TLG 2934 014 :: JOANNES DAMASCENUS :: Disputatio Christiani et Saraceni [Dub.] JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae Disputatio Christiani et Saraceni [Dub.] Citation: Section — (line) | ||
t | Διάλεξις Σαρακηνοῦ καὶ Χριστιανοῦ | |
1 | Ἐρωτηθεὶς ὁ Χριστιανὸς παρὰ Σαρακηνοῦ· Τίνα λέγεις αἴτιον καλοῦ καὶ κακοῦ; ὁ Χριστιανός· Πάντων τῶν ἀγαθῶν οὐδένα φαμὲν αἴτιον εἶναι εἰ μὴ τὸν θεόν, κακῶν δὲ οὔ. Καὶ ἀποκριθεὶς ὁ Σαρακηνὸς εἶπεν· Τίνα λέγεις αἴτιον τῶν κακῶν; Ὁ Χριστιανός· Τὸν ἀπὸ γνώμης | |
5 | ὄντα διάβολον δηλονότι καὶ ἡμᾶς τοὺς ἀνθρώπους. Ὁ Σαρακηνός· Χάριν τίνος; Ὁ Χριστιανός· Διὰ τὸ αὐτεξούσιον. Ὁ Σαρακηνός· Τί οὖν· Αὐτεξούσιος εἶ καί, ὅσα θέλεις, δύνασαι ποιεῖν καὶ ποιεῖς; Ὁ Χριστιανός· Εἰς δύο μόνα πέπλασμαι ὑπὸ τοῦ θεοῦ αὐτεξούσιος. Ὁ Σαρακηνός· Ποῖα ταῦτα; | |
---|---|---|
10 | Ὁ Χριστιανός· Κακοπραγεῖν καὶ ἀγαθοπραγεῖν, ὅ ἐστι καλὸν καὶ κακόν. Χάριν τούτου κακὰ μὲν πράττων τιμωροῦμαι ὑπὸ νόμου τοῦ | |
θεοῦ, ἀγαθὰ δὲ πράττων οὐ φοβοῦμαι τὸν νόμον, ἀλλὰ καὶ τιμῶμαι καὶ ἐλεοῦμαι ὑπὸ τοῦ θεοῦ. Ὁμοίως καὶ ὁ διάβολος πρὸ τῶν ἀνθρώπων αὐτεξούσιος πέπλασται ὑπὸ τοῦ θεοῦ καὶ ἡμάρτησεν, καὶ ὁ θεὸς τῆς ἰδίας | 427 | |
15 | τάξεως ἐξέωσεν αὐτόν. Ἀλλ’ ἴσως καὶ ἐρεῖς μοι ἀντιλέγων· Ποῖά εἰσιν, ἃ λέγεις καλὰ καὶ κακά; Ἰδοὺ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καλοί εἰσιν· ποίησον ἓν ἐκ τούτων. Οὐ χάριν τούτου προλέγω σοι· κατὰ τῶν ἀνθρώπων ἐργάζομαι καλὰ καὶ κακά. Καλὰ μέν, οἷόν ἐστι δοξολογία θεοῦ καὶ προσευχὴ καὶ ἐλεημοσύνη καὶ τὰ τούτοις ὅμοια, κακὰ δὲ πορνεία, | |
20 | κλεψία καὶ τὰ ὅμοια· ἐπεί, ὡς λέγεις σύ, καλὰ καὶ κακὰ ἐκ θεοῦ εἶναι, εὑρεθήσεται ὁ θεὸς κατὰ σὲ ἄδικος, ὅπερ οὐκ ἔστιν· ἐπεὶ γὰρ ὁ θεὸς προσ‐ έταξεν, ὡς σὺ λέγεις, τὸν πόρνον πορνεύειν καὶ τὸν κλέπτην κλέπτειν καὶ τὸν ἀνδροφόνον ἀνδροφονεῖν, ἄξιοί εἰσιν τιμῆς· τὸ γὰρ θέλημα τοῦ θεοῦ ἐποίησαν. Εὑρεθήσονται καὶ οἱ νομοθέται σου ψευδεῖς καὶ τὰ βιβλία | |
