καὶ πάννυχος στάσις, καὶ ἡ τοῦ νοῦ πρὸς Θεὸν ἐνδημία προαρπαζομένου· ὧν ἡ κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι, μηδὲν μέτρον εἰδότων ἀναβά‐

96

.

180

(50)

σεως;
Χρὴ ἀνεπίπληκτον ἐκμελετᾷν καὶ ἀσκεῖσθαι179 in vol. 96

96

.

181

βίον, καὶ μηδὲν ἔχειν ἀνεπιτήδευτον τῶν ἀρεσκόντων Θεῷ. Καλὸν ἡ ἄσκησις μετὰ συμμετρίας καὶ γνώσεως ἀληθοῦς.
5 Ἁρμόζει τῷ ἐγκρατεῖ καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον· πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ οἱ βιασταὶ ἁρπάζουσιν αὐ‐
10τήν. Αὕτη γὰρ μόνη ἡ βία καλὴ, Θεὸν βιάσασθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βιαίους, μᾶλλον δὲ βεβαίως ἀντεχομένους, συνεχώρησεν καὶ εἶξε. Χαίρει γὰρ ὁ Θεὸς τὰ τοιαῦτα ἡττώ‐ μενος.
15 Μὴ γὰρ οἱ ἀθλοῦντες ἐνδεδυμένοι ἀθλοῦσιν; γυμνοὺς αὐτοὺς εἰς τὸ στάδιον ὁ ἀθλητικὸς ἄγει νό‐ μος, κἂν θάλπος ᾖ, κἂν κρύος. Εἰ δέ τις αὐτῶν παραιτήσεται τὴν γύμνωσιν, καὶ τὸν ἀγῶνα παρῃτή‐ σατο.
20 Ὁ γυμνὸς φεύξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Διὰ τοῦτο ὁ Παροιμιαστὴς πρὸς τὸν ἀλείπτην ἔλεγεν· Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ. Παρῆλθεν γάρ· ἀντὶ τοῦ, εἰσῆλθεν εἰς τὸν ἀγῶνα, καὶ γυμνὸν δεῖ παλαίειν, μᾶλλον δὲ οὐ γυμνὸν μόνον, ἀλλὰ καὶ ἠλειμμένον. Τὸ μὲν γὰρ
25γεγυμνῶσθαι, ἀνέπαφον ποιεῖ τοῦ ἀντιπάλου τὸν ἀνταγωνιστήν· τὸ δὲ ἔλαιον, εἰ καὶ ληφθείη ποτὲ, διολισθαίνειν ἐκ τῆς λαβῆς παρασκευάζει. Καὶ διὰ τοῦτο οἱ ἀθλοῦντες γῆν προσπάσσειν φιλονεικοῦσι τοῖς ἀντιπάλοις, ἵνα τῇ κόνει τὴν τοῦ ἐλαίου ἐπιτρα‐
30χύνοντες λειότητα εὐλήπτους αὐτοὺς πρὸς λαβὰς ἀπεργάζωνται. Ὁ σπουδαῖος ὀλιγοδεὴς, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητὸν, τὸ δὲ μὴ πολυδεὲς, διὰ ψυχὴν ἐφιεμένην
35ἀθανασίας. ΤΙΤΛ. ΙΑʹ. —Περὶ μαθητευομένων· καὶ ὅτι χρὴ αὐτοὺς ἐπιμελῶς καὶ σπουδαίως πρὸς τὰς μα‐ θήσεις ἔρχεσθαι, καὶ μὴ ἀποδιδράσκειν τὸ τῆς διδασκαλίας ἐπίπονον, ἀλλ’ ἐρωτᾷν καὶ μαν‐
40θάνειν παρὰ τῶν εἰδότων. «Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.» «Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολεί‐ πουσα διδασκαλίαν νεότητος.
45 «Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθή‐ σεται.» «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶ‐ σιν ὑπὲρ χρυσίον δεδοκιμασμένον.» «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν· μὴ ἐπιλάθῃ,

96

.

181

(50)

ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.»
«Ποθήσατε, καὶ παιδευθήσεσθε.»181 in vol. 96

96

.

184

«Υἱὲ, δὸς εἰς παιδείαν καρδίαν σου.» «Τέκνον, ἐν νεότητί σου ἐπίλεξαι παιδείαν, καὶ ὡς ἀροτριῶν καὶ σπείρων πρόσελθε αὐτῇ, καὶ ἀνάμενε τοῦ ἀγαθοῦ καρποῦ αὐτῆς. Ἐν γὰρ τῇ ἐρ‐
5γασίᾳ αὐτῆς ὀλίγον κοπιάσας, ταχὺ φάγεσαι τῶν γεννημάτων αὐτῆς. Ὡς τραχεῖά ἐστι σοφία ἀπαι‐ δεύτῳ, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος. Ἀνίχνευ‐ σον αὐτὴν, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος, μὴ ἀφῇς αὐτήν. Ἐπ’ ἐσχάτων γὰρ εὑ‐
10ρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσονταί σοι εἰς εὐφροσύνην. Καὶ ἔσονταί σοι αἱ πέδαι αὐ‐ τῆς εἰς τὴν σκέπην καὶ βάσιν ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. Κόσμος χρύσεός ἐστιν ἐπ’ αὐτῆς. Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐπιδῷς
15τὴν ψυχήν σου, συνετὸς ἔσῃ.» Τὸ ζητεῖν καὶ πυνθάνεσθαι πρὸς διδασκαλίαν ἀνυσιμώτατον. Ὁ πεινῶν καὶ διψῶν ἐπιστήμης, καὶ τοῦ μαθεῖν ἃ μὴ οἶδεν, τὰς ἄλλας μεθιέμενος φροντίδας, ἐπεί‐
20γεται πρὸς ἀκρόασιν καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν θυρωρεῖ τὰς τῶν σοφῶν οἰκίας. Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ, σοφίας ἐστὶν, ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε, δικαιοσύνης. ΤΙΤΛ. ΙΒʹ. —Περὶ μεταβατῶν, καὶ μετερχομένων
25ἐκ τόπου εἰς τόπον. «τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔστιν εἰρήνη ἀπὸ τῆς θλίψεως.» «Ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν· καὶ οὗ ἐὰν παροικήσει, οὐκ ἀνοίξει στόμα.»
30ΤΙΤΛ. ΙΓʹ. —Περὶ μισθωτοῦ, καὶ τῶν ἀποστε‐ ρούντων μισθόν. «Οὐ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωΐ.» «Οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς
35ἐκ τῶν ἀδελφῶν σου, ἢ ἐκ τῶν προσηλύτων· αὐθ‐ ήμερον ἀποδώσεις τὸν μισθὸν αὐτοῦ. Οὐκ ἐπιδύσε‐ ται ὁ ἥλιος ἐπ’ αὐτῷ, ὅτι πένης ἐστὶν, καὶ ἐπ’ αὐτῷ ἔχει τὴν ἐλπίδα, καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία.»
40 «Ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιο‐ σύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῖς οὐ μὴ ἀποδῷ.» «Ἐκχέων αἷμα, ὁ ἀποστερῶν μισθὸν μισθίου
45αὐτοῦ.» «Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ.» «Τῷ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χά‐ ριν, ἀλλὰ κατὰ ὀφειλήν.»

96

.

184

(50)

«Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὃς ἀπεστερημένος ἀφ’ ὑμῶν, κρά‐ ζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου
Σαβαὼθ εἰσελήλυθεν.»183 in vol. 96

96

.

185

ΤΙΤΛ. ΙΔʹ. —Περὶ ματαιοπονούντων. «Εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται.» «Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.»
5 «Ὁ σπείρων φαῦλα θερίσει κακά· ματαιότητα ἔργων αὐτοῦ συντελέσει.» «Οἱ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν.» «Πάντες μάταιοι ποιοῦντες καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς.»
10 «Ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου.» «Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά· ὅτι κύουσι πόνον, καὶ τίκτουσι μάταια, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι.»
15 «Συγκολλῶν ὄστρακον, ὁ διδάσκων μωρόν.» «Εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν, τί ὠφελεῖ πλέον ἢ κόπους; Εἷς εὐχόμενος, καὶ εἷς κατ‐ αρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ Δεσπότης;» Κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον πίθον
20ἀνθλοῦντες. ΣΤΟΙΧΕΙΟΝ Ν. ΤΙΤΛ. Αʹ. —Περὶ νεότητος, καὶ τῆς νέας ἡλι‐ κίας. «Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐ‐
25τοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.» «Νεανίσκος μετὰ ὁσίων, καὶ εὐθεῖα ἡ ὁδὸς αὐ‐ τοῦ.» «Ἀγαθὸς, παῖς πένης καὶ σοφὸς, ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα·»
30 «Εὐφραίνου, νεανίσκε, ἐν ἡμέραις νεότητός σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου· καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος.» «Λάλησον, νεανίσκε, εἰ χρεία σοι· μόλις δὲ, ἐὰν μὴ ἐπερωτηθῇς.»
35 «Βούλομαι τὰς νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντι‐ κειμένῳ, λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετρά‐ πησαν ὀπίσω τοῦ Σατανᾶ.» Φύσει ἀῤῥώστημα τοῦτο νέοις, κουφότητι γνώμης
40ἔχειν ἤδη νομίζειν τὰ ἐλπισθέντα. Ὅταν γάρ ποτε ἠρεμίας λάβωνται, ἢ ἡσυχίας νυκτερινῆς, ἀναπλάτ‐ τουσιν ἑαυτοῖς φαντάσματα ἀνυπόστατα, τῇ εὐκολίᾳ τῆς διανοίας ἐπὶ πάντα φερόμενοι. Ὑποτιθέμενοι περιφανείας βίου, γάμους λαμπροὺς, εὐπαιδείαν,
45γῆρας βαθὺ, τὰς παρὰ πάντων τιμάς. Εἶτα μηδα‐ μοῦ στῆναι τοῖς λογισμοῖς δυνάμενοι, ὑπερφυσῶν‐ ται, καὶ ὑπὸ τῆς ἀνοίας ἀπολαύειν δοκοῦσι τῶν ἐλπισθέντων, ὡς ἤδη παρόντων καὶ ἐν ποσὶ κει‐
μένων αὐτοῖς.185 in vol. 96

96

.

188

Διαφέρει τοῦ νηπίου καθ’ ἡλικίαν οὐδὲν, ὁ ταῖς φρεσὶ νηπιάζων. Τί σαρκὸς εὐπαθούσης, καὶ νεότητος περιφερο‐ μένης ἀσθενέστερον; νέος τις ἐστὶν ἔτι; κατὰ τῶν
5παθῶν ἀνδριζέσθω, καὶ τοσοῦτον ἀπολαυέτω τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δὴ πρεσβυ‐ τικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι ἐξασκείτω. Καὶ χαρήσεται τῇ νίκῃ πλέον, ἢ ἐν Ὀλυμπίᾳ στε‐ φανούμενοι.
10Αἰσχρὸν νέον ἀσθενέστερον τοῦ γέροντος Εἶναι, γέροντα δὲ ἀφρονέστερον νέου. Ὅμως ὁ μὲν καθ’ ὥραν ἔστω πάνσοφος, Τὸ δὴ κράτιστον, καὶ πρὸ ὥρας σωφρονεῖν. Νέος πραῢς πολλὰ ὑποφέρει· ὀλιγόψυχον δὲ γέ‐
15ροντα τίς ὑποίσει; Ἐπὶ παντὸς, ὡς ἐπὶ πολὺ, πράγματος ἐπισφα‐ λὴς σύμβουλος ἡ νεότης, καὶ οὐκ ἄν τις εὕροι ῥᾳ‐ δίως κατορθωθέν τι τῶν σπουδῆς ἀξίων, ᾧ μὴ καὶ πολιὰ παρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμμα‐
20τος. ΤΙΤΛ. Βʹ. —Περὶ νοσούντων καὶ ἀσθενούντων· καὶ ὅτι χρὴ ἐπισκέπτεσθαι αὐτούς. «Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ
25εἰσακούων.» «Μὴ ὄκνει ἐπισκέπτεσθαι ἀῤῥώστους· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.» «Τέκνον, ἐν ἀῤῥωστίαις σου μὴ περιβλέπου, ἀλλ’ εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε.»
30 «Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώ‐ στημα ἐμμένον.» «Ἠσθένησα, καὶ ἐπεσκέψασθέ με.» «Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν
35ἐπ’ αὐτὸν, ἀλείψαντες ἐλαίῳ ἐν ὀνόματι Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ.» «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀνα‐ πληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.»
40 «Μιμνήσκεσθε τῶν ἀσθενούντων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Κρείσσων εὐημερίας ἀχαλινώτου νόσος φιλόσο‐ φος. Κἂν μηδὲν ἔχῃς εἰσενεγκεῖν τῷ κάμνοντι διὰ τὴν
45πενίαν, σεαυτὸν εἰσάγαγε, καὶ τὴν ἀπὸ τῶν ῥημά‐ των αὐτῷ παράκλησιν προσένεγκε. Ἀσθενής εἰμι, καὶ ἐπεσκέψασθέ με. Οὐκ ἔχεις χρήματα; ἀλλὰ πόδας ἔχεις, καὶ στόμα, καὶ ῥήματα Εἴσελθε, παρα‐ κάλεσον, διόρθωσον τὴν ἀθυμίαν, εὐθυμώτερον ποίη‐

96

.

188

(50)

σον καὶ καρτερικώτερον. Μὴ ἐπαισχυνθῇς, ἄνθρωπε, τοὺς σοὺς ἀδελφούς. Μὴ αἱ γὰρ τοιαῦται ἐπισκέψεις, καὶ παραδείσων, καὶ λειμώνων, καὶ πάσης ἑστιάσεως ἡδίους εἰσίν; Ἀπὸ μὲν γὰρ τῶν λειμώνων, καὶ τῶν παραδείσων
55οὐδὲν οἴκαδε φέρομεν ἀγαθόν· ἀπὸ συμποσίων δὲ187 in vol. 96

96

.

189

μέθην, καὶ παραφροσύνην, καὶ μυρία κακά. Ἀπὸ δὲ τῶν τοιούτων ἐπισκέψεων χρηστὰς ἐλπίδας, τὴν πρὸς Θεὸν ἔννοιαν, τὴν ἄνωθεν παῤῥησίαν, τὴν τῆς ψυχῆς ἐπιείκειαν, τὸ μηδενὶ τῶν συμπιπτόντων
5ἀλύειν, τὸ ῥᾳδίως ἐν πᾶσι τοῖς ἀνθρωπίνοις φιλοσο‐ φεῖν κερδανοῦμεν. Πολλοὶ τῶν πλουσίων παρὰ τῶν ὑγιαινόντων ἀπαιτοῦσι τὰς ὑπηρεσίας, καὶ ἀπαιτοῦσι δίχα συγ‐ γνώμης, νοσούντων δὲ οὐδεμίαν φροντίδα τιθέασιν·
10ἀλλὰ, προσπεσούσης νόσου, κεῖται μὲν ἀνεπίσκε‐ πτος ἡ παιδίσκη, χαμαὶ ἐῤῥιμένη. Οὐ προσέχει δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα. Κἄν ποτε δέῃ τὴν δέσποιναν παραβαλεῖν πρὸς τὴν δούλην, οὐκ ἐπι‐ σκέπτεται ὡς ὁμογενὴς, ἀλλὰ βλοσυρῷ προσέχει τῷ
15βλέμματι, αὐστηρῷ προσδιαλέγεται ῥήματι, δι’ ὄγ‐ κον ὑπερηφανίας τὸ συγγενὲς ἀρνουμένης τῆς φύσεως. Οὐκ ἀναγινώσκετε τὰς Γραφάς; οὐκ οἴδατε τί φησιν ὁ ἅγιος Δαβίδ· Ἰδοὺ ὡς ὀφθαλμοὶ δού‐ λων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ
20παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν; Δυσωποῦ μὲν τὴν εἰκόνα· φοβήθητι τὰ γεγραμμένα· ἐπίκουρος τῆς ἀσθενούσης κατάστηθι. Ὁ Σωτὴρ τὴν ἀρχὴν οὐκ ἄνθρωπος ἐγεννήθη, ἀλλὰ Θεὸς ἦν Μονο‐
25γενὴς, ἀλλ’ ὅμως ὑπὲρ ἀνθρώπων ἄνθρωπος ἠν‐ έσχετο γενέσθαι· σὺ δὲ ἄνθρωπος ὢν παραιτῇ τὸ ὁμόφυλον ὡς οὐκ ἰσότιμον; παραιτῇ συμπαθεῖν περὶ τὴν ὁμογενῆ φύσιν; Καὶ ὅτε μὲν ἄλογον ζῶον χω‐ λεύοι, ἐπιμελῇ διὰ χρείαν, ὅτε δὲ τὸ λογικὸν ζῶον
30ὁ σὸς οἰκέτης ἀῤῥωστεῖ, περιορᾷς, καὶ οὐ προνοεῖς ὅτι λογικόν ἐστι. ΤΙΤΛ. Γʹ. —Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας σωτηρίας. «Μὴ δοὺς ὕπνον τοῖς σοῖς ὄμμασι, μηδὲ ἐπι‐
35νυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.» «Ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ, καὶ ὡς ὄρνεα θηρευόμενα παγίδι, ὡσαύτως παγι‐ δεύονται υἱοὶ τῶν ἀνθρώπων ἐν καιρῷ πονηρῷ, ὅταν
40ἐπιπέσῃ ἐπ’ αὐτοὺς ἄφνω.» «Συντήρησον καιρὸν, καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. Πρόσεχε μὴ ἀποπλανηθῇς τῇ διανοίᾳ σου. Γρηγόρησον πάσῃ ζωῇ σου. Ἀγάπα Κύριον, καὶ ἐπικαλοῦ αὐτὸν εἰς
45σωτηρίαν σου.» «Πρόσεχε σεαυτῷ, μὴ ἐμπέσῃς.» «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» «Ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ’ ὑπο‐

96

.

189

(50)

πιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπω ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» «Νήψατε, γρηγορήσατε· ὅτι ὁ ἀντίδικος ὑμῶν διά‐ βολος. ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει.»
55«Σὺ δὲ νῆφε, ἐν πᾶσι κακοπάθησον· ἔργον ποίη‐189 in vol. 96

96

.

192

σον εὐαγγελιστοῦ· τὴν διακονίαν σου πληροφόρη‐ σον.» Τῶν κρυπτῶν παγίδων διὰ παντὸς ὑπεράνω βά‐ διζε, μὴ νυστάζοντι πικρὸν σπόρον συμμίξῃ ζιζα‐
5νίων ὁ σπορεὺς τῶν κακῶν καὶ φθονερὸς ἐχθρός. Μὴ κλαπῇς περισκόπει. Ἀεὶ δίωκε λαθραίοις παλαίσμασιν, Μήπως δεηθῇς ἐπ’ ἐσχάτων καθαρσίων. ΤΙΤΛ. Δʹ. —Περὶ νεογάμων.
10 «Ἐὰν λάβῃ τις γυναῖκα προσφάτως, οὐκ ἐξελεύ‐ σεται εἰς τὸν πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται οὐδὲν πρᾶγμα ἐπ’ αὐτῷ. Ἀθῶος ἔσται· ἐν τῇ οἰκίᾳ αὐτοῦ καθίσει ἐνιαυτὸν ἕνα, καὶ εὐφρανεῖ τὴν γυναῖκα αὐ‐ τοῦ, ἣν ἔλαβεν.»
15 «Ὁ κτώμενος γυναῖκα, ἐνάρχεται κτήσεως.» Ὦ τέκνον ἐμὸν, τοῦτό σοι προπεμπτήριον παρ‐ έχω. Ἐντρέπου πρῶτον τὸν Θεὸν, μετὰ ταῦτα δὲ τὸν ἄνδρα, τὸν ὀφθαλμὸν τοῦ βίου, καὶ τῆς σῆς κύριον βουλῆς καὶ γνώμης· τοῦτον μόνον ἀγάπα καὶ πόθη‐
20σον, καὶ τούτῳ μόνῳ ψυχὴν εὔφραινε, ἐάν σε πόθοις τελειοτέροις ἀγαπήσῃ. Μὴ ἔχε θάρσος τοσοῦτον, ὅσον καὶ ὁ πόθος τοῦ ἀνδρὸς παρέχει σοι, ἀλλ’ ὅσον ὑπάρ‐ χει πρέπον. Ἐπειδὴ κόρος ἐστὶν ἁπάντων. Πάντων μὲν κόρος ἐστὶν ἀληθῶς, ἀγάπη δὲ ἀκόρεστος· μηδέ‐
25ποτε γυνὴ ὑπάρχουσα, εἰς ἀνδρὸς παῤῥησίαν σπού‐ δαζε. Μὴ τὸ γένος σου προσενέγκῃς, μὴ τοῖς χρή‐ μασι τὴν ὀφρὺν ἀνασπάσῃς, μὴ τῇ σοφίᾳ. Σοφία γὰρ τοῖς τοῦ γάμου νόμοις ὑποχωρεῖν καὶ πείθεσθαι. Ὑποχώρει μὲν τῷ ἀνδρὶ ὀργιζομένῳ· κάμνοντι
30βοήθει λόγοις ἁπαλοῖς καὶ συμβουλαῖς χρησταῖς. Οὐ θηροτρόφος τοῦ λέοντος τὴν ὀργὴν κατέπαυσεν ἰσχύϊ, πνεύμασι βρυχητικοῖς ἀντοργιζόμενος, ἀλλ’ ὑποτάσσει ταῖς χερσὶ παρατρίβων καὶ κολακευτι‐ κοῖς ῥήμασιν. Μηδὲ ζημίαν τινὰ ὀνειδίσῃς τῷ ἀνδρὶ,
35καίπερ πάνυ ὀργιζομένη, μήτε δὲ ἐπαινέσῃς τὸν οὐκ ὄντα φίλον τῷ ἀνδρὶ τῷ σῷ, ἐν παραβολαῖς λόγων ὀνειδίζουσα δολίως. Κοινὰς δεῖ τὰς εὐφροσύνας καὶ τὰς λύπας ποιήσασθαι, κοινὰς δὲ πάλιν τὰς φροντίδας· ἐπειδὴ τοῦτο τὸν οἶκον αὐξάνει. Λυπουμένῳ μὲν ὀλίγον
40τι συλλυποῦ. Τῷ γὰρ ἀνδρὶ λυπουμένῳ λιμὴν εὔδιος ἡ γυνή. Ἡ δὲ κερκὶς ἐν φροντίδι σοι ἔστω, καὶ τὰ ἔρια, καὶ φροντὶς ἐν τοῖς θείοις λόγοις. Μὴ σπου‐ δάσῃς ἐκ τῶν θυρῶν ἐξενεγκεῖν σου τὸν πόδα, μηδὲ ἐπὶ τέρψιν τινὰ πολιτικήν· αὕτη γὰρ τὴν ἐλευθε‐
45ρίαν ἀφαιρεῖ. Μηδὲ γυναιξὶ συμμίγου, ὅσαι ὑπερ‐ ήφανον ἔχουσι τράχηλον, καὶ δημόσιον πρόσωπον, μηδὲ ἀνθρώποις, ὅσοις ὁ ἀνὴρ ἀπαρέσκεται. [Δίδου δ’ ὁρόωσιν ἔρευθος,] ὀφθαλμοὺς ἔχουσα τυφλοὺς, καὶ εἰς γῆν νεύοντας ὀφρύας.

96

.

192

(50)

ΤΙΤΛ. Εʹ. —Περὶ νηστείας καὶ νηστευόντων. «Εἰ εἰς κρίσιν καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινὸν, ἵνα τί μοι νηστεύετε; Οὐχὶ τοιαύ‐
την νηστείαν ἐξελεξάμην, λέγει Κύριος; ἀλλὰ λύε191 in vol. 96

96

.

193

πάντα σύνδεσμον ἀδικίας· διάλυσον στραγγαλιὰς βιαίων συναλλαγμάτων. Ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς
5ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρ‐ ματός σου οὐχ ὑπερόψει.» «Ὅταν νηστεύητε, μὴ γίνεσθε ὡς ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα ἑαυτῶν,
10ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσ‐ ωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ.
15Καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀπο‐ δώσει σοι ἐν τῷ φανερῷ.» Νηστεία ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. — Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησιν· νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Εὐθύ‐
20μησον, ὅτι σοι δέδοται παρὰ τοῦ ἰατροῦ φάρμακον ἁμαρτίας ἀναιρετικόν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς ἐγκά‐ τοις τῶν παίδων ζωογονούμενοι σκώληκες, φαρμά‐ κοις τισὶ δριμυτάτοις ἐξαφανίζονται, οὕτως ἁμαρ‐ τίαν ὑποικουροῦσαν ἐν τῷ βάθει, τῇ ψυχῇ ἐπεισ‐
25ελθοῦσα ἐναποκτείνει νηστεία. Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου ὥσπερ οἱ ὑποκριταί. Οἷος εἶ, τοιοῦ‐ τος φαίνου, μὴ κατασχηματίζων σεαυτὸν πρὸς τὸ σκυθρωπὸν, τὴν ἐκ τοῦ δοκεῖν ἐγκρατὴς εἶναι δόξαν θηρώμενος. Οὔτε εὐποιίας σαλπιζομένης ὄφελος, καὶ
30νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπι‐ δεικτικῶς γινόμενα, οὐ πρὸς τὸν αἰῶνα τὸν μέλ‐ λοντα τὸν καρπὸν ἐκτείνει, ἀλλ’ εἰς τὸν τῶν ἀνθρώ‐ πων ἔπαινον καταστρέφει. Πρόσδραμε τοίνυν φαι‐ δρῶς τῇ δωρεᾷ τῆς νηστείας. Ἀρχαῖον δῶρον ἡ νη‐
35στεία, οὐ παλαιούμενον καὶ γηράσκον, ἀλλ’ ἀνανεού‐ μενον ἀεὶ, καὶ εἰς ἀκμὴν ἐπανθοῦν. Οὐ νεώτερον τὸ ἐφεύρημα· πατέρων ἐστὶ τὸ κειμήλιον. Πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον. Δυσωπήθητι τὴν πολιὰν τῆς νηστείας. Ἡλικιώτης ἐστὶ τῇ ἀνθρωπό‐
40τητι. Νηστεία ἐν τῷ παραδείσῳ ἐνομοθετήθη. Τὴν πρώτην ἐντολὴν ἔλαβεν ὁ Ἀδάμ· Ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε. Τὸ δὲ, Οὐ φάγεσθε, νηστείας ἐστὶ καὶ ἐγκρατείας νομοθεσία. Εἰ ἐνήστευσεν ἀπὸ τοῦ ξύλου ἡ Εὔα, οὐκ
45ἂν ταύτης ἐδεόμεθα νῦν τῆς νηστείας. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας. Ἰαθῶμεν διὰ τῆς μετανοίας. Μετάνοια δὲ χωρὶς νηστείας, ἀργή. Ἐπι‐ κατάρατος ἡ γῆ· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ

96

.

193

(50)

σοι. Στυγνάζειν προσετάχθης (μὴ γὰρ τρυφᾷν) διὰ νηστείας ἀπολόγησαι τῷ Θεῷ. Ἀλλὰ καὶ ἡ ἐν τῷ παραδείσῳ διαγωγὴ, νηστείας ἐστὶν εἰκών. Ἐπειδὴ δὲ οὐκ ἐνηστεύσαμεν, ἐξεπέσαμεν τοῦ παραδείσου. Νηστεύσωμεν τοίνυν, ἵνα πρὸς αὐτὸν ἐπανέλθωμεν.
55Οὐχ ὁρᾷς τὸν Λάζαρον, πῶς διὰ νηστείας εἰσῆλθεν193 in vol. 96

96

.

196

εἰς τὸν παράδεισον· μὴ μιμήσῃ τῆς Εὔας τὴν παρ‐ ακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φει‐ δοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον· μὴ προ‐ φασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν. Οὐ γὰρ
5ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νη‐ στεύειν οὐ δύνασαι; κορέννυσθαι δὲ, εἰπέ μοι, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνα‐ σαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν, οὐ βρωμάτων ποικι‐ λίαν, ἀλλὰ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς
10ἐπιτάσσοντας. Πῶς οὖν ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; τί εὐκοπώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι· μᾶλλον δὲ μηδὲ κεῖσθαι, ἀλλὰ πυκνὰ μεταστρέφεσθαι διαῤῥηγνυμέ‐
15νην καὶ στένουσαν; Μωσέα διὰ νηστείας ἔγνωμεν προσβάλλοντα τῷ ὄρει· οὐ γὰρ ἂν κατετόλμησεν, καπνιζομένης τῆς κορυφῆς, οὐδ’ ἂν ἐθάῤῥησεν εἰσ‐ ελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ νηστείας τὴν ἐντολὴν ὑπεδέξατο δακτύλῳ Θεοῦ
20γραφεῖσαν ἐν ταῖς πλαξί. Νηστεία προφήτας γεννᾷ, δυνατοὺς ῥώννυσι. Νηστεία νομοθέτας σοφίζει, ψυ‐ χῆς ἀγαθὸν φυλακτήριον, σώματι σύνοικος ἀσφαλὴς, ὅπλον ἀριστεύουσιν, ἀθληταῖς γυμνάσιον. Τοῦτο πει‐ ρασμοὺς ἀποκρούεται· τοῦτο ἀλείφει πρὸς εὐσέ‐
25βειαν. Νήψεως σύνοικος, σωφροσύνης δημιουργός· ἐν πολέμοις ἀνδραγαθεῖ, ἐν εἰρήνῃ ἡσυχίαν ἄγει. Τὸν Ναζιραῖον ἁγιάζει, ἱερέας τελειοῖ. Οὐ γὰρ δυνα‐ τὸν ἄνευ νηστείας ἱερουργίας κατατολμῆσαι, οὐ μό‐ νον ἐν τῇ μυστικῇ, καὶ νῦν, καὶ ἀληθινῇ λατρείᾳ,
30ἀλλὰ καὶ ἐν τῇ τυπικῇ τῇ κατὰ τὸν νόμον προσαγο‐ μένῃ. Αὕτη θεατὴν ἐποίησε τοῦ μεγάλου θαύματος τὸν Ἠλίαν. Τεσσαράκοντα γὰρ ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἀνθρώπῳ
35ἰδεῖν τὸν Κύριον. Νηστεία προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει, οἱονεὶ πτερὸν αὐτῇ γινομένη πρὸς τὴν ἄνω πορείαν. Νη‐ στεία οἴκων αὔξησις, ὑγείας μήτηρ, νεότητος παι‐ δαγωγὸς, κόσμος πρεσβύταις, ἀγαθὴ συνέμπορος
40ὁδοιπόροις, ἀσφαλὴς ὁμόσκηνος τοῖς συνοίκοις. Οὐχ ὑποπτεύει γάμων ἐπιβουλὴν ὁ ἀνὴρ, νηστείαις ὁρῶν τὴν γυναῖκα συζῶσαν. Οὐ τήκεται ζηλοτυπίαις γυνὴ, τὸν ἄνδρα βλέπουσα νηστείαν καταδεχόμενον. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν νηστείᾳ; ἀρίθμησον
45σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον μετὰ ταῦτα, οὐδὲν διὰ νηστείαν λείπει τῶν ἐν τῷ οἴκῳ, οὐδὲ ἓν ζῶον ὀδύρεται θάνατον· οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων· πέπαυται μαγείρων μάχαιρα· ἡ τρά‐

96

.

196

(50)

πεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τὸ Σάββατον ἐδόθη τοῖς Ἰουδαίοις, ἵνα ἀναπαύσηται, φησὶ, τὸ ὑποζύ‐ γιόν σου, καὶ ὁ παῖς σου. Γενέσθω ἡ νηστεία ἀνά‐ παυσις ἐκ τῶν συνεχῶν πόνων τοῖς διὰ τοῦ ἐνιαυτοῦ παντὸς ὑπηρετοῦσιν οἰκέταις. Ἀνάπαυσόν σου τὸν μά‐
55γειρον· δὸς ἀργίαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα
τῷ οἰνοχόῳ· ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν195 in vol. 96

96

.

197

μυρίων θορύβων, καὶ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω τρεχόντων, καὶ ὡς ἀπαραι‐ τήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Νηστεία δανείου φύσιν οὐκ οἶδεν. Οὐκ ὄζει τόκον ἡ τράπεζα
5τοῦ νηστευτοῦ· οὐκ ἔχουσιν ὀρφανὸν τοῦ νηστευτοῦ παῖδα τόκοι πατρῷοι, περιπλεκόμενοι ὡς ὄφεις. Νη‐ στεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναι‐ δὲς ἐξανθοῦν, ἀλλ’ ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμὸς πραῢς, κατεσταλμένον βάδισμα, πρόσωπον
10σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμ‐ μετρία λόγου, καθαρότης καρδίας. Νηστεία πόλεως εὐσχημοσύνη, ἀγορᾶς εὐστάθεια, οἴκων εἰρήνη, σω‐ τηρία τῶν ὑπαρχόντων. Βούλει αὐτῆς ἰδεῖν τὴν σεμνότητα; Σύγκρινόν μοι τὴν σήμερον ἑσπέραν
15πρὸς τὴν αὔριον, καὶ ὄψει τὴν πόλιν ἐκ ταραχῆς εἰς γαλήνην βαθεῖαν μεταβαλοῦσαν. Νηστεία ἀληθὴς, ἡ τῶν κακῶν ἀλλοτρίωσις. Λύε πάντα σύνδεσμον ἀδικίας. Ἄφες τῷ πλησίον τὴν λύπην· ἄφες αὐτῷ τὰ ὀφειλήματα. Μὴ εἰς κρίσεις καὶ
20μάχας νηστεύετε· κρεῶν οὐκ ἐσθίεις, ἀλλ’ ἐσθίεις τὸν ἀδελφόν· οἴνου ἀπέχῃ, ἀλλ’ ὕβρεων οὐ κρατεῖς· τὴν ἑσπέραν ἀναμένεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν εἰς δικαστήρια. Τί ὄφελος νηστεύειν τῷ σώ‐ ματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπλησθῆ‐
25ναι; Ἔλαιον μὲν πιαίνει τὸν ἀθλητὴν, νηστεία δὲ τὸν ἀσκητὴν τῆς εὐσεβείας κρατύνει. Ὥστε ὅσον ὑφαι‐ ρεῖς τῆς σαρκὸς, τοσούτῳ ποιήσῃς τῆς πνευματικῆς εὐεξίας τὴν ψυχὴν ἀποστίλβειν. Οὐ γὰρ σωματικοῖς
30πόνοις, ἀλλὰ καρτερίᾳ ψυχῆς, καὶ τῇ πρὸς τὰς θλί‐ ψεις ὑπομονῇ, τὸ πρὸς τοὺς ἀοράτους ἐχθροὺς περι‐ γίνεται κράτος. Ἔτι μὲν οὖν πάντα τὸν χρόνον ἡ νηστεία ὠφέλιμος τοῖς αἱρουμένοις αὐτήν. Οὔτε γὰρ ἐπήρεια δαιμόνων κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ
35καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν ἄγγελοι φιλοπο‐ νώτερον παραμένουσι τοῖς διὰ νηστείας κεκαθαρμέ‐ νοις. Ἄγγελοί εἰσιν οἱ καθ’ ἑκάστην Ἐκκλησίαν ἀπο‐ γραφόμενοι τοὺς νηστεύοντας. Ὅρα μὴ διὰ μικρὰν
40ἡδονὴν βρωμάτων ζημιωθῇς τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Πλούσιος εἶ; μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπ‐ αξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας
45ἑαυτοῦ ἄτιμον ὑποπέμψῃς, παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς, μήποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομο‐ θέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως.

96

.

197

(50)

Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον καὶ ὁμοδίαιτον ἔχων. Γυναιξὶ δὲ, ὥσπερ τὸ ἀναπνεῖν, οὕτω καὶ τὸ νηστεύειν οἰκεῖόν ἐστι κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τὰ εὐθαλῆ τῶν φυτῶν τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβυ‐
55τέροις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς
αὐτὸν οἰκείωσις. Πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας197 in vol. 96

96

.

200

μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγε‐ γυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλὴς συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύσεις περικομίζοντας, οὕτω
5καὶ κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρα‐ σκευάζει. Μέλλων τοίνυν νηστεύειν, μὴ σκυθρωπά‐ σῃς Ἰουδαϊκῶς. Εὐαγγελικῶς τὴν ψυχὴν καταφαί‐ δρυνον, μὴ πενθῶν τῆς γαστρὸς τὴν ἔνδειαν, ἀλλ’ ἐνηδόμενος τῇ ψυχῇ τῶν πνευματικῶν ἀπολαύσεων.
10Οἶδας ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ἐπεὶ οὖν ταῦτα ἀντί‐ κεινται ἀλλήλοις, ὑφέλωμεν τῆς σαρκὸς τὴν εὐπά‐ θειαν· αὐξήσωμεν δὲ τῆς ψυχῆς τὴν ἰσχὺν, ἵνα διὰ τῆς νηστείας κατὰ τῶν παθῶν λαβόντες τὰ
15νικητήρια, τοὺς τῆς ἐγκρατείας στεφάνους ἀναδη‐ σώμεθα. Νηστεύων μὴ στύγναζε. Διὰ τοῦτο νηστεύεις ἀπὸ βρωμάτων, ἵνα τραφῇς διὰ τοῦ πνεύματος· καὶ διὰ τοῦτο ἀπέχῃ τῶν σωματικῶν ἐδεσμάτων, ἵνα ἐμπλη‐
20σθῇς τῶν πνευματικῶν ἀναθημάτων. Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἁπαλύνουσα πρὸς εὐσέβειαν. Καὶ ὥσπερ τὰ χρόνια πάθη δριμυτάτοις τισὶ καὶ στυπτι‐ κωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώ‐
25ματος ἀποῤῥίπτει, τὸ δὲ συνουλωτικὸν τῆς σαρκὸς ἐπισυνάγει, τὸν αὐτὸν τρόπον, καὶ τὴν ἔνδον ὑποσμύ‐ χουσαν ἁμαρτίαν, καὶ τὴν ψυχὴν νεμομένην, στυπτι‐ κωτάτη ὑπεισελθοῦσα ἁμαρτίᾳ νηστεία, ἀναξηραίνει αὐτὴν κατ’ ὀλίγον λεπτύνουσα. Διὰ τοῦτο, εἰ καὶ
30ἐπίπονος ἡ νηστεία, ἀλλ’ ὠφέλιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύσῃς, ἵνα μὴ τὸν κάμα‐ τον ἀπολέσῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶ‐ μα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφελῇ. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρήσεις αὐτοὺς τὸ
35πλέον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθεν, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονεν, τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας. Νομοθέτης διὰ νηστείας ἐχρημάτισεν, καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε ὕδωρ
40ἔπιεν. Νηστεύοντες τῆς εὐποιίας φροντίζετε. Ὁ γὰρ νη‐ στεύων, καὶ μὴ μεταδιδοὺς ἄρτον τῷ πένητι, ματαία ἡ νηστεία αὐτοῦ ἔσται. Πολλοὶ οὖν εἰσι νηστεύοντες μετὰ σάκκου καὶ σποδοῦ, καὶ πολλῶν δακρύων, καὶ τῷ πει‐
45νῶντι μὴ μεταδιδόντες ὀβολὸν ἕνα, ἄμισθον ποιοῦντες τὴν νηστείαν αὐτῶν, ἣν ὁ Θεὸς οὐ προσδέχεται. Ἄκου‐ σον οὖν, τί λέγει ἐν Ἡσαίᾳ τῷ προφήτῃ· Οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ· οὐδὲ οὕτως κληθήσεται

96

.

200

(50)

νηστεία. Ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας καὶ δὸς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου. Ἀπό‐ στελλε τεθραυσμένους ἐν ἀφέσει· διάλυε στραγ‐ γαλιὰς βιαίων συναλλαγμάτων· διάθρυπτε πει‐ νῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους
55εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ταύτην τὴν νηστείαν ἀγαπᾷ ὁ Θεός. Τὰ γὰρ τρίχινα καὶ ἡ σποδὸς οὐδέν
σε ὠφελήσει νηστεύοντός σου. Χόρτασον πένητα, ἵνα199 in vol. 96

96

.

201

σε εὐλογήσῃ, καὶ εὑρήσεις αὐτὸ πρὸ προσώπου σου ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς σου. Εἰ τὰ δάκρυα τοῦ πέ‐ νητος βλέπων οὐκ ἐλεεῖς, ὁ Θεὸς πῶς σε ἐλεήσει; Νη‐ στεία καθαρὰ, ὅταν σοῦ νηστεύοντος ὁ πένης χορτά‐
5ζηται ἐκ τῶν σῶν. Πολλὴν εὐεργεσίαν ἀπολαύομεν ἐκ τῆς νηστείας· νοῦν ἀτάραχον, λογισμῶν γαληνότητα, καρδίαν πραεῖαν, κεφαλὴν ἀνάλγητον, πόδας ὀρθούς. Θλίβῃ, ὅτι οἱ ὀφθαλμοί σου οὐκ εἰσὶ τεθολωμένοι, οὐδὲ αἱματώδεις, καὶ ἡ γλῶσσά σου οὐ ψελίζει, καὶ
10ὅτι οἱ πόδες σου ὀρθῶς περιπατοῦσιν; Μεγάλη ἡ νη‐ στεία, καὶ δι’ αὐτῆς πολλοὶ ὑπερέβησαν τὰ ἀνθρώ‐ πινα, καὶ μετὰ ἀγγέλων ἔχουσι τὴν διαγωγήν. Δα‐ νιὴλ, οὐχὶ διὰ νηστείαν τὴν τῶν λεόντων ἀγριότητα εἰς προβάτων ἡμερότητα μετέβαλε; Νηστεύσας γὰρ
15ἑπτὰ ἡμέρας ἐν λάκκῳ, τοὺς ὑπερμεγέθεις λέοντας ὡς περιστερὰς κατενόει. Καὶ βλέπε μοι αὐτοῦ τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν. Εἰς ἄριστον τῶν λεόντων ἐβλήθη ὁ ἅγιος ἐν τῷ λάκκῳ, καὶ εὑρέθη αὐτὸς ἀριστῶν, ἐπικομισαμένου τοῦ Ἀβ‐
20βακοὺμ διὰ προστάγματος Κυρίου, καὶ οἱ λέοντες μετὰ πολλῆς φιλοσοφίας ἐκαθίζοντο. Ὦ νηστείας ὑπερβολή! τοὺς λέοντας ἐφίμωσε, τὸν δράκοντα διέῤ‐ ῥηξε, τὸν Βὴλ κατέστρεψεν, καὶ τὴν Σωσάνναν δι‐ έσωσεν. Οἱ τρεῖς παῖδες νηστεύοντες, τὴν κάμινον ὡς
25πηλὸν κατεπάτουν, καὶ τὴν φλόγα ὡς δροσοειδῆ πα‐ ράδεισον κατανοοῦντες, ἄκαυστοι διέμειναν, καὶ τὰς τοῦ βασιλέως ἀπειλὰς ὡς ἀράχνην διέλυσαν. Διὰ νη‐ στείας ὁ μέγας ἐν προφήταις Μωσῆς τὸν νόμον ἐδέ‐ ξατο. Νηστεύσας γὰρ ἡμέρας τεσσαράκοντα, τὴν
30ὀργὴν τὴν κατὰ τοῦ λαοῦ κατέπαυσεν. Νηστεύσαντες Νινευῖται ἐν ἡμέραις τρισὶ τὴν πολυπληθῆ πόλιν δι‐ έσωσαν. Νηστεία ἀγγέλων μίμημα. Νηστεία τοὺς ἀν‐ θρώπους εἰς οὐρανοὺς ἀνήγαγεν, καὶ μετ’ ἀγγέλων πολιτεύεσθαι παρεσκεύασεν, καὶ μετὰ μαρτύρων τὴν
35ἀνάπαυσιν ἐδωρήσατο. Μὴ μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν· οὐ γὰρ διὰ πλεον‐ εξίας εἰς δικαιοσύνην, οὐδὲ δι’ ἀκολασίας εἰς σω‐ φροσύνην, οὐδὲ συλλήβδην εἰπεῖν, διὰ κακίας εἰς
40ἀρετήν. Ἄλλη θύρα ἐπὶ νηστείαν. Ἡ μέθη εἰς ἀκο‐ λασίαν εἰσάγει, ἐπὶ δὲ νηστείαν αὐτάρκεια· ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὸν νομοθέτην τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαπετίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς,
45τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Ἄπιστόν ἐστι τὸ ταμεῖον· εἰς τετρημένον πίθον ἀντλεῖς. Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας προσλαβὼν καὶ ἑταίρας εἰσοικί‐

96

.

201

(50)

ζει. Οὐ γὰρ ἀνέχεται ἡ νομίμη γυνὴ μετὰ τῶν διεφθαρμένων συνοικῆσαι. Μὴ τοίνυν καὶ σὺ προσδο‐ κωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν
φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἀσχημο‐201 in vol. 96

96

.

204

σύνην εὔκολον. Οὐ γὰρ μὴ εἰσέλθῃ νηστεία καὶ δέησις εἰς ψυχὴν ῥυπωθεῖσαν ὑπὸ τῆς μέθης. Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται· δικαιοσύνη δὲ ὑπὲρ ἀμφότερα. Οἶδε νηστεία πλούσιον τὸν πέ‐
5νητα ἀπεργάσασθαι. Οὐ γὰρ ἀκαίρως συγχωρεῖ δα‐ πανᾷν τοῦ μέτρου, τὴν αὐτάρκειαν παρεχομένη. Οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν. Οὐκ ἀποχὴ βρωμάτων, ἀλλὰ ἀποχὴ πλημμελημά‐
10των ἐργάζεται νηστείαν. —Φιλήσωμεν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶ, καὶ πηγὴ φιλοσοφίας ἁπάσης. Τὸ μετὰ νηστείας εἶναι εὐχὴν, δυνατωτέραν ποιεῖ τὴν εὐχήν. Νῦν σωφροσύνη λογισμῶν πολλὴ πάρεστι·
15νῦν δὲ ἐγήγερται ἡ διάνοια, καὶ τὰ ἄνω περισκοπεῖ ἡ ψυχή· διὰ τοῦτο τῇ νηστείᾳ τὴν προσευχὴν συνέζευ‐ ξεν ἡ Γραφή. Τότε γὰρ τερπνοτέρα καὶ δοκιμωτέρα ἀπὸ τῆς λύρας ἀναπέμπεται ἡ μελῳδία, ὅτι οὐκ εἰσὶ διάβροχοι αἱ νευραὶ τῇ πλεονεξίᾳ τῆς μέθης, ἀλλ’
20εὔτονος ὁ λογισμὸς, καὶ διεγηγερμένος ὁ νοῦς. Νή‐ φουσα ἡ ψυχὴ οὕτω προσιέναι τῷ Θεῷ, καὶ διαλέγε‐ σθαι μόνον πρὸς μόνον. ΣΤΟΙΧΕΙΟΝ Ξ. ΤΙΤΛ. Αʹ. —Περὶ ξένων πραγμάτων, καὶ τῶν σπα‐
25νίως ἔν τισιν εὑρεθέντων. «Ἔκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, καὶ ἤγει‐ ρεν αὐτοῖς Κύριος σωτῆρα τὸν Ἀὼδ, ἄνδρα ἀμφοτε‐ ροδέξιον. Μετὰ Ἀὼδ ἀνέστη Σαμεγὰρ, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρό‐
30ποδι τῶν βοῶν, καὶ ἔσωσε τὸν Ἰσραήλ.» «Κατέβη Σαμψὼν, καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μή‐ τηρ αὐτοῦ εἰς Θαμναθᾶ, καὶ ἦλθον ἕως τοῦ ἀμπελῶ‐ νος· καὶ ἰδοὺ σκύμνος λέοντος εἰς συνάντησιν. Καὶ ἥλατο ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου, καὶ διέσπασεν αὐ‐
35τὸν ὡς ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐ‐ τοῦ. Καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ, καὶ τῇ μη‐ τρὶ αὐτοῦ ὃ ἐποίησεν.» «Ἐπορεύθη Σαμψὼν, καὶ συνέλαβε τριακοσίους ἀλώπεκας, καὶ ἔλαβε λαμπάδας, καὶ ἔστρεψε κέρκον
40πρὸς κέρκον, καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ, καὶ ἔδησεν. Καὶ ἐνεπύρισεν τοὺς στάχυας τῶν ἀλλοφύλων ἀπὸ ἅλωνος ἕως στα‐ χύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.» «Εἶπε Σαμψών· Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξ‐
45ήλειψα αὐτούς· ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας. Καὶ ἐδίψησε σφόδρα, καὶ ἐβόησε πρὸς Κύ‐ ριον· Σὺ εὐώδωσας ἐν χειρὶ τοῦ δούλου σου τὴν σω‐ τηρίαν τὴν μεγάλην ταύτην· καὶ νῦν ἀποθνήσκω ἐν δίψει, καὶ ἐμπεσοῦμαι εἰς χεῖρας τῶν ἀπεριτμήτων.

96

.

204

(50)

Καὶ ἤνοιξεν ὁ Θεὸς τὸ τραῦμα τὸ ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα· καὶ ἔπιεν, καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ, καὶ ἔζησεν.» «Καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἀπηγγέλη τοῖς Γαζαίοις, λέγοντες· Ἥκει
55Σαμψὼν ὧδε. Καὶ ἐκύκλωσαν, καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως. Καὶ ἐκώφευ‐
σαν ὅλην τὴν νύκτα λέγοντες· Ὡς διαφαύσει ὁ ὄρθρος203 in vol. 96

96

.

205

φονεύσομεν αὐτόν. Καὶ ἐκοιμήθη Σαμψὼν ἕως με‐ σονυκτίου. Καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς, καὶ ἐπ‐ ελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως, σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνεβίβασεν αὐτὰ σὺν τῷ μοχλῷ,
5καὶ ἔθηκεν ἐπὶ τοὺς ὤμους, καὶ ἀπήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἔθηκεν ἐκεῖ.» «Ἑπτακόσιοι ἄνδρες, ἐκλεκτοὶ ἐκ παντὸς τοῦ λαοῦ ἀμφοτεροδέξιοι πάντες οὗτοι, σφενδονῆται ἐν λίθῳ πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες.»
10 «Ἀσαὴλ κοῦφος τοῖς ποσὶν, ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.» Πάντα ἐν πᾶσι μέμικται· καὶ ἐν τῇ γῇ εὑρήσεις ὕδωρ, καὶ ἀέρα καὶ πῦρ· εἶτα ἐκ λίθων μὲν πῦρ ἐξάλ‐ λεται. Ἐκ σιδήρου δὲ, ὃ καὶ αὐτὸ ἔχει ἀπὸ γῆς τὴν
15γένεσιν, πῦρ ἄφθονον ἐν ταῖς παρατρίψεσιν πέφυκεν ἀπολάμπειν. Ὃ καὶ θαυμάσαι ἄξιον, πῶς ἐν μὲν τοῖς σώμασιν ὑπάρχον τὸ πῦρ ἀβλαβῶς ἐμφωλεύει, προσ‐ κλιθὲν δὲ ἐπὶ τὰ ἔξω, δαπανητικόν ἐστι τῶν φυ‐ λασσόντων.
20 Εἴποις δ’ ἂν περὶ θαλάσσης αὐτῆς, πῶς εἰς ἅλας τὸ ὕδωρ πήγνυται; πῶς ὁ πολυτίμητος λίθος τὸ κοράλ‐ λιον, χλόη μέν ἐστι τῆς θαλάσσης, ἐπειδὰν δὲ εἰς τὸν ἀέρα ἐξενεχθῇ πρὸς λίθου στεῤῥότητα μεταπήγνυται; πόθεν τῷ εὐτελεστάτῳ ζώῳ τῷ ὀστρέῳ τὸν βαρύτιμον
25μαργαρίτην ἡ φύσις ἐνέθηκεν; Ἃ γὰρ ἐπιθυμοῦσι θησαυροὶ βασιλέων, ταῦτα περὶ αἰγιαλοὺς, καὶ ἀκτὰς καὶ τραχείας πέτρας διέῤῥιπται, τοῖς τῶν ὀστρέων σώμασιν ἐγκείμενα. Πόθεν τὸ χρυσοῦν ἔριον αἱ πίν‐ ναι τρέφουσιν, ὅπερ οὐδεὶς τῶν ἀνθοβαφῶν μέχρι νῦν
30ἐμιμήσατο; πόθεν αἱ κόχλαι τοῖς βασιλεῦσι τὴν ἁλουρ‐ γίδα χαρίζονται, αἳ καὶ τὰ ἄνθη τῶν λειμώνων τῇ εὐχροίᾳ παρέδραμον. Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα· οὐκ ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴ‐
35ρηται, ἀλλ’ ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρεικάζονται· ἅ γε καὶ νήσων πολλάκις φαντασίαν παρέχεται. Ἐὰν δὲ ἀκούσῃς, ὅτι τὰ μέ‐ γιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξουρίας φερό‐ μενα, τὸ μικρὸν ἰχθύδιον, ἡ ἐχενηῒς οὕτως ῥᾳδίως
40ἵστησιν, ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάττειν, ὥσπερ καταῤῥιζωθὲν ἐν αὐτῷ τῷ πελάγει, τότε θαυ‐ μάσεις τοῦ δημιουργοῦ τὴν ἰσχύν. Τὰς πιθήκους φασὶν, ἐπειδὰν τέκωσιν, ὥσπερ ἀγάλμασιν ἐνατενίζειν τοῖς βρέφεσιν, ἀγαμένας τοῦ
45κάλλους· οὕτως ἐστὶν ἡ φύσις φιλότεκνος. ΤΙΤΛ. Βʹ. —Περὶ ξένων κολάσεων ἀπὸ Θεοῦ καὶ ἀνθρώπων ἐνεχθεισῶν. «Κατέλαβον τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτειναν, καὶ καθεῖλαν τὴν πόλιν, καὶ ἔσπειραν εἰς

96

.

205

(50)

ἅλας.» «Κατέδραμον ὀπίσω Ἀδωνιβεζὲκ, καὶ κατελάβοντο αὐτόν· καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ, καὶ τῶν χειρῶν αὐτοῦ. Καὶ εἶπεν Ἀδωνιβεζέκ· Ἑβδομή‐
κοντα βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν, καὶ τῶν205 in vol. 96

96

.

208

χειρῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕ‐ τως ἀνταπέδωκέ μοι ὁ Θεός.» «Ἐπάταξε τὴν Ῥαββὰ, καὶ κατέσκαψεν αὐτὴν
5Δαβὶδ, καὶ σκύλα πολλὰ τῆς πόλεως ἐξήνεγκεν σφό‐ δρα, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν, καὶ διέπρι‐ σεν ἐν πρίοσι καὶ σκεπάρνοις σιδηροῖς. Οὕτως ἐποίησε Δαβὶδ ταῖς πόλεσιν υἱῶν Ἀμμών.» Ἔσφαξεν ὁ βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδε‐
10κίου κατ’ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ἰούδα ἔσφαξεν, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύ‐ φλωσεν, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐ‐ τὸν ὁ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν εἰς οἶκον μυλῶνος ἕως ἡμέρας ἧς ἀπέθανεν.»
15ΤΙΤΛ. Γʹ. —Περὶ ξενιτείας· καὶ ὅτι ἀπαῤῥησία‐ στος ὁ ξένος. «Εἶπον οἱ ἄνδρες Σοδόμων πρὸς Λώτ· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;» Ὥσπερ ὄρνεον, ὅταν καταπετασθῇ ἀπὸ τῆς ἰδίας
20νοσσιᾶς, οὕτως ὁ ἄνθρωπος δουλοῦται, ὅταν ἀποξε‐ νωθῇ ἐκ τῶν ἰδίων τόπων.» «Ἀνὴρ ξενιτεύσας ἔγνω πολλά. Καὶ πάλιν· Ὁ πεπλανημένος πληθύνει πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείω τὰ τῶν λόγων μου
25σύνεσίς μου.» ΣΤΟΙΧΕΙΟΝ Ο. ΤΙΤΛ. Αʹ. —Περὶ ὅρκου· καὶ ὅτι τοῖς ἐπὶ κακῷ καὶ ἀτόπῳ δεδομένοις ὅρκοις οὐ χρὴ ἐμμένειν. «Εἶπεν Σαοὺλ πρὸς Ἰωνάθαν· Ἀπάγγειλόν μοι τί
30ἐποίησας. Καὶ ἀπήγγειλεν αὐτῷ, καὶ εἶπεν· Γευσά‐ μενος ἐγευσάμην ἐπ’ ἄκρου τοῦ σκήπτρου τοῦ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἀποθνήσκω; Καὶ εἶπεν αὐτῷ Σαούλ· Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Καὶ
35εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Εἰ σήμερον θανατωθήσε‐ ται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγίστην ταύτην ἐν Ἰσραήλ; ὅτι ἔλεος τοῦ Θεοῦ ἐποίησε τῇ ἡμέρᾳ ταύτῃ. Καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν, καὶ οὐκ ἀπέθανεν.»
40 «Εἶπεν ὁ βασιλεὺς τῷ Ἱερεμίᾳ· Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσωσί σε. Ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω, καὶ βέλ‐
45τιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.» «Γενεσίων ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος, καὶ ἤρεσεν τῷ Ἡρώδῃ· ὅθεν μεθ’ ὅρκου ὤμοσε δοῦναι αὐτῇ ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός

96

.

