TLG 2934 013 :: JOANNES DAMASCENUS :: De natura composita sive Contra acephalos JOANNES DAMASCENUS Scr. Eccl.
Theol., Monachus, vel Joannes Monachus Sancti Sabae De natura composita sive Contra acephalos Citation: Section — (line) | ||
t | Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ περὶ συνθέτου φύσεως κατὰ ἀκεφάλων. | |
1 | Μία φύσις σύνθετος ἐκ διαφόρων φύσεων γίνεται, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰς ἑνωθείσας φύσεις ἀποτελεσθῇ. Καὶ τὸ ἀποτε‐ λούμενον οὔτε τοῦτο κυρίως ἔστιν οὔτε λέγεται, οὔτε τοῦτο, ἀλλ’ ἕτε‐ ρον. Οἷον ἀπὸ τῶν τεσσάρων στοιχείων, πυρὸς λέγω καὶ ἀέρος καὶ ὕδατος | |
5 | καὶ γῆς, συνίσταται σῶμα ἑνουμένων τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελούμενον σῶμα οὔτε πῦρ ἔστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ’ ἐκ τούτων ἕτερόν τι παρὰ ταῦτα. Ὁμοίως καὶ ἀπὸ ἵππου καὶ ὄνου γίνεται ἡμίονος, καὶ οὔτε ἵππος ἔστιν οὔτε ὄνος οὔτε λέγεται, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς | |
---|---|---|
10 | ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος καὶ ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι καὶ θεὸς ἔστι καὶ λέγεται τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ ἐστιν οὐδὲ ὅλον ἀήρ, ὁμοίως οὔτε γῆ οὔτε ὕδωρ, οὐδὲ ὅλη ἡ ἡμίονος ἵππος ἐστὶν οὐδὲ ὅλη ὄνος οὐδὲ τέλειος ἵππος οὐδὲ | |
15 | τέλειος ὄνος, ὁ δὲ Χριστός, ὡς εἶπον, τέλειός ἐστι θεὸς καὶ τέλειος ἄνθρωπος καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος. Διὸ οὐ μία ἐστὶ σύνθετος φύσις, ἀλλὰ μία ὑπόστασις ἐν δυσὶ φύσεσι γνωριζομένη καὶ δύο φύσεις ἐν μιᾷ συνθέτῳ | |
ὑποστάσει. | 409 | |
2 | Ἐρωτήσωμεν τοίνυν τοὺς αἱρετικούς· Ἐκ δύο φύσεων τὸν Χριστὸν λέγοντες ποίων φύσεων λέγετε; Ἐροῦσιν οὖν· Ἐκ θεότητος καὶ ἀνθρωπό‐ τητος. Εἶτα εἴπωμεν· Καὶ πῶς ἐν θεότητι καὶ ἀνθρωπότητι λέγοντες τὸν Χριστὸν οὐ λέγετε αὐτὸν ἐν δυσὶ φύσεσιν; Οὐ γὰρ δύνανται εἰπεῖν, | |
5 | μὴ εἶναι τὸν Χριστὸν ἐν θεότητι καὶ ἀνθρωπότητι. Πάλιν ἐρωτήσωμεν αὐτούς· Μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ ἢ δύο; Καὶ ἐροῦσι· Μία σύνθετος. Εἶτα λέγομεν· Τὸ ἁπλοῦν καὶ τὸ σύνθετον ὁμοούσιόν ἐστι; Καὶ οὐ δύνανται εἰπεῖν, ὅτι ὁμοούσιά εἰσι τὸ ἁπλοῦν καὶ τὸ σύνθετον. Εἶτα λέγομεν· Ἐὰν οὖν συνθέτου φύσεώς ἐστιν ὁ Χριστὸς μιᾶς ἐκ θεότητος | |