25 | σου ψευδεπίγραφα, ἐπειδὴ προστάττουσι τὸν πόρνον καὶ τὸν κλέπτην δέρεσθαι ποιήσαντας τὸ θέλημα τοῦ θεοῦ καὶ τὸν ἀνδροφόνον ἀποκτανθῆ‐ ναι, ὃν ἔδει τιμηθῆναι, ἐπειδὴ τὸ θέλημα τοῦ θεοῦ ἐποίησεν. Ὁ δὲ Σαρακηνός· Τίς, φησί, πλάττει τὰ βρέφη ἐν κοιλίαις γυναικῶν; Τοῦτο γὰρ προβάλλονται οἱ Σαρακηνοὶ πρὸς ἡμᾶς πρόβλημα δεινότα‐ | |
30 | τον θέλοντες ἀποδεῖξαι τὸν θεὸν αἴτιον τῶν κακῶν. Εἰ γὰρ ἀποκριθεὶς λέγω, ὅτι ὁ θεὸς πλάττει τὰ βρέφη ἐν κοιλίαις γυναικῶν, ἐρεῖ ὁ Σαρακη‐ | |
νός· Ἰδοὺ ὁ θεὸς σύνεργός ἐστι τῷ πόρνῳ καὶ τῷ μοιχῷ. Ὁ Χριστιανὸς πρὸς ταῦτα ἀποκρίνεται· Οὐδαμῶς εὑρίσκομεν μετὰ τὴν πρώτην ἑβδομάδα τῆς κοσμοποιίας τὴν γραφὴν λέγουσαν πλάττειν | 428 | |
35 | τὸν θεὸν ἢ κτίζειν τι. Εἰ δὲ ἀμφιβάλλεις περὶ τούτου, δεῖξον σὺ κτίσμα ἢ πλάσμα οἱονδηποτοῦν μετὰ τὴν πρώτην ἑβδομάδα γενόμενον ὑπὸ τοῦ θεοῦ, ἀλλ’ οὐδαμῶς δύνασαι τοῦτο ἀποδεῖξαι· πάντα γὰρ τὰ ὁρατὰ κτίσματα τὴν πρώτην ἑβδομάδα γεγόνασιν. Ἔπλασεν γὰρ ὁ θεὸς τὸν ἄνθρωπον τὴν πρώτην ἑβδομάδα καὶ προσέταξεν αὐτὸν γεννᾶν | |
40 | καὶ γεννᾶσθαι εἰπών· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.» Καὶ ἐπειδὴ ἔμψυχος ἦν ὁ ἄνθρωπος ἔμψυχον σπέρμα ἔχων, ἐν τῇ ἰδίᾳ γυναικὶ σπορὰ ἀνεφύη. Ὥστε ἄνθρωπος ἄνθρωπον γεννᾷ, καθάπερ ἡ θεία γραφὴ λέγει· «Ἀδὰμ γὰρ ἐγέννησε τὸν Σήθ, καὶ ὁ Σὴθ ἐγέννησε τὸν Ἐνώς, καὶ Ἐνὼς ἐγέννησε τὸν Καϊνάν, καὶ Καϊνὰν ἐγέννησε τὸν Μαλε‐ | |
45 | λεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Ἰάρεδ, καὶ Ἰάρεδ ἐγέννησε τὸν Ἑνώχ». Καὶ οὐκ εἶπεν· Ὁ θεὸς ἔπλασε τὸν Σὴθ ἢ τὸν Ἐνὼς ἢ ἄλλον τινά, καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι μονώτατος ὁ Ἀδὰμ πέπλασται ὑπὸ τοῦ θεοῦ, οἱ δὲ μετ’ ἐκεῖνον γεννῶνται καὶ γεννῶσιν ἕως τοῦ παρόντος. Καὶ οὕτως χάριτι θεοῦ ὁ κόσμος συνίσταται, ἐπειδὴ καὶ πᾶσα βοτάνη καὶ πᾶν | |
1(50) | φυτὸν προστάξει τοῦ θεοῦ ἀπὸ τότε γεννᾷ καὶ γεννᾶται—ἔφη γὰρ ὁ θεός· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου»—καὶ τῷ προστάγματι αὐτοῦ ἐβλάστησεν ἕκαστον δένδρον, 〈πᾶν δὲ〉 εἶδος βοτάνης καὶ φυτοῦ ἐν ἑαυτῷ ἔχει σπερματικὴν δύναμιν. Ἡ σπορὰ δὲ παντὸς φυτοῦ καὶ βοτάνης | |