208

(50)

μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ δέδωκεν αὐτῇ.» Σχόλ. Ἄμεινον ἦν τῷ Ἡρώδῃ τὸν ὑπ’ αὐτοῦ δο‐ θέντα ὅρκον παραβῆναι, ἢ τὸν προφήτην καρατο‐ μῆσαι.
55ΤΙΤΛ. Βʹ. —Περὶ ὀρφανῶν, καὶ πτωχῶν, καὶ χειρῶν. «Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. Ἐὰν
δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κράξαντες κατα‐207 in vol. 96

96

.

209

βοήσωσι πρός με, ἀκοῇ ἀκούσομαι τῆς βοῆς αὐτῶν· καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς ἐν μα‐ χαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ τέκνα ὑμῶν ὀρφανά.»
5 «Στόμα χήρας εὐλόγησέ με. Ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.» «Οὐκ ἐνεχυριάσεις ἱμάτιον χήρας.» «Ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν.»
10 «Εἰς κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς. Ὁ γὰρ λυ‐ τρούμενος αὐτοὺς Κύριος, κραταιός ἐστι, καὶ κρινεῖ τὴν κρίσιν αὐτοῦ μετὰ σοῦ.» «Ἀνθ’ ὧν ἠδίκουν νηπίους, φονευθήσονται.» «Χήραν καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πέ‐
15νητα μὴ καταδυναστεύετε.» «Γίνου ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν, καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου.» Δέησιν ἀδικουμένου εἰσακούσεται. Οὐ μὴ παρίδῃ ἱκεσίαν ὀρφανοῦ καὶ χήρας, ἐὰν ἐκχέῃ λαλιάν. Οὐχὶ
20δάκρυα χήρας ἐπὶ σιαγόνα καταβήσεται, καὶ ἡ κατα‐ βόησις ἐπὶ τῷ κατάγοντι αὐτά;» «Χήρας τίμα τὰς ὄντως χήρας. Εἰ δέ τις χήρα, ἢ τέκνα, ἢ ἔγγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς
25προγόνοις. Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι, καὶ ταῖς προσ‐ ευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν· ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι
30ὦσιν,» «Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ κατα‐ στρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας,
35οὐ μόνον ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.» «Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ, αὕτη ἐστίν· ἐπισκέπτεσθαι χήρας καὶ ὀρφανοὺς ἐν τῇ θλίψει αὐτῶν.»
40 Τὴν τρυγόνα φασὶ, διαζευχθεῖσάν ποτε τοῦ ὁμο‐ ζύγου, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι, κοι‐ νωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρνου‐ μένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς
45χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν πολυγαμίαις ἀπρεποῦς προτιμότερον. ΤΙΤΛ. Γʹ. —Περὶ ὁρίων· καὶ ὅτι οὐ χρὴ μετ‐ άγειν αὐτά. «Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ ἔστη‐

96

.

209

(50)

σαν οἱ πατέρες σου.» «Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.»
«Ἀσεβεῖς ὅριον ὑπερέβησαν.»209 in vol. 96

96

.

212

«Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.» Ἔστι τινὰ τῶν ἰχθύων, ἃ καὶ μιμεῖσθαι ἄξιον· πῶς τὰ γένη αὐτῶν ἕκαστα τὴν ἐπιτηδείαν αὐτοῖς
5διανειμάμενα χώραν, οὐκ ἐπιβαίνει ἀλλήλοις, ἀλλὰ τοῖς οἰκείοις ὅροις ἐνδιατρίβει. Οὐδεὶς γεωμέτρης παρ’ αὐτοῖς κατένειμε τὰς οἰκήσεις· οὐ τείχη περι‐ γέγραπται· οὐχ ὁροθεσίοις διώρισται. Οὗτος μὲν γὰρ ὁ κόλπος τάδε τὰ γένη τῶν ἰχθύων βόσκει, κἀ‐
10κεῖνος ἕτερα· καὶ τὰ ὧδε πληθύνοντα, ἄπορα παρ’ ἑτέροις. Οὐδὲν ὄρος ὀξείαις κορυφαῖς ἀνατεταμένον διίστησιν· οὐ ποταμὸς τὴν διάβασιν ἀποτέμνεται· ἀλλὰ νόμος τίς ἐστι φύσεως ἴσως καὶ δικαίως κατὰ τὸ τοῦ ἑκάστου χρειῶδες, τὴν δίαιταν πᾶσιν ἀπο‐
15κληρῶν. Ἀλλ’ οὐχ ἡμεῖς τοιοῦτοι, ὁπότε μεταίρο‐ μεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρα‐ τέμνομεν γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι. Οἶδε τὰ κήτη τὴν ἀφ‐ ωρισμένην παρὰ τῆς φύσεως δίαιταν, τὴν ἔξω τῶν
20οἰκουμένων ὅρων κατειλῆφθαι θάλασσαν, τοῖς μεγί‐ στοις τῶν ὀρέων κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασὶν, καὶ μένουσιν ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις, μήτε ταῖς παραλίοις χώραις λυ‐ μαινόμενα. Οὕτω μὲν οὖν ἕκαστον γένος, ὥσπερ
25πόλεσιν ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν αὐλί‐ ζεται. ΤΙΤΛ. Δʹ. —Περὶ ὁδοῦ ἀγαθῆς καὶ πονηρᾶς· καὶ ὅτι χρὴ τὰ σκολιὰ πράγματα, καὶ τὰς σκολιὰς
30ὁδοὺς ἐκκλίνειν, καὶ μετὰ τῆς εὐθείας πο‐ ρεύεσθαι. «Ἐὰν ἄνομόν τί ἐστιν ἐν τῇ χειρί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ. Οὕτως ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρόν.»
35 «Οἱ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν, ἠσθένησαν ἐκ βροτῶν.» «Ἀρχὴ ὁδοῦ ἀγαθῆς ποιεῖν τὰ δίκαια. Δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.» «Ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ Κύριος· διεστραμ‐
40μέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν.» «Ὁ σκολιάζων τὰς ὁδοὺς αὐτοῦ, ἀτιμασθήσε‐ ται.» «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ Θεός.»
45 «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ’ αὐ‐ τῶν.» «Ὁ πορευόμενος δικαίως, βοηθηθήσεται.» «Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,

96

.

212

(50)

προπορεύονται, καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.» «Ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις,
τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾄδου.»211 in vol. 96

96

.

213

«Εἰ ἐπορεύοντο τρίβους ἀγαθὰς, εὕροσαν ἂν τρί‐ βους τὰς τῶν δικαίων λείους.» «Τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν.» «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν· μὴ ἐκκλίνῃς
5εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερά.» «Τάδε λέγει Κύριος· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε ὁδοὺς Κυρίου, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ. Ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ εὑρήσετε ἀνάπαυ‐
10σιν ταῖς ψυχαῖς ὑμῶν.» «Μὴ ἐπισπᾶσθε ὄλεθρον ἐν ἔργοις χειρῶν ὑμῶν.» «Μὴ λίκμα ἐν παντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ.»
15 «Ἀπόστησον ἀπὸ πλημμελείας σου, καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον χεῖρά σου.» «Κατάρας τέκνα ἐπλανήθησαν ἀπὸ ὁδοῦ ἀληθείας, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαάμ.»
20 «Πάντα δοκιμάσαντες, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Οἱ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνωσι τὴν ἁμαρτίαν, ἐπαινετοὶ, ἀλλ’ ἐὰν δυνη‐ θῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶ‐
25ναι. Ἀρχὴ γὰρ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, σοφῶς καὶ ἐντέ‐ χνως εἰσάγων εἰς ἀρετὴν, ἀναχώρησιν τῆς κακίας ἀρχὴν ποιούμενος τῶν καλῶν.
30 Σπινθὴρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα. Σπαραγμὸς ἐχίδνης πολλάκις διώλεσεν. Τοῦτο οὖν ὁρῶν, ἔκκλινον καὶ μικρὸν βλάβος. Μικρὸν μέν ἐστιν, εἰς δὲ μεῖζον ἔρχεται. Πηγὴ κακῶν, μὴ βλύζε, μὴ, ματαία φρήν·
35Ἡ δ’ οὖν σὺ, γλῶσσα, μὴ δέχου τὸν βόρβορον· Ἡ δ’ οὖν σὺ, χείρ γε, μὴ γράφε τὰ χείρονα· Οὕτως ἂν ἡμῖν εἰκὼν ἄφθαρτος μένοι. Ἐπιγνῶμεν τὰς παγίδας, καὶ πόῤῥωθεν αὐτῶν βαδίζωμεν. Ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ
40ἐγγὺς γενώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται με‐ γίστης ὑπόθεσις, τὸ μὴ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὴν ἁμαρτίαν ἡμᾶς σκελίζοντα. Ἡ τῶν κακῶν ἀπαλλαγὴ, σωτηρίας ἀρχή.
45ΤΙΤΛ. Εʹ. —Περὶ ὀνόματος χρηστοῦ καὶ κακοῦ. «Αἱρετώτερον ὄνομα καλὸν, ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.» «Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθόν.» «Φρόντισον περὶ ὀνόματος. Αὐτὸ γάρ σοι παρα‐

96

.

213

(50)

μένει, ἢ χίλιοι μέταλλοι θησαυροῦ.»
«Χάρις ὡς παράδεισος ἐν εὐλογίαις.»213 in vol. 96

96

.

216

«Ἀγαθῆς ζωῆς ἀριθμοὶ ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς τὸν αἰῶνα διαμένει.» «Ὄνομα πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονο‐ μήσει.»
5 «Ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος.» ΤΙΤΛ. ϛʹ. —Περὶ οἰήσεως καὶ δοκήσεως· καὶ ὅτι κρεῖττον τὸ εἶναι τοῦ δοκεῖν. Ἐμπόδιον γὰρ τοῦτο πρὸς ἀρετήν. «Εἶδον δίκαιον ἀπολλύμενον ἐν τῷ δικαιώματι
10αὐτοῦ, καί γε τοῦτο ματαιότης.» «Εἴ τις δοκεῖ σοφὸς εἶναι παρ’ ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ Θεῷ ἐστι Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ
15πανουργίᾳ αὐτῶν. Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις.» «Εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέ‐ ρου. Τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες
20Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» «Εἴ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, φρεναπατᾷ ἑαυ‐ τόν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.»
25 Βέλτιον καλὸν ὄντα νομίζειν κακὸν, εἴπερ κάκιστον, δόξαν ἔχοντα ἀγαθοῦ· ὡς τάφος πλαστὸς τοῖς ἀν‐ θρώποις φαινόμενος καὶ ὑπάρχων, ὅστις σεσηπόσι νεκροῖς ἔσωθεν ὑπερόζων, ἔξωθεν δὲ λάμπει ἀσβέ‐ στῳ ζωγραφίαις τερπναῖς.
30 Δόξαν πόθησον μήτε πᾶσαν, μήτε πάνυ. Βέλτιον γὰρ τὸ εἶναι τοῦ νομίζειν. Εἰ δὲ ἄπληστος εἶ περὶ τούτου, μὴ τὴν ματαίαν ἄγρευε, μηδὲ τὴν νεαρὰν, ἢ τὴν κεχρωσμένην. Τίς γὰρ τῷ πιθήκῳ ὠφέλεια ἐκ τοῦ ἀκούειν καὶ καλεῖσθαι λέων;
35 Εἴ σοι πίθηκον μετασχηματίσας εἰς λέοντα σπου‐ δὴν προσήνεγκαν, ἆρα οὐκ ἂν ᾐσχύνθης θεασάμε‐ νος; Τί δὲ εἴ σοι ὁ κύκνος εἰς τέρψιν ἐθεάτριζεν, τί σοι ἐδόκει; ὁ πάντων ἀτιμότατος τῶν ὀρνέων κόραξ, περιχρώσας ἑαυτὸν τῷ λευκῷ σχήματι, οὐ καταγε‐
40λαστότερος πολλῷ πλέον· Ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι οὐ‐ δὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστιν ἐκκοπὴ προκοπῆς. Ὁ γὰρ κατοιόμενος, βελτίωσιν οὐκ ἀν‐
45έχεται. Οἴησις, ἀκάθαρτον φύσει ἐστίν. ΤΙΤΛ. Ζʹ. —Περὶ οἴνου, καὶ τῆς χρήσεως αὐτοῦ. «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.» «Ἀκόλαστον οἶνος, καὶ ὑβριστικὸν μέθη· πᾶς δὲ

96

.

216

(50)

ἄφρων τοιούτοις συμπλέκεται.»
«Δότε οἶνον τοῖς ἐν λύπαις, καὶ τοῖς ἐν ὀδύναις215 in vol. 96

96

.

217

οὖσιν, ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.» «Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς.» «Ἐν οἴνῳ μὴ ἀνδρίζου. Πολλοὺς γὰρ ἀπώλεσεν ὁ
5οἶνος. Οἶνος εἰς εὐφροσύνην, καὶ οὐκ εἰς μέθην ἐκτί‐ σθη ἀπ’ ἀρχῆς. Ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς, οἶνος πινόμενος.» «Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία.» «Μηκέτι ὑδροπότει, ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν
10στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.» Οἶνος τὸ παρὰ Θεοῦ δῶρον, εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσι. Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως ἡ χρεία τοῦ σώματος.
15 Ῥώννυσι μὲν γὰρ οἶνος σῶμα, τὴν δὲ ψυχὴν λό‐ γος Θεοῦ. Οἴνου μεταληφθέντος, λύπαι οἰχήσονται, φυγαδευ‐ θεῖσαι καθάπερ ὑπὸ λαίλαπος γνόφος. ΤΙΤΛ. Ηʹ. —Περὶ ὀφθαλμῶν.
20 «Θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν.» «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλέ‐ φαρά σου νευέτω δίκαια.» «Πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; Διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύσει.»
25 «Ὀφθαλμὸς πονηρὸς, φθονερὸς ἐπ’ ἄρτῳ, καὶ ἐλ‐ λιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.» «Κύριε Πάτερ, καὶ Θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι.» «Φύλαξον, μνήσθητι, ὅτι κακὸν ὀφθαλμὸς πονη‐
30ρός.» «Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φω‐ τεινὸν ἔσται. Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμα σκοτεινὸν ἔσται.»
35ΤΙΤΛ. Θʹ. —Περὶ ὀνειδισμοῦ· καὶ ὅτι οὐ χρὴ ὀνειδίζειν. «Ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.» «Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυ‐ λισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον βρω‐
40θήσεται ἀπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ἀπὸ σητός.» Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνει‐ δος τῆς χηρείας σου, οὐ μὴ μνησθῇς ἔτι.»
45«Μὴ βδελύξῃς ἄνθρωπον, καὶ μὴ ὀνειδίσῃς αὐτὸν
ἐν ὁράσει αὐτοῦ.»217 in vol. 96

96

.

220

«Ὁ ὀνειδίζων φίλον, διαλύσει φιλίαν.» «Μὴ ὀνειδίσῃς ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας. Μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτι‐ μίοις.»
5 «Ὄνειδος τέκνων, μήτηρ ἐν ἀδοξίᾳ.» «Μὴ καταγελάσῃς ἀνθρώπου ὄντος ἐν πικρίᾳ ψυ‐ χῆς αὐτοῦ. Ἔστι γὰρ ὁ ταπεινῶν καὶ ὑψῶν.» «Βαρεῖα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτί‐ μησις οἰκίας, καὶ ὀνειδισμὸς δανειστοῦ.»
10 Μία ἀσφάλεια, μὴ ὀνειδίζειν τύχας. Κοινὴ γὰρ ἡ τύχη, καὶ τὸ μέλλον ἀόρατον. Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέ‐ ποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας.
15 Ψέγειν τὸν ἀνεπίληπτον, εἰς Θεὸν ἁμαρτία. Μηδενὶ συμφορὰν ὀνειδίσῃς· κοινὴ γὰρ ἡ φύσις, καὶ τὰ ἐπιόντα ἄδηλα· μήποτε τοῖς αὐτοῖς ἁλοὺς, αὐτοκατάκριτος ἐν τῷ συνειδότι εὑρεθῇς. Οὔτε ἔπαινος ἀγαθὸν ποιεῖ, οὔτε ψόγος κακόν.
20ΤΙΤΛ. Ιʹ. —Περὶ ὀλιγοβίων καὶ ὀλιγοχρονίων. «Εὐλογημένος γεννητὸς γυναικὸς, ὀλιγόβιος.» «Ἡρπάγη, ἵνα μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δοῦλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Τελειωθεὶς ἐν ὀλί‐ γῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν
25Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.» ΤΙΤΛ. ΙΑʹ. —Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ χρὴ ὀμνύειν. «Οὐ λήψῃ τὸ ὄνομα τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.
30Οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνο‐ μα αὐτοῦ ἐπὶ ματαίῳ.» «Οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ.» «Μὴ ὀμνύετε ζῶντα Κύριον.» «Ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ
35τοῦ Ἁγίου μὴ συνεθισθῇς. Ὥσπερ γὰρ οἰκέτης ἐξ‐ εταζόμενος, ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων, καὶ ὀνομάζων τὸ ὄνομα τοῦ Κυρίου, οὐκ ἐλαττωθήσεται ἀπὸ ἁμαρτίας.» «Λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ,
40ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπό‐
διόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα,219 in vol. 96

96

.

221

ὅτι πόλις ἐστὶ τοῦ μεγάλου Βασιλέως, μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευ‐ κὴν ἢ μέλαιναν ποιῆσαι. Ἔστω δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· Οὒ, οὔ. Τὸ δὲ περισσὸν τούτων, ἐκ τοῦ πονηροῦ
5ἐστιν.» «Ὁ ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ, καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ. Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ, καὶ ἐν τῷ κατοικήσαντι αὐτόν. Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ
10Θεοῦ, καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.» «Πρὸ πάντων, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Ἔστω δὲ ὑμῶν τὸ, Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.»
15 Οὐκ ἔστιν ὠφέλιμον τὸ ὀμνύειν, ἀλλὰ καὶ σφόδρα βλαβερὸν, καὶ ἐπάρατον, καὶ ἐβδελυγμένον. Πέπαυσο λοιπὸν τοῦ ὀμνύειν· μὴ βούλου τὴν ἑαυτοῦ γλῶσσαν πρὸς τοὺς ὅρκους ἐθίζειν. ΤΙΤΛ. ΙΒʹ. —Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων
20καὶ ἐπιορκούντων. «Εἶπε Κύριος πρός με· Τί ὁρᾷς; Καὶ εἶπα· Ὁρῶ δρέπανον πετόμενον, μῆκος πηχῶν εἴκοσι, καὶ πλά‐ τος πηχῶν δέκα. Καὶ εἶπε πρός με· Τοῦτο εἰσελεύ‐ σεται εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐν τῷ ὀνόματί μου
25ἐπὶ ψεύδει· καὶ καταλύσει, καὶ συντελέσει αὐτόν.» «Τάδε λέγει Κύριος· Ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος.» «Προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρ‐ τυς ταχὺς ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ
30ψεύδει.» «Ἀδίκως ὤμοσαν ἐν δόλῳ, καταφρονήσαντες ὁσιό‐ τητος.» «Ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ.»
35 Λαλιὰ πολύορκος ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐπιφραγμὸς ὠτίων.» Πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρ‐ εμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσ‐ κτᾶται.
40 Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕ‐ τως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δόξῃ ζῇν, ἤδη τετελεύτηκεν, καὶ τὴν πληγὴν ἐδέξατο. καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν τὴν πόλιν ἐξελθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον,
45τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστη‐ ρίου· οὕτω καὶ ὁ ὀμόσας ἐπὶ ψεύδει, κἂν ζῇ, τέθνη‐ κεν. ΣΤΟΙΧΕΙΟΝ Π. ΤΙΤΛ. Αʹ. —Περὶ πίστεως καὶ εὐσεβείας εἰς

96

.

221

(50)

Θεόν. «Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐ‐
τῷ εἰς δικαιοσύνην.»221 in vol. 96

96

.

224

«Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία.» «Αἱ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.» «Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.» «Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς
5γῆς τέρατα ἠκούσαμεν. Ἐλπὶς τῷ εὐσεβεῖ, καὶ ἐροῦ‐ σιν· Οὐαὶ τοῖς ἀσθενοῦσιν.» «Ὁδὸς εὐσεβῶν εὐθεῖα καὶ παρεσκευασμένη.» «Οἱ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο· καὶ αὕτη ἡ βουλὴ μένει.»
10 «Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἵλεως ἔσομαι αὐτῷ, λέγει Κύριος.» «Παντὸς δυνατωτέρα ἐστὶν ἡ εὐσέβεια.» «Οὐχ ἁμαρτησόμεθα εἰδότες, ὅτι σοὶ λελογίσμεθα. Τὸ γὰρ ἐπίστασθαί σε, ὁλόκληρος δικαιοσύνη, καὶ τὸ
15εἰδέναι σου τὸ κράτος, ῥίζα ἀθανασίας. Οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς κακότεχνος τῶν ἀνθρώπων ἐπί‐ νοια.» «Πίστευε Κυρίῳ, καὶ ἔμμενε τῷ πόνῳ σου, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου ἐξάπινα πλουτίσαι πέ‐
20νητα. Εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς. Δόσις Κυ‐ ρίου παραμένει εὐσεβέσιν.» «Πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου.» «Διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία.» «Μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε.»
25 «Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» «Ἀμὴν λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν
30ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.» «Ἀποκριθεὶς ὁ Πέτρος, εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν παλιγ‐
35γενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνῳ δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρό‐ νους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς ἕνεκεν τοῦ
40ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.» «Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέ‐ γω ὑμῖν· ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ
45εἴπητε, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενή‐ σεται, καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.» «Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλα‐ βον. Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν

96

.

224

(50)

τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν
αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ἵνα πᾶς ὁ πιστεύων223 in vol. 96

96

.

225

εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κό‐ σμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ
5πιστεύων, ἤδη κέκριται, ὅτι οὐ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς. «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσῃ πώποτε.»
10 «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦ‐ το δὲ εἶπεν περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμ‐ βάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Οὔπω γὰρ ἦν
15Πνεῦμα ἅγιον· ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μένῃ. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.»
20 «Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀ‐ κεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει.» «Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.» «Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιο‐ σύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ
25πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νό‐ μον δικαιοσύνης οὐκ ἔφθασεν. Διὰ τί; ὅτι οὐκ ἐκ πί‐ στεως, ἀλλ’ ὡς ἐξ ἔργων. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου,
30καὶ ὁ πιστεύων εἰς αὐτὸν, οὐ καταισχυνθήσεται.» «Εἰδότες, ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιω‐ θῶμεν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ οὐκ ἐξ ἔρ‐
35γων· ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.» «Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργου‐ μένη.»
40 «Πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις πραγμά‐ των, ἔλεγχος οὐ βλεπομένων. Ἐνταῦθα γὰρ ἐμαρτυ‐ ρήθησαν οἱ πρεσβύτεροι. Χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι τῷ Θεῷ. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερ‐ χόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐ‐
45τὸν μισθαποδότης γίνεται.» «Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωμα‐ τικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐ‐ σέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.»

96

.

225

(50)

«Τῇ χάριτί ἐστε σεσωσμένοι, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» Εὐσεβείας ἐργάτης ἔσο. Αὕτη γάρ σε καὶ εἰς οὐ‐ ρανὸν ἀνοίσει, καὶ ἀθάνατόν σου τὴν μνήμην, καὶ
55διαρκῆ τὴν εὔκλειαν παρὰ τοῖς ἀνθρώποις παρα‐ σκευάσει.
Ἡ μὲν εἰς Θεὸν τὸν ὄντως ὄντα τιμὴ, πάντως που225 in vol. 96

96

.

228

καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστι τιμή. Ἡ δὲ εἰς τὸν οὐκ ὄντα Θεὸν τιμὴ, ἐξεναντίας καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστιν ἀτιμία. Εὐσεβείας ἐπὶ πᾶσι φροντιστέον· τὴν μητέρα φα‐
5σὶ τῶν ἀρετῶν, ὀρθῶς λέγοντες. Αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν. Μνημονευτέον Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον. Ὁ ἀθετῶν ἀθετείτω· ὁ ἀνομῶν ἀνομείτω. Ἡμεῖς ὃ ἑωράκαμεν, καὶ κηρύσσομεν. Ἐπ’ ὅρος ὑψηλὸν
10ἀναβησόμεθα, ἡσυχάζοντες, οὐ κηρύσσοντες. Κρείσσων ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ. Οἶδα ἐγὼ ἁμαρτωλοὺς ἀνθρώπους, ὅτι ἐπέθηκαν χεῖρας ἐπ’ ἀῤῥώστους, καὶ ἰάσαντο αὐτούς· ἀλλὰ
15τοῦτο κατὰ δύο τρόπους γίνεται· οὐ μόνον δι’ οὗ δί‐ δοται, ἀλλὰ καὶ πρὸς τὸν λαμβάνοντα. Ἐὰν γὰρ μὴ πιστεύσας λαμβάνῃ οὔτε ἀπὸ δικαίου, οὔτε ἀπὸ ἁμαρτωλοῦ λαμβάνει τὴν χάριν. Ὁ γὰρ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου
20λήψεται. Καὶ πάλιν ὁ Κύριος· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Σὺ πίστευε τῷ ἐρχομένῳ πρὸς σὲ ἐν ὀνόματι Κυρίου, μηδὲν διακρινόμενος, καὶ λή‐ ψει τὴν χάριν· ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν. ΤΙΤΛ. Βʹ. —Περὶ προκοπῆς πνευματικῆς.
25 «Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειλη‐ φέναι. Ἓν δὲ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» «Οὕτως τρέχω, οὐχ ὡς ἀδήλως· οὕτως πυκτεύω,
30ὡς οὐκ ἀέρα δέρων· ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδό‐ κιμος γένωμαι.» «Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα.» «Τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.»
35 Μὴ φρόνει τῶν κακῶν φαίνεσθαι κρείττων, λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος. Μὴ μικροῖς σταθμοῖς ταλαντεύειν τὴν ἀρετήν. Ὁ καλῶς φροντίζων ἑαυτοῦ, φροντίζεται ὑπὸ Θεοῦ.
40ΤΙΤΛ. Γʹ. —Περὶ προσκαίρων καὶ αἰωνίων· καὶ ὅτι τὰ μέγιστα πλημμελοῦσιν, οἱ τὰ παρ‐ όντα τῶν μελλόντων προτιμῶντες. «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν τῇ γῇ ζώντων.»
45 «Ἐπὶ κεφαλῆς αὐτῶν ἄνεσις, καὶ ἀγαλλίασις, καὶ εὐφροσύνη. Ἀπέδρα δὲ ὀδύνη, καὶ λύπη, καὶ στεναγμός.» «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ
πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν227 in vol. 96

96

.

229

ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐ‐ τῆς· ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκον‐ τες αὐτήν.»
5 «Ὁ καιρὸς συνεσταλμένος ἐστί· τὸ λοιπὸν, ἀδελ‐ φοὶ, καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ. ὡς μὴ καταχρώμενοι. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.»
10 «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν, αἰώνιον βάρος δόξης κατ‐ εργάζεται ἡμῖν· μὴ σκοπούντων ἡμῶν τὰ βλεπό‐ μενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.»
15 «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν μόνον, ἐλεει‐ νότεροι πάντων ἐσμέν.» «Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν. ἀλλὰ τὴν μέλ‐ λουσαν ἐπιζητοῦμεν.» «Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγ‐
20γέλματα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη ἐνοικεῖ.» Δύο εἰσὶν ὁδοὶ ἐναντίαι ἀλλήλαις· ἡ μὲν πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη· καὶ δύο ὁδηγοὶ, ἑκάτερος πρὸς ἑαυτὸν ἐπιστρέφειν ἐπιχει‐
25ρῶν. Ἔχει μὲν ἡ μία ὁδὸς τῆς πλάνης ὁδηγὸν ἀπα‐ τηλὸν δαίμονα καὶ πονηρὸν, δι’ ἡδονῆς πρὸς τὴν ἀπ‐ ώλειαν τοὺς ἑπομένους ἐπισυρόμενον· ἡ δὲ τραχεῖα καὶ ἀνάντης, ἄγγελον ἀγαθὸν, διὰ τῶν ἐπιπόνων τῆς ἀρετῆς πρὸς τὸ μακάριον τέλος τοὺς ἑπομένους ἄγον‐
30τα. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κη‐ δεμονίαν ποιεῖται. Ἀνὴρ δὲ ἤδη γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχηματιζόμενον πρὸς ἀρετὴν καὶ κακίαν·
35καὶ πυκνὰ πρὸς τὸ ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσ‐ όντα. Ὁ τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων, μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν
40σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος, οὐχὶ προσδοκωμένην εἰς ὕστερον, ἀλλ’ ἤδη παροῦσαν προτείνεται τὴν ἀπόλαυσιν. Ἰλιγ‐ γιᾷ οὖν πᾶσα ψυχὴ, καὶ μετοκλάζει τοῖς λογισμοῖς,
45ὅταν μὲν ἐνθυμηθῇ τὰ αἰώνια, τὴν ἀρετὴν αἱρου‐ μένη· ὅταν δὲ ἀποβλέψῃ πρὸς τὰ παρόντα, τὴν ἡδο‐ νὴν προτιμῶσα, ὧδε βλέπει σαρκὸς εὐπάθειαν, ἐκεῖ δουλαγωγίαν σαρκός· ὧδε μέθην, ἐκεῖ νηστείαν· ὧδε γέλωτας ἀκρατεῖς, ἐκεῖ δάκρυον δαψιλές. Μακάριος

96

.

229

(50)

τοίνυν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεα‐ σμάτων πρὸς τὴν ἀπώλειαν, ἀλλὰ δι’ ὑπομονῆς τὴν ἐλπίδα τῆς σωτηρίας ἀπεκδεχόμενος. Τῶν ἀνθρωπίνων οὐδὲν μέγα, οὐδὲ ὑπερφυὲς ὁρι‐
ζόμεθα. Οὐ γὰρ ἐν τοῖς παρερχομένοις τὸ ἀγαθὸν,229 in vol. 96

96

.

232

ἀλλ’ ἐπ’ αἰωνίων καὶ ἀληθινῶν μετουσίαν κεκλή‐ μεθα. Μὴ προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην
5ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας ζωῆς προτιμῶν‐ τες. Τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακὸν, δύο ἀντικειμέ‐ νας ἀλλήλαις φύσεις. Ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ
10οἰκείου σεαυτοῦ κριτηρίου. Ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδο‐ νὴν, καὶ δι’ αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου ζωῆς
15 Μὴ πάντα τῇ ἡδονῇ δός· δός τι καὶ τῇ ψυχῇ. Καὶ νόμισον δύο εἶναί σοι θυγατέρας, τὴν εὐπάθειαν τὴν ἐνθάδε, καὶ τὴν ζωὴν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ μὴ θέλεις πάντα δοῦναι τῇ κρείττονι, μέρισον γοῦν ἐξ ἴσης, τῇ τε ἀκολάστῳ παιδὶ, καὶ τῇ σώφρονι. Μὴ
20τὴν ἐνταῦθα διαγωγὴν ὑπέρπλουτον δόξῃς· γυμνὴν δὲ τὴν ἄλλην, καὶ ῥάκια ἠμφιεσμένην. Μὴ ἄκοσμον καὶ ἄμορφον παραστήσῃς τῷ νυμφίῳ τὴν νύμφην, ἵνα μὴ θεασάμενος ἀποκλίνῃ τὸ πρόσωπον, καὶ ἰδὼν μισήσῃ, καὶ τὴν συνάφειαν ἀπαρνήσηται.
25 Πολλὴν ἐζήσαμεν χρόνον τῷ κόσμῳ· ζήσωμεν λοι‐ πὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; τί ἰσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν; τίς ἀξιοπιστότερός σοι σύμβουλος τοῦ Θεοῦ; τίς φρονιμώτερος τοῦ σοφοῦ; τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; τίς τοῦ κτίσαντος
30οἰκειότερος; Ὅρα μὴ φεύγων τὸ στενὸν τῆς ἐπὶ σωτηρίαν ἀγούσης, τὸ εὐρύχωρον διώξῃς τῆς ἁμαρτίας. Φο‐ βοῦμαι μὴ ἄχρι τέλους τὴν πλατεῖαν ὁδεύσας ἀκό‐ λουθον εὕρῃς τῇ ὁδῷ τὸ κατάλυμα.
35 Πρόσεχε σεαυτῷ· μήτε τοῖς θνητοῖς ὡς ἀΐδιος ἐναπομείνῃς, μήτε τῶν ἀϊδίων ὡς παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκός· παρέρχεται γάρ. Ἐπιμελοῦ ψυχῆς, πράγματος ἀθανάτου. Μὴ πρόσεχε τῇ σαρκὶ, ἄνθρωπε, μηδὲ τῷ ταύ‐
40της ἀγαθῷ· μηδὲ χρήματα, καὶ δόξαν, καὶ δυνα‐ στείαν θαύμαζε, μηδὲ ὅσα σοι τὴν πρόσκαιρον ὑπη‐ ρεσίαν πληροῖ. Εἰ τὰ πρόσκαιρα τοιαῦτα καλὰ, ποταπὰ τὰ αἰώ‐ νια; καὶ εἰ ἀνθρώπου μέγεθος μέτρον ἀνθρωπίνης
45διανοίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα ἀνθρώπων ἐξιχνιάσαι δυνήσεται; Τὸ περὶ τὰ φαινόμενα τὴν σπουδὴν ἔχειν, ἴδιόν ἐστιν τῶν μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένων ἐλπίδα.

96

.

232

(50)

Εἰ τὰ σωματικὰ δίχα πόνων οὐκ ἐμπορίζεται τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἄρτος, καὶ τροφὴ, κόπων δέ‐ ονται, καὶ ἱδρώτων, καὶ ἡ ἀνάγκη τῆς φύσεως ἀπελαύνει τὸν ὄκνον, καὶ τῆς χρείας ἡ μάστιξ τὸν
πηλὸν συνωθεῖ πρὸς ἀπαραίτητον κάματον· τίς οὐκ231 in vol. 96

96

.

233

ἂν διαιωνίζουσαν ἀκούων ζωὴν, πρὸς τοὺς πόνους διεγέρθη; τίς οὐκ ἂν ἡδέως ἱδρώσειεν ὑπὲρ οὐρανῶν βασιλείας; τίς οὐκ ἂν ὀδύνης ὑπερφρονήσειεν, ὑπὲρ ἡδονῆς ἀπεράντου; τίς οὐκ ἂν ταῖς τῶν πειρασμῶν
5ἐπικυβιστεύσειε τρικυμίαις, ἵνα πρὸς τὸ ἀλῄστευτον τῶν οὐρανῶν ἐμπόριον παραγένηται; καὶ γὰρ οἱ πόνοι πανταχοῦ τῶν ἀγαθῶν χορηγοί. Ψευδεῖς τῶν ἀνοήτων αἱ δόξαι· ψευδεῖς τῶν κακο‐ δόξων αἱ ὑπολήψεις, πλούτῳ, καὶ ἐλευθερίᾳ, καὶ
10δυνάμει τὸ ἐν τῷ βίῳ μακάριον προσνεμόντων· ἀγνοούντων, ὅτι καὶ δουλείαν ἔστιν ἰδεῖν ἐλευθερίας ἁπάσης ὑψηλοτέραν, καὶ ἀσθένειαν ἁπάσης δυνάμεως στεῤῥοτέραν, καὶ πτωχείαν καταμαθεῖν, πλούτου πολυτελεστέραν παντός.
15ΤΙΤΛ. Δʹ. —Περὶ προνοίας Θεοῦ· καὶ ὅτι προνοεῖ ἡμῶν ὁ Θεός. «Εἶπεν Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Θεὸς ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παι‐ δὸς αὐτῆς; ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας
20αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος.» «Παρακαλέσω πάντα τὰ ἔρημα Σιὼν, καὶ θήσω αὐτὰ ὡς τὸν παράδεισον τῆς τρυφῆς.» «Τάδε λέγει Κύριος· Τὸ ἀπολωλὸς ζητήσω, καὶ
25τὸ πλανώμενον ἐπιστρέψω· καὶ τὸ συντετριμμέ‐ νον καταδήσω, καὶ τὸ ἐκλεῖπον ἐνισχύσω, καὶ τὸ ἰσχυρὸν φυλάξω, καὶ βοσκήσω αὐτὸ μετὰ κρίμα‐ τος.» «Ἀγαπᾷς τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ
30ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. Πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας; ἢ μὴ κληθὲν ὑπὸ σοῦ, πῶς διεφυλάχθη; Φείδῃ δὲ πάντων ὅσα ἐστὶν, Δέσποτα φιλόψυχε. Τὸ γὰρ ἅγιόν σου Πνεῦμά ἐστιν ἐν πᾶσιν.»
35 «Μικρὸν καὶ μέγαν ὁ Θεὸς ἐποίησεν· ὁμοίως δὲ προνοεῖται περὶ πάντων.» «Τὴν μὲν ὁλκάδα πρὸς ὄρεξιν πορισμῶν ἐποίησαν ἄνθρωποι· τεχνίτης δὲ σοφίᾳ κατεσκεύασεν· ἡ δὲ σὴ, Πάτερ, διακυβερνᾷ πρόνοια, ὅτι καὶ ἐν θαλάσσῃ
40ἔδωκας ὁδὸν, καὶ ἐν κύμασι τρίβον ἀσφαλῆ· δεικνὺς ὅτι δύνασαι ἐκ πάντων σώζειν, κἂν ἄνευ τέχνης τις ἐπιβῇ· θέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοφίας ἔργα· διὰ τοῦτο καὶ ἐν ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνθρω‐ ποι ψυχὰς, καὶ διελθόντες κλύδωνα σχεδίᾳ διεσώθη‐
45σαν.» Πᾶν ὅπερ εἰς ἡμᾶς ἀγαθὸν φθάσει ἐκ θείας δυ‐ νάμεως, τῆς πάντα ἐνεργούσης χάριτος ἐνέργειαν εἶ‐ ναί φαμεν. Ἴδιον καὶ πρεπῶδες ὡς ἀληθῶς τῷ Θεῷ τὸ ἱλά‐

96

.

233

(50)

σκεσθαι, τὸ ἐλεεῖν, τὸ τὰ ἔργα σώζειν ἑαυτοῦ, κἂν εἰς κίνδυνον διαφθορᾶς καταφέρηται. Παρ’ αὐτοῦ γὰρ, φησὶν, ὁ ἱλασμός ἐστιν. Πάντα μὲν ἀθρόως ἐκ Θεοῦ προνοίας εἶναί τε καὶ
διοικεῖσθαι, οἱ τῆς ἀληθοῦς εὐσεβείας σοφοὶ διαγο‐233 in vol. 96

96

.

236

ρεύουσιν. Εἰ δὲ δὴ κατ’ εἶδος ἕκαστα ἰδίως τῶν γινομένων, τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ, καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα, ἕτερα δὲ λογισμῷ γεγό‐
5νασιν, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσαντο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων, ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. Ὅπερ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς,
10τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ Θεός. Οὐκ οἶδάς σοι τὰ συμφέροντα, ἄνθρωπε· πολλά‐ κις αἰτεῖς ἐπιβλαβῆ καὶ σφαλερά· ἀλλ’ ἐκεῖνος ὁ μᾶλλον κηδόμενός σου τῆς σωτηρίας, οὐ τῇ αἰτήσει
15σου προσέχει, ἀλλὰ πρὸ τῆς αἰτήσεως τὸ συμφέρον σου πανταχοῦ ἐπισκοπεῖ. Εἰ γὰρ οἱ πατέρες οἱ σαρ‐ κικοὶ οὐ πάντα αἰτοῦσι τοῖς παισὶ διδόασιν, οὐκ ἐπειδὴ καταφρονοῦσι τῶν αἰτούντων, ἀλλ’ ἐπειδὴ αὐτῶν μᾶλλον κήδονται, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ
20καὶ μᾶλλον φιλῶν, καὶ πλέον ἁπάντων εἰδὼς τὸ συμ‐ φέρον ἡμῶν, ποιεῖ. Πάντων λογικῶν ἐπιστάμενος τὸ κρυπτὸν ὁ Δη‐ μιουργὸς, προνοεῖται τῶν ὅλων, οὐ μόνον ἐξ ὧν διάκεινται καὶ πράττουσιν, ἀλλὰ καὶ ἐξ ὧν προ‐
25γινώσκει ἄγων εἰς βελτίωσιν. Ἀγαθότητι συστήσας τὰ πάντα ὁ Θεὸς, προνοεῖ τῶν ὅλων· οὐκ εἰς τὸ κατ’ ἀξίαν τῶν προνοουμένων ἀφορῶν, ἀλλ’ εἰς τὸ αὐτοῦ ἐλεητικὸν καὶ τῶν ἀγα‐ θῶν παρεκτικόν.
30ΤΙΤΛ. Εʹ. —Περὶ προσπαθείας καὶ μερίμνης· καὶ ὅτι χρὴ ἀπροσπαθῶς διακεῖσθαι περὶ τὰ πράγματα. «Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.» «Πρὸ καιροῦ ἄγει γῆρας μέριμνα.»
35 «Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς; καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐ‐ ρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ
40συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐ‐ ράνιος τρέφει αὐτὰ,» καὶ τὰ λοιπά. «Ὁ καιρὸς συνεσταλμένος ἐστίν. Τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ κλαίοντες,
45ὡς μὴ κλαίοντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατ‐ έχοντες· καὶ οἱ χρώμενοι τούτῳ τῷ κόσμῳ, ὡς μὴ χρώμενοι. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τού‐ του.» Τελείας ψυχῆς ἐστι τὸ ἀμέριμνον εἶναι, ἀσεβοῦς

96

.

236

(50)

δὲ, τὸ φροντίσι κατατρίβεσθαι. Περὶ μὲν γὰρ τῆς τελείας ψυχῆς εἴρηται, ὅτι κρίνον ἐστὶν ἐν μέσῳ
ἀκανθῶν. Τοῦτο δὲ τὴν ἀφροντισίαν δηλοῖ. Περὶ δὲ235 in vol. 96

96

.

237

τῶν φροντίδα πολλὴν ἐχόντων εἰς τὰ βιωτικά φησιν· Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. Ἀπροσπαθῶς χρὴ διοικεῖν τὴν κτῆσιν, καὶ ἐπὶ συμβαίνοντός τινος μὴ ἀγανακτεῖν, μηδὲ λυπεῖσθαι,
5μηδὲ ἐπιθυμεῖν κτήσασθαι. Τῆς ἐμπαθοῦς γὰρ κτή‐ σεως κελεύει ὁ Κύριος ἀφίστασθαι, καὶ πάσης προσ‐ παθείας. ΤΙΤΛ. ϛʹ. —Περὶ προφητῶν ἀνδροφονησάντων, καὶ εὐαρεστησάντων Θεῷ.
10 «Ἔστη Μωσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς, καὶ λέγει· Εἴ τις πρὸς Θεὸν, ἤτω πρός με. Καὶ ἦλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευῒ, καὶ λέγει αὐτοῖς· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Θέτε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν, καὶ διέλθετε,
15καὶ ἀνακάμψατε, καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ τὸν ἔγγιστα. Καὶ ἐποίησαν υἱοὶ Λευὶ καθὰ ἐλάλησεν αὐτοῖς ὁ Μωσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ τῇ ἡμέρᾳ ἐκείνῃ τρισχίλιοι ἄνδρες.»
20 «Φινεὲς υἱὸς Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σει‐ ρομάστην ἐν τῇ χειρὶ, ἀπεκέντησεν ἀμφοτέρους, τὸν δὲ ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ ὀργὴ ἀπὸ
25τῶν υἱῶν Ἰσραήλ. Ἐγένοντο δὲ οἱ τεθνηκότες εἴκοσι τέσσαρες χιλιάδες. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋ‐ σῆν· Φινεὲς υἱὸς Ἐλεάζαρ κατέπαυσε τὸν θυμόν μου· ἰδοὺ δίδωμι αὐτῷ τὴν διαθήκην μου, διαθήκην εἰρήνης, καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ
30μετ’ αὐτὸν, διαθήκην ἱερατείας αἰωνίαν, ἀνθ’ ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.» «Εἶπε Σαμουήλ· Προσάγαγέ μοι τὸν Ἀγὰγ βασι‐ λέα Ἀμαλήκ. Καὶ προσῆλθεν Ἀγὰγ τρέμων. Καὶ
35εἶπε Σαμουήλ· Καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομ‐ φαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου. Καὶ ἔσφαξεν αὐτὸν ἐνώπιον Κυρίου.» «Εἶπεν Ἠλιοῦ πρὸς τὸν λαόν· Συλλάβετε τοὺς προφήτας τοῦ Βαὰλ, μηδεὶς σωθήσεται ἐξ αὐτῶν·
40καὶ συνέλαβον αὐτούς· καὶ κατάγει αὐτοὺς Ἠλιοῦ εἰς τὴν χειμάῤῥουν Κισσὼν, καὶ κατέσφαξεν αὐτοὺς ἐκεῖ.» ΤΙΤΛ. Ζʹ. —Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ
45χρὴ καταλιμπάνειν. «Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν· τὰ δὲ φα‐ νερὰ, ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.» «Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων

96

.

237

(50)

ἐπιτηδεύματα.» «Τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίστα‐
μαι.»237 in vol. 96

96

.

240

«Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας μητρὸς ἡγίακά σε· προφήτην εἰς ἔθνη τέθεικά σε.» «Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραη‐
5λίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ, καὶ εἶπεν αὐτῷ· Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ
10βασιλεὺς τοῦ Ἰσραήλ.» ΤΙΤΛ. Ηʹ. —Περὶ προφητῶν ἐπιτιμησάντων βασι‐ λεῦσι μετὰ παῤῥησίας. «Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν, ἣν ἐνετείλατό σοι Κύ‐
15ριος, καὶ νῦν βασιλεία σου οὐ στήσεται.» «Ἐγένετο ὡς ἤκουσεν Ἀχία φωνὴν ποδῶν, εἶπεν· Εἴσελθε, γυνὴ Ἱεροβοάμ. Ἐγώ εἰμι ἀπόστολος πρὸς σὲ σκληρός.» «Εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοῦ· Εἰ σὺ εἶ ὁ διαστρέ‐
20φων τὸν Ἰσραήλ; καὶ εἶπεν Ἠλιοῦ· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραὴλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου, τοῦ καταλιμπάνειν ὑμᾶς Κύριον, καὶ πορεύεσθαι ὀπίσω τῶν Βααλίμ.» «Ἐλάλησε Κύριος πρὸς Ἠλιοῦ, καὶ εἶπεν· Κα‐
25τάβηθι, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν. Καὶ ἀνέστη Ἠλιοῦ, καὶ κατέβη μετ’ αὐτῶν· καὶ εἶπεν Ἠλιοῦ· Τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐξαπέστειλας ἀγγέλους ζητῶν ἐν τῷ Βαὰλ μυῖαν θεὸν Ἀκκαρὼν, οὐχ οὕτως. Ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ, οὐ κατα‐
30βήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. Καὶ ἀπέθανε κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε διὰ Ἠλιοῦ.» «Εἶπεν Ἑλισσαιὲ πρὸς τὸν βασιλέα Ἰσραήλ· Τί ἐμοὶ καὶ σοί; Δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τῆς μητρός σου. Καὶ εἶπεν ὁ βασιλεὺς
35Ἰσραήλ· Μὴ ὅτι κέκληται Κύριος τοὺς τρεῖς βασι‐ λεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ; Καὶ εἶπεν Ἑλισσαιέ· Ζῇ Κύριος τῶν δυνάμεων, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμ‐ βάνω, εἰ ἐπέβλεψα πρὸς σὲ, καὶ εἶδόν σε.»
40ΤΙΤΛ. Θʹ. —Περὶ προαιρέσεως καὶ διαθέσεως· καὶ ὅτι τὴν προαίρεσιν ἐπὶ πᾶσιν ἐξετάζει ὁ Θεός. «Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι.» «Καθίσας ὁ Ἰησοῦς ἀπέναντι τοῦ γαζοφυλακίου,
45ἐθεώρει πῶς οἱ ὄχλοι βάλλουσι χαλκὸν εἰς τὰ δῶρα τοῦ Θεοῦ· καὶ οἱ πλούσιοι ἔβαλλον πολλά. Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ, ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ

96

.

240

(50)

χήρα αὕτη ἡ πτωχὴ πλέον πάντων ἔβαλε τῶν βαλόν‐ των εἰς τὸ γαζοφυλάκιον. Πάντες γὰρ ἐκ τοῦ περισ‐ σεύματος αὐτῶν ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερή‐ σεως αὐτῆς, πάντα ὅσα εἶχεν, ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.»
55«Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοι‐239 in vol. 96

96

.

241

χεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἐπαινοῦμεν τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ
5τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους Ὅπου γὰρ προαίρεσις ἑτοίμη, τὸ κωλύον οὐδέν· ἡ προθυ‐ μία ὑπαρχέτω, καὶ τὸ ἐμποδίζον οὐκ ἔσται. Παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ τοῦ μόνου προ‐ ελέσθαι τὰ δέοντα, οὐκ εὐκαταφρόνητοι οἱ ἀφωρισμέ‐
10νοι μισθοί. Αἱ τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτον‐ ται· ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων, τῷ τάχει τῶν νοημάτων συναπαρτιζομένην ἔχει τὴν ἁμαρτίαν. Τὸ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ
15ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν. Πλουσίαν, οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογί‐ ζεται, ὁ παιδεύων τὴν ψυχὴν Κύριος. Θυσία τῷ Θεῷ, γνώμη ἀγαθή.
20ΤΙΤΛ. Ιʹ. —Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου σεμνοῦ. «Εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἕνεκεν
25τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» «Εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναῖκα ἀνδρὸς ἑτέρου, εἰ δὲ ἐγκάθητος ἐγενόμην ἐπὶ θύραις οἴκων
30αὐτῆς, ἀρέσῃ ἄρα καὶ ἡ γυνή μου ἄλλῳ. «Παρὰ Κυρίῳ ἁρμόζεται γυνὴ ἀνδρί» «Συνευφραίνου μετὰ γυναικὸς τῆς νεότητός σου. Ἔλαφος φιλίας, καὶ πῶλος τῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σοι ἐν παντὶ καιρῷ. Ἐν γὰρ
35τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ.» «Γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς.» «Μακαρία στεῖρα ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι· ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν.» Καὶ πάλιν· «Κρείσσων παρθενία μετ’ ἀρετῆς. Ἀθα‐
40νασία γάρ ἐστι μνήμη αὐτῆς, ὅτι καὶ παρὰ Θεῷ γνωρίζεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἐν τῷ αἰῶνι στεφανοφοροῦσα πομπεύει, τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.» «Ὁ ἀντοφθαλμῶν ἡδοναῖς, στεφανοῖ ζωὴν αὐ‐
45τοῦ.» «Προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐ‐ τὸν, καὶ λέγοντες αὐτῷ· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦ‐
σαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὁ δὲ241 in vol. 96

96

.

244

ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ’ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολ‐
5ληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωρι‐ ζέτω. Λέγουσιν αὐτῷ· Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν;
10Λέγει αὐτοῖς· Κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἐπ‐ έτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. Ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. Λέγω ὑμῖν, ὃς ἂν ἀπο‐ λύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται, καὶ ὁ ἀπολελυμένην γαμήσας, μοι‐
15χᾶται. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννή‐
20θησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχί‐ σθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρῆσαι, χωρείτω.» «Γυνὴ δέδεται νόμῳ, ἐφ’ ὅσον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ
25θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» «Περὶ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδι‐
30δότω. Ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἐκ τοῦ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ προσευχῇ,
35καὶ πάλιν ἐπὶ τῷ αὐτῷ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν. Λέγω τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Κρεῖσσον γάρ ἐστι γαμεῖν, ἢ πυροῦσθαι. Τοῖς δὲ
40γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Περὶ δὲ τῶν παρθέ‐ νων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι,
45ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες, καὶ

96

.

244

(50)

ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλίψιν δὲ ἕξου‐ σιν τῇ σαρκὶ οἱ τοιοῦτοι.» Καὶ πάλιν· «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Ὁ δὲ γαμήσας, με‐ ριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ
55μεμέρισται. Ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ γαμήσασα. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾗ ἁγία καὶ τῷ σώματι, καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς
τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν243 in vol. 96

96

.

245

ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον, καὶ εὐπρόσεδρον τῷ Κυρίῳ, καὶ ἀπερίσπαστον.» «Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’
5ἐκτρέφει, καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν.» «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαν‐ τος.» Δεῖ τὸν νοῦν, ὥσπερ τινὰ κυβερνήτην, ἄνω καθ‐
10ήμενον τῶν παθῶν, καὶ οἷον πλοίῳ τῆς σαρκὸς ἐπι‐ βάντα, καὶ ἐμπειρίᾳ τοὺς λογισμοὺς, οἷον οἴακας, περιστρέφοντα, καταπατεῖν μὲν γενναίως τὰ κύματα, ὑψηλὸν δὲ διαμένοντα, καὶ δυσπρόσιτον ὄντα τοῖς πάθεσιν, μηδαμοῦ τῆς πικρίας τῶν παθῶν ὥσπερ
15ἁλμῆς τινος ἀναπίμπλασθαι. Μία ἀρετὴ, καὶ ἀνδρὸς, καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ὁμότιμος, ὥστε καὶ μισθὸς ὁ αὐτὸς ἀμφο‐ τέροις. Ὧν ἡ φύσις μία, ἐνέργειαι αἱ αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ μισθὸς ὁ αὐτός.
20 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, κἂν ὑπερό‐ ριοι ἀλλήλοις πρὸς κοινωνίαν γάμου συνέλθητε. Ὁ τῆς φύσεως δεσμὸς, ὁ τῆς εὐλογίας ζυγὸς, ἕνωσις ἔστω τῶν διεστώτων. Ἔχιδνα τὸ χαλεπώτατον τῶν ἑρπετῶν πρὸς γάμον ἀπαντᾷ τῆς θαλαττίας σμυραί‐
25νης, καὶ συριγμῷ τὴν παρουσίαν σημαίνουσα, ἐκκα‐ λεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλο‐ κήν. Τί βούλεταί μοι ὁ λόγος; ὅτι κἂν τραχὺς ᾖ, κἂν ἄγριος τὸ ἦθος ὁ σύζυγος, ἀνάγκη φέρειν τὴν ὁμόζυγον, καὶ μηδεμιᾶς προφάσεως καταδέχεσθαι
30τὴν ἕνωσιν διασπᾷν. Πλήκτης ἐστίν; ἀλλ’ ἀνήρ. Πάροινος; ἀλλ’ ἡνωμένος κατὰ τὴν φύσιν. Τραχὺς καὶ δυσάρεστος; ἀλλὰ μέλος ἴδιον, καὶ μελῶν τὸ τιμιώτατον. Ἀκουέτω δὴ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη
35τὸν γάμον· σὺ δὲ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθεσαι, αἰδοῖ τῆς ἑνώσεως; Οὐκ ἂν παρέλθοιμι τὸ τοῦ Ἀλεξάνδρου, ὃς τὰς θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος ἔχειν μαρτυρουμένας, οὐδὲ προσει‐
40πεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι κρίνων τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. Τουτὶ γὰρ εἰς ταυτὸν ἐκεῖνο φέρει· Ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τό γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφεῖται
45τοῦ ἐγκλήματος. Παρθενίας ζυγὸν μηδενὶ ἐπιτίθει. Ἐπισφαλὲς
γὰρ τὸ κτῆμα καὶ δυσφύλακτον, ὅταν κατ’ ἀνάγκην245 in vol. 96

96

.