10 | καὶ ἀνθρωπότητος, οὐκ ἔστιν ὁμοούσιος τῷ πατρί· ὁ γὰρ πατὴρ οὐκ ἔστι συνθέτου φύσεως ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἀλλ’ ἁπλῆς. Ἀλλ’ οὐδὲ τῇ μητρὶ ἔσται ὁμοούσιος· οὐδὲ γὰρ ἡ μήτηρ ἐκ θεότητος καὶ ἀνθρωπότητός ἐστι συντεθειμένη. Ἡμεῖς δὲ τὸν Χριστὸν μίαν ὑπόστασιν ἐν δυσὶ φύσεσι λέγοντες, ἐν θεότητι καὶ ἀνθρωπότητι, κατὰ μὲν τὴν θεότη‐ | |
15 | τά φαμεν αὐτὸν ὁμοούσιον τῷ πατρί, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ μητρὶ ὁμοούσιον, καὶ οὔτε διαιροῦμεν αὐτὸν μίαν ὑπόστασιν λέγοντες οὔτε συγχέομεν δύο φύσεις ἡνωμένας ὁμολογοῦντες. Καὶ πάλιν λέγομεν οὕτως· Εἰ μία φύσις τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, μία δὲ φύσις τοῦ πατρὸς καὶ τοῦ Χριστοῦ, μία φύσις | |
20 | ἔσται τοῦ πατρὸς καὶ τῆς σαρκός. Καὶ πάλιν· Πῶς ὁμολογεῖτε τὴν τῶν φύσεων διαφοράν; Ἡ γὰρ διαφο‐ ρὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἀλλοιουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ὅτι μὲν οὖν οὐχ ὑποστάσεων διαφορὰν λέγετε, δῆλον ἐπὶ | |
25 | Χριστοῦ. Ὅτι δὲ οὐδὲ περὶ τοῦ χωριστοῦ συμβεβηκότος, καὶ τοῦτο δῆλον· οὐ γὰρ ποτὲ μὲν λέγετε αὐτὸν ἀθάνατον, ποτὲ δὲ θνητὸν ἐξ ἀθανα‐ σίας τραπέντα εἰς θνητότητα, ὥσπερ ἡμεῖς ἐκ νόσου εἰς ὑγείαν. Λείπε‐ | |
ται οὖν τῶν φύσεων λέγειν ὑμᾶς τὴν διαφοράν, ὡς καὶ ὁμολογεῖτε, καὶ τὴν τῶν φύσεων διαφορὰν ὁμολογοῦντας πρῶτον τὰς φύσεις ὁμολογεῖν, | 410 | |
30 | ὧν ἐστιν ἡ διαφορά· τῶν γὰρ οὐσιῶν μὴ οὐσῶν οὐδὲ αἱ οὐσιώδεις ἔσονται διαφοραί. Εἰ δὲ μία φύσις ἐστὶν ὥσπερ καὶ μία ὑπόστασις ἐπὶ Χριστοῦ. διὰ τί φύσεων διαφορὰν λέγοντες οὐ λέγετε καὶ ὑποστάσεων διαφορὰν ἐπ’ αὐτοῦ; Διὰ τί δὲ ἐκ φύσεων λέγοντες δύο τὸν Χριστὸν οὔ φατε αὐτὸν καὶ ἐκ δύο ὑποστάσεων; | |
35 | Εἰ μιᾶς συνθέτου φύσεώς ἐστιν ὁ Χριστός, οὐκ ἔστιν ὁμοούσιος τῷ πατρί· ἁπλῆς γὰρ φύσεως ὁ πατήρ. Τὸ δὲ ἁπλοῦν καὶ σύνθετον οὐχ ὁμοούσια. Εἰ κατὰ τὴν αὐτὴν οὐσίαν ὁμοούσιός ἐστι τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν ὁ Χριστός, μιᾶς οὐσίας ἔσται ὁ πατὴρ καὶ ἡμεῖς. Εἰ ὁμοφυὴς ὁ Χριστὸς τῷ πατρὶ καὶ ὁμοούσιος ἁπλῆς ὄντι φύσεως, | |
40 | ἔχει δὲ καὶ σύνθετον φύσιν ὁ Χριστός, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον. Εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις καθ’ ὑμᾶς, ἢ τριῶν οὐσῶν ὑποστάσεων τῆς ἁγίας θεότητος τρεῖς ἔσονται αὐτῆς καὶ φύσεις ἢ μιᾶς οὔσης φύσεως μία ἔσται καὶ ἡ ὑπόστασις. | |