ἔμψυχός ἐστιν, ἥτις ἐν τῇ γῇ πάλιν ἀφ’ ἑαυτῆς πίπτουσα ἢ καὶ ὑπὸ ἄλλου | 429 | |
55 | σπερομένη ἀναβλαστάνει, μὴ πλαττομένη ὑπό τινος, ἀλλὰ τῷ πρώτῳ προστάγματι τοῦ θεοῦ ὑπακούουσα. Ἰδοὺ καὶ ἐγώ, καθὰ πρώην ἔφην, αὐτεξούσιος ὤν, ἐν οἷς μόνοις προεῖπα, ὅπου ἐὰν σπείρω κἂν εἰς ἰδίαν γυναῖκα, κἂν εἰς ἀλλοτρίαν τῇ ἐξουσίᾳ μου χρώμενος, ἀναβλαστάνει καὶ γίνεται τῷ πρώτῳ προστάγματι τοῦ θεοῦ ὑπακούουσα, οὐχ ὅτι καὶ | |
60 | νῦν καθ’ ἑκάστην ἡμέραν πλάττει καὶ ἐργάζεται, ἐπειδὴ ἐν τῇ πρώτῃ ἑβδομάδι «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν σύμπαντα κόσμον ἐν ἓξ ἡμέραις καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ποιεῖν», καθὼς καὶ ἡ γραφὴ μαρτυρεῖ μοι. Ὁ δὲ Σαρακηνός· Καὶ πῶς φησιν ὁ θεὸς πρὸς Ἰερεμίαν· «Πρὸ τοῦ | |
65 | με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ ἐκ μήτρας ἡγίακά σε;» Ὁ Χριστια‐ νός· Παντὸς ἀνδρὸς ἐν κοιλίᾳ ἔπλασεν ὁ θεὸς τὴν ἔμψυχον καὶ σπερματικὴν δύναμιν ἀπὸ Ἀδὰμ καὶ καθεξῆς. Ἀδὰμ γὰρ ἐν κοιλίᾳ ἔχων τὸν Σὴθ ἐγέννησεν, ὡς προεῖπον, καὶ Σὴθ τὸν Ἐνώς, καὶ ἕκαστος ἄνθρωπος προέ‐ χων ἐν τῇ κοιλίᾳ αὐτοῦ υἱὸν καὶ ὁ υἱὸς ἐγέννησε καὶ γεννᾷ μέχρι τοῦ | |
70 | παρόντος. Τὸ δὲ «ἐκ μήτρας ἡγίακά σε» νόησον τὴν ὄντως γεννῶσαν τὰ τέκνα τοῦ θεοῦ κατὰ τὴν μαρτυρίαν τοῦ ἁγίου εὐαγγελίου· «ὅσοι γὰρ ἔλαβον αὐτόν, φησίν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν» διὰ τοῦ | |
75 | βαπτίσματος. | |
2 | Ὁ δὲ ἐναντίος· Καὶ ἦν πρὸ Χριστοῦ βάπτισμα; Ὁ γὰρ Ἰερεμίας | |
πρὸ Χριστοῦ γεννᾶται. Ὁ Χριστιανός· Ἦν κατὰ τὴν μαρτυρίαν τοῦ ἁγίου ἀποστόλου φάσκοντος, ὅτι οἱ μὲν διὰ νεφέλης, οἱ δὲ διὰ θαλάσσης ἐβαπτίσθησαν. Καὶ ὁ κύριος ἐν εὐαγγελίοις φησίν· «Ἐὰν μή τις γεννηθῇ | 430 | |
5 | δι’ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὥστε ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ λοιποὶ πρὸ Χριστοῦ ἅγιοι εἰσερχόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν προεβαπτίσθησαν, ἐπεὶ κατὰ τὴν μαρτυρίαν τοῦ Χριστοῦ, εἰ μὴ ἐβαπτίσθησαν, οὐκ ἂν ἐσῴζοντο. Μαρτυρεῖ δὲ τὸ πνεῦμα τὸ ἅγιον λέγον· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτω‐ | |