248

γίνηται. —Τοῖς νέοις ἐπίτρεπε γαμεῖν, πρὶν διαφθα‐ ρῶσιν εἰς ἑτέρας. Παρθένε, παρθένος ἴσθι, καὶ οὔασι, καὶ φαέεσσι, Καὶ γλώσσῃ· πᾶσι γὰρ ἐπίτροχός ἐστιν ἁμαρτάς.
5 Μακαρίζει ὁ Κύριος, οὐ τοὺς ἔξω πάθους βιοτεύον‐ τας· οὐ γὰρ δυνατὸν ἐν ὑλώδει ζωῇ τὸν ἄϋλον καθ‐ όλου καὶ ἀπαθῆ κατορθωθῆναι βίον· ἀλλὰ τοὺς πρὸς τὰς τῆς φύσεως ὁρμὰς βραδεῖς τε καὶ δυσκινήτως ἔχοντας. Οὐ γὰρ καθόλου τὴν ἀπάθειαν νομοθετεῖ τῇ
10ἀνθρωπίνῃ φύσει, ἀλλὰ τὸ δι’ ἀρετῆς κατορθούμενον. Τὸ μὲν γὰρ ἐγγενέσθαι ποτὲ τοιαύτην ὁρμὴν, ἡ συγκεκραμένη πολλάκις τῇ φύσει ἀσθένεια, καὶ παρὰ γνώμην κατασκευάζει. Τὸ δὲ μὴ χειμάῤῥου δίκην παρενεχθῆναι τῇ τοῦ πάθους ὁρμῇ, ἀλλ’ ἀνδρικῶς
15πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογι‐ σμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστίν. Μακάριοι τοίνυν οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λογισμῷ, καὶ ἐφ’ ὧν ὁ λογισμὸς, καθάπερ τις
20χαλινὸς, ἀναστομῶν τὰς ὁρμὰς, οὐκ ἐᾷ τὴν ψυχὴν πρὸς ἀταξίαν ἐκφέρεσθαι. Γάμος συγγνώμη πάθους. Οὐδὲν οὕτως ἀνάξιον παρθένου, ὡς τὸ πλουτεῖν, καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος.
25 Χλεύη τὰ μὲν τῆς παιδοποιίας ὄργανα τηρεῖν παρ‐ θένα, τὴν δὲ γλῶσσαν μὴ τηρεῖν· ἢ τὴν γλῶσσαν μὲν τηρεῖν παρθένον, τὴν δὲ ὅρασιν, ἢ τὴν ἀκοὴν, ἢ τὰς χεῖρας μὴ τηρεῖν, ἀλλ’ ἑταιρίζεσθαι τύφῳ καὶ θυμῷ. Δεῖ γὰρ πάντα τὰ μέλη καὶ τὰ αἰσθητή‐
30ρια τηρεῖν ἑαυτοῦ καθαρὰ καὶ συνεσφραγισμένα. Τὸ βεβιασμένον, ἀηδὲς, ταχύ· τὸ δὲ ἀβίαστον οὐκ ἔχει κόρον, ἀλλ’ ἀεὶ χάριτι καὶ πόθῳ θάλλει. Παρθένων φθορὰ λέγεται, οὐ μόνον πορνεία, ἀλλὰ καὶ ἡ πρὸ καιροῦ ἔκδοσις, ὅταν ὡς εἰπεῖν
35ἀώρως ἐκδοθῇ τῷ ἀνδρὶ, ἤτοι ὑφ’ ἑαυτῆς, ἢ καὶ παρὰ τῶν γονέων. Ἐκ μελέτης πολλῆς, καὶ ἀσκήσεως, ἡ βία, καὶ ἀγριότης τῶν παθῶν ἀσθενεῖς. Ὁ τῶν παθῶν ἡνίοχος, οὐχ ἅπαξ καθυποτάξας
40ἐᾷ. Ἀεὶ γὰρ πόλεμος οὗτος ἵσταται, ἐφ’ ὅσον ὁ ἄν‐ θρωπος ἐστὶν ἐν ζωῇ. ΤΙΤΛ. ΙΑʹ. —Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοιτίας. «Ἄνθρωπος, ὃς ἐὰν μοιχεύσῃ γυναῖκα ἀνδρὸς,
45θανάτῳ θανατούσθω, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη. Ἄνθρωπος, ὃς ἐὰν κοιμηθῇ μετὰ ἄρσενος κοίτην
γυναικὸς, βδέλυγμα ἐποίησαν· ἀμφότεροι θανατούσθω‐247 in vol. 96

96

.

249

σαν. Ἔνοχοι γάρ εἰσι θανάτου. Ἄνθρωπος, ὃς ἐὰν κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημο‐ σύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν· θανάτῳ θα‐ νατούσθωσαν ἀμφότεροι. Ἄνθρωπος ἐὰν λάβῃ γυ‐
5ναῖκα, καὶ τὴν μητέρα αὐτῆς, ἀνομία ἐστίν. Ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς.» «Οὐκ ἐλεύσεται ἐκ πόρνης εἰς Ἐκκλησίαν Θεοῦ.» «Ἐὰν εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναι‐
10κὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους, καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ Ἰσραήλ.» «Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» Ἐάν τις λάβῃ γυναῖκα, καὶ συνοικήσῃ αὐτῇ, καὶ
15ἐπίθηται προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν καὶ λέγῃ· Τὴν γυναῖκα ταύ‐ την εἴληφα, καὶ προσελθὼν αὐτῇ, οὐχ εὕρηκα αὐτῇ παρθενίαν· καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ, ἐξοίσουσι τὰ παρθένια τῆς γυναικὸς πρὸς
20τὴν γερουσίαν· λήψονται τὸν ἄνθρωπον, καὶ παι‐ δεύσουσι, καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλίτιν, καὶ αὐτοῦ ἔσται γυνή. Οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν
25πάντα χρόνον. Ἐὰν δὲ μὴ εὑρεθῇ τὰ παρθένια τῇ νεάνιδι, ἐξοίσουσιν αὐτὴν ἐπὶ τὰς θύρας τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν οἱ ἄνδρες τῆς πό‐ λεως, καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην. Ἐὰν γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρὶ,
30εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει, κοιμηθῇ μετ’ αὐ‐ τῆς, ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως ἐκείνης, καὶ λιθοβολήσουσιν ἀμφοτέρους ἐν λίθοις, καὶ ἀποθανοῦνται· ἡ νεᾶνις, διότι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ ὁ ἄνθρωπος, διότι ἐταπείνωσε τὴν γυ‐
35ναῖκα τοῦ πλησίον. Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ ἄν‐ θρωπος τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ βιασά‐ μενος κοιμηθῇ μετ’ αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρω‐ πον τὸν κοιμώμενον μετ’ αὐτῆς, καὶ τὴν νεάνιδα οὐ μὴ ποιήσητε οὐδέν. Οὐκ ἔστιν ἁμάρτημα τῇ νεάνιδι
40θανάτου, ὅτι ὡς εἴ τις ἐπανασταίη ἄνθρωπος ἐπὶ τὸν πλησίον, καὶ φονεύσῃ αὐτοῦ τὴν ψυχὴν, οὕτως καὶ τὸ πρᾶγμα τοῦτο· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν. «Ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος, λέγων· Οὐ
45προσνοήσει με ὀφθαλμός.» «Θυμὸς ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. Πῦρ γάρ ἐστι καιόμενον ἐκ πάντων τῶν μερῶν· οὗ δ’ ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.» «Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.»

96

.

249

(50)

«Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευ‐ θῇς τοῖς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν τῆς πορνείας βλεφάρων. Ὁ μοιχὸς δι’ ἔνδειαν φρε‐ νῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται· ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει· τὸ ὄνειδος αὐτοῦ οὐκ ἐξ‐
55αλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς
ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως· οὐκ249 in vol. 96

96

.

252

ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδ’ οὐ μὴ διαλυθῇ πολλῶν δώρων.» «Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις.»
5 «Ὃς ποιμαίνει πόρνας, ἀπολέσει πλοῦτον.» «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυ‐ ρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσελ‐ θὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται.»
10 «Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολλὸν ζήσῃς χρόνον, προσ‐ τεθῇ δέ σοι ἔτη ζωῆς.» «Τέκνα μοιχῶν ἀτέλεστα ἔσται, καὶ ἐκ παρανό‐ μου κοίτης σπέρμα ἀφανισθήσεται.»
15 «Πολύγονον πλῆθος ἀσεβῶν οὐ χρησιμεύσει, καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος, οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει. Ἐξ ἀνόμων ὕπνων τέκνα γεννώμενα, μάρτυρές εἰσι πονηρίας κατὰ γο‐ νέων ἐν ἐξετασμῷ αὐτῶν.»
20 «Ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ σβεσθήσε‐ ται, ἕως οὗ καταποθῇ· οὕτως καὶ ὁ ἄνθρωπος πόρ‐ νος ἐν σώματι σαρκὸς αὐτοῦ.» «Οὗ οὐκ ἔστι γυνὴ στενάξει πλανώμενος.» «Ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς· οὐ μὴ κο‐
25πιάσῃ, ἕως ἂν τελευτήσῃ. Ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ, Τίς με ὁρᾷ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐδείς με ὁρᾷ· τί εὐλαβοῦμαι; Τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθῇ ὁ Ὕψιστος. Καὶ
30οἱ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινό‐ τεροι. Οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, καὶ οὗ οὐχ ὑπενόησε, πιασθήσεται.» «Ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν, ἀπὸ πλή‐
35θους πορνείας.» «Ποίᾳ τούτων ἵλεως γενήσομαί σοι; υἱοί σου ἐγκατ‐ έλιπόν με, καὶ ὤμνυον ἐν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορ‐ νῶν κατέλυον. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκα‐
40στος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτι‐ σεν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τὸ τοιοῦτον οὐκ ἐκδικήσει ἡ ψυχή μου;» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύ‐ σεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖ‐
45κα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» «Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴ‐

96

.

252

(50)

δατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου
Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ· καὶ οὐκ ἐστὲ251 in vol. 96

96

.

253

αὐτῶν; Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε οὖν τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» «Μὴ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.»
5 «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.» «Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Ἐμοὶ δακρύειν ἐπέρχεται ἐπὶ σὲ, ἄνθρωπε, ὅταν
10ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχεις τῆς ἁμαρτίας. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ μήτηρ τῆς ἁμαρτίας· ἡδονὴ τροφὸς
15τοῦ αἰωνίου σκώληκος, ὃ πρὸς καιρὸν καταλειαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς τὰς ἀναδόσεις ποιεῖται. Ἐπιθυμίαι πονηραὶ ἐξοιστρῶσαι τὴν ψυχὴν, εἰς ὁρμὰς ἀκρατεῖς καὶ ἀκολάστους ἐμβάλλουσιν.
20 Ἐὰν οὖν προσέχῃς σεαυτῷ, καὶ μνησθῇς, ὅτι παρὸν ἡδὺ εἰς πικρὸν καταντήσει πέρας, καὶ ὁ νῦν ἐκ τῆς ἡδονῆς ἐγγινόμενος ἐν τῷ σώματι ἡμῶν γαργαλι‐ σμὸς, οὗτος γεννήσει τὸν ἰοβόλον σκώληκα ἀθάνατα κολάζοντα ἡμᾶς ἐν τῇ γεέννῃ, καὶ ἡ πύρωσις τῆς
25σαρκὸς μήτηρ γενήσεται τοῦ αἰωνίου πυρὸς, εὐθὺς οἰχήσονται φυγαδευθεῖσαι αἱ ἡδοναὶ, καὶ θαυμαστή τις ἔνδον γαλήνη περὶ τὴν ψυχὴν, καὶ ἡσυχία γενή‐ σεται, οἷον θεραπαινίδων ἀκολάστων θορύβου κατα‐ σιγασθέντος, δεσποίνης τινὸς σώφρονος παρουσίᾳ.
30 Μοιχεία τίς ἐστι τῆς φύσεως, ἡ τῆς ἐχίδνης καὶ θαλαττίας σμυραίνης ἐπιπλοκή. Διδαχθήτωσαν οὖν οἱ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες γάμοις, ποταπῷ εἰσιν ἑρπετῷ παραπλήσιοι, καὶ καταστελλέσθω τὰ πάθη τῶν ἀκολάστων, καὶ ἐγγείοις καὶ θαλασσίοις διδάγ‐
35μασι παιδευόμενοι. Οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συν‐ ηθείας τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένοντας, καὶ ὥσπερ οἱ ἐν βορβόρῳ καλινδούμενοι, ἀεὶ προσπλάτ‐
40τουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως καὶ οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ’ ἑκάστην ἡμέραν προσαναμάσ‐ σονται. Τὸ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτιμίαν, ἀλλ’ εὐθὺς ἡλικιῶται συμπαρ‐
45ελήφθησαν, κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα, ἑταίρα συμπίνουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτῆς ἁμαρτίαν συμφλέγουσα. Ἡδονή ἐστι τὸ μέγα τοῦ κακοῦ δέλεαρ, δι’ ἣν

96

.

253

(50)

εὐέμπτωτοι μάλιστα πρὸς ἁμαρτίαν ἐσμέν· ὑφ’ ἧς
πᾶσα ψυχὴ ὡς ὑπὸ ἀγκίστρου πρὸς θάνατον ἕλκεται,253 in vol. 96

96

.

256

ὡς ὅ γε μὴ ἐκθαμνόμενος ὑπ’ αὐτῆς, διὰ τῆς ἐγκρατείας πᾶσαν φύσιν ἁμαρτημάτων κατώρ‐ θωσε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται.
5 Δεινὸν εἰς κακῶν ἐπίνοιαν ἡ ἀσέλγεια. Πάσης ὄντως κακίας οἷόν τι δέλεαρ ἡ ἡδονὴ προ‐ βληθεῖσα, εὐκόλως τὰς λιχνοτέρας ψυχὰς ἐπὶ τὸ ἄγ‐ κιστρον τῆς ἀπωλείας ἐφέλκεται. Ἀδελφὸς ἐπολεμήθη εἰς πορνείαν· συνέβη δὲ
10αὐτὸν εἰς κόμην τινὰ τῆς Αἰγύπτου διέρχεσθαι, καὶ ἰδὼν θυγατέρα τινὸς ἱερέως τῶν εἰδώλων, ἠγάπησεν αὐτὴν, καὶ λέγει τῷ πατρὶ αὐτῆς· Δός μοι αὐτὴν εἰς γυναῖκα. Καὶ ἀποκριθεὶς εἶπεν, Οὐ δύναμαι δοῦ‐ ναί σοι αὐτὴν, ἐὰν μὴ μάθω παρὰ τοῦ θεοῦ μου. Καὶ
15πορευθεὶς πρὸς τὸν δαίμονα, εἶπεν αὐτῷ· Ἰδού τις μοναχὸς ἦλθεν θέλων τὴν θυγατέρα μου· δῶ αὐτὴν αὐτῷ; Καὶ ἀποκριθεὶς ὁ δαίμων, εἶπεν· Ἐὰν ἀρνῆ‐ ται τὸν Θεὸν αὐτοῦ, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγ‐ γελμα τοῦ μοναχοῦ. Καὶ ἐλθὼν ἱερεὺς, εἶπεν τῷ
20μοναχῷ· Ἄρνησαι τὸν Θεόν σου, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγγελμα τοῦ μοναχοῦ. Ὁ δὲ συνέθετο, καὶ εὐθέως εἶδε περιστερὰν ἐξελθοῦσαν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀναπτᾶσαν εἰς τὸν οὐρανόν. Καὶ πορευ‐ θεὶς ὁ ἱερεὺς πρὸς τὸν δαίμονα, εἶπεν· Ἰδοὺ συνέθετο
25τὰ τρία ταῦτα. Καὶ ἀποκριθεὶς ὁ διάβολος, εἶπεν αὐτῷ· Μὴ δῷς αὐτῷ τὴν θυγατέρα σου εἰς γυναῖκα. Ὁ γὰρ Θεὸς αὐτοῦ οὐκ ἀπέστη ἀπ’ αὐτοῦ, ἀλλ’ ἔτι βοηθεῖ αὐτῷ. Καὶ ἐλθὼν ὁ ἱερεὺς, εἶπε τῷ ἀδελφῷ· Οὐ δύναμαι δοῦναί σοι αὐτήν. Ἔτι γὰρ ὁ Θεὸς βοηθεῖ
30σοι, καὶ οὐκ ἀπέστη ἀπὸ σοῦ. Καλὸν φεύγειν τὰ σωματικά. Ὅταν γὰρ ᾖ ἄνθρω‐ πος ἐγγὺς τοῦ σωματικοῦ πολέμου, ἔοικεν ἀνδρὶ στήκοντι ἐπάνω λάκκου βαθυτάτου, καὶ οἵᾳ δ’ ἂν ὥρᾳ δόξῃ τῷ ἐχθρῷ αὐτοῦ, εὐκόλως αὐτὸν ῥίπτει
35κάτω. Ἐὰν δὲ σωματικῶς μακρήνῃ ᾖ, ἔοικεν ἀνδρὶ ἀπέχοντι τοῦ λάκκου, ἵνα ἐν ὅσῳ αὐτὸν ἕλκῃ ὁ ἐχθρὸς βαλεῖν κάτω, ὁ Θεὸς ἀποστέλλῃ αὐτῷ βοή‐ θειαν. Μὴ εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι; Ἐγώ σοι
40λέγω, φησὶ, Πῶς δύνασαι; Ἐπιθυμία με, φησὶ, κα‐ ταφλέγει. Ἀλλ’ ἔχεις γυναῖκα· ἔχεις μετὰ ἀσφα‐ λείας ἡδονήν. Ἀλλ’ οὐ δύναμαι κρατῆσαι. Ῥᾳθυμίας ταῦτά ἐστιν. Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον οὐκ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις ἀπολογίαν;
45ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπέμεινε ναυάγιον, καὶ σὺ ἐν λιμένι ἀπομένεις τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ πορνεύεις; μᾶλλον δὲ καὶ μοιχεύεις; Καὶ πῶς περιγένωμαι τοῦ ἕλκους, φησίν; Ἀπόλαυε τῆς γυ‐ ναικός σου, καὶ ἀπολαύσω τῆς γυναικός μου. Πάνυ.

96

.

256

(50)

Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος· Διὰ δὲ τὰς255 in vol. 96

96

.

257

πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ οὐδὲ ὁ ἀνήρ. Ἐὰν οὖν καλέσῃ σε πόρνη, ἐννόησον τὸ ῥῆμα καθ’
5ἑαυτὸ, καὶ εἶπε, ὅτι Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. Καὶ τὸ ῥῆμα γράψον εἰς τὸ πρόσωπόν σου, καὶ εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός μου. Οὐ τολ‐ μῶ τὸ ἀλλότριον προδοῦναι. Τὴν προῖκα αὐτῆς οὐ
10τολμᾷς μειῶσαι, οὐδὲ τὰ πράγματα αὐτῆς τολμᾷς δαπανῆσαι, καὶ τὸ σῶμα αὐτῆς τολμᾷς μολῦναι; Εἰπὲ ὅτι οὐκ ἐγγίζεις αὐτοῦ. Τοῦτο γὰρ οὐκ ἔστιν ἐμὸν, ἀλλὰ ἀλλότριόν ἐστιν. Μὴ γὰρ τῆς πόρνης ἐστὶ τὸ σῶμα; Ἐγὼ σῶμα πόρνης οὐ δέχομαι. Τοῦτο τῆς
15γυναικός μού ἐστιν· φοβήθητι τὸν Χριστὸν, καὶ εἰπὲ, ὅτι τὸ σῶμα τοῦτο Χριστοῦ μέλος ἐστὶν, καὶ τὸ σῶμα ἡμῶν μέλη Χριστοῦ ἐστιν. Ἀκουέτωσαν καὶ ἐννοεί‐ τωσαν ποῦ αὐτὸ ἀνήγαγεν ὁ Χριστὸς, καὶ λεγέτωσαν, ὅτι Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει.
20Ἐννόησον Παύλου φιλοσοφίαν· τί λέγει; Ἐπειδὴ πολλοὶ οὐκ ἐγκρατεύονται, ἔχουσι δὲ σεμνὰς καὶ σώφρονας γυναῖκας, καὶ παρὰ τὸ δοκοῦν ἐκείνοις, αὗται ἐγκρατεύονται· γίνεται δὲ ἡ τούτων φιλοσοφία ἐκείνοις μοιχείας ἀφορμὴ, διὰ τοῦτο λέγει· Ἕκαστος
25ἀπολαυέτω τῆς ἰδίας γυναικός. Καὶ οὐκ αἰσχύνεται, ἀλλ’ εἰσέρχεται, καὶ καθέζεται εἰς τὴν εὐνὴν νύκτα καὶ ἡμέραν, καὶ κατέχων τὸν ἄνδρα, καὶ τὴν γυναῖ‐ κα οὕτως συνάπτει, καὶ κράζει, καὶ βοᾷ· Μὴ ἀπο‐ στερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου.
30Ἐγκρατεύῃ, καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀν‐ δρός σου; ἐκεῖνος δὲ οὐκ ἀπολαύων σου ἀπέρχεται, λοιπὸν ἁμαρτάνει, καὶ ἡ ἁμαρτία ἐκείνου τῇ σῇ ἐγ‐ κρατείᾳ λογίζεται. Τί βέλτιον; μετὰ σοῦ αὐτὸν καθευ‐ δῆσαι, ἢ μετὰ πόρνης; Ἡ ἀπόλαυσίς σου οὐ κεκώ‐
35λυται, ἡ δὲ ἐκείνης κεκώλυται· μετὰ σοῦ ἐὰν καθεύ‐ δῃ, οὐκ ἔστιν ἔγκλημα· μετ’ ἐκείνης δὲ ἐὰν καθευ‐ δήσῃ, ἀπώλεσάς σου τὰ μέλη. Καθέζεται τοίνυν, ὡς εἶπον, εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, καὶ κράζει· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι
40ἂν ἐκ συμφώνου πρὸς καιρόν. Ὁρᾷς, ὅτι διὰ τοῦτο ἔλαβες γυναῖκα, καὶ σὺ ἔλαβες ἄνδρα, ἵνα συμφω‐ νῆτε, καὶ θέλεις ἐγκρατεύεσθαι; πεῖσον καὶ τὸν ἄν‐ δρα, ἵνα δύο ὦσι στέφανοι, σωφροσύνης καὶ ὁμονοίας, καὶ μὴ σωφροσύνης καὶ πολέμου. Κἂν γὰρ σὺ ἐγ‐
45κρατεύῃ, ἐκεῖνος δὲ ὑπὸ ἐπιθυμίας φλέγεται. Λέγει δὲ ὁ Παῦλος, Μὴ πορνεύσῃς, εὐθέως θορυβεῖ καὶ κυματοῦται. Μὴ οὖν ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ ὅπου εἰρήνη, ἐκεῖ καὶ πάντα τὰ ἀγαθά· ὅπου εἰρήνη, καὶ σωφροσύνη

96

.

257

(50)

λάμπει. Ὅπου ὁμόνοια, ἐγκράτεια στεφανοῦται. Ὅπου δὲ πόλεμος, καὶ σωφροσύνη ἀποτέμνεται. Παῦλος ὁ νυμφαγωγὸς τῆς οἰκουμένης οὐκ αἰσχύνε‐ ται λέγων· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Καὶ γὰρ ὁ Δεσπότης αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ
55ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσ‐ ήνεγκεν· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. Δράμε ὅσον δύνῃ· ὅταν ἀτονήσῃς, λάβε φάρμακον τὴν συν‐ ουσίαν, ἵνα μὴ πειράσῃ ὑμᾶς ὁ Σατανᾶς. Ἕκαστος
οὖν ἐχέτω τὴν ἰδίαν γυναῖκα. Τρία γάρ ἐστι ταῦτα,257 in vol. 96

96

.

260

παρθενία, γάμος, πορνεία. Παρθενία ἄνω, γάμος μέσος, πορνεία κάτω· παρθενία στέφανον ἔχει, γά‐ μος ἔπαινον σύμμετρον, πορνεία κόλασιν καὶ τιμω‐ ρίαν. Βλέπε οὖν εἰ ἐγκρατεύῃ, εἰ δύνασαι τοῦ σώμα‐
5τος τὴν ἀσθένειαν ἐνέγκαι· μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι, ἵνα μὴ παρὰ τὸ μέτρον καταβῇς. Ὥσπερ οὖν ὁ μέλλων κολυμβᾷν, τοσοῦτον εἰσέρχεται, ὅσον δύναται ἐξελθεῖν, καὶ ὅταν εἰσέρχεται, ἐννοεῖ τὸ πό‐ σον δύναται ἐξελθεῖν· οὕτω καὶ σὺ τοσοῦτον σωφρό‐
10νησον, ὅτι δύνασαι ὑπομεῖναι, ἵνα μὴ παρὰ τὸ μέ‐ τρον σπουδάζων, ἐκπέσῃς ὅλως. Παγὶς μεγίστη, κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος, ἀλλ’ ἡ ἀκόλαστος ὄψις. Μὴ γὰρ δὴ πράγματα διαβάλλομεν μόνον, ἀλλ’ ἡμᾶς καὶ τὴν ἡμετέραν
15ῥᾳθυμίαν. Μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ λέγωμεν, Μὴ ἔστωσαν μοιχοί. Οὐδὲν δυσωδέστερον ἐμπαθοῦς ψυχῆς. Κυνὶ ἔοικεν ἡ ἡδονὴ, ἄνθρωπε. Ἐὰν διώξῃς, φεύ‐ γει· ἐὰν θρέψῃς, παραμένει.
20 Φεῦγε τὴν τέρψιν διὰ τὴν θλῖψιν, μὴ τοῖς σοῖς μέλεσι κατὰ σοῦ ὡς βέλεσι χρήσηται ὁ διάβολος. Μητρόπολις τῶν κακῶν ἡ ἡδονή. Πορνείας ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διαφο‐ ρὰς παρεστήσαμεν κατὰ τὸν Ἀπόστολον, φιληδονίαν,
25φιλαργυρίαν, εἰδωλολατρίαν. Ὁ αὐτὸς διάβολος καὶ ἄγριον ἔρωτα ὑποβάλλει. Ὁ αὐτὸς καὶ μετὰ τὸ ποιῆσαι τὴν μοιχείαν, ἔσθ’ ὅτε μίσος ἀφόρητον ἐμποιεῖ, οὐ πρὸς μετάνοιαν ἀγαθὴν, ἀλλὰ πρὸς μιαιφονίαν χειραγωγῶν. Ὅθεν τινὲς μετὰ
30τὸ μοιχεῦσαι, ξίφει ἐχειρώσαντο πολλάκις τὴν μοι‐ χευθεῖσαν. Οὐ πάντες οἱ δαίμονες τὰ αὐτὰ ἐπιτηδεύματα, ἢ τὰς τοιαύτας πονηρὰς λειτουργίας ἐπιτάσσονται παρὰ τοῦ διαβόλου. Ἄλλος γὰρ ἄλλην βδελυρὰν καὶ θεο‐
35στυγῆ διακονίαν πεπίστευται. Καὶ οὗτοι μὲν βλασφη‐ μίας λογισμοὺς ταῖς τῶν ἀνθρώπων καρδίαις ἐγγλύ‐ φουσιν· ἐκεῖνοι δὲ αἰσχρὰς ἐπιθυμίας ὑποτίθενται τῇ ψυχῇ· καὶ ἄλλοι μὲν εἰς κενοδοξίαν, καὶ φθόνον, καὶ θυμὸν, καὶ τὰ ἑξῆς διεγείρειν εἰώθασιν· ἄλλοι δὲ
40τοῖς αἱρετικοῖς τὰς ὕλας τῶν νοημάτων χορηγοῦσιν· ἄλλοι δὲ περὶ γαστρομανίαν, καὶ μέθην, καὶ πορ‐ νείαν σχολάζουσι. Καὶ ἕτεροι δαίμονες διὰ τῶν ἐν‐ υπνίων ἐξαπατῶσι καὶ χλευάζουσιν· ἕτεροι δὲ τὰς
ἡδονὰς τῶν ἀνθρώπων ἐμβάλλουσι τοῖς σώμασι, καὶ259 in vol. 96

96

.

261

πάντα τὰ μέλη τῇ ἀθεσμίᾳ καχλάζειν καὶ κυματοῦ‐ σθαι ποιοῦσιν, καὶ ὀμίχλης, καὶ ζόφου πληροῦσι τὰς αἰσθήσεις. Καὶ οὗτοι μὲν τοῖς ἐπαοιδοῖς καὶ φαρμα‐ κοῖς, καὶ τοῖς ἐπικαλοῦσι συμπράττουσι καὶ συνεπ‐
5ισχύουσιν· ἐκεῖνοι δὲ τοῖς μάντεσι μᾶλλον συνήδονται, καὶ συντρέχουσι, καὶ διατρίβουσι. Ἁπλῶς εἰπεῖν, ἕκαστον τάγμα δαιμόνων ἰδίαν τινὰ κεκλήρωται δια‐ κονίαν καὶ πραγματείαν ψυχοβλαβῆ. Χορηγία πονηρὰ τοῖς πάθεσι γίνεται, ἡ τῶν θη‐
10λειῶν ἰδία καὶ συχνὴ συντυχία. Εὐκόλως τῇ πορνείᾳ ὑποβρύχιος γίνεται, ὁ μὴ περιφεύγων τὰ εὔοπλα πρόσωπα, ἀλλ’ ἡδέως καθορῶν αὐτά. ΤΙΤΛ. ΙΒʹ. —Περὶ πείρας καὶ ἀπειρίας.
15 «Ἐνέδυσε Σαοὺλ τὸν Δαβὶδ μανδύαν, καὶ περικε‐ φαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ ἔζωσε Δαβὶδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐ‐ τοῦ, καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δὶς, ὅτι ἄπειρος ἦν. Καὶ εἶπε Δαβὶδ πρὸς Σαούλ· Οὐ μὴ δυ‐
20νήσωμαι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι.» «Ἐν πολλῷ χρόνῳ σοφία· ἐν δὲ μακρῷ βίῳ ἐπι‐ στήμη.» «Οὐχ οἱ πολλοὶ χρόνοι εἰσὶ σοφοὶ, οὐδὲ οἱ γέροντες ἴσασι κρίσιν.»
25 «Εἰ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν.» «Στέφανος γερόντων πολυπειρία.» «Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.» Ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν· ὃς δὲ οὐκ
30ἐπειράσθη, ὀλίγα οἶδεν.» «Ἄνθρωπος πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.» «Ἀνὴρ ξενιτεύσας ἔγνω πολλά· ὁ πεπλανημένος πληθύνει πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀπο‐
35πλανήσει μου, καὶ πλείονα τῶν λόγων μου, σύνεσίς μου.» «Ὁ τέχνην ἐκδιδαχθεὶς, καὶ παγίαν αὐτὴν διὰ τῆς χρονίας πείρας καὶ μελέτης ἔχων, καὶ τὴν ἕξιν ἐνιδρυμένην, δύναται λοιπὸν κατὰ τοὺς ἐναποκει‐
40μένους αὐτῷ τῆς ἐπιστήμης λόγους καθ’ ἑαυτὸν ἐνεργεῖν.» «Αἴσθησις παντὸς λόγου ἐνεργεστέρα πρὸς πεῖ‐ ραν.» «Ὃ μή τις πέπονθεν, οὐδ’ ἂν ἑτέρῳ πιστεύσειε.
45Ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος.» «Πεῖρα μήτηρ συνέσεως.» «Ἑκάστῳ ἡ πεῖρα διδάσκαλος ἀσφαλείας γί‐ νεται.» «Καθάπερ τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ

96

.

261

(50)

ἁπτέον, οὐδὲ μὴν τοῖς τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ
πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσιν,261 in vol. 96

96

.

264

καὶ εἰδόσιν ὅπως αὐτοῖς παρ’ ὅλον τὸν βίον χρη‐ στέον.» «Πᾶσα ἡ τοῦ ἐπιστήμονος καὶ ἐμπείρου πρᾶξις, εὐπραγία, ἡ δὲ τοῦ ἀνεπιστήμονος, κακοπραγία.»
5 «Ἡ καθ’ ἡμέραν τριβὴ κατὰ μικρὸν ἔθρεψεν ἐμ‐ πειρίαν. ΤΙΤΛ. ΙΓʹ. —Περὶ πραότητος καὶ εὐσεβείας. «Ὁδηγήσει πραεῖς ἐν κρίσει· διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.»
10 «Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατα‐ τρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.» «Ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.» «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ
15συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ.» «Ἀναλαμβάνων πραεῖς ὁ Κύριος.» «Ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.» «Πραΰθυμος ἀνὴρ, καρδίας ἰατρός.» «Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἣ ὃς
20διαιρεῖ τὰ σκῦλα μετὰ ὕβρεως.» «Μακάριος ἀνὴρ, ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν. Ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Τέκνον, ἐν πραότητι τὰ ἔργα σου διεξάγαγε,
25καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.» «Τέκνον, ἐν πραότητι δόξασον τῆς ψυχήν σου.» «Ῥίζας ἐθνῶν καθεῖλεν ὁ Κύριος, καὶ ἐφύτευσε πραεῖς ἀντ’ αὐτῶν.» «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι
30τὴν γῆν.» «Μηδείς σου περιφρονείτω· ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν, ἑτοίμους εἶναι μηδένα βλασφη‐ μεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐπιδεικνυμέ‐
35νους πραότητα πρὸς πάντας ἀνθρώπους.» Χρῄζω πραότητος, ἐν ᾧ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου διάβολος. Νέος πραῢς πολλὰ ὑποφέρει. Πολιὰ γερόντων πραότης· ζωὴ δὲ, γνῶσις αὐτῶν
40ἀληθής. Οὐδεμία τῶν ἀρετῶν, οὕτως πέφυκε τίκτειν σο‐ φίαν, ὡς πραότης. ΤΙΤΛ. ΙΔʹ. —Περὶ πταιόντων καὶ βλασφημούν‐ των ἐξ ἀγνοίας εἰς τὸν Θεόν.
45 «Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ· τὸν Θεὸν δὲ αἰτιᾶται ἡ καρδία αὐτοῦ.» Τί πάντα τὸν δύστηνον αἰτιώμεθα, Ἐχθρὸν διδόντες τῷ βιοῦν ἐξουσίαν; Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον·

96

.

264

(50)

Τὸ πῦρ παρ’ ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος.263 in vol. 96

96

.

265

Ὅλως, οἱ χρὴ μετὰ ἀκριβείας τοῖς γινομένοις προσέχειν, οὐδεὶς ἀπατᾷ ἡμᾶς. Ὁ διάβολος μὲν ὠθεῖ, ἀλλὰ πολλὰ μὲν καὶ αὐτὸς ἐργάζεται κακὰ, πολλὰ δὲ καὶ ἡμεῖς ἑαυτοῖς διὰ τῆς ῥᾳθυμίας.
5ΤΙΤΛ. ΙΕʹ. —Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ ὀξυχόλου. «Ἄφρονα ἀναιρεῖ ὀργή.» «Θυμῷ κατέστρεψαν ἀδυνάτους οἱ ἁμαρτωλοί.» «Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή.»
10 «Ἀσεβὴς οὐκ ᾐσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι τούτοις.» «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν.» «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.»
15 «Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους. Ἀνὴρ θυμώδης παρασκευάζει μάχας.» «Ὀξύθυμος πράσσει μετ’ ἀβουλίας.» «Βαρὺ λίθος, καὶ δυσβάστακτον ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.»
20 «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου· μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχον τῇ σῇ ψυχῇ.» «Ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος· ἀνὴρ δὲ ὀργίλος ἐξόρυξεν ἁμαρτίας.»
25 «Οὐ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου.» «Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται.» «Στόμα ἄφρονος συντρίβει αὐτὸν, τὰ δὲ χείλη
30αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.» «Ἀναιδὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ.» «Ἄνεμος βοῤῥᾶς ἐξεγείρει νέφη· πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει. Ὁ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.»
35 «Μὴ σπεύσῃς ἐν πνεύματί σου θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύεται.» «Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας.» «Ψυχὴ τολμηρὰ ἐξαρθήσεται.»
40 «Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.» «Ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου.» «Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.» «Κύριε παντοκράτορ, ὁ Θεὸς τῆς σωτηρίας μου,
45ψυχῇ ἀνδρὸς ἀναιδοῦς μὴ παραδῷς με.»265 in vol. 96

96

.

268

«Πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.» «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τό‐
5πον τῷ διαβόλῳ. Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ βλασ‐ φημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ.» «Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργά‐ ζεται.» Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου. Θυμὸς μέθη
10ἐστὶ ψυχῆς, ἔκφρονα αὐτὴν ποιῶν ὡς ὁ οἶνος. Λύπη μέθη ἐστὶ καὶ αὐτὴ, καταβαπτίζουσα διάνοιαν. Ἐννόησόν μοι τὸν ὀργιζόμενον, ὅπως μεθύει τῷ πάθει. Οὐκ ἔστιν αὐτὸς ἑαυτοῦ κύριος. Ἀγνοεῖ ἑαυ‐ τόν· ἀγνοεῖ τοὺς παρόντας. Ὥσπερ ἐν νυκτομαχίᾳ
15πάντων ἅπτεται, πᾶσι προσπταίει, ἀταμίευτα φθέγ‐ γεται, δυσκάθεκτός ἐστι, λοιδορεῖται, τύπτει, διό‐ μνυται, βοᾷ, διαῤῥήγνυται. Φεῦγε ταύτην τὴν μέθην. Ἐπειδὰν ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ
20πάθος τῆς ὀργῆς, τὴν δυναστείαν τῆς ψυχῆς παρα‐ λάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ, οὐκέτι ἔχοντα τὴν ἐκ λόγου βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσι θυμὸς γίνεται. Λυσσῶσιν ὥσπερ
25οἱ κύνες· ᾄττουσιν ὥσπερ οἱ σκορπίοι· δάκνουσιν ὥσπερ οἱ ὄφεις. Οἶδεν καὶ ἡ Γραφὴ τοὺς ὑπὸ τοῦ πάθους κεκρατημένους ταῖς τῶν θηρίων προσηγο‐ ρίαις ἀποκαλεῖν. Διὰ θυμὸν ἀχάλινοι γλῶσσαι, καὶ ἀπύλωτα στό‐
30ματα, χεῖρες ἀκρατεῖς, ὕβρεις, ὀνείδη, κατηγορίαι, πληγαὶ, τὰ ἄλλα ὅσα οὐδὲ ἀριθμῆσαι ἔστιν. Διὰ θυμὸν καὶ ξίφος ἀκονᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν, γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελά‐ θοντο· ἀγνοοῦσι μὲν ἑαυτοὺς πρῶτον οἱ ὀργιζόμενοι,
35ἔπειτα καὶ πάντας ὁμοίως τοὺς ἐπιτηδείους. Ὥσπερ δὲ αἱ χαράδραι πρὸς τὰ κοῖλα ῥεῦσαι τὸ προστυχὸν παρασύρουσιν, οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οὐ πολιὰ τοῖς θυμουμένοις αἰδέσιμος· οὐκ ἀρετὴ
40βίου, οὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες. οὐκ ἄλλο τι τῶν τοιούτων τίμιον παρ’ αὐτοῖς ἐστί. Μανία τίς ἐστιν ὀλιγοχρόνιος ὁ θυμός. Ἐν ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Μὴ τοίνυν
45γένῃ κακοῦ πληρωτὴς ἐράνου, μηδὲ πονηροῦ δανείου πονηρότερος ἐκτιστής. Ὕβρισεν· ὠργίσθη· στῆσον τῇ σιωπῇ τὸ κακόν. Σὺ δὲ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὁρμὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ

96

.

268

(50)

ἐνεχθέν. Μὴ διδασκάλῳ χρήσῃ τῷ ἐχθρῷ, μηδὲ ὃ μισεῖς, τοῦτο ζηλώσῃς, μηδὲ γένῃ ὥσπερ κάτοπτρον τοῦ ὀργίλου, τὴν ἐκείνου μορφὴν ἐν σεαυτῷ δεικνύς.
Ἐρυθρὸς ἐκεῖνος, σὺ δὲ οὐκ ἐφοινίχθης; ὀφθαλμοὶ267 in vol. 96

96

.

269

ὕφαιμοι· οἱ δὲ σοὶ γαληνὸν βλέπουσι; φωνὴ τραχεῖα· ἡ δὲ σὴ ἡπία; οὐδὲ ἐν ταῖς ἐρημίαις ἠχὼ οὕτως ἀνεκλάσθη ἀκεραία πρὸς τὸν φθεγξάμενον, ὡς ἐπὶ τῶν λοιδόρων αἱ ὕβρεις ἐναπαναστρέφουσιν. Μᾶλλον δὲ
5ὁ μὲν ἦχος ὁ αὐτὸς ἀπεδόθη, ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Τί ὀργῆς ἀφρονέστερον; ἐὰν μείνῃς ἀνόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπι‐ δειξάμενος. Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος.
10Ἐνεπτύσθης; ἀλλὰ καὶ ὁ Δεσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμά‐ των. Ἐσυκοφαντίσθης; καὶ γὰρ καὶ ὁ Κριτής. Περιέῤῥηξέ σου τὸν χιτωνίσκον; ἀπέδυσάν σου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ.
15 Ἐκεῖ τὸν θυμὸν μετάθες, ἐπὶ τὸν ἀνθρωποκτόνον, τὸν τοῦ ψεύδους πατέρα, τὸν ἐργάτην τῆς ἁμαρτίας. Τῷ δὲ ἀδελφῷ καὶ συμπάθησον, ὅτι ἐὰν ἐπιμείνῃ τῇ ἁμαρτίᾳ, μετὰ τοῦ διαβόλου δοθήσεται τῷ αἰωνίῳ πυρί. Παῦσαι τοίνυν ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε
20θυμὸν, ἵνα φύγῃς τῆς ὀργῆς τὴν πεῖραν, τῆς ἀποκα‐ λυπτομένης ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Μὴ οὖν ἐπεισάγωμεν κακὸν τοσοῦτον, ἀῤῥωστίαν ψυχῆς, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν,
25οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλή‐ ρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ταῖς ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ προκατ‐ έχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πάροδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυ‐
30μοὶ, ἐρίθειαι, φιλονεικείαι, θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦνται, ἐκεῖ τὸ πνεῦμα τῆς πραό‐ τητος οὐκ ἀναπαύεται. Θυμώδης εἶ; κατάστειλον τὸν θυμόν. Θυμώδης, φησὶν, ἀνὴρ οὐκ εὐσχήμων. Μάθε τῆς Γραφῆς·
35κάτοπτρον γινέσθω τοῦ προσώπου σου ἡ Γραφή. Ἐκεῖ μάθε. Ἐπειδὴ γὰρ ὁ ἀσεβὴς λογισμὸς σκοτώ‐ σας οὐκ ἐᾷ λογίσασθαί σε ἡλίκον ἁμάρτημά ἐστιν ὁ θυμὸς, ἡ Γραφή σοι λέγει, ὅτι ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.
40 Ὀργή σου τὸν λογισμὸν κατεκράτησε, καὶ ἐκφέρει ὑπὸ θυμοῦ πρός τε ῥήματα ἀπρεπῆ, καὶ πράξεις χαλεπὰς, καὶ θεριώδεις; ἐὰν προσέχῃς σεαυτῷ, καταστελεῖς μὲν τὸν θυμὸν, ὥσπερ τινὰ πῶλον ἀπειθῆ, καὶ δυσήνιον, τῇ πληγῇ τοῦ λόγου, οἱονεί
45τινι μάστιγι καθαπτόμενος. Πῶς ἀσχημονεῖ ὁ θυμώδης! Ἀποτίθεται τὸ σχῆμα τὸ ἀνθρώπινον, καὶ θηρίου σχῆμα μεταλαμβάνει. Ἐννόησόν μοι τὸν θυμούμενον Ἐπέζεσεν αὐτῷ ὁ θυμὸς, καὶ οἱ ὀφθαλμοὶ ὑπηλλάγησαν· οὐκ εἰσὶν οἱ

96

.

269

(50)

αὐτοὶ ὀφθαλμοί, πῦρ βλέπει· ἀνέδραμεν αὐτοῦ τὸ αἷμα· περιέζεσε τὴν καρδίαν· ὑπέδραμε τοὺς χι‐
τῶνας τῶν ὀφθαλμῶν. Ἐγένετο ὕφαιμος ἐκχωρῶν269 in vol. 96

96

.

272

τῷ πάθει· ἠλλοίωσεν αὐτοῦ τοὺς ὀφθαλμούς. Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἐὰν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδον θυμὸν διὰ τῆς τῶν ὀδόν‐
5των παρατρίψεως ὑπεκφαίνων. Ἐὰν ἴδῃς τὸν θυ‐ μούμενον ἀφρίζοντα, ἄσημα φθεγγόμενον ἐν τῇ καρδίᾳ· ἐὰν ἴδῃς τὸν θυμούμενον, πατρὸς μὲν ἐπιλανθανόμενον, παιδὸς δὲ ἀγνοοῦντα σῶμα, διὰ πάντων ἀφειδῶς χωροῦντα, ἵνα πληροφο‐
10ρήσῃ αὐτοῦ τὴν ὁρμὴν, βλέπεις τὴν ἀσχημο‐ σύνην τοῦ πράγματος. Ἐν ἀλλοτρίῳ κακῷ σεαυτὸν θεράπευσον, ἵνα μὴ τὴν ἐκείνου ἀσχημοσύνην καὶ αὐτὸς λάβῃς. Ἀνὴρ γὰρ θυμώδης οὐκ εὐσχήμων. Φεῦγε τὰς μετ’ αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε
15μαθεῖν τῶν ἐκείνου ὁδῶν. Εἶπέν τι ὑβριστικόν; ἐκίνησεν καὶ τὸν ἐν σοὶ θυμόν; Ὥσπερ κυνὸς ὑλακὴ προσκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρεν· καὶ γεγόνατε ἀλλήλοις καθυλα‐
20κτοῦντες. Οἷα γὰρ ἀλλήλοις ἐφυβρίζοντες ἀντιφθέγξονται; ἕως ἂν αὐτοῖς αἱ ὕβρεις τοξεύματα ἐκλείπωσιν; Εἶτα ἐπειδὰν πᾶσαν λοιδορίαν διὰ τῆς γλώσσης ἐκ‐ σφενδονήσωσιν, οὕτως λοιπὸν πρὸς τὴν διὰ τῶν χει‐
25ρῶν χωροῦσιν ἄμυναν. Θυμὸς μὲν γὰρ ἐγείρει μά‐ χην, μάχη δὲ λοιδορίας, αἱ λοιδορίαι πληγὰς, πλη‐ γαὶ δὲ τραύματα καὶ φόνους. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως δι’ ὂν
30ἐξέπεσας. Καθαροὶ θυμοῦ ὦμεν. Οὐ γὰρ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἔνθα θυμός. Ἐπικατάρατος ὁ θυμός. Οὐκ ἔστι γὰρ οὐδὲν ὑγιὲς προελθεῖν ὅθεν θυμὸς ἔξεισιν.
35 Ὁ θυμὸς οὐκ ἀφίησιν ἰδεῖν ἄλλα, καθάπερ ἐν νυ‐ κτομαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλμοὺς, καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν θέλῃ. Οὐδὲν οὕτως καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος, καὶ μετὰ πολλῆς
40τῆς ῥύμης φερόμενος. Ἔθος τοῖς πολλοῖς τῶν ἀνθρώπων, ὅταν ὑπὸ ὀργῆς καταχωθῶσι καὶ λύπης, κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν, εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ὑπό‐ πτως ἀφιέναι τὴν ὀργήν.
45 Ἐπειδὰν ἅπαξ ἀπερυθριᾶσαι ψυχὴ βιασθῇ, εἰς ἀναλγησίαν ἐκπίπτει, καὶ οὔτε παραινέσει εἴκει, οὔτε ἀπειλαῖς κάμπτεται. Τυραννικὸν τὸ τοῦ θυμοῦ πάθος, καὶ πολλάκις παρασύρει τοὺς μὴ νήφοντας, καὶ πρὸς βάραθρον

96

.

272

(50)

αὐτὸ κατάγει τῆς ἀπωλείας.271 in vol. 96

96

.

273

Ποῖον οὕτω θηρίον ὠμὸν καὶ ἀνήμερον, ὡς δύσορ‐ γος ἀνὴρ, καὶ ἀκράτῳ θυμῷ τυραννούμενος. Ποία δὲ οὕτω θάλασσα ῥαγδαίων αὐτῇ καταχεομένων πνευμάτων ταῖς τῶν πετρῶν ἐγκειμέναις ἐῤῥήγνυ‐
5ται; ἢ ποῖον οὕτως πικρὸν καὶ ἰοβόλον ἑρπετὸν τοῖς πέλας ἰοῦσι δριμέως ἐπιπηδᾷ, ὡς ἀνὴρ ἀκάθεκτος, καὶ δριμὺς, καὶ ἀχάλινος εἰς ὀργὰς, καὶ ὅλας ὥσπερ τῷ πάθει διδοὺς τὰς ἡνίας; Τί ἂν γένοιτο χεῖρον ὀργῆς; ἐκθηριοῖ γὰρ τὸν ἄν‐
10θρωπον, ἀσχήμονα καὶ ἀμείλικτον, ἀσυναλλαγῆ καὶ ἀνόσιον ἀποφαίνουσα, καὶ τὰ μέγιστα τῶν ἀγαθῶν οὐδὲν ἡγεῖσθαι παρασκευάζουσα. Ποίων γὰρ ἐγχει‐ ρημάτων οὐχ ἅψεται πονηρῶν, ἢ ποίων ἀφέξεται λόγων, ἀκατεύναστον ἔχων εἰς νοῦν ἔσω τὴν φλόγα,
15καὶ ἀναζέων τὸν θυμόν; Τὸ ὀργίζεσθαι παρ’ ἡμῖν, ἄχρι τοῦ παύειν τὰ ἁμαρτήματα περιορισθήσεται. Ὀργίζεσθε γὰρ, φησὶ, καὶ μὴ ἁμαρτάνετε. Καὶ τὸ ἀκριβῶς κριτικὸν παραιτητέον, τοῦ Ἐκκλησιαστοῦ συμβουλεύοντος·
20Μὴ γίνου δίκαιος πολύ. Κἂν μετ’ ὀλίγου τις δόξῃ θυμοῦσθαι, ἀλλ’ ὅμως πάθει νικώμενος τοῦτο ποιεῖ, ἄφρων ἐστίν. Μὴ ἀποδέχου ἐγκράτειαν, διωκομένης πραότητος. Ὅστις γὰρ βρωμάτων ἢ πομάτων ἀπέχεται, θυμὸν
25δὲ ἀλόγως κινεῖ, οὗτος ἔοικε ποντοπορούσῃ νηῒ, καὶ ἐχούσῃ δαίμονα κυβερνήτην. ΤΙΤΛ. Ιϛʹ. —Περὶ παῤῥησίας καὶ ἐξουσίας· καὶ πόθεν ἡμῖν ἡ τούτων περιγίνεται κτῆσις. «Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης.»
30 «Ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τη‐ ροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.» Ὅταν αὐτὸς ὁ ἄρχων ἀνεπίληπτος ἅπασι γένηται,
35τότε δυνήσεται, μεθ’ ὅσης βούλεται ἐξουσίας, καὶ κολάζειν, καὶ ἀνιέναι τοὺς ὑπ’ αὐτὸν ταττομένους ἅπαντας. ΤΙΤΛ ΙΖʹ. —Περὶ πολιτείας σεμνῆς, καὶ κατα‐ στάσεως, καὶ τρόπων χρηστῶν, καὶ ὑπακοῆς·
40καὶ ὅτι εὐσχημόνως ἡμῶν βιόντων ὁ Θεὸς δο‐ ξάζεται καὶ θεραπεύεται. «Ὤφθη ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου. Εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.»
45 «Ποιήσεις τὸ καλὸν, καὶ τὸ εὐάρεστον ἐνώπιον Κυρίου, ἵνα εὖ σοι γένηται.» «Εἶπε Σαμουήλ· Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαύ‐ τωμα καὶ θυσία, ὡς τὸ ἀκοῦσαι φωνὴν Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ

96

.

273

(50)

κριῶν.»
«Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;»273 in vol. 96

96

.

276

«Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ,» κ. τ. λ. «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδά‐ ξω ὑμᾶς.»
5 «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.» «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέ‐ φαρά σου νευέτω δίκαια.» «Προνοοῦ καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων.»
10 «Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μα‐ καρίους τοὺς παῖδας καταλείψει.» «Ἀπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ προσώπου Κυρίου, καὶ οὐ ποιή‐ σουσιν ἀδικίαν, οὐδὲ μὴ λαλήσωσι μάταια, καὶ οὐ μὴ
15εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία.» «Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀν‐ αγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων·
20βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος· καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗ‐ τος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς.» «Ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ ἐνεχυριασμὸν ὀφείλοντος ἀποδώσει, καὶ ἅρπαγμα οὐχ ἥρπασε,
25τὸν ἄρτον πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεον‐ ασμὸν οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα δίκαιον ποιήσει ἀναμέσον ἑαυτοῦ, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ, καὶ ἐν τοῖς
30προστάγμασίν μου πορεύεται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος.» «Γῆρας τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώ‐
35πων, καὶ ἡλικία γήρους βίος ἀκηλίδωτος.» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ
40καὶ ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανεί‐ σασθαι μὴ ἀποστραφῇς. Ἠκούσατε ὅτι ἐῤῥέθη·
45Ἀγαπήσεις τὸν πλησίον, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον

96

.

276

(50)

αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πό‐ λις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’
55ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ
Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώ‐275 in vol. 96

96

.

277

πων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» «Προνοούμενοι καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώ‐ πων.
5 «Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν· μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ’ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖ‐ σθε ἐν ἐπιθυμίᾳ.»
10 «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Ἀπρόσκοποι γίνεσθε, καὶ Ἰου‐ δαίοις, καὶ Ἕλλησιν, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» «Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν,
15ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ σύνετε τί τὸ θέλημα τοῦ Θεοῦ.» «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν, δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραότητι.» «Τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες
20καλὴν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ὑμῶν ἔργων ἐποπτεύοντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.» «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς
25παροικίας ὑμῶν χρόνον ἀναστράφητε.» Οὐκ ἔστι κατὰ Θεὸν ζῇν, ἄνευ τοῦ σωφρόνως καὶ δικαίως πάντα πράττειν. Ἀγαθὸς ὁ τῆς εὐποιίας μισθός. Τοῖς μὲν ἀνθρώποις ἐκ τῆς τῶν λόγων αὐξήσεως
30συνίσταται τὰ ἐγκώμια· τοῖς δὲ δικαίοις ἀρκεῖ τῶν πεπραγμένων αὐτοῖς ἡ ἀλήθεια, πρὸς τὸ δεῖξαι αὐτῶν τὸ ὑπερβάλλον τῆς ἀρετῆς. Μάθε, ἄνθρωπε, διδάχθητι τὴν εὐαγγελικὴν πολι‐ τείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν,
35σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν· ἀγγαρευόμενος ἀγά‐ πα, διωκόμενος ἀνέχου, βλασφημούμενος παρακάλει. Εὐγένειαν λέγω, οὐχ ἣν πολλοὶ νομίζουσιν· ἄπαγε· οὐ πρὸς ἡμῶν τοῦτο θαυμάζειν· οὐδὲ φιλοσοφίαν,
40τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην, ἀλλ’ ἣν εὐσέ‐ βεια χαρακτηρίζει, καὶ τρόπος, καὶ ἡ πρὸς πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐχ ὁ ἐν λόγῳ σοφὸς, οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις
45γλῶσσαν εὔστροφον ἔχει, ψυχὴν δὲ ἀπαίδευτον. Ὥσ‐ περ τῶν τάφων ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ
ὡραῖαι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσ‐277 in vol. 96

96

.