45 | Εἰ ἑτέραν τὴν κοινὴν φύσιν φατὲ καὶ ἑτέραν τὴν ἐν ἀτόμῳ θεωρουμένην, ἣν καὶ μερικὴν ὀνομάζετε, οὐ μόνον τὸν Χριστόν, ἀλλὰ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο ἔχειν φύσεις ὁμολογεῖν ἀναγκασθήσεσθε, μίαν κοινὴν καὶ μίαν σύνθετον. Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπό‐ | |
2(50) | της, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως; | |
3 | Ἐπειδὴ δὲ προφέρουσιν ἡμῖν τὴν τοῦ ἁγίου Ἀθανασίου καὶ Κυρίλλου τοῦ ἁγιωτάτου χρῆσιν τὴν λέγουσαν «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρ‐ κωμένην», φαμέν, ὅτι ἴσον ἐστὶ τούτῳ καὶ τὸ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ῥητὸν τὸ φάσκον· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη.» Ὥσπερ γὰρ | |
5 | τὸ πυρούμενον οὐ μεταβολὴν δηλοῖ τοῦ πυρουμένου, ἀλλ’ ἕνωσιν τὴν | |
πρὸς τὸ πῦρ, οὕτω καὶ ἡ θέωσις ἕνωσιν δηλοῖ πρὸς θεότητα καὶ ἡ σάρκω‐ σις ἕνωσιν πρὸς σάρκα. Μίαν οὖν φύσιν τοῦ θεοῦ λόγου γινώσκομεν, τουτέστι τῆς θεότητος αὐτοῦ σεσαρκωμένην, τουτέστιν ἡνωμένην σαρκί, καὶ μίαν φύσιν τῆς σαρκὸς τοῦ λόγου τεθεωμένην, τουτέστι ἡνωμένην | 411 | |
10 | θεότητι. Ὥστε δύο εἰσὶ φύσεις ἡνωμέναι ἀλλήλαις. Εἰ μὲν γὰρ εἶπε μίαν φύσιν τοῦ θεοῦ λόγου καὶ σεσαρκωμένου, ἀναντιρρήτως μίαν ἐδήλου φύσιν τὸ συναμφότερον. Εἰπὼν δὲ «μίαν τοῦ λόγου φύσιν» καὶ προσθεὶς τὸ «σεσαρκωμένην», διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» ἐδήλωσε τῆς σαρκὸς τὴν οὐσίαν, καθὼς καὶ αὐτὸς ἑαυτὸν ἑρμηνεύων ἐν τῇ πρὸς Σούκενσον | |
15 | ἐπιστολῇ φησιν· «Εἰ μὲν γὰρ εἰπόντες ‘μίαν φύσιν τοῦ θεοῦ λόγου‘ σεσιγήκαμεν μὴ ἐπενεγκόντες τὸ ‘σεσαρκωμένην‘, ἦν αὐτοῖς ἄρα καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἐπειδὴ δὲ διὰ τοῦ ‘σεσαρκωμένην‘ εἰσηνέχθη τῆς σαρκὸς ἡ δήλωσις, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστή‐ | |
20 | σαντες.» Ἰδοὺ σαφῶς ἀνεῖλε τὸ «μίαν φύσιν» λέγειν τὸ ὅλον, τουτέστι τὸ συναμφότερον· καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔφησεν εἰσενηνέχθαι τῆς σαρκὸς τὴν δήλωσιν. Ἔχομεν οὖν «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου», καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔχομεν τὴν σάρκα· ἡ δὲ σὰρξ οὐκ ἀνούσιος. Ἡ φύσις οὖν τοῦ λόγου καὶ ἡ ἐνούσιος σὰρξ δύο οὐσίαι ἔσονται. | |