10 | λοὶ ἀπὸ μήτρας», τουτέστι τῆς τοῦ βαπτίσματος. Χάριν τούτου ὁμολο‐ γοῦμεν, ὅτι πάντες οἱ σωθέντες καὶ οἱ σῳζόμενοι διὰ βαπτίσματος ἐσώ‐ θησαν καὶ σῴζονται χάριτι θεοῦ. | |
3 | Ὁ Σαρακηνός· Τὸν ποιοῦντα τὸ θέλημα αὐτοῦ τοῦ θεοῦ καλὸν εἶναι λέγεις ἢ κακόν; Γνοὺς δὲ τὴν πανουργίαν αὐτοῦ ὁ Χριστιανὸς ἔφη· Ὃ θέλεις εἰπεῖν, ἐπίσταμαι. Ὁ Σαρακηνός· Φανέρωσόν μοι αὐτό. Ὁ Χριστιανός· Εἰπεῖν θέλεις, ὅτι ὁ Χριστὸς θέλων ἔπαθεν ἢ μὴ θέλων; | |
5 | Καὶ ἐάν σοι εἴπω· Θέλων ἔπαθεν, ἵνα μοι εἴπῃς· Ἄπελθε λοιπόν, προσκύνη‐ σον τοὺς Ἰουδαίους, διότι τὸ θέλημα τοῦ θεοῦ σου ἐποίησαν. Ὁ Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν· εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι. Ὁ Χριστιανός· Ὅ τι σὺ λέγεις θέλημα εἶναι, ἐγὼ λέγω ἀνοχὴν καὶ μακροθυμίαν. Ὁ Σαρακηνός· Πόθεν δύνῃ τοῦτο παραστῆσαι; Ὁ | |
10 | Χριστιανός· Διὰ πράγματος· διὸ καθημένου ἐμοῦ καὶ σοῦ ἢ ἱσταμένου | |
δύναταί τις ἐξ ἡμῶν ἄνευ τῆς ἐξουσίας καὶ δεσποτείας τοῦ θεοῦ ἀναστῆναι ἢ κινηθῆναι; Καὶ ὁ Σαρακηνός· Οὔ. Ὁ Χριστιανός· Τοῦ θεοῦ εἰπόν‐ τος· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς», θέλει, ἵνα κλέψωμεν καὶ πορνεύσωμεν καὶ φονεύσωμεν; Ὁ Σαρακηνός· Οὐχί· εἰ γὰρ ἤθελεν, οὐκ | 431 | |
15 | ἂν εἶπεν· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς.» Ὁ Χριστιανός· Δόξα τῷ θεῷ, ὅτι σὺ ὡμολόγησας λέγων, ἃ θέλω εἰπεῖν. Ἰδοὺ συνέθου μοι, ὅτι οὐδεὶς ἐξ ἡμῶν ἄνευ τοῦ θεοῦ δύναται ἀναστῆναι ἢ κινηθῆναι καὶ ὅτι οὐ θέλει ὁ θεός, ἵνα κλέπτωμεν ἢ πορνεύωμεν. Ἐὰν ἄρτι ἀναστὰς ἀπέλθω καὶ κλέψω ἢ πορνεύσω, τί αὐτὸ λέγεις θέλημα θεοῦ ἢ συγχώρησιν | |
20 | καὶ ἀνοχὴν καὶ μακροθυμίαν; | |
4 | Ὁ Σαρακηνὸς νοήσας καὶ θαυμάσας ἔφη· Ἀληθῶς, οὕτως ἔχει. Ὁ Χριστιανός· Νόησον καὶ τοῦτο, ὅτι δυναμένου τοῦ θεοῦ πατάξαι ἀνεχώρησεν πρὸς τὸ παρόν, τουτέστιν ἐμακροθύμησεν ἐπὶ τὴν ἁμαρτίαν. Ἀλλ’ ὅταν θέλῃ, ἂν οὐ μετανοήσω, ἀποδίδωσί μοι, καθάπερ καὶ τοῖς | |