280

ωδίαν περικαλύπτουσιν· ἀλλ’ ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδεί‐ κνυσιν, καὶ τὸ ἀξιόπιστον τοῦ λόγου διὰ τοῦ βίου προστίθησιν. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη,
5τῆς λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσι· καὶ σοφία, οὐχ ἡ λόγῳ λαμπρυνομένη, ἀλλ’ ἡ διὰ τῶν ἔργων ἐλεγ‐ χομένη· σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὰ, φησίν· οὐ τοῖς κηρύττουσιν.
10 Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Ἀγαθῶν πάντων ἐστὶ τὸ κεφάλαιον, τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι. Ἐν ἐμοὶ, φησὶ, ἁγιασθήτω τὸ ἐπικληθὲν ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν ἄνθρωποι τὰ καλὰ ἔργα, καὶ δοξάσωσι
15τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Βίος λόγου δυνατώτερος, καὶ τρόπος ῥημάτων, καὶ ἡ διὰ τῶν ἔργων ἐπίδειξις, τῆς διὰ τῶν λόγων διδασκαλίας· οὐ τὰ θαύματα μόνον ἐπὶ τῶν ἀπο‐ στόλων ἐπεσπᾶτο τοὺς πιστεύοντας, ἀλλὰ πρὸ τῶν
20θαυμάτων ὁ βίος. Ἡμεῖς νοητὴν καὶ πνευματικὴν ἀποπληροῦντες λατρείαν, προστετάγμεθα προσκομίζειν εἰς ὀσμὴν εὐωδίας πάντα τρόπον ἐπιεικείας, πίστιν, ἐλπίδα, ἀγάπην, δικαιοσύνην, ἐγκράτειαν, τὸ εὐπειθὲς, καὶ
25εὐήνιον, ἀκαταλήκτους δοξολογίας, καὶ τὰς ἑτέρας τῶν ἀρετῶν. Ἀϋλοτάτη γὰρ αὕτη θυσία, τῷ ἀΰλῳ καὶ καθαρῷ πρέπουσα Θεῷ, καὶ νοητῆς εὐκοσμίας ἀναθέματα, τῆς ἀληθοῦς εὐζωΐας οἱ τρόποι. Καθόλου ὁ Χριστιανὸς ἐρημίας, καὶ ἡσυχίας, καὶ
30γαλήνης, καὶ εἰρήνης οἰκεῖός ἐστιν. Οὐ μόνον εὐτελῆ δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ. Τὸ ὑποτάσσεσθαι κρείττοσιν ὠφέλιμον. ΤΙΤΛ. ΙΗʹ. —Περὶ πολιτείας ψεκτῆς, ἀνηκόων
35καὶ ἀνυποτάκτων πανουργῶν, καὶ τῶν ἀπο‐ βλητὸν ἦθος ἐχόντων. «Ἐὰν πορεύησθε πρός με πλάγιοι, πορεύσομαι κἀγὼ μεθ’ ὑμῶν θυμῷ πλαγίῳ, καὶ πατάξω ὑμᾶς ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν.»
40 «Διαλλάσσων βουλὰς πανουργῶν, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές.» «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δό‐ λια.» «Τὸ στόμα σου ἐπλεόνασε κακίας, καὶ ἡ γλῶσσά
45σου περιέπλεκε δόλους.» «Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμιεύ‐ σωσιν.» «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδί‐ κων, καὶ ἀπὸ γλώσσης δολίας.

96

.

280

(50)

«Ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου ῥῦσαί με.»279 in vol. 96

96

.

281

«Διεστραμμένη καρδία τεκταίνεται κακά· ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἀπώλεια αὐτοῦ, ὅτι χαί‐ ρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.»
5 «Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί.» «Ἐπειδὴ οὐκ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήρισαν δὲ ἐμοὺς ἐλέγχους· τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἐπι‐ θυμίας πλησθήσονται.»
10 «Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς σκολιὰς, ὁ δ’ αὐτὸς ἐννεύει ὀφθαλμοῖς, σημαίνει δὲ ποδὶ, διδάσκει δὲ ἐν νεύμασι δακτύλων.» «Κυβερνῶσιν ἀσεβεῖς δόλους· λόγοι ἀσεβῶν δό‐ λιοι. Οὐκ ἐπιτεύξεται δόλιος θήρας.»
15 «Ψυχαὶ δολίων πλανῶνται ἐν ἁμαρτίαις, καὶ υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν.» «Ὁ σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν αὐτοῦ. Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ διαχωρίζει φίλους.»
20 «Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ Θεός.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάττων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ’ αὐ‐ τῶν.»
25 «Σκολιαῖς ὁδοῖς ὁ πορευόμενος, ἐμπλακήσεται.» «Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.» «Τῷ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ
30ἀπειθής.» «Τάδε λέγει Κύριος· Ὁ ἀκούων μου, ἀκουέτω, καὶ ὁ ἀπειθῶν, ἀπειθείτω, διότι οἶκος καταπικραί‐ νων ἐστίν.» «Καὶ ἔσῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου,
35εὐαρμόστου. Ἀκούσονται τὰ ῥήματα, καὶ οὐ μὴ ὑπ‐ ακούσωσιν αὐτοῖς.» «Σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ. Εἰς κα‐ κότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Ἅγιον γὰρ πνεῦμα σοφίας φεύξεται δόλον.»
40 Τὸ δολερὸν, καὶ ὕποπτον, καὶ ἄπιστον, καὶ κακόη‐ θες, καὶ ἐπίβουλον, καὶ θρασὺ, τῆς κακῆς καὶ ἀπο‐ βλήτου ἐστὶ πολιτείας βλάστημα. Μηδαμῶς οὖν ἐπεισαγάγωμεν ἑαυτοῖς κακὸν τοσοῦτον, ἀῤῥωστίαν ψυχαῖς ἐμποιοῦν, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ
45ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ, προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύ‐ ματι τὴν ἄνοδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι,

96

.

281

(50)

ἔρεις, θυμοὶ, ἐριθεῖαι, φιλονεικίαι θορύβους ἀσιγή‐ τους ταῖς ψυχαῖς ἐμποιοῦσαι, ἐκεῖ τὸ πνεῦμα τῆς
πραότητος οὐκ ἀναπαύεται.281 in vol. 96

96

.

284

Ἀπαμβλύνει τὴν προθυμίαν τοῦ ἡγουμένου τῶν προλαβόντων πόνων τὸ ἄκαρπον· ἐπεὶ καὶ γεωργὸς τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνη‐ ρότερός ἐστιν πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρού‐
5ραις πάλιν ἐγκαταβαλεῖν. Καθόλου τὸ μὴ ἀκούειν, πολλῶν καὶ μεγάλων κα‐ κῶν ἐστι ῥίζα. Τὸ ἀφηνιάζειν καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πίστεως νόσον, καὶ ἐλπίδος ἐνδοια‐
10σμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὐ γὰρ ἀπειθεῖ τις, μὴ πρότερον καταγνοὺς τοῦ συμβου‐ λεύοντος. Οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, βεβαίαν ἔχων ἐπ’ αὐτοῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προστεταγμένα, ἀποκνεῖ ποτε πρὸς
15ταῦτα. Ἡ ἀντιλογία, τὸ αὐτοκρατορικὸν δείκνυσι, κἂν ἐν σχήματι ταπεινώσεως γίνηται. Ὁ ποικίλος καὶ ἔντεχνος λόγος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται,
20καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος. Φεῦγε τὸ παντοδαπὸν καὶ πολλαπλοῦν τοῦ τρόπου. Ὁ ὄφις ποικίλος, καὶ διὰ τοῦτο ἕρπειν κατεδικά‐ σθη.
25 Ἀναιδὲς βλέμμα καὶ μετέωρος αὐχὴν, καὶ συν‐ εχὴς κίνησις ὀφθαλμῶν, καὶ βάδισμα σεσοβημένον, καὶ τὸ ἐπὶ μηδενὶ τῶν φαύλων ἐρυθριᾷν, σημεῖά ἐστι ψυχῆς αἰσχίστης, τοὺς ἀφανεῖς τῶν οἰκείων ὀνει‐ δῶν τόπους ἐγγραφούσης τῷ φανερῷ σώματι.
30ΤΙΤΛ. ΙΘʹ. —Περὶ παραμονῆς καὶ παραμενόντων· καὶ ὅτι δεῖ αὐτοὺς πίστιν καὶ εὔνοιαν σώζειν πρὸς τοὺς προσλαβόντας. «Πίστιν κτῆσαι μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγα‐ θοῖς αὐτοῦ εὐφρανθῇς. Ἐν καιρῷ θλίψεως διάμενε
35αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομή‐ σῃς.» «Ἐνοίκησον ἀλλότριον, καὶ διαστρέψει σε ἐν τα‐ ραχῇ, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.» ΤΙΤΛ. Κʹ. —Περὶ προϊσταμένων· καὶ ὅτι χρὴ αὐ‐
40τοὺς σπουδαίως προΐστασθαι. «Ὁ προϊστάμενος, ἐν σπουδῇ.» ΤΙΤΛ. ΚΑʹ. Περὶ πτωχῶν· καὶ ὅτι οὐ χρὴ τοὺς πένητας ἐκκλίνειν, καὶ ἐξουθενεῖν, καὶ ἀπο‐ στρέφεσθαι.
45 «Κραυγὴν πένητος καὶ πτωχοῦ εἰσακούσεται ὁ Θεός.» «Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι· οὐκ ἐπ‐ ελάθετο τῆς κραυγῆς τῶν πενήτων. Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· ἡ ὑπομονὴ τῶν πενήτων

96

.

284

(50)

οὐκ ἀπολεῖται εἰς τέλος. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. Σοὶ ἐγκαταλέλει‐ πται ὁ πτωχός. Ἐπιθυμίαν τῶν πενήτων εἰσήκου‐
σας, Κύριε.»283 in vol. 96

96

.

285

«Βουλὴν πτωχοῦ κατῃσχύνατε· ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.» «Φάγονται πένητες, καὶ ἐμπλησθήσονται.» «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς
5υἱοὺς τῶν πενήτων.» «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτω‐ χῶν, καὶ τὴν δίκην τῶν πενήτων.» «Πενία ἄνδρα ταπεινοῖ.» «Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει.»
10 «Πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν.» «Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν.» «Ὁ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λεί‐ πεται.»
15 «Προπορεύεται ταπεινοῖς δόξα.» «Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ Θεῷ.» «Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, καὶ φιλίας μακρὰν ἔσται. Κρείσσων πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύ‐
20στης.» «Μὴ βιάζου πένητα· πτωχὸς γάρ ἐστι.» «Μὴ παρεκτείνου πένης ὢν πλουσίῳ· τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου.» «Κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλου‐
25σίου ψεύστου.» «Ἡ σοφία τοῦ πένητος ἐξουδενουμένη, καὶ οἱ λό‐ γοι οὐκ εἰσὶν ἀκουόμενοι.» «Ἐὰν συκοφαντίαν πένητος, καὶ ἀνάγκην κρίμα‐ τος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ
30τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλά‐ ξει.» «Βοσκηθήσονται πτωχοὶ διὰ Κυρίου, πένητες δὲ ἄνθρωποι ἐν εἰρήνῃ ἀναπαύσονται. Κύριος ἐθεμε‐ λίωσε τὴν Σιὼν, καὶ δι’ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ
35τοῦ λαοῦ.» «Ταπεινὸς ἐσφάλη, καὶ προσεπιτίμησαν αὐτόν. Ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Πτω‐ χὸς ἐλάλησε, καὶ εἶπαν· Τίς οὗτος;» «Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ οὐ μὴ
40παραβληθῇ ἕως ἐπισκέψεται ὁ Ὕψιστος.» «Κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν, ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.» «Οὐ δίκαιον ἀτιμῆσαι πτωχὸν συνετόν.» «Σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν
45μέσῳ μεγιστάνων καθίσει αὐτόν.» Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν
εὐγνωμόνως τὴν πενίαν.285 in vol. 96

96

.

288

Πτωχεύων εὐφραίνου, ἄνθρωπε, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. —Μὴ ἀπογνῷς σεαυτοῦ. Μὴ ἀπογνῷς σεαυτοῦ τὴν πτωχείαν, μηδὲ ὅτι οὐ‐ δὲν ζηλωτὸν ἐν τῷ παρόντι σοι πρόσεστιν, πᾶσαν ἀγα‐
5θὴν ἀποῤῥίψῃς ἐλπίδα, ἀλλ’ ἀνάγαγε σεαυτοῦ τὴν ψυχὴν πρὸς τὰ ἤδη ὑπηργμένα σοι παρὰ Θεοῦ ἀγαθὰ, καὶ πρὸς τὰ δι’ ἐπαγγελίας εἰς ὕστερον ἀποκεί‐ μενα. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεῖ. —Ἀφαι‐
10ρεῖται τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἑνὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πένη‐ τες, τῇ ἀμεριμνίᾳ, καὶ καταγελῶμεν αὐτῶν ἀγρυ‐ πνούντων αὐτοὶ καθεύδοντες, καὶ τῶν συνεσθιόντων ἑαυτοὺς, καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες
15καὶ ἀνιέμενοι. Πένης εἶ; μὴ ἀθυμήσῃς. Ἡ γὰρ εἰς ἄγαν κατ‐ ήφεια γίνεται τῆς ἁμαρτίας αἰτία, τῆς λύπης βαπτι‐ ζούσης τὸν νοῦν, καὶ ἀμηχανίας ποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπο‐
20γεννώσης. Μὴ γὰρ οὐκ ἀποβλέπει τὴν στένωσιν ὁ Θεός; ἔχει τὴν τροφὴν ὁ Θεὸς ἐν χερσὶν, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον. Πενία μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σω‐ φρονοῦσιν τιμιωτέρα.
25 Τί μικροψυχήσεις, ἄνθρωπε, ὅτι ἵππος σοι οὐκ ἔστιν ἀργυροχάλινος, ἀλλ’ ἥλιον ἔχεις ὀξυτάτῳ δρόμῳ διὰ πάσης ἡμέρας δᾳδουχοῦντα σοι τὴν λαμπάδα; Οὐκ ἔχεις ἀργυρίου καὶ χρυσίου λαμπηδόνας; ἀλλὰ σελήνην ἔχεις μυρίῳ σε τῷ παρ’ ἑαυτῆς φωτὶ κατα‐
30λάμπουσαν. Οὐκ ἐπιβέβηκας ἁρμάτων χρυσοκολ‐ λήτων; ἀλλὰ πόδας ἔχεις, οἰκεῖον ὄχημα, καὶ συμ‐ φυὲς σεαυτοῦ. Τί οὖν μακαρίζεις τοὺς τῶν ἀνδρῶν βαλάντιον κεκτημένους, καὶ ἀλλοτρίων ποδῶν εἰς τὴν μετάβασιν ἐπιδεομένους; οὐ καθεύδεις ἐπὶ κλίνης
35ἐλεφαντίνης· ἀλλ’ ἔχεις τὴν πολλῶν ἐλεφαντίνων τιμιωτέραν, καὶ γλυκεῖαν ἐπ’ αὐτῆς τὴν ἀνάπαυσιν, καὶ ταχὺν ὕπνον, καὶ μερίμνης ἀπηλλαγμένον. Οὐ κατάκεισαι ὑπὸ χρυσοῦν ὄροφον· ἀλλ’ οὐρανὸν ἔχεις τοῖς ἀῤῥήτοις τῶν ἀστέρων κάλλεσι περιστίλβοντα.
40 Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν. Ἐάν τις πένηται, πλουτήσοι Θεὸν, καὶ καταγελάτω τῶν ἐχόντων, ὡς ἀεὶ μὲν κτωμένων, ἀεὶ δὲ πενομέ‐ νων τοῦ δεῖσθαι τοῦ πλείονος, καὶ τῶν πεινώντων, ἵνα πλείονα διψήσωσιν.
45 Κρείσσων πενία μετὰ δικαίας κτήσεως, Καὶ γὰρ νόσος τῆς κακῆς εὐεξίας. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς Θεὸν νένευκεν, καὶ μόνον βλέπει.
Δεινὸν πένεσθαι, χεῖρον εὐπορεῖν κακῶς.287 in vol. 96

96

.

289

Ὁ πένης οὐ δέδοικε μεταβολήν· κἂν συμβῇ δέ τινα γενέσθαι περίστασιν, ῥᾳδίως οἴσει, μεμελετηκὼς ἅπαξ φιλοσοφεῖν διὰ τῆς ἐνδείας. Ὁ δὲ πλούσιος οὐ μόνον οὐχ ὑπομεῖναι δύναταί τινα μεταβολὴν, ἀλλὰ
5κἂν προσδοκήσῃ μόνον, καταγέλαστος γίνεται, ἀλύων, δυσανασχετῶν, παντὸς θανάτου ζωὴν χαλεπωτέραν ζῶν. Καὶ καθάπερ οἱ μὲν διηνεκῶς ἐν μεσογείῳ τρα‐ φέντες, ἐὰν εἰς λιμένα κατέλθωσι μόνον, καὶ τὸ σκά‐ φος ἐπιβῶσι, καὶ πρὶν ἐξελθεῖν τὸ στόμα τοῦ λιμένος
10ναυτιῶσιν, ἀλύουσι, δυσανασχετοῦσι, περιστρέφεσθαι πάντα δοκοῦσιν, σκότῳ δεινῷ κατεχόμενοι. Οἱ δὲ πολλὰ διατρίβοντες πελάγη, οὔτε ναυαγίας προσδο‐ κωμένης θορυβοῦνται, εὐκόλως νήξασθαι δυνάμενοι, καὶ διαφυγεῖν τὸν ἐπικείμενον κίνδυνον· οὕτω καὶ
15ἐπὶ τῶν πλουσίων, καὶ ἐπὶ τῶν πενήτων συμβαίνει. Οἱ μὲν εὔποροι, οὐδὲ τὴν τυχοῦσαν δέχονται μεταβο‐ λὴν γενναίως, ἀλλὰ ἀκαρτέρητοι ὑπάρχουσιν, ἅτε διη‐ νεκῶς ἐν τρυφῇ ζῶντες. Οἱ πένητες δὲ πολλὰ κύματα διαπλεύσαντες, καὶ πολλῶν ναυαγίων πεῖραν λαβόν‐
20τες, πρὸς ἅπαντα μένουσιν ἀπερίτρεπτοι, καὶ πάν‐ των καταγελῶσι τῶν χειμώνων. Καὶ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, οὐχ ὅτι τὰς μεταβολὰς εὐκόλως φέρουσιν, ἀλλ’ ὅτι οὐδὲ ταχέως ταύταις ἁλίσκονται. Τίς γὰρ ἕλοιτο πένητι πρᾶγμα παρασχεῖν, οὐδὲν μέλλων κερ‐
25δαίνειν ἀπὸ τῆς ἐκείνου πενίας. Οἱ πενίᾳ προσφιλοσοφήσαντες, ἐγγίζουσιν ἀεὶ τῷ Θεῷ. Ὦ πηλίκον ἀξίωμα τῆς πενίας! Θεοῦ γίνεται προσωπεῖον. Κρύπτεται ἐν πενίᾳ Θεός· καὶ πένης μὲν, ὁ τὴν χεῖρα προτείνων, Θεὸς δὲ, ὁ δεχόμε‐
30νος. Ξένος καὶ πένης Θεοῦ κολλούριον. Ὁ δεχόμενος αὐτοὺς ταχέως ἀναβλέψει. ΤΙΤΛ. ΚΒʹ. —Περὶ παίδων· ὅτι χρὴ αὐτοὺς φο‐ βεῖσθαι τοὺς γονεῖς καὶ τιμᾷν.
35 «Τίμα τὸν πατέρα σου, ἵνα εὖ σοι γένηται, καὶ μακροημερεύσῃς ἐπὶ τῆς γῆς.» «Ἕκαστος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα φο‐ βείσθω.» «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν
40τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, ἵνα εὖ σοι γένηται.» «Υἱὲ, φύλασσε νόμον πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρυσέον ἐπὶ σῷ τραχήλῳ.»
45 «Ἄκουε τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει, ὅτι γεγήρακέ σου ἡ μήτηρ.» «Υἱὸς σοφὸς δοξάζει πατέρα.» «Ἔστησα κατὰ πρόσωπον αὐτῶν κεράμιον καὶ ποτήρια, καὶ εἶπα· Πίετε οἶνον. Καὶ εἶπαν· Οὐ μὴ

96

.

289

(50)

πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν ἐνετεί‐ λατο λέγων· Οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος· καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται
ὑμῖν, ὅτι ἐν σκηναῖς κατοικήσετε πάσας ἡμέρα τῆς289 in vol. 96

96

.

292

ζωῆς ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ’ ἧς διατρίβετε ὑμεῖς. Καὶ εἰσηκούσαμεν φω‐ νῆς Ἰωναδὰβ πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέ‐ ρας τῆς ζωῆς ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν,
5καὶ υἱοὶ ἡμῶν, καὶ αἱ θυγατέρες ἡμῶν. Διὰ τοῦτο οὕτως εἶπε Κύριος· Ἐπειδὴ ἤκουσαν οἱ υἱοὶ Ἰωνα‐ δὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ποιεῖν ὅσα ἐν‐ ετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, οὐ μὴ ἐκλείψῃ ἀνὴρ τῶν υἱῶν Ἰωναδὰβ παρεστηκὼς κατὰ προσώπου μου
10πάσας τὰς ἡμέρας τῆς γῆς.» «Ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας, καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ. Ὁ τιμῶν πατέρα, εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ὁ δοξάζων πα‐
15τέρα μακροημερεύσει, καὶ ὁ ἀκούων Κυρίου, ἀνα‐ παύσει μητέρα αὐτοῦ, καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν. Ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα ἐπέλθῃ σοι εὐ‐ λογία παρ’ αὐτῶν. Εὐλογία γὰρ πατρὸς στηρίζει οἴ‐
20κους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρὸς, καὶ ἐὰν ἀπολείπῃ σύνεσιν. συγγνώμην ἐχέτω, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. Ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπι‐ λησθήσεται.»
25 «Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ.» «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυ‐ ρίῳ. Τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν
30ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόθυμος ἐπὶ τῆς γῆς.» «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα. Τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ καὶ Θεῷ ἡμῶν.»
35 Ἡ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλοιντο, φιλοπάτρας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ’ ἀρετήν. Ἐκεῖνοι
40γὰρ τὸν πατέρα ὑπὸ γήρως πτεροῤῥυήσαντα περι‐ στάντες ἐν κύκλῳ, τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυ‐ νατὴν καὶ ἐν τῇ πτήσει παρέχονται βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο
45παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν, ἀντιπελάργωσιν ὀνομά‐ ζουσι. Εὐγνώμονες παῖδες μεγάλα ἀπαιτοῦσι παρὰ τῶν πατέρων ἐγκώμια.

96

.

292

(50)

Ἔργασαι τὸ καλὸν ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι, κἄν σοι μηδὲν ἔσεσθαι μέλλῃ. Τοῦτο αὐτὸ μισθὸς, τῷ πατρὶ χαρίζεσθαι. Εἴκειν ἀναγκαῖον πατράσι τοὺς παῖδας· ἀλλ’ ἔνθα‐
περ ὁ περὶ τῆς ἀληθείας εἰσελαύνει λόγος, τιμάσθω291 in vol. 96

96

.

293

Θεὸς, καὶ νικάτω τὰ αὐτοῦ, καὶ φιλοστοργίας δύνα‐ μιν φυσικήν. Τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας, τῶν ἀδυ‐ νάτων· ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε.
5 Γονέας τίμα. Οὗτος γὰρ νόμος θεῖος καὶ φυ‐ σικός. Εὐδαίμων ὅστις τοκέας εὐφραίνει, καθάπερ ἄρου‐ ρα τοὺς μοχθήσαντας ἐπὶ τῷ πολυπλασιασμῷ τῶν καταβληθέντων.
10 Πείθεσθαι πατράσι θεοφιλές. ΤΙΤΛ. ΚΓʹ. —Περὶ πατραλοίων, καὶ μητρα‐ λοίων, καὶ ὅσα ἕψεται κακὰ τοῖς ἀτιμάζουσι, καὶ ἀπειθοῦσι τοῖς ἑαυτῶν γονεῦσιν. «Ὃς τύπτει πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ,
15θανάτῳ θανατούσθω. Ὁ κακολογῶν πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανατούσθω.» «Ἄνθρωπος ὃς ἐὰν κακώσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. Πατέρα αὐτοῦ, καὶ μητέρα αὐτοῦ κακῶς εἰπὼν, ἔνοχός
20ἐστιν.» «Ἐὰν ᾖ τινι υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς, οὐχ ὑπακούων φωνὴν μητρὸς αὐτοῦ, καὶ παιδεύσωσιν αὐτὸν, καὶ μὴ εἰσακούσῃ αὐτὸν, καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ,
25ἄξουσιν αὐτὸν ἐπὶ τῆς γερουσίας τῆς πόλεως αὐτῶν, λέγοντες· Ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθής ἐστιν, καὶ ἐρεθίζει, καὶ οὐκ ἀκούει τῆς φωνῆς ἡμῶν. Καὶ λιθοβουλήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίθοις, καὶ ἀποθανεῖται.»
30 «Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» «Υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται.» «Ὁ ἀτιμάζων πατέρα, καὶ ἀπωθούμενος μητέρα αὐτοῦ, καταισχυνθήσεται, καὶ ἐπονείδιστος ἔσται.»
35 «Κακολογοῦντος πατέρα καὶ μητέρα, σβεσθήσε‐ ται λαμπτὴρ, αἱ δὲ κόραι ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.» «Ὀφθαλμὸν καταγελῶντα πατέρα, καὶ ἀτιμά‐ ζοντα γῆρας μητρὸς, ἐκκόψειαν αὐτὸν κόρακες ἐκ
40τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.» Ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσε‐ βοῦς.»
45 Ὡς βλάσφημος ὁ ἐγκαταλείπων πατέρα αὐτοῦ, καὶ κατηραμένος ὑπὸ Κυρίου, ὁ παροργίζων μητέρα αὐτοῦ. Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἡ γὰρ δόξα ἀνθρώπων, ἐκ τιμῆς πατρὸς αὐτῶν.» Ἐλεεινὸν ἀντὶ εὐκαρπίας τελεσφορεῖν ἀκάν‐

96

.

293

(50)

θας, καὶ ἀντὶ ἀγαθῶν ἐλπίδων ἀποκύειν λύπας·293 in vol. 96

96

.

296

τουτέστιν ἀντὶ δόξης καὶ τίμης ὕβριν καὶ ἀτιμίαν γονεῦσιν ἀποδοῦναι, καὶ τὴν τοῦ προφήτου σφετε‐ ρίζεσθαι φωνὴν τὴν λέγουσαν. Ἔμεινα τῷ ἀμπελῶ‐ νί μου τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησεν δὲ
5ἀκάνθας. ΤΙΤΛ. ΚΔʹ. —Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα, καὶ σωφρονίζειν. Εἰ γὰρ τοῦτο μὴ πράξωσιν, ταῖς ἐκείνων ἔνοχοι γίνονται ἁμαρ‐ τίαις.
10 «Ἡλὶ πρεσβύτης σφόδρα, καὶ ἤκουσεν ἃ ἐποίουν υἱοὶ αὐτοῦ μετὰ τῶν γυναικῶν τῶν παρεστηκυιῶν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ εἶπε Κύριος· Οὐχ οὕτως ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδίκια οἴκου
15Ἡλὶ ἐν θυμιάμασι καὶ ἐν θυσίαις αἰῶνος;» «Παίδευε υἱὸν, καὶ ἀναπαύσει σε, καὶ δώσει κό‐ σμον τῇ ψυχῇ σου.» «Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει.»
20 «Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθανεῖται. Σὺ μὲν γὰρ πατά‐ ξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύση.» «Πληγαὶ καὶ ἔλεγχος διδόασι σοφίαν.»
25 «Καλῶς ἐκτρέφει πατὴρ δίκαιος παιδεύων· ἐν δὲ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.» «Παίδευε υἱόν σου· οὕτως γάρ ἐστιν εὔελπις.» «Τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.»
30 «Μάστιγες καὶ παιδεία, ἐν παντὶ καιρῷ σο‐ φία.» «Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προκόψῃς.» «Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχίσει μάστιγας
35αὐτῷ.» «Ὁ διδάσκων τὸν υἱὸν διαζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπ’ αὐτῷ ἀγαλλιάσεται.» «Ἵππος ἀδάμαστος ἐκβαίνει σκληρὸς, καὶ υἱὸς ἀνείμενος ἐκβαίνει προαλής. Τιθήνισον τέκνον, καὶ
40ἐκθαμβήσει σε. Μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συν‐ οδυνηθῇς. Μὴ δὸς αὐτῷ ἐξουσίαν ἐν νεότητι, θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστι νήπιος.» «Οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε, αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ
45Κυρίου.» Παίδων φείδεσθαι πατρικὸς νόμος. Καταγελάστον ἀνθρώπῳ τῷ τῶν ἰδίων τέκνων, καὶ οἰκείων ἀφειδή‐ σαντι, καὶ παιδεύειν ἐπιχειροῦντι ξένους Μὴ συγχώρει τὸν υἱόν σου τοῖς ἀπαιδεύτοις καὶ

96

.

296

(50)

ἀγερώχοις νέοις ξυνομιλεῖν καθ’ ἑκάστην ξυναγε‐ λάζεσθαί τε καὶ ξυνεσθίειν, ἵνα μὴ τελευταῖον ἐπὶ τῇ ἐξωλείᾳ τοῦ παιδὸς, καὶ ἐπὶ τῇ αἰσχύνῃ κατανυ‐ γῇς τὴν ψυχήν σου μεγάλως, καὶ ὑπεύθυνος γένοιο τοῖς τῶν ἐχθρῶν σκώμμασι. Τὰ γὰρ αἴσχη τῶν παί‐
55δων καὶ τὰ πονηρεύματα τοῖς γονεῦσιν ἐπιγράφε‐
σθαι εἴωθεν.295 in vol. 96

96

.

297

ΤΙΤΛ. ΚΕʹ. —Περὶ πείρας πρὸς Θεὸν γενομένης, καὶ ὅτι οὐ δεῖ πειράζειν τὸν Θεόν. «Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» «Προσέθετο Κύριος ὁ Θεὸς λαλῆσαι τῷ Ἀχὰζ,
5λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἀχάζ· Οὐ μὴ αἰτήσω, οὐδὲ οὐ μὴ πειράσω Κύριον.» «Μὴ ἐκπειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐξεπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.»
10ΤΙΤΛ. Κϛʹ. —Περὶ πλήθους καὶ δήμου πόλεως. «Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ. Οὐ προστε‐ θήσῃ μετὰ πλειόνων ἐκκλῖναι κρίσιν.» «Οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.» «Μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ μὴ κατα‐
15βάλλῃς σεαυτὸν ἐν ὄχλῳ.» «Ἀπὸ τριῶν εὐλαβήθη καρδία μου· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμὸν, ὑπὲρ θάνατον πάντα λυπηρά.» Φιλοῦσιν οἱ δῆμοι, κἂν πρὸς τὸ παρὸν κατασχῶσι
20τὰς ὀργὰς, ὡς πῦρ ἐμφωλεῦον ὕλαις, ἢ ῥεῦμα βίᾳ κρατούμενον, εἰ καιροῦ λάβῃ, τὸ ἀνάπτεσθαί τε καὶ ἁναῤῥήγνυσθαι. ΤΙΤΛ. ΚΖʹ. —Περὶ παρατηρήσεως καὶ οἰωνι‐ σμοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς καιροὺς ἢ ἀνθρώ‐
25πους παρατηρεῖσθαι. «Τηρῶν ἄνεμον, οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις, οὐ θερίσει.» «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς
30ὑμᾶς.» «Μή τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐνπόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ ἐν Νεομηνίᾳ, ἢ Σαββάτῳ, ὅ ἐστι σκιὰ τῶν μελλόντων.» Οἶδα τινας, ὅτι Χριστιανοὶ ὄντες, ἰουδαΐζουσιν,
35λέγοντες· Σήμερον Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστί μοι εὐεργεσίαν ποιῆσαί τινι. Ἔρχεται νεομηνία· καὶ ὡσαύτως φωνὰς ὀρνέων φυλάσσουσιν, καὶ κλη‐ δονισμοὺς παρατηροῦνται, ἐπιδοῦναί τινι ἄρτον. Καὶ πάλιν· Σήμερον Πάσχα ἐστὶν, αὔριον γενέθλια, εἰς
40τρίτην ἀρχὴ σπορᾶς, καὶ οὐ δύναμαί τι ἐξενελκεῖν ἐκ τῆς οἰκίας μου. Ταῦτα ὅλα Ἰουδαϊκὰ τυγχάνει. Εἰ ταῦτα ποιεῖ τις, ὀφείλει καὶ ἄζυμα ἐσθίειν, καὶ πε‐ ριτέμνεσθαι, καὶ μετὰ Ἰουδαίων ζῇν. Καὶ τί λέγω περὶ Σαββάτων, καὶ νουμηνιῶν, καὶ πραγμάτων
45Ἰουδαϊκῶν· Οἶδα πολλοὺς βάπτισμα ἔχοντας, καὶ αἱρετικῶν πράγματα ἐπιτελοῦντας. Μετὰ γὰρ τὴν ἡλίου δύσιν παρατηροῦνται πῦρ διδόναι τῷ γείτονι. Οὐαὶ τοῖς ταῦτα ποιοῦσιν! Ὅσοι ταῦτα παραφυλάττον‐ ται, παρακούσαντες τοῦ Θεοῦ, ὑπὸ χάριν οὐ τυγχάνου‐

96

.

297

(50)

σι, μὴ δεξάμενοι τὸ Εὐαγγέλιον, ἀλλὰ τοὺς Ἰουδαίους καὶ τοὺς αἱρετικοὺς μιμησάμενοι, τὴν μερίδα αὐτῶν ἐκληρονόμησαν. Τὸν γὰρ Χριστιανὸν οὐδὲν τούτων
παραφυλάττεσθαι χρή· μὴ παρατηρεῖσθαι ἡμέρας,297 in vol. 96

96

.

300

καὶ ὥρας, καὶ ἀνθρώπους, καὶ κληδονισμούς. Πολλοὶ οὖν ἐργαζόμενοι τὸ ἀγαθὸν, ἐπελθόντος τοῦ Σατανᾶ, καὶ καταλύσαντος αὐτὸ, οὐκ ἐπιγράφουσι τὴν αἰτίαν ἐκείνῳ, ἀλλὰ λέγουσιν· Ὁ δεῖνα ὁ ἄνθρωπος παραγε‐
5νόμενος ἐβάσκηνε τῷ ἔργῳ· ἐπιγράφοντες τὴν αἰτίαν τῷ ἀνθρώπῳ. Ὁ διάβολος ἀπ’ ἀρχῆς βάσκανος ἐστι καὶ πολέμιος τοῖς ἀνθρώποις. Ἐὰν ἴδῃ ἔργον καλὸν ἐν τῷ ἀνθρώπῳ, φθονεῖ, καὶ ἀγωνίζεται καταργῆσαι αὐτό· καὶ ἐπειδὴ ἀόρατός ἐστι, πάντοτε διὰ προφά‐
10σεως πολεμεῖ τὸν ἄνθρωπον, ἵνα ποιήσαντος αὐτοῦ τὸ κακὸν, ἄλλοις ἐπιγράφῃ ἀναιτίοις. Ὅτε οὖν ἴδῃ βοῦν καλὸν καλῶς ἀγωνιζόμενον ἐν ἁμάξῃ, καὶ ὑπὸ πολλῶν ἐπαινούμενον, προσέρχεται, καὶ διαῤῥήσσει αὐτόν· καὶ, οὐκ αἰτιᾶται ὁ ἄνθρωπος τὸν ἐνεργήσαντα
15διάβολον εἰς τὸ κακὸν ἀλλ’ ὑποβληθεὶς ἐξ αὐτοῦ, κα‐ ταρᾶται καὶ βλασφημεῖ τοὺς ἀνθρώπους. Ὁμοίως ἐξῆλθέν τις εἰς ἀποδημίαν, καὶ ἄπρακτος ἀνέλυσεν, καὶ εὐθὺς λέγει· ὁ δεῖνά μοι ὑπήντησεν ἀπιόντι, καὶ διὰ τοῦτο ἀπέτυχον. Καὶ οὐκ αἰτιᾶται τὸν διάβολον τὸν
20ἐνεργήσαντα, ἀλλὰ τὸν ἄνθρωπον τὸν ἀναίτιον ὄντα, ὡς κακόφθαλμον. Καὶ βλέπε δραπέτου πονηροῦ ἐνέρ‐ γειαν. Οἷον δ’ ἂν μέλλωσι παραφυλάττεσθαι ἄνθρω‐ πον, τοῦτον καὶ ἐνεργεῖ ἀπαντῆσαι αὐτοῖς. ΤΙΤΛ. ΚΗʹ. —Περὶ παραθήκης· καὶ ὅτι χρὴ πι‐
25στῶς ποιεῖσθαι τὴν ταύτης φυλακὴν, καὶ μηδαμῶς δόλον εἰς ἀποστέρησιν τοῦ παραθε‐ μένου μηχανᾶσθαι. Ἐάν τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλά‐ ξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν
30εὑρεθῇ ὁ κλέψας, ἀποτίσει διπλοῦν. Ἐὰν δὲ μὴ εὑ‐ ρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ Κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ, καὶ ὀμεῖται περὶ πάσης ἀπωλείας. Ἐάν τις δῷ τῷ πλησίον ὑποζύγιον, ἢ μόσχον, ἢ πρό‐ βατον, ἢ κτῆνος φυλάξαι, καὶ τελευτήσῃ, ἢ συντρι‐
35βῇ, ἣ αἰχμάλωτον γένηται, καὶ μηδεὶς ἴδῃ, ὅρκος ἔσται τοῦ Θεοῦ ἀναμέσον ἀμφοτέρων, καὶ προσδέ‐ ξεται ὁ Κύριος αὐτοῦ, καὶ οὐ μὴ ἀποτίσει. Ἐὰν δὲ κλαπῇ ἀπ’ αὐτοῦ, ἀποτίσει τῷ Κυρίῳ αὐτοῦ· ἐὰν δὲ θηράλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ
40οὐκ ἀποτίσει.» ΤΙΤΛ. ΚΘʹ. —Περὶ πρεσβυτέρων. «Πολλοὶ ἁμαρτωλοὶ πρεσβύτεροι ὄντες προσ‐
φέρουσιν, καὶ οὐκ ἀποστρέφεται ὁ Θεὸς, ἀλ‐299 in vol. 96

96

.

301

λὰ τῷ Πνεύματι τῷ ἁγίῳ ἁγιάζει τὰ προκεί‐ μενα δῶρα. Καὶ ὁ μὲν ἄρτος γίνεται σῶμα τί‐ μιον τοῦ Κυρίου, τὸ δὲ ποτήριον, αἷμα τίμιον τοῦ Κυρίου. Εἰσὶν οὖν τινες ὑπολαμβάνοντες, ὡς
5εὔλογόν τι ποιοῦντες, καὶ μὴ κοινωνοῦντες παρ’ αὐτῶν, μὴ εἰδότες ὅτι χεῖρον κατακρίνονται. Τίς γὰρ εἶ σὺ ὁ κρίνων τὸν ἄρχοντά σου; Οὐκ ἤκουσας τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς; Καὶ πάλιν, Σὺ τίς εἶ ὁ
10κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει, ἢ πίπτει. Πότε ἔγνως ὅτι πρόβατον ποιμένα δι‐ έσωσεν, ἢ κατὰ ποιμένος κατηγορίαν συνάπτει; Ὥσπερ οὖν τὸ ἄλογον πρόβατον οὐ δύναται ὀξῦναι τοὺς ὀδόντας κατὰ τοῦ ποιμένος, οὕτως οὐδὲ τῷ
15λογικῷ προβάτῳ ἐπιβάλλει ὀξύνειν τὴν γλῶσσαν εἰς κατηγορίαν. Σὺ ὁ ὑπ’ αὐτοῦ διδασκόμενος καὶ χειραγωγούμενος, οὐκ ἔχεις ἐξουσίαν κρίνειν καὶ ἐλέγχειν αὐτόν· καθὼς εἶπεν ὁ Ἀπόστολος· Μὴ πρὸ καιροῦ τί κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος ὃς καὶ
20φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ἔπαινος γε‐
νήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ἐκεῖνος ἔχει301 in vol. 96

96

.

304

ἐξουσίαν κρίνειν σε· Ὁ δὲ ἐκεῖνον κρίνων, ὁ Κύριός ἐστιν. Καὶ πάλιν· Μὴ κρίνετε, ἵνα μὴ κρι‐ θῆτε. Σὺ τὴν ὀφειλομένην τιμὴν, καὶ προσκύνησιν ἀπόδος, καθὼς παρήγγειλέ σοι Παῦλος, λέγων·
5»Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον. τὸν φόρον· τῷ τὴν τιμὴν, τὴν τιμήν. Τὰ τοῦ κανόνος πλήρωσον· τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων σου προσένεγκε τῇ Ἐκκλησίᾳ, μὴ περιεργαζόμενος τὴν ἀνάλωσιν αὐτῶν. Εἰ δὲ κρίνειν βούλει· ὅπερ οὐκ
10ἐπιτρέπεταί σοι· εἴσελθε εἰς τὸ ταμιεῖον τῆς ψυχῆς σου. Γνῶθι τὰ τοῦ συνειδότος σου, εἰ οὐκ ἐφόνευ‐ σας, οὐκ ἐμοίχευσας, οὐκ ἐπόρνευσας, οὐκ ἐπλεο‐ νέκτησας, οὐχ ἥρπασας, οὐκ ἐλοιδόρησας, οὐκ ἐπιώρ‐ κησας, οὐκ ἐψεύσω, καὶ εἰ οὐδὲν τῶν ἀπηγορευ‐
15μένων διεπράξω· καὶ οὕτως οὐκ ἐπιτρέπεταί σοι κρίνειν τὸν ἄρχοντά σου. Μᾶλλον δὲ οὐδὲ οὕτως· Ταπεινοὺς γὰρ ἀγαπᾷ Κύριος. Ἕκαστος οὖν τὰς ἰδίας πράξεις βλεπέτω, μὴ κρίνων τὸν πλησίον αὐτοῦ. Εἰ δέ τις παρακούσας τῶν εἰρημένων, ἐπι‐
20βάλλει τὴν γλῶσσαν αὐτοῦ εἰς κατηγορίαν τοῦ πλησίον, τὴν αὐτοῦ ἀντιμισθίαν, καὶ αὐτὸς προσδο‐ κάτω ὑπομένειν ἐν τάχει. Ἃ γάρ τις εἰς τὸν πλησίον ἐργάσεται, ταῦτα καὶ αὐτὸς προσδοκάτω ἀπολήψεσθαι, καθὼς εἶπεν ὁ Κύριος, ὅτι Οἵῳ μέ‐
25τρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἕκαστος ὑμῶν τοῖς ἰδίοις ἔργοις προσεχέτω· μεριμνήσω‐ μεν περὶ τῶν ἡμετέρων κακῶν, καὶ ὧν οὐ προσετάχθημεν κρίνειν, μὴ κρίνωμεν. Πλὴν καὶ ὁ ἱερεὺς ὀφείλει διακεῖσθαι πρὸς τὸν λαὸν, πρὸ
30πάντων γνησίως ὑπερευχόμενος αὐτοῦ ἐξ ὅλης καρ‐ δίας αὐτοῦ. Καθὼς εἶπεν ὁ Κύριος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προ‐ βάτων, τὸν ἐν ἀνάγκαις βοηθῶν, τὸν λυπούμενον παρακαλῶν, τὸν πεπλανημένον ἐπιστρέφων, τὸν πέ‐
35νητα παραμυθούμενος, ἀμνησίκακος, ἀμνημονῶν τῶν εἰς αὐτὸν γινομένων κακῶν. Ἐπειδὴ μνησικά‐ κου προσευχὴ ἀπρόσδεκτος παρὰ Κυρίῳ, τῆς κα‐ κίας μενούσης ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἐὰν μὴ διαλ‐ λαγῇς τῷ πλησίον σου, μὴ ἀπέλθῃς εἰς τὸ θυσιαστή‐
40ριον. Μνήσθητι τῆς παραγγελίας τοῦ Κυρίου· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον, καὶ ὕπαγε διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε
45ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Μὴ μνησικακή‐ σῃς· δόλους μὴ μελέτα, ἵνα μὴ τὸν μὲν ταπεινοῖς, τὸν δὲ ὑψοῖς· μὴ τὸν μὲν πλούσιον προτιμήσῃς διὰ τῆς πρωτοκλισίας, τὸν δὲ πένητα παρορᾷς, ἀλλὰ τὴν ἰσότητα πρὸς πάντας φύλαξον. Κατηγορίαν

96

.

304

(50)

ταχέως μὴ παραδέξῃ· ἀπὸ ἀκοῆς μὴ κρίνῃς ποτέ· πολλοὶ γὰρ κατὰ φθόνον καὶ ἔριν κατηγοροῦσι τοῦ πλησίον· ἐὰν δὲ καὶ μετὰ πάσης ἀκριβείας εὕρῃς τὸν ἁμαρτάνοντα, μὴ εὐθέως ἐπὶ πάντων αὐτὸν ἐλέγξῃς, ἵνα μὴ περισσοτέρως δώσῃς αὐτῷ καιρὸν
55μηδένα αἰδεῖσθαι. Δύο γὰρ κακὰ κέκτηται τὸ ἐπὶ
πάντων ἐλεγχθῆναι. Οἱ μὲν γὰρ ἐλεγχόμενοι, πεπαῤ‐303 in vol. 96

96

.

305

ῥησιασμένως κτῶνται τὴν ἁμαρτίαν. Μέχρι γὰρ τοῦ ἐλεχθῆναι, καὶ φοβεῖται, καὶ αἰσχύνεται. Ὅτε δὲ ἐλέγχεται ἐπὶ πάντων, αἰσχυνότερος γίνεται. Οἱ δὲ ἐλεγχόμενοι μὴ φέροντες τὴν αἰσχύνην, τρέπονται
5ἐπὶ τὰ χείρονα. Τοιοῦτός ἐστιν ὁ Σατανᾶς. Ὑπο‐ βάλλει ποιῆσαι τὴν ἁμαρτίαν, καὶ διὰ τὴν ἁμαρ‐ τίαν ἐπιτελέσαι καὶ τὴν αἰσχύνην. Διὰ οὖν ταύτας τὰς παγίδας τοῦ ἐχθροῦ, ὁ πιστευθεὶς ποίμνην Χρι‐ στοῦ, ὀφείλει πραῢς εἶναι, καὶ μετὰ πολλῆς ἀσφα‐
10λείας ἐπιζητεῖν· καὶ ἐὰν εὕρῃ τὸν ἡμαρτηκότα, μὴ εὐθέως αὐτὸν ἐκβάλλῃ τῆς Ἐκκλησίας, ἵνα μὴ δρα‐ ξάμενος αὐτὸν ὁ Σατανᾶς, ἴδιον ποιήσῃ τὸν ἄνθρω‐ πον. Ὅταν γὰρ ἐκβληθῇ ἄνθρωπος τῆς Ἐκκλησίας, εὐθέως παραλαμβάνει αὐτὸν ὁ Σατανᾶς, καὶ ἕως
15ὅτε δέξηται αὐτὸν ὁ πρεσβύτερος, οὐκ ἀφίσταται ἀπ’ αὐτοῦ. Ὅταν γὰρ ἀφορισθῇ ἄνθρωπος, ἔξω τῶν ὅρων τῶν Χριστιανικῶν εὑρίσκεται. Καὶ ὅσον ἂν χρόνον μένῃ ἀφωρισμένος, ἐν ἐκείνῳ τῷ κόσμῳ μετὰ τῶν Ἑλλήνων κρίνεται. Λαβὼν οὖν αὐτὸν
20κατὰ μόνας, ἐπιτίμησον, παρακάλεσον, νουθέτη‐ σον, οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρίς. Καὶ εἰ μὲν ἐπήκουσέ σου, ἐκέρδησας αὐτοῦ τὴν ψυχὴν, καθὼς εἶπεν ἡ Γραφή· ὅτι ὁ ἐπιστρέψας ἄνθρω‐ πον ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θα‐
25νάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Ἐὰν δὲ μετὰ τὰς τρεῖς νουθεσίας παρακούσῃ, καὶ μὴ διορ‐ θώσηται, ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· καὶ τῷ τοιού‐ τῳ μηδὲ συνεσθίετε, ἕως ἂν διορθώσηται ἑαυ‐ τόν.
30ΤΙΤΛ. Λʹ. —Περὶ προσφυγίου, καὶ τῶν προσ‐ φευγόντων ἐν ἱεροῖς τόποις· καὶ ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι. «Ἐὰν ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖ‐
35ναι αὐτὸν δόλῳ, καὶ καταφεύγῃ, ἀπὸ τοῦ θυσιαστη‐ ρίου μου λήψῃ αὐτὸν θανατῶσαι.» «Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας Δεσπότου, μή‐ ποτε καταράσηταί σε, καὶ ἀφανισθῇς.» Ἔτυχε γυναῖκά τινα τῶν ἐπιφανῶν ἐξ ἀνδρὸς οὐ
40πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντος χηρεῦσαι. Ὁ δὲ τοῦ δικαστοῦ σύνεδρος ἐβιάζετο, πρὸς γάμον ἕλκων ἀπάξουσαν. Ἡ δὲ οὐκ ἔχουσα ὅπως διαφύγῃ τὴν τυραννίδα, βουλὴν βουλεύεται οὐ τολμηρὰν μᾶλλον, ἢ συνετήν. Τῇ ἱερᾷ τραπέζῃ προσφεύγει, καὶ Θεὸν
45ποιεῖται προστάτην κατὰ τῆς ἐπηρείας. Τί οὖν ἔδει ποιεῖν, μὴ ὅτι τὸν μέγαν Βασίλειον, καὶ τῶν τοιούτων ἅπασι νομοθέτην, ἄλλον δέ τινα τῶν πολὺ μετ’ ἐκεῖνον, ἱερέα δὲ ὅμως οὐκ ἀντιποιεῖσθαι ἔδει; Οὐ χεῖρα ὀρέγειν Θεοῦ φιλανθρωπίᾳ, καὶ νόμῳ τῷ τε‐

96

.

305

(50)

τιμηκότι θυσιαστήρια; οὐ πάντα δρᾶσαι καὶ παθεῖν ἐθελῆσαι πρότερον, ἤ τι βουλεύσασθαι κατ’ αὐτῆς
ἀπάνθρωπον; καὶ καθυβρίσαι μὲν τὴν ἱερὰν τρά‐305 in vol. 96

96

.

308

πεζαν, καθυβρίσαι δὲ τὴν πίστιν μεθ’ ἧς ἱκέτευεν; Οὐ, φησὶν ὁ κενὸς δικαστὴς, ἀλλ’ ἡττᾶσθαι χρὴ πάν‐ τας τῆς ἐμῆς δυναστείας, καὶ προδότας γενέσθαι Χριστιανοὺς τῶν οἰκείων νόμων. Ὁ μὴν ἐζήτει τὴν
5ἱκέτιν, ὁ δὲ εἴχετο κατὰ κράτος· ὁ δὲ ἐξεμαίνετο, καὶ τέλος προπέμπει τινὰς τῶν ἐπ’ ἐξουσίας, τὸν τοῦ ἁγίου κοιτωνίσκον ἐξερευνήσαντας, οὐ κατὰ χρείαν μᾶλλον ἢ ἀτιμίαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι, καὶ ἀπολογεῖσθαι κελεύει, ὡς ἕνα
10τῶν κατακρίτων. Ὁ δὲ παρῆν, ὁ δὲ προὐκάθητο γέμων θυμοῦ, καὶ φρονήματος, καὶ τὰ λοιπά. Τίνος ἕνεκεν ἀγανακτεῖς, ἀγαπητὲ, ἐπειδὴ εἰς Ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνε‐ κῶς; Διὰ τοῦτο μὲν οὖν μάλιστα δοξάζειν χρὴ τὸν
15Θεὸν, ὅτι ἣν αὐτὸς ἀπετείχισεν καὶ ἀπεκώλυσε κα‐ ταφυγεῖν γράμμασι καὶ νόμοις, αὐτὸς διὰ τῶν ἔργων ἠκύρωσε, μαθὼν ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς, δι’ ὧν ἔπαθεν, καὶ γέγονε τῆς οἰκου‐ μένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν
20ἅπασι, παραινῶν, καὶ λέγων, μὴ ποιῆτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα, καὶ διδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς. Εἰ ἄγαλμα νεκρόν τε καὶ ἄψυχον ἱκανὸν σώζει τοὺς ἐπ’ αὐτὸ καταφεύγοντας, δι’ ἣν ἐξεικόνισται
25καὶ κεχαρακτήρισται μορφὴν, πόσῳ καὶ πλέον ἱερὸν Θεοῦ ἐνδιαίτημα περιέπειν καὶ σκέπειν ὀφείλει τοὺς ἐπ’ αὐτὸ, καὶ τὴν ἐπ’ αὐτοῦ ἐπικουρίαν ἐνθέσμως προσφεύγοντας. Οὐ γὰρ θέμις μετὰ τυραννικοῦ φρυάγματος ἐπιβαίνειν κατατολμᾷν τοῖς ἀβάτοις,
30καὶ χειρὶ κραταιᾷ, καὶ θρασείᾳ, καθάπερ ἐκ κόλ‐ πων, καὶ χειρὸς Κυρίου ἀποσπᾷν βιάζεσθαι τοὺς ἐπὶ τὸ σέβας ὑπεκδύσαντας· ἀλλὰ πρῶτον μὲν κἂν αἵματος μετέχοιεν οὗτοι, χρὴ τὴν τιμὴν νέμειν τῷ τιμητῷ. Ἔπειτα δὲ πειρᾶσθαι ὁσίως καὶ δικαίως
35παραλαβεῖν τούτους, καὶ οὐ δι’ ἑαυτῶν χειρώσασθαι, ἀλλὰ μᾶλλον παρὰ τῶν εἰς τοῦτο διεσταλμένων νεοκό‐ ρων. ΤΙΤΛ. ΛΑʹ. —Περὶ πόλεως ἀσεβείας πεπληρω‐ μένης.
40«Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.» «Ἐν τόποις ἀσεβῶν ἀναλίσκονται ἄνθρωποι.» «Ἄνδρες ἀσεβεῖς ἐξέκαυσαν πόλιν.» «Οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ.» «Ὦ πόλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδι‐
45κίας!» «Ὦ πόλις ἡ φαυλίστρια! ἡ κατοικοῦσα ἐπ’ ἐλ‐ πίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι, καὶ
οὐκ ἔσται μετ’ ἐμὲ ἔτι. Πῶς ἐγενήθη εἰς ἀφανισμὸν,307 in vol. 96

96

.