4 | Διὰ τί δὲ φύσιν θεότητος καὶ φύσιν σαρκὸς ἐπὶ Χριστοῦ ὁμολογοῦν‐ τες καὶ ἄλλο καὶ ἄλλο λέγοντες δύο φύσεις οὐ λέγετε, ἐκεῖ φοβούμενοι φόβον, οὗ οὐκ ἔστι φόβος; Καί φασιν, ὅτι ὁ ἀριθμὸς ἀρχή ἐστι διαιρέ‐ σεως, καὶ τὴν διαίρεσιν φεύγοντες οὔ φαμεν δύο τοῦ Χριστοῦ τὰς φύσεις. | |
5 | Πρὸς οὓς λέγομεν, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ἀριθμουμένων ἐστὶ σημαντικός, οὐ τῆς σχέσεως· τρεῖς γὰρ ἀνθρώπους λέγοντες οὐ τρεῖς φύσεις διῃρημένας σημαίνομεν, καὶ τρεῖς ὑποστάσεις ἐπὶ τῆς θεότητος λέγοντες οὐ διῃρημένας ταύτας ὁμολογοῦμεν. Οὕτω καὶ δύο φύσεις ἐπὶ Χριστοῦ φάσκοντες καὶ τὸν ἀριθμὸν σημαίνοντες οὐ προσιέμεθα τὴν | |
10 | διαίρεσιν· ὥσπερ γὰρ ἐπὶ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἀδιαιρέ‐ | |
τως ἅμα καὶ ἀσυγχύτως ἥνωνται—ἀδιαιρέτως μὲν διά τε τὸ μοναδικὸν τῆς φύσεως καὶ τὴν ἐν ἀλλήλαις ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν ὑποστατικὴν διαφορὰν ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον, τὸ ἀγέννητόν φημι καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν—καὶ ὁ ἀριθμὸς τῶν | 412 | |
15 | ὑποστάσεων οὐκ εἰσάγει διαίρεσιν, οὕτω καὶ ἐπὶ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως αἱ δύο φύσεις ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως ἥνωνται— ἀδιαιρέτως μὲν διά τε τὸ μοναδικὸν τῆς ὑποστάσεως καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν οὐσιώδη διαφοράν, τὸ κτιστὸν λέγω καὶ τὸ ἄκτιστον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, | |
20 | τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον καὶ τὰ τοιαῦτα—καὶ ὁ ἀριθμὸς τῶν φύσεων οὐκ εἰσάγει διαίρεσιν. | |
5 | Ἐπειδὴ δὲ ἀπορεῖν δοκοῦσιν ἡμῖν ἀβέβαια λαλοῦντες, ὅτι, εἰ οὐκ ἔστιν οὐσία ἀνυπόστατος οὐδὲ φύσις ἀπρόσωπος, δύο οὐσίας καὶ φύσεις ἐπὶ Χριστοῦ λέγοντες ἐξ ἀνάγκης δύο ἐρεῖτε ὑποστάσεις καὶ πρόσωπα, φαμέν, ὅτι οὐσία μὲν ἀνυπόστατος οὐκ ἔστιν οὐδὲ φύσις ἀπρόσωπος— | |
5 | ἐν γὰρ ταῖς ὑποστάσεσί τε καὶ προσώποις ἡ οὐσία καὶ ἡ φύσις θεωρεῖται —, οὐ μὴν δὲ ἡ οὐσία ὑπόστασίς ἐστιν οὐδὲ ἡ φύσις πρόσωπον. Εἰ γὰρ ἡ οὐσία ὑπόστασίς ἐστι καὶ ἡ φύσις πρόσωπον, ἀνάγκη ἐπὶ μὲν τῆς ἁγίας θεότητος ἢ μίαν λέγοντας οὐσίαν καὶ φύσιν μίαν ὁμολογεῖν ὑπόστα‐ σιν καὶ ἓν πρόσωπον ἢ τρεῖς ὑποστάσεις ὁμολογοῦντας καὶ πρόσωπα | |
10 | τρεῖς συνομολογεῖν οὐσίας καὶ φύσεις, ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος ἢ μίαν φύσιν καὶ μίαν ὑπόστασιν ὁμολογεῖν ἢ ἀπείρους λέγειν οὐσίας ὥσπερ καὶ τὰς ὑποστάσεις, ἀλλὰ καὶ ἐκ δύο φύσεων λέγοντας τὸν Χριστὸν ἐκ δύο αὐτὸν ὁμολογεῖν ὑποστάσεων. | |