5 | Ἰουδαίοις ἐποίησεν. Μετὰ γὰρ ἔτη ὀλίγα ἀνέστησεν κατ’ αὐτῶν τὸν Τίτον καὶ Οὐεσπασιανὸν καὶ τοὺς Ἕλληνας καὶ καθεῖλεν τὰ φρυάγματα αὐτῶν. | |
5 | Ἐὰν ἐρωτηθῇς ὑπὸ Σαρακηνοῦ λέγοντος· Τί λέγεις εἶναι τὸν Χρι‐ στόν; εἰπὲ αὐτῷ· Λόγον θεοῦ, μηδὲν ἐν τούτῳ νομίζων ἁμαρτάνειν, ἐπεὶ καὶ λόγος λέγεται παρὰ τῇ γραφῇ καὶ σοφία καὶ βραχίων καὶ δύναμις θεοῦ | |
καὶ ἄλλα πολλὰ τοιαῦτα· πολυώνυμος γάρ ἐστιν. Καὶ ἀντερώτησον αὐτὸν | 432 | |
5 | καὶ σὺ λέγων· Τί λέγεται παρὰ τῇ γραφῇ σου ὁ Χριστός; Καὶ ἴσως θελήσει ἐρωτῆσαί σε ἐκεῖνος ἄλλο τι θέλων ἐκφυγεῖν σε· μὴ ἀποκριθῇς αὐτῷ, ἕως ἂν λύσῃ τὸ ἐρώτημά σου. Ἀνάγκῃ πάσᾳ ἀποκριθήσεταί σοι λέγων· Παρὰ τῇ γραφῇ μου πνεῦμα καὶ λόγος θεοῦ λέγεται ὁ Χριστός. Καὶ τότε εἰπὲ αὐτῷ σὺ πάλιν· Τὸ πνεῦμα τοῦ θεοῦ καὶ ὁ λόγος παρὰ τῇ γραφῇ | |
10 | σου ἄκτιστα λέγονται ἢ κτιστά; Καὶ ἐὰν εἴπῃ, ὅτι ἄκτιστα, εἰπὲ αὐτῷ· Ἰδοὺ ὁμοφωνεῖς μοι· καὶ γὰρ τὸ μὴ κτισθὲν ὑπό τινος, ἀλλὰ κτίζον θεός ἐστιν. Εἰ δὲ ὅλως τολμήσει εἰπεῖν, ὅτι κτιστά εἰσιν, εἰπὲ αὐτῷ· Καὶ τίς ἔκτισε τὸ πνεῦμα καὶ τὸν λόγον τοῦ θεοῦ; Καὶ ἐὰν ἐξ ἀπορίας εἴπῃ, ὅτι ὁ θεὸς αὐτὰ ἔκτισεν, εἰπὲ αὐτῷ· Πρὸ μικροῦ ἔλεγες, ἄκτιστα εἶναι, | |
15 | καὶ ἀρτίως λέγεις, ὅτι ὁ θεὸς αὐτὰ ἔκτισε. Ἰδού, εἰ ἔλεγον ἐγὼ πρός σε τοιοῦτον, ἔλεγες ἂν πρός με, ὅτι· Ἠφάνισας τὴν μαρτυρίαν σου, καὶ τοῦ λοιποῦ οὐ πιστεύω σοι, ὅσα ἂν εἴπῃς. Ὅμως οὖν καὶ τοῦτο ἐρωτῶ σε· Πρὸ τοῦ κτίσαι ὁ θεὸς τὸ πνεῦμα καὶ τὸν λόγον οὐκ εἶχεν πνεῦμα οὐδὲ λόγον; Καὶ φεύξεται ἀπὸ σοῦ μὴ ἔχων τι ἀποκριθῆναί σοι— | |
20 | αἱρετικοὶ γάρ εἰσιν οἱ τοιοῦτοι κατὰ Σαρακηνοὺς καὶ πάνυ βδελυκτοὶ καὶ ἀπόβλητοι—καί, ἐὰν αὐτὸν θελήσῃς δημοσιεῦσαι τοῖς λοιποῖς Σαρακηνοῖς, φοβηθήσεταί σε πολύ. | |
6 | Καὶ ἐὰν ἐρωτήσῃ σε ὁ Σαρακηνὸς λέγων· Τὰ λόγια τοῦ θεοῦ κτιστά εἰσιν ἢ ἄκτιστα; Τοῦτο γὰρ προβάλλονται πρὸς ἡμᾶς ἐρώτημα δεινότατον | |
θέλοντες ἀποδεῖξαι κτιστὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, ὅπερ οὐκ ἔστιν. Ἐὰν γὰρ εἴπῃς· Κτιστά εἰσιν, λέγει σοι, ὅτι ἰδοὺ λέγεις κτιστὸν τὸν | 433 | |