309

νομὴ θηρίων; πᾶς ὁ διαπορευόμενος δι’ αὐτῆς, συ‐ ριεῖ, καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.» «Ὦ πόλις ἐργαζομένη μάταια!» «Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ.»
5 «Ἀσεβῶν πόλις, εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομη‐ θῇς.» «Πῶς ἐγένετο πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.»
10 «Ἄκουε ταῦτα ἡ τρυφερὰ, ἡ καθημένη, ἡ πε‐ ποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς, Ἐγώ εἰμι, καὶ οὐκ ἔσται μετ’ ἐμοῦ ἔτι. Πῶς ἐγενήθη εἰς ἀφα‐ νισμόν;» «Ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ!
15Ὡς ψύχει λάκκος ὕδωρ αὐτοῦ, οὕτως ψύχει κακία αὐτῆς. Ἀσέβεια καὶ ταλαιπωρία αὐτῆς ἀκουσθήσε‐ ται ἐν αὐτῇ διὰ παντός.» «Πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ, καὶ πρὸς τὸν προσήλυτον ἐπιστρέφονται ἐν ἀδικίαις,
20ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοὶ, καὶ τὰ ἅγιά μου ἐξουδένωσαν. Ἀνόσια ἐποίουν ἐν μέσῳ σου. Ἕκαστος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνό‐ μησαν. Δῶρα ἐλάμβανον ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλάμβανον ἐν σοί. Ἐμοῦ
25δὲ ἐπελάθοντο, λέγει Κύριος.» Εἰσὶ πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις, καὶ μέντοι, καὶ μελῶν τινων κεκλασμένων καὶ διεφθαρμένων παντάπασι, πολλὴν ἀκολασίαν
30ταῖς ψυχαῖς ἐντικτόντων. Ὧν ἐπὶ πλεῖστον ἀκούοντες, οὐκ ἐμπίπλανται, καὶ τοὺς τοιούτους δήμους πολλοὶ μακαρίζουσιν, ὅτι τὰς κατ’ ἀγορὰν ἐμπορείας, ἢ τὰς ἐκ τῶν τεχνῶν πρὸς τὸ ζῇν ἐπινοίας καταλιπόντες, διὰ ῥᾳθυμίας πάσης καὶ ἡδονῆς τὸν τεταγμένον
35αὐτοῖς τῆς ζωῆς χρόνον διαπερῶσιν· οὐκ εἰδότες ὅτι ὀρχήστρα εὐθηνουμένη θεάμασιν ἀκολάστοις, κοινὸν καὶ δημόσιον διδασκαλεῖον ἀσελγείας τοῖς συγκαθημένοις ἐστὶν, καὶ τὰ παναρμόνια τῶν αὐλῶν μέλη, καὶ ᾄσματα πορνικὰ, ἐγκαθεζόμενα ταῖς τῶν
40ἀκουόντων ψυχαῖς, οὐδὲν ἕτερον, ἢ πάντας ἀσχημο‐ νεῖν ἀναπείθει, ἢ τὰ τῶν κιθαριστῶν αὐλητῶν κρού‐ σματα μιμουμένους. Ἤδη τινὲς τῶν ἱππομανούντων, κατ’ ὄναρ περὶ τῶν ἵππων μάχονται, ἅρματα με‐ ταζευγνύντες, καὶ ἡνιόχους μετατιθέντες, καὶ ὅλως
45τῆς μεθημερινῆς ἀφροσύνης οὐδὲν ἐν ταῖς καθ’ ὕπνον φαντασίαις ἀφίστανται. Ἔστιν ἰδεῖν περὶ τὰς ἀντιθέτους ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας· πηδῶσι, βοῶ‐ σιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθήμε‐

96

.

309

(50)

νοι, παίουσι τὸν ἀέρα τοῖς δακτύλοις, ὡς μάστιξι, ζευγνύουσιν, μεταζευγνύουσιν, οὐδενὸς ὄντες κύριοι· ἀντιδιδόασιν ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους,
ἱπποστασίας, στρατηγούς. Καὶ ταῦτα τίνες; οἱ309 in vol. 96

96

.

312

πένητες πολλάκις, καὶ ἄποροι, καὶ μηδ’ ἂν εἰς μίαν ἡμέραν τροφῆς εὐπορήσοντες. Οἱ φοβούμενοι τὸν Κύριον περιμένουσι τὴν Κυ‐ ριακὴν, ἵνα τὴν εὐχὴν τῷ Θεῷ ἀναπέμψωσιν, καὶ
5τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἀπολαύσω‐ σιν. Οἱ δὲ ῥᾴθυμοι περιμένουσι τὴν Κυριακὴν, ἵνα τοῦ ἔργου ἀπεχόμενοι, τοῖς κακοῖς σχολάσωσι. Καὶ ὅτι οὐ ψεύδομαι, μαρτυρεῖ τὰ πράγματα. Ἔξελθε ἐν τῇ μέσῃ εἰς ἄλλην ἡμέραν, καὶ οὐδένα εὑρίσκεις·
10ἔξελθε ἐν τῇ Κυριακῇ, καὶ εὑρήσεις, τοὺς μὲν κιθα‐ ρίζοντας, ἄλλους ἐπικροτοῦντας, ἑτέρους καθεζομέ‐ νους, καὶ τοὺς πλησίον λοιδοροῦντας, ἄλλους παλαί‐ οντας, καλεῖ ὁ κήρυξ εἰς τὴν ἐκκλησίαν, καὶ πάντες ὡς ὑπὸ ὄκνον προβάλλονται. Γέγονε κιθάρας ἦχος,
15ἢ αὐλοῦ, καὶ πάντες ὡς ὑπόπτεροι τρέχουσιν· τὰ θεάματα τῆς ἐκκλησίας ὁρῶμεν· τὸν Δεσπότην Χριστὸν ὁρῶμεν ἀνακείμενον ἐπὶ τῆς τραπέζης, τὰ Σεραφὶμ τὸν τρισάγιον ὕμνον ᾄδοντα, εὐαγγε‐ λικὰς φωνὰς, Πνεύματος ἁγίου παρουσίαν, τοὺς
20προφήτας κελαδοῦντας, τὸν τῶν ἀγγέλων ὕμνον τὸ Ἀλληύια, ὅλα πνευματικὰ, ὅλα σωτηρίας ἄξια, ὅλα βασιλείας πρόξενα. Ταῦτα ἀκούει ὁ ἐρχό‐ μενος εἰς τὴν ἐκκλησίαν. Τί δὲ θεωρεῖ ὁ τρέχων εἰς τὰ θέατρα; ᾄσματα διαβολικά· γυναῖκας ὀρχουμέ‐
25νας. Τί γὰρ ποιεῖ ἡ ὀρχουμένη; γυμνοῖ τὴν κεφα‐ λὴν ἀναισχύντως, ἣν παρήγγειλε Παῦλος ἀδιαλείπτως σκεπάζειν. Ἐκστρέφει τὸν τράχηλον· τὰς τρίχας ὧδε κἀκεῖ ἐκπετάζει. Ταῦτα ποιεῖ καὶ ἡ δαιμονῶσα. Ὁ δὲ κιθαρῳδὸς ὥσπερ δαίμων τῷ ξύλῳ προσμάχεται.
30Τοιοῦτον καὶ τὸ συμπόσιον τοῦ Ἡρώδου, καὶ εἰσ‐ ελθοῦσα ὠρχήσατο Ἡρωδιὰς, καὶ τὴν κεφαλὴν Ἰωάν‐ νου τοῦ Βαπτιστοῦ ἀπέτεμεν, καὶ τὰ καταχθόνια τοῦ ᾅδου ἐκληρονόμησεν. Οἱ οὖν ἀγαπῶντες τὴν ὄρχησιν, μετ’ αὐτῆς ἔχουσι τὴν μερίδα. Οὐαὶ τοῖς
35ἐν Κυριακῇ κιθαρίζουσιν ἢ ἐργαζομένοις. Εἰς ἀνά‐ παυσιν μισθίων καὶ δούλων ἐδόθη. Αὕτη γὰρ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εἰσέρχεται μίσθιος εἰς τὴν οἰκίαν σου, καὶ ὑποτίθησι τὸν ὦμον ἐν τοῖς
40ἔργοις σου. Συντρίβεται ἐν ἱδρῶτι καὶ καμάτῳ, καὶ οὐ συγχωρεῖς αὐτὸν ἀναπνεῦσαι. ΤΙΤΛ. ΛΒʹ. —Περὶ πράσεως καὶ ἀγορασίας. «Φύλασσε τὰς ὁδούς σου εὐσυναλλάκτως.» «Ὁ κτώμενος, μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ
45θρηνείτω, διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐ μὴ ἐπιστρέψῃ.» «Ἀναμέσον πρατοῦ καὶ ἀγοραστοῦ συντριβήσεται ἁμαρτία.» ΤΙΤΛ. ΛΓʹ—Περὶ παιδείας Θεοῦ, καὶ τῶν εὐγε‐

96

.

312

(50)

νῶς φερόντων. «Γνώσῃ τῇ καρδίᾳ σου, ὅτι ὡς εἴ τις παιδεύσει τὸν υἱὸν αὐτοῦ, οὕτως Κύριος ὁ Θεός σου παιδεύσει σε.»
«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς311 in vol. 96

96

.

313

πλὴν ἐμοῦ. Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πα‐ τάξω, κἀγὼ ἰάσομαι.» «Κύριος θανατοῖ, καὶ ζωογονεῖ· κατάγει εἰς ᾅδου, καὶ ἀνάγει.»
5 «Ἀναστὰς Ἰὼβ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ πεσὼν χαμαὶ προσεκύνησεν τῷ Κυρίῳ, καὶ εἶπεν αὐτός· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφ‐
10είλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶ‐ νας.» «Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος. Νου‐ θέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ
15ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται.» «Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε.» «Ἡ παιδεία σου ἀνορθῶσαι με εἰς τέλος, καὶ ἡ
20παιδεία σου.» «Ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελή‐ ματι αὐτοῦ.» «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρω‐ πον.»
25 «Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύ‐ ριε.» «Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ θανάτῳ οὐ παρέδωκέ με.» «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω
30τὰ δικαιώματά σου.» «Υἱὲ, μὴ ὀλιγόρει παιδείας Κυρίου, μηδὲ ἐκ‐ λύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύ‐ ριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα‐ δέχεται.»
35 «Ὁ δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται.» «Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν τῆς γῆς.» «Ὅταν ὀργὴ θυμοῦ μου γένηται, πάλιν ἰάσο‐ μαι.»
40 «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» «Δι’ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπά‐ ταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν τοῖς ὁδοῖς τῆς καρδίας αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα,
45καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν.» «Ἰδοὺ πεπρακά σε, οὐχ ἕνεκεν ἀργυρίου· ἐξ‐ ειλάμην δέ σε ἐκ καμίνου πτωχείας ἕνεκεν ἐμοῦ.» «Ἐν πόνῳ καὶ μάστιγι παιδεύθητι Ἱερουσα‐

96

.

313

(50)

λὴμ, μήποτε ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ· μὴ ποιήσω σε ἄβατον γῆν, ἥ τις οὐ κατοικηθήσε‐ ται.» «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ
μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.»313 in vol. 96

96

.

316

«Τεκνία, μακροθυμήσατε ἐπὶ τῇ ἐπελθούσῃ ὑμῖν ὀργῇ.» «Φείδῃ πάντων, ὅτι σά ἐστι, Δέσποτα φιλό‐ ψυχε.»
5 «Καὶ διὰ τοῦτο τοὺς παραπίπτοντας κατ’ ὀλίγον ἐλέγχεις, καὶ ἐν οἷς ἁμαρτάνουσιν, ὑπομιμνήσκων νουθετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας αὐτῶν, πιστεύσωσιν ἐπὶ σὲ, Κύριε. Παιδεύων ἡμᾶς, τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν
10ἀγαθότητα μεριμνήσωμεν κρίνοντες· κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος.» «Ἔλεος Κυρίου ἐπὶ πᾶσαν σάρκα, ἐλέγχων, καὶ παιδεύων, καὶ διδάσκων, καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ, καὶ τοὺς ἐκδεχομένους
15παιδείαν ἐλεεῖ.» «Ὁ φοβούμενος παιδείαν, ἐκδέξεται παι‐ δείαν.» «Ἔλεος καὶ ὀργὴ παρ’ αὐτῷ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ ἐστιν.»
20 «Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παι‐ δεύει. Μαστιγοῖ δὲ πάντα τὸν υἱὸν ὃν παραδέχεται· εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ;
25εἰ δὲ χωρίς ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί, Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχο‐ μεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζή‐ σομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ
30δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, ἐπὶ τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παι‐ δεία, πρὸς μὲν τὸ παρὸν, οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.»
35 Τὸ συμφέρον ἑκάστῳ ὁ ἀγαθὸς Δεσπότης ἐπάγει. Πλοῦτον μὲν γὰρ ἀφαιρεῖται παρὰ τῶν κακῶς αὐτὸν κεκτημένων, τὸ πρὸς ἀδικίαν αὐτῶν ὄργανον δια‐ φθείρων. Νόσον ἐπάγει, ὡς λυσιτελέστερον τὸ πεπεδῆσθαι τοῖς μέλεσιν, ἢ ἀκωλύτως ἔχει τὰς πρὸς
40τὸ ἁμαρτάνειν ὁρμάς. Θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς, περὶ ἕκαστον ἡμῶν τὸ συμφέρον προβλεπόμενος, ἐπ‐ ήξατο. Λιμοὶ δὲ, καὶ αὐχμοὶ, καὶ ἐπομβρίαι, κοιναί τινές εἰσι πληγαὶ πόλεων καὶ ἐθνῶν, τοῦ κακοῦ τὴν
45ἀμετρίαν κολάζουσαι. Ὡς οὖν εὐεργέτης ἰατρὸς, κἂν πόνους, κἂν ἀλγηδόνας ἐμποιῇ τῷ σώματι, τῇ νόσῳ μάχεται, οὐχὶ τῷ κάμνοντι· οὕτω καὶ ὁ ἀγαθός ἐστι Θεὸς, ὁ τὴν σωτηρίαν πάντων διὰ μερικῶν κολάσεων διοικούμενος. Νόσοι πόλεων καὶ ἐθνῶν,

96

.

316

(50)

ἀέρων αὐχμοὶ, καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστου τραχύτεραι περιπτώσεις, τῆς κακίας
τὴν αὔξησιν ἐπικόπτουσιν. Ὥστε τὰ τοιαῦτα κακὰ315 in vol. 96

96

.

317

παρὰ Θεοῦ γίνεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα. Αἵ τε γὰρ κατὰ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπι‐ νενόηνται.
5 Μάθωμεν, ὅτι δι’ ἐπιστροφὴν, καὶ ἀμέλειαν τὰς πληγὰς ἡμῖν ὁ Θεὸς ἐνίησιν, οὐκ ἐκτρίψαι ζητῶν, ἀλλ’ ἐπανορθῶσαι σπουδάζων, κατὰ τοὺς χρηστοὺς τῶν πατέρων καὶ εἰς ἀμελεῖς τῶν τέκνων, οἳ θυμοῦν‐ ται κατὰ τῶν νέων, καὶ διανίστανται, οὐ κακόν τι
10δοῦναι σπουδάζοντες, ἀλλ’ ἐκ τῆς νηπιώδους ὀλιγω‐ ρίας, καὶ τῶν τῆς νεότητος ἁμαρτιῶν εἰς ἐπιμέ‐ λειαν ἀνάγοντες. Πατάσσεται σὰρξ, ἵνα ἰαθῇ ἡ ψυχή. Θανατοῦται δὲ ἡ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνῃ.
15 Ἄνω νεύωμεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ, καὶ περιστάσει πάσῃ προβαλλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς λύπαις ἀποβάλλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου·
20μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ Δεσπότῃ, καὶ παιδεύοντι δὲ μὴ προσιέμενοι· καίτοι ποτὲ κρείσσων ὑγείας νόσος, καὶ ὑπόμνησις ἀνέ‐ σεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγ‐
25χωρήσεως. Σωφρόνων ἀνδρῶν οἵτινες παιδεύονται ταῖς συμ‐ φοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν, ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα· καὶ
30τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπει‐ δὴ Κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ.» Πάντ’ εὐχαρίστως τὰ ἐκ Θεοῦ δέχεσθαι χρή. Ὄντως πληγὴ τοῖς εὐφρονοῦσιν παίδευμα γί‐ νεται, καὶ κρείττων εὐημερίας πολλάκις κακοπά‐
35θεια. Οὐδὲν τοῦ πάσχειν εὐεργετικώτερον. Τῶν προσδοκωμένων ἡ θλίψις ἄνθος ἐστί. Διὰ οὖν τὸν καρπὸν, καὶ τὸ ἄνθος δρεψώμεθα. Πρὸς ὀργὴν οὐδὲν, πάντα δὲ πρὸς τὸ συμφέρον
40πραγματεύεται καὶ ποιεῖ περὶ ἡμᾶς ὁ Θεός. Τὰ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ Θεοῦ κολα‐ στήρια, τῶν ἐκεῖσε βασάνων ὑποτέμνεται μέρος οὐ μικρόν. Ὑπὲρ ὧν ἂν πάθωμεν κακῶς, ἢ ἁμαρ‐ τήματα διαλυόμεθα, ἢ λαμπροτέρους λαμβάνο‐
45μεν τοὺς στεφάνους, ἂν μὴ ἁμαρτήματα τοιαῦτα
ἔχωμεν.317 in vol. 96

96

.

320

Ἡ ἐντεῦθεν γινομένη παιδαγωγία, τὴν μετὰ ταῦτα κρίσιν ἐπικουφίζει, καίτοι οὐδὲ τὸ κολά‐ ζεσθαι κακὸν, ἀλλὰ τὸ ἄξιον γενέσθαι κολάσεως. Μηδὲν τῶν συμβαινόντων χωρὶς ἂν γενέσθαι Θεοῦ
5πεπεῖσθαι χρή· εἶναι δὲ ἀγαθὰ παρ’ αὐτοῦ πάντα κἂν ἀλγεινὰ ᾖ. Σὺ χρηστὸς, ἀλλ’ ἡμεῖς ἠνομήσαμεν. Σὺ μακρό‐ θυμος, ἀλλ’ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες. Ὀλίγα ὧν
10ἡμάρτομεν, μεμαστιγώμεθα. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνάξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας, τίς συνέξει; κοῦ‐ φον ἐν ὀφθαλμοῖς σου πτωχεῦσαι ἢ πλουτίσαι, ζωῶ‐
15σαι καὶ θανατῶσαι, καὶ τὸ θέλημά σου πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτο‐ μεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· ἡμεῖς ἡμάρτομεν καὶ σὺ ὠργίσθης. Διὰ τοῦτο ἐγενήθημεν ὄνειδος
20τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύ‐ ριε, ἄνες, Κύριε, ἱλάσθητι, Κύριε. Μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς
25διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι. Τίνων τού‐ των; Ἐθνῶν, τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου· διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν
30θυμῷ σου, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ἐξουθέ‐ νημα. Οἶδα στιλβομένην ῥομφαίαν, καὶ μεθύουσαν μά‐ χαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, καὶ ἐξουθενεῖν, καὶ
35ἀτεκνοῦν. Οἶδα ὡς ἄρκτον ἀπορουμένην τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυ‐ ρίων· οἶδα ἐκτιναγμὸν, καὶ ἀνατιναγμὸν, καὶ βλα‐ σμὸν, καρδίας θραυσμὸν, καὶ παράλυσιν γονάτων, τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια, ὡς βέλτιον
40εἶναι νῦν παιδευθῆναι, καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι. Τοὺς οἰκείους αὐτῷ καὶ προσφιλεῖς, ἐντεῦθεν ἤδη κατὰ τόνδε τὸν βίον, μετέρχεται παιδεύων ὁ Θεὸς, ἐν οἷς δ’ ἄν ποτε δεηθεῖεν κολάσεως, ὡς ἂν διὰ τῆς
45προσκαίρου παιδείας τὴν αἰώνιον ἐν τῇ καθόλου κρίσει διαδράναι δυνηθεῖεν κόλασιν. Οὐ τὸ παθεῖν τι τῶν τραχυτέρων δεινὸν, ἀλλὰ τὸ δικαίως παθεῖν. Οὐκ ἀμυνόμενος, ἀλλὰ ἰατρικῶς, καὶ πρὸς ὑγείαν

96

.

320

(50)

ψυχῆς, ἐπάγει τὰς θλίψεις ὁ Θεός. Ὁ δημιουργήσας τὸν κόσμον Θεὸς, προνοούμενος αὐτοῦ πάντα πρὸς λυσιτέλειαν ποιεῖ, κἂν ἤδη σκυ‐
θρωπὰ τὰ ἐπιφερόμενα τυγχάνῃ.319 in vol. 96

96

.

321

Εἰ καὶ πικρὰ, καὶ ἐπίπονος ἡ ὀργὴ τοῦ Θεοῦ, ἀλλά γε θεραπευτικὴ οὖσα, εἰς ἀγαθὸν τοὺς πειρασθέντας αὐτῆς ἀναβιβάζει. Ὅντινα βούλεται σῶσαι ὁ Θεὸς, φοβήσει αὐτὸν,
5τινάξει αὐτὸν ποικίλως, λυπήσει αὐτὸν, ὅπως μὴ ἔχοι καιρὸν διεγείρεσθαι πρὸς ὑπερηφανίαν, καὶ τοῖς ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκωνται σωφρο‐ νεῖν. Μακαρία φύσις, ἡ ἐπὶ παντὶ χαίρουσα, καὶ μη‐
10δενὶ δυσαρεστοῦσα τὸ παράπαν, ἀλλ’ εὐαρεστοῦσα τοῖς γενομένοις, ὡς καλῶς καὶ συμφερόντως γενο‐ μένοις. ΤΙΤΛ. ΛΔʹ. —Περὶ παιδείας Θεοῦ, καὶ μὴ δεχο‐ μένων αὐτήν· καὶ ὅτι οἱ μὴ σωφρονιζόμενοι
15ἐνταῦθα, τῇ αἰωνίᾳ κολάσει παραπέμπονται. «Ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ, καὶ ἐν ἀνεμοφθορίᾳ, καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.» «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγω‐
20σας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.» «Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε.» Μὴ ποίει τὰ τῶν ἀνοήτων παίδων, ἄνθρωπε, οἱ
25παρὰ διδασκάλων ἐπιτιμηθέντες, δέλτους ἐκείνων καταῤῥηγνύουσι· πατρὸς δὲ δι’ ὠφέλειαν τὴν τρο‐ φὴν ὑπερτιθεμένου, τὴν ἐσθῆτα κατασπαράσσουσιν, ἢ τὸ τῆς μητρὸς πρόσωπον καταξαίνουσιν. Οὐδεὶς ἀθυμῶν στεφανοῦται· οὐδεὶς στυγνάζων,
30τρόπαιον ἵστησιν. Μὴ σκυθρωπάσῃς θεραπευόμενος· ἄτοπον μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς. Οὐ πληγῆναι χαλεπὸν, ἀλλὰ μὴ σωφρονίζεσθαι τῇ πληγῇ χαλεπώτερον. Τὸ μηδὲν τοὺς ἁμαρτάνοντας ἐνταῦθα παθεῖν,
35ἐφόδιον γίνεται μείζονος τῆς ἐκεῖσε τιμωρίας. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τὰ μὲν γὰρ ἐνταῦθα, νουθεσίας· τὰ δὲ ἐκεῖσε, τιμωρίας ἐστίν.
40 Οἱ πολλὰ πταίοντες, καὶ μὴ κολαζόμενοι, φοβεῖ‐ σθαι, καὶ δεδοικέναι ὀφείλουσιν. Αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας. Ὅταν εὐημερίας ἀπολαύωμεν ἐν πονηρίᾳ ζῶντες, τότε μάλιστα ἀλγῶμεν. Ἀεὶ μὲν γὰρ ἁμαρτάνοντες
45δεδοικέναι χρὴ, καὶ μάλιστα δὲ ὅταν μηδὲν πάσχω‐ μεν δεινόν. Ὅτε μὲν γὰρ κατὰ μέρος ἀπαιτεῖ τὰς τιμωρίας ὁ Θεὸς, κούφην ἡμῖν ποιεῖ τὴν ὑπὲρ τού‐ των ἔκτισιν. Οἱ τελείως δυσκάθαρτοι, εὔξασθε ἂν κολασθῆναι

96

.

321

(50)

μᾶλλον, ἢ ἀφεθῆναι. Ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς, ὥσπερ ἀνερμάτιστα πλοῖα, ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται. Ἱκετεύωμεν οὖν τὸν Θεὸν, οἱ συνειδήσει τῶν οἰκείων ἁμαρτημάτων ἐλεγχόμενοι,
κολάσαι μᾶλλον ἡμᾶς, ἢ παρεῖναι.321 in vol. 96

96

.

324

ΤΙΤΛ. ΛΕʹ. —Περὶ παιδείας Θεοῦ, κατὰ δοκιμὴν, καὶ πεῖραν γενομένης. «Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπεί‐ ραζε τὸν Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἀβραὰμ,
5Ἀβραάμ. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγ‐ και αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.»
10 «Μνήσθητι πᾶσαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνῷ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. Καὶ ἐκάκωσέν σε, καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα,
15ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπὶ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος αὐτοῦ ζήσεται ἄνθρωπος.» «Πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰδέναι εἰ ἀγα‐
20πᾶτε Κύριον τὸν Θεόν.» «Μὴ ἀποποιοῦμαι τὸ κρῖμα; Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» «Ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγεν ἡμᾶς εἰς τὴν πα‐
25γίδα, ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυ‐ χήν.» «Μακάριος ἄνθρωπος ὃς ὑπομένει πειρασμὸν, ὅτι
30δόκιμος γενόμενος, λήψεται τὸν στέφανον, ὃν ἐπηγ‐ γείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἀκούσας Ἀβραὰμ τὴν φωνὴν τοῦ Πλάστου, Λάβε τὸν υἱόν σου, καὶ ἐπὶ ἓν τῶν ὀρέων σφᾶξόν μοι. μετὰ πολλῆς προθυμίας τὸ ἔργον ἐπλήρου. Καὶ γὰρ
35τὴν σύζυγον Σάῤῥαν ἔκρυψεν, καὶ τοὺς παῖδας ἔλα‐ θεν, καὶ μόνον τὸ παιδάριον λαβὼν, ἀνίει ἐπὶ τὸ ὄρος, μὴ ἐκκακῶν, μηδὲ ῥᾳθυμῶν. Ἐννόησον τίς ἦν ὁ μακάριος ἐκεῖνος τότε; ποῖα δὲ σπλάγχνα ἦν ἐνδεδυμένος, μόνος μόνῳ διαλεγόμενος τῷ παιδα‐
40ρίῳ; Τότε γὰρ πλεῖον τὰ σπλάγχνα διαθερμαίνονται, καὶ πλεῖον τὸ φίλτρον ἐξάπτεται. Ποῖος λόγος παρα‐ στῆσαι δυνήσεται τὴν ἀνδρείαν τοῦ γέροντος; πῶς δήσας αὐτοῦ χεῖρας, καὶ πόδας ἐπάνω τῶν ξύλων ἐπέθηκεν, ὡς δὲ ἔμελλεν ἐμβάπτειν τῷ λαιμῷ τοῦ
45παιδίου τὸ σιδήριον, διπλῆν φωνὴν ἀφῆκεν ὁ εὔ‐ σπλαγχνος· λύσον τὸ παιδάριον. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐξελύθη τὰ νεῦρα; πῶς οὐ κατ‐ έπεσε θεωρῶν τὴν ὄψιν τοῦ παιδαρίου; Ἴδετε ἀν‐ δρείαν τοῦ γέροντος. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν αὐ‐

96

.

324

(50)

τοῦ, εἰ μὴ τῇ χειρὶ, ἀλλὰ τῇ προθυμίᾳ. Οὐ πᾶς ὁ κάμνων αἰτίαν ἔχει τῆς νόσου ἁμαρτίαν. Εἰσὶ γὰρ ὑπὲρ τοῦ δόκιμοι ἀναφανῆναι, ἢ καὶ ἄλλως
συμφερόντων κακώσεσιν ὑποβαλλόμενοι.323 in vol. 96

96

.

325

Ἐπεὶ συμπτώματα τὰ αὐτὰ ἁμαρτωλοῖς καὶ δι‐ καίοις συμβαίνει, μὴ πάντας τοὺς περιστατικοῖς ὑποβαλλομένους ἡγούμεθα, καὶ παραλαβούσης πο‐ νηρίας ὑπομεμενηκέναι τὰ πονηρά.
5ΤΙΤΛ. Λϛʹ. —Περὶ παραμονῆς· καὶ ὅτι ἡ παρα‐ μονὴ ἔργον ἀνύει. «Ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν.» «Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ ἐρεῖ πρὸς αὐτόν· Φίλε, χρῆσόν μοι
10τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· ἀποκριθεὶς δὲ ἔσω‐ θεν, εἴπῃ αὐτῷ· Μή μοι κόπους πάρεχε· ἰδοὺ ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ ἐστιν ἐν τῇ κοίτῃ, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν·
15εἰ καὶ οὐ δώσει αὐτῷ διὰ τὸ εἶναι αὐτοῦ φίλον, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσον χρῄζῃ.» «Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβού‐ μενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· χήρα δὲ ἦν
20ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκασόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐν‐ τρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν
25ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπεν δὲ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει; ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ μακροθυμῶν
30ἐπ’ αὐτούς; Ναὶ, λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδί‐ κησιν αὐτῶν ἐν τάχει.» ΤΙΤΛ. ΛΖʹ. —Περὶ πιστοῦ· καὶ ὅτι σπάνιον τὸ εὑρεῖν ἄνδρα πιστόν. «Ἄνδρα πιστὸν, ἔργον εὑρεῖν.»
35 «Ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται.» Σπάνιον ἀληθῶς, ὁ ἅμα τῷ φρονίμῳ τὸ πιστὸν ἔχων. ΤΙΤΛ. ΛΗʹ. —Περὶ τῶν πεποιθότων εἰς κενὰ καὶ μάταια, καὶ εἰς τὰς τῶν ἀνθρώπων προστα‐
40σίας, καὶ μὴ εἰς Θεὸν τὴν ἐλπίδα ἐχόντων. «Αἰσχύνην ὀφλήσουσιν, οἱ ἐν πόλεσι καὶ χρήμασι πεποιθότες.» «Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται,» καὶ τὰ λοιπά.
45 «Ὁ πεποιθὼς ἐν τῷ πλούτῳ, οὗτος πεσεῖται.» «Ὁ ἄφρων ἑαυτῷ πεποιθὼς, μίγνυται ἀνόμῳ.» «Ὅτι ἤλπισας ἐν τοῖς ἅρμασί σου, καὶ ἐν πλήθει δυνάμεώς σου, ἐξαναστήσεται ἀπώλεια τῷ λαῷ σου, καὶ πάντα τὰ τετειχισμένα σου ἀφανισθήσεται, καθὼς

96

.

325

(50)

ἠφανίσθη ἄρχων Σαλμὰν ἐν ἡμέρᾳ πολέμου, καὶ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.» «Ἐξεδίκησας μετὰ δυνάμεώς σου τοὺς ἀρχηγοὺς τῶν ἁμαρτωλῶν, τοὺς πεποιθότας ἐν τῇ αὐθαδείᾳ
αὐτῶν.»325 in vol. 96

96

.

328

«Οὐαὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Τίς με κατά‐ ξει ἐπὶ τὴν γῆν;» «Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἠβού‐ λεσθε ἀκούειν, ἀλλ’ εἴπατε, ἐφ’ ἵππων φευξό‐
5μεθα.» «Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ’ αὐτόν. Καὶ ἀπὸ Κυρίου ἀποστελεῖ καρδίαν αὐ‐ τοῦ.»
10 «Μὴ ἐξακολούθει τῇ ψυχῇ σου, καὶ τῇ ἰσχύϊ σου, καὶ μὴ εἴπῃς· Τίς με δυναστεύσει; Ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει. Μὴ ἐπίχαιρε ἐπὶ τοῖς χρήμασί σου.» Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἑαυτῷ
15πρὸς ἰσχὺν καὶ τοῦ κρατεῖν ἀφορμὴν εἶναι κρίνων, ὅμοιός ἐστιν ὁ τοιοῦτος ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ νόσου τὴν εὐεξίαν τιθεμένῳ. Ὁ ἐλπίζων εἰς ἑαυτὸν, κίνδυνον ἔχει ὑποπεσεῖν ἐν τῇ κατάρᾳ τῇ λεγούσῃ· Ἐπικατάρατος ἄνθρω‐
20πος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στη‐ ρίσει σάρκα βραχίονος αὐτοῦ· τοῦ Λόγου τὸ ἐφ’ ἑαυτῷ πεποιθέναι ἀπαγορεύοντος, ἑκάτερον δὲ αὐτῶν ἀποστασίαν ἀπὸ Κυρίου ὀνομάζοντος. Καὶ τὸ τέλος ἀμφοτέρων ἔσται ὡς ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ,
25καὶ οὐκ ὄψονται ἀγαθά. Ὃς πορεύεται ἐπὶ χειρῶν, ἀκάθαρτος. Ἐπὶ χει‐ ρῶν δὲ πορεύεται ὁ ταῖς χερσὶν ἐπερειδόμενος, καὶ πᾶσαν ἐπ’ αὐταῖς ἔχων τὴν πεποίθησιν. Οὐδεὶς τῶν μὴ ἐλπιζόντων εἰς Θεὸν λογικῆς ἐστι
30φύσεως, ὅτι μόνος ὁ εὔελπις, ἄνθρωπος. Ὥστε κατὰ τὰ ἐναντία, δύσελπις, οὐκ ἄνθρωπος. ΣΤΟΙΧΕΙΟΝ Ρ. ΤΙΤΛ. Αʹ. —Περὶ ῥεμβομένων. «Ἴδετε, ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ ἔγνω‐
35σαν φρόνησιν. Πάντες οὖν οὗτοι, κύνες ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν. Ἐνυπνιαζόμενοι κοίτῃ, φιλοῦν‐ τες νυσταγμόν· καὶ κύνες ἀναιδεῖς, καὶ οὐκ εἰδότες πλησμονήν· καὶ εἰσὶ πονηροὶ, καὶ οὐκ εἰδότες σύν‐ εσιν· πάντες ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθησαν, ἕκαστος
40κατὰ τὸ ἑαυτοῦ πλεονέκτημα.» «Ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκα‐ κον.» «Υἱὸς πεπλανημένος αἰσχύνει μητέρα αὐτοῦ.» Ἴδιον τοῦτο ἀῤῥώστημα ἀργῆς καὶ ῥᾳθύμου ψυ‐
45χῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος. ΣΤΟΙΧΕΙΟΝ Σ. ΤΙΤΛ. Αʹ. —Περὶ συμπαθείας, καὶ εὐσπλαγχνίας. «Ὁ σπλαγχνιζόμενος, ἐλεηθήσεται.» «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλ‐

96

.

328

(50)

μοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους
θυγατρὸς λαοῦ μου;»327 in vol. 96

96

.

329

«Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.» Ὁ ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας θερμὸν ἀπο‐ στάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι’ ὃ τὸν ἀδελφὸν
5ἀπωδύρατο. Φέρει παραμυθίαν ὀδυνωμένοις ἡ κοινωνία τῶν στεναγμῶν. Μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος, καὶ τὸ συναλγεῖν γνησίως πολύ τι κου‐
10φίζει τῆς συμφορᾶς. Μέγα τὸ παρὰ τῶν συναλγούντων φάρμακον. Τὸ συναλγεῖν ἱκανὸν εἰς παραμυθίαν. Τὰς συμφορὰς ἐλεεῖν, οὐ μισεῖν, προσῆκεν. Μεμαθήκαμεν, ἄνθρωποι ὄντες, ἀνθρωποπαθεῖν.
15ΤΙΤΛ. Βʹ. —Περὶ συμμέτρου καταστάσεως. «Ἐσθίειν μέλι πολὺ οὐ καλόν.» «Μὴ γίνου δίκαιος πολὺ, καὶ μὴ σοφίζου περισ‐ σὰ, μήποτε ἐκπλαγῇς· καὶ μὴ ἀσεβήσῃς πολύ. Καὶ μὴ γίνου σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν τῷ καιρῷ
20σου.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς.» «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοὶ, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα. Πολλὰ γὰρ πταίομεν ἅπαντες.»
25 Μηδεὶς ἔστω πλέον ἢ καλῶς ἔχει σοφὸς, μηδὲ τοῦ νόμου νομιμώτερος, μήτε τοῦ κανόνος εὐθύτερος, μήτε τῆς ἐντολῆς ὑψηλότερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπερ‐ επαίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πάσχειν, αἳ
30παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι’ ἀμε‐ τρίαν. Τοῦτο εἰδότες, ἀδελφοὶ, μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν, ἀλλὰ τῷ πνεύματι ζέωμεν, μήποτε ὑπνώ‐ σωμεν κατ’ ὀλίγον εἰς θάνατον, ἢ καθεύδουσιν ἡμῖν
35ἐπισπείρῃ τὰ πονηρὰ σπέρματα ὁ ἐχθρός· νωθεία γὰρ ὕπνου σύζυγος· μήτε δὲ διάπυροι, μηδὲ τῆς βασιλικῆς ὁδοῦ ἔξω πίπτωμεν, ἕν γέ τι πάντως πταίοντες, ἢ κέντρου δεόμενοι διὰ τὴν νωθείαν, ἢ χα‐ λινοῦ, διὰ τὴν θερμότητα, καὶ τὸ μὴ κρημνίζεσθαι.
40Ἀμφοτέρων δὲ ὅσον χρήσιμόν ἐστι λαμβάνοντες, τῆς μὲν τὸ πρᾶον, τῆς δὲ τὸν ζῆλον, ἀμφοτέρων ὅσον ἐστὶ βλαβερὸν διαφύγωμεν, τῆς μὲν ὄκνον, τῆς δὲ τὸ θρά‐ σος, ἵνα μήτε τῷ ἐλλείποντι ὦμεν ἄκαρποι, μήτε τῷ περιττεύοντι κινδυνεύωμεν. Ὁμοίως γὰρ ἄχρη‐
45στα, καὶ νωθρότης ἄπρακτος, καὶ θερμότης ἀπαίδευ‐ τος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερπί‐ πτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Κρεῖσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν
ἐλλιπεῖν. Οὐ γὰρ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα, ὑπεύ‐329 in vol. 96

96

.

332

θυνος, ἀλλ’ ὁ μὴ βουλευθεὶς, ὑπαίτιος, κἀν θείοις ὁμοίως, κἀν τοῖς ἀνθρωπίνοις πράγμασιν. Οὔτε νωθρότερον εἶναι τοῦ μετρίου, καλὸν, οὐδὲ θερμότερον, ὡς ἢ δι’ εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ
5δι’ ἀταξίαν πάντων ἀποστατεῖν. Ὁμοίως γὰρ καὶ τὸ νῶθες ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Πᾶν μέτρον ἄριστον. Τοιαύτη ἡ τοῦ Χριστοῦ σοφία, μήτε ἐλλειπῶς, μήτε περιττῶς ἀγωνίζεσθαι συγχωροῦσα, πανταχοῦ
10δὲ τὴν συμμετρίαν φυλάττουσα. Σύμμετρος ἔστω τῆς ἀρετῆς ὁ πόνος, ἵνα μὴ ἄμε‐ τρος γένηται τῆς μεταβολῆς ὁ τρόπος. ΤΙΤΛ. Γʹ. —Περὶ σοφῶν καὶ συνετῶν ἀνδρῶν· καὶ ὅτι χρὴ αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν
15παντὶ πάντοτε. «Ἀδόλως ἔμαθον, ἀφθόνως μεταδίδωμι. Τὸ πλοῦ‐ τον αὐτῆς οὐκ ἀποκρύπτομαι.» «Πλῆθος σοφῶν, σωτηρία κόσμου.» «Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν
20αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐ‐ τοῦ.» «Σοφία κεκρυμμένη, καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις;» «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.»
25 «Ἕτοιμοι πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραότη‐ τος καὶ φόβου, καὶ συνείδησιν ἔχοντες ἀγαθήν.» Κίνδυνος προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδό‐ ναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Θεὸν
30Κύριον. ΤΙΤΛ. Δʹ. —Περὶ συνηθείας. «Ἐν χρόνῳ κρατηθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη.» «Ἄνθρωπος συνεθιζόμενος ἐν λόγοις ὀνειδισμοῦ,
35ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.» Πολλοὶ ἀρχαίῳ ἔθει κεκρατημένοι, τὸ μυσαρὸν τῶν γινομένων οὐ διακρίνουσιν. Ἔθους χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώ‐ τατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύον‐
40τα τοῦ συννόμου αὐτοῦ καὶ ὁμοζύγου τελευτήσαν‐ τος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συν‐ ηθείας ἐστὶν ἀντεχόμενα. Τὸ φιλοπόνως προσδιατρίβειν ταῖς ἁμαρτίαις, ἕξιν τινὰ δυσκίνητον ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ
45ἔθος ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα, δυσίατός ἐστιν, ἢ καὶ παντελῶς ἀνίατος, εἰς φύσιν
ὡς τὰ πολλὰ τοῦ ἔθους μεθισταμένου.331 in vol. 96

96

.

333

Ἡ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια ὁδός ἐστιν ἐπὶ τὰ πράγματα. Ἔθος διὰ μακροῦ χρόνου βεβαιωθὲν, φύσεως ἀρχὴν λαμβάνει.
5 Τὰ χρόνῳ κρατυνθέντα πάθη χρόνῳ δεῖται πρὸς διόρθωσιν. Χρόνῳ τὸ ἔθος βεβαιωθὲν, ἐνομίσθη νόμος. Οὐ ῥᾴστη τῶν ἐν ἔθει καὶ μακρῷ χρόνῳ τετιμημέ‐ νων ἡ μετάθεσις.
10 Ἡ συνήθεια τῶν ἁμαρτημάτων ἐπὶ τὸ χεῖρον ἄγει τὴν ἐμπεσοῦσαν ψυχήν. Δεινὸν ἡ συνήθεια κατασχεῖν πρὸς ἑαυτὴν, καὶ μὴ συγχωρῆσαι πάλιν ἐπὶ τὴν πρώτην ἕξιν διαναστῆναι τῆς ἀρετῆς. Ἕξις μὲν γὰρ ἀπὸ συνηθείας· ἀπὸ δὲ
15ἕξεως φύσις ἐγγίνεται. Φύσιν δὲ μετακινῆσαι καὶ μεταβαλεῖν χαλεπόν. Χρόνῳ πλείστῳ μελετηθέντα, δυσδιόρθωτα λοιπὸν, ἢ καὶ ἀδιόρθωτα νοσήματα γίνεται. Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι
20ψυχήν. Αἱ πάντων ἀθρόως πρὸς τὰ ἐναντία μεταβολαὶ σκληρόταται, καὶ μάλιστα ὅταν μήκει χρόνου αἱ ὑποῦ‐ σαι στηριχθῶσι δυνάμεις. ΤΙΤΛ. Εʹ. —Περὶ τῶν συμβουλὴν δεχομένων.
25 «Ἰδὼν Ἰοθὼρ πάντα ὅσα ἐποίει Μωσῆς τῷ λαῷ, λέγει· Τί τὸ ῥῆμα τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, καὶ πᾶς ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωῒ ἕως δείλης; καὶ λέγει Μωσῆς τῷ γαμβρῷ αὐ‐ τοῦ, Ὅτι παραγίνεται πᾶς ὁ λαὸς ἐκζητῆσαι κρίσιν
30παρὰ τοῦ Θεοῦ, καὶ ὅταν γίνεται αὐτοῖς ἀντιλογία, καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον, καὶ συμβι‐ βάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ, καὶ τὸν νό‐ μον αὐτοῦ. Εἶπεν δὲ ὁ γαμβρὸς Μωσῆ πρὸς αὐτόν· Οὐκ ὀρθῶς τὸ ῥῆμα τοῦτο, ὃ σὺ ποιεῖς· φθορᾷ κατα‐
35φθαρήσῃ ἀνυπομονήτῳ, καὶ σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ. Βαρύ σοι τὸ ῥῆμα τοῦτο· οὐ δυνήσῃ ποιεῖν σὺ μόνος. Νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. Σκέ‐ ψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς,
40δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπὶ τὸν λαὸν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους· κρινοῦσι τὸν λαὸν πᾶσαν τὴν ὥραν. Τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνιοῦσιν ἐπὶ σὲ, τὰ δὲ βραχέα τῶν κριμάτων κρι‐
45νοῦσιν αὐτοί· καὶ κουφιοῦσιν ἀπὸ σοῦ, καὶ συναντι‐ λήψονταί σοι. Ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς, καὶ κατ‐ ισχύσει σε ὁ Θεὸς, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς εἰς τὸν τόπον αὐτοῦ ἥξει μετ’ εἰρήνης.» «Εἶπε Σαοὺλ τῷ παιδαρίῳ τῷ μετ’ αὐτοῦ· Δεῦρο,

96

.

333

(50)

ἀναστρέψωμεν. Καὶ εἶπεν αὐτῷ τὸ παιδάριον· Ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, ἔνδοξος, καὶ πᾶν ὃ ἐὰν λαλήσῃ, ἔσται, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.» «Ἦλθε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σολομῶν‐
55τος, λέγων· Οὐκ ἤκουσας, ὅτι ἐβασίλευσεν Ὀρνίας333 in vol. 96

96

.

336

υἱὸς Γεθθὶ, καὶ ὁ κύριος ἡμῶν οὐκ ἔγνω; Καὶ νῦν δὴ συμβουλεύσω σοι, καὶ σώσεις τὴν ψυχήν σου, καὶ τὴν ψυχὴν Σολομῶντος τοῦ υἱοῦ σου. Καὶ δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαβὶδ, καὶ ἐρεῖς πρὸς αὐτόν· Οὐχὶ
5σὺ, βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου κατὰ τοῦ Κυρίου Θεοῦ, λέγων, ὅτι Σολομῶν ὁ υἱός σου βασιλεύει μετ’ ἐμὲ, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; ὅτι ἐβασίλευσεν Ὀρνίας. Καὶ ἔτι σου λαλούσης μετὰ τοῦ βασιλέως, κἀγὼ εἰσελεύσομαι μετὰ σὲ, καὶ πληρώσω
10τὴν χεῖρά σου. Καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασι‐ λέα εἰς τὸν κοιτῶνα.» «Οὖς ἀκοῦον ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν ἁλι‐ σθήσεται.» «Εἰσακούει συμβουλίας σοφός.»
15 «Ὁ φυλάττων ἐλέγχους δοξασθήσεται.» «Ὁ τηρῶν ἐλέγχους ἀγαπᾷ τὴν ψυχὴν αὐτοῦ.» «Ὁ φυλάττων ἐλέγχους σοφισθήσεται.» «Ἐὰν ἐλέγξῃς ἄνδρα φρόνιμον, εὑρήσεις αἴσθη‐ σιν.»
20 Οὐ πρέπει ἐν τῇ καρδίᾳ τὸν τῶν ἐλέγχων στῆσαι λόγον· τοιοῦτο γὰρ ἥμισύ τί ἐστιν ἰατρείας. Τὸ γὰρ δεῖξαι αὐτῷ κάμνοντι τῆς νόσου τὸ μέγεθος, ὥστε ἀξίαν ποιῆσαι αὐτῷ τοῦ κακοῦ τὴν φροντίδα, χρήσι‐ μον μέν· τὸ δὲ ἄχρι τούτου καταλιπεῖν, καὶ μὴ πρὸς
25τὴν ὑγείαν χειραγωγῆσαι, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἔκ‐ δοτον ἀφεῖναι τῇ ἀῤῥωστίᾳ τὸν κάμνοντα. Βλέπων ὀφθαλμὸς τὰ ἄλλα, ἑαυτὸν οὐ βλέπει. Τού‐ του χάριν σύμβουλον εἰς πάντα ἔχε. Καὶ γὰρ χειρὸς χεὶρ, καὶ ποδὸς ποὺς ἐνδεής.
30 Ἔστι γὰρ τοῦτο ἀνδρὸς μεγαλόφρονος, φίλων ἀπο‐ δέχεσθαι μᾶλλον ἐλευθερίαν, ἢ ἐχθρῶν κολακείαν. ΤΙΤΛ. ϛʹ. —Περὶ τῶν συμβουλὴν μὴ δεχομένων, καὶ μισούντων ἐλέγχους. «Εἶπε Δαβὶδ πρὸς Ἰωὰβ, καὶ πρὸς τοὺς ἄρχοντας
35τῆς δυνάμεως· Πορεύθητε, καὶ ἀριθμήσατε τὸν Ἰσ‐ ραήλ. Καὶ εἶπεν Ἰωάβ· Ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ·» καὶ τὰ λοιπά. Σχόλ. Ἰστέον ὡς Δαβὶδ μὴ δεξάμενος τὴν βουλὴν,
40οʹ χιλιάδας ἀπώλεσεν. «Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισῶσί σε.» «Οἱ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ.» «Ὁ μισῶν ἐλέγχους, ἄφρων.» «Ὁ δὲ ἐλέγχων τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν.»
45«Οἱ μισοῦντες ἐλέγχους, τελευτήσουσιν αἰσχρῶς.
Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν.»335 in vol. 96

96

.

337

«Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετούς σου λόγους.» «Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντας.» «Πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα
5θήσουσιν.» «Ἐὰν ἁμάρτῃ εἰς σὲ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα καὶ δύο, ἵνα ἐπὶ
10στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.» Ἀσυμβούλευτος ἄνθρωπος πλοῖόν ἐστιν ἀκυβέρ‐
15νητον. Ὁ μὴ δεχόμενος τὴν παρὰ τοῦ ἀδελφοῦ θεραπείαν προσαγομένην αὐτῷ, ἀσύμφωνος αὐτὸς ἑαυτῷ. Ψυχὴ πᾶσα ἀνουθέτητος, ἀθεράπευτος. Ὢ τῆς παραπληξίας! ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ
20πάθει κυριώτερον ὄνομα· ὅτι οὓς ἀγαπᾷν ὡς εὐερ‐ γέτας ἐχρῆν, τούτους ὡς ἐχθροὺς ἀμυνόμεθα, μισοῦντες ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον βδελυσσόμενοι. Καὶ οἰόμεθα μᾶλλον πολεμήσειν τοὺς ἡμῖν εὔνους, ἂν ὅτι πλεῖστα ἡμᾶς αὐτοὺς κακὰ
25δράσωμεν· ὥσπερ οἱ τῶν ἰδίων σαρκῶν ἁπτόμενοι, τὰς τῶν πέλας δαπανᾷν νομίζουσι. ΤΙΤΛ. Ζʹ. —Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλλοτρίων κακῶν σωφρονίζε‐ σθαι.
30 «Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται.» Νουθετεῖσθαι δεῖ τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθε‐
35σθαι χρή. Βελτίων ἔσο, σωφρονιζόμενος τοῖς ἀλλοτρίοις κα‐ κοῖς. Χρήσιμον καὶ ταῖς ἑτέρων ἀτυχίαις σωφρονί‐ ζεσθαι.
40 Ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει, πολλάκις μὲν καὶ ἁμαρτάνοντας· εἰ δὲ μὴ, πάντως γοῦν τοὺς πλησιάζοντας. Αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν. ΤΙΤΛ. Ηʹ. —Περὶ σπουδῆς· καὶ ὅτι ἀνόνητος
45πᾶσα σπουδὴ, μὴ βουλομένου Θεοῦ. «Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευ‐ θύνεται.» «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν.»

96

.

337

(50)

«Παρὰ Κυρίου κατευθύνεται τὰ διαβήματα ἀν‐
δρί. Θνητὸς δὲ πῶς ἂν νοήσει τὰς ὁδοὺς αὐτοῦ;»337 in vol. 96

96

.

340

«Ἵππος ἑτοιμάζεται ἐν ἡμέρᾳ πολέμου· παρὰ δὲ Κυρίου ἡ βοήθεια.» «Οἶδα, Κύριε, ὅτι οὐκ ἐν ἀνθρώπῳ αἱ ὁδοὶ αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται, καὶ κατορθώσεται πορείαν
5αὐτοῦ.» Ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται· καὶ ἔστι νωθρὸς προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ, καὶ πτωχείᾳ περισ‐ σεύων, καὶ ὀφθαλμὸς Κυρίου ἐπέβλεψεν ἐπ’ αὐτῷ
10εἰς ἀγαθὰ, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ, καὶ ἀνύψωσε τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀπ‐ εθαύμασαν ἐπ’ αὐτῷ πολλοί.» «Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.»
15 Χωρὶς τῆς παρὰ Θεοῦ ἀφέσεως, ἐπιδιδόναι τινὰ ἑαυτὸν τῷ κατ’ ἀρετὴν βίῳ, ἀμήχανον. Τὸ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ἀπομεῖναι πόνον τῆς ἡμετέρας ἐστὶ προθέσεως· τὸ δὲ εἰς τέλος ἀγαγεῖν αὐτὰ, καὶ
20μὴ συγχωρῆσαι διαπεσεῖν, καὶ πρὸς αὐτὸ τὸ πέρας ἐλθεῖν τῶν κατορθωμάτων, τῆς ἄνωθέν ἐστι χάριτος. Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ’ ἡμῖν ἀφῆκεν εἶναι τὸ πᾶν, ἵνα μὴ εἰς ἀπό‐ νοιαν ἐπαιρώμεθα· οὔτε αὐτὸς πᾶν ἔλαβεν, ἵνα μὴ
25εἰς ἀπόνοιαν ἀποκλίνωμεν, ἀλλ’ ὀλίγον ἀφεὶς ἐπὶ τοῖς ἡμετέροις πόνοις, τὸ πλέον αὐτὸς κατορθοῖ. Πάσης ἀγαθῆς ἡ καταρχὴ πράξεως ἐν τῇ ἡμετέρᾳ βουλῇ τὴν ὑπόστασιν κέκτηται· τὸ δὲ συμπέρα‐ σμα ἐν Θεῷ.
30 Βουλομέναις μὲν ὁ Θεὸς ταῖς ἡμετέραις ψυχαῖς συνεπιπνεῖ. Εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας, καὶ τὸ δοθὲν ἐκ Θεοῦ πνεῦμα συνεστάλη. Οὐδὲν ἐν ἀνθρώποις ἐστὶ τῶν κυρίως ὠφελίμων, καὶ ἀληθῶς ἐπαινετῶν, ὃ μὴ ἐκ Θεοῦ δέδοται.
35 ΤΙΤΛ. Θʹ. —Περὶ σοφίας κοσμικῆς. «Ἀπολῶ σοφοὺς ἐν τῇ Ἰδουμαίᾳ, λέγει Κύριος.» «Ἀπολῶ σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.» «ᾘσχύνθησαν σοφοὶ, καὶ ἐπορεύθησαν, καὶ ἑά‐
40λωσαν, ὅτι λόγον Κυρίου ἀπεδοκίμασαν.» «Καὶ υἱοὶ Ἄγαρ ἐκζητοῦντες τὴν σύνεσιν τὴν ἐπὶ τῆς γῆς, οἱ μυθολόγοι καὶ ἐκζητηταὶ τῆς συν‐ έσεως· ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τῶν τρίβων αὐτῆς.»
45 «Πλανῶνται Θεὸν ζητοῦντες, καὶ θέλοντες εὑρεῖν. Ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσι, καὶ γὰρ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα. Πάλιν δὲ οὐδὲ αὐτοὶ συγγνωστέοι. Εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι, ἵνα δύνωνται στοχάσασθαι τὸν

96

.

340

(50)

αἰῶνα, τὸν τούτου Δεσπότην πῶς τάχιον οὐχ εὗρον;
Ταλαίπωροι, καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν.»339 in vol. 96

96

.