6 | Φαμὲν οὖν, ὅτι ἐν ὑποστάσεσι μὲν ἡ οὐσία θεωρεῖται, διὸ καὶ ἐνυπόστατός ἐστιν, ἀλλ’ οὐχ ὑπόστασις. Οὐκ ἀνάγκη τοίνυν τὸ ἐνυπό‐ στατον ὑπόστασιν λέγεσθαι. Διττῶς γὰρ ἥ τε ὑπόστασις καὶ τὸ ἐνυπό‐ | |
στατον λέγεται. Ἡ μὲν γὰρ ὑπόστασις ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν | 413 | |
5 | δηλοῖ, καθὸ σημαινόμενον οὐ τὴν ἁπλῶς οὐσίαν σημαίνει, ἀλλὰ καὶ τὸ συμβεβηκός, ποτὲ δὲ τὸ ἄτομον ἤτοι τὸ πρόσωπον, ἥτις καθ’ αὑτὸ λέγεται ὑπόστασις, ἥτις δηλοῖ Πέτρον, Παῦλον, τόνδε τὸν ἵππον καὶ τὰ τοιαῦτα. Τὸ δὲ ἐνυπόστατον ποτὲ μὲν τὴν οὐσίαν σημαίνει ὡς ἐν ὑποστάσει θεωρουμένην καὶ αὐθύπαρκτον οὖσαν, ποτὲ δὲ ἕκαστον τῶν | |
10 | εἰς σύνθεσιν μιᾶς ὑποστάσεως συνερχομένων, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος. Καὶ ἡ θεότης τοίνυν καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ἐνυπόστα‐ τός ἐστιν· ἔχει γὰρ ἑκατέρα κοινὴν τὴν μίαν σύνθετον αὐτοῦ ὑπόστασιν, ἡ μὲν θεότης προαιωνίως καὶ ἀιδίως, ἡ δὲ ἔμψυχος σὰρξ καὶ νοερὰ ἐπ’ ἐσχάτων τῶν χρόνων ὑπ’ αὐτῆς προσληφθεῖσα καὶ ἐν αὐτῇ ὑπάρξασα | |
15 | καὶ αὐτὴν ἐσχηκυῖα ὑπόστασιν. | |
7 | Ἔτι φασίν, ὅτι οἱ ἅγιοι πατέρες τῷ ὑποδείγματι τοῦ ἀνθρώπου ἐχρήσαντο ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· μία δὲ φύσις τῶν ἀνθρώπων ἐστί, μία τοίνυν καὶ τοῦ Χριστοῦ ἔσται φύσις. Ἀκουσάτωσαν τοίνυν· Τὸ τῆς φύσεως ὄνομα τάττεται καὶ ἐπὶ τοῦ εἴδους. Πάντες μὲν οὖν | |
5 | οἱ ἄνθρωποι λέγονται μιᾶς φύσεως εἶναι ὡς ὑφ’ ἓν εἶδος ταττόμενοι, τὸ τῆς ἀνθρωπότητος. Οὐ μιᾶς δὲ φύσεως ὁ ἄνθρωπος ἐκ ψυχῆς ὢν καὶ τοῦ σώματος· οὐ γὰρ ἡ ἀσώματος καὶ ἀόρατος ψυχὴ τῷ ὁρατῷ σώματι ὁμοούσιος. Ὅταν μὲν οὖν ἄνθρωπος πρὸς ἄνθρωπον συγκρίνηται, ὁμοούσιοι λέγονται ὡς ὑφ’ ἓν εἶδος τελοῦντες καὶ ὡς ἅπαντες ἐκ ψυχῆς | |
10 | συντεθειμένοι καὶ σώματος καὶ ὡς ἅπαντες δύο φέροντες φύσεις· ὅταν δὲ φυσιολογῆται ὁ ἄνθρωπος, δύο φύσεις ἐπ’ αὐτοῦ θεωροῦνται, ψυχῆς λέγω καὶ σώματος, ἐν μιᾷ συντεθειμέναι ὑποστάσει. Ἐν γὰρ τῇ συγκρίσει τῆς ψυχῆς πρὸς τὸ σῶμα τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Ἐπὶ δὲ Χριστοῦ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότη‐ | |
15 | τος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος | |
ταττόμενοι μιᾶς λεχθῶσι φύσεως, ἀλλ’ εἷς ἐστι Χριστὸς ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσι. Φησὶ γὰρ ὁ θεολόγος Γρηγόριος· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο.» | 414 | |
8 | Ἔτι· Πῶς μία καὶ ἡ αὐτὴ φύσις τὰς ἐναντίας ἕξει οὐσιώδεις διαφο‐ ράς; Εἰ γὰρ τῶν ἐπουσιωδῶν διαφορῶν ἡ οὐσία ἀναμέρος καὶ οὐ κατὰ ταὐτόν ἐστι δεκτική, πῶς τῶν οὐσιωδῶν; Δῆλον γάρ, ὡς ἀδύνατον ἐν τῇ αὐτῇ οὐσίᾳ τὰς ἐναντίας οὐσιώδεις εὑρεθῆναι διαφοράς· οὐ γὰρ ἡ | |
5 | αὐτὴ οὐσία λογικὴ ἔσται καὶ ἄλογος ἢ κτιστὴ καὶ ἄκτιστος. Ἔτι· Τὰς οὐσίας αἱ συστατικαὶ τῶν οὐσιῶν διαφοραὶ συνιστῶσι· διὸ καὶ οὐσιώδεις καὶ συστατικαὶ λέγονται καὶ ἐν ταῖς οὐσίαις ὑφίστανται. Εἰ οὖν τὰς συστατικὰς τῶν οὐσιῶν διαφορὰς ἐπὶ Χριστοῦ ὁμολογεῖτε, ἀνάγκη καὶ τὰς οὐσίας ὁμολογεῖν—τίνων γὰρ ἔσονται; —, καὶ μὴ | |
10 | συνιστῶσαι οὐσίας περιττῶς ἔσονται. Ἔτι· Οἱ μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ λέγοντες εἴπατε ἡμῖν, ποίᾳ φύσει ὁ Χριστὸς πέπονθεν; Τῇ συνθέτῳ δῆλον, ἐρεῖτε. Μίαν γὰρ λέγοντες ἐξ ἀνάγκης αὐτῇ καὶ τὸ πάθος προσάψετε, καὶ ἔσται καθ’ ὑμᾶς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ παθητή. | |
15 | Ἔτι· Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον ἢ ἀπαθὴς μόνον ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν παθητὴ καὶ ἀπαθὴς ἢ τρεπτή, καὶ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρω‐ | |
20 | πος ὁ Χριστός. Εἰ δὲ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, οὐ φύσει ἔσται παθητὴ οὐδὲ φύσει ἀπαθής, ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ φύσει | |
πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ καὶ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστιν, τοῦθ’ ὅπερ ἐστίν, οὐ τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως, καὶ οὕτω δύο φύσεων ἔσται ὁ Χριστός, ὃς οὐ φύσις ἐστίν, | 415 | |
25 | ἀλλ’ ὑπόστασις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι ἀμήχανον· ἅμα γὰρ τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι ἡ μία καὶ αὐτὴ οὐσία οὐ δύναται. | |
9 | Ἔτι τοῦτο εἴπατε ἡμῖν· Ἔχει θείαν φύσιν ὁ Χριστός; Ναί, ἐρεῖτε πάντως. Ἔχει δὲ καὶ ἀνθρωπίνην; Καὶ τοῦτο συνομολογήσετε, εἴ γε μὴ γυμνῇ τῇ κεφαλῇ ἀσεβεῖν βουληθείητε. Φύσις οὖν θεία καὶ φύσις ἀνθρω‐ πίνη μία φύσις ἢ δύο; Ἀλλ’ εἰ μὲν μίαν εἴπητε, ἔσται ὁ πατὴρ ἡμῖν ὁμοού‐ | |