5 | λόγον τοῦ θεοῦ. Εἰ δὲ εἴπῃς· Ἄκτιστον, λέγει, ὅτι ἰδοὺ πάντα τὰ λόγια τοῦ θεοῦ ὑπάρχοντα ἄκτιστα μέν εἰσι, θεοὶ δὲ οὔκ εἰσιν. Ἰδοὺ σὺ ὡμολόγησας, ὅτι ὁ Χριστὸς λόγος ὢν τοῦ θεοῦ οὐκ ἔστι θεός. Διὸ μηδὲ κτιστὰ μηδὲ ἄκτιστα ἀποκριθῇς αὐτῷ, ἀλλ’ οὕτως ἀποκρίθητι αὐτῷ· Ἐγὼ ἕνα μόνον λόγον τοῦ θεοῦ ἐνυπόστατον ὁμολογῶ ἄκτιστον ὄντα, | |
10 | καθάπερ καὶ σὺ ὡμολόγησας, τὴν δὲ πᾶσαν γραφήν μου οὐ λέγω λόγια, ἀλλὰ ῥήματα θεοῦ. Καὶ ἐὰν εἴπῃ ὁ Σαρακηνός· Καὶ πῶς λέγει ὁ Δαυίδ· «Τὰ λόγια κυρίου λόγια ἁγνά,» καὶ οὐχί· Τὰ ῥήματα κυρίου ῥήματα ἁγνά; εἰπὲ αὐτῷ, ὅτι ὁ προφήτης τροπολογικῶς ἐλάλησεν καὶ οὐ κυ‐ ριολογικῶς. | |
15 | Καὶ ἐάν σοι εἴπῃ· Τί ἐστιν τροπολογία καὶ κυριολογία; εἰπὲ αὐτῷ· Κυριολογία μέν ἐστιν βεβαία ἀπόδειξις πράγματος, τροπολογία δέ ἐστιν ἀβέβαιος ἀπόδειξις. Καὶ ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Ἐνδέχεται προφήτην εἰπεῖν ἀβέβαιον ἀπόδειξιν; εἰπὲ αὐτῷ· Ἔθος ἐστὶ τοῖς προφή‐ ταις τὰ ἄψυχα προσωποποιεῖν, καὶ ὀφθαλμοὺς καὶ στόματα τιθέασιν | |
20 | αὐτοῖς, ὡς τὸ «ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν». Ἰδοὺ καὶ θάλασσα ὀφθαλμοὺς οὐκ ἔχει· οὐ γάρ ἐστιν ἔμψυχος. Καὶ πάλιν ὁ αὐτὸς προφήτης ὡς ἔμψυχον αὐτὴν διαλέγεται· «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες;» καὶ τὰ ἑξῆς. «Καὶ | |
ἡ μάχαιρά μου φάγεται κρέα», λέγει ἡ γραφή· τὸ γὰρ φαγεῖν ἐπὶ στόμα‐ τος λέγεται τρώγοντος καὶ καταπίνοντος, ἡ δὲ μάχαιρα τέμνει μέν, οὐ | 434 | |
25 | καταπίνει δέ. Οὕτως καὶ τὰ ῥήματα τροπολογήσας ἐλάλησε λόγια, ἅπερ κυρίως οὔκ εἰσιν λόγια, ἀλλὰ ῥήματα. | |
7 | Καὶ ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Πῶς κατῆλθεν ὁ θεὸς εἰς κοιλίαν γυναικός; εἰπὲ αὐτῷ· Χρησώμεθα τῇ γραφῇ σου καὶ τῇ γραφῇ μου· ἡ γραφή σου λέγει, ὅτι προεκάθηρεν ὁ θεὸς τὴν παρθένον Μαρίαν ὑπὲρ πᾶσαν σάρκα γυναικός, καὶ κατέβη τὸ πνεῦμα τοῦ θεοῦ καὶ ὁ λόγος | |