341

«Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
5Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κό‐ σμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πι‐ στεύοντας.» «Εἰ ζῆλον πικρὸν καὶ ἐρίθειαν ἕλετε ἐν τῇ καρ‐
10δίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε τῇ ἀλη‐ θείᾳ. Οὐκ ἔστιν αὕτη ἡ σοφία, ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχικὴ, καὶ δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦ‐ λον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή
15ἐστιν, ἔπειτα εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκρι‐ τος· καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.» Ῥητορικὴ καὶ ποιητικὴ, καὶ ἡ τῶν σοφισμάτων
20εὕρεσις, πολλοὺς ἀπεσχόλησεν, ὧν ὕλη τὸ ψεῦδός ἐστιν. Οὔτε γὰρ ποιητικὴ συστῆναι δύναται ἄνευ τοῦ μύθου, οὔτε ῥητορικὴ ἄνευ τῆς ἐν τῷ λέγειν τέχνης, οὔτε σοφιστικὴ ἄνευ τῶν παραλογισμῶν. Ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην
25αὐτοῖς οἴσει τῆς χαλεπῆς κατακρίσεως· ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες περὶ τὴν σύνεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ἐοίκασι τοῖς ὄμμασι τῆς γλαυκὸς οἱ περὶ τὴν ματαίαν σοφίαν ἠσχοληκότες. Καὶ γὰρ ἐκείνης αἱ
30ὄψεις νυκτὸς μὲν ἔῤῥωνται, ἡλίου δὲ λάμψαντος ἀμαυροῦνται· καὶ τούτων ἡ διάνοια ὀξυτάτη μέν ἐστι πρὸς τὴν τῆς ματαιότητος θεωρίαν, πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς κατανόησιν ἐξημαύρωνται. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κει‐
35μένης καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γένοιτο πέντε λό‐ γους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως, ἢ μυρίους ἐν γλώσσῃ καὶ φωνῇ σάλπιγγος ἀσήμῳ. Ταύτην ἐπαινῶ τὴν σοφίαν· ἐγὼ ταύτην ἀσπάζομαι, δι’ ἧς
40ἀγενεῖς ἐδοξάσθησαν, καὶ εἰς ἣν ἐξουδενούμενοι προετιμήθησαν, καὶ μεθ’ ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ τὴν κατ‐ αργουμένην σοφίαν νικήσαντες. Οὐ γὰρ ὁ ἐν λόγῳ
45σοφὸς οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν μὲν εὔ‐ στροφον ἔχει, ψυχὴν δὲ ἀπαίδευτον· ὥσπερ τῶν τάφων ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖοι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσωδίαν περι‐ καλύπτουσιν· ἀλλ’ ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς

96

.

341

(50)

φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῶν λόγων διὰ τοῦ βίου προστίθησιν. Κρεῖσσον ἐμοὶ εὐμορφία θεωρουμένη λόγῳ ζωγρα‐ φουμένης, καὶ πλοῦτος ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν, καὶ σοφία οὐχ ἡ λόγῳ λαμπρυ‐
55νομένη, ἀλλ’ ἡ διὰ τῶν λόγων ἐλεγχομένη. Φρόνησις341 in vol. 96

96

.

344

γὰρ ἀγαθὴ τοῖς ποιοῦσιν αὐτὴν, οὐ τοῖς κη‐ ρύσσουσιν. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σωφρονίζεσθε περισσὰ καὶ ὑπὲρ τὸν λόγον.
5Οἱ σοφοὶ καὶ γραμματισταὶ, πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες; Ἔνεστί ποτε πρὸς ὀλίγον θίγοντα διὰ τὸ χρήσιμον ἀλλοτρίας διδασκαλίας, πάλιν τῆς ἰδίας εὐθέως ἔχεσθαι· οἷον, γραμματικὴ ἀλλοτρία γυνὴ τυγχά‐
10νει. Ταύτῃ πάλιν καλὸν πρὸς ὀλίγον ἐγγίσαι διὰ τὸ τεχνικὸν καὶ ὀξὺ τῆς ἀναγνώσεως. Ὁμοίως ῥητορι‐ κὴν διὰ τὸ ἰσχυρὸν τοῦ λόγου καὶ τὴν ἀκολουθίαν· ἀλλὰ καὶ φιλοσοφίαν διὰ τὸ εὐαπόδεικτον τῶν φαι‐ νομένων ἐναντίων. Μετὰ δὲ τοῦτο, ὡς ἀπὸ τῆς
15Αἰγυπτίας Ἄγαρ τεκνώσαντες, παιδίσκης οὔσης τῆς ἐλευθέρας Σάῤῥας, τῆς ἀρχούσης καὶ αὐτοσοφίας οὔσης, πάλιν εἰς τὴν ἐκ νεότητος τραπῶμεν σοφίαν, ἥτις καὶ θεόδοτός ἐστιν, ὅπως καὶ ἐξ αὐτῆς τεκνώ‐ σωμεν, οὐκέτι ὡς ἀπὸ δούλης αἰσθητὰ μαθήματα,
20ἀλλ’ ὡς ἐξ ἐλευθέρας καὶ τελείας, σοφίας φρό‐ νησιν. ΤΙΤΛ. Ιʹ. —Περὶ σκανδάλων· καὶ ὅτι χρὴ φυγεῖν τὰ σκάνδαλα. «Τὸ στόμα σου ἐπλεόνασε κακίαν. Καθήμενος.»
25 «Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι.» «Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. Εἰ δὲ ἡ χείρ σου,
30ἢ ὁ ποῦς σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοί ἐστι εἰς τὴν ζωὴν εἰσελθεῖν χωλὸν ἢ κυλλὸν, ἢ δύο χεῖρας, ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ.
35Καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.» «Εἶπεν ὁ Κύριος πρὸς τοὺς μαθητάς· Ἀνένδε‐ κτόν ἐστι, τοῦ μὴ εἰσελθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι’
40οὗ ἔρχεται. Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περί‐ κειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.» «Βλέπετε μήπως ἡ ἐξουσία ὑμῶν αὐτὴ πρόσκομ‐
45μα γένηται τοῖς ἀσθενοῦσιν. Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. «Ἀπρόσκοποι γίνεσθε Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα

96

.

344

(50)

πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνε‐
σθε, καθὼς κἀγὼ Χριστοῦ.»343 in vol. 96

96

.

345

Καλὸν μήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον τιθέναι σκάνδαλον ἢ πρόσκομμα τοῖς πολλοῖς, εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶν σκανδαλίσασιν, ἴσμεν, ὅπως ἀπαραίτητος καὶ βαρυτάτη παρὰ τοῦ ἀψευδοῦς
5τιμωρία ΤΙΤΛ. ΙΑʹ. —Περὶ σαρκικῶν ἀνθρώπων. Εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι
10ἔτη.» «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ» «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς
15οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Φανερά ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλος, θυμὸς, ἐριθεῖαι, διχοστασίαι,
20αἱρέσεις, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τού‐ τοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρο‐ νομήσουσιν.» «Σὰρξ καὶ αἵμα βασιλείαν Θεοῦ κληρονομῆσαι
25οὐ δύνανται.» «Οἱ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. Τὸ γὰρ φρό‐ νημα τῆς σαρκὸς, θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύ‐ ματος, ζωὴ καὶ εἰρήνη. Διότι τὸ φρόνημα τῆς
30σαρκὸς, ἔχθρα εἰς Θεόν· τὸ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.» Οἱ σαρκικοὶ τὰ πνευματικὰ πράσσειν οὐ δύνανται, οὔτε οἱ πνευματικοὶ τὰ σαρκικά.
35 Ὁ σαρκικὸς ἄνθρωπος, ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν, μᾶλλον δὲ ὥσπερ ἐν βορβόρῳ τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγμένον φέρων, ἀδύνατός ἐστι πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι.
40 Ἀμαθεῖς ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι τὰ μηδενὸς ἄξια, πλοῦτον καὶ ὑγείαν, περιφάνειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν τὴν πρὸς τὰ ἐναντία περιτροπὴν
45ἔχει, ἀλλ’ ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημέ‐ νους ἀποτελεῖν. Τίς γὰρ δίκαιος διὰ τὰ χρήματα; τίς σώφρων δι’ ὑγείαν; Τοὐναντίον μὲν οὖν, καὶ ὑπηρε‐ σία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἕκαστον γίνεται.

96

.

345

(50)

Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν τῶν ἐῤῥιμμένων τῇ ἁμαρτίᾳ; Τίς περικείμενος ἔτι τὸν κάτω ζόφον, καὶ τῆς σαρκὸς τὴν παχύτητα, ὅλῳ νοῒ καθαρῶς
ἐποπτεύσῃ νοῦν ὅλον, καὶ μιγήσεται τοῖς ἑστῶσιν345 in vol. 96

96

.

348

καὶ ἀοράτοις, ἐν τοῖς οὐχ ἑστῶσι καὶ ὁρωμένοις; Μόλις γὰρ ἄν τις ἐνταῦθα τῶν σφόδρα κεκαθαρμέ‐ νων εἴδωλον τοῦ καλοῦ θεωρήσειεν, ὥσπερ οἱ τὸν ἥλιον ἐν τοῖς ὕδασιν.
5 Οἱ τῆς ψυχῆς ἀμελοῦντες, ἐπιμελόμενοι δὲ τοῦ σώ‐ ματος, ὅμοιοι τυγχάνουσιν ἀνθρώπῳ, βορβόρῳ μὲν καὶ πηλῷ τοὺς ὀφθαλμοὺς καταχρίοντι, ὕδατι δὲ καθαρῷ τοὺς οἰκείους ἀναπλύνοντι πόδας. Τῶν ἀνθρώπων πάντων μίαν καὶ τὴν αὐτὴν ἐχόν‐
10των ψυχῆς φύσιν, καὶ μὴν καὶ τὴν αὐτὴν τῆς σαρκὸς οὐσίαν, οἱ μὲν λέγονται σαρκικοὶ, οἱ δὲ δοῦλοι τῆς ἁμαρτίας· οἱ δὲ ἐλεύθεροι ἀπὸ τῆς ἁμαρτίας, οἱ δὲ ἐν σαρκὶ, οἱ δὲ οὐκ ἐν σαρκὶ, σάρκα ἔχοντες, ἀλλ’ ἐν πνεύματι· οἱ δὲ ζῶντες μὲν ἐν Χριστῷ, ἁμαρτά‐
15νοντες δὲ τῇ ἁμαρτίᾳ· οἱ δὲ ζῶντες μὲν τῇ ἁμαρτίᾳ, ἀποθανόντες δὲ τῷ Χριστῷ. Καὶ πάλιν οἱ μὲν ἀλό‐ γων ζώων ἔσχον ὀνόματα, ἢ ἡμέρων, ἢ τοὐναντίον ἀγριωτάτων, κατὰ τὴν τοῦ ἤθους αὐτῶν κατασκευήν. ΤΙΤΛ. ΙΒʹ. —Περὶ σπάνης καὶ ἀφορίας χρηστῶν
20ἀνδρῶν. «Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν.» «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν
25τὸν Θεόν.» «Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον.» «Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν.»
30 «Οὐκ ἔστι σοφία ἐν Θεμᾶν, ἀπώλετο βουλὴ ἐκ συν‐ ετῶν, ᾤχετο σοφία αὐτῶν, ἠπατήθη ὁ τόπος αὐτῶν.» Ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν. ΤΙΤΛ. ΙΓʹ. —Περὶ συνεδρίου· καὶ ὅτι οὐ χρὴ ἐν συνεδρίῳ ἀκροάσεως γενομένης διαλέγεσθαι.
35 «Ἔκβαλε λοιμὸν ἐκ συνεδρίου, καὶ συνεισελεύσεται αὐτῷ νεῖκος. Ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.» «Ὑπερτίθενται λογισμοὺς, οἱ μὴ τιμῶντες συν‐ έδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
40Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδ’ οὐ μὴ εἴπῃ καί‐ ριόν τι καὶ καλὸν τῷ καιρῷ.» «Ἑτέρου λέγοντος, μὴ πολλάκις ἀδολέσχει. Ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλίαν.» ΤΙΤΛ. ΙΔʹ. —Περὶ τῶν συμβαινόντων καὶ συμ‐
45πιπτόντων ἐκ παραλόγου. «Ἔστιν εὐδοκία ἐν κακοῖς ἀνδρί· καὶ ἔστιν εὕ‐ ρημα εἰς ἐλάττωσιν. Ἔστι δόσις ἡ οὐ λυσιτελήσει σοι, καὶ ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ᾖρε κεφαλήν. Ἔστιν ἀγοράζων πολλὰ

96

.

348

(50)

ὀλίγου, καὶ ἔστιν ἀποτιννύων αὐτὰ ἑπταπλάσια.»347 in vol. 96

96

.

349

ΤΙΤΛ. ΙΕʹ. —Περὶ στρατιωτῶν. «Ἐπηρώτων αὐτὸν οἱ στρατευόμενοι λέγοντες Καὶ ἡμεῖς τί ποιήσωμεν; Καὶ εἶπε πρὸς αὐτούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖ‐
5σθε τοῖς ὀψωνίοις ὑμῶν.» Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα ὑμῖν διακελεύεται μεθ’ ἡμῶν Ἰωάννης ὁ πάνυ. Τί λέγω ὀψώνιον; τὸ βασιλικὸν σιτηρέσιον δηλονότι, καὶ τὰς
10ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δωρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέγειν τὸ βλάσφημον· ὑμεῖς δὲ οἶδα ὅτι συνίετε. Τῷ στρατιώτῃ οὐδὲν δεῖ ἔξω τῶν κατὰ τὴν στρα‐ τείαν περιεργάζεσθαι, ἀλλὰ μεμνῆσθαι ἀεὶ, ὅτι τέ‐
15τακται τὴν εἰρήνην φυλάττειν. ΤΙΤΛ. Ιϛʹ. —Περὶ συνδιαγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ ἀρίστοις ἀνδράσι κολλᾶσθαι, καὶ μὴ πονηροῖς. Ἐξομοιοῦται γάρ τις, μεθ’ ὧν τὰς διατριβὰς ποιεῖται.
20 «Βασίλεια Σαβὰ εἶπεν πρὸς τὸν βασιλέα Σολομῶν‐ τα· Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ τῆς φρονήσεώς σου. Καὶ οὐκ ἐπί‐ στευσα τοῖς λαλήσασί μοι, ἕως οὗ παρεγενόμην, καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου· καὶ ἰδοὺ οὐκ ἔστιν
25ἥμισυ καθὼς ἀπήγγειλάν μοι. Προστέθηκας ἀγαθὰ ἐπὶ πᾶσαν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου. Μακαρίαι αἱ γυναῖκές σου· μακάριοι οἱ παῖδές σου οὗτοι, οἱ παρεστηκότες ἐνώπιόν σου δι’ ὅλου, οἱ ἀκούοντες τὴν φρόνησίν σου πᾶσαν.»
30 «Εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βεθήλ. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκα‐ ταλείψω σε. Καὶ εἰσέρχονται εἰς Βεθήλ· καὶ προσῆλ‐ θον οἱ προφῆται οἱ ἐν Βεθὴλ τῷ Ἐλισσαιὲ, καὶ εἶπαν
35αὐτῷ· Εἰ οἶδας ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν ἀπὸ τῆς κεφαλῆς σου; Καὶ εἶπεν· Κἀγὼ οἶδα, σιωπᾶτε. Καὶ εἶπεν Ἠλίας πρὸς Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Ἱεριχῶ. Καὶ εἶπεν· Ζῇ Κύριος, καὶ ζῇ ἡ
40ψυχή σου, εἰ ἐγκαταλείψω σε.» Καὶ μετ’ ὀλίγα· «Εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Αἴτησόν με, τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ· Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σὲ δισσῶς ἐπ’ ἐμέ. Καὶ εἶπεν· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι·
45πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως. Ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται.» Σχόλ. Ἐντεῦθεν παιδευόμεθα μηδαμῶς τοὺς ἀρίστους καταλιμπάνειν ἄνδρας, κἂν ἐκεῖνοι βού‐ λωνται. Πολλὴν γὰρ ὄνησιν ἔχει ἡ μετ’ αὐτῶν συνου‐

96

.

349

(50)

σία. Καὶ μάρτυς Ἐλισσαιὲ ἄχρι τέλους προσκαρτε‐ ρήσας τῷ Ἠλίᾳ, καὶ διπλῆς τῆς ἐπ’ αὐτῷ ἀξίας τετυχηκώς. «Συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται.»
«Λαλεῖτε ἀνθρώποις δικαίοις.»349 in vol. 96

96

.

352

«Λόγοις σοφῶν παράβαλε σὸν οὖς.» «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» «Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ
5σταθμοὺς αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, προσκολλήθητι αὐτῷ.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν παροιμίαις αὐτῶν ἀναστρέφου.
10 «Ἄνδρες δίκαιοι ἔστωσαν οἱ σύνδειπνοί σου.» «Μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε. Ὃν ἂν ἴδῃς συντηροῦντα ἐντολὰς, δὸς ἐν τῇ ψυχῇ σου κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι.» «Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει.»
15 Ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσιν, πυκνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τῶν εἰκόνων τῶν ἐκείνων χαρακτῆρα πρὸς τὸ ἑαυτῷ σπουδάζουσιν μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς
20ἀπεργάσασθαι τέλειον· οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενά τε καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν χρὴ, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως. Ἐὰν ἴδῃς ἐθνικὸν βίου σώφρονος καὶ τῆς λοιπῆς
25κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυ‐ τοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας συναθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τοὺς καρποὺς ἐκτρε‐
30φούσῃ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή. ΤΙΤΛ. ΙΖʹ. —Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν μοχθηρῶν ἑται‐ ρίας ὡς ὄλεθρον προξενούσας.
35 «Ἀνέστη Μωσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρὼμ, καὶ συνεπορεύθησαν μετ’ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ· καὶ ἐλάλησε πρὸς τὴν συν‐ αγωγὴν λέγων· Ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τούτων τῶν σκληρῶν, καὶ μὴ ἅπτεσθε
40ἀπὸ πάντων ὅσα ἐστὶν αὐτοῖς. Καὶ ἀπέστησαν ἀπὸ τῆς συναγωγῆς Κορὲ, καὶ Δαθὰν, καὶ Ἀβειρώμ.» «Ἀφανιεῖτε τὸν πονηρὸν ἀφ’ ὑμῶν αὐτῶν.» «Ἐξολοθρεύσατε τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς παγίδα, καὶ εἰς
45σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδα ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν.» «Εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· Ἄπελθε, καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαλεκίτου, μὴ προσθῶ σε μετ’ αὐτοῦ. Καὶ ἐξέκλινεν ὁ Κιναῖος, καὶ ἐπάταξε

96

.

352

(50)

Σαοὺλ τὸν Ἀμαλήκ.» «Τὸ ἀπέχεσθαι ἀπὸ κακῶν, ἔστιν ἐπιστήμη.» «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.»
«Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος.»351 in vol. 96

96

.

353

«Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων.» «Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά.» «Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν. Ἔκκλινον δὲ τὸν πόδα
5σου ἐκ τῶν τρίβων αὐτῶν. Οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν.» «Μὴ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ. Ἔκκλινον ἀπ’ αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν
10μὴ κακοποιήσωσιν. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζητήσῃς ὁδοὺς παρανόμων.» «Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάττων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται ἀπ’ αὐτῶν.» «Υἱὲ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυ‐
15μήσῃς εἶναι μετ’ αὐτῶν. Ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.» «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχον τῇ σῇ ψυχῇ.»
20 «Ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου, ἀφορίσθητε, οἱ φέρον‐ τες τὰ σκεύη Κυρίου.» «Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.»
25 «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται, καὶ ὁ κοι‐ νωνῶν ὑπερηφάνῳ, ὁμοιωθήσεται αὐτῷ.» «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ’ αὐτῶν.
30Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ μὴ δουλεύσωσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.» «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πλεονέκτης,
35ἢ πόρνος, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» «Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν
40παράδοσιν, ἣν παρέλαβον ἐξ ἡμῶν.» Βλαβεραὶ αἱ πρὸς τοὺς κακοὺς συνουσίαι, ἐπειδὴ νόμος αὐτὸς φιλίας, δι’ ὁμοιότητος πεφυκέναι τοῖς συναπτομένοις ἐγγίνεσθαι. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις, ὁ κατὰ μέρος ἀναπεμπόμενος ἀὴρ, λανθά‐
45νουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται, οὕτως ἡ πρὸς τοὺς φαύλους συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησιν, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ.
Φασὶ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοὶ, ἐπειδὰν ἑνὸς353 in vol. 96

96

.

356

ἀνθρώπου, ἢ κτήνους ἅψηται, κατανέμεσθαι ἐπὶ πάντας τοὺς ἐγγίζοντας. Φύσιν γὰρ εἶναι τῆς νόσου ταύτης, τὸ ἐξ ἀλλήλων πάντας ἀναπιμπλάναι τῆς ἀῤῥωστίας. Τοιοῦτοι δή τινές εἰσι καὶ οἱ ἐργάται τῆς
5ἀδικίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλλήλοις καὶ συναπόλλυνται. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Ῥᾷον κακίας μεταλαβεῖν, ἢ ἀρετῆς μεταδοῦναι· ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγείαν χαρί‐
10σασθαι. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, ᾨδῶν τε τερπνῶν. ἐκμέλη λυγίσματα, Τοῖς δ’ αὖ καλοῖς τε καὶ ἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι μικρὸν μέσον.
15 Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν· Κακοῖς δ’ ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. Δεῖ μὴ μόνον ἀπέχεσθαι τῶν κακῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα πράττοντας ἀποστρέφεσθαι. Τὸ συνεῖναι τοῖς φαύλοις ἀπηγόρευτο τοῖς ἐξ
20Ἰσραὴλ, νόμου τοῦ διὰ Μωσέως καὶ τοῦτο θεσπί‐ ζοντος. Προσέταττεν γὰρ ἐναργῶς τῶν ἐν φαυλότητι καὶ ἀκαθαρσίᾳ ζωῆς ἀποφοιτᾷν ἐπείγεσθαι τοὺς ἡγιασμένους. Ἡ τῶν κακῶν ἀπαλλαγὴ σωτηρία ἐστὶ ψυχῆς;
25 Τρία προέβαλεν ἡμῖν τὰ φυλακῆς ἄξια, μὴ πορευ‐ θῆναι ἐν βουλῇ ἀσεβῶν, μὴ στῆναι ἐν βουλῇ ἁμαρ‐ τωλῶν, καὶ μὴ καθεσθῆναι ἐπὶ καθέδραν λοιμῶν. Μὴ καθεσθῇς ἐπὶ τῆς καθέδρας τῶν λοιμῶν. Ἐξέτασον τίνας ὠνόμασε, ἐξέτασον τίνας τοὺς λοι‐
30μοὺς, ἢ δῆλον τοὺς μεταδιδόντας ἀλλήλους τοῦ πά‐ θους. Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους, τοὺς ἐπὶ ἀγορᾶς καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων, καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας
35ἐξαριθμουμένους, ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδραγαθίας; Οὗτοί εἰσιν οἱ λοιμοὶ, οἱ τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦντες. Τὸ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀνομίαν, ἀλλ’ εὐθὺς ἡλικιῶται, κῶμοι,
40καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα, ἑταῖρα συμπί‐ νουσα, τούτῳ προσμηδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτῆς ἁμαρτίαν συμφλέγουσα. Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ κακοῦ;
45 Φύγωμεν τὰς τῶν ἀνωφελῶν ἀνδρῶν θιάσους, μό‐ νωσιν ἀσπαζόμενοι. Ἐπιβλαβὴς γὰρ καὶ τῆς εἰρηνι‐ κῆς καταστάσεως φθοροποιὸς ἡ μετὰ τῶν σκαιοτέ‐ ρων συνδιαίτησις. Ὡς γὰρ οἱ ἐν ἀέρι λοιμικῷ γενό‐ μενοι, πάντως νοσοῦσιν, οὕτως οἱ ἐν ἀνθρώποις

96

.

356

(50)

ἀδιαφόροις διάγοντες, μεταλαμβάνουσι τῆς ἐκείνων κακίας.
Τὰς στάσεις καὶ τὰς φιλονεικίας γεννῶσιν αἱ τῶν355 in vol. 96

96

.

357

συνδιατριβόντων κακοήθειαι, κἂν ὦσιν οὗτοι χρηστοὶ, τηροῦσι τὰς στοργάς. Βλαβεραὶ αἱ τῶν ἀνοήτων συνουσίαι· καὶ ἄκουσα πολλάκις ἡ ψυχὴ τῆς ἐκείνων φρενοβλαβείας ἀπομάτ‐
5τεται τὰ εἴδωλα. ΤΙΤΛ. ΙΗʹ. —Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως. «Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· ἐπ’ ἄκρων δὲ τειχέων κηρύσσεται,
10ἐν δὲ πλατείαις δυναστῶν παρεδρεύει, ἐν δὲ πύλαις πόλεως θαῤῥοῦσα λέγει.» «Συνετὸς ἐν πράγματι εὑρετὴς ἀγαθῶν» «Ὃς ἐκ χειλέων προσφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.»
15 «Τὴν φρόνησιν γνώριμον ποίησον σεαυτῷ.» «Δόξαν σοφοὶ κληρονομήσουσι. Μακάριος ἄνθρω‐ πος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εὗρε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων
20πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» «Νοσσιαὶ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἄργυ‐ ρον.» «Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαὶ, καὶ πᾶσαι αἱ τρίβοι
25αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντ‐ εχομένοις αὐτῆς.» «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν· μὴ ἐπιλάθῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.» «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν
30ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» «Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, ἔσῃ καὶ τῷ πλη‐ σίον.»
35 «Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον ὁδῶν δικαιοσύνης ἀναστρέφομαι, φησὶν ἡ Σοφία.» «Ἀνὴρ συνετὸς, θρόνος αἰσθήσεως.» «Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συν‐ έσεως ἀνορθοῦται.»
40 «Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πα‐ τήρ.» «Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα.» «Πορεύθητι πρὸς λάμψιν τῆς σοφίας, κατέναντι
45τοῦ φωτὸς αὐτῆς.» «Τίς ἀνέβη εἰς οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέ‐ ραν τῆς θαλάσσης, καὶ εὗρεν αὐτήν; Οὐκ ἔστιν ὁ
γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν357 in vol. 96

96

.

360

τρίβον αὐτῆς· ἀλλ’ ὁ εἰδὼς τὰ πάντα, γινώσκει αὐτήν· ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ.» «Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία, εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Πλῆθος
5σοφῶν σωτηρία κόσμου.» «Πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· ὅτι πᾶς χρυσὸς ἐνώπιον αὐτῆς ὡς ψάμμος ὀλίγη. Ἦλθε δέ μοι ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς.» «Δός μοι, Δέσποτα, τὴν τοῦ σοῦ θρόνου πάρεδρον
10σοφίαν.» «Κύριος αὐτὸς ἔκτισε τὴν σοφίαν, καὶ εἶδε, καὶ ἐξηρίθμησεν αὐτήν.» «Οὐδὲν ἀγαπᾷ ὁ Θεὸς, εἰ μὴ τὸν σοφίᾳ συζῶντα. Σοφίας οὐ κατισχύει κακία.»
15 «Εἰ πλοῦτός ἐστι κτῆμα ἐπιθυμητὸν ἐν βίῳ, τί σοφίας πλουσιώτερον, τῆς πάντα ἐργαζομένης; οὐκ ἔχει πικρίαν ἡ ἀναστροφὴ αὐτῆς, οὐδὲ ὀδύνην ἡ συμ‐ βίωσις αὐτῆς, ἀλλ’ εὐφροσύνην καὶ χαράν.» «Ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν. Ὁ ἀγαπῶν αὐ‐
20τὴν, ἀγαπᾷ ζωὴν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν, ἐμπλησθήσονται εὐφροσύνης. Ὁ κρατῶν αὐτῆς κλη‐ ρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ Κύ‐ ριος, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ Θεός. Ὁ ὑπακούων αὐτῆς, κρινεῖ ἔθνη, καὶ ὁ προστρέχων
25αὐτῇ, κατασκηνώσει πεποιθώς.» «Τέκνον, ἐν νεότητί σου ἐπίλεξαι παιδείαν, καὶ ὡς ἀροτριῶν καὶ σπείρων, πρόσελθε αὐτῷ.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροι‐ μίαις αὐτῶν ἀναστρέφου.»
30 «Μετὰ σοφῶν συμβουλεύου, καὶ μετὰ σοφῶν ἔστω‐ σαν οἱ διαλογισμοί σου.» «Σοφία ταπεινοῦ ἀνυψώσει τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.» «Ἀπὸ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις.»
35 «Τὸ μνημόσυνόν μου ὑπὲρ μέλι γλυκύ. Ὁ ὑπ‐ ακούων μου, οὐκ αἰσχυνθήσεται.» Ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακα‐ ριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες αὐτόν.» «Οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς.»
40 Σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγ‐ μάτων, καὶ τῶν τούτοις αἰτίων. Τέλος φιλοσοφίας τῷ φιλοσοφοῦντι ἡ πρὸς Θεὸν ὁμοίωσις κατὰ τὸ δυνατόν. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν.
45Τὸ εἰδέναι τινὰ, ὅτι ἀγνοεῖ τι, σοφίας ἐστὶ, ὥστε
καὶ τὸ εἰδέναι, ὅτι ἠδίκησε, δικαιοσύνης.359 in vol. 96

96

.

361

Τῆς αὐτῆς συνέσεώς ἐστι, καὶ πρὸς τὰ ἡδέα τῶν ἀδιαφόρων μὴ καταφέρεσθαι, καὶ πρὸς τὰ ἐπίπονα μὴ καταβάλλεσθαι. Μόνος ὁ σοφὸς ἐλεύθερός τε καὶ ἄρχων, κἂν μυ‐
5ρίους τοῦ σώματος ἔχῃ δεσπότας. Πᾶς σοφὸς, Θεοῦ φίλος. Τῷ ὄντι πρῶτος ὁ σοφὸς ἀνθρώπων γένους, ὡς κυβερνήτης ἐν νηῒ, ἄρχων δὲ ἐν πόλει, στρατηγὸς δὲ ἐν πολέμῳ, ψυχὴ μὲν ἐν σώματι, νοῦς δὲ ἐν ψυχῇ·
10καὶ πάλιν, οὐρανὸς μὲν ἐν κόσμῳ, Θεὸς δὲ ἐν οὐρα‐ νῷ. Πρεσβύτερος μὲν οὖν ἔστι τε καὶ λεγέσθω ὁ ἀστεῖος, νεώτερος δὲ καὶ ἔσχατος, πᾶς ἄφρων, τὰ νεωτεροποιὰ ἐν ἐσχατίαις ταττόμενα μετιών. Τὸ ζητεῖν ἢ πυνθάνεσθαι πρὸς διδασκαλίαν ἀνυσι‐
15μώτατον. ΤΙΤΛ. ΙΘʹ. —Περὶ συνοχῆς πραγμάτων, καὶ περισπασμοῦ. «Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι.» «Καὶ πάλιν τῷ ἁμαρτάνοντι ἔδωκεν περισπα‐
20σμόν.» «Ὀχληρίαν καὶ περιφορὰν, εὑρίσκω αὐτὰ πικρό‐ τερα ὑπὲρ θάνατον.» Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου. Ἐὰν πληθύνῃς, οὐκ ἀθῶος ἔσῃ.»
25 «Διώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς κρίσεις.» «Καρδία σκληρὰ βαρυνθήσεται πόνοις.» «Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας.» «Ὁ προεστὼς ἀλλοτρίας κρίσεως, ὡς κρατῶν κέρ‐ κου κυνός.»
30 Ἐν τοῖς ἕλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτι‐ κὰς ἐμποιοῦσιν, περιγενέσθαι τῆς ἐλπίδος, πόνου, μελέτης τῶν τοῦ Θεοῦ, καὶ προσευχῆς ἀμήχανον. Οὔτε κατόπτρῳ ῥυπαρῷ ὄντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς
35προσηλωμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήμα‐ τος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσιν, δυνατὸν ὑπο‐ δέξασθαι τὰς ἐλλάμψεις. Ὥσπερ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια φερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω
40καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρατῷ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν, οὕτω καὶ νοῦν ἀνθρώπων ὑπὸ μυρίων κατὰ κόσμον μερίδων περιελκόμενον, ἀμήχανον ἐναργῶς
45ἐνατενίσαι τῇ ἀληθείᾳ. Ναῦται μὲν καὶ κυβερνῆται πάντα ποιοῦσιν, ὅπως τὸ πέλαγος διαδράμοιεν, καὶ πρὸς λιμένα καταντή‐ σειαν. Ἡμεῖς δὲ πελάγιοι, σαλεύειν φιλονεικοῦμεν ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τρικυμίαις συν‐

96

.

361

(50)

εχῶς, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν τοῖς δικαστηρίοις
στρεφόμενοι.361 in vol. 96

96

.

364

Ἐν θορυβουμένῳ, καὶ ἀγωνίαν ἔχοντι νῷ, οὔτε ἔν‐ νοιά τις τῶν καλῶν, οὔτε Θεοῦ χάρις ἐπέρχεται. Τελείας ψυχῆς ἐστι τὸ ἀμέριμνον, ἀσεβοῦς δὲ, φροντίσι κατατρίβεσθαι. Περὶ μὲν γὰρ τῆς τελείας
5ψυχῆς εἴρηται, ὅτι κρῖνόν ἐστιν ἐν μέσῳ ἀκανθῶν. Τοῦτο δὲ τὴν ἄφροντιν δηλοῖ. Τὸ γὰρ κρῖνον καὶ ἐν τῷ Εὐαγγελίῳ τὴν ἀμέριμνον σημαίνει ψυχήν. Οὐ κοπιᾷ, οὐδὲ νήθει, καὶ μείζονα τοῦ Σολομῶντος περιβέβληται δόξαν. Περὶ δὲ τῶν φροντίδα πολλὴν
10ἐχόντων εἰς τὰ σωματικὰ, φησί· Πᾶς ὁ βίος ἀσε‐ βοῦς ἐν φροντίδι. Καὶ γὰρ ὄντως ἀσεβές ἐστιν, παντὶ τῷ βίῳ συμπαρεκτείνειν τὴν τῶν σωματικῶν φροντίδα, καὶ μηδεμίαν περὶ τῶν μελλόντων ἐπιδει‐ κνύσθαι σπουδήν.
15 Διὰ τί κοπρίας περιβάλλονται, οἵ ποτε τιθη‐ νούμενοι ἐπὶ κόκκῳ, Ἱερεμίας θρηνῶν ἔλεγεν· ὅταν γὰρ ἐπὶ τῶν λαμπρῶν καὶ διαπύρων ἀναπαυό‐ μεθα νοημάτων, ἐπὶ κόκκῳ τιθηνούμεθα. Ὅταν δὲ τοῖς γηΐνοις ἐμφυρόμεθα πράγμασι, κοπρίας περι‐
20βαλλόμεθα. Ὃς πορεύεται ἐπὶ τεσσάρων, διὰ παντὸς ἀκάθαρ‐ τος. Ἐπὶ τεσσάρων δὲ πορεύεται ὁ τοῖς αἰσθητοῖς πράγμασι πεποιθὼς, καὶ τῇ τούτων ἀσχολίᾳ πάντως ἐπισύρων τὸ ἡγεμονικόν.
25 Ὥσπερ οἱ δεσμῶται δυσχερῶς βαδίζουσιν, οὕτως τὸν δρόμον τῆς ἀρετῆς, συμπλεκόμενοι τῷ βίῳ, καθαρὸν οὐκ ἀνύουσιν. ΤΙΤΛ. Κʹ. —Περὶ τῶν συχναζόντων ἐν ἀλλοτρίοις οἴκοις.
30 «Πίθος τετρημένος, ἀλλότριος οἶκος.» «Ποῦς μωροῦ ταχὺς εἰς οἰκίαν· ἄνθρωπος δὲ πο‐ λύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.» ΤΙΤΛ. ΚΑʹ. —Περὶ συμβουλῆς καὶ εἰσηγήσεως ἀγαθῆς.
35 «Ὁ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπ’ ἐλπίδι, καὶ ἡσυχάσει ἄφοβος ἀπὸ παντὸς κακοῦ.» «Υἱὲ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥή‐ ματά μου τηρείτω σὴ καρδία. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Υἱὲ, μὴ
40παραῤῥυῇς· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχὴ, καὶ χάρις ᾖ περὶ τῷ σῷ τραχήλῳ. Ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. Ἐὰν
45γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώ‐ σεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῇς.»

96

.

364

(50)

ΤΙΤΛ. ΚΒʹ. —Περὶ συμβουλῆς καὶ εἰσηγήσεως πονηρᾶς. «Χρόνου πολλοῦ προβεβηκότος, εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα
55τῆς σωτηρίας μου; Ἰδοὺ ἠφάνισταί σου τὸ μνημό‐ συνον ἀπὸ τῆς γῆς. Υἱοί σου καὶ θυγατέρες, ἐμῆς
κοιλίας ὠδῖνες καὶ πόνοι, οὒς εἰς τὸ κενὸν ἐκοπίασα363 in vol. 96

96

.

365

μετὰ μόχθων. Σὺ δὲ αὐτὸς κάθησαι ἐπὶ σαπρίᾳ σκω‐ λήκων, διανυκτερεύων αἴθριος. Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ οἰκίας περι‐ ερχομένη, προσδεχομένη δὲ τὸν ἥλιον, πότε δύνῃ, ἵνα
5ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ’ εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ, εἶπεν· Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν λαλήσεις; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ
10ὑποίσομεν;» «Κακὸς ὑπακούσει γλώσσαις παρανόμων.» «Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακή.» «Υἱὲ, μή σε πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ βουληθῇς. Ἐὰν παρακαλέσωσί σε, λέγοντες· Ἔλθε
15μεθ’ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· καταπίωμεν δὲ αὐτὸν, ὥσπερ ᾅδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ τῆς γῆς· τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλα‐ βώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· τὸν
20δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτη‐ σώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν· υἱὲ, μὴ πορευθῇς ὁδοὺς μετ’ αὐτῶν. Ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν. Οὐ γὰρ ἀδίκως ἐκ‐ τείνεται δίκτυα πτερωτοῖς.»
25 «Ἐγένετο μετὰ τὸ ἀποθανεῖν βασιλέα υἱῶν Ἀμ‐ μὼν, βασιλεύει ἀντ’ αὐτοῦ Ἀννὼν υἱὸς αὐτοῦ. Καὶ εἶπε Δαβίδ· Ποιήσω ἔλεος μετ’ αὐτοῦ, καθὼς ἐποίη‐ σεν ὁ πατὴρ αὐτοῦ μετ’ ἐμοῦ. Καὶ ἀπέστειλε Δαβὶδ παρακαλῶν αὐτόν· καὶ εἶπαν οἱ ἄρχοντες Ἀμμὼν
30πρὸς τὸν κύριον αὐτῶν· Οὐχὶ δοξάζων Δαβὶδ τὸν πατέρα σου, ἀπέστειλε παρακαλοῦντας, ἀλλ’ ὅπως ἐξερευνήσωσι τὴν πόλιν, καὶ τοῦ κατασκέψασθαι αὐ‐ τήν. Καὶ ἐξύρησε τοὺς πώγωνας τῶν δούλων Δαβὶδ, καὶ ἀφεῖλε τῶν μανδύων αὐτῶν τὸ ἥμισυ, καὶ ἐξαπ‐
35έστειλεν αὐτούς.» Σχόλ. Ἀννὼν πεισθεὶς τῇ παρανόμῳ εἰσηγήσει τῶν παίδων αὐτοῦ, καὶ τοὺς σταλέντας παρὰ Δαβὶδ ἐξυβρίσας διὰ τῆς τῶν πωγώνων καὶ τῶν μανδύων ἀφαιρέσεως, τὴν πατρίδα καὶ τὴν βασιλείαν ἀπώλεσεν.
40 «Ἦν τῷ Ἀμνὼν ἑταῖρος, Ἰωνάθαν, φρόνιμος σφόδρα, καὶ εἶπεν τῷ Ἀμνών· Τί σοι, ὅτι οὕτως συντέτηκας; Καὶ εἶπεν Ἀμνών· Τὴν Θάμαρ τὴν ἀδελφήν μου ἀγαπῶ ἐγώ. Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν· Κατακλίθητι ἐπὶ τὴν κοίτην σου, καὶ προσποιοῦ
45ἐνοχλεῖσθαι· καὶ ἥξει ὁ πατήρ σου ἐπισκέψασθαί σε, καὶ ἐρεῖς αὐτῷ· Ἐλθέτω δὴ Θάμαρ ἡ ἀδελφή μου, καὶ παραστηκέτω μοι ψωμίζουσά με, καὶ ποιήσει ἐνώπιόν μου βρῶμα.» Σχόλ. Ἡ εἰσήγησις Ἰωνάθαν θανάτου πρόξενος

96

.

365

(50)

γέγονε τῷ Ἀμνών. Τοῦτον γὰρ ἀνεῖλεν ὁ ἀδελφός. Ὅταν τι ἐναντίον τῆς τοῦ Κυρίου ἐντολῆς, καὶ φθεῖρον ἢ μολύνον αὐτὴν ἐπιταχθῶμεν παρά τινος, καιρὸς εἰπεῖν τότε· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις, μνημονεύσαντες τοῦ Κυρίου λέγοντος·
55Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ365 in vol. 96

96

.

368

οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀπο‐ στόλου τολμήσαντος ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας καὶ αὐτῶν καθάψασθαι τῶν ἀγγέλων, δι’ ὧν φησιν· Κἂν ἡμεῖς αὐτοὶ, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγ‐
5γελίζηται ὑμῖν, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἐξ ὧν παιδευόμεθα, ὅτι κἂν πολὺ γνήσιος ᾖ, κἂν ὑπερβαλλόντως ἔνδοξος ὁ κωλύων, βδελυκτὸς ὀφεί‐ λει εἶναι ἑκάστῳ τῶν ἀγαπώντων τὸν Κύριον. ΤΙΤΛ. ΚΓʹ. —Περὶ τοῦ συμπεριφέρεσθαι.
10 «Ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδού‐ λωσα, ἵνα τοὺς πάντας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδή‐ σω· τοῖς ἀνόμοις ὡς ἄνομος· μὴ ὢν ἄνομος Θεοῦ,
15ἀλλ’ ἔννομος Χριστῷ· ἵνα κερδήσω ἀνόμους. Ἐγε‐ νόμην τοῖς ἀσθενοῦσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθε‐ νεῖς κερδήσω. Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάν‐ τως τινὰς σώσω.» «Ὁ μὴ περιφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρο‐
20νομήσει ἀνέμους.» ΤΙΤΛ. ΚΔʹ. —Περὶ τοῦ ἁγίου σταυροῦ. «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» «Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον,
25τοῦ μὴ μαθεῖν.» «Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη· Δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀν‐ δρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν
30Ἱερουσαλὴμ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεήσετε πρεσβύτην, καὶ νεανίσκον, καὶ γυναῖκας, καὶ νήπια θηλάζοντα· πάντας ἐξαλείψατε. Ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Εἴ τι ὑπέστη ὁ Χριστὸς, οὐχ ὑπέστη δι’ ἑαυτὸν,
35οὐδὲ διὰ τὸν Πατέρα τὸν ἑαυτοῦ, ἀλλ’ ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος. Καὶ εἰ θέλεις γνῶναι, ἀγαπητὲ, τὴν δύναμιν τοῦ σταυροῦ, ἄκουε. Σταυρὸς Χριστια‐ νῶν ἐλπίς· σταυρὸς τυφλῶν ὁδηγός· σταυρὸς πεπλα‐ νημένων ὁδός· σταυρὸς χωλῶν βακτηρία· σταυρὸς
40πενήτων παραμυθία· σταυρὸς πλουσίων χαλινός· σταυρὸς ὑπερηφάνων καθαίρεσις· σταυρὸς τρόπαιον κατὰ δαιμόνων· σταυρὸς κατὰ διαβόλου νίκος· σταυ‐ ρὸς ἀπόρων εὐπορία· σταυρὸς ἀπηλπισμένων ἐλπίς· σταυρὸς νεκρῶν ἀνάστασις· σταυρὸς πλεόντων κυ‐
45βερνήτης· σταυρὸς χειμαζομένων λιμήν· σταυρὸς πολεμουμένων τεῖχος· σταυρὸς πατὴρ ὀρφανῶν· σταυρὸς προστάτης χηρῶν· σταυρὸς ἀδίκων κριτής· σταυρὸς θλιβομένων ἄνεσις· σταυρὸς νηπίων φύλαξ· σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις· σταυρὸς

96

.

368

(50)

δούλων ἐλευθερία· σταυρὸς μοναζόντων ἄσκησις· σταυρὸς παρθένων σωφροσύνη· σταυρὸς ἱερέων χαρά· σταυρὸς Ἐκκλησίας θεμέλιος· σταυρὸς πει‐ νώντων ἄρτος· σταυρὸς διψώντων πηγή· σταυρὸς
γυμνῶν σκέπη.367 in vol. 96

96

.

369

Ἐπειδὴ διὰ τοῦ ξύλου ἐθανάτωσε τὸν πρωτόπλα‐ στον ὁ Σατανᾶς, διὰ τοῦτο ὁ Κύριος ἐνανθρωπήσας διὰ τοῦ ξύλου τοῦ σταυροῦ αὐτοῦ τὸν διάβολον κατα‐ πάτημα τῶν ποδῶν τοῦ ἀνθρώπου πεποίηκεν. Ὅσοι
5γὰρ ἔχουσι τὸ τοῦ σταυροῦ σημεῖον, καταπατοῦσιν αὐτοῦ τὴν δύναμιν. Ἐὰν ἀπέρχῃ εἰς πόλεμον, καὶ βλέπῃς τὸν ἐχθρόν σου κατὰ σοῦ ἀκοντιοῦντα ξίφη, σὺ μηδὲν τοιοῦτον ἐπικομίσῃ, ἀλλὰ τὸ σημεῖον τοῦ σταυροῦ ἔχε εἰς τὴν
10καρδίαν σου, καὶ ἐπὶ μετώπου σου, καὶ πορεύου πρὸς αὐτὸν, λέγων· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Καὶ βλέπεις, ὅτι ἐκεῖνα ὅλα ὡς ἄχυρα λικμηθήσονται, σὺ δὲ ἀνορθοῦσαι καὶ ἀν‐
15ίστασαι. Προεῖπεν γὰρ ὁ Δαβὶδ περὶ τοῦ σημείου τοῦ σταυροῦ, λέγων· Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Ποῖον σημεῖον ἔδωκεν ἡμῖν, εἰ μὴ τὸ τοῦ σταυροῦ μυστή‐ ριον; τούτῳ τῷ σημείῳ τείχη παραλύονται, ἐχθροὶ
20πίπτουσιν ὡς χόρτος, δαίμονες φυγαδεύονται· πάντα ὑποτάσσεται τῷ ξύλῳ τοῦ σταυροῦ, διὰ τὴν δύναμιν τοῦ σταυρωθέντος ἐπ’ αὐτῷ. ΣΤΟΙΧΕΙΟΝ Τ. ΤΙΤΛ. Αʹ. —Περὶ τιμῆς· καὶ ὅτι χρὴ ἀλλήλους
25τιμᾷν. Ἀσεβὴς οὐκ ᾐσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι τούτοις.» «Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι.»
30 «Ὡς Θεοῦ δοῦλοι, πάντας τιμήσατε.» ΤΙΤΛ. Βʹ. —Περὶ τελωνῶν. Τί ἐστι τελώνιον; Ἁρπαγὴ ἔννομος, βία πεπαῤ‐ ῥησιασμένη, ἀδικία νόμον ἔχουσα. Τί ἐστι τελώνιον; ἀναίσχυντος ἁμαρτία· ἁρπαγὴ πρόφασιν οὐκ ἔχουσα,
35λῃστείας χαλεπώτερον. Ὁ λῃστὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος καὶ παῤῥησιάζεται ἁρπάζων. ΤΙΤΛ. Γʹ. —Περὶ ταραχοποιῶν «Διεστραμμένη καρδία τεκταίνεται κακά· ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει.
40Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» «Ἄνδρες ἀσεβεῖς ἐξέκαυσαν πόλιν.» ΤΙΤΛ. Δʹ. —Περὶ τάξεως, καὶ καταστάσεως, καὶ ἀκολουθίας· καὶ ὅτι χρὴ ταύτας πανταχοῦ φυ‐
45λάττεσθαι. «Ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω.» Τάξις τῶν ὄντων ἐστὶ μήτηρ. ΤΙΤΛ. Εʹ. —Περὶ ταπεινοφρονούντων.

96

.

369

(50)

«Ἀποκριθεὶς Ἀβραὰμ, εἶπεν· Νῦν ἠρξάμην369 in vol. 96

96

.

372

λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.» «Εἶπε Μωσῆς πρὸς Κύριον· Δέομαι, Κύριε, οὐχ ἱκανὸς οὐδ’ εὔλαλός εἰμι, ἰσχνόφωνος καὶ βραδύ‐
5γλωσσός εἰμι ἐγώ.» «Εἶπεν Ἀβιγαία πρὸς Δαβίδ· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία. Λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγον τῆς δούλης σου. Μὴ θέσθω ὁ κύ‐ ριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν
10τοῦτον· καὶ ἀφροσύνη μετ’ αὐτοῦ.» Ἡ ταπείνωσίς ἐστι τὸ λογίσασθαι ἑαυτὸν ἁμαρ‐ τωλὸν εἶναι, καὶ μηδὲν καλὸν ποιεῖν ἐνώπιον τοῦ Θεοῦ· τὸ δὲ ἔργον τῆς ταπεινώσεώς ἐστιν ἡ σιωπὴ, καὶ τὸ μὴ μετρεῖν ἑαυτὸν ἔν τινι, μηδὲ φιλονεικῆ‐
15σαι. Ἡ ὑποταγὴ, τὸ βλέμμα ἔχειν χαμαὶ, τὸ ἔχειν πρὸ ὀφθαλμῶν τὸν ἑαυτοῦ θάνατον, τὸ φυλάξαι ἑαυ‐ τὸν ἀπὸ ψεύδους, τὸ μὴ ὁμιλῆσαι ἐν ματαιολογίαις, τὸ μὴ ἀντιλέγειν τῷ μείζονι, τὸ μισῆσαι τὴν ἀνά‐ παυσιν, τὸ βιάζεσθαι ἑαυτὸν ἐν κόπῳ, τὸ νήφειν.
20Ἀδελφὲ, μετὰ ἀκριβείας τέλεσαι τὰς ἐντολὰς ταύ‐ τας, ἵνα μὴ γένηται ἡ ψυχή σου κατοικητήριον παν‐ τὸς πάθους· ἀλλὰ νῆφε εἰς ἓν ἕκαστον αὐτῶν, ἵνα μὴ τελέσῃς ὅλον τὸν βίον σου ἄκαρπον. ΤΙΤΛ. ϛʹ. —Περὶ τεχνῶν, καὶ τίνες τέχνας ἐξ‐
25εῦρον. «Ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰ‐ κούντων ἐν σκηναῖς κτηνοτρόφων· καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ. Οὗτος ἦν ὁ καταδείξας ψαλ‐ τήριον καὶ κιθάραν. Σελὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν
30Θοβήλ· καὶ ἦν σφυροκόπος χαλκεὺς, χαλκοῦ καὶ σιδήρου.» «Χοῦς ἐγέννησε τὸν Νεμβρώδ· οὗτος ἤρξατο εἶναι ἐπὶ τῆς γῆς γίγας κυνηγὸς ἔναντι Κυρίου.» Τὸν ἱππικὸν ἀγῶνα πρῶτος ἐπενόησεν ὁ Ἐνυ‐
35λιόστης υἱὸς Ποσειδῶνος. Τὸν δὲ αὐτὸν ἱππικὸν ἀγῶνα ἅρμασι Δίπολις ἐφεῦρεν. Ὁ Οἰνομαὸς πρῶτος αὐτὸς ἐπετέλεσεν τὸν ἀγῶνα ἅρμασι τετραπώλοις. Τὸ δὲ τοῦ ἱπποδρομίου κτίσμα εἰς τὴν τοῦ κόσμου διοί‐ κησιν ᾠκονόμηται· τουτέστι τοῦ οὐρανοῦ, καὶ τῆς
40γῆς, καὶ τῆς θαλάσσης. Τὰς οὖν δώδεκα θύρας τοὺς δώδεκα οἴκους ὥρισαν τοῦ ζωδιακοῦ κύκλου τοῦ διοικοῦντος τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ τῶν ἀν‐ θρώπων παροδικὸν τοῦ βίου δρόμον· τὸ δὲ πέλμα τοῦ ἱππικοῦ, τὴν γῆν εἶναι· τὸν δὲ Εὔριπον, τὴν θά‐
45λασσαν ὑπὸ τῆς γῆς μεταζομένην· τὸν δὲ ἐπὶ τὰς θύρας σκάμπτον, τὴν ἀνατολήν· τὸν δὲ ἐπὶ τὴν σφενδόνα, τὴν δύσιν· τὰ δὲ ἑπτὰ σπαθία, τὴν κίνησιν καὶ τὸν δρόμον τῆς ἀστροθεσίας τῶν ἑπτὰ ἀστέρων τῆς μεγάλης ἄρκτου. Ὁ δὲ βασιλεὺς Ῥῶ‐

96

.

372

(50)

μος εἰς τιμὴν καὶ αὐτὸς τοῦ ἡλίου, καὶ τῶν ὑπ’ αὐτοῦ
τεσσάρων στοιχείων, τὸν ἀγῶνα ἐν Ῥώμῃ πρῶτος371 in vol. 96

96

.

373

ἐφευρὼν, ἐπετέλεσεν ἐν τῇ χώρᾳ τῆς δύσεως, ἤτοι τῆς Ἰταλίας ἅρμασι τετραπώλοις, τουτέστι τῇ γῇ, καὶ τῇ θαλάσσῃ, καὶ τῷ πυρὶ, καὶ τῷ ἀέρι. Καὶ ἐπέθηκεν ὁ Ῥῶμος τοῖς αὐτοῖς τέτρασι στοιχείοις τὰ ὀνόματα
5ταῦτα, τῇ γῇ πράσινον μέρος, ὅ ἐστι χλοῶδες· τῇ θαλάσσῃ, ὅ ἐστι τοῖς ὕδασι, τὸ βένετον μέρος, ὡς κυανόν· τῷ πυρὶ τὸ ῥούσιον μέρος, ὡς ἐρυθρόν· τῷ δὲ ἀέρι, ὡς λευκὸν, ἐπέθηκεν ὄνομα τοῦ λευ‐ κοῦ.
10ΣΤΟΙΧΕΙΟΝ Υ. ΤΙΤΛ. Αʹ. —Περὶ ὑβριστοῦ. «Τοὺς ὕβρει φερομένους ἐταπείνωσεν. «Πάντα ὑβριστὴν ταπείνωσον.» «Κακὸς μετὰ ὕβρεως πράσσει κακά.»
15 «Ὑβριστῶν οἴκους κατασπᾷ Κύριος.» Ὀφθαλμοῦ ὑβριστοῦ γλῶσσα ἄδικος.» «Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία.» «Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖ σκύλα μετὰ ὕβρεως.»
20 «Ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ ταπεινω‐ θήσονται.» Ὥσπερ ἐν τοῖς ἐρήμοις ἠχὼ πρὸς τὸν φθεγξάμε‐ νον αὖθις ἀκεραία ὑποστρέφει, οὕτω αἱ ὕβρεις ἐπὶ τὸν λοίδορον ἐπαναστρέφουσιν. Μᾶλλον δὲ, ὁ μὲν
25ἦχος αὐτὸς ἀπεδόθη, ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Πᾶν αἰσχρὸν, καὶ ἀκαλλὲς, καὶ τοῖς εὖ ποιεῖν ᾑρημένοι ἀνάρμοστον, τὸ ὑβρίζειν ἐστίν. ΤΙΤΛ. Βʹ. —Περὶ ὑδροποτούντων.
30 «Πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόθησαν εἰς θάνατον, καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα πί‐ νοντα ὕδωρ, καὶ αὐτοὶ κατέβησαν μετ’ αὐτοῦ εἰς ᾅδην.» «Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς
35πυκνάς σου ἀσθενείας.» Οὐδεὶς ἐκραιπάλησεν ἀπὸ ὕδατος. Οὐδενὸς ὠδυνήθη κεφαλή ποτε, ὕδατι βαρηθεῖσα. Οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη ὑδροποσίᾳ συζῶν, οὐδενὸς ἐδέθησαν πόδες, οὐδενὸς χεῖρες ἀπηχρειώθησαν.
40 Θέλεις πιεῖν; βρύει σοι ὕδωρ, κρατὴρ ἀείῤῥους, ποτὸν μέθης ἄποιον, ἀκλήματον γάννυσμα. ΤΙΤΛ. Γʹ. —Περὶ ὕπνου καὶ ἀϋπνίας «Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ πολὺ φάγεται.»
45 «Ὕπνος ὑγεία ἐπὶ ἐντέρῳ μετρίῳ, μέριμνα ἀγρυ‐ πνίας ἀπαιτήσει νυσταγμὸν, καὶ ἡ μέριμνα αὐτῆς
ἀφιστᾷ ὕπνον.»373 in vol. 96

96

.