5 | σιος. Εἰ δὲ δύο καὶ οὐ μία, τί μὴ τὸν τῦφον σὺν τῷ τούτου γεννήτορι, τῷ διαβόλῳ φημί, μακρὰν ἀπορρίψαντες μεθ’ ἡμῶν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι μετὰ τὴν ἕνωσιν ὁμολογήσετε; Εἰ μὲν γὰρ οὐδέποτε δύο φύσεων τὸν Χριστὸν ὁμολογεῖτε, τί μάτην μιᾶς αὐτὸν φύσεως μετὰ τὴν | |
10 | ἕνωσιν λέγετε; Εἰ δὲ πρὸ τῆς ἑνώσεως δύο φύσεων αὐτὸν φάσκοντες μιᾶς ὁμολογεῖτε μετὰ τὴν ἕνωσιν, ἄντικρυς ἀπομάχεσθε τῇ ἀληθείᾳ. Πρὸ γὰρ τῆς ἑνώσεως ἤτοι τῆς θείας σαρκώσεως μιᾶς φύσεως ἁπλῆς ἤτοι τῆς θείας μία τελῶν ὑπόστασις οὐδὲ Χριστὸς ἦν οὐδ’ ὠνομάζετο, εἰ μὴ προφητικῷ λόγῳ τὸ μέλλον προεκηρύττετο. Ἢ τοίνυν παντελῶς | |
15 | τὰς δύο φύσεις ἐπὶ Χριστοῦ ἀναιρήσετε ἢ διφυᾶ πρὸ τῆς ἐκ παρθένου λέ‐ ξετε τὸν Χριστὸν σαρκώσεως, μὴ διδόναι αὐτῷ τὰς κυρίως οὔσας αὐτοῦ δύο φύσεις μετὰ τὴν ἕνωσιν ἀνεχόμενοι. Ἡμεῖς δὲ οὐχ οὕτως φρονοῦμεν οὐδ’ αὕτη μερὶς τοῦ Ἰακώβ, ἀλλ’ ἐν τοῖς ὅροις τῆς εὐσεβείας ἱστάμενοί φαμεν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος | |
20 | μίαν ὑπόστασιν σύνθετον· αὕτη γὰρ ἡ προαιώνιος τοῦ θεοῦ λόγου ὑπόστασις σκηνώσασα ἐν τῇ γαστρὶ τῆς ἁγίας ἀειπαρθένου ἐν ἑαυτῇ ὑπεστήσατο σάρκα ἔμψυχον λογικήν, αὐτὴ χρηματίσασα τῇ ἐμψύχῳ καὶ λογικῇ σαρκὶ ὑπόστασις, καὶ γέγονεν ἐκ τελείας θεότητος καὶ τελείας | |
ἀνθρωπότητος εἷς Χριστός, εἷς υἱὸς ὁ αὐτὸς θεοῦ τε καὶ ἀνθρώπου, εἷς | 416 | |
25 | κύριος ὁ αὐτός, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ἀσυγχύτως ἑνωθεισῶν τῶν φύσεων ἀλλήλαις καὶ ἀτρέπτως καὶ ἀδιαιρέτως. Ἀσυγχύτως μέν· φυλάττει γὰρ ἑκάστη φύσις τὴν ἑαυτῆς διαφοράν, τὸ ἄκτιστον ἡ θεότης, τὸ κτιστὸν ἡ ἀνθρωπότης, τὸ ἀπαθὲς ἡ θεότης, τὸ παθητὸν ἡ ἀνθρωπότης καὶ τὰ τοιαῦτα. Ἀτρέπτως δέ, ὅτι | |
30 | μεμένηκεν ἑκάστη φύσις ἀναλλοίωτος, οὐ τραπεῖσα εἰς τὴν ἑτέραν οὐδὲ μία σύνθετος χρηματίσασα φύσις, ἀλλὰ δύο ὑπάρχουσαι καὶ διαιωνίζου‐ σαι. Ἀδιαιρέτως δέ, ὅτι ἥνωνται ἀλλήλαις καθ’ ὑπόστασιν μίαν ἔχουσαι ὑπόστασιν, τὴν προαιωνίως μὲν ἀσώματον καὶ ἁπλῆν, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων ἐκ τῆς ἁγίας ἀειπαρθένου σωματωθεῖσαν ἀμεταβλήτως· | |
35 | ὑπάρχει γὰρ τοῦτο κἀκεῖνο, ἀσώματος μὲν τῇ ἀνάρχῳ θεότητι, ἐνσώματος δὲ τῇ ἠργμένῃ ἤτοι τῇ προσληφθείσῃ σαρκί. Αὕτη δέ ἐστιν ὁ προαιώνιος υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὃς αὐτός τέ ἐστιν ἀσώματος ὡς θεὸς καὶ ἐνσώματος ὡς ἐπ’ ἐσχάτων γενόμενος ἄνθρωπος. Ἥνωνται τοίνυν αἱ φύσεις καθ’ | |
ὑπόστασιν μίαν καὶ περιχωροῦσιν. | 417 |