5 | εἰς αὐτήν, καὶ τὸ εὐαγγέλιόν μου λέγει· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» Ἰδοὺ μία φωνὴ ἀμφοτέρων τῶν λέξεων καὶ ἓν νόημα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι πρὸς τὴν ἡμετέραν ἰδιότητα λέγει ἡ γραφὴ κατάβασιν θεοῦ καὶ ἀνάβασιν τροπολογικῶς καὶ οὐ κυριολογικῶς· κυρίως γὰρ κατάβασις καὶ ἀνάβασις ἐπὶ σωμάτων | |
10 | λέγεται κατὰ φιλοσόφους, ὁ δὲ θεὸς τὰ πάντα περιέχει καὶ οὐ περιέχεται ὑπό τινος τόπου. Ἔφη γάρ τις τῶν προφητῶν· «Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ τῆς θαλάσσης καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;» Καὶ ὅλως, πάντα τὰ ὕδατα ὑπὸ χειρῶν εἰσιν τοῦ θεοῦ καὶ πᾶς ὁ οὐρανὸς σπιθαμὴ καὶ πᾶσα ἡ γῆ δράξ. Πῶς ἐνδέχεται αὐτὸς | |
15 | ἐν ἰδίᾳ χειρὶ τῇ κατεχούσῃ τὰ πάντα καταβῆναι καὶ ἀναβῆναι; | |
8 | Ἐὰν ἐρωτήσῃ σε ὁ Σαρακηνὸς λέγων· Καὶ εἰ θεὸς ἦν ὁ Χριστός, πῶς ἔφαγεν καὶ ἔπιεν καὶ ὕπνωσεν καὶ τὰ ἑξῆς; εἰπὲ αὐτῷ, ὅτι ὁ προαιώ‐ νιος λόγος τοῦ θεοῦ ὁ κτίσας τὰ σύμπαντα, καθὼς μαρτυρεῖ ἡ γραφή | |
μου καὶ ἡ γραφή σου, αὐτὸς ἔκτισεν ἐκ τῆς σαρκὸς τῆς ἁγίας παρθένου | 435 | |
5 | Μαρίας ἄνθρωπον τέλειον ἔμψυχον καὶ ἔννουν· ἐκεῖνος ἔφαγεν καὶ ἔπιεν καὶ ὕπνωσεν, ὁ δὲ λόγος τοῦ θεοῦ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν οὐδὲ ὕπνωσεν οὐδὲ ἐσταυρώθη οὐδὲ ἀπέθανεν, ἀλλ’ ἡ ἁγία σάρξ, ἣν ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, ἐκείνη ἐσταυρώθη. Γίνωσκε δέ, ὅτι ὁ Χριστὸς διπλοῦς μὲν λέγεται ταῖς φύσεσιν, εἷς δὲ τῇ ὑποστάσει. Εἷς γάρ ἐστιν ὁ προαιώνιος | |
10 | λόγος τοῦ θεοῦ καὶ μετὰ τὴν πρόσληψιν τῆς σαρκὸς ὑποστατικῶς ἤτοι προσωπικῶς καὶ οὐ φυσικῶς· οὐ γὰρ προσετέθη τῇ τριάδι τέταρτον πρόσωπον μετὰ τὴν ἀπόρρητον ἕνωσιν τῆς σαρκός. | |
9 | Ἐάν σε ἐρωτήσῃ ὁ Σαρακηνός, ὅτι, ἣν λέγετε θεοτόκον, ἀπέθανεν ἢ ζῇ; εἰπὲ αὐτῷ· Οὐκ ἀπέθανεν, θαρρῶν τῇ γραφικῇ ἀποδείξει. Λέγει γὰρ ἡ γραφὴ περὶ τούτου· «Ἦλθεν καὶ ἐπ’ αὐτὴν ὁ φυσικὸς τῶν ἀνθρώ‐ πων θάνατος, οὐ μὴν καθείρξας ἢ χειρωσάμενος ὡς ἐν ἡμῖν—ἄπαγε—, | |
5 | ἀλλ’ ὡς φέρε εἰπεῖν· Ὁ πρῶτος ἄνθρωπος ὕπνωσεν καὶ τὴν πλευρὰν ἀφῃρέθη.» | |