376

«Ἐνδύεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώ‐ δης.» Εὐχαρίστει, ἄνθρωπε, τῷ ἀκουσίους ἡμᾶς διὰ τοῦ ὕπνου τῆς συνεχείας τῶν πόνων λύοντι, καὶ ἐκ μι‐
5κρᾶς ἀναπαύσεως πάλιν πρὸς ἀκμὴν τῆς δυνάμεως ἐπανάγοντι. Τὸ βάθει κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀτόποις παρέχειν φαντα‐ σίαις, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθ‐
10εύδοντας. Ὕπνος τὸ σύντονον τῆς ἐγρηγόρσεως ὑπεχάλασεν· εἶτα ἐγρήγορσις τὸ ἀνειμένον ἐτόνωσεν· καὶ οὐθέ‐ τερον τούτων ἐν τῷ διηνεκεῖ συμμένει, ἀλλ’ ὑποχωρεῖ ταῖς παρουσίαις ἀλλήλων ἀμφότερα, οὕτω τῆς φύ‐
15σεως ἑαυτὴν ἐξ ὑπαλλαγῆς ἀνακαινιζούσης, ὡς ἑκατέρων ἐν μέρει καταλαγχάνουσαν, ἀσπάστως ἀπὸ τοῦ ἑτέρου μεταβαίνειν ἐπὶ τὸ ἕτερον. Τό τε γὰρ διὰ παντὸς συντετᾶσθαι ταῖς ἐνεργείαις, ῥῆξίν τινα καὶ διασπασμὸν τῶν ὑπερτεινομένων ποιεῖται
20μερῶν· ἥ τε διηνεκὴς τοῦ σώματος ἄνεσις διά‐ πτωσιν τοῦ συνεστῶτος καὶ λύσιν ἐργάζεται. Τὸ δὲ κατὰ καιρὸν ἀμφοτέρων μετρίως ἐπιθιγγάνειν, δύ‐ ναμις πρὸς διαμονήν ἐστι τῆς φύσεως, διὰ τῆς δι‐ ηνεκοῦς πρὸς τὰ ἀντικείμενα μεταβάσεως, ἐν ἑκα‐
25τέροις ἑαυτὴν ἀπὸ τῶν ἑτέρων ἀναπαυούσης. Οὕτω τοίνυν τετονωμένον διὰ τῆς ἐγρηγόρσεως τὸ σῶμα λαβοῦσα, λύσιν ἐμποιεῖ διὰ τοῦ ὕπνου τῷ τόνῳ, τὰς αἰσθητικὰς δυνάμεις πρὸς καιρὸν ἐκ τῶν ἐνεργειῶν ἀναπαύσασα. Ἀναγκαία δὲ τῇ συστάσει τοῦ σώματος
30ἡ εὔκαιρος ἄνεσις. Ὕπνος οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή. ΤΙΤΛ. Δʹ. —Περὶ ὑποκρίσεως, καὶ εἰρωνείας, καὶ πλαστῆς εὐλαβείας, καὶ τῶν τὰ τοιαῦτα ἐπι‐
35νοούντων. «Ὑποκριταὶ καρδίᾳ τέξουσι θυμόν· καὶ ἀποθάνοι ἐν νεότητι ψυχὴ αὐτῶν.» Οὐχ ὁρᾷς ἡλίκον κακόν ἐστιν ἡ ὑπόκρισις; καὶ αὐτὴ καρπός ἐστι τοῦ φθόνου. Τὸ γὰρ διπλοῦν τοῦ
40ἤθους ἐκ φθόνου μάλιστα τοῖς πολλοῖς ἐγγίνεται, ὅταν τὸ μίσος ἐν τῷ βάθει κατέχοντες, ἀγάπην δει‐ κνύωσιν κατακεχρωσμένην τὴν ἐπιφάνειαν, κατ’ αὐ‐ τὰς ὑφάλους πέτρας, αἳ βραχεῖ ὕδατι καλυπτόμεναι, κακὸν ἀπροόρατον τοῖς ἀφυλάκτοις γίνονται.
45 Μηδὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς ἑαυτοῦ σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα, ὡς τό γε καθ’ ἑαυτῶν παίζειν, λίαν ἐστὶν ἐπισφαλὲς καὶ ἀνόη‐ τον.

96

.

376

(50)

Κρεῖσσον ἄριστον ἔοντα δοκεῖν κακὸν, ἠὲ κακιστὸν Κῦδος ἔχοντ’ ἀγαθοῖο, τάφον ψεύστην μερόπεσσιν Ἐμμέναι, ὃς μυδοῶσι νεκροῖς ἔντοσθεν ὀδωδὼς,
Ἕξοθεν ἀστράπτει κονίῃ, καὶ χρώμασι τερπνοῖς.375 in vol. 96

96

.

377

Ὁ ἀνθρώποις ἀρέσκων, τοὺς παρ’ αὐτῶν ἐπαί‐ νους ἔχοι ἂν εἰκότως εἰς ἀντιμισθίας δύναμιν· λή‐ ψεταί γε μὴν τῶν παρὰ Θεοῦ τὸ σύμπαν οὐδέν. Πολλοὶ, φησὶν, ἠθέλησαν δικαιοπραγῆσαι. Προεβάλ‐
5λοντο γὰρ ἀσκῆσαι, καὶ οὐκ ἴσχυσαν ἐκτελέσαι. Διὰ τοῦτο ἀφῆκεν αὐτοὺς ἀπολέσθαι ὁ Θεὸς, ἐπειδὴ κατὰ ἀνθρωπαρέσκειαν σάκκον φοροῦσιν, καὶ ἀνυποδετοῦσι, καὶ κομῶσι τὰς κεφαλὰς, ἐπιδεικνύμενοι τοῖς ἀνθρώ‐ ποις τὰ κατορθώματα, θέλοντες κληθῆναι ἅγιοι, καὶ
10προσκυνεῖσθαι ὑπὸ πάντων ὡς εὐλαβεῖς. Ὁρᾷς οὖν αὐτῶν τὸ ἔξωθεν σχῆμα, καὶ νομίζεις κατὰ Θεὸν αὐτοὺς ποιεῖν πάντα. Ἡ δὲ καρδία αὐτῶν τί κέκτηται, ἀγνοεῖς. Ὁ δὲ Θεὸς, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, οἶδεν αὐτῶν τὴν προαίρεσιν, καὶ ἀφίει αὐτοὺς ἐγκα‐
15ταλειφθῆναι καὶ ἐκπεσεῖν, ἵνα φανερὰ αὐτῶν γίνη‐ ται τὰ βουλεύματα. Οἱ γὰρ κατὰ ἀνθρωπαρέσκειαν μεταβαίνοντες εἰς τὸν βίον τῶν ἀρετῶν, οὗτοι καὶ σφάλμασι περιπίπτουσιν. Οἱ δὲ κατὰ Θεὸν βουλόμε‐ νοι ἀσκῆσαι ὀρθῶς, οὐδέποτε ἐγκαταλιμπάνονται
20ὑπὸ τοῦ Θεοῦ, καθὼς εἶπεν ὁ προφήτης· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δί‐ καιον ἐγκαταλελειμμένον. Δίκαιοι γὰρ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ ἐλπὶς αὐτῶν παρὰ Ὑψίστῳ. Πολλοὶ οὖν σφαλέν‐
25τες τῶν μοναχῶν εἰς γάμον ἐτράπησαν, κακῶς ἐκλαμβάνοντες τὸ τοῦ Ἀποστόλου ῥητόν· Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Καὶ οὐκ οἴδασιν, ὅτι μετὰ τὰς συνθήκας τὰς εἰς Θεὸν γινομένας, οὐ λέγεται ἔτι γάμος, ἀλλὰ πορνεία. Ἕκαστος οὖν ὁ
30δυνάμενος βαστάσαι τὰς ἀνάγκας τοῦ σώματος, τότε ὑπεισέλθοι τὸν ζυγὸν τῆς ἀσκήσεως, καὶ μὴ ἐκπέσοι εἰς τὰ καταχθόνια τοῦ ᾄδου. ΤΙΤΛ. Εʹ. —Περὶ υἱοῦ σοφοῦ. «Υἱὸς σοφὸς εὐφραίνει πατέρα.»
35 «Υἱὸς φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.» «Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων. Υἱὸς πε‐ παιδευμένος σοφὸς ἔσται.» «Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν.» «Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοὶ, καὶ
40χαιρέτω ἡ τεκοῦσά σε.» «Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατήρ.» «Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον.» «Ἀγαθὸς παῖς πένης καὶ σοφὸς, ὑπὲρ βασιλέα
45πρεσβύτερον καὶ ἄφρονα.» Τέκνων ἀρετὴ, δόξα πατέρων. ΤΙΤΛ. ϛʹ. —Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου. «Υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν.»

96

.

377

(50)

«Υἱὸς ἄφρων λυπεῖ μητέρα. Ἀνεμοφθόρος γίνε‐ ται ἐν ἀμητῷ, υἱὸς παράνομος.»
«Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ.»377 in vol. 96

96

.

380

«Υἱὸς ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.» «Υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται.» «Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν.»
5 «Ἔγγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μη‐ τέρα οὐκ εὐλογεῖ. Ἔγγονον κακὸν δίκαιον ἑαυτὸν κρινεῖ. Ἔγγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.» «Αἰσχύνη πατρὸς ἐν γεννήματι ἀπαιδεύτῳ.»
10 «Τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.» ΤΙΤΛ. Ζʹ. —Περὶ ὑετοῦ, καὶ βροχῆς· καὶ ὅτι ἀπὸ γῆς εἰς οὐρανὸν τὰ ὕδατα ἀνάγονται. «Τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, τὸν ἀποστέλ‐
15λοντα ὕδωρ ἐπὶ τὴν ὑπ’ οὐρανόν.» «Πάντα ὅσα ἐθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ,» καὶ τὰ λοιπά. «Ὁ προσκαλεσάμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, Κύ‐
20ριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ.» ΤΙΤΛ. Ηʹ. —Περὶ ὑγείας· καὶ ὅτι πάντων δια‐ φέρει. «Κρείσσων πτωχὸς ὑγιὴς, ἢ πλούσιος μεμαστι‐ γωμένος εἰς σῶμα αὐτοῦ.»
25 Ὑγεία καὶ εὐεξία παντὸς χρυσίου βελτίω· σῶμα εὔρωστον, ἢ ὄλβος ἄμετρος. Ὑγεία ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναν‐ τίων. —Κοινὸν δῶρον ὑγεία. —Ὑγείας ἐπιλαβού‐ σης ἐξαφανίζεται ὀδύνη.
30 Ἄριστον μὲν ὑγιαίνειν ἀεὶ, καλὸν δὲ καὶ ἀνα‐ σφῆλαι μετὰ τὴν νόσον. ΤΙΤΛ. Θʹ. —Περὶ ὑπονοίας· καὶ ὅτι χρὴ φεύ‐ γειν τὰς ἀφορμὰς τὰς τεκούσας ὑπονοίας κακάς.
35 «Μὴ δότε ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν.» Μηδεὶς ὑμῶν κατὰ τοῦ πλήσιον ἐχέτω τι. Μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ δι’ ὀλίγους ἄφρονας τὸ ἔνθεον πλῆθος βλασφημῆται. ΤΙΤΛ. Ιʹ. —Περὶ ὑποσχέσεων καὶ συντάξεων·
40καὶ ὡς χρὴ πληρῶσαι αὐτάς. «Τὸ ἐκπορευόμενον ἀγαθὸν ἐκ τοῦ στόματος ὑμῶν, ποιήσατε.» «Ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἐὰν εὔξηται εὐχὴν Κυρίῳ, ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ, ἢ ὁρίσηται
45περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· πάντα ὅσα ἂν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ, ποιήσει.» «Ἐὰν εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρο‐
νιεῖς ἀποδοῦναι αὐτὴν, ὅτι ὁ ἐκζητῶν ἐκζητεῖ Κύριος379 in vol. 96

96

.

381

ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία. Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φύλαξαι, καὶ ποίησον ὃν τρόπον ηὔξω τῷ Θεῷ σου, ὃ ἐλάλησας τῷ στόματί σου.»
5 «Ἐπικατάρατος ὃς ἦν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ ἡ εὐχὴ αὐτοῦ ἐν αὐτῷ, καὶ θύει διεφθαρ‐ μένα τῷ Κυρίῳ.» «Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.»
10ΤΙΤΛ. ΙΑʹ. —Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. «Συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν.» «Ψυχὴ, ἥτις ἂν ποιήσῃ ἐν χειρὶ ὑπερηφανίας, ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν προσηλύτων, τὸν
15Θεὸν οὗτος παροξυνεῖ.» «Φόβος Κυρίου ἐπιπεσεῖται ἐφ’ ἡμῖν, καὶ ἀπο‐ βήσεται ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ· τὸ δὲ σῶμα πήλινον.» «Μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιάναι, ἀλλὰ πεσεῖ‐
20ται νόσῳ πολλῇ. Πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα.» «Πάντα ὑβριστὴν ταπείνωσον, ὑπερήφανον δὲ σβέσον· σκῆψον ἀσεβεῖς παραχρῆμα, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον.» «Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἐὰν ἀναμέσον
25τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος. Οὐαὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Τίς με κατάξει ἐπὶ τὴν γῆν;» «Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους· γωνίας αὐτῶν ἐξηρήμωσα.»
30 «Ἀπολέσω ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφά‐ νων ταπεινώσω, καὶ θήσω τὴν οἰκουμένην ὅλην.» «Ἰδοὺ ὁ Δεσπότης Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους τῆς γῆς μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μα‐
35χαίρᾳ.» Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα· ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἶναι ἐμποδίζε. Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος. Λάκκος ἄνυδρος, φιλό‐ δοξος ψυχή. Ὑπερήφανος ψυχὴ, πανδοχεῖον λῃστῶν,
40μισεῖ δὲ ἦχον γνώσεως. Οὐαὶ τῷ ἀλαζόνι· ὅταν γὰρ εἰσέλθῃ εἰς τὸν τάφον, τίς ὑπάρχει, διδάσκεται. Πῶς ζητεῖς ψυχῆς καθαρότητα, τῇ ὑπερηφανίᾳ συνδεδεμένος; λέγεις γὰρ ὅτι Ἀγαπῶ καθαρὰν ἔχειν
45καρδίαν, καὶ εὑρίσκω αὐτὴν μεστὴν κονιορτοῦ καὶ καπνοῦ. Πῶς δυνατὸν, πυρὸς ἐμφωλεύοντος τοῖς ἀχύροις καὶ ἀποσμυχομένου, μὴ εὑρεθῆναι, μηδὲ φανῆναι καπνόν;

96

.

381

(50)

Ἀποδέχομαί σε τὴν εὐποιΐαν λιπαρῶς ἐργαζόμε‐ νον, καὶ τὴν πλεονεξίαν κλαδεύοντα· πάλιν δὲ οὐ κα‐ ταδέχομαι, καθὸ καὶ κενοδοξίαν κοινωνὸν παραλαμ‐ βάνεις. Ἄτοπον γὰρ ἄλλου πάθους ἐλεθευριᾷν, καὶ ἄλλῳ πάθει βούλεσθαι πάλιν δουλεύειν. καὶ ἐξυπη‐
55ρετεῖσθαι.381 in vol. 96

96

.

384

Οἴησις, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστιν ἐκκοπὴ προκοπῆς. Ὁ γὰρ κατοιόμενος, βελτίωσιν οὐκ ἀν‐ έχεται. Οἴησις, ἀκάθαρτον φύσει.
5ΤΙΤΛ. ΙΒʹ. —Περὶ ὑπομονῆς καὶ μακροθυμίας. «Εἶπε Δαβίδ· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι Κύ‐ ριος εἶπεν αὐτῷ· εἴ πως εἴδοι Κύριος ἐν τῇ ταπει‐ νώσει μου, καὶ ἐπιστρέψῃ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης.»
10 «Πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυν‐ θῶσιν.» «Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» «Ἀνὴρ φρόνιμος πολλὰ ὑποφέρει. Μακρόθυμος
15ἀνὴρ, πολὺς ἐν φρονήσει.» —«Μακρόθυμος κα‐ τασβέσει κρίσεις.» «Ἐλεήμων ἀνὴρ, μακρόθυμος.» «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ.» «Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν
20ἡμέρα θλίψεως.» «Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ἐρχόμε‐ νος ἥξει, καὶ οὐ χρονιεῖ.» «Ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀνα‐ στάσεώς μου, εἰς μαρτύριον· διότι τὸ κρῖμα θήσω
25εἰς συναγωγὰς ἐθνῶν.» «Στέφανος ἔσται τοῖς ὑπομένουσιν, καὶ τοῖς χρησί‐ μοις αὐτῆς.» «Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.» «Οἱ ὑπομένοντες τὸν Θεὸν, ἀλλάξουσιν ἰσχὺν,
30πτεροφυήσουσιν ὡς ἀετοί· δραμοῦνται, καὶ οὐ κο‐ πιάσουσι· βαδιοῦνται, καὶ οὐ πεινάσουσιν.» «Τέκνα, μακροθυμήσατε εἰς τὴν ἐπελθοῦσαν ὑμῖν ὀργήν. Κατεδίωξε γάρ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλου
35αὐτοῦ ἐπιβήσῃ.» «Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν.» «Ἕως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον ἀναδώσει αὐτῷ εὐφροσύνη. Ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται
40σύνεσιν αὐτοῦ.» «Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοι‐ μάσθητι τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ, καὶ μὴ ἀπο‐
45στῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου.» «Ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.» «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.»

96

.

384

(50)

«Ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον, καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύ‐ ριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν. Καὶ ταῦτα
εἰπὼν, ἐκοιμήθη.»383 in vol. 96

96

.

385

«Ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διά‐ κονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κό‐ ποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν
5γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας.» «Ὑπομονῆς ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ
10ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρο‐ νιεῖ.» «Πιστὸς ὁ λόγος. Εἰ γὰρ συναπεθάνομεν καὶ συζή‐ σομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρ‐
15νησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς.» Οὐδὲν οὕτως αἰδεσίμους ποιεῖ, ὡς τὸ ὑβριζομέ‐ νους φέρειν. Μηδέποτε φοβηθῇς πειρασμόν. Ἐὰν γὰρ ψυχὴν παρεσκευασμένην ἔχῃς, οὐ βλάπτει σε θλίψις. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡ κάμινος,
20οὕτως καὶ τὸν γενναῖον οὐ διαφθείρει θλίψις. Τί ποιεῖ ἡ κάμινος; τὸ χρυσίον καθαρὸν ποιεῖ. Τί ἐρ‐ γάζεται θλίψις τῷ φέροντι; τὴν ὑπομονὴν καὶ ὑψη‐ λοτέραν κατασκευάζει. Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπό‐
25την. Ἀντὶ τῶν ἐπανισταμένων τῷ σώματι ἡμῶν μωλώπων, φωτεινὸν ἔνδυμα ἡμῖν ἐπανθήσει· ἀντὶ τῆς ἀτιμίας στέφανοι, ἀντὶ δεσμωτηρίων παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ ἀγγέλων διαγωγή.
30 Τὴν ὑπομονὴν ἄσκει, δι’ ἧς ἔγνωμεν γυμνασθέν‐ τας τοὺς μάρτυρας. ΤΙΤΛ. ΙΓʹ. —Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ’ ὀλι‐ γοψυχούντων. «Ὀλιγόψυχος, ἰσχυρῶς ἄφρων.»
35 «Ὀλιγόψυχον ἄνδρα τίς ὑποίσει;» «Οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομόνην. Καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος;» Ἐὰν ὀργισθῇς κατὰ τοῦ λοιδορήσαντος, ἐβεβαίωσας τὰ ὀνείδη. Τί γὰρ ὀργῆς ἀφρονέστερον; Ἐὰν δὲ μεί‐
40νῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Δεῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ὑπο‐ δειγμάτων; πῶς ὁ μακάριος Δαβὶδ πράως ἠνείχετο
45τῆς παροινίας τοῦ Σεμεεῖ. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔν‐ νοιαν; ὅτι Κύριος εἶπεν, φησὶ, τῷ Σεμεεῖ κατ‐ αρᾶσθαι τὸν Δαβίδ. Διόπερ ἀκούων, ἀνὴρ αἱμάτων καὶ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπηνεν, ἀλλ’ ἑαυτὸν

96

.

385

(50)

ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως
ὑπαντώσης. Δύο δὲ ταῦτα περίελε ἀπὸ σοῦ, μήτε385 in vol. 96

96

.

388

σαυτὸν μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων τινὰ περὶ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νο‐ μίσῃς. Διὰ λόγων καὶ ὑποδειγμάτων ὁ Κύριος τὴν τῆς
5ὑπομονῆς ἐπαίδευσεν ἡμᾶς ὁδόν· πὴ μὲν λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος· πὴ δὲ πράως καὶ ἀκινήτως ἀνεχόμενος τοῦ τύπτον‐ τος. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Ποιητὴς καὶ Δεσπό‐ της, παρὰ πάσης τῆς νοητῆς κτίσεως προσκυνούμε‐
10νος, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψε τὸν ῥαπίζοντα εἰς τὸν ᾅδην, τῆς γῆς ὑποῤῥαγείσης τῷ δυσσεβεῖ, ἀλλ’ ἐνουθέτει καὶ ἐδίδασκε, λέγων· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με
15δέρεις; Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι, κατὰ τὴν ἐντολὴν Κυρίου, οὔποτε ἀγανακτήσεις ὡς παρὰ τὴν ἀξίαν καθυβριζόμενος. Τὸ ὀλιγωρεῖν, καὶ μὴ θέλειν ὑπομένειν, συμφορὰς μεγάλας καὶ ποικίλας ἀπεργάζεται.
20 Ἀφροσύνη ἐστὶν ἡ ἀνυπομονησία, καὶ τὸ ἀκαρ‐ τέρητον ἐν παντοίοις πειρασμοῖς. Καὶ πειθέτω σε ὁ Ἰὼβ πρὸς τὴν γυναῖκα λέγων, ὅτι Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. ΣΤΟΙΧΕΙΟΝ Φ.
25ΤΙΤΛ. Αʹ. —Περὶ φιλοξενίας καὶ φιλαδελφίας. «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρὲ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκη‐ νῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλ‐ μοῖς αὐτοῦ, εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεσαν
30ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν ἔδραμεν εἰς συνάντησιν αὐ‐ τοῖς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Κύριε, εἰ ἆρα εὗρον χάριν ἐναντίον σου, μὴ παρ‐ έλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψά‐ τωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ
35δένδρον· καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.» «Ἦλθον οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Ἰδὼν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησε
40τῷ προσώπῳ ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ κατα‐ λύσατε, καὶ νίψατε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρί‐ σαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Καὶ εἶπον· Οὐχὶ, ἀλλ’ ἐν τῇ πλατείᾳ καταλύσομεν. Καὶ κατεβιά‐
45σατο αὐτοὺς, καὶ ἔκλιναν πρὸς αὐτόν.» «Ἀκούσας Λάβαν τὰ ῥήματα τῆς ἀδελφῆς αὐτοῦ, ἦλθε πρὸς τὸν ἄνθρωπον, ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς. Καὶ εἶπεν αὐτῷ· Δεῦρο εἴσελθε, εὐλογητὸς Κύριος. Ἵνα τί ἕστηκας ἔξω;»

96

.

388

(50)

«Προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψετε αὐ‐ τόν· ἦτε γὰρ προσήλυτοι ἐν τῇ Αἰγύπτῳ.» «Ἐάν τις προσέλθῃ ἐν ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν· ὡς αὐτόχθων ἔσται ἐν
ὑμῖν.»387 in vol. 96

96

.

389

«Εἶπεν ἀνὴρ ὁ πρεσβύτης· Ποῦ πορεύῃ, καὶ πόθεν ἔρχῃ; Καὶ εἶπεν πρὸς αὐτόν· Διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεὲμ τῆς Ἰούδα ἕως μερῶν ὄρους Ἐφραῒμ, καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων με εἰς τὴν
5οἰκίαν. Καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· Εἰρήνευσον, πᾶν τὸ ὑστέρημά σου ἐπ’ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς. Καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ· καὶ ἀπήγαγε τοὺς ὄνους, καὶ παρενέβαλε τοῖς ὑποζυγίοις αὐτοῦ χορτάσματα, καὶ ἔνιψαν τοὺς
10πόδας αὐτῶν, καὶ ἔφαγον, καὶ ἔπιον.» «Ἔξω οὐκ ηὐλίζετο ξένος· ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» «Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ ὁ δεχόμενος δί‐
15καιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται.» «Διασωθέντες δὲ ἔγνωσαν, ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν. Ἀνάψαντες γὰρ πυρὰν, προσελά‐ βοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ
20διὰ τὸ ψῦχος. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Που‐ πλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας, φιλοφρό‐ νως ἐξένισεν.» «Ἡ φιλαδελφία μενέτω· καὶ τῆς φιλοξενίας μὴ
25ἐπιλανθάνεσθε. Διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενί‐ σαντες ἀγγέλους.» Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. Μὴ ἀτιμάσῃς τὸν ξένον, ἐπεὶ καὶ ἡμεῖς ξένοι καὶ πάροικοι.
30 Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Ξένος προσέπεσεν ἄοικος, παρεπίδημος; ὑπόδεξαι διὰ τούτου τὸν διὰ σὲ ξενιτεύσαντα, καὶ ταῦτα ἐν τοῖς ἰδίοις. Ὅτε ἐπὶ τὴν Σαραπτίαν χήραν ὁ προφήτης εἰσ‐
35ῆλθεν, ὅτε λιμώττων ὁ ξένος παρεγένετο πρὸς τὴν λιμώττουσαν ξενοδόχον, δρακὸς ἀλεύρου πηγὴν ἀέν‐ ναον τὴν ὑδρίαν ἐργάζεται, οὐ τὴν ποσότητα τῆς δωρεᾶς ἐξετάσας, ἀλλὰ τῇ προθυμίᾳ τῆς φιλοξενίας ἀντιμετρήσας τὴν ἀμοιβήν. Τοιαῦτα γὰρ τὰ τῆς
40χάριτος· μικρὰ λαμβάνουσα μεγάλα χαρίζεται. Ξένος καὶ πένης Θεοῦ κολλύριον· ὁ δεχόμενος αὐ‐ τοὺς ταχέως ἀναβλέψει. Ἦλθεν Ἠλίας εἰς Σάρεπτα τῆς Σιδῶνος, καὶ εἶδεν γυναῖκα χήραν ξυλευομένην· καὶ τί φησιν; Δός μοι
45μικρὸν ὕδωρ, ἵνα πίω. Ἀπελθοῦσα δὲ ἡ χήρα, ἤνεγκεν αὐτῷ, καὶ ἔπιεν Ἠλίας. Καὶ εἶπεν αὐτῇ· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου, καὶ φάγομαι. Ἡ δὲ εἶπεν· Ζῇ Κύριος, εἴ ἐστί μοι ἀλλ’ ἡ δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκει, ὃ

96

.

389

(50)

ποιήσομεν, καὶ φαγόμεθα, ἐγὼ καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα. Τί οὖν Ἠλίας; Ἄπελθε, φησὶ, καὶ ποίησόν μοι ἐγκρυφίαν καταμόνας, καὶ φάγομαι· καὶ οὕτως ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται.
Τί ποιεῖς, Ἠλία; Ἔστω, ἄρτον θέλεις· τί καταμόνας389 in vol. 96

96

.

392

ζητεῖς; Οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φάγῃς; σὺ θέλεις φαγεῖν, καὶ δῆμον τέκνων πνίξαι; Ἀλλ’ ὅμως ἡ χήρα οὐκ ἐταράχθη, οὐδὲ εἶπεν· Σὺ εἶ ὁ τὸν λιμὸν ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ
5λιμοῦ διατραφῆναι ἦλθες· οὐδὲ εἶπεν, ὅτι Τοσοῦτον κόσμον κατέλιπες, καὶ πρός με ἦλθες λιμῷ κατα‐ φθεῖραι τὰ παιδία· σὺ εἶ ὁ αἴτιος γενόμενος τοῦ λι‐ μοῦ, καὶ παρ’ ἐμοῦ τροφὴν αἰτεῖς; ἀλλ’ ὡς Ἀβραα‐ μιαία τις γυνὴ, εἰσελθοῦσα ἐποίησεν κατὰ τὸ ῥῆμα
10Ἠλίου. Καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ τὴν χήραν φιλοξε‐ νεστέραν. Ἐκεῖνος μὲν γὰρ καὶ εὔπορος ὢν, ἀγγέ‐ λους ἐξένισεν, αὕτη δὲ ζωὴν καὶ θάνατον προσενεγ‐ κοῦσα ἐξένισε τὸν προφήτην. Καὶ ἦν ἰδεῖν φύσιν καταπονουμένην, καὶ φιλοξενίαν ἐνεργουμένην. Εἶ‐
15δες σπλάγχνα ῥιπτόμενα, καὶ προφήτην δεχόμενα; Ὁλόκληρον δῆμον τέκνων τάφον εἰργάσατο. Ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκα‐ σιν. Οὐκ οἶδα πῶς ἐγκωμιάσω τὴν χήραν. Πῶς τέκνων κατεφρόνησεν, καὶ φιλοξενίαν ἐτίμησεν;
20πῶς ἡ φύσις αὐτὴ οὐκ ἠγανάκτησεν; πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη; πῶς τὰ σπλάγχνα οὐ διελύθη, βλέ‐ ποντα ὁλόκληρον δῆμον παίδων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι; ἀλλὰ ἀνωτέρα πάντων ἐγένετο, καὶ τὸν προφήτην ἐξένισεν. Ὡς οὖν ἔλαβεν ὁ προφήτης, καὶ
25ἔφαγεν, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδωσιν. Ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν ἄσταχυν κομῶντα τῇ εὐσεβείᾳ ἐθέρισεν. Τί γάρ φησι; Ζῇ Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς
30χήρας ληνὸς, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἀναγκαίως τὸν καρπὸν παρέχοντα, δι’ ὀλίγου τοῦ προφήτου τὴν χήραν διατρέφοντος. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας. ΤΙΤΛ. Βʹ. —Περὶ φιλανθρωπίας Θεοῦ, καὶ ἀγα‐
35θότητος, καὶ μακροθυμίας· καὶ ὅτι κρεῖττον ἐμπεσεῖν εἰς χεῖρας τοῦ Θεοῦ, καὶ μὴ εἰς χεῖ‐ ρας ἀνθρώπων. «Κύριος ὁ Θεός σου οἰκτίρμων καὶ ἐλεήμων ἐστὶ, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δί‐
40καιος.» «Ῥῆμα Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν ὁρῶντα, λέ‐ γων· Πορεύου, καὶ λαλήσεις πρὸς Δαβὶδ, λέγων· Ἔκ‐ λεξαι σεαυτῷ γενέσθαι, ἢ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου τῶν ἀλλοφύλων,
45καὶ αὐτοὺς καταδιώκοντάς σε· ἢ γενέσθαι τρεῖς ἡμέ‐ ρας θάνατον ἐν τῇ γῇ. Καὶ εἶπεν Δαβὶδ πρὸς Γάδ· Στενά μοι πανταχόθεν σφόδρα ἐστὶ, καὶ τὰ τρία. Ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα. Εἰς δὲ χεῖρας ἀνθρώπων

96

.

392

(50)

οὐ μὴ ἐμπέσω. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου· καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ, ἀπὸ Δὰν ἕως Βηρσαβεὲ, ἐβδομήκοντα χι‐ λιάδες ἀνδρῶν. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα
αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ391 in vol. 96

96

.

393

παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ. Καὶ εἶπεν τῷ ἀγ‐ γέλῳ· Ἱκανὸν, ἄνες τὴν χεῖρά σου.» «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μα‐ κρόθυμος.»
5 «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζη‐ τήσει.» «Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε.» —«Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε.» Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ.»
10 «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε· ὡς ἐπλή‐ θυνας τὸ ἔλεός σου.» «Σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι. Σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεή‐ μων.»
15 Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος· μακρό‐ θυμος.» «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς ....» «Τίς Θεὸς ὥσπερ σύ· ἐξαίρων ἀδικίας, καὶ ὑπερ‐
20βαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ. Οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. Αὐτὸς ἐπιστρέψει, καὶ οἰκτει‐ ρήσει ἡμᾶς. Καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης.
25 «Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐ‐ τοῦ.» «Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω. Καὶ ἐγὼ ἀνα‐ λήψομαι, καὶ σώσω ὑμᾶς.» «Ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀν‐
30έξομαι;» «Οὐκ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς ἀδικίας καταπατήσει ὑμᾶς.» «Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπει‐ θοῦντα, ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ
35καλῆ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.» «Ἐλεεῖς πάντας, ὅτι πάντα δύνασαι, καὶ παρ‐ ορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. Φείδῃ δὲ πάντων, ὅτι σά ἐστι πάντα, φιλόψυχε. Τὸ γὰρ ἅγιόν σου Πνεῦμα ἐν πᾶσιν.»
40 «Σὺ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις, καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς. Πάρεστί σοι, ὅταν θέλῃς, τὸ δύνασθαι. Ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων, ὅτι δεῖ δίκαιον εἶναι φιλάνθρω‐ πον.»
45 «Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων. Ὡς γὰρ ἡ μεγαλοσύνη αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ.» «Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.»

96

.

393

(50)

«Εἰ ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγα‐ θὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πα‐ τὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦ‐
σιν;»393 in vol. 96

96

.

396

«Τότε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κράνιον, καὶ ἐκεῖ ἐσταύρωσαν τὸν Ἰησοῦν, καὶ τοὺς κακουργοὺς, τὸν μὲν ἐκ δεξιῶν, τὸν δὲ ἐξ ἀριστερῶν. Ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ
5οἴδασι τί ποιοῦσιν.» «Πολὺ εὔσπλαγχνός ἐστι Κύριος καὶ οἰκτίρ‐ μων.» «Τὴν τοῦ Κυρίου μακροθυμίαν σωτηρίαν ἡγεῖ‐ σθε.»
10 Καίτοι γε ὁ ἀγαθὸς ἀγαθῶν παρεκτικός ἐστι δη‐ λονότι. Πολλῶν ὄντων ἐφ’ οἷς θαυμάζεται ὁ Θεὸς, οὐδὲν οὕτως αὐτοῦ ὡς τὸ εὐεργετεῖν ἰδιαίτατον. Πολλὰς καὶ παραδόξους σωτηρίας οἶδε τὸ Θεῖον
15καινοτομεῖν, νεῦον πρὸς τὸ φιλάνθρωπον. Ὁ τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντως παρ‐ εκτικὸς γίνεται. Οὐδεὶς οὕτως ἑαυτοῦ φείδοιτο ἂν, ὡς ὁ Θεὸς μᾶλ‐ λον μηδὲν ἡμᾶς πάσχειν κακόν.
20 Τοιαύτη ἡ τοῦ Θεοῦ μακροθυμία τοῖς οὐκ εἰς δέον χρωμένοις αὐτῇ. Μακροτέραν πρὸς τὸ τέλος ἐπάγει τὴν δίκην, καὶ καθάπερ τοῖς μετανοοῦ‐ σιν ὠφέλιμος, οὕτω τοῖς ἀνενδότοις καὶ σκλη‐ ροῖς μειζόνων γίνεται κολάσεων πρόφασις.
25 Οὐδέποτε παύεται διὰ τὴν πρόγνωσιν τῆς ἡμετέ‐ ρας κακίας τὰ αὐτοῦ ποιῶν ὁ Θεός. Κἂν γὰρ ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν, αὐτὸς τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείκνυται. Εἰ δὲ εἰς μείζονα ἑαυ‐ τοὺς ὠθοῦμεν κακὰ, οὐκέτι τοῦτο παρὰ τὸν μακρο‐
30θυμήσαντα· οὐ διὰ τοῦτο μακροθυμήσαντα, ἵνα ἀπολώμεθα, ἀλλ’ ἵνα σωθῶμεν· ἀλλὰ παρ’ ἡμᾶς τοὺς ὑβρίσαντας τὴν ἄφατον φιλανθρωπίαν αὐ‐ τοῦ. Ἐπὶ ἡμῶν τῶν ἀνθρώπων τὸ ἀπαιτῆσαι τὰ ὀφει‐
35λόμενα, πλοῦτος· ἐπὶ δὲ Θεῷ τὸ συγχωρῆσαι, πλοῦτος. Καὶ ἡμεῖς, ἐπειδὰν λάβωμεν τὰ κεχρεω‐ στημένα, τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς, ἐπειδὰν συγχωρήσῃ τὰ πλημμελήματα, τότε μάλι‐ στα πλουτεῖ. Πλοῦτος γὰρ τῆς ἀγαθότητος τοῦ Θεοῦ,
40τῶν ἀνθρώπων ἡ σωτηρία, καθάπερ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς ἡμᾶς, καὶ ἐπὶ πάντας ἐπικαλου‐ μένους αὐτόν. Τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐκ τῆς τῶν ἡμετέρων ἁμαρτιῶν μνήμης καταμανθάνομεν.
45 Τὸ κατὰ πάντα τρόπον τοῦ ἀγαθοῦ ἀπεστερημέ‐ νον, οὐδαμῶς οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται, οὔτε εἶναι δύναται. Ἀγαθὴ ἡ τοῦ Θεοῦ δικαιοσύνη, καὶ δικαία ἐστὶν ἡ ἀγαθότης αὐτοῦ.

96

.

396

(50)

Καθάπερ οὐκ ἔστι φῶς ὃ μὴ φωτίζει, οὐδὲ κι‐
νοῦν, ὃ μὴ κινεῖ, οὐδὲ φιλοῦν, ὃ μὴ φιλεῖ· οὐδὲ395 in vol. 96

96

.

397

ἀγαθόν ἐστιν ἄρα, ὃ μὴ ὠφελεῖ, καὶ εἰς σωτηρίαν οὐ καθοδηγεῖ. Βία Θεοῦ οὐ πρόσεστιν· ἀγαθὴ δὲ γνώμη πάντοτε συμπάρεστιν αὐτῷ.
5 Φύσει μὲν κατ’ οὐσίαν ὁ Θεὸς οἰκτιρμοὺς ἔχει, ὀργὴν δὲ οὐ κατὰ φύσιν, ἀλλὰ δι’ ἄλλους. —Πάν‐ των τῶν περὶ Θεὸν προηγεῖται ἡ οὐσιώδης ἀγαθό‐ της. Θεοῦ ἴδιον, τὰ μὲν ἀγαθὰ προτείνειν, καὶ φθάνειν
10δωρούμενον, τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν. Οὐδὲ τοῖς ἁμαρτάνουσιν εὐθὺς ἐπέξεισιν ὁ Θεὸς, ἀλλὰ δίδωσι χρόνον εἰς τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν. ΤΙΤΛ. Γʹ. —Περὶ φυσικῶν.
15 «Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ πονηρὰ ἐκ νεότητος.» «Σὴς ὀστέων, καρδία αἰσθητική.» «Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων προσδέχονται τὰ κακά.»
20 «Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ καρδίαι τῶν ἀνθρώπων ἴσαι.» «Πᾶσα καρδία εἰς λύπην.» «Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.»
25 «Ἀπὸ ἀπαντήσεως προσώπου γνωσθήσεται νοή‐ μων.» «Καρδία ἀνθρώπου ἀλλοιοῖ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ, ἐάν τε εἰς κακά.» «Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ
30ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» «ᾯ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.»
35 Πεφύκαμεν οἱ ἄνθρωποι, ὅπερ ἂν ἑκόντες ἑλώμεθα, κἂν ἐπίπονα ᾖ, καταδέχεσθαι. Φύσεως ἀντιπραττούσης, κενὰ τὰ πάντα. Ὅ τις μὴ πέπονθεν, οὐδ’ ἂν ἐν ἑτέρῳ πιστεύ‐ σειεν. Ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότε‐
40ρος. Τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν. Οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώποις, ὡς λαλεῖν τὰ ἀλλότρια. Κρίνουσι πολλοὶ τὰ τῶν ἄλλων τοῖς ἰδίοις πά‐
45θεσι. Κακῶν διδασκάλων κακὰ τὰ μαθήματα· μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ γεώργια. Τὸ ἑκούσιον λυπηρὸν τοῦ ἀκουσίου τερπνοῦ τιμιώ‐ τερον.

96

.

397

(50)

Ἔθος τοῖς πολλοῖς τῶν ἀνθρώπων, ὅταν ὑπὸ
ὀργῆς κατασχεθῶσι καὶ λύπης, κἂν μὴ τοὺς αἰτίους397 in vol. 96

96

.

400

λάβωσι τῶν παθῶν, εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ἀνυπόπτως ἀφιέναι τὴν ὀργήν. Ἡ τῶν ἀλλοτρίων κακῶν ἐπίτασις ἐλάττω τὰ οἰκεῖα φαίνεσθαι ποιεῖ κακὰ, κἂν ἀφόρητα ᾖ.
5 Οὐχ ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθεν. Πολλοὶ τῶν ἀνθρώπων ἐκ τῶν καθ’ ἑαυτοὺς περὶ τῶν ἄλλων τὰς ψήφους φέρουσιν· οἷον, ὁ μεθύων διηνεκῶς, οὐκ ἂν πιστεύσειεν εἶναί τινα ἄνθρωπον
10ἐνεγκρατιάζοντα. Ὁ πόρναις προσέχων, καὶ τοὺς κοσμίως βιοῦντας ἀκολάστους εἶναι νομίζει. Πάλιν ὁ τὰ τῶν ἄλλων ἁρπάζων, οὐκ ἂν πεισθείη ῥᾳδίως, ὅτι εἰσὶν ἄνθρωποι τὰ ἑαυτῶν προϊέμενοι. Χαλεπὸν ἐναντιοῦσθαι φύσει
15 Ὥσπερ τὸ παρὰ φύσιν ἐγκεντρίσαι, καὶ εἰσοι‐ κίσαι τι τῇ φύσει δυσεργὸν, οὕτω καὶ αὖ πάλιν τὰ φύσει πεφυκότα μεταθεῖναι καὶ ἀναχαιτίσαι. Εἴρηται γάρ· Εὖ φύσεως ἀντιπραττούσης, κενὰ πάντα.
20ΤΙΤΛ. Δʹ. —Περὶ φήμης· καὶ ὅτι οὐ δεῖ ἑκάστῳ πιστεύειν. «Φήμη ἀγαθὴ πιαίνει ὀστᾶ.» «Ὁ ταχὺ ἐμπιστεύων, κοῦφος καρδίας.» «Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε.»
25 Οἶδεν πολλάκις καὶ φήμη καθελεῖν, καὶ ἀναστῆσαι ψυχὴν, καὶ τὴν οὐκ οὖσαν καταλύσαι. Οὐ πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα παρέχειν τὰ ὦτα. Φήμης οὐδὲν ὠκύτερον.
30ΤΙΤΛ. Εʹ. —Περὶ φιλέργων καὶ σπουδαίων· καὶ ὅτι χρὴ πονεῖν· ὠφέλειαν γὰρ ἔχει. «Ἐν ἱδρώτητι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου.» «Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι
35εἰρήνη.» «Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,» καὶ τὰ λοιπά. «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακά‐ ριος σὺ, καὶ καλῶς σοι ἔσται.»
40 «Διάνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων.» «Ἐὰν ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ἡ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ καλὸς δρομεὺς ἀπαυτομολή‐ σει.»
45 «Ὃς φυτεύσει συκῆν, φάγεται τοῦ καρποῦ αὐ‐ τῆς.» «Χεῖρες ἀνδρείων πλουτίζουσιν. Ὁ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας, πληθυνθήσεται.» «Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμ‐

96

.

400

(50)

φέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐκτείνει εἰς ἄτρα‐399 in vol. 96

96

.

401

κτον.» Καὶ πάλιν· «Ἤρεισεν αὐτῆς τοὺς βρα‐ χίονας εἰς ἔργον, καὶ ἐγεύσατο ὅτι καλὸν τὸ ἐργά‐ ζεσθαι. «Ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ
5δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.» «Κρείσσων ἐργαζόμενος ἐν πᾶσιν, ἢ δοξαζόμενος, καὶ ἀπορῶν ἄρτου. «Ἐν πᾶσιν ἔργοις σου ἐξεγείρου, καὶ μὴ ἄρ‐ γει.»
10 «Ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δού‐ λους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα», καὶ τὰ λοιπά. «Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα
15ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμ‐ βάνεσθαι τῶν ἀσθενούντων. Μνημονεύετε τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπεν ὅτι Μακάριόν ἐστι μᾶλλον διδό‐ ναι, ἢ λαμβάνειν.» Τί τῶν ἀγαθῶν εὔκολον; τίς καθεύδων τρόπαιον
20ἔστησεν; τίς τρυφῶν, καὶ καταυλούμενος, τοῖς τῆς καρτερίας στεφάνοις κατεκοσμήθη; Οὐδεὶς μὴ δρα‐ μὼν ἀνείλετο βραβεῖον. Πόνοι γεννῶσι δόξαν, κάματοι δὲ προξενοῦσι στεφάνους. Τὸν ἐμφράζοντα ἡμῖν τὰς εἰς σωτηρίαν ὁδοὺς
25νικήσωμεν τῇ συνέσει. Ἐκεῖνος τὸν ὄκνον ἡμῖν ἐποίει· ἡμεῖς διαναστῶμεν πρὸς ἐργασίαν· ἐκεῖνος δὲ κεναῖς ἐπαγγελίαις τὰς καρδίας ἡμῶν ἐξαπατάτω· ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει,
30τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον ποιεῖ ὑμᾶς τα‐ μιεύεσθαι; Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσιν τοῖς ἐγγεγυμνασμένοις. Ἔστιν ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτη‐
35ρία. Ἐὰν φύγωμεν τῆς σαρκὸς τὰ ἐπίπονα, οὐκ ὀψό‐ μεθα τὰ ἀγαθὰ τῶν δικαίων. Μικρὸν κοπιάσωμεν, ἀγαπητοὶ, ἵνα μὴ τῶν αἰω‐ νίων ἐκπέσωμεν ἀγαθῶν.
40 Πρὸς ὀλίγον χρόνον ὁ κάματος, καὶ εἰς αἰῶνα αἰῶνος ἡ ἀνάπαυσις. Ὅπου πλείων ὁ κόπος, ἐκεῖ μείζων ἡδονή. Οὐκ ὀκνεῖ ὁ εὖ φρονῶν πρὸς τοὺς πόνους, διὰ τοὺς ἐκ τῶν πόνων καρπούς.
45 Πανταχοῦ διὰ δυσκολίας καὶ πόνων τοῖς ἀνθρώποις πέφυκε τὰ χρήσιμα παραγίνεσθαι. Οἱ πόνοι τῶν ἀγαθῶν πανταχοῦ χορηγοί. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἡ βασι‐ λεία τοῦ Θεοῦ, ἀλλ’ οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν.

96

.

401

(50)

Αὕτη γὰρ μόνη ἡ βία καλὴ, Θεὸν βιάζεσθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βιαίους, μᾶλ‐ λον δὲ βεβαίως ἀντεχομένους, συνεχώρησεν, καὶ εἶξεν. Χαίρει γὰρ τὰ τοιαῦτα ἡττώμενος. Ἄτοπόν ἐστι διώκειν τὰς τιμὰς, καὶ φεύγειν τοὺς
55πόνους, δι’ ὧν αἱ τιμαὶ πεφύκασι γίνεσθαι.401 in vol. 96

96

.

404

ΤΙΤΛ. ϛʹ. —Περὶ φιλαρχίας· καὶ ὅτι οὐ χρὴ ἀπροόπτως ἐπιπηδᾷν ταῖς ἀρχαῖς. «Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τε‐ λευταίοις οὐκ εὐλογηθήσεται.»
5 «Μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς.» ΤΙΤΛ. Ζʹ. —Περὶ φίλων χρηστῶν. «Προσέθετο Ἰωνάθαν ὀμόσαι τῷ Δαβὶδ, ὅτι ἠγά‐
10πησεν ψυχὴν ἀγαπῶντος αὐτοῦ.» «Ἀπεκρίθη Ἰωνάθαν τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν· Ἵνα τί ἀποθνήσκει Δαβίδ; τί πεποίηκεν; Καὶ ἐφηρ‐ πάσατο Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν. Καὶ ἔγνω Ἰωνάθαν, ὅτι συντετέλεσται ἡ κα‐
15κία παρὰ τοῦ πατρὸς αὐτοῦ, τοῦ θανατῶσαι τὸν Δαβὶδ, καὶ ἀπεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν τῇ ἡμέρᾳ τοῦ μη‐ νὸς τῇ δευτέρᾳ ἄρτον. Ἀνέστη Δαβὶδ ἀπὸ τοῦ Ἐρ‐ γὰβ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσ‐
20εκύνησε τὸν Ἰωνάθαν τρὶς, καὶ κατεφίλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἕως συντελείας μεγάλης. Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαβίδ· Πορεύου εἰς εἰρή‐ νην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες· Κύριος ἔσται μάρτυς ἐνώπιον
25ἐμοῦ καὶ σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου ἕως αἰῶνος. Καὶ ἀνέστη Δαβὶδ, καὶ ἀπῆλθεν, καὶ Ἰωνάθαν εἰσῆλθεν ἐν τῇ πόλει.» «Ἀλγῶ, ἐπὶ σὲ, ἀδελφέ μου Ἰωνάθαν. Ὡραιώ‐ θης μοι σφόδρα. Ἐθαυμαστώθη ἡ ἀγάπησίς σου
30ἐπ’ ἐμὲ ὑπὲρ ἀγάπησιν γυναικῶν.» «Φίλοι ἀσεβεῖς θεραπεύουσι θύρας δικαίων· φί‐ λοι μισήσουσι φίλους πτωχούς.» «Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.»
35 «Ὃς κρύπτει ἀδίκημα, ζητεῖ φιλίαν. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· διὰ γὰρ τοῦτο γεννῶνται.» «Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Φίλον σὸν, ἢ φίλον πατρῷόν σου
40μὴ ἐγκαταλείπῃς. Εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν. Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελ‐ φὸς μακρὰν οἰκῶν.» «Ἡνίκα σε ὀνειδίσῃ ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ ὀπίσω· μὴ καταφρόνει, μή σε ὀνειδίσῃ μὲν ὁ φίλος·
45ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα σου οὐκ ἀποστήσεται, ἀλλ’ ἔσται σοι ἴσα θανάτῳ.» «Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς ὁ μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν. Ὅτι ἐὰν πέσω‐ σιν οἱ δύο, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. Καὶ οὐαὶ

96

.

404

(50)

τῷ ἑνὶ ὅταν πέσῃ, καὶ μὴ ᾖ δεύτερος ἐγεῖραι αὐτόν· τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται.» «Φίλος πιστὸς, σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐ‐ τὸν, εὗρε θησαυρόν. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλ‐ λαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ.
55Φίλος πιστὸς, φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι
Κύριον, εὑρήσουσιν αὐτόν.»403 in vol. 96

96

.

405

«Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον. Ὁ γὰρ πρόσ‐ φατος οὐκ ἔστιν ἔφισος αὐτῷ. Οἶνος νέος· ἐὰν δὲ παλαιωθῇ, μετ’ εὐφροσύνης πίε αὐτόν.» «Πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ, καὶ κατὰ
5τὴν ἰσχύν σου ἔκτεινον, καὶ δὸς αὐτῷ.» «Ἀπόλεσον ἀργύριον δι’ ἀδελφὸν καὶ φίλον.» «Μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου.» «Φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ κρυβήσομαι, καὶ εἰ κακά μοι συν‐
10έβη δι’ αὐτόν.» Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν· οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φί‐ λος πιστὸς σκέπη κραταιὰ, καὶ ὀχυρωμένον βασί‐ λειον· φίλος πιστὸς, θησαυρὸς ἔμψυχος. Φίλος πι‐
15στὸς, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς, λιμὴν ἀναψύξεως. Πάντα οἴσει φιλία, καὶ πάσχουσα, καὶ ἀκούουσα. Πρέπει τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας τῆς πα‐
20τρικῆς, οὕτω δὴ καὶ τῆς φιλίας κληρονομεῖν. Φίλους δὲ ὅταν εἴπω, τοὺς καλοὺς λέγω, καὶ ἀγα‐ θοὺς, καὶ κατ’ ἀρετὴν ἡμῖν συναπτομένους. Πάντα κοινὰ ποιώμεθα, καὶ λύπας, καὶ εὐφροσύ‐ νας. Τοιοῦτον γὰρ ἡ φιλία.
25 Τὰ παρὰ φίλων λεγόμενα, κἂν ὕβρις ᾖ, φορητά. Οὐχ οὕτω πυρετὸς κατακαίειν εἴωθεν σώματος φύσιν, ὡς τὰς ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμένων. Τρισσὰ εἴδη φιλίας διδασκόμεθα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον, τὸ κατ’ ἀρετήν. Στεῤῥὰ
30γὰρ ἡ ἐκ λόγου ἀγάπη. Τὸ δὲ δεύτερον καὶ μέσον, τὸ κατ’ ἀμοιβὴν, κοινωνικὸν τοῦτο καὶ μεταδοτικὸν, καὶ βιωφελές. Κοινὴ γὰρ ἡ εὐχάριστος φιλία. Τὸ δὲ ὕστατον καὶ τρίτον, τὸ ἐκ συνηθείας φαμὲν, πρὸς Ἕλληνας. Οἶδα, φησὶ, τὸ καθ’ ἡδονὴν τρεπτὸν,
35καὶ μεταβλητόν. Οὐκοῦν ἡ μέν τίς ἐστι φιλοσόφου φιλία, ἡ δὲ ἀνθρώπου, ἡ δὲ ζώου. Ἡδὺς ἐκεῖνος φίλος, ὁ τὴν ψυχὴν διατρέφων. Γνήσιος φίλος, ὁ τὰς περιστάσεις κοινούμενος. Μέ‐ γιστον κτῆμα, φίλος ἀδιάπτωτος. Ὁ κατὰ Θεὸν
40φίλος, ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις αὐτοῦ. ΤΙΤΛ. Ηʹ. —Περὶ φίλων τραπέζης καὶ μοχθηρῶν. «Φίλοι ἀσεβεῖς μισοῦσι φίλους πτωχούς.» «Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπ‐
45άγει αὐτοὺς εἰς ὁδοὺς οὐκ ἀγαθάς.»405 in vol. 96

96

.

408

«Προφασίζεται ἀνὴρ βουλευόμενος ἀποχωρισθῆ‐ ναι φίλων.» «Ῥόπαλον, καὶ μάχαιρα, καὶ τόξευμα ἠκονημέ‐ νον ἀκίδωτον, οὕτως ἀνὴρ καταμαρτυρῶν τοῦ φίλου
5αὐτοῦ μαρτυρίαν ψευδῆ.» «Ὃς εὐλογεῖ πρωῒ φίλον μεγάλῃ φωνῇ, καταρω‐ μένου οὐδὲν διαφέρει.» «Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις.»
10 «Ἔστι φίλος ἐν καιρῷ αὑτοῦ, καὶ οὐ μὴ παρα‐ μείνῃ ἐν καιρῷ θλίψεως. Ἔστι φίλος κοινωνὸς τρα‐ πέζης, καὶ οὐ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως· καὶ ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ.» «Ἔστι φίλος ὀνόματι μόνον φίλος.»
15 «Εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. Ἀντὶ φίλου μὴ γίνου ἐχθρός.» «Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ᾄδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι. Ἑταῖρος φίλῳ συμ‐
20πονεῖ χάριν γαστρὸς, ἔναντι δὲ πολέμου λήψεται ἀσπίδα.» «Ἐὰν ἔχῃς, συμβιώσεταί σοι, καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ μὴ πονήσῃ. Χρείαν ἔσχεν σου, καὶ ἀπ‐ επλάνησέν σε, καὶ προγελάσεταί σοι, καὶ δώσει σοι
25ἐλπίδα. Λαλήσει σοι, καλέσει σοι καλὰ, καὶ ἐρεῖ· Τίς ἡ χρεία σου; Καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσει σε δὶς ἢ τρὶς, καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου· καὶ μετὰ ταῦτα ὄψε‐ ταί σε, καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ
30κινήσει ἐπὶ σοί.» «Ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκαίνει τὸ στόμα αὐτοῦ, καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ, καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. Πολλὰ ἐμίσησα, καὶ
35οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ Κύριος μισεῖ αὐτόν.» «Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Οἱ ἀκόλαστοι τὴν γνώμην, μέχρι μὲν τῷ στόματι αὐτῶν τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύου‐
40σιν, ὑπερθαυμάζουσιν. Ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν, οὓς πρὸς βραχὺ ἴσα Θεῷ διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν ἀπ’ αὐτῶν,
45καὶ ἡ φιλία μέχρι τραπέζης ὥρισται παρ’ αὐτοῖς· αἱ προσηγορίαι αὐτῶν ὑποψίας πεπλήρωνται. Οὐκ ἂν εἴποι τις ἑταῖρον τὸν κόλακα. Νόσος γὰρ φιλίας ἡ κολακεία ΤΙΤΛ. Θʹ. —Περὶ φιλοτιμουμένων καὶ μεταδο‐

96

.

408

(50)

τικῶν· καὶ ὅτι ἡ φιλοτιμία σωτηρίαν προξε‐ νεῖ. «Εἶδεν Ἀβιγαιὰ τὸν Δαβὶδ, καὶ ἔπεσεν, καὶ κατ‐ επήδησεν ἀπὸ τῆς ὄνου. Καὶ ἔπεσεν ἐνώπιον Δαβὶδ ἐπὶ πρόσωπον αὐτῆς ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Ἐν ἐμοὶ,
55κύριε, ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ407 in vol. 96

96

.

409

ὦτά σου, καὶ ἄκουσον λόγον τῆς δούλης σου. Μὴ θέ‐ σθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον· καὶ ἀφροσύνη μετ’ αὐτοῦ.» «Εἶπεν ὁ βασιλεὺς Δαβὶδ πρὸς Σιβά· Τί ταῦτα
5σοι; Καὶ εἶπε Σιβά· Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βα‐ σιλέως τοῦ ἐπικάθεσθαι, καὶ οἱ ἄρτοι εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος εἰς πιεῖν τοῖς ἐκλελυμένοις. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· Ἰδού σοι πάντα ὅσα εἶχεν ὁ Μεμφιβοσθέ. Καὶ πεσὼν Σιβὰ προσεκύνησε
10λέγων· Εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριε βα‐ σιλεῦ.» Σχόλ. Ἡ τῶν ξενίων προσαγωγὴ τὴν τοῦ δεσπό‐ του οὐσίαν ἐπὶ τὸν οἰκέτην μετέθηκεν. Ἀπέστειλεν Ἀχὰζ ἀγγέλους πρὸς τὸν βασιλέα Ἀσ‐
15συρίων, λέγων· Δοῦλός σου, καὶ υἱός σου ἐγώ· ἀνά‐ βηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ. Καὶ ἔλαβεν Ἀχὰζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑ‐ ρεθὲν ἐν θησαυροῖς αὐτοῦ, καὶ ἀπέστειλε τῷ βασιλεῖ
20δῶρα· καὶ ἤκουσεν αὐτοῦ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν.» «Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.»
25 «Δόσις λαθραία ἀνατρέπει ὀργάς.» «Ἄνδρα ἱλαρὸν καὶ δότην ἀγαπᾷ ὁ Θεός.» «Ἐν πάσῃ δόσει ἱλάρυνον τὸ προσωπόν σου.» Τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν.
30 Τὸ φιλότιμον, εὐκλεὲς, καὶ τὸ μὴ τοιοῦτον, κατ‐ εσκωμμένον. ΤΙΤΛ. Ιʹ. —Περὶ φειδωλῶν καὶ ἀμεταδότων· καὶ ὅτι οἱ φειδωλίας νοσοῦντες, κινδύνοις περι‐ πίπτουσιν.
35 «Εἶπε Γεδεὼν τοῖς ἀνδράσι Σοχώθ· Δότε δὴ ἄρ‐ τους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσιν. Καὶ ἰδοὺ διώκων ἐγὼ ὀπίσω τοῦ Ζεβεὲ, καὶ Σαλμανὰ βασιλέων Μαδιάμ. Καὶ εἶπαν οἱ ἄρχον‐ τες Σοχώθ· Μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν τῇ
40χειρί σου, ὅτι δώσομεν τῇ δυνάμει σου ἄρτους; Καὶ εἶπεν· Οὐχ οὕτως. Διὰ τοῦτο ἐν τῷ παραδοῦναι Κύ‐ ριον τὸν Ζεβεὲ καὶ Σαλμανὰ ἐν τῇ χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου. Καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ, καὶ ἐλά‐
45λησε πρὸς αὐτοὺς ὡσαύτως. Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ, ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοχώθ. Καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φα‐ νουήλ· Ἂν ᾖ ἐπιστροφή μου μετ’ εἰρήνης, καὶ κα‐ ταστρέψω τὸν πύργον τοῦτον. Καὶ ἀνέστρεψε Γεδεὼν

96

.

409

(50)

ἐκ τοῦ πολέμου, καὶ συνέλαβεν παιδάριον ἐκ τῶν υἱῶν Σοχὼθ, καὶ ἐπερώτησεν αὐτῷ· καὶ ἀπεγρά‐ ψατο τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. Καὶ παρεγένετο Γε‐ δεὼν πρὸς τοὺς ἄρχοντας Σοχὼθ, καὶ εἶπεν· Ἰδοὺ
55Ζεβεὲ καὶ Σαλμανὰ, δι’ οὓς ὠνειδίσατέ με, λέγοντες·409 in vol. 96

96

.

412

Μὴ χεὶρ Ζεβεὲ καὶ Μαδιὰμ ἐν τῇ χειρί σου, ὅτι δώ‐ σομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλελυμένοις ἄρτους; Καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ τὰς ἀκάνθας τῆς ἐρήμου, καὶ κατέξανεν ἐν αὐταῖς τοὺς
5ἄνδρας Σοχώθ· καὶ τὸν πύργον Φανουὴλ κατέστρε‐ ψεν, καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.» «Ἀνεπήδησεν, καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δα‐ βίδ· Τίς Δαβὶδ, καὶ τίς υἱὸς Ἰεσσαί; Σήμερον πε‐ πληθυσμένοι εἰσὶν οἱ παῖδες, ἀναχωροῦντες ἕκαστος
10ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ· καὶ λήψομαι τοὺς ἄρτους μου, καὶ τὸν οἶνόν μου, καὶ τὰ θύματά μου, ἃ τέθεικα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσίν;» «Δώρων ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν.»
15 «Ἔστιν ἀῤῥωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦ‐ τον φυλασσόμενον τῷ παρ’ αὐτοῦ εἰς κακίαν αὐτοῦ· καὶ ἀπολεῖται ὁ πλοῦτος αὐτοῦ ἐκεῖνος ἐν πειρασμῷ πονηρῷ.» «Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή
20ἐστιν ἐπὶ τῶν ἀνθρώπων· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον, καὶ ὑπάρχοντα, καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμεῖ· καὶ ὅτι οὐκ ἐξουσιάζει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ’ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν.»
25 «Ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐ‐ τοῦ· καὶ καταλείψει αὐτὰ ἑτέροις, καὶ ἀποθανεῖται.» «Ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ, συνάγει ἄλ‐ λοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. Ὁ πονηρὸς ἑαυτῷ, τίνι ἀγαθός; Τέκνον, καθόσον
30ἔχεις, εὖ ποίει σεαυτῷ.» «Πονηρῷ ἐπ’ ἄρτῳ διαγογγύσει πόλις. ΤΙΤΛ. ΙΑʹ. —Περὶ φιλαιτίου καὶ φιλεγκλήμο‐ νος. «Ὁ ἐγκαλῶν ἀδίκως, οὐ διαφεύξεται.»
35 «Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν.» ΤΙΤΛ. ΙΒʹ. —Περὶ φθόνου καὶ ζήλου. «Ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαβὶδ, καὶ ἔλεγον· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαβὶδ
40ἐν μυριάσιν αὐτοῦ. Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ, καὶ εἶπεν· Τῷ Δαβὶδ ἔδωκαν τὰς μυριάδας, κἀμοὶ τὰς χιλιάδας. Καὶ ἦν Σαοὺλ ὑποβλε‐ πόμενος τὸν Δαβὶδ ἀπὸ ἡμέρας ἐκείνης.» «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμή‐
45σῃς τῶν βρωμάτων αὐτοῦ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει.» «Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.»
«Σκληρὸς ὡς ᾅδης ζῆλος.»411 in vol. 96

96

.

413

«Φθόνῳ τετηκότι οὐ συνοδεύσω, ὅτι οὗτος οὐ κοι‐ νωνεῖ σοφίᾳ.» «Βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά.» «Ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα;»
5 «Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.» «Ἀπὸ τῶν ζηλούντων κρῦψον τὴν βουλήν σου.» «Τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· καὶ ἐὰν εὖ ποιήσῃ ἐν λήθῃ, οὐχ ἑκὼν ποιεῖ· καὶ ἐπ’ ἐσχάτων
10ἐκφαίνεται τὴν κακίαν αὐτοῦ.» «Πᾶς ἁμαρτωλὸς, καὶ φθονερὸς, καὶ δίγλωσσος ἀτιμίαν ἕξει.» «Ἄλγος καρδίας καὶ πένθος καρδίας, γυνὴ ἀντίζη‐ λος ἐπὶ γυναικί.»
15 «Μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σου.» «Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηνάριον συνεφώ‐ νησας;» «Ὅπου ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.»
20 Φυλαξώμεθα, ἀδελφοὶ, τὸ πάθος τοῦ φθόνου· μὴ κοινωνοὶ τῶν ἔργων τοῦ ἀντικειμένου γενώμεθα, καὶ εὑρεθῶμεν τῷ αὐτῷ συγκαταδικαζόμενοι κρίματι. Εἰ γὰρ ὁ τυφωθεὶς εἰς κρῖμα ἐμπίπτει τοῦ διαβόλου, πῶς ὁ φθονερὸς τὴν ἡτοιμασμένην τῷ διαβόλῳ τιμω‐
25ρίαν ἐκφεύξεται; Φθόνου γὰρ πάθος οὐδὲν ὀλεθριώ‐ τερον ψυχαῖς ἀνθρώπων ἐμφυτεύεται. Ὥσπερ γὰρ ἰὸς σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυ‐ χὴν ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶ‐
30σθαι, οὕτως καὶ ὁ φθόνος τὴν ὠδίνουσαν αὐτὸν ψυχὴν πέφυκε δαπανᾷν. Λύπη γάρ ἐστι τῆς τοῦ πλησίον εὐπραγίας ὁ φθόνος. Διόπερ οὐδέποτε ἀνίαι, οὐδὲ δυσ‐ θυμίαι τὸν βάσκανον ἀπολείπουσιν. Εὐφόρησεν ἡ χώρα τοῦ πλησίον; εὐθηνεῖται πᾶσι τοῖς κατὰ τὸν
35βίον ὁ οἶκος; θυμηδίαι τὸν ἄνδρα οὐκ ἐπιλείπουσιν; ταῦτα πάντα τροφὴ τῆς νόσου, καὶ προσθήκη τῆς ἀλ‐ γηδόνος ἐστὶ τῷ βασκάνῳ. Ἀνδρεῖός τίς ἐστι, καὶ εὐ‐ εκτεῖ; ταῦτα πλήττει τὸν βάσκανον. Ἕτερος χαριέ‐ στερος τῇ μορφῇ; ἄλλη πληγὴ τῷ βασκάνῳ. Ὁ
40δεῖνα τοῖς τῆς ψυχῆς προτερήμασι τῶν πολλῶν ὑπερ‐ έχει, ἐπὶ φρονήσει καὶ δυνάμει λόγων ἀποβλέπεται; καὶ ζηλοῦται. Ἄλλος πλουτεῖ, καὶ φιλοτιμεῖται λαμ‐ πρῶς ἐν ἐπιδόσει καὶ κοινωνίᾳ πρὸς τοὺς ἐνδεεῖς, καὶ πολὺς αὐτῷ παρὰ τῶν εὐεργετουμένων ὁ ἔπαι‐
45νος; ταῦτα πάντα πληγαὶ καὶ τραύματα, μέσην αὐ‐ τοῦ τύπτοντα τὴν καρδίαν. Καὶ τὸ χαλεπὸν τῆς νό‐ σου, ὅτι οὐδὲ ἐξειπεῖν αὐτὴν δύναται, ἀλλὰ κύπτει μὲν, κατηφής ἐστι, καὶ συγκέχυται, καὶ ποτνιᾶται, καὶ ἀπόλωλεν ὑπὸ τοῦ κακοῦ. Ἐρωτώμενος δὲ τὸ πάθος

96

.

413

(50)

ἐρυθριᾷ δημοσιεῦσαι τὴν συμφοράν. Οὐ δύναται γὰρ λέγειν· ὅτι Βάσκανός εἰμι, καὶ πικρῶς ἐπιτρίβει με τὰ τοῦ πλησίου καλὰ, καὶ τοῦ ἀδελφοῦ τὴν εὐθυμίαν
ὀδύρομαι, καὶ οὐ φέρω τὴν θέαν τῶν ἀλλοτρίων κα‐413 in vol. 96

96

.

416

λῶν, ἀλλὰ συμφορὰν ποιοῦμαι τὴν τῶν πλησίον εὐη‐ μερίαν· ἐν τῷ βάθει κατέχει τὴν νόσον ὑποσμύχου‐ σαν αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίουσαν. Οὐκοῦν οὐχὶ ἰατρὸν τῆς νόσου παραλαμβάνει, οὔτε τι φάρμα‐
5κον ἐξευρεῖν δύναται τοῦ πάθους ἀλεξιτήριον, ἀλλὰ μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστόνην, εἴ που τινὰ ἴδοι καταπεσόντα τῶν φθονουμένων. Τότε σπένδεται, καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ τὸν βασκαινόμενον, ὅταν πενθοῦντα θεάσηται. Καὶ εὐθυμοῦντι μὲν οὐ
10συνευφραίνεται, ὀδυρομένῳ δὲ συνδακρύει. Τὸ παι‐ δίον μετὰ τὸν θάνατον ἐπαινεῖ, καὶ μυρίοις ἐγκω‐ μίοις ἀποσεμνύνει, ὡς μὲν καλὸν ἰδεῖν, ὡς δὲ συμ‐ παθὲς, ὡς δὲ πρὸς πάντα εὐάρμοστον, οὐκ ἂν αὐτῷ περιόντι γλῶσσαν εὔφημον χαρισάμενος. Ἐὰν μέντοι
15πολλοὺς ἴδῃ συντρέχοντας τῷ ἐπαίνῳ, μεταβαλὼν πάλιν βασκαίνει τῷ τεθνηκότι. Τί οὖν ἂν γένοιτο τῆς νόσου ταύτης ὀλεθριώτερον; φθορὰ τῆς ζωῆς, λύμη τῆς φύσεως, ἔχθρα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν, ἐναντίωσις πρὸς Θεόν. Τί τὸν ἀρχέκακον δαί‐
20μονα εἰς τὸν κατὰ ἀνθρώπων ἐξέμηνε πόλεμον; Καὶ οὐχ ὁ φθόνος, δι’ οὗ καὶ θεομάχος φανερῶς ἀπηλέγ‐ χθη; ἀχθόμενος μὲν Θεῷ ἐπὶ τῇ τοσαύτῃ μεγαλοδω‐ ρεᾷ εἰς τὸν ἄνθρωπον, τὸν ἄνθρωπον δὲ ἀμυνόμενος, ἐπειδὴ Θεὸν οὐκ ἠδύνατο. Τὰ αὐτὰ δὲ ταῦτα ποιῶν
25καὶ ὁ Κάϊν δείκνυται, ὁ πρῶτος μαθητὴς τοῦ διαβό‐ λου, καὶ φθόνον, καὶ φόνον παρ’ αὐτοῦ διδαχθείς. Τί οὖν ἐποίησεν; Εἶδε τὴν παρὰ Θεοῦ τιμὴν, καὶ ἐξεκαύ‐ θη πρὸς ζῆλον, καὶ ἀνεῖλεν τὸν τιμηθέντα, ἵνα καθ‐ άψηται τοῦ τιμήσαντος. Πρὸς γὰρ τὴν θεομαχίαν
30ἀδυνατῶν, εἰς ἀδελφοκτονίαν μετέπεσεν. Φύγωμεν, ἀδελφοὶ, νόσον θεομαχίας διδάσκαλον, ἀνδροφονίας μητέρα, σύγχυσιν φύσεως, οἰκειότητος ἄγνοιαν, συμ‐ φορὰν ἀλογωτάτην. Οἱ κύνες τρεφόμενοι ἡμεροῦνται, οἱ λέοντες χει‐
35ροήθεις γίνονται θεραπευόμενοι· οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαίνονται. Διὰ τί [ὁ Σωτὴρ] ἐφθονεῖτο; Διὰ τὰ θαύματα. Τίνες δὲ ἦσαν αἱ θαυ‐ ματοποιΐαι; Σωτηρία τῶν δεομένων. Ἐτρέφοντο οἱ πεινῶντες, καὶ ὁ τρέφων ἐπολεμεῖτο. Ἠγείροντο οἱ νε‐
40κροὶ, καὶ ὁ ζωοποιῶν ἐβασκαίνετο. Δαίμονες ἐξηλαύ‐ νοντο, καὶ ὁ ἐπιτάσσων ἐπεβουλεύετο. Λεπροὶ ἐκαθα‐ ρίζοντο, καὶ χωλοὶ περιεπάτουν, καὶ κωφοὶ ἤκουον, καὶ τυφλοὶ ἀνέβλεπον, καὶ ὁ εὐεργέτης ἐφυγαδεύετο καὶ τὸ τελευταῖον θανάτῳ παραδέδωκαν τὸν τὴν ζωὴν
45χαρισάμενον, καὶ ἐμαστίγουν τὸν ἐλευθερωτὴν τῶν ἀνθρώπων, καὶ κατεδίκαζον τὸν κριτὴν τοῦ κόσμου. Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύθης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος. Καὶ ἐν τῷ ἔθνει μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συνηθεστάτοις, τοῖς

96

.

416

(50)

γείτοσι καὶ ὁμοτέχνοις, καὶ τοῖς ἄλλως οἰκείοις, πά‐415 in vol. 96

96

.

417

λιν καὶ ἡλικιώταις, καὶ συγγενέσι, καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νό‐ σημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινό‐
5μενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς λυ‐ πούμενος ἠλάττωσέν ποτε τὰ τοῦ πλησίον καλά; Ἑαυ‐ τὸν μέντοι προσανήλωσεν, ταῖς λύπαις κατατηκόμε‐ νος. Φύγωμεν κακὸν ἀφόρητον. Ὄφεώς ἐστι δίδαγμα,
10δαιμόνων εὕρεμα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κολά‐ σεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέρη‐ σις βασιλείας. Τοὺς φθονερούς τινες οἴονται καὶ δι’ ὀφθαλμῶν μόνον τὴν νόσον ἐμβάλλειν. Ἐγὼ δὲ τοῦ‐ τον μὲν τὸν λόγον ἀποπέμπομαι. Ἐκεῖνο δέ φημι·
15Οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕ‐ ρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς τὸ οἰκεῖον κέχρηνται βούλημα, ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήμα‐ τος. Φύγωμεν οὖν κακὸν ἀφόρητον, ὃ φύσει ἐστὶ δί‐
20δαγμα δαιμόνων. Δῆλοι δέ πως καὶ αὐτῷ τῷ προσώπῳ καθεστήκασιν οἱ φθονοῦντες. Ὄμμα τούτοις ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὀφρὺς συμπεπτω‐ κυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀλη‐ θείας δικαστήριον ἐπὶ τῶν πραγμάτων οὐκ ἔχουσα·
25θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον τὸν σώφρονα, τὸν δίκαιον ἀπηνῆ, κακουργὸν τὸν φρόνι‐ μον. Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον διαβάλ‐ λουσιν, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον, πάλιν τὸν οἰκο‐ νομικὸν φειδωλὸν, καὶ ὅλως πάντα τὰ τῆς ἀρετῆς
30εἴδη οὐκ ἀπορεῖ παρ’ αὐτοῖς ὀνόματος, ἐκ τῆς ἀντι‐ κειμένης κακίας μετενεχθέντος. Ἴδιον κακὸν τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλὴν ἀλγῶν, λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν, ὁ
35δὲ φθονῶν, τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγα‐ θά. Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος αἰσχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν, τὸν δὲ
40βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ’ οἷς ἂν πάθῃ χρηστοῖς, ἀλλὰ λυ‐ πεῖται τῇ σῇ εὐπορίᾳ. Μὴ τοίνυν ἐμπέσῃς εἰς τὴν παγίδα τοῦ διαβόλου. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ’ αἶσχος μέγα.
45 Ὑψοῦ βάδιζε, τὸν φθόνον δ’ ἔα κάτω. Τί ἂν γένοιτο τῶν βασκάνων ἐλεεινότερον; Ἐξὸν καὶ χαίρειν, καὶ κερδαίνειν διὰ τὴν χαράν· οὗτοι καὶ
λυπεῖσθαι αἱροῦνται μᾶλλον ἐπὶ ταῖς ἑτέρων εὐδοκή‐417 in vol. 96

96

.

420

σεσιν, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶ‐ σθαι παρὰ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον. Ὦ φθόνος πάθους πεπληρωμένος! ὦ φθόνος, πῦρ μὴ σβεννύμενον! ὦ φθόνος, ἐπὶ τὸν φθονοῦντα τὴν
5βλάβην ἄγων! Καὶ καθάπερ ὁ σκώληξ τὸ ξύλον διαφθείρει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθονούμενον λαμπρότερον κατα‐ σκευάζει. Ἀμήχανον ἐν εὐπραγίαις φθόνον διαφυγεῖν.
10 Οὐδὲν μιαρώτερον τοῦ ἐπὶ ταῖς ἀλλοτρίαις εὐημε‐ ρίαις δάκνεσθαι, διαπρίεσθαι, καὶ τήκεσθαι. Οὐδὲν χαλεπώτερον, οὐδὲν ἀθλιώτερον τοῦ ἐπισπᾶσθαι τῆς βασκανίας τὸ πάθος, καὶ καταδαπανᾶσθαι τῷ ζήλῳ καὶ τῷ φθόνῳ.
15 Λέγεις, ἐξ ὅλης τὸν Θεὸν παρακαλεῖς καρδίας ῥυ‐ σθῆναι ἀπὸ τῶν τῆς ἡδυπαθείας ἐνθυμημάτων καὶ παθῶν· οὐκοῦν τὸν αὐτὸν τρόπον ὁλοψύχως τὸ κρεῖτ‐ τον ἱκέτευε, ἀπαλλαγῆναι βασκανίας καὶ φθόνου· πλέον γὰρ εἰς τοῦτο νεύεις τὸ ἐπάρατον πάθος.
20ΤΙΤΛ. ΙΓʹ. —Περὶ φιλαυτίας· καὶ ὅτι οὐ δεῖ τινα ἑαυτὸν δικαιοῦν ἢ ἐπαινεῖν. «Πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος.» «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στό‐ μα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.»
25 «Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ.» «Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν.» «Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· οἱ λέγοντες, Πόῤῥω ἀπ’ ἐμοῦ, μὴ ἐγγί‐ σῃς μοι, ὅτι καθαρός εἰμι. Οὕτως καπνὸς θυμοῦ μου,
30πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.» «Ἰδοὺ γέγραπται ἐναντίον μου, οὐ μὴ σιωπήσω ἕως ἂν ἀποδῶ, καὶ ἀνταποδώσω εἰς τὸν κόλπον αὐ‐ τῶν τὰς ἁμαρτίας αὐτῶν, καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος.»
35 «Οὐχὶ ὁ ἑαυτὸν συνιστάμενος, ἐκεῖνος δόκιμός ἐστιν, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν.» «Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.» Πάντες ἐσμὲν εὐσεβεῖς, ἐξ ἑνὸς τοῦ καταγινώσκειν ἀλλήλων ἀσέβειαν.
40 Οἱ τῶν μὲν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταί. Οἱ ἑαυτῶν μόνον ἕνεκα πάντα πράττοντες, φιλαυ‐ τίαν τὸ μέγιστον τῶν κακῶν ἐπιτηδεύουσιν. Ὃ ποιεῖ τὸ ἄμικτον, τὸ ἀκοινώνητον, τὸ ἄφιλον, τὸ ἄδικον,
45τὸ ἀσεβές. Τὸν γὰρ ἄνθρωπον ἡ φύσις κατεσκεύα‐ σεν, οὐχ ὡς τὰ μονωτικὰ θηρία, ἀλλ’ ὡς ἀγελαῖα, καὶ σύννομα, καὶ κοινωνικὰ, ἵνα μὴ ἑαυτῷ μόνῳ ζῇ, ἀλλὰ καὶ πατρὶ καὶ μητρὶ, καὶ ἀδελφοῖς, καὶ γυναι‐ κὶ, καὶ τέκνοις, καὶ ἄλλοις συγγενέσι, καὶ φίλοις,

96

.

420

(50)

καὶ δημόταις, καὶ φυλέταις, καὶ πατρίδι, καὶ ὁμο‐419 in vol. 96

96

.

421

φύλοις, καὶ πᾶσιν ἀνθρώποις· ἔτι μέντοι καὶ τοῖς μέρεσι τοῦ παντὸς, καὶ τῷ ὅλῳ κόσμῳ, καὶ πολὺ πρότερον τῷ Θεῷ καὶ Ποιητῇ. Δεῖ γὰρ εἶναι, εἴ γε ὅλως ἐστὶ λογικὸς, κοινωνικὸν, φιλόκοσμον, φιλόθεον,
5ἵνα γένηται καὶ θεοφιλής. Ὦ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης. ΣΤΟΙΧΕΙΟΝ Χ. ΤΙΤΛ. Αʹ. —Περὶ χαρισμάτων καὶ δωρημάτων τοῦ Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ ἀντιδίδονται
10παρὰ τοῦ ἁγίου Πνεύματος, καὶ ὡς ἀσύγγνω‐ στα πταίουσιν οἱ τὴν χάριν τοῦ Θεοῦ δώροις καὶ χρήμασι κτᾶσθαι νομίζοντες. «Ἀπεκρίθη Ἰωάννης, καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ
15δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.» «Ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» «Ἰδὼν Σίμων, ὅτι διὰ τῆς χειρὸς τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς
20χρήματα, λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖράς μου, λαμβάνῃ Πνεῦμα ἅγιον. Εἶπε δὲ Πέτρος πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Καρδία σου οὐκ
25ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ.» «Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώ‐ των, παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ, ἢ τροπῆς ἀπο‐ σκίασμα.»
30 Κηδόμενος ὁ Θεὸς ἐπιπλέον τῶν εὐεργετημάτων, οὐ παρ’ αὐτὰ ἔστιν ὅτε ἐπιμετρεῖ καὶ ἐπομβρεῖ τὰ τῆς δωρεᾶς συμφερόντως, ἵνα μὴ μείζονι κολάσει ὑπεύθυνοι γένωνται οἱ πατήσαντες τὰς θείας χάριτας, ἠγνοηκότες τὸ μέγεθος αὐτῶν, τῷ ἐξ
35ἑτοίμου τετυχηκέναι αὐτῶν. Ἃ χαρίζεται ὁ Πατὴρ, διακονοῦντος τοῦ Υἱοῦ, ὑφιστῶντος τοῦ Πνεύματος, οὐχ ὡς δυνατὸν τῇ με‐ γαλειότητι τῆς θεότητος, ἀλλ’ ὡς συμφέρει τοῖς λαμβάνουσιν.
40ΤΙΤΛ. Βʹ. —Περὶ χαιρεκακίας, καὶ τῶν ἀπο‐ δεχομένων πονηρὰ, καὶ ἀτιμαζόντων τὸν δί‐ καιον. «Συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζον‐ ται.»
45 «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦν‐ τα κατὰ τοῦ δικαίου ἀνομίαν,» καὶ τὰ λοιπά. «Οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.» «Οἱ εὐλογοῦντες τὸν δίκαιον κληρονομήσουσι γῆν.»

96

.

421

(50)

«Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦ‐ σιν.» «Ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον.» «Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν
δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Κυρίῳ.»421 in vol. 96

96

.

424

«Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστι, ἐπικατάρατος ἔσται, καὶ μισητὸς εἰς ἔθνη.» «Ὦ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διατροφῇ κακῇ, ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμ‐
5πύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώ‐ μης.» «Φιλαμαρτήμων χαίρει μάχαις.» «Ἐκζητοῦντα κακὰ καταλήψεται αὐτόν.»
10 «Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσ‐ δέχονται κακά.» «Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες· Δήσομεν τὸν δί‐ καιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννή‐
15ματα τῶν ἔργων αὐτῶν φάγονται.» «Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ κα‐ λὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.»
20 «Τέκνον, ἐν τοῖς ἀγαθοῖς μὴ δὸς μῶμον.» «Οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετὸν, καὶ οὐ καθῆκον δοξάσαι ἄνδρα ἁμαρτωλόν.» Προδοσία τῆς ἀληθείας ἐστὶ, καὶ ἐθισμὸς πρὸς διαφθορὰν ἡ τῶν πονηρευομένων ἀποδοχή.
25 Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέγοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον, ἀκατα‐ φρόνητον ὀνομάζουσιν· τὸν φειδωλὸν καὶ ἀκοινώνη‐ τον, ὡς οἰκονομικὸν ἐπαινοῦσιν· τὸν ἄσωτον ἐλεύθε‐
30ρον· τὸν πονηρὸν καὶ ἀσελγῆ ἀπολαυστικὸν, ἔτι καὶ ἀνειμένον· καὶ ἅπαξ ἁπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὁρίζονται. Οἱ τοιοῦτοι τῷ στό‐ ματι μὲν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν
35ἐπάγουσιν ἑαυτῶν τῇ ζωῇ, καὶ ἀποδίκους ἑαυτοὺς τῇ αἰωνίᾳ κρίσει, δι’ ὧν ἀποδέχονται, καθ‐ ιστῶσι. Ἐπιμελέστερον ἑαυτοῖς προσέχωμεν, μήποτε ἀσεβῆ τινα ἄνθρωπον ἢ λόγον δικαιώσωμεν κατὰ
40τὴν πρὸς ἡμᾶς χάριν, προσαχθέντες αὐτῷ τῇ συγ‐ καταθέσει. Κἄν τις βούληται κατηγορεῖν, μὴ τὸ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς. Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς κακη‐
45γορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι. Ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι. Οὐ τὸ ζηλοῦν κακίαν, ἀλλὰ καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει τινὰ κόλασιν, οὐ τὴν τυ‐

96

.

424

(50)

χοῦσαν ἡμῖν· καὶ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, αὐ‐423 in vol. 96

96

.

425

τῶν τῶν ἐν πονηρίᾳ ζώντων χαλεπωτέραν. Τοῦ γὰρ ἁμαρτάνειν, τὸ ἐπαινεῖν τοὺς ἁμαρτάνοντας πολὺ μεῖζον εἰς κολάσεως λόγον. Καὶ μάλα εἰκότως· διεφθαρμένης γάρ ἐστι γνώσεως, καὶ ψυχῆς ἀνία‐
5τα νοσούσης αὕτη ἡ ψῆφος. Ὁ γὰρ ἐπαινῶν πονη‐ ρίαν, ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέ‐ ρησεν, ὥστε εἰκότως τοῦτο ἐκείνου χαλεπώτερον ὁ Παῦλος εἶναι ἐνομοθέτησεν. Διὰ τοῦτο οὐχὶ τὰ φαῦλα πράττοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιά‐
10ζοντες, τῆς αὐτῆς, ἢ χαλεπωτέρας ἐκείνοις κοινω‐ νοῦσι κολάσεως. Ψέγειν τὸν ἀνεπίληπτον, εἰς Θεὸν ἁμαρτία. Ἐπίτασις κακίας, τὸ μὴ μόνον αὐτὸν ἁμαρτάνειν, ἀλλὰ καὶ συνηγορεῖν αὐτοῖς.
15ΤΙΤΛ. Γʹ. —Περὶ χαλεπῶν καὶ ἀνοσίων πράξεων. «Ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν, καὶ ἐπορνεύθη μετὰ Βάλ‐ λας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ. Καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.»
20 «Γνοὺς δὲ Αὐνὰν, ὅτι οὐχ αὑτῷ ἔσται τὸ σπέρμα, καὶ ἐγένετο ὅταν εἰσῆλθεν πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν, τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.» «Ἐμισθώσατο ἑαυτῷ Ἀβιμέλεχ ἄνδρας κενοὺς
25καὶ δειλούς· καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εὐφρα‐ θᾶ, καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ, υἱοὺς Ἱεροβαὰλ οʹ ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωθὰν υἱὸς Ἱεροβαὰλ ὁ νεώτερος, ὅτι ἐκρύβη.»
30 «Ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ, καὶ ἐξήγα‐ γεν αὐτὴν πρὸς τοὺς ἔξω· καὶ ἔγνωσαν αὐτὴν, καὶ ἐν‐ έπαιξαν αὐτὴν ὅλην τὴν νύκτα ἕως πρωΐ· καὶ ἐξαπ‐ έστειλαν αὐτὴν, καὶ ἀνέβη τῷ πρωΐ, καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον, καὶ ἔπεσεν παρὰ τὰς θύρας τοῦ πυ‐
35λῶνος τοῦ οἴκου, οὗ ἐκεῖ ὁ ἀνὴρ αὐτῆς, ἕως οὗ δια‐ φαύσῃ. Καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τῷ πρωΐ, καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθεν τοῦ πορευθῆναι εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ ἡ παλλακὴ αὐτοῦ ὑποπεπτωκυῖα παρὰ τὰς θύρας, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρό‐
40θυρον. Καὶ εἶπεν αὐτῇ· Ἀνάστηθι, καὶ ἀπέλθωμεν. Καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. Καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον, καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ. Καὶ ἐλθόντες οἱ ἄνδρες ἠρώτη‐ σαν, ποῦ ἐγένετο ἡ πονηρία αὕτη. Καὶ ἀπεκρίθη ὁ
45Λευΐτης, ὁ ἀνὴρ αὐτῆς τῆς πεφονευμένης γυναικὸς, καὶ εἶπεν· Εἰς Γαβαὰ τοῦ Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι. Καὶ ἀνέστησαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτὸς, καὶ ἐμὲ ἠθέλησαν φο‐ νεῦσαι, καὶ τὴν παλλακήν μου ἐταπείνωσαν, καὶ

96

.

425

(50)

ἀπέθανε. Καὶ ἐκράτησα τὴν παλλακήν μου, καὶ ἐμέλισα αὐτὴν, καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ἰσραήλ. Καὶ ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ἰσραὴλ, δότε ἑαυτοῖς λόγον καὶ βουλήν. Καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες· Οὐκ
55ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ.» «Εἶπον πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Ναὰς τὸν Ἀμμανίτην· Διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσο‐
μέν σοι. Καὶ εἶπεν πρὸς αὐτοὺς Ναάς· Ἐν ταύτῃ425 in vol. 96

96

.

428

διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν τὸν ὀφθαλμὸν δεξιόν· καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. Λέγουσιν αὐτῷ· Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀπο‐ στελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· Ἐὰν μὴ
5ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.» «Εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφ‐ εστηκόσιν ἐπ’ αὐτόν· Προσαγάγετε, καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαβὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ
10ἀπεκάλυψαν τῷ ὠτίῳ μου.» «Ἐπελάβετο τῆς ἀδελφῆς αὐτοῦ ὁ Ἀμνὼν, καὶ εἶπεν αὐτῇ· Δεῦρο κοιμήθητι μετ’ ἐμοῦ. Καὶ εἶπεν αὐτῷ· Μὴ, ἀδελφέ μου, μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην. Καὶ οὐκ ἤκουσεν αὐτῆς, καὶ ἐκραταίωσεν
15ὑπὲρ αὐτὴν, καὶ ἐταπείνωσεν αὐτὴν, καὶ ἐκοιμήθη μετ’ αὐτῆς. Καὶ μετὰ τοῦτο ἐμίσησεν αὐτὴν Ἀμνὼν μίσος μέγα σφόδρα. Καὶ εἶπεν αὐτῇ Ἀμνών· Ἀνά‐ στηθι, καὶ πορεύου. Καὶ εἶπεν αὐτῷ Θάμαρ· Μὴ, ἀδελφὲ, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν
20πρώτην, ἣν πεποίηκας μετ’ ἐμοῦ, ἐξαποστεῖλαί με· καὶ οὐκ ἤκουσεν Ἀμνὼν τῆς φωνῆς αὐτῆς.» «Ἐποίησεν Ἀβεσαλὼμ ποτὸν, καὶ ἐνετείλατο τοῖς παιδαρίοις αὐτοῦ, λέγων· Ἴδετε, καὶ ὡς ἂν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ, καὶ εἴπω
25πρὸς ὑμᾶς· Πατάξατε αὐτὸν, καὶ θανατώσατε αὐτὸν, μὴ φοβηθῆτε. Καὶ ἐποίησαν τὰ παιδάρια Ἀβεσα‐ λὼμ τῷ Ἀμνὼν, καθὼς ἐνετείλατο αὐτοῖς.» Διὰ τριῶν σείεται ἡ γῆ, τὸ δὲ τέταρτον οὐ δύνα‐ ται φέρειν· Ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων
30πλησθῇ σιτίαν, καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγα‐ θοῦ.» ΤΙΤΛ. Δʹ. —Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.
35 «Καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην.» «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρῖνον, καὶ ἐξανθήσει· καὶ ὑλοχαρήσει.»
40«Ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς, ποτί‐ σαι τὸ γένος μου τὸ ἐκλεκτὸν, τὸν λαόν μου, ὃν περιεποιησάμην, τὰς ἀρετάς μου διηγεῖσθαι.» «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· ηὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπα, Ἰδού εἰμι, τῷ
45ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.» «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» «Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ

96

.

428

(50)

εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Εὐλογήσουσι τὸν Θεὸν τὸν ἀληθινόν.» «Εὐλογήσει με ὁ λαός μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου ἐξηγεῖσθαι.» «Ὑμεῖς ἐστε γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευ‐
55μα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς427 in vol. 96

96

.

429

ἀρετὰς ἐξαγγέλλητε τοῦ ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἐλεημένοι, νῦν δὲ ἐλεηθέντες.» «Ἀγαπητοὶ, νῦν Θεοῦ τέκνα ἐσμὲν, καὶ οὔπω
5ἐφανερώθη, τί ἐσόμεθα. Οἴδαμεν δὲ, ὅτι ἐὰν φανερω‐ θῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ἁψόμεθα αὐτὸν καθώς ἐστι.» Χριστιανὸς ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει, ἀλλὰ τῷ Θεῷ σχολάζει.
10 Τὸ ἔργον τοῦ Χριστιανοῦ οὐδέν ἐστιν ἄλλο, ἢ τὸ μελετᾷν ἀποθνήσκειν. Καθόλου ὁ Χριστιανὸς ἠρεμίας, καὶ ἡσυχίας, καὶ γαλήνης, καὶ εἰρήνης οἰκεῖός ἐστιν. Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ
15τῆς ψυχῆς τὸ φρόνημα. ΤΙΤΛ. Εʹ. —Ὅτι χρὴ μᾶλλον φοβεῖσθαι Θεὸν ἢ ἀνθρώπους. «Ἐφοβήθησαν αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίη‐ σαν καθὰ συνέταξεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ
20ἐζωογόνουν τὰ ἄῤῥενα.» «Ἀπεκρίθη Βαλαὰμ, καὶ εἶπεν τοῖς ἄρχουσι Βα‐ λάκ· Ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα τοῦ Κυρίου τοῦ Θεοῦ, τοῦ ποιῆσαι αὐτὸ μι‐
25κρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου.» «Εἶπεν Ἀμεσίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλείονα τούτων. Καὶ διεχώρισεν
30Ἀμεσίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραῒμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν.» Σχόλ. Ἀμεσία τοῦ βασιλέως ἑκατὸν χιλιάδας μισθωσαμένου ἀπὸ Ἰσραὴλ, καὶ δεδωκότος ἑκατὸν τάλαντα ἀργυρίου, ὁ προφήτης Κυρίου ἐλθὼν, εἴ‐
35ρηκεν αὐτῷ μὴ λαβεῖν τοὺς μισθωθέντας εἰς συμ‐ μαχίαν ἐπὶ πόλεμον. Καὶ περιφρονήσας τῶν ἑκατὸν ταλάντων, Θεῷ ἐπείσθη, καὶ νίκην αὐτῷ ὑπακοὴ προεξένησεν. «Εἶπον οἱ πρεσβύτεροι πρὸς Σουσάνναν· Ἰδοὺ αἱ
40θύραι τοῦ παραδείσου κεκλεισμέναι, καὶ οὐδεὶς θεω‐ ρεῖ ἡμᾶς· καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν. Διὸ συγκα‐ τάθου ἡμῖν, καὶ γενοῦ μεθ’ ἡμῶν. Εἰ δὲ μὴ, κατα‐ μαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. Καὶ
45ἀπεστέναξε Σουσάννα, καὶ εἶπεν· Στενά μοι πάντο‐ θεν. Ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν. Αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν. ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.»

96

.

429

(50)

«Ἀπεκρίθησαν οἱ τρεῖς παῖδες τῷ βασιλεῖ, λέ‐429 in vol. 96

96

.

432

γοντες· Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ
5ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς.» «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων. Φοβήθητε μᾶλλον τὸν δυνάμενον τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπ‐ ολέσαι ἐν γεέννῃ.»
10 «Ἀποκριθεὶς Πέτρος, καὶ οἱ ἀπόστολοι, εἶπον Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον, ἢ ἀνθρώποις.» «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἤμην.»
15ΣΤΟΙΧΕΙΟΝ Ψ. ΤΙΤΛ. Αʹ. —Περὶ ψεύδους καὶ συκοφαντίας. «Ἐκάλεσεν ἡ γυνὴ τοὺς ὄντας ἐν τῇ οἰκίᾳ αὐτῆς, καὶ εἶπεν αὐτοῖς, λέγουσα· Εἰσήνεγκεν ἡμῖν παῖδα Ἑβραῖον, ἐμπαίζειν ἡμῖν. Εἰσῆλθε γὰρ πρός με
20λέγων, Κοιμήθητι μετ’ ἐμοῦ. Καὶ ἐβόησα φωνῇ· ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου, καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ’ ἐμοὶ, ἐξ‐ ῆλθεν ἔξω.» «Οὐ ψεύσεσθε, οὐδὲ μὴ συκοφαντήσῃ ἕκαστος τὸν
25πλησίον αὐτοῦ.» «Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρ‐ τυρίαν ψευδῆ.» «Ἐὰν καταστῇ μάρτυς ἄδικος κατὰ τοῦ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν, καὶ στήσονται δύο ἄν‐
30θρωποι, οἷς ἐστιν ἐν αὐτοῖς ἀντιλογία ἔναντι Κυρίου, καὶ ἔναντι τῶν ἱερέων, καὶ ἔναντι τῶν κριτῶν, οἳ ἂν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ ἐξετάσουσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύ‐ ρησεν ἄδικα· ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ· καὶ
35ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσον‐ ται.» «Ἐνετείλαντο νηστείαν, καὶ ἐκάθισαν τὸν Να‐
40βουθὲ ἐν ἀρχῇ τοῦ λαοῦ, καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων, καὶ κατεμαρτύρησαν αὐτοῦ κατ‐ έναντι τοῦ λαοῦ λέγοντες· Ηὐλόγησεν Θεὸν καὶ βα‐ σιλέα. Καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανεν.»
45 «Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη δό‐ λια.» «Λαλῶν ἄδικα, οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλ‐ μῶν μου.»

96

.

432

(50)

«Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέ‐ μους· ὁ δὲ αὐτὸς διώξεται ὄρνεα πτερωτά.»
«Βδέλυγμα Κυρίου χείλη ψευδῆ.»431 in vol. 96

96

.

433

«Ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μά‐ ταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδος θανάτου.» «Γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν.» «Μάταιον λόγον καὶ ψευδῆ μακρὰν ποίησον ἀπὸ
5σοῦ.» «Μάρτυς ψευδὴς ἀπολεῖται.» «Μὴ ἴσθι μάρτυς ψευδὴς ἐπὶ σὸν πολίτην.» «Ἧ συκοφαντία περιφέρει σοφὸν, καὶ ἀπολεῖ τὴν καρδίαν εὐτονίας αὐτοῦ.»
10 «Στόμα τὸ ψευδόμενον ἀναιρεῖ ψυχήν.» «Ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα ἐμί‐ σησα, λέγει Κύριος παντοκράτωρ.» «Ἀναστάντες οἱ δύο πρεσβύτεροι ἐν μέσῳ τοῦ λαοῦ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν Σουσάν‐
15νας. Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν. Εἶπαν δὲ οἱ πρεσβύτεροι· Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παι‐ δισκῶν, καὶ ἀπέλυσεν τὰς παιδίσκας, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου. Καὶ ἦλθε πρὸς αὐτὴν
20νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσεν μετ’ αὐτῆς. Καὶ ἐπίστευσεν ἡ συναγωγὴ τοῖς πρεσβυτέ‐ ροις τοῦ λαοῦ καὶ κριταῖς, καὶ κατέκρινον αὐτὴν ἀποθανεῖν. Ἀνεβόησε δὲ Σουσάννα φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώ‐
25στης, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρη‐ σαν.» «Μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου· μὴ φίλῳ τὸ ὅμοιον ποίει. Μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.»
30 «Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος.» «Ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει;» «Αἱρετὸν κλέπτης, ἢ ὁ ἐνδελεχίζων ψεύδει· ἀμ‐ φότεροι ἀπώλειαν κληρονομήσουσιν.»
35 «Ἀνήρ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησαν κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικός.» «Πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.» «Ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν.»
40 Οὔτε ἐν δικαστηρίοις, οὔτε ἐν ταῖς ἄλλαις πρά‐ ξεσιν ἐπιτήδειον τὸ ψεῦδος τοῖς τὴν ὀρθὴν ὁδὸν καὶ ἀληθῆ προελομένοις τοῦ βίου. Ἔσχατος ὅρος τῆς πονηρίας ἐστὶ τὸ ψεῦδος.
Ἔοικέ πως ὁ λόγος, ἐπειδὰν ἅπαξ τῆς ἀληθείας433 in vol. 96

96

.

436

παρενεχθῇ, εἰς πολλὰς καὶ ἐπικινδύνους ἀτοπίας ἐμφέρεσθαι. Ἡ τῆς ἀληθείας ἀπόπτωσις, ἀορασία ἐστὶ δια‐ νοίας καὶ τύφλωσις.
5 Τὸ μὲν ἀληθὲς ἓν, τὸ δὲ ψεύδεσθαι πολυσχι‐ δές. Τὸ ψεῦδος ὑπεραίρεται· ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν· ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν· οἱ συκο‐ φάνται τὸ ψεῦδος πιπράσκουσιν, ἀλλήλους ψευδόμε‐
10νοι· τοὺς ὅρκους ἀνήλωσαν, εἰς τὸ ὀμνύειν καὶ μό‐ νον τὸν Θεὸν ἐπιστάμενοι. Αἱ οὐκ ἀληθεῖς δόξαι διὰ μυρίων ψευδολογιῶν βαδί‐ ζουσαι, μίαν καὶ τὴν αὐτὴν τῆς ἑαυτῶν κατηχήσεως οὐκ ἔχουσι διήγησιν.
15 ΤΙΤΛ. Βʹ. —Περὶ ψιθυριστῶν. «Μολύνει τὴν ἑαυτοῦ ψυχὴν, ὁ ψιθυρίζων, καὶ οὗ ἐὰν παροικήσῃ, μισηθήσεται.» «Ψίθυρον καὶ δίγλωσσον καταράσασθαι. Πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν.»
20 «Μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε.» ΣΤΟΙΧΕΙΟΝ Ω. Περὶ ὥρας καὶ ἡμέρας θανάτου, καὶ τῆς ἐξόδου ἡμῶν· καὶ ὅτι χρὴ ἡμᾶς εὐτρεπίζεσθαι πρὸς
25αὐτὴν, καὶ ἐν ᾧ δεῖ λαμβάνειν τὴν μετά‐ στασιν. «Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον;» «Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρα‐
30σκευάζου εἰς τὸν ἀγρόν.» «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυ‐ μνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν τῇ χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ ἀῤῥωστία· ὥσπερ γὰρ
35παρεγένετο, οὕτω ἀπελεύσεται. Καὶ τίς ἡ περισσεία αὐτοῦ ᾗ μοχθεῖ εἰς ἄνεμον; Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει, καὶ ἐν πένθει, καὶ ἐν παροξυσμῷ, καὶ θυμῷ πολλῷ, καὶ ἀῤῥωστίᾳ, καὶ χολῷ.» «Πατέρες ἡμῶν καὶ οἱ προφῆται ποῦ εἰσι; μὴ τὸν
40αἰῶνα ζήσονται;» «Μία πάντων εἴσοδος εἰς τὸν κόσμον, ἔξοδός τε ἴση.» «Ἐν πᾶσι τοῖς ἔργοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσῃς.»
45 «Μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐκ ἀπεκαλύφθη σοι.» «Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραί‐ νων.» «Μὴ εὐλαβοῦ κρῖμα θανάτου. Μνήσθητι προτέρων

96

.

436

(50)

σου καὶ ἐσχάτων· τοῦτο κρῖμα παρὰ Κυρίου πάσῃ σαρκί· καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου; Εἴτε δέκα, εἴτε ἑκατὸν, εἴτε χίλια ἔτη· οὐκ ἔστιν ἐν ᾄδῃ ἐλε‐
γμὸς ζωῆς.»435 in vol. 96

96

.

437

«Ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐ‐ τοῦ.» «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.»
5 «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι. Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐ‐ θέως ἀνοίξουσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι,
10οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο
15δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκεν διορυγῆναι τὸν οἶκον αὐτοῦ. Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκῆτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.»
20 Προσήκει τὸν ἀρχόμενον τοῦ βίου ἐν ὀφθαλμοῖς ἔχειν τὴν τελευτήν. Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται, ἡνίκα ἂν ἐκλείπωσιν αἱ τοῦ ζῇν
25ἀφορμαί· ἀπορία δὲ πάντοθεν καὶ θλίψις ἀπαραμύ‐ θητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων, ὅτε τῷ πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχό‐ μενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑπο‐ σμήχοντος, καὶ στενάξεις μὲν ἀπὸ μέσης καρδίας,
30τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις· καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ, ὡς παραφροσύνη κατα‐ φρονήσεται. Ἴσως καὶ ἰατρὸς ὑπισχνεῖται ὥρας, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον·
35ὁ δὲ θάνατος παρέστηκεν· οἱ ἀπάγοντες κατεπεί‐ γουσιν. Τίς ὁ ἐξαιρούμενος; Θεὸς ὁ καταφρονηθείς; Ἀλλ’ εἰσακούσεται τότε; σὺ γὰρ αὐτοῦ νῦν εἰσ‐ ακούεις. Προθεσμίαν δώσει; καλῶς γὰρ ἐχρήσω τῇ δεδομένῃ.
40 Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐ‐ δαμοῦ· ὁ ἐφεδρεύων τῷ κλήρῳ, ἕτοιμος, πάντα πρὸς τὸ αὐτοῦ χρήσιμον διοικούμενος. Ἄπρακτος ὁ ποιῶν τὰ βουλεύματα. Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε εἰρήνην, τότε αἰσθήσῃ
45τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύσω τὴν ἐντολήν· ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος, κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ, μήτε γράμματι σημᾶναι τὴν γνώμην.

96

.

437

(50)

Διδάσκει ἡμᾶς ὁ Κύριος, μὴ καταμελεῖν τῶν ἀναγ‐ καίων, ἀλλὰ πρὸ καιροῦ παρεσκευασμένους τῆς ζωῆς τὰ ἐφόδια, ἐν τῇ ἑτοιμασίᾳ τῆς καρδίας ἀνα‐ μένειν τοῦ νυμφίου τὴν παρουσίαν. Αἱ φρόνιμοι γὰρ, φησὶ, παρθένοι διὰ τοῦ ἔχειν ἐν ταῖς λαμπάσι τὸ
55ἔλαιον, συνεισῆλθον τῷ νυμφίῳ· αἱ δὲ μωραὶ, διὰ τὸ437 in vol. 96

96

.

440

ἀνέτοιμον αὐτῶν, τῆς χαρᾶς τοῦ νυμφῶνος ἠλλο‐ τριώθησαν. Οὐ φιλοπονεῖς περὶ σεαυτὸν, ἄνθρωπε; Οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποτίθεσαι τὰς τοῦ μέλλοντος
5ἀναπαύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀπο‐ βλέψας, ὃς ἐν τῷ θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυρίζει· καὶ οὐχ ᾧ μήπω πάρεστι τὰ τοῦ χει‐ μῶνος λυπηρὰ, διὰ ῥᾳθυμίαν παραπέμπει τὸν χρό‐ νον, ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργα‐
10σίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τρο‐ φὴν ἐναπόθηται τοῖς ταμείοις; Μακαρία ψυχὴ, ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα, ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθ’ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τῷ
15κριτῇ, τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα. Ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου, ὁ τοιοῦτος, ἢ οὐδὲν, ἢ παντελῶς ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτά‐
20νειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου φόβου γίνεται. ᾯ δ’ ἂν ἐναργὴς παρῇ τῶν ἀπαιτουμένων ἡ προσδο‐ κία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκ‐ πίπτειν.
25 Ἀνόνητα μεταγινώσκει τις ἐπὶ ταῖς τελευταίαις ἀναπνοαῖς, ἡνίκα εὐγνώμων τῶν ἑαυτοῦ κριτὴς διὰ τὸ ἐκεῖ δικαστήριον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα, καλή τε καὶ θεοφιλὴς, ἐπειδὰν τοῦ συνδεδεμένου λυθεῖσα σώ‐
30ματος ἐντεῦθεν ἀπαλλαγῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὸν καλοῦ γενομένη, ὅτε τοῦ ἐπισκοτοῦντος ἀποκαθαρθέντος, ἢ οὐκ οἶδα ὅ τι καὶ λέγειν χρὴ, θαυμασίαν τινὰ ἡδονὴν ἥδεται, καὶ ἀγάλλεται, καὶ ἡδέως χωρεῖ πρὸς τὸν αὐτὸν δεσπό‐
35την, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀποφεύγουσα, καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας, ὑφ’ ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκει‐ μένην.
40 Ἔκδεξαι τὴν διάλυσιν, ὥσπερ προθεσμίαν ἀναγ‐ καίας ἐλευθερίας, καὶ τοῦ ἡδέως πρὸς τὰ ἑξῆς με‐ ταβήσεσθαι, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι. Ἀεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν·
45Καιρὸς δὲ δὴ μάλιστα τοῦ βίου λύσις. Τὸ γῆρας ἦλθεν, ἔξοδον κήρυξ βοᾷ· Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Βίου τὸ κέρδος, ἐκβιοῦν καθ’ ἡμέραν. Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς θείας Γραφῆς τῆς

96

.

440

(50)

λεγούσης, διὰ θυρίδων εἰσεληλυθέναι τὸν θάνατον; Τὰς γὰρ αἰσθήσεις, δι’ ὧν ἐκκαλύπτουσα ἡ ψυχὴ
πρὸς τὰ ἔξω πράγματα, τῶν κατὰ γνώμην ἀντιλαμ‐439 in vol. 96

96

.

441

βάνεται, θυρίδας ἡ Γραφὴ προσηγόρευσεν· ἃς ὁδο‐ ποιεῖν τῷ θανάτῳ τὴν εἴσοδον ὁ λόγος φησίν. Ἑτοιμάζου πρὸς τὰ λυπηρὰ, καὶ κερδανεῖς τὰ πλείονα.
5 Ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομί‐ ζουσι τὸν θάνατον· ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόγις
οὕτως ἐστὶν ἀρχή.441 in vol. 96