10 | Ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Ἰδοὺ πέπληγμαι ἔν τινι τόπῳ τῆς σαρκός μου, καὶ πληγεῖσα ἡ σὰρξ μώλωπα ἀπετέλεσεν, καὶ ἐν τῷ μώλωπι ἐγένετο σκώληξ. Τίς οὖν αὐτὸν ἔπλασεν; εἰπὲ αὐτῷ, ὡς προείπομεν, ὅτι μετὰ τὴν πρώτην ἑβδομάδα τῆς κοσμοποιίας οὐχ εὑρίσκομεν οἱονδηπο‐ | |
5 | τοῦν πρᾶγμα πλάσαντα τὸν θεὸν ἢ πλάττοντα, ἀλλὰ τῷ προστάγματι | |
τοῦ θεοῦ, ὃ προσέταξεν ἐν τῇ πρώτῃ ἑβδομάδι, γίνονται τὰ γινόμενα. Μετὰ γὰρ τὴν παράβασιν κατεκρίθη ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἀνα‐ τέλλειν. Καὶ μέχρι τὸ δεῦρο καὶ μὴ σπερομένη ἀκάνθας καὶ τριβόλους ἀνατέλλει. Τότε δὲ καὶ ἡ σὰρξ ἡμῶν κριθεῖσα μέχρι τῆς σήμερον φθεῖρας | 436 | |
10 | καὶ σκώληκας ἀνατελεῖ. | |
11 | Ὁ Σαρακηνὸς ἐρώτα τὸν Χριστιανὸν λοιπόν· Τίς ἐστι παρὰ σοὶ μείζων, ὁ ἁγιάζων ἢ ὁ ἁγιαζόμενος; Γνοὺς δὲ ὁ Χριστιανὸς τὴν ἔνοπλον αὐτοῦ ἐρώτησιν εἶπεν· Ὃ θέλεις εἰπεῖν, γινώσκω. Ὁ Σαρακηνός· Καὶ εἰ οἶδας, ἀνάγγειλόν μοι. Ὁ Χριστιανὸς ἔφη, ὅτι· Ἐάν σοι εἴπω· | |
5 | Ὁ ἁγιάζων μείζων τοῦ ἁγιαζομένου, ἐρεῖς μοι· Ἄπελθε, προσκύνησον τὸν βαπτιστὴν Ἰωάννην ὡς βαπτίσαντα καὶ ἁγιάσαντα τὸν Χριστόν σου. Ὁ δὲ Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν. Αἰνιγματωδῶς ἔφη ὁ Χριστιανὸς πρὸς τὸν Σαρακηνόν· Ἀπερχομένου σου μετὰ τοῦ δούλου σου ἐν τῷ βαλανείῳ καὶ λουόμενος ὑπ’ αὐτοῦ καὶ καθαιρόμενος, τίνα | |
10 | ἔχεις εἰπεῖν μείζονα, ἐκεῖνον τὸν οἰκτρὸν δοῦλον καὶ ἀργυρώνητον ἢ σὲ τὸν καθαρθέντα ὑπ’ αὐτοῦ ὥς τε καὶ δεσπότην αὐτοῦ ὄντα; Ἐμαυ‐ | |
τὸν λέγεις μείζονα τὸν κτισάμενον ἢ ἐκεῖνον τὸν ὑπὲρ ἐμοῦ κτισθέντα, εἶπεν ὁ Σαρακηνὸς πρὸς τὸν Χριστιανόν. Ὁ δὲ Χριστιανὸς ἀπεκρίθη· Εὐχαριστῶ τῷ θεῷ. Οὕτως μοι νόει καὶ τὸν Ἰωάννην ὡς δοῦλον καὶ | 437 | |
15 | οἰκέτην ὑπουργήσαντα τῷ Χριστῷ ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ βαπτισθεὶς ὁ σωτήρ μου τῶν ἐκεῖσε ἐμφωλευόντων πονηρῶν δαιμόνων τὰς κεφαλὰς συνέτριψεν. Ὁ δὲ Σαρακηνὸς σφόδρα θαυμάσας καὶ ἀπορήσας καί τι ἀποκριθῆναι | |
μὴ ἔχων τῷ Χριστιανῷ ἀνεχώρησεν μηκέτι προσβάλλων αὐτῷ. | 438